De somniis (lib. i‑ii)
- 1.201.1
Ἣν δ’ ἔχει τῶν γεννημάτων τούτων ἕκαστον δύναμιν, ἐρευνητέον. διάλευκοι μὲν τοίνυν εἰσὶν οἱ τηλαυγέστατοι καὶ ἀριδηλότατοι, τοῦ „διὰ“ πολλάκις ἐπὶ τοῦ μεγάλου τιθεμένου, ἀφ’ οὗ διάδηλον καὶ διάσημον τὸ μεγάλως δῆλον καὶ μεγάλως ἐπίσημον ἔθος ὀνομάζειν ἐστί.
- 1.202.1
βούλεται οὖν τῆς τὸν ἱερὸν σπόρον παραδεξαμένης ψυχῆς τὰ πρωτότοκα γεννήματα διάλευκα εἶναι, φωτὶ ἐοικότα οὐκ ἀμυδρῷ, φέγγει δὲ τηλαυγεστάτῳ, οἵα γένοιτ’ ἂν ἀφ’ ἡλιακῶν ἀκτίνων ἄσκιος ἐν αἰθρίᾳ κατὰ μεσημβρίαν αὐγή· βούλεται δὲ καὶ ποικίλα οὐ πολυμόρφου καὶ πολυτρόπου λέπρας ἀκαθάρτου τρόπον, διὰ γνώμης ἀβεβαιότητα χρησόμενα ἀστάτῳ καὶ φορουμένῳ βίῳ, ἀλλὰ γράμμασιν ἐγκεκολαμμένα καὶ σφραγῖσι διαφόροις, δοκίμοις δὲ πάσαις τετυπωμένα, ὧν αἱ ἰδιότητες ἀναμιχθεῖσαι καὶ ἀνακραθεῖσαι μουσικὴν συμφωνίαν ἐργάσονται.
- 1.203.1
τὴν γὰρ ποικιλτικὴν τέχνην ἐνόμισαν μέν τινες οὕτως ἠμελημένον καὶ ἀφανὲς εἶναι πρᾶγμα, ὥστε ὑφάνταις αὐτὴν ἀνέθεσαν. ἐγὼ δ’ οὐ μόνον αὐτήν, ἀλλὰ καὶ τοὔνομα τέθηπα, καὶ μάλισθ’ ὅταν εἰς τὰ γῆς τμήματα καὶ τὰς ἐν οὐρανῷ σφαίρας καὶ ζῴων καὶ φυτῶν διαφορὰς καὶ τὸ παμποίκιλον ὕφασμα, τουτονὶ τὸν κόσμον, ἀπίδω.
- 1.204.1
τὸν γὰρ τοῦ πλέγματος παντὸς τούτου δημιουργὸν εὑρετὴν τῆς ποικιλτικῆς ἐπινοεῖν εὐθὺς ἐπιστήμης ἀναγκάζομαι, καὶ σέβομαι μὲν τὸν εὑρόντα, τιμῶ δὲ τὴν εὑρεθεῖσαν, τὸ δ’ ἔργον καταπέπληγμαι, καίτοι μηδὲ πολλοστὸν μέρος αὐτοῦ δυνηθεὶς ἰδεῖν, ἀπὸ δὲ τοῦ φανέντος μοι μέρους, εἰ δὴ καὶ πέφηνεν, ἀκριβῶς τὸ ὅλον εἰκάζων ἀναλογίας ἐλπίδι.
- 1.205.1
θαυμάζω μέντοι καὶ τὸν σοφίας ἐραστήν, ὅτι τὴν αὐτὴν τέχνην ἐπιτετήδευκε, πολλὰ καὶ διαφέροντα ἐκ διαφερόντων εἰς ταὐτὸ συνάγειν καὶ συνυφαίνειν ἀξιῶν. λαβὼν γὰρ ἀπὸ μὲν τῆς παιδικῆς γραμματικῆς δύο τὰ πρῶτα, τό τε γράφειν καὶ τὸ ἀναγινώσκειν, ἀπὸ δὲ τῆς τελειοτέρας τήν τε παρὰ ποιηταῖς ἐμπειρίαν καὶ τὴν ἀρχαίας ἱστορίας ἀνάληψιν, παρὰ δὲ ἀριθμητικῆς καὶ γεωμετρίας τὸ ἀνεξαπάτητον ἐν οἷς ἀναλογίας καὶ λογισμῶν ἐστι χρεία, παρὰ δὲ μουσικῆς ῥυθμοὺς καὶ μέτρα τά τε ἐναρμόνια καὶ χρωματικὰ καὶ διατονικά, συνημμένα τε αὖ καὶ διεζευγμένα μέλη, παρὰ δὲ ῥητορικῆς εὕρεσιν, φράσιν, τάξιν, οἰκονομίαν, μνήμην, ὑπόκρισιν, παρὰ δὲ φιλοσοφίας ὅσα τε ἐν ταύταις παραλέλειπται καὶ ἄλλα ἐξ ὧν ἅπας ὁ ἀνθρώπων βίος συνέστηκεν, ἓν ἔργον εὐανθέστατον ἡρμόσατο, εὐμάθειαν πολυμαθείᾳ μίξας.
- 1.206.1
καὶ τὸν τούτου τοῦ πλέγματος δημιουργὸν ὁ ἱερὸς λόγος Βεσελεὴλ ἐκάλεσεν (Exod. 31, 2 ss.), ὃς ἑρμηνευθείς ἐστιν ἐν σκιᾷ θεοῦ. τὰ γὰρ μιμήματα οὗτος, τὰ δὲ παραδείγματα ἀρχιτεκτονεῖ Μωυσῆς· διὰ τοῦθ’ ὁ μὲν οἷα σκιὰς ὑπεγράφετο, ὁ δ’ οὐ σκιάς, αὐτὰς δὲ τὰς ἀρχετύπους ἐδημιούργει φύσεις.
- 1.207.1
εἰ δὴ καὶ τὰ ἅγια ποικιλτικῇ τέχνῃ κατεσκεύασται καὶ ὁ σοφὸς ποικιλτὴς μόνος ἐν τοῖς ἱεροφαντηθεῖσι χρησμοῖς ἀνείρηται καὶ τὸ τοῦ θεοῦ καλὸν ποίκιλμα, ὅδε ὁ κόσμος, ἐπιστήμῃ πανσόφῳ τετελεσιούργηται, πῶς οὐκ ἄξιον ὡς ἐργαλεῖον τῆς ἐπιστήμης ἀποδέχεσθαι ποικιλτικήν;
- 1.208.1
ἧς ἀφίδρυμα ἱερώτατον πᾶς ὁ σοφίας οἶκος ἀγαλματοφορήσει καὶ κατ’ οὐρανὸν καὶ ἐπὶ γῆς, ἀφ’ ἧς ποικίλων λόγων ἰδέας ὁ ἀσκητὴς ἐκπονεῖ· μετὰ γὰρ τοὺς διαλεύκους εὐθὺς τοὺς ποικίλους εἶδε, παιδείας κόμματι χαραχθέντας. τρίτοι δ’ εἰσὶν οἱ σποδοειδεῖς ῥαντοί.
- 1.209.1
καίτοι τίς οὐκ ἂν εὖ φρονῶν εἴποι τῷ γένει καὶ τούτους εἶναι ποικίλους; ἀλλὰ γὰρ οὐκ ἔστιν αὐτῷ περὶ θρεμμάτων διαφορᾶς ἡ τοσαύτη σπουδή, περὶ μέντοι τῆς πρὸς καλοκἀγαθίαν ἀγούσης ὁδοῦ.
- 1.210.1
βούλεται γὰρ τὸν ἐπὶ ταύτην ἰόντα σποδῷ καὶ ὕδατι περιρραίνεσθαι, διότι γῆν καὶ ὕδωρ λόγος ἔχει φυραθέντα καὶ μορφωθέντα πρὸς τοῦ ἀνθρωποπλάστου εἰς τὸ ἡμέτερον ἀποκριθῆναι σῶμα, οὐ χειρόκμητον, ἀλλὰ φύσεως ἔργον ἀοράτου.
- 1.211.1
σοφίας οὖν ἐστιν ἀρχὴ μὴ ἐπιλανθάνεσθαι ἑαυτοῦ, τὰ δ’ ἐξ ὧν συνεκρίθη πρὸ ὀφθαλμῶν ἀεὶ λαμβάνειν· οὕτως γὰρ μεγαλαυχίαν, τὸ κακῶν θεομισέστατον, ἐκνίψαιτ’ ἄν. τίς γὰρ εἰς νοῦν βαλλόμενος, ὅτι τέφρα καὶ ὕδωρ εἰσὶν αὐτῷ τῆς γενέσεως αἱ ἀρχαί, φυσηθεὶς ὑπ’ οἰήσεως μετέωρος ἀρθήσεται;
- 1.212.1
διὰ τοῦτο καὶ τοὺς μέλλοντας ἱερουργεῖν περιρραίνεσθαι τοῖς λεχθεῖσιν ἐδικαίωσεν, οὐδένα θυσιῶν ἄξιον νομίσας, ὃς μὴ πρότερον ἑαυτὸν ἔγνωκε καὶ τὴν ἀνθρωπίνην οὐδένειαν κατείληφεν, ἐξ ὧν συνεκρίθη στοιχείων τὸ μηδενὸς ἄξιος εἶναι τεκμηράμενος.
- 1.213.1
τὰ τρία ταῦτα σημεῖα, τὸ διάλευκον, τὸ ποικίλον, τὸ σποδοειδὲς ῥαντόν, περὶ μὲν τὸν ἀσκητὴν ἅτε μήπω τέλειον ἀτελῆ, περὶ δὲ τὸν τέλειον φαίνεται καὶ αὐτὰ τέλεια.
- 1.214.1
ὃν δὲ τρόπον, θεασώμεθα· τὸν μέγαν ἀρχιερέα, ὁπότε μέλλοι τὰς νόμῳ προστεταγμένας ἐπιτελεῖν λειτουργίας, ὁ ἱερὸς ἐδικαίωσε λόγος ὕδατι καὶ τέφρᾳ περιρραίνεσθαι τὸ πρῶτον (Exod. 29, 4) εἰς ὑπόμνησιν ἑαυτοῦ — καὶ γὰρ ὁ σοφὸς Ἀβραάμ, ὅτε ἐντευξόμενος ᾔει τῷ θεῷ, γῆν καὶ σποδὸν εἶπεν ἑαυτόν (Gen. 18, 27) —, ἔπειτ’ ἐνδύεσθαι τὸν ποδήρη χιτῶνα καὶ τὸ ποικίλον ὃ κέκληκεν ἐπ’ αὐτῷ περιστήθιον (Exod. 29, 5), τῶν κατ’ οὐρανὸν φωσφόρων ἄστρων ἀπεικόνισμα καὶ μίμημα.
- 1.215.1
δύο γάρ, ὡς ἔοικεν, ἱερὰ θεοῦ, ἓν μὲν ὅδε ὁ κόσμος, ἐν ᾧ καὶ ἀρχιερεὺς ὁ πρωτόγονος αὐτοῦ θεῖος λόγος, ἕτερον δὲ λογικὴ ψυχή, ἧς ἱερεὺς ὁ πρὸς ἀλήθειαν ἄνθρωπος, οὗ μίμημα αἰσθητὸν ὁ τὰς πατρίους εὐχὰς καὶ θυσίας ἐπιτελῶν ἐστιν, ᾧ τὸν εἰρημένον ἐπιτέτραπται χιτῶνα ἐνδύεσθαι, τοῦ παντὸς ἀντίμιμον ὄντα οὐρανοῦ, ἵνα συνιερουργῇ καὶ ὁ κόσμος ἀνθρώπῳ καὶ τῷ παντὶ ἄνθρωπος.
- 1.216.1
δύο μὲν οὖν ἤδη, τόν τε ῥαντὸν καὶ τὸν ποικίλον τύπον, ἔχων ἐπιδέδεικται· τὸν δὲ τρίτον καὶ τελειότατον, ὃς ὀνομάζεται διάλευκος, αὐτίκα σημανοῦμεν. ὅταν εἰς τὰ ἐσωτάτω τῶν ἁγίων ὁ αὐτὸς οὗτος ἀρχιερεὺς εἰσίῃ, τὴν μὲν ποικίλην ἐσθῆτα ἀπαμπίσχεται, λινῆν δὲ ἑτέραν, βύσσου τῆς καθαρωτάτης πεποιημένην, ἀναλαμβάνει (Lev. 16, 4).
- 1.217.1
ἡ δ’ ἐστὶ σύμβολον εὐτονίας, ἀφθαρσίας, αὐγοειδεστάτου φέγγους· ἀρραγής τε γὰρ ἡ ὀθόνη καὶ ἐξ οὐδενὸς τῶν ἀποθνῃσκόντων γίνεται καὶ ἔτι λαμπρότατον καὶ φωτοειδέστατον ἔχει μὴ ἀμελῶς καθαρθεῖσα χρῶμα.
- 1.218.1
διὰ δὲ τούτων ἐκεῖνο αἰνίττεται, ὅτι τῶν ἀδόλως καὶ καθαρῶς θεραπευόντων τὸ ὂν οὐδείς ἐστιν ὃς μὴ πρῶτον μὲν ἰσχυρογνωμοσύνῃ κέχρηται καταφρονήσας τῶν ἀνθρωπείων πραγμάτων, ἃ δελεάζοντα κηραίνει καὶ ἀσθένειαν ἐργάζεται, ἔπειτα ἀφθαρσίας ἐφίεται γελάσας ὅσα οἱ θνητοὶ τυφοπλαστοῦσι, τελευταῖον δὲ ἀληθείας ἀσκίῳ φέγγει καὶ περιαυγεῖ καταλάμπεται, μηδὲν ἔτι τῶν τῆς ψευδοῦς δόξης, ἃ σκότῳ φίλα εἶναι συμβέβηκε, προσιέμενος.
- 1.219.1
ὁ μὲν δὴ μέγας ἀρχιερεὺς τρισὶ ταῖς εἰρημέναις τυπωθεὶς σφραγῖσι, τῇ διαλεύκῳ, τῇ ποικίλῃ, τῇ σποδοειδεῖ ῥαντῇ, τοιοῦτος ἡμῖν ἀναγεγράφθω· τὸν δὲ τῆς ἀνθρωπίνης πολιτείας ἐφιέμενον, Ἰωσὴφ ὄνομα, τῶν μὲν ἄκρων ἰδεῖν ἔστι μὴ μεταποιούμενον χαρακτήρων, μόνου δὲ τοῦ μέσου καὶ ποικίλου.
- 1.220.1
λέγεται γὰρ ὅτι χιτῶνα ποικίλον ἔσχεν (Gen. 37,3), οὔτε καθαρσίοις περιρρανάμενος ἱεροῖς, ἀφ’ ὧν ἑαυτὸν ἂν ἔγνω τέφρας καὶ ὕδατος συμφόρημα, οὔτε τῆς πανλεύκου καὶ φωτοειδεστάτης ἐσθῆτος, ἀρετῆς, ψαῦσαι δυνηθείς, ἀλλὰ τὸ τῆς πολιτείας ἐπαμπισχόμενος ὕφασμα παμποίκιλον, ᾧ βραχύτατον μέρος ἀληθείας ἐγκαταμέμικται, πολλαὶ δὲ καὶ μεγάλαι μοῖραι ψευδῶν εὐλόγων πιθανῶν εἰκότων, ἐξ ὧν οἱ Αἰγύπτου πάντες ἀνέβλαστον σοφισταί, οἰωνομάντεις, ἐγγαστρίμυθοι, τερατοσκόποι, δεινοὶ παλεῦσαι καὶ κατεπᾷσαι καὶ γοητεῦσαι, ὧν τὰς ἐπιβούλους τέχνας μέγα ἔργον διεκδῦναι.
- 1.221.1
διὸ καὶ τὸν χιτῶνα τοῦτον εἰσάγει Μωυσῆς φυσικῶς αἵματι πεφυρμένον (Gen. 38, 31), ἐπειδὴ πᾶς ὁ τοῦ πολιτευομένου βίος πέφυρται, πολεμῶν τε καὶ πολεμούμενος καὶ ὑπὸ τῶν προσπιπτουσῶν ἀβουλήτων συντυχιῶν βαλλόμενος καὶ τοξευόμενος.
- 1.222.1
ἐρεύνησον οὖν τὸν λίαν δημοτικόν, ᾧ τὰ πόλεως πράγματα ἐφορμεῖ, μὴ καταπλαγεὶς τοὺς θαυμαστικῶς ἔχοντας αὐτοῦ, καὶ πολλὰς μὲν ἐμφωλευούσας νόσους εὑρήσεις, πολλὰς δ’ ἐξημμένον κῆρας καὶ βιαίως ἑκάστην τὴν ψυχὴν αὐχενίζουσαν καὶ ἀφανῶς αὐτῇ προσπαλαίουσαν καὶ ζητοῦσαν ἀνατρέψαι καὶ καταβαλεῖν, ἢ τοῦ πλήθους τῇ προστασίᾳ δυσχεράναντος ἢ κατὰ ἀντεπίθεσιν δυνατωτέρου ἀνδρός.
- 1.223.1
ἔστι δὲ καὶ ὁ φθόνος βαρὺς καὶ δυσαπότριπτος ἐχθρός, ἐπιφυόμενος ἀεὶ ταῖς λεγομέναις εὐπραγίαις, ὃν οὐ ῥᾴδιον ἐκφυγεῖν.
- 1.224.1
τί οὖν ὡς ἐσθῆτα πολυτελῆ τὴν ἐπηνθισμένην πολιτείαν ἀναψάμενοι γαυριῶμεν, τῷ εὐπρεπεῖ τῆς φανερᾶς ὄψεως ἀπατώμενοι, τὸ δ’ ἀφανὲς καὶ κεκρυμμένον ἐπίβουλον καὶ σφαλερὸν αἶσχος αὐτῆς οὐ κατανοοῦντες;
- 1.225.1
ἀποδυσάμενοι δὴ τὸν ἀνθηρὸν τοῦτον χιτῶνα τὸν ἱερὸν ἐνδυώμεθα ἀρετῶν ποικίλμασιν ἐνυφασμένον· οὕτως γὰρ καὶ τὰς ἐνέδρας ἀποδρασόμεθα, ἃς ἀτεχνία καὶ ἀνεπιστημοσύνη καὶ ἀπαιδευσία καθ’ ἡμῶν τιθέασιν, ὧν ὁ Λάβαν ἐστὶ θιασώτης.
- 1.226.1
ἐπειδὴ γὰρ ἐκάθηρεν ἡμᾶς ὁ ἱερὸς λόγος τοῖς εἰς ἁγιστείαν εὐτρεπισθεῖσι περιρραντηρίοις καὶ τοῖς ἀπορρήτοις φιλοσοφίας ἀληθοῦς κατεποίκιλε λόγοις ἀγαγὼν εἰς τὸ δοκίμιον καὶ διασήμους καὶ ἐπιφανεῖς καὶ λαμπροὺς ἐποίησεν, αἰτιᾶται τὸ ἐπίβουλον ἦθος, πρὸς τὴν τῶν λεχθέντων ἀνηρεθισμένον λώβην.
- 1.227.1
φησὶ γάρ· „ἑώρακα ὅσα σοι Λάβαν ποιεῖ“ (Gen. 31, 12), τἀναντία δήπουθεν οἷς ἐδωρησάμην ἐγώ, τὸ δυσκάθαρτον καὶ τὸ ἀδόκιμον, τὸ πάντῃ σκοταῖον. ἀλλὰ γὰρ οὐ χρὴ κατεπτηχέναι τὸν ἐλπίδι θείας συμμαχίας ἐφορμοῦντα, ᾧ καὶ λέγεται· „ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ“ (Gen. 31, 13).
- 1.228.1
πάγκαλόν γε αὔχημα ψυχῇ, τὸ ἀξιοῦν θεὸν ἐπιφαίνεσθαι καὶ ἐνομιλεῖν αὐτῇ. μὴ παρέλθῃς δὲ τὸ εἰρημένον, ἀλλὰ ἀκριβῶς ἐξέτασον, εἰ τῷ ὄντι δύο εἰσὶ θεοί· λέγεται γὰρ ὅτι „ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι“, οὐκ ἐν τόπῳ ἐμῷ, ἀλλ’ „ἐν τόπῳ θεοῦ,“ ὡς ἂν ἑτέρου. τί οὖν χρὴ λέγειν;
- 1.229.1
ὁ μὲν ἀληθείᾳ θεὸς εἷς ἐστιν, οἱ δ’ ἐν καταχρήσει λεγόμενοι πλείους. διὸ καὶ ὁ ἱερὸς λόγος ἐν τῷ παρόντι τὸν μὲν ἀληθείᾳ διὰ τοῦ ἄρθρου μεμήνυκεν εἰπών· „ἐγώ εἰμι ὁ θεός“, τὸν δ’ ἐν καταχρήσει χωρὶς ἄρθρου φάσκων· „ὁ ὀφθείς σοι ἐν τόπῳ“, οὐ τοῦ θεοῦ, ἀλλ’ αὐτὸ μόνον „θεοῦ“.
- 1.230.1
καλεῖ δὲ θεὸν τὸν πρεσβύτατον αὐτοῦ νυνὶ λόγον, οὐ δεισιδαιμονῶν περὶ τὴν θέσιν τῶν ὀνομάτων, ἀλλ’ ἓν τέλος προτεθειμένος, πραγματολογῆσαι. καὶ γὰρ ἐν ἑτέροις σκεψάμενος, εἰ ἔστι τι τοῦ ὄντος ὄνομα, σαφῶς ἔγνω ὅτι κύριον μὲν οὐδέν (Exod. 6, 3), ὃ δ’ ἂν εἴπῃ τις, καταχρώμενος ἐρεῖ· λέγεσθαι γὰρ οὐ πέφυκεν, ἀλλὰ μόνον εἶναι τὸ ὄν.
- 1.231.1
μαρτυρεῖ δὲ καὶ τὸ θεσπισθὲν λόγιον τῷ πυνθανομένῳ, εἰ ἔστιν ὄνομα αὐτῷ, ὅτι „ἐγώ εἰμι ὁ ὤν“ (Exod. 3, 14), ἵν’ ὧν δυνατὸν ἀνθρώπῳ καταλαβεῖν μὴ ὄντων περὶ θεόν, ἐπιγνῷ τὴν ὕπαρξιν.
- 1.232.1
ταῖς μὲν οὖν ἀσωμάτοις καὶ θεραπευτρίσιν αὐτοῦ ψυχαῖς εἰκὸς αὐτὸν οἷός ἐστιν ἐπιφαίνεσθαι διαλεγόμενον ὡς φίλον φίλαις, ταῖς δὲ ἔτι ἐν σώματι ἀγγέλοις εἰκαζόμενον, οὐ μεταβάλλοντα τὴν ἑαυτοῦ φύσιν — ἄτρεπτος γάρ —, ἀλλὰ δόξαν ἐντιθέντα ταῖς φαντασιουμέναις ἑτερόμορφον, ὡς τὴν εἰκόνα οὐ μίμημα, ἀλλ’ αὐτὸ τὸ ἀρχέτυπον ἐκεῖνο εἶδος ὑπολαμβάνειν εἶναι.
- 1.233.1
παλαιὸς μὲν οὖν ᾄδεται λόγος, ὅτι τὸ θεῖον ἀνθρώποις εἰκαζόμενον ἄλλοτε ἄλλοις περινοστεῖ τὰς πόλεις ἐν κύκλῳ, τάς τε ἀδικίας καὶ παρανομίας ἐξετάζον· καὶ τάχα μὲν οὐκ ἀληθῶς, πάντως δὲ λυσιτελῶς καὶ συμφερόντως ᾄδεται.
- 1.234.1
ὁ δὲ λόγος σεμνότερον καὶ ἁγιώτερον ταῖς περὶ τοῦ ὄντος ἐννοίαις ἀεὶ χρώμενος, ἅμα δὲ καὶ τὸν τῶν ἀφρόνων βίον παιδεῦσαι γλιχόμενος ἀνθρώπῳ μὲν εἴκασεν, οὐ μέντοι τῶν ἐπὶ μέρους οὐδενί·
- 1.235.1
πρόσωπον διὰ τοῦτο καὶ χεῖρας καὶ βάσεις καὶ στόμα καὶ φωνὴν ὀργάς τε καὶ θυμούς, ἔτι δὲ ἀμυντήρια ὅπλα καὶ εἰσόδους μέντοι καὶ ἐξόδους καὶ τὰς ἄνω καὶ κάτω καὶ πανταχῇ κινήσεις περιέθηκεν, οὐ πρὸς ἀλήθειαν τὸ κεφάλαιον τοῦτο τῶν λόγων ἀναφέρων, ἀλλὰ πρὸς τὸ λυσιτελὲς τῶν μανθανόντων.
- 1.236.1
εἰσὶ γάρ τινες ἀμβλεῖς πάνυ τὰς φύσεις, ὡς μὴ δύνασθαι θεὸν ἄνευ σώματος ἐπινοῆσαι τὸ παράπαν· οὓς ἀμήχανον ἑτέρως ἢ τρόπον τοῦτον νουθετεῖν λέγοντας, ὅτι ὡς ἄνθρωπος ὁ θεὸς ἀφικνεῖται καὶ ἐξαναχωρεῖ καὶ κάτεισι καὶ ἀνέρχεται καὶ φωνῇ χρῆται καὶ τοῖς ἁμαρτανομένοις δυσχεραίνει καὶ ἀπαραιτήτως πρὸς τὰς ὀργὰς ἔχει καὶ βέλη μέντοι καὶ ξίφη καὶ τὰ ἄλλα ὅσα πρὸς τιμωρίας ὄργανα ἐπιτήδεια κατὰ τῶν ἀδίκων προευτρέπισται.
- 1.237.1
ἀγαπητὸν γάρ, ἐὰν τῷ διὰ τούτων ἐπικρεμασθέντι φόβῳ σωφρονισθῆναι δυνηθῶσι. καὶ σχεδὸν δύο εἰσὶν αὗται μόναι αἱ τῆς νομοθεσίας πάσης ὁδοί, μία μὲν ἡ πρὸς τὸ ἀληθὲς ἀπονεύουσα, δι’ ἧς κατασκευάζεται „οὐχ ὡς ἄνθρωπος ὁ θεός“ (Num. 23, 19), ἑτέρα δὲ ἡ πρὸς τὰς τῶν νωθεστέρων δόξας, ἐφ’ ὧν λέγεται· „παιδεύσει σε κύριος ὁ θεὸς, ὡς εἴ τις παιδεύσειεν ἄνθρωπος τὸν υἱὸν αὐτοῦ“ (Deut. 8,5).
- 1.238.1
τί οὖν ἔτι θαυμάζομεν, εἰ ἀγγέλοις, ὁπότε καὶ ἀνθρώποις ἕνεκα τῆς τῶν δεομένων ἐπικουρίας ἀπεικάζεται; ὥσθ’ ὅταν φῇ· „ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ" (Gen. 31,13), τότε νόησον, ὅτι τὸν ἀγγέλου τόπον ἐπέσχεν ὅσα τῷ δοκεῖν, οὐ μεταβάλλων, πρὸς τὴν τοῦ μήπω δυναμένου τὸν ἀληθῆ θεὸν ἰδεῖν ὠφέλειαν.
- 1.239.1
καθάπερ γὰρ τὴν ἀνθήλιον αὐγὴν ὡς ἥλιον οἱ μὴ δυνάμενοι τὸν ἥλιον αὐτὸν ἰδεῖν ὁρῶσι καὶ τὰς περὶ σελήνην ἅλως ὡς αὐτὴν ἐκείνην, οὕτως καὶ τὴν τοῦ θεοῦ εἰκόνα, τὸν ἄγγελον αὐτοῦ λόγον, ὡς αὐτὸν κατανοοῦσιν.
- 1.240.1
οὐχ ὁρᾷς τὴν ἐγκύκλιον παιδείαν Ἄγαρ, ὅτι τῷ ἀγγέλῳ φησί· „σὺ ὁ θεὸς ὁ ἐπιδών με“ (Gen. 16, 13) ; οὐ γὰρ ἦν ἱκανὴ τὸ πρεσβύτατον ἰδεῖν αἴτιον, γένος οὖσα τῶν ἀπ’ Αἰγύπτου. νυνὶ δὲ ὁ νοῦς ἄρχεται βελτιούμενος τὸν ἡγεμόνα πασῶν τῶν τοιούτων δυνάμεων φαντασιοῦσθαι.
- 1.241.1
διὸ καὶ αὐτός φησιν· „ἐγώ εἰμι ὁ θεός“, οὗ τὴν εἰκόνα ὡς ἐμὲ πρότερον ἐθεάσω καὶ στήλην ἐπίγραμμα ἐγκολάψας ἱερώτατον ἀνέθηκας (Gen. 31, 13)· τὸ δὲ ἐπίγραμμα ἐμήνυεν, ὅτι μόνος ἕστηκα ἐγὼ (Exod. 17,6) καὶ τὴν τῶν πάντων φύσιν ἱδρυσάμην, τὴν ἀταξίαν καὶ ἀκοσμίαν εἰς κόσμον καὶ τάξιν ἀγαγὼν καὶ τὸ πᾶν ἐπερείσας, ἵνα στηριχθῇ
- 1.242.1
βεβαίως τῷ κραταιῷ καὶ ὑπάρχῳ μου λόγῳ. στήλη γὰρ τριῶν πραγμάτων σύμβολον, στάσεως ἀναθέσεως ἐπιγράμματος. ἡ μὲν οὖν στάσις καὶ τὸ ἐπίγραμμα δεδήλωται, ἡ δὲ ἀνάθεσις ἀναγκαία μηνυθῆναι·
- 1.243.1
πᾶς ὁ οὐρανὸς καὶ ὁ κόσμος ἀνάθημα θεοῦ τοῦ πεποιηκότος τὸ ἀνάθημα· καὶ ὅσαι μέντοι κοσμοπολίτιδες ψυχαὶ καὶ θεοφιλεῖς, ἑαυτὰς ἀνιεροῦσιν ὑπὸ μηδενὸς ἀντισπώμεναι θνητοῦ, καθαγιάζουσαι δὲ καὶ καλλιεροῦσαι τὸν ἑαυτῶν ἄφθαρτον βίον οὐδέποτε κάμνουσι.
- 1.244.1
μάταιος δ’ ὅστις μὴ θεῷ στήλην ἀνατίθησιν, ἀλλ’ ἑαυτῷ, τὰ γενέσεως ἱστὰς τῆς πάντῃ σαλευομένης καὶ ἐπιγραμμάτων καὶ ἐπαίνων ἀξιῶν, ἃ ψόγου καὶ κατηγορίας μεστὰ ὄντα καλὸν ἦν ἢ μὴ γραφῆναι τὸ παράπαν ἢ γραφέντα εὐθὺς ἀπαλειφθῆναι.
- 1.245.1
διὸ καί φησιν ἄντικρυς ὁ ἱερὸς λόγος· „οὐ στήσεις σεαυτῷ στήλην“ (Deut. 16, 22)· ἕστηκε γὰρ τῶν ἀνθρωπίνων πρὸς ἀλήθειαν οὐδέν, κἂν διαρραγῶσί τινες ψευδόμενοι.
- 1.246.1
ἀλλὰ γὰρ οὐκ οἴονται μόνον παγίως ἐρηρεῖσθαι, ἀλλὰ καὶ τιμῶν ἄξιοι καὶ ἐπιγραμμάτων εἶναι, τοῦ μόνου τιμῆς ἀξίου καὶ ἑστῶτος ὄντως ἐπιλελησμένοι. ἀποκλίναντας γὰρ αὐτοὺς καὶ ἐκτραπομένους τὴν ἐπ’ ἀρετὴν ἄγουσαν ὁδὸν ἔτι μᾶλλον ἐξέτρεψεν αἴσθησις, ἡ σύμφυτος αὐτῶν γυνή, καὶ ἠνάγκασεν ἐξοκεῖλαι.
- 1.247.1
τοιγάρτοι περικαταχθεῖσα ὡς ναῦς ἡ ὅλη ψυχὴ τρόπον στήλης ἀνετέθη. τὴν γὰρ Λὼτ γυναῖκα ἐπιστραφεῖσαν εἰς τοὐπίσω φασὶν οἱ χρησμοὶ γενέσθαι στήλην ἁλός (Gen. 19, 26), εἰκότως γε καὶ προσηκόντως·
- 1.248.1
εἰ γάρ τις μὴ τὰ πρόσω, τὰ θέας καὶ ἀκοῆς ἄξια, διορᾷ — ταῦτα δ’ εἰσὶν ἀρεταὶ καὶ τὰ κατὰ ἀρετὰς ἔργα —, περιβλέπεται δὲ τὰ ὀπίσω καὶ τὰ νώτια, κωφὴν δόξαν καὶ τυφλὸν πλοῦτον καὶ ἀναίσθητον εὐσαρκίαν καὶ νοῦ κενὴν εὐμορφίαν καὶ ὅσα συγγενῆ τούτοις μεταδιώκων, ἄψυχος ἀνακείσεται στήλη περὶ ἑαυτὴν καταρρυεῖσα· οἱ γὰρ ἅλες οὐ βέβαιον.
- 1.249.1
Παγκάλως οὖν ὁ ἀσκητὴς μελέτῃ συνεχεῖ μαθών, ὅτι γένεσις κινητὸν ἐξ ἑαυτῆς, τὸ δὲ ἀγένητον ἄτρεπτόν τε καὶ ἀκίνητον, ἀνίστησι τῷ θεῷ στήλην καὶ ἀναστήσας ἀλείφει· λέγεται γάρ· „ἤλειψάς μοι στήλην„ (Gen. 31, 13).
- 1.250.1
ἀλλὰ μὴ νομίσῃς ἐλαίῳ λίθον ἀλείφεσθαι, ἀλλὰ τὸ περὶ τοῦ μόνον ἑστάναι τὸν θεὸν ἐν ψυχῇ δόγμα γυμνάζεσθαι καὶ συνασκεῖσθαι πρὸς ἀλειπτικῆς ἐπιστήμης, οὐχ ᾗ τὰ σώματα πιαίνεται, ἀλλ’ ὑφ’ ἧς διάνοια ἰσχὺν κτᾶται καὶ ῥώμην ἀνανταγώνιστον.
- 1.251.1
φίλαθλος γὰρ καὶ φιλογυμναστὴς ὁ πρὸς τὴν τῶν καλῶν ἐπιτηδευμάτων ὡρμημένος θήραν· ὥστ’ εἰκότως τὴν ἀδελφὴν ἰατρικῆς τέχνης ἀλειπτικὴν ἐκπονήσας, πάντας τοὺς περὶ ἀρετῆς καὶ εὐσεβείας ἀλείψας καὶ συγκροτήσας λόγους, ἀνάθημα κάλλιστον καὶ ἐχυρώτατον ἀναθήσει θεῷ.
- 1.252.1
διὸ καὶ μετὰ τὴν τῆς στήλης ἀνάθεσίν φησιν, ὅτι „ηὔξω μοι εὐχήν“ (ibid.). εὐχὴ δέ ἐστι κυρίως εἰπεῖν ἀνάθεσις, ὁπότε μὴ μόνον τὰ ἑαυτοῦ κτήματα, ἀλλὰ καὶ τὸν κεκτημένον ἑαυτὸν ἀποδιδοὺς διδόναι λέγεται θεῷ δῶρον.
- 1.253.1
„ἅγιος“ γάρ φησιν „ἐστὶν ὁ τρέφων κόμην τρίχα κεφαλῆς“ (Num. 6, 5) εὐξάμενος· εἰ δὲ ἅγιος, ἀνάθημα πάντως, μηδενὸς ἔτ’ ἀνιέρου καὶ βεβήλου προσαπτόμενος.
- 1.254.1
ἐγγυᾶται δέ μου τὸν λόγον ἡ προφῆτις καὶ προφητοτόκος Ἄννα, ἧς μεταληφθὲν τοὔνομα καλεῖται χάρις. τὸν γὰρ υἱὸν διδόναι φησὶ τῷ ἁγίῳ δῶρον Σαμουήλ (I Reg. 1,28), οὐκ ἄνθρωπον μᾶλλον, ἀλλὰ τρόπον ἐνθουσιῶντα καὶ κατεχόμενον ἐκ μανίας θεοφορήτου. Σαμουὴλ δὲ ἑρμηνεύεται τεταγμένος θεῷ.
- 1.255.1
τί οὖν ἔτι, ψυχή, ματαιάζεις καὶ κενὰ πονεῖς, ἀλλ’ οὐ φοιτᾷς πρὸς τὸν ἀσκητήν, τὰ κατὰ τοῦ πάθους καὶ τῆς κενῆς δόξης ἀναλαβεῖν ὅπλα καὶ παλαίσματα μαθησομένη; τάχα γὰρ μαθοῦσα ἀγελαρχήσεις, οὐκ ἀσήμου καὶ ἀλόγου καὶ ἀναγώγου, δοκίμου δὲ καὶ λογικῆς καὶ ποικίλης ἀγέλης·
- 1.256.1
ἧς εἰ γένοιο ἡγεμών, τὸ μὲν οἰκτρὸν ἀνθρώπων γένος ὀλοφυρῇ, τὸ δὲ θεῖον οὐ παύσῃ προστρεπομένη, τὸν δὲ θεὸν οὐκ ἐπιλείψεις εὐδαιμονίζουσα, ἀλλὰ καὶ ὕμνους ἱεροπρεπεῖς στήλαις ἐγχαράξεις, ἵνα μὴ μόνον λέγῃς εὐτρόχως, ἀλλὰ καὶ ᾄδῃς μουσικῶς τὰς τοῦ ὄντος ἀρετάς. οὕτως γὰρ δυνήσῃ καὶ εἰς τὸν πατρῷον οἶκον ἐπανελθεῖν, τὴν ἐπὶ τῆς ξένης μακρὰν καὶ ἀνήνυτον ζάλην ἐκφυγοῦσα.
- 2.1.1
Τὸ τρίτον εἶδος τῶν θεοπέμπτων ὀνείρων ἀναγράφοντες εἰκότως ἂν ἐπίμαχον Μωυσῆν καλοῖμεν, ἵν’, ὡς ἔμαθεν οὐκ εἰδώς, ἀγνοοῦντας καὶ ἡμᾶς ἀναδιδάξῃ περὶ τῶν σημείων, ἕκαστον αὐγάζων. συνίσταται δὲ τὸ τρίτον εἶδος, ὁπόταν ἐν τοῖς ὕπνοις ἐξ ἑαυτῆς ἡ ψυχὴ κινουμένη καὶ ἀναδονοῦσα ἑαυτὴν κορυβαντιᾷ καὶ ἐνθουσιῶσα δυνάμει προγνωστικῇ τὰ μέλλοντα θεσπίζῃ.
- 2.2.1
τὸ μὲν γὰρ πρῶτον ἦν ἄρχοντος τῆς κινήσεως θεοῦ καὶ ὑπηχοῦντος ἀοράτως τὰ ἡμῖν μὲν ἄδηλα, γνώριμα δὲ ἑαυτῷ· τὸ δὲ δεύτερον τῆς ἡμετέρας διανοίας τῇ τῶν ὅλων συγκινουμένης ψυχῇ καὶ θεοφορήτου μανίας ἀναπιμπλαμένης, ᾗ θέμις πολλὰ τῶν ἀποβησομένων προαγορεύειν.
- 2.3.1
διὸ ὁ ἱεροφάντης τὰς μὲν κατὰ τὸ πρῶτον σημαινόμενον φαντασίας τρανῶς πάνυ καὶ ἀριδήλως ἐμήνυσεν, ἅτε τοῦ θεοῦ χρησμοῖς σαφέσιν ἐοικότα διὰ τῶν ὀνείρων ὑποβάλλοντος, τὰς δὲ κατὰ τὸ δεύτερον οὔτε σφόδρα τηλαυγῶς οὔτε σκοτίως ἄγαν· ὧν ὑπόδειγμα ἡ ἐπὶ τῆς οὐρανοῦ κλίμακος φανεῖσα ὄψις. αὕτη γὰρ αἰνιγματώδης μὲν ἦν, τὸ δὲ αἴνιγμα οὐ λίαν τοῖς ὀξὺ καθορᾶν δυναμένοις ἀπεκρύπτετο.
- 2.4.1
αἱ δὲ κατὰ τὸ τρίτον εἶδος φαντασίαι μᾶλλον τῶν προτέρων ἀδηλούμεναι διὰ τὸ βαθὺ καὶ κατακορὲς ἔχειν τὸ αἴνιγμα ἐδεήθησαν καὶ τῆς ὀνειροκριτικῆς ἐπιστήμης. πάντες γοῦν οἱ κατ’ αὐτὸ ἀναγραφέντες ὄνειροι τῷ νομοθέτῃ διακρίνονται πρὸς σοφῶν τὴν λεχθεῖσαν τέχνην ἀνδρῶν. τίνος οὖν εἰσιν οἱ ὄνειροι;
- 2.5.1
ἢ παντί τῳ δῆλον, ὅτι οἱ τοῦ Ἰωσήφ, οἱ τοῦ βασιλέως Αἰγύπτου Φαραὼ καὶ οὓς ὅ τε ἀρχισιτοποιὸς καὶ ἀρχιοινοχόος εἶδον αὐτοί;
- 2.6.1
πρέποι δ’ ἂν ἀπὸ τῶν πρώτων ἀεὶ τῆς διδασκαλίας ἀπάρχεσθαι· πρῶτοι δ’ εἰσὶν οὓς ἐθεάσατο Ἰωσήφ, ἀπὸ δυεῖν τῶν τοῦ κόσμου μερῶν, οὐρανοῦ τε καὶ γῆς, διττὰς φαντασίας λαβών· ἀπὸ μὲν γῆς τὸ περὶ τὸν ἀμητὸν ὄναρ — τοιοῦτον δ’ ἐστίν· „ᾤμην ἡμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ τῷ πεδίῳ, ἀνέστη δὲ τὸ ἐμὸν δράγμα“ (Gen. 37, 7), — τὸ δὲ περὶ τὸν ζῳδιακὸν κύκλον * * * „ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με“ (ibid. 9).
- 2.7.1
διάκρισις δὲ τοῦ μὲν προτέρου μετὰ σφοδρᾶς ἐπανατάσεως τοιαύτη· „μὴ βασιλεύων βασιλεύσεις ἐφ’ ἡμῖν; ἢ κυριεύων κυριεύσεις ἡμῶν“ (ibid. 8) ; τοῦ δὲ ὑστέρου ὀργὴ πάλιν δικαία· „ἆρά γε ἐλευσόμεθα ἐγὼ καὶ ἡ μήτηρ καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν“ (ibid. 10) ;
- 2.8.1
Ταῦτα μὲν δὴ θεμελίων τρόπον προκαταβεβλήσθω, τὰ δὲ ἄλλα τοῖς σοφῆς ἀρχιτέκτονος, ἀλληγορίας, ἑπόμενοι παραγγέλμασιν ἐποικοδομῶμεν, ἑκάτερον δὴ τῶν ὀνειράτων ἀκριβοῦντες. ἃ δὲ χρὴ πρὸ ἀμφοτέρων ἀκοῦσαι, λεκτέον· τὴν τἀγαθοῦ φύσιν οἱ μὲν ἔτειναν ἐπὶ πολλά, οἱ δὲ τῷ ἀρίστῳ προσεκλήρωσαν μόνῳ· καὶ οἱ μὲν ἐκέρασαν, οἱ δὲ καὶ ἄκρατον εἴασαν.
- 2.9.1
οἱ μὲν οὖν μόνον τὸ καλὸν ἀγαθὸν εἰπόντες, ἀμιγῆ διαφυλάξαντες αὐτήν, ἀπένειμαν τῷ κρατίστῳ τῶν ἐν ἡμῖν, λογισμῷ, οἱ δὲ μίξαντες τρισὶν ἐφήρμοσαν, ψυχῇ, σώματι, τοῖς ἐκτός. εἰσὶ δὲ οὗτοι μὲν τῆς μαλακωτέρας καὶ τρυφερᾶς διαίτης, τὸν πλείω χρόνον ἐν γυναικωνίτιδι καὶ τοῖς γυναικωνίτιδος ἐκτεθηλυμμένοις ἔθεσιν ἀπ’ αὐτῶν σπαργάνων ἀνατραφέντες· οἱ δ’ ἕτεροι σκληροδίαιτοι, πρὸς μὲν ἀνδρῶν κουροτροφηθέντες, ἄνδρες δὲ καὶ αὐτοὶ τὰ φρονήματα, τὸ συμφέρον πρὸ τοῦ ἡδέος ἀσπαζόμενοι καὶ τροφαῖς ἀθλητικαῖς πρὸς ἰσχὺν καὶ ῥώμην, οὐ πρὸς ἡδονήν, χρώμενοι.
- 2.10.1
δυεῖν δὴ θιάσων ἡγεμόνας εἰσάγει Μωυσῆς, τοῦ μὲν γενναίου τὸν αὐτομαθῆ καὶ αὐτοδίδακτον Ἰσαάκ — ἀναγράφει γὰρ αὐτὸν ἀπογαλακτιζόμενον (Gen. 21,8), ἁπαλαῖς καὶ γαλακτώδεσι νηπίαις τε καὶ παιδικαῖς τροφαῖς οὐ δικαιοῦντα χρῆσθαι τὸ παράπαν, ἀλλ’ εὐτόνοις καὶ τελείαις, ἅτε ἐκ βρέφους εὖ πρὸς ἀλκὴν πεφυκότα καὶ ἐπακμάζοντα καὶ ἀνηβῶντα ἀεί —, τοῦ δὲ εἴκοντος καὶ εὐενδότου τὸν Ἰωσήφ.
- 2.11.1
οὗτος γὰρ οὐκ ἀλογεῖ μὲν τῶν κατὰ ψυχὴν ἀρετῶν, προμηθεῖται δὲ καὶ τῆς τοῦ σώματος εὐσταθείας, ἐφίεται δὲ καὶ τῆς τῶν ἐκτὸς εὐπορίας· ἀνθέλκεται δὲ εἰκότως πολλὰ τέλη τοῦ βίου προτεθειμένος, καὶ ἀντισπώμενος ὑφ’ ἑκάστου σείεται καὶ κλονεῖται μὴ δυνάμενος στηριχθῆναι.
- 2.12.1
καὶ γὰρ οὐδ’ ὥσπερ αἱ ἔνσπονδοι πόλεις εἰρήνην ἄγουσι * * * καὶ ἀντεπιτίθενται, ὡς ἐν μέρει κρατεῖν τε καὶ ἡττᾶσθαι· πολλὴ γὰρ ἔστιν ὅτε ῥυεῖσα πρὸς πλοῦτον καὶ δόξαν ὁρμὴ τὰς περὶ σῶμα καὶ ψυχὴν φροντίδας ἐξενίκησεν, εἶτα ἀντιβιασθεῖσα πάλιν ὑπὸ ἀμφοῖν ὑπὸ τῆς ἑτέρας ἐνικήθη. τὸν αὐτὸν δὲ τρόπον
- 2.13.1
ἀθρόαι καὶ αἱ σώματος ἡδοναὶ καταρραγεῖσαι πάντα ἑξῆς τὰ νοητὰ ἐπέκλυσάν τε καὶ ἠφάνισαν· εἶτ’ οὐκ εἰς μακρὰν ἀντιπνεύσασα σοφία λάβρῳ καὶ σφοδρῷ πνεύματι τό τε ῥεῦμα τῶν ἡδονῶν ἐχάλασε καὶ συνόλως τὰς διὰ τῶν αἰσθήσεων ἁπάσας σπουδάς τε καὶ φιλοτιμίας ἐπράυνε.
- 2.14.1
τοιοῦτος μὲν δὴ κύκλος εἱλεῖται περὶ τὴν πολύτροπον ψυχὴν ἀιδίου πολέμου· καθαιρεθέντος γὰρ ἑνὸς ἐχθροῦ φύεται πάντως δυνατώτερος ἕτερος, ὕδρας τῆς πολυκεφάλου τὸν τρόπον· καὶ γὰρ ἐπ’ ἐκείνης φασὶν ἀντὶ τῆς ἐκτμηθείσης κεφαλῆς ἀναβλαστάνειν ἄλλην, αἰνιττόμενοι τὸ πολύμορφον καὶ πολύγονον τῆς ἀθανάτου κακίας δυσάλωτον γένος.
- 2.15.1
μηδὲν οὖν ἓν ἀποκρίνας ποτὲ πρὸς * * * τῷ Ἰωσήφ, ἀλλ’ ἴσθι ὅτι πολυμιγοῦς καὶ κεκραμένης δόξης ἐστὶν εἰκών. ἐμφαίνεται γὰρ καὶ τὸ λογικὸν ἐγκρατείας εἶδος, ὃ τῆς ἄρρενος γενεᾶς ἐστι, κατὰ τὸν πατέρα Ἰακὼβ τυπωθέν·
- 2.16.1
ἐμφαίνεται καὶ τὸ ἄλογον αἰσθήσεως, μητρῴῳ γένει τῷ κατὰ Ῥαχὴλ ἐξεικονισθέν· ἐμφαίνεται καὶ τὸ τῆς σωματικῆς ἡδονῆς σπέρμα, ὃ ἀρχιοινοχόων καὶ ἀρχισιτοποιῶν καὶ ἀρχιμαγείρων συνδιαιτήσεις ἐνεσφράγισαν· ἐμφαίνεται καὶ τὸ τῆς κενῆς δόξης, ἐφ’ ἣν ὡς ἐφ’ ἅρμα διὰ τὸ κοῦφον ἀναβαίνει (Gen. 41, 43), φυσώμενος καὶ μετέωρον αἰωρῶν ἑαυτὸν ἐπὶ καθαιρέσει ἰσότητος.
- 2.17.1
Ὁ μὲν δὴ τοῦ Ἰωσὴφ χαρακτὴρ διὰ τῶν εἰρημένων ὑποτυποῦται· τῶν δ’ ὀνειράτων ἑκάτερον μὲν ἀκριβωτέον, πρότερον δὲ τὸ περὶ τῶν δραγμάτων ἐρευνητέον. „ᾤμην“ φησίν „ἡμᾶς δεσμεύειν δράγματα“ (Gen. 37, 7). τὸ μὲν „ᾤμην“ εὐθέως ἀδηλοῦντος καὶ ἐνδοιάζοντος καὶ ἀμυδρῶς ὑπολαμβάνοντος, οὐ παγίως καὶ τηλαυγῶς ὁρῶντος, ἀνάφθεγμά ἐστι.
- 2.18.1
τοῖς γὰρ ἐκ βαθέος ὕπνου διανισταμένοις καὶ ἔτι ὀνειρώττουσιν ἁρμόττον λέγειν „ᾤμην“, οὐχὶ τοῖς ἐγρηγορόσι παντελῶς καὶ τρανῶς ἐμβλέπουσιν.
- 2.19.1
ἀλλ’ οὐχ ὁ ἀσκητὴς Ἰακὼβ „ᾤμην“ ἐρεῖ, ἀλλ’ „ἰδοὺ κλῖμαξ ἐστηριγμένη, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν“ (Gen. 28, 12), καὶ πάλιν· „ἡνίκα ἐνεκίσσων τὰ πρόβατα, εἶδον τοῖς ὀφθαλμοῖς αὐτὰ ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀνέβαινον ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί“ (Gen. 31, 10. 11).
- 2.20.1
τῶν γὰρ τὸ καλὸν δι’ ἑαυτὸ αἱρετὸν νομιζόντων καὶ τὰς ἐν τοῖς ὕπνοις φαντασίας εἱλικρινεστέρας καὶ καθαρωτέρας ἐξ ἀνάγκης εἶναι συμβέβηκεν, ὥσπερ καὶ τὰς μεθ’ ἡμέραν δοκιμωτέρας πράξεις.
- 2.21.1
Ἄγαμαι δ’, ὅταν ἀκούω τοῦ διηγουμένου τὸ ὄναρ, ὅτι ὑπέλαβε δράγματα καταδεῖν, οὐ θερίζειν. ἐκεῖνο μὲν ἰδιωτῶν καὶ ὑπηρετῶν ἔργον, τοῦτο δ’ ἡγεμόνων καὶ γεωργίας ἐμπειροτάτων τὸ ἐπιτήδευμα.
- 2.22.1
τὸ γὰρ δύνασθαι διακρίνειν σκυβάλων ἀναγκαῖα καὶ τρόφιμα μὴ τροφίμων καὶ νόθων γνήσια καὶ ἀνωφελοῦς ῥίζης καρπὸν ὠφελιμώτατον, μὴ ἐν οἷς ἡ γῆ βλαστάνει μᾶλλον ἢ διάνοια φύει, τελειοτάτης ἀρετῆς ἐστιν.
- 2.23.1
ὁ γοῦν ἱερὸς λόγος τοὺς ὁρῶντας εἰσάγει θερίζοντας καί, τὸ παραδοξότατον, οὐ κριθὰς ἢ πυρούς, ἀλλὰ τὸν θερισμὸν αὐτὸν ἐκθερίζοντας· λέγεται οὖν· „ὅταν θερίζητε τὸν θερισμὸν ὑμῶν, οὐ συντελέσετε τὸ λοιπὸν τοῦ θερισμοῦ“ (Lev. 19, 9).
- 2.24.1
βούλεται γὰρ τὸν ἀστεῖον οὐ μόνον κριτὴν εἶναι τῶν διαφερόντων, διακρίνοντα καὶ διαστέλλοντα ἐξ ὧν γίνεταί τινα καὶ τὰ γεννώμενα, ἀλλὰ καὶ αὐτὸ τὸ δύνασθαι διακρίνειν δοκεῖν ἀναιρεῖν, ἀμῶντα τὸν ἀμητὸν καὶ τὴν ἰδίαν ἐπιβουλὴν ἀποτέμνοντα διὰ τὸ καὶ πεποιθέναι καὶ Μωυσεῖ λέγοντι πιστεύειν, ὅτι „μόνου τοῦ θεοῦ ἡ κρίσις ἐστί“ (Deut. 1, 17), παρ’ ὃν αἱ συγκρίσεις καὶ αἱ διακρίσεις τῶν ἁπάντων· ὑφ’ οὗ καλὸν ὁμολογεῖν ἡττᾶσθαι καὶ τῆς ἀοιδίμου νίκης εὐκλεέστερον.
- 2.25.1
ὅμοιόν ἐστι τῷ τὸν θερισμὸν θερίζειν τὸ δὶς περιτέμνειν, ὅπερ ὡς ὅτε ἐκαινούργησεν ἐξευρὼν περιτομῆς περιτομήν (Gen. 17, 13), τὴν „ἁγνείαν ἀφαγνίζεσθαι“ (Num. 6,2), τὴν κάθαρσιν τῆς ψυχῆς αὐτὴν καθαίρεσθαι, παραχωροῦντας τῷ θεῷ τὸ φαιδρύνειν καὶ μηδέποτε νομίσαντας ἱκανοὺς εἶναι ἑαυτοὺς ἄνευ θείας ἐπιφροσύνης τὸν κηλίδων ἀνάμεστον ἐκνίψασθαι καὶ ἀπολούσασθαι βίον.
- 2.26.1
ταύτης ἐστὶ τῆς συγγενείας καὶ τὸ διπλοῦν σπήλαιον (Gen. 23, 9), αἱ διπλαῖ καὶ περιμάχητοι γνῶμαι, ἥ τε περὶ τοῦ γεγονότος καὶ ἡ περὶ τοῦ πεποιηκότος, αἷς ἐντρέφεται ὁ ἀστεῖος, θεωρῶν μὲν τὰ ἐν κόσμῳ, φιλοπευστῶν δὲ καὶ περὶ τοῦ γεννήσαντος πατρός.
- 2.27.1
ἀφ’ ὧν οἶμαι καὶ τὴν ἐν μουσικῇ δὶς διὰ πασῶν εὑρεθῆναι συμφωνίαν· ἔδει γὰρ καὶ τὸ ἔργον καὶ τὸν δημιουργὸν τελειοτάταις μελῳδίαις εὐδαιμονίζεσθαι δυσίν, οὐχὶ ταῖς αὐταῖς.
- 2.28.1
ἐπειδὴ γὰρ τὰ ὑμνούμενα διέφερεν, ἀναγκαῖον καὶ τὰς μελῳδίας καὶ συμφωνίας διακεκρίσθαι, τὴν μὲν συνημμένην ἀπονέμοντας τῷ συνημμένῳ καὶ ἐκ διαφερόντων ἁρμοσθέντι κόσμῳ, τὴν δὲ διεζευγμένην τῷ πάσης γενέσεως διεζευγμένῳ κατὰ τὴν οὐσίαν θεῷ.
- 2.29.1
γνώμην δὲ ἀποφαίνεται πάλιν ὁ ἱεροφάντης φιλάρετον λέγων· „οὐ συντελέσετε τὸ λοιπὸν τοῦ θερισμοῦ“ (Lev. 19, 9), μεμνημένος τῆς ἐξ ἀρχῆς ὑποθέσεως, καθ’ ἣν ὡμολόγει „τὸ τέλος εἶναι κυρίου“ (Num. 31, 28 ss.), παρ’ ὃν τὸ κῦρος καὶ ἡ τούτων βεβαίωσίς ἐστιν.
- 2.30.1
ἀλλὰ γὰρ ὁ τοῦ θερίζειν ἀμύητος αὐχεῖ λέγων· „ᾤμην ἃ μὴ ἐθέρισα καταδεῖν σὺν ἑτέροις δράγματα“ (Gen. 37, 7), καὶ οὐκ ἐλογίσατο παρ’ ἑαυτῷ, ὅτι δούλων καὶ ἀνεπιστημόνων ἥδε ἐστὶν ὑπηρεσία, καθὰ καὶ μικρῷ πρότερον εἶπον.
- 2.31.1
Δράγματα δ’ ἀλληγοροῦντές φαμεν εἶναι πράγματα, ὧν ἕκαστος ὡς οἰκείας τροφῆς ἐπιδράττεται, ἐν ᾗ ζήσεσθαι καὶ βιώσεσθαι τὸν αἰῶνα
- 2.32.1
ἐλπίζει. μυρίαι μὲν οὖν τῶν δραγμάτων, λέγω δὴ τῶν ὡσανεὶ τρεφόντων πραγμάτων, διαφοραί, μυρίαι δὲ καὶ τῶν ἐπιδραττομένων καὶ αἱρουμένων τὰ δράγματα, ὡς ἁπάσας οὔτ’ εἰπεῖν οὔτ’ ἐπινοῆσαι δυνατόν· τινὰς δ’ οὐκ ἄτοπον δείγματος ἕνεκα ἑρμηνεῦσαι, ὧν καὶ τὸ ὄναρ διηγούμενος ἐπεμνήσθη.
- 2.33.1
φησὶ γὰρ τοῖς ἀδελφοῖς· „ᾤμην ἡμᾶς δεσμεύειν δράγματα“ (l. c.). ἀδελφοὶ δ’ εἰσὶν ὁμοπάτριοι μὲν δέκα, ὁμογάστριος δὲ εἷς· ἑκάστου δὲ αὐτῶν τοὔνομα σύμβολον ἀναγκαιοτάτου πράγματός ἐστι, Ῥουβὴν μὲν εὐφυΐας — υἱὸς γὰρ ὁρῶν καλεῖται, ᾗ μὲν υἱός, οὐ τέλειος, ᾗ δὲ ὁρατικὸς καὶ ὀξὺ καθορῶν, εὐφυής —, μαθήσεως δὲ Συμεών — εἰσακοὴ γὰρ ἑρμηνεύεται —,
- 2.34.1
ἐνεργειῶν δὲ καὶ πράξεων σπουδαίων καὶ λειτουργιῶν ἁγίων Λευί, τῶν δὲ εἰς θεὸν ᾠδῶν τε καὶ ὕμνων Ἰούδας, Ἰσσάχαρ δὲ μισθῶν, οἳ ἐπ’ ἔργοις καλοῖς ἀποδίδονται — τάχα δ’ αὐτὰ τὰ ἔργα ὁ τέλειος μισθὸς ἦν —, Ζαβουλὼν δὲ φωτός, ἐπειδὴ ῥύσις νυκτερίας ὀνομάζεται — ῥεούσης δὲ καὶ ἀπολιπούσης νυκτὸς ἐξ ἀνάγκης φῶς ἀνίσχει —,
- 2.35.1
διακρίσεως δὲ καὶ τομῆς πραγμάτων Δάν, ἐπιθέσεως δὲ καὶ ἀντεπιθέσεως πειρατικῆς Γάδ, Ἀσὴρ δὲ τοῦ φυσικοῦ πλούτου — μακαρισμὸς γὰρ ἑρμηνεύεται, ἐπειδὴ μακάριον κτῆμα νενόμισται πλοῦτος —, εἰρήνης δὲ Νεφθαλείμ — διανοίγεται γὰρ καὶ εὐρύνεται πάντα εἰρήνῃ, ὡς συγκλείεται πολέμῳ·
- 2.36.1
τὸ δὲ ὄνομα μεταληφθὲν πλατυσμὸς ἢ διανεῳγμένον ἐστί —, Βενιαμὶν δὲ τοῦ νέου καὶ γέροντος χρόνου· λέγεται γὰρ ἑρμηνευθεὶς υἱὸς ἡμερῶν εἶναι, ἡμέραις δὲ καὶ νυξὶν ὁ νέος ὁμοῦ καὶ γέρων αἰὼν ἀναμετρεῖται.
- 2.37.1
ἐπιδράττεται γοῦν ἕκαστος τῶν οἰκείων καὶ ἐπιδραξάμενος τὰ μέρη πάντα συνδεῖ· ὁ μὲν εὐφυὴς εὐθιξίας, ἐπιμονῆς, μνήμης, ἐν οἷς ἡ εὐφυΐα· ὁ δὲ εὐμαθὴς ἀκροάσεως, ἡσυχίας, προσοχῆς· ὁ δὲ ἐγχειρητὴς [τῆς] θαρραλεότητος, παρακεκινδυνευμένης εὐτολμίας·
- 2.38.1
ὁ δὲ εὐχάριστος ἐπαίνων, ἐγκωμίων, ὕμνων, εὐδαιμονισμῶν κατά τε τὸ λέγειν καὶ τὸ ᾄδειν· ὁ δὲ μισθῶν ἐφιέμενος ἀόκνου συνεχείας τλητικωτάτης καρτερίας καὶ ἐπιμελείας σὺν ἀνανταγωνίστῳ ταχυτῆτι·
- 2.39.1
ὁ δὲ φῶς ἀντὶ σκότους μεταδιώκων ἐγρηγόρσεως, ὀξυωπίας· ὁ δὲ τομῆς καὶ διακρίσεως πραγμάτων ζηλωτὴς λόγων ἠκονημένων, τοῦ μὴ ὑφ’ ὁμοίων ὡς τῶν αὐτῶν ἀπατᾶσθαι, τοῦ μὴ πρὸς χάριν, τοῦ ἀδεκάστου·
- 2.40.1
ὁ δὲ πειρατικώτερον ἐνεδρεύων τοὺς ἀντιλοχῶντας ἀπάτης, φενακισμοῦ, γοητείας, σοφισμάτων, προσποιήσεως, ὑποκρίσεως, ἅπερ ἐξ ἑαυτῶν ψεκτὰ ὄντα κατ’ ἐχθρῶν γινόμενα ἐπαινεῖται· ὁ δὲ πλουτεῖν τὸν φύσεως πλοῦτον ἐπιτηδεύων ἐγκρατείας, ὀλιγοδεΐας· ὁ δὲ εἰρήνης ἐρῶν εὐνομίας, εὐδικίας, ἀτυφίας, ἰσότητος.
- 2.41.1
ἐκ τούτων τὰ τῶν ὁμοπατρίων ἀδελφῶν δράγματα καταδεῖται, τὰ δὲ τοῦ ὁμογαστρίου ἐξ ἡμερῶν καὶ χρόνου, τῶν οὐδενὸς αἰτίων ὡς ἁπάντων αἰτίων.
- 2.42.1
αὐτὸς δὲ ὁ ἐνυπνιαστὴς καὶ ὀνειροπόλος — ἦν γὰρ ἀμφότερα — τῆς κενῆς δόξης ὡς μεγίστου καὶ λαμπροτάτου καὶ βιωφελεστάτου κτήματος ἐπιδράττεται. διὸ πρῶτον μὲν ἀπ’ ὀνειράτων, ἃ νυκτὶ φίλα, τῷ βασιλεῖ τῆς σωματικῆς χώρας γνωρίζεται, οὐκ ἀπὸ πραγμάτων τηλαυγῶν ἐναργείας, ἃ πρὸς ἐπίδειξιν ἡμέρας δεῖται.
- 2.43.1
εἶτ’ ἐπίτροπος ἢ κηδεμὼν Αἰγύπτου πάσης ἀνακηρύττεται, ταῖς τιμαῖς τοῦ βασιλέως οἰσόμενος δευτερεῖα, ἅπερ ἥττης καὶ ἀτιμίας ἀφανέστερα καὶ καταγελαστότερα παρὰ φρονήσει γράφεται δικαζούσῃ.
- 2.44.1
εἶτα „κλοιὸν χρυσοῦν“ (Gen. 41,41.42), ἀγχόνην ἐπιφανῆ, κύκλον καὶ τροχὸν ἀνάγκης ἀτελευτήτου, περιτίθεται — οὐκ ἀκολουθίαν καὶ τὸ ἑξῆς ἐν βίῳ καὶ τὸν εἱρμὸν τῶν τῆς φύσεως πραγμάτων, ὡς ἡ Θάμαρ· οὐ γὰρ κλοιός, ἀλλὰ ὁρμίσκος αὐτῆς ὁ κόσμος (Gen. 38, 18) — καὶ δακτύλιον μέντοι βασιλικόν (Gen. 41, 42), δῶρον ἄδωρον, πίστιν ἄπιστον, ἐναντιούμενον τῷ δοθέντι πάλιν τῇ Θάμαρ ὑπὸ τοῦ βασιλέως τοῦ ὁρῶντος, Ἰσραήλ, Ἰούδα.
← Previous · Next → — showing 201–300 of 558
First Thousand Years of Greek. CTS URN tlg0018.tlg019.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.