Ancient Textssearch the texts themselves, not just their titles

← All works

De somniis (lib. i‑ii)

First Thousand Years of Greek · First Thousand Years of Greek · 558 sections

  1. 1.101.1

    καὶ μὴν τῷ γε τῆς ἑρμηνείας ἰδιοτρόπῳ καὶ ὁ βραδύτατος ἕτερόν τι τοῦ ῥητοῦ κατανοεῖν ἂν προαχθείη· μᾶλλον γὰρ ἀφορισμῷ ἢ παραινέσει ἔοικε τὸ διάταγμα. παραινῶν μὲν γὰρ εἶπεν ἄν τις· τὸ ἐνεχυρασθὲν ἱμάτιον, ἐὰν τοῦτ’ ᾖ μόνον τῷ χρεώστῃ, πρὸ ἑσπέρας ἀπόδος, ἵν’ ἔχῃ νύκτωρ ἀμπέχεσθαι, ἀφοριζόμενος δὲ οὕτως, ὡς νῦν ἔχει· „ἔστι γὰρ τοῦτο περιβόλαιον αὐτῷ μόνον, τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ· ἐν τίνι κοιμηθήσεται“ (Exod. 22,27) ;

  2. 1.102.1

    ταῦτα μὲν δὴ καὶ τὰ τοιαῦτα πρὸς τοὺς τῆς ῥητῆς πραγματείας σοφιστὰς καὶ λίαν τὰς ὀφρῦς ἀνεσπακότας εἰρήσθω, λέγωμεν δὲ ἡμεῖς ἑπόμενοι τοῖς ἀλληγορίας νόμοις τὰ πρέποντα περὶ τούτων. φαμὲν τοίνυν λόγου σύμβολον ἱμάτιον εἶναι. τάς τε γὰρ ἀπὸ κρυμοῦ καὶ θάλπους εἰωθυίας τῷ σώματι κατασκήπτειν βλάβας ἐσθὴς ἀπωθεῖται καὶ ἐπισκιάζει τὰ τῆς φύσεως ἀπόρρητα καὶ ἔστιν ἁρμόττων σώματι κόσμος ἡ ἀμπεχόνη.

  3. 1.103.1

    κατὰ τὸ παραπλήσιον μέντοι καὶ ἀνθρώπῳ λόγος δώρημα κάλλιστον ἐδόθη παρὰ θεοῦ, πρῶτον μὲν κατὰ τῶν νεωτεριζόντων εἰς αὐτὸν ὅπλον ἀμυντήριον — ὡς γὰρ τῶν ἄλλων ἕκαστον ζῴων ἡ φύσις οἰκείοις ἕρκεσιν ὠχύρωσε, δι’ ὧν τοὺς ἐπιχειροῦντας ἀδικεῖν ἀποκρούσεται, καὶ ἀνθρώπῳ μέγιστον ἔρυμα καὶ φρουρὰν ἀκαθαίρετον λόγον δέδωκεν, οὗ κραταιῶς οἷα πανοπλίας ἐνειλημμένος οἰκεῖον καὶ προσφυέστατον ἕξει δορυφόρον· τούτῳ δὲ προαγωνιστῇ χρώμενος δυνήσεται τὰς ἀπὸ τῶν ἐχθρῶν ἐπιφερομένας ἀπωθεῖσθαι ζημίας —,

  4. 1.104.1

    δεύτερον δὲ καὶ αἰσχύνης καὶ ὀνειδῶν ἀναγκαιότατον περίβλημα — δεινὸς γὰρ συγκρύψαι καὶ συσκιάσαι τὰς ἁμαρτίας τῶν ἀνθρώπων λόγος —, τρίτον δὲ πρὸς ὅλου τοῦ βίου κόσμον· ὁ γὰρ βελτιῶν ἕκαστον καὶ πάντα ἄγων ἐπὶ τὸ κρεῖττον οὗτός ἐστιν.

  5. 1.105.1

    ἀλλὰ γάρ εἰσι λῶβαί τινες καὶ κῆρες ἀνθρώπων, οἳ καὶ τὸν λόγον ἐνεχυράζουσιν ἀφαιρούμενοι τοὺς ἔχοντας καί, συναυξῆσαι δέον, ὅλον ὑποτέμνονται, καθάπερ οἱ τὰ τῶν πολεμίων δῃοῦντες χωρία καὶ τόν τε σῖτον καὶ τὸν ἄλλον καρπὸν φθείρειν ἐπιχειροῦντες, ὃς ἀφεθεὶς μεγάλη τοῖς χρησαμένοις ἂν ὄνησις ἦν.

  6. 1.106.1

    πόλεμος οὖν ἐστιν ἐνίοις ἄσπονδος καὶ ἀκήρυκτος πρὸς τὴν λογικὴν φύσιν, οἵτινες τὰς βλάστας αὐτῆς ἀποκείρουσιν ἐν χρῷ καὶ τὰς πρώτας ἐπιφύσεις ἐκθλίβουσιν, ἄγονον καὶ στεῖραν, ὡς ἔπος εἰπεῖν, καλῶν ἐπιτηδευμάτων ἀπεργαζόμενοι.

  7. 1.107.1

    ὁρμῶσαν γὰρ ἔστιν ὅτε πρὸς παιδείαν ἀκατασχέτῳ ῥύμῃ καὶ πληχθεῖσαν ἔρωτι τῶν φιλοσοφίας θεωρημάτων ὑπὸ βασκανίας καὶ φθόνου δείσαντες, μὴ μεγάλα πνεύσασα καὶ ἐπὶ μήκιστον ἀρθεῖσα τὰς γλισχρολογίας αὐτῶν καὶ πιθανὰς κατὰ τῆς ἀληθείας εὑρέσεις ἐπικλύσῃ χειμάρρου τρόπον, ἑτέρωσε ταῖς ἑαυτῶν κακοτεχνίαις τὴν φορὰν ἔτρεψαν, εἰς βαναύσους καὶ ἀνελευθέρους τέχνας μετοχετευσάμενοι· πολλάκις δὲ καὶ ἀμβλώσαντες καὶ ἐπιφράξαντες ἀργὸν τὸ μεγαλοφυὲς κατέλιπον, ὥσπερ βαθύγειον καὶ εὐδαίμονα γῆν ὀρφανῶν παίδων ἐπίτροποι κακοὶ χέρσον, καὶ οὐκ ᾐδέσθησαν οἱ πάντων ἀνηλεέστατοι τὸ μόνον ἱμάτιον ἀνθρώπου περισυλῶντες, λόγον· „ἔστι“ γάρ φησι „τοῦτο περιβόλαιον αὐτῷ μόνον“ (Exod. 22,27). τί πλὴν ὁ λόγος;

  8. 1.108.1

    ὥσπερ γὰρ ἵππου τὸ χρεμετίζειν ἴδιον καὶ τὸ ὑλακτεῖν κυνὸς καὶ βοὸς τὸ μυκᾶσθαι καὶ τὸ ὠρύεσθαι λέοντος, οὕτω καὶ ἀνθρώπου τὸ λέγειν καὶ αὐτὸς ὁ λόγος. τοῦτον γὰρ ἔρυμα, περίβλημα, πανοπλίαν, τεῖχος τὸ ζῷον τὸ θεοφιλέστατον,

  9. 1.109.1

    ὁ ἄνθρωπος, ἐκ πάντων ἴδιον κεκάρπωται. διὸ καὶ ἐπιφέρει· „τοῦτο τὸ ἱμάτιον αὐτὸ μόνον ἀσχημοσύνης αὐτοῦ“ (Exod. 22,27). τίς ἄλλος γὰρ οὕτως τὰ ὀνείδη καὶ τὰ αἴσχη τοῦ βίου συσκιάζει καὶ συγκρύπτει, ὡς λόγος; ἀμαθία μὲν γὰρ ἀλόγου φύσεως συγγενὲς αἶσχος, παιδεία δὲ ἀδελφὸν λόγου, κόσμος οἰκεῖος.

  10. 1.110.1

    „ἐν τίνι οὖν κοιμηθήσεται“, τουτέστιν ἠρεμήσει καὶ διαναπαύσεται ἄνθρωπος, πλὴν ἐν λόγῳ; λόγος γὰρ τὸ βαρυποτμότατον ἡμῶν γένος ἐπικουφίζει. ὥσπερ οὖν τοὺς λύπαις ἢ φόβοις ἤ τισιν ἄλλοις κακοῖς πιεσθέντας εὐμένεια καὶ συνήθεια καὶ δεξιότης φίλων πολλάκις ἐθεράπευσεν, οὕτως οὐ πολλάκις ἀλλ’ ἀεὶ τὸ βαρύτατον ἄχθος, ὅπερ ἐπιτιθέασιν ἡμῖν αἵ τε τοῦ συνδέτου σώματος ἀνάγκαι καὶ αἱ τῶν ἔξωθεν κατασκηπτόντων ἀπροόρατοι συντυχίαι, μόνος ὁ ἀλεξίκακος λόγος ἀπωθεῖται.

  11. 1.111.1

    φίλος γὰρ καὶ γνώριμος καὶ συνήθης καὶ ἑταῖρος ἡμῖν ἐστιν, ἐνδεδεμένος, μᾶλλον δὲ ἡρμοσμένος καὶ ἡνωμένος κόλλῃ τινὶ φύσεως ἀλύτῳ καὶ ἀοράτῳ. διὰ τοῦτο καὶ προλέγει τὰ συνοίσοντα καὶ συμβάντος τινὸς ἀβουλήτου πάρεστιν αὐτοκέλευστος βοηθήσων, οὐ τὴν ἑτέραν φέρων μόνον ὠφέλειαν, ἣν ὁ μὴ δρῶν σύμβουλος ἢ ὁ συναγωνιστὴς ἥσυχος, ἀλλ’ ἀμφοτέρας.

  12. 1.112.1

    οὐ γὰρ ἡμίεργον ἐπιτετήδευκε δύναμιν, ἀλλὰ πᾶσι τοῖς μέρεσιν ὁλόκληρον· ὅς γε, κἂν σφαλῇ πείρας ἐν οἷς διανοεῖται ἢ ἔργῳ ἐπεξέρχεται, [ἢ] ἐπὶ τὸ τρίτον ἀφικνεῖται βοήθημα, παρηγορίαν. φάρμακον γὰρ ὡς τραυμάτων, καὶ ψυχῆς παθῶν ὁ λόγος ἐστὶ σωτήριον, ὃν "πρὸ δυσμῶν ἡλίου“ φησὶ δεῖν ὁ νομοθέτης ἀποδοῦναι (Exod. 22, 26), τουτέστι πρὶν τὰς τοῦ μεγίστου καὶ ἐπιφανεστάτου θεοῦ καταδῦναι περιλαμπεστάτας αὐγάς, ἃς δι’ ἔλεον τοῦ γένους ἡμῶν εἰς νοῦν τὸν ἀνθρώπινον οὐρανόθεν ἀποστέλλει.

  13. 1.113.1

    παραμένοντος γὰρ ἐν ψυχῇ τοῦ θεοειδεστάτου καὶ ἀσωμάτου φωτὸς ἀποδώσομεν τὸν ἐνεχυρασθέντα λόγον, ὡς ἱμάτιον, ἵν’ ἐγγένηται τῷ λαβόντι τὸ ἴδιον ἀνθρώπου κτῆμα τήν τε αἰσχύνην τοῦ βίου περιστεῖλαι καὶ τῆς θείας ἀπόνασθαι δωρεᾶς καὶ μετ’ ἠρεμίας ἀναπαύσασθαι παρουσίᾳ τοιούτου συμβούλου καὶ προασπιστοῦ τάξιν ἣν ἐτάχθη μηδέποτε λείψοντος.

  14. 1.114.1

    ἕως οὖν ἔτι σοι τὸ ἱερὸν φέγγος ὁ θεὸς ἀκτινοβολεῖ, σπούδασον ἐν ἡμέρᾳ τὸ ῥύσιον ἀποδοῦναι τῷ κυρίῳ· δύντος γάρ, ὡς πᾶσα Αἴγυπτος (Exod. 10, 21), ψηλαφητὸν ἕξεις σκότος τὸν αἰῶνα καὶ πληχθεὶς ἀορασίᾳ καὶ ἀγνοίᾳ, ὧν ἐδόκεις ἐπικρατεῖν πάντων ἀφαιρεθήσῃ, πρὸς τοῦ βλέποντος Ἰσραήλ, ὃν ἐρρυσίαζες ἀδούλωτον ὄντα φύσει, δουλούμενος ἀνάγκῃ.

  15. 1.115.1

    τοῦτον δὴ τὸν δόλιχον ἀπεμηκύναμεν οὐκ ἄλλου του χάριν ἢ τοῦ διδάξαι, ὅτι ἡ ἀσκητικὴ διάνοια κινήσεσιν ἀνωμάλοις πρός τε εὐφορίαν καὶ τοὐναντίον χρωμένη καὶ τρόπον τινὰ ἀνιοῦσα καὶ κατιοῦσα συνεχῶς, ὅταν μὲν εὐφορῇ καὶ πρὸς τὸ ὕψος αἴρηται, ταῖς ἀρχετύποις καὶ ἀσωμάτοις ἀκτῖσι τῆς λογικῆς πηγῆς τοῦ τελεσφόρου θεοῦ περιλάμπεται, ὅταν δὲ καταβαίνῃ καὶ ἀφορῇ, ταῖς ἐκείνων εἰκόσιν, ἀθανάτοις λόγοις, οὓς καλεῖν ἔθος ἀγγέλους.

  16. 1.116.1

    διὸ καὶ νῦν φησιν· „ἀπήντησε τόπῳ· ἔδυ γὰρ ὁ ἥλιος“ (Gen. 28, 11). ὅταν γὰρ τὴν ψυχὴν ἀπολίπωσιν αἱ τοῦ θεοῦ αὐγαί, δι’ ὧν σαφέσταται αἱ τῶν πραγμάτων γίνονται καταλήψεις, ἀνατέλλει τὸ δεύτερον καὶ ἀσθενέστερον λόγων, οὐκέτι πραγμάτων, φέγγος, καθάπερ καὶ ἐν τῷδε τῷ κόσμῳ· σελήνη γὰρ τὰ δευτερεῖα ἡλίου φερομένη καταδύντος ἐκείνου φῶς ἀμυδρότερον ἐπὶ τὴν γῆν ἀποστέλλει.

  17. 1.117.1

    καὶ τὸ ὑπαντᾶν μέντοι τόπῳ ἢ λόγῳ τοῖς μὴ δυναμένοις τὸν πρὸ τόπου καὶ λόγου θεὸν ἰδεῖν αὐταρκεστάτη δωρεά, διότι τὴν ψυχὴν ἀφώτιστον εἰσάπαν οὐκ ἔσχον, ἀλλ’ ἐπειδὴ τὸ ἄκρατον ἐκεῖνο φέγγος ἀπ’ αὐτῶν ἔδυ, τὸ κεκραμένον ἐκαρπώσαντο. „τοῖς γὰρ υἱοῖς Ἰσραὴλ φῶς ἦν ἐν πᾶσιν οἷς κατεγίνοντο“, φησὶν ἐν Ἐξαγωγῇ (10, 23), ὡς νύκτα καὶ σκότος ἀεὶ πεφυγαδεῦσθαι, μεθ’ ὧν οἱ τὰ ψυχῆς ὄμματα πρὸ τῶν σώματος πεπηρωμένοι ζῶσιν, ἀρετῆς αὐγὰς οὐκ εἰδότες.

  18. 1.118.1

    ἔνιοι δὲ ἥλιον μὲν ὑποτοπήσαντες εἰρῆσθαι νυνὶ συμβολικῶς αἴσθησίν τε καὶ νοῦν, τὰ νενομισμένα καθ’ ἡμᾶς αὐτοὺς εἶναι κριτήρια, τόπον δὲ τὸν θεῖον λόγον, οὕτως ἐξεδέξαντο· ἀπήντησεν ὁ ἀσκητὴς λόγῳ θείῳ δύντος τοῦ θνητοῦ καὶ ἀνθρωπίνου φέγγους.

  19. 1.119.1

    ἄχρι μὲν γὰρ ὁ νοῦς τὰ νοητὰ καὶ τὰ αἰσθητὰ αἴσθησις οἴεται παγίως καταλαμβάνειν καὶ ἄνω περιπολεῖν, μακρὰν ὁ θεῖος λόγος ἀφέστηκεν· ἐπειδὰν δ’ ἑκάτερον ἀσθένειαν ὁμολογήσῃ τὴν ἑαυτοῦ καὶ τρόπον τινὰ καταδύσει χρησάμενον ἀποκρυφθῇ, προϋπαντᾷ δεξιούμενος εὐθὺς ὁ ἔφεδρος ἀσκητικῆς ψυχῆς ὀρθὸς λόγος ἑαυτὴν μὲν ἀπογινωσκούσης, τὸν δὲ ἐπιφοιτῶντα ἔξωθεν ἀφανῶς ἀναμενούσης.

  20. 1.120.1

    Φησὶ τοίνυν ἑξῆς ὅτι „ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ“ (Gen. 28, 11). θαυμάσαι ἄν τις οὐ μόνον τὴν ἐν ὑπονοίαις πραγματείαν καὶ φυσιολογίαν αὐτοῦ, ἀλλὰ καὶ τὴν ῥητὴν πρὸς πόνου καὶ καρτερίας μελέτην ὑφήγησιν.

  21. 1.121.1

    οὐ γὰρ ἀξιοῖ τὸν ἀρετῆς ἐπιμελούμενον ἁβροδιαίτῳ βίῳ χρῆσθαι καὶ τρυφᾶν ζηλοῦντα τὰς τῶν λεγομένων μὲν εὐδαιμόνων πρὸς ἀλήθειαν δὲ κακοδαιμονίας γεμόντων σπουδάς τε καὶ φιλοτιμίας, οἷς πᾶς ὁ βίος ὕπνος καὶ ἐνύπνιόν ἐστι κατὰ τὸν ἱερώτατον νομοθέτην.

  22. 1.122.1

    οὗτοι μεθ’ ἡμέραν, ὅταν τὰ ἐν δικαστηρίοις καὶ βουλευτηρίοις καὶ θεάτροις καὶ πανταχοῦ πρὸς τοὺς ἄλλους ἀδικήματα διεξέλθωσιν, οἴκαδε ἀφικνοῦνται τὸν ἑαυτῶν οἶκον, οἱ δυστυχεῖς, καταστρέψοντες, οὐ τὸν τῶν οἰκοδομημάτων, ἀλλὰ τὸν συμφυᾶ τῆς ψυχῆς οἶκον, τὸ σῶμα, τροφὰς ἀμέτρους καὶ ἐπαλλήλους εἰσφέροντες καὶ πολὺν ἄκρατον ἄρδοντες, ἕως ἂν βύθιος μὲν ὁ λογισμὸς οἴχηται, τὰ δ’ ὑπὸ γαστέρα πλησμονῆς ἔκγονα πάθη διαναστάντα, λύττῃ χρώμενα ἀκαθέκτῳ, προσπεσόντα καὶ ἐμπλακέντα τοῖς ἐπιτυχοῦσι, τὸν πολὺν οἶστρον ἀπερυγόντα λωφήσῃ.

  23. 1.123.1

    νύκτωρ δέ, ὁπότε καιρὸς εἴη πρὸς κοῖτον τραπέσθαι, πολυτελεῖς κλίνας καὶ εὐανθεστάτας στρωμνὰς εὐτρεπισάμενοι μαλακῶς σφόδρα κατακλίνονται, τὴν γυναικῶν ἐκμιμούμενοι τρυφήν, αἷς ἡ φύσις ἐπέτρεψεν ἀνειμένῃ χρῆσθαι διαίτῃ, παρὸ καὶ τὸ σῶμα τοῦ μαλθακωτέρου κόμματος ὁ τεχνίτης καὶ ποιητὴς αὐταῖς εἰργάζετο.

  24. 1.124.1

    τοιοῦτος οὐδεὶς γνώριμος τοῦ ἱεροῦ λόγου, ἀλλ’ οἱ πρὸς ἀλήθειαν ἄνδρες, σωφροσύνης καὶ κοσμιότητος καὶ αἰδοῦς ἐρασταί, ἐγκράτειαν, ὀλιγοδεΐαν, καρτερίαν ὥσπερ κρηπῖδάς τινας ὅλου τοῦ βίου καταβεβλημένοι, ψυχῆς ἀσφαλεῖς ὑποδρόμους, οἷς ἀκινδύνως καὶ βεβαίως ἐνορμιεῖται, χρημάτων καὶ ἡδονῆς καὶ δόξης κρείττους, σιτίων καὶ ποτῶν καὶ αὐτὸ μόνον τῶν ἀναγκαίων, ἐφ’ ὅσον μὴ νεωτερίζειν ἄρχεται λιμός, ὑπερόπται, πεῖναν δέχεσθαι καὶ δίψαν θάλπος τε καὶ κρύος καὶ ὅσα ἄλλα δυσκαρτέρητα ὑπὲρ ἀρετῆς κτήσεως ἑτοιμότατοι, ζηλωταὶ τῶν εὐποριστοτάτων, ὡς μηδ’ ἐπ’ εὐτελεῖ χλαίνῃ ποτὲ δυσωπηθῆναι, τοὐναντίον δὲ τὰς πολυτελεῖς ὄνειδος καὶ μεγάλην τοῦ βίου ζημίαν νομίσαι.

  25. 1.125.1

    τούτοις πολυτελὴς μέν ἐστι κλίνη μαλακὸν ἔδαφος, στρωμνὴ δὲ θάμνοι, πόαι, βοτάναι, φύλλων πολλὴ χύσις, τὰ δὲ πρὸς κεφαλῆς λίθοι τινὲς ἢ βραχεῖς γεώλοφοι τοῦ ἰσοπέδου μικρὸν ἀνέχοντες. τὸν βίον τοῦτον οἱ μὲν τρυφῶντες σκληροδίαιτον καλοῦσιν, οἱ δὲ πρὸς καλοκἀγαθίαν ζῶντες ἥδιστον ὀνομάζουσιν· ἀνδράσι γὰρ οὐ λεγομένοις ἀλλ’ οὖσιν ὄντως ἐφαρμόζει.

  26. 1.126.1

    οὐχ ὁρᾷς, ὅτι καὶ νῦν βασιλικαῖς ὕλαις καὶ παρασκευαῖς περιουσιάζοντα τὸν ἀθλητὴν τῶν καλῶν ἐπιτηδευμάτων εἰσάγει χαμευνοῦντα καὶ λίθῳ προσκεφαλαίῳ χρώμενον καὶ μικρὸν ὕστερον ἐν ταῖς εὐχαῖς ἄρτον καὶ ἱμάτιον, τὸν φύσεως πλοῦτον, αἰτούμενον (Gen. 28, 20), ἐπειδὴ τὸν ἐν ταῖς κεναῖς δόξαις ἐχλεύαζεν ἀεὶ καὶ τοὺς θαυμαστικῶς ἔχοντας αὐτοῦ κατεκερτόμει; οὗτός ἐστι παράδειγμα ἀρχέτυπον ἀσκητικῆς

  27. 1.127.1

    ψυχῆς, ἐκτεθηλυσμένῳ καὶ ἀνδρογύνῳ παντὶ πολέμιος. ὁ μὲν οὖν τοῦ φιλοπόνου καὶ φιλαρέτου πρόχειρος ἔπαινος εἴρηται, τὸ δὲ κατὰ σύμβολον μηνυόμενον ἐρευνητέον. εἰδέναι δὲ νῦν προσήκει, ὅτι ὁ θεῖος τόπος καὶ ἡ ἱερὰ χώρα πλήρης ἀσωμάτων ἐστὶ λόγων·

  28. 1.128.1

    ψυχαὶ δ’ εἰσὶν ἀθάνατοι οἱ λόγοι οὗτοι. τούτων δὴ τῶν λόγων ἕνα λαβών, ἀριστίνδην ἐπιλεγόμενος τὸν ἀνωτάτω καὶ ὡσανεὶ σώματος ἡνωμένου κεφαλὴν πλησίον ἱδρύεται διανοίας τῆς ἑαυτοῦ (Gen. 28, 11)· καὶ γὰρ αὕτη τρόπον τινὰ τῆς ψυχῆς ἐστι κεφαλή. ποιεῖ δὲ τοῦτο πρόφασιν μὲν ὡς κοιμησόμενος, τὸ δ’ ἀληθὲς ὡς ἀναπαυσόμενος ἐπὶ λόγῳ θείῳ καὶ σύμπαντα ἑαυτοῦ τὸν βίον κουφότατον ἄχθος ἐπαναθήσων ἐκείνῳ.

  29. 1.129.1

    ὁ δὲ ἄσμενος ἐπακούει καὶ δέχεται τὸν ἀθλητὴν ὡς φοιτητὴν ἐσόμενον τὸ πρῶτον, εἶθ’ ὅταν αὐτοῦ τὴν ἐπιτηδειότητα τῆς φύσεως ἀποδέξηται, χειροδοτεῖ τρόπον ἀλείπτου καὶ πρὸς τὰ γυμνάσια καλεῖ, καὶ διερειδόμενος παλαίειν ἀναγκάζει, μέχρις ἂν ἀνανταγώνιστον αὐτῷ ῥώμην ἐγκατασκευάσῃ, τὰ ὦτα θείαις ἐπιπνοίαις μεταβαλὼν εἰς ὄμματα καὶ καλέσας αὐτὸν μεταχαραχθέντα καινὸν τύπον Ἰσραήλ, ὁρῶντα. τότε καὶ τὸν νικητήριον ἐπιτίθησιν αὐτῷ στέφανον.

  30. 1.130.1

    ὁ δὲ στέφανος ἔκτοπον ἔχει καὶ ξένον καὶ ἴσως οὐκ εὔφημον ὄνομα· καλεῖται γὰρ ὑπὸ τοῦ ἀγωνοθέτου νάρκα. λέγεται γὰρ ὅτι "ἐνάρκησε τὸ πλάτος“ (Gen. 32,25), βραβείων καὶ κηρυγμάτων καὶ τῶν ἐν τιμαῖς ἁπάντων θαυμασιώτατον ἀριστεῖον·

  31. 1.131.1

    εἰ γὰρ ἡ δυνάμεως ἀκαθαιρέτου ψυχὴ μεταλαβοῦσα καὶ τελειωθεῖσα ἐν ἄθλοις ἀρετῶν καὶ ἐπὶ τὸν ὅρον αὐτὸν ἀφικομένη τοῦ καλοῦ μὴ πρὸς ὕψος ὑπὸ μεγαλαυχίας ἀρθείη μηδ’ ἀκροβατοῦσα ἐπικομπάζοι, ὡς ἀρτίοις ποσὶ μακρὰ βαίνειν δυναμένη, ναρκήσειε δὲ καὶ σταλείη τὸ εὐρυνθὲν οἰήσει πλάτος, εἶθ’ ἑκουσίως ὑποσκελίσασα ἑαυτὴν χωλεύοι, τῶν ἀσωμάτων ὅπως ὑστερίζοι φύσεων, ἡττᾶσθαι δοκοῦσα νικηφορήσει.

  32. 1.132.1

    τὸ γὰρ πρεσβείων ἐξίστασθαι γνώμῃ μᾶλλον ἢ ἀνάγκῃ τοῖς ἀμείνοσιν λυσιτελέστατον νενόμισται, ἐπεὶ καὶ τὰ δευτερεῖα τῶν ἐν τῷδε τῷ ἀγῶνι τιθεμένων ἄθλων τὰ πρῶτα τῶν ἐν ἑτέροις ἀξιώματος μεγέθει πλεῖστον ὅσον ὑπερβάλλει.

  33. 1.133.1

    Τὸ μὲν δὴ προοίμιον τῆς θεοπέμπτου φαντασίας ὧδ’ ἔχει, τρέπεσθαι δ’ ἐπ’ αὐτὴν καιρὸς ἤδη καὶ τῶν ἐμφερομένων ἀκριβοῦν ἕκαστον. „ἐνυπνιάσθη“ φησί „καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτῆς· ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς“ (Gen. 28, 12. 13).

  34. 1.134.1

    κλῖμαξ τοίνυν ἐν μὲν τῷ κόσμῳ συμβολικῶς λέγεται ὁ ἀήρ, οὗ βάσις μέν ἐστι γῆ, κορυφὴ δ’ οὐρανός· ἀπὸ γὰρ τῆς σεληνιακῆς σφαίρας, ἣν ἐσχάτην μὲν τῶν κατ’ οὐρανὸν κύκλων, πρώτην δὲ τῶν πρὸς ἡμᾶς ἀναγράφουσιν οἱ φροντισταὶ τῶν μετεώρων, ἄχρι γῆς ἐσχάτης ὁ ἀὴρ πάντῃ ταθεὶς ἔφθακεν.

  35. 1.135.1

    οὗτος δ’ ἐστὶ ψυχῶν ἀσωμάτων οἶκος, ἐπειδὴ πάντα τῷ ποιητῇ τὰ τοῦ κόσμου μέρη καλὸν ἔδοξεν εἶναι ζῴων ἀναπληρῶσαι. διὰ τοῦτο γῇ μὲν τὰ χερσαῖα ἐγκατεσκεύαζε, θαλάτταις δὲ καὶ ποταμοῖς τὰ ἔνυδρα, οὐρανῷ δὲ τοὺς ἀστέρας — καὶ γὰρ ἕκαστος τούτων οὐ μόνον ζῷον, ἀλλὰ καὶ νοῦς ὅλος δι’ ὅλων ὁ καθαρώτατος εἶναι λέγεται —· ὥστε καὶ ἐν τῷ λοιπῷ τμήματι τοῦ παντός, ἀέρι, ζῷα γέγονεν. εἰ δὲ μὴ αἰσθήσει καταληπτά, τί τοῦτο; καὶ ψυχὴ γὰρ ἀόρατον.

  36. 1.136.1

    καὶ μὴν εἰκός γε ἀέρα γῆς μᾶλλον καὶ ὕδατος ζῳοτροφεῖν, διότι καὶ τὰ ἐν ἐκείνοις οὗτος ἐψύχωσεν· ἐποίει γὰρ αὐτὸν ὁ τεχνίτης ἀκινήτων μὲν σωμάτων ἕξιν, κινουμένων δὲ ἀφαντάστως φύσιν, ἤδη δὲ ὁρμῇ καὶ φαντασίᾳ χρῆσθαι δυναμένων ψυχήν.

  37. 1.137.1

    οὐκ ἄτοπον οὖν, δι’ οὗ τὰ ἄλλα ἐψυχώθη, ψυχῶν ἀμοιρεῖν; διὸ μηδεὶς τὴν ἀρίστην φύσιν ζῴων τοῦ ἀρίστου τῶν περιγείων, ἀέρος, ἀφαιρείσθω· οὐ γὰρ μόνος ἐκ πάντων ἔρημος οὗτος, ἀλλ’ οἷα πόλις εὐανδρεῖ πολίτας ἀφθάρτους καὶ ἀθανάτους ψυχὰς ἔχων ἰσαρίθμους ἄστροις.

  38. 1.138.1

    τούτων τῶν ψυχῶν αἱ μὲν κατίασιν ἐνδεθησόμεναι σώμασι θνητοῖς, ὅσαι προσγειότατοι καὶ φιλοσώματοι, αἱ δ’ ἀνέρχονται, διακριθεῖσαι πάλιν κατὰ τοὺς ὑπὸ φύσεως ὁρισθέντας ἀριθμοὺς καὶ χρόνους.

  39. 1.139.1

    τούτων αἱ μὲν τὰ σύντροφα καὶ συνήθη τοῦ θνητοῦ βίου ποθοῦσαι παλινδρομοῦσιν αὖθις, αἱ δὲ πολλὴν φλυαρίαν αὐτοῦ καταγνοῦσαι δεσμωτήριον μὲν καὶ τύμβον ἐκάλεσαν τὸ σῶμα, φυγοῦσαι δ’ ὥσπερ ἐξ εἱρκτῆς ἢ μνήματος ἄνω κούφοις πτεροῖς πρὸς αἰθέρα ἐξαρθεῖσαι μετεωροπολοῦσι τὸν αἰῶνα.

  40. 1.140.1

    ἄλλαι δ’ εἰσὶ καθαρώταται καὶ ἄρισται, μειζόνων φρονημάτων καὶ θειοτέρων ἐπιλαχοῦσαι, μηδενὸς μὲν τῶν περιγείων ποτὲ ὀρεχθεῖσαι τὸ παράπαν, ὕπαρχοι δὲ τοῦ πανηγεμόνος, ὥσπερ μεγάλου βασιλέως ἀκοαὶ καὶ ὄψεις, ἐφορῶσαι πάντα καὶ ἀκούουσαι.

  41. 1.141.1

    ταύτας δαίμονας μὲν οἱ ἄλλοι φιλόσοφοι, ὁ δὲ ἱερὸς λόγος ἀγγέλους εἴωθε καλεῖν προσφυεστέρῳ χρώμενος ὀνόματι· καὶ γὰρ τὰς τοῦ πατρὸς ἐπικελεύσεις τοῖς ἐγγόνοις καὶ τὰς τῶν ἐγγόνων χρείας τῷ πατρὶ διαγγέλλουσι.

  42. 1.142.1

    παρὸ καὶ ἀνερχομένους αὐτοὺς καὶ κατιόντας εἰσήγαγεν, οὐκ ἐπειδὴ τῶν μηνυσόντων ὁ πάντῃ ἐφθακὼς θεὸς δεῖται, ἀλλ’ ὅτι τοῖς ἐπικήροις ἡμῖν συνέφερε μεσίταις καὶ διαιτηταῖς λόγοις χρῆσθαι διὰ τὸ τεθηπέναι καὶ πεφρικέναι τὸν παμπρύτανιν καὶ τὸ μέγιστον ἀρχῆς αὐτοῦ κράτος.

  43. 1.143.1

    οὗ λαβόντες ἔννοιαν ἐδεήθημέν ποτέ τινος τῶν μεσιτῶν λέγοντες· „λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μή ποτε ἀποθάνωμεν“ (Exod. 20, 19). οὐ γὰρ ὅτι κολάσεις, ἀλλ’ οὐδ’ ὑπερβαλλούσας καὶ ἀκράτους εὐεργεσίας χωρῆσαι δυνάμεθα, ἃς ἂν αὐτὸς προτείνῃ δι’ ἑαυτοῦ μὴ χρώμενος ὑπηρέταις ἄλλοις.

  44. 1.144.1

    παγκάλως δὲ ἐστηριγμένον ἐν τῇ γῇ διὰ συμβόλου κλίμακος φαντασιοῦται τὸν ἀέρα· τὰς γὰρ ἀναδιδομένας ἐκ γῆς ἀναθυμιάσεις λεπτυνομένας ἐξαεροῦσθαι συμβέβηκεν, ὥστε βάσιν μὲν καὶ ῥίζαν ἀέρος εἶναι γῆν, κεφαλὴν δὲ οὐρανόν.

  45. 1.145.1

    λέγεται γοῦν, ὅτι σελήνη πίλημα μὲν ἄκρατον αἰθέρος οὔκ ἐστιν, ὡς ἕκαστος τῶν ἄλλων ἀστέρων, κρᾶμα δὲ ἔκ τε αἰθερώδους οὐσίας καὶ ἀερώδους· καὶ τό γε ἐμφαινόμενον αὐτῇ μέλαν, ὃ καλοῦσί τινες πρόσωπον, οὐδὲν ἄλλο εἶναι ἢ τὸν ἀναμεμιγμένον ἀέρα, ὃς κατὰ φύσιν μέλας ὢν ἄχρις οὐρανοῦ τείνεται.

  46. 1.146.1

    ἡ μὲν οὖν ἐν κόσμῳ λεγομένη συμβολικῶς κλῖμαξ τοιαύτη ἐστί, τὴν δ’ ἐν ἀνθρώποις σκοποῦντες εὑρήσομεν τὴν ψυχήν, ἧς βάσις μὲν τὸ ὡσανεὶ γεῶδές ἐστιν, αἴσθησις, κεφαλὴ δ’ ὡς ἂν τὸ οὐράνιον, ὁ καθαρώτατος νοῦς.

  47. 1.147.1

    ἄνω δὲ καὶ κάτω διὰ πάσης αὐτῆς οἱ τοῦ θεοῦ λόγοι χωροῦσιν ἀδιαστάτως, ὁπότε μὲν ἀνέρχοιντο, συνανασπῶντες αὐτὴν καὶ τοῦ θνητοῦ διαζευγνύντες καὶ τὴν θέαν ὧν ἄξιον ὁρᾶν μόνων ἐπιδεικνύμενοι, ὁπότε δὲ κατέρχοιντο, οὐ καταβάλλοντες — οὔτε γὰρ θεὸς οὔτε λόγος θεῖος ζημίας αἴτιος —, ἀλλὰ συγκαταβαίνοντες διὰ φιλανθρωπίαν καὶ ἔλεον τοῦ γένους ἡμῶν, ἐπικουρίας ἕνεκα καὶ συμμαχίας, ἵνα καὶ τὴν ἔτι ὥσπερ ἐν ποταμῷ, τῷ σώματι, φορουμένην ψυχὴν σωτήριον πνέοντες ἀναζωῶσι.

  48. 1.148.1

    ταῖς μὲν δὴ τῶν ἄκρως κεκαθαρμένων διανοίαις ἀψοφητὶ μόνος ἀοράτως ὁ τῶν ὅλων ἡγεμὼν ἐμπεριπατεῖ — καὶ γάρ ἐστι χρησθὲν τῷ σοφῷ θεοπρόπιον, ἐν ᾧ λέγεται· "περιπατήσω ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν θεός“ (Lev. 26, 12) —, ταῖς δὲ τῶν ἔτι ἀπολουομένων, μήπω δὲ κατὰ τὸ παντελὲς ἐκνιψαμένων τὴν ῥυπῶσαν καὶ κεκηλιδωμένην ἐν σώμασι βαρέσι ζωὴν ἄγγελοι, λόγοι θεῖοι, φαιδρύνοντες αὐτὰς τοῖς καλοκἀγαθίας δόγμασιν.

  49. 1.149.1

    ὅσα δὲ ἐξοικίζεται κακῶν οἰκητόρων στίφη, ἵνα εἷς ὁ ἀγαθὸς εἰσοικίσηται, δῆλόν ἐστι. σπούδαζε οὖν, ὦ ψυχή, θεοῦ οἶκος γενέσθαι, ἱερὸν ἅγιον, ἐνδιαίτημα κάλλιστον· ἴσως γάρ, ἴσως ὃν ὁ κόσμος ἅπας, καὶ σὺ οἰκοδεσπότην σχήσεις ἐπιμελούμενον τῆς ἰδίας οἰκίας, ὡς εὐερκεστάτη καὶ ἀπήμων εἰσαεὶ διαφυλάττοιτο.

  50. 1.150.1

    ἴσως δὲ καὶ τὸν ἑαυτοῦ βίον ὁ ἀσκητὴς φαντασιοῦται κλίμακι ἐοικότα· φύσει γὰρ ἀνώμαλον πρᾶγμα ἄσκησις, τοτὲ μὲν προϊοῦσα εἰς ὕψος, τοτὲ δ’ ὑποστρέφουσα πρὸς τοὐναντίον, καὶ τοτὲ μὲν καθάπερ ναῦς εὐπλοίᾳ τῇ τοῦ βίου, τοτὲ δὲ δυσπλοίᾳ χρωμένη. ἑτερήμερος γάρ, ὡς ἔφη τις, τῶν ἀσκητῶν ὁ βίος, ἄλλοτε μὲν ζῶν καὶ ἐγρηγορώς, ἄλλοτε δὲ τεθνεὼς ἢ κοιμώμενος.

  51. 1.151.1

    καὶ τάχα οὐκ ἀπὸ σκοποῦ τοῦτο λέγεται· σοφοὶ μὲν γὰρ τὸν ὀλύμπιον καὶ οὐράνιον χῶρον ἔλαχον οἰκεῖν, ἄνω φοιτᾶν ἀεὶ μεμαθηκότες, κακοὶ δὲ τοὺς ἐν Ἅιδου μυχούς, ἐξ ἀρχῆς ἄχρι τέλους ἀποθνῄσκειν ἐπιτετηδευκότες καὶ εἰς γῆρας ἐκ σπαργάνων φθορᾶς ἐθάδες ὄντες.

  52. 1.152.1

    οἱ δ’ ἀσκηταὶ — μεθόριοι γὰρ τῶν ἄκρων εἰσὶν — ἄνω καὶ κάτω πολλάκις ὡς ἐπὶ κλίμακος βαδίζουσιν, ἢ ὑπὸ τῆς κρείττονος μοίρας ἀνελκόμενοι ἢ ὑπὸ τῆς χείρονος ἀντισπώμενοι, μέχρις ἂν ὁ τῆς ἁμίλλης καὶ διαμάχης ταύτης βραβευτὴς θεὸς ἀναδῷ τὰ βραβεῖα τάξει τῇ βελτίονι, τὴν ἐναντίαν εἰσάπαν καθελών.

  53. 1.153.1

    ἐμφαίνεται δ’ ἔτι καὶ τοιοῦτον εἴδωλον, ὅπερ οὐκ ἄξιον ἡσυχασθῆναι. τὰ ἀνθρώπων πράγματα κλίμακι πέφυκεν ἐξομοιοῦσθαι διὰ τὴν ἀνώμαλον αὐτῶν φοράν.

  54. 1.154.1

    ἡ μία γάρ, ὡς ἔφη τις, ἡμέρα τὸν μὲν καθεῖλεν ὑψόθεν, τὸν δὲ ἦρεν ἄνω, μηδενὸς ἐν ὁμοίῳ πεφυκότος μένειν τῶν παρ’ ἡμῖν, ἀλλὰ παντοίας μεταβαλλόντων τροπάς.

  55. 1.155.1

    ἢ οὐκ ἄρχοντες μὲν ἐξ ἰδιωτῶν, ἰδιῶται δ’ ἐξ ἀρχόντων, πένητες δ’ ἐκ πλουσίων καὶ ἐκ πενήτων πολυχρήματοι καὶ ἔνδοξοι μὲν ἐξ ἠμελημένων, ἐπιφανέστατοι δὲ ἐξ ἀδόξων ἀεὶ γίνονται καὶ ἰσχυροὶ μὲν ἐξ ἀσθενῶν, ἐκ δὲ ἀδυνάτων δυνατοὶ καὶ συνετοὶ μὲν ἐξ ἀφραινόντων, εὐλογιστότατοι δὲ ἐκ παραπαιόντων·

  56. 1.156.1

    καὶ ὁδός τις ἥδ’ ἐστὶν ἄνω καὶ κάτω τῶν ἀνθρωπείων πραγμάτων, ἀστάτοις καὶ ἀνιδρύτοις χρωμένη συντυχίαις, ὧν τὸ ἀνώμαλον οὐκ ἀδήλοις ἀλλὰ σαφέσι τεκμηρίοις ὁ ἀψευδέστατος ἐλέγχει χρόνος.

  57. 1.157.1

    Ἐμήνυε δὲ τὸ ὄναρ ἐστηριγμένον ἐπὶ τῆς κλίμακος τὸν ἀρχάγγελον, κύριον· ὑπεράνω γὰρ ὡς ἅρματος ἡνίοχον ἢ ὡς νεὼς κυβερνήτην ὑποληπτέον ἵστασθαι τὸ ὂν ἐπὶ σωμάτων, ἐπὶ ψυχῶν, ἐπὶ πραγμάτων, ἐπὶ λόγων, ἐπὶ ἀγγέλων, ἐπὶ γῆς, ἐπ’ ἀέρος, ἐπ’ οὐρανοῦ, ἐπ’ αἰσθητῶν δυνάμεων, ἐπ’ ἀοράτων φύσεων, ὅσαπερ θεατὰ καὶ ἀθέατα· τὸν γὰρ κόσμον ἅπαντα ἐξάψας ἑαυτοῦ καὶ ἀναρτήσας τὴν τοσαύτην ἡνιοχεῖ φύσιν.

  58. 1.158.1

    μηδεὶς δ’ ἀκούων, ὅτι ἐπεστήρικτο, νομισάτω τι συνεργεῖν θεῷ πρὸς τὸ παγίως στῆναι, ἀλλ’ ἐκεῖνο λογισάσθω, ὅτι τὸ δηλούμενον ἴσον ἐστὶ τῷ στήριγμα καὶ ἔρεισμα καὶ ὀχυρότης καὶ βεβαιότης ἁπάντων ἐστὶν ὁ ἀσφαλὴς θεός, ἐνσφραγιζόμενος οἷς ἂν ἐθέλῃ τὸ ἀσάλευτον· ἐπερείδοντος γὰρ καὶ συστηρίζοντος αὐτοῦ μένει τὰ συσταθέντα ἀνώλεθρα κραταιῶς.

  59. 1.159.1

    ὁ τοίνυν ἐπιβεβηκὼς τῇ οὐρανοῦ κλίμακι λέγει τῷ φαντασιουμένῳ τὸ ὄναρ· „ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ· μὴ φοβοῦ“ (Gen. 28, 13). ὁ χρησμὸς οὗτος τὸ τέρμα τῆς ἀσκητικῆς ψυχῆς καὶ βεβαιότατον ἔρεισμα ἦν, ὃς αὐτὴν ἀνεδίδασκεν, ὅτι ὁ τῶν ὅλων κύριος καὶ θεὸς ἀμφότερα ταῦτα τοῦ γένους ἐστὶν αὐτῷ, πατέρων καὶ πάππων ἐπιγραφεὶς καὶ ἐπικληθεὶς ἑκάτερον, ἵνα τὸν αὐτὸν ὅ τε κόσμος ἅπας καὶ ὁ φιλάρετος ἔχῃ κλῆρον· ἐπεὶ καὶ λέλεκται· „κύριος αὐτὸς κλῆρος αὐτῷ“ (Deut. 10, 9).

  60. 1.160.1

    Μὴ νομίσῃς δὲ παρέργως τοῦ μὲν Ἀβραὰμ νυνὶ λέγεσθαι κύριον καὶ θεόν, τοῦ δὲ Ἰσαὰκ θεὸν αὐτὸ μόνον. ὁ μὲν γὰρ αὐτηκόου καὶ αὐτοδιδάκτου καὶ αὐτομαθοῦς φύσει περιγινομένης σύμβολον ἐπιστήμης ἐστίν, ὁ δὲ Ἀβραὰμ διδασκομένης· καὶ τῷ μὲν αὐτόχθονι καὶ αὐθιγενεῖ συμβέβηκεν εἶναι, τῷ δὲ μετανάστῃ καὶ ἐπηλύτῳ.

  61. 1.161.1

    τὴν γὰρ χαλδαΐζουσαν ἀλλογενῆ καὶ ἀλλόφυλον γλῶτταν τῶν περὶ ἀστρονομίαν μετεωρολεσχῶν ἀπολιπὼν ἐπὶ τὴν ἁρμόττουσαν λογικῷ ζῴῳ παρεγένετο, τὴν τοῦ πάντων αἰτίου θεραπείαν.

  62. 1.162.1

    οὗτος μὲν δὴ ὁ τρόπος δυεῖν δυνάμεων τῶν ἐπιμελησομένων ἐστὶ χρεῖος, ἡγεμονίας καὶ εὐεργεσίας, ἵνα τῷ μὲν κράτει τοῦ ἡγεμόνος ὑπακούῃ τῶν νομοθετουμένων, τῷ δὲ χαριστικῷ μεγάλα ὠφελῆται, ὁ δ’ ἕτερος τῆς κατὰ τὸ χαρίζεσθαι μόνης· οὐ γὰρ ὑπὸ νουθετούσης ἀρχῆς ἐβελτιώθη, φύσει περιπεποιημένος τὸ καλόν, ἀλλὰ διὰ τὰς ὀμβρηθείσας ἄνωθεν δωρεὰς ἀγαθὸς καὶ τέλειος ἐξ ἀρχῆς ἐγένετο.

  63. 1.163.1

    χαριστικῆς μὲν οὖν δυνάμεως θεός, βασιλικῆς δὲ κύριος ὄνομα. τί οὖν ἄν τις εἴποι πρεσβύτερον ἀγαθὸν ἢ τὸ τυχεῖν ἀκράτου καὶ ἀμιγοῦς εὐεργεσίας, τί δὲ νεώτερον ἢ τὸ κεκραμένης ἔκ τε ἡγεμονίας καὶ δωρεᾶς; ὅ μοι δοκεῖ συνιδὼν ὁ ἀσκητὴς εὔξασθαι θαυμασιωτάτην εὐχήν, ἵνα αὐτῷ γένηται κύριος εἰς θεόν (Gen. 28, 21)· ἐβούλετο γὰρ μηκέτι ὡς ἄρχοντα εὐλαβεῖσθαι, ἀλλ’ ὡς εὐεργέτην ἀγαπητικῶς τιμᾶν.

  64. 1.164.1

    ἆρ’ οὐχὶ τούτοις καὶ τοῖς παραπλησίοις εἰκὸς ἦν καὶ τοὺς τυφλοὺς διάνοιαν ὀξυδορκήσειν, πρὸς τῶν ἱερωτάτων ἐνομματουμένους λογίων, ὡς φυσιογνωμονεῖν καὶ μὴ μόνον τοῖς ῥητοῖς ἐφορμεῖν; ἀλλὰ κἂν ἡμεῖς καμμύσαντες τὸ τῆς ψυχῆς ὄμμα μὴ σπουδάζωμεν ἢ μὴ δυνώμεθα ἀναβλέπειν, αὐτός, ὦ ἱεροφάντα, ὑπήχει καὶ ἐπιστάτει καὶ ἐγχρίων μή ποτε ἀπείπῃς, ἕως ἐπὶ τὸ κεκρυμμένον ἱερῶν λόγων φέγγος ἡμᾶς μυσταγωγῶν ἐπιδείξῃς τὰ κατάκλειστα καὶ ἀτελέστοις ἀόρατα κάλλη.

  65. 1.165.1

    σοὶ μὲν δὴ ταῦτα ποιεῖν ἐμπρεπές· ψυχαὶ δ’ ὅσαι θείων ἐρώτων ἐγεύσασθε, καθάπερ ἐκ βαθέος ὕπνου διαναστᾶσαι καὶ τὴν ἀχλὺν ἀποσκεδάσασαι πρὸς τὴν περίβλεπτον θέαν ἐπείχθητε μεθέμεναι τὸν βραδὺν καὶ μελλητὴν ὄκνον, ἵν’ ὅσα θεάματα καὶ ἀκούσματα τῆς ὑμετέρας ἕνεκα ὠφελείας ὁ ἀγωνοθέτης εὐτρέπισε κατανοήσητε.

  66. 1.166.1

    Μυρία μὲν οὖν ἐστιν ἀοίδιμα τῶν πρὸς ἐπίδειξιν, ἓν δ’ οὖν καὶ τὸ λεχθὲν πρὸ μικροῦ· τὸν μὲν γὰρ γένει πάππον τοῦ ἀσκητοῦ πατέρα εἶπε τὸ λόγιον, τῷ δ’ ὡς ἀληθῶς πατρὶ τὸ τοῦ γεννήσαντος οὐκ ἐπεφήμισεν ὄνομα. λέγει γάρ· „ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου„ — καίτοι πάππος οὗτος ἦν — καὶ πάλιν „ὁ θεὸς Ἰσαάκ„ (Gen. 28, 13), εἶτ’ οὐ προστίθησι „τοῦ πατρός σου„.

  67. 1.167.1

    οὔκουν ἄξιον τὴν τούτων αἰτίαν ἐρευνῆσαι; πάνυ γε. τίς οὖν ἐστι, μὴ παρέργως σκοπήσωμεν. τὴν ἀρετὴν ἢ φύσει ἢ ἀσκήσει ἢ μαθήσει περιγίνεσθαί φησι, διὸ καὶ τρεῖς τοὺς γενάρχας τοῦ ἔθνους σοφοὺς πάντας ἀνέγραφεν, ἀπὸ μὲν τῆς αὐτῆς οὐχ ὁρμηθέντας ἰδέας, πρὸς δὲ τὸ αὐτὸ τέλος ἐπειχθέντας.

  68. 1.168.1

    ὁ μὲν γὰρ πρεσβύτατος αὐτῶν Ἀβραὰμ ἡγεμόνι ὁδοῦ τῆς πρὸς τὸ καλὸν ἀγούσης ἐχρήσατο διδασκαλίᾳ, ὡς ἐν ἑτέροις, ὡς ἂν οἷόν τε ᾖ, δείξομεν, ὁ δὲ μέσος Ἰσαὰκ αὐτηκόῳ καὶ αὐτομαθεῖ τῇ φύσει, ὁ δὲ τρίτος Ἰακὼβ ἀσκητικαῖς μελέταις, καθ’ ἃς οἱ ἔναθλοι καὶ ἐναγώνιοι πόνοι.

  69. 1.169.1

    τριῶν οὖν τρόπων ὑπαρχόντων, ἐξ ὧν σοφία περιγίνεται, τοὺς ἄκρους μάλιστα συμβέβηκεν ἡνῶσθαι· τὸ γὰρ ἀσκήσει ἔγγονον τοῦ μαθήσει, τὸ δὲ φύσει συγγενὲς μὲν — ὑποβέβληται γὰρ ὡς ῥίζα πᾶσιν —, ἀνανταγωνίστου δὲ καὶ ἑτοίμου γέρως ἔλαχεν.

  70. 1.170.1

    ὥστε εἰκότως Ἀβραὰμ ὁ βελτιωθεὶς διδασκαλίᾳ πατὴρ Ἰακὼβ λέγεται, τοῦ μελέτῃ συγκροτηθέντος, οὐκ ἄνθρωπος ἀνθρώπου μᾶλλον ἢ δύναμις ἀκουστικὴ πρὸς μάθησιν ἑτοιμοτάτη δυνάμεως ἀσκητικῆς καὶ ἐπιτηδείου πρὸς ἄθλησιν.

  71. 1.171.1

    ἐὰν μέντοι ὁ ἀσκητὴς οὗτος εὐτόνως δράμῃ πρὸς τὸ τέλος καὶ τηλαυγῶς ἴδῃ ἃ πρότερον ἀμυδρῶς ὠνειροπόλει, μετατυπωθεὶς τῷ κρείττονι χαρακτῆρι καὶ προσαγορευθεὶς Ἰσραήλ, ὁ θεὸν ὁρῶν, ἀντὶ τοῦ πτερνίζοντος Ἰακὼβ πατέρα οὐκέτι τὸν μαθόντα Ἀβραάμ, ἀλλὰ τὸν φύσει γεννηθέντα ἀστεῖον Ἰσαὰκ ἐπιγράφεται.

  72. 1.172.1

    ταῦτα δὲ οὐκ ἐμός ἐστι μῦθος, ἀλλὰ χρησμὸς ἐν ταῖς ἱεραῖς ἀναγεγραμμένος στήλαις. „ἀπάρας“ γάρ φησιν „Ἰσραὴλ αὐτὸς καὶ πάντα τὰ αὐτοῦ ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ἔθυσε θυσίαν τῷ θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ“ (Gen. 46, 1). ἆρ’ ἤδη κατανοεῖς, ὅτι οὐ περὶ φθαρτῶν ἀνθρώπων, ἀλλ’, ὡς ἐλέχθη, περὶ φύσεως πραγμάτων ἐστὶν ὁ παρὼν λόγος; ἰδοὺ γὰρ τὸ αὐτὸ ὑποκείμενον τοτὲ μὲν Ἰακὼβ ὀνομάζεται πατρὸς Ἀβραάμ, τοτὲ δὲ Ἰσραὴλ πατρὸς Ἰσαὰκ καλεῖται διὰ τὴν ἠκριβωμένην αἰτίαν.

  73. 1.173.1

    Εἰπὼν τοίνυν „ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαὰκ“ ἐπιφέρει· „μὴ φοβοῦ“ (Gen. 28,13), κατὰ τὸ ἀκόλουθον· πῶς γὰρ ἔτι φοβηθησόμεθα, τὸ φόβου καὶ παντὸς πάθους λυτήριον σὲ τὸν ὑπερασπιστὴν ὅπλον ἔχοντες; ὃς καὶ τοὺς ἀρχετύπους τῆς παιδείας ἡμῶν τύπους ἀδηλουμένους ἐμόρφωσας, ἵν’ ἐμφανεῖς ὦσιν, Ἀβραὰμ μὲν διδάξας, Ἰσαὰκ δὲ γεννήσας· τοῦ μὲν γὰρ ὑφηγητής, τοῦ δὲ πατὴρ ὑπέμεινας ὀνομασθῆναι, τῷ μὲν τὴν γνωρίμου τάξιν, τῷ δὲ τὴν υἱοῦ παρασχών.

  74. 1.174.1

    διὰ τοῦτο καὶ τὴν γῆν, λέγω δὲ τὴν παμφορωτάτην καὶ εὐκαρποτάτην ἀρετήν, ἐφ’ ἧς καθεύδει ὁ ἀσκητὴς ἀναπαυόμενος τῷ τὸν μὲν αἰσθήσεως κοιμᾶσθαι βίον, τὸν δὲ ψυχῆς ἐγρηγορέναι, δώσειν ὁμολογεῖς (Gen. 28, 13), ἀποδεξάμενος αὐτοῦ τὴν εἰρηνικὴν ἀνάπαυσιν, ἣν οὐκ ἄνευ πολέμου καὶ τῶν ἐν πολέμῳ ταλαιπωριῶν εἵλετο, οὐχ ὅπλα βαστάζων καὶ ἀνθρώπους ἀναιρῶν, ἄπαγε, ἀλλὰ τὸ ἀντίπαλον ἀρετῆς παθῶν καὶ κακιῶν στῖφος καθαιρῶν.

  75. 1.175.1

    τὸ δὲ σοφίας γένος ἄμμῳ γῆς (ibid. 14) ἐξομοιοῦται διά τε πληθὺν ἀπερίγραφον, καὶ διότι τὰς μὲν τῆς θαλάττης ἐπιδρομὰς ἡ ὑποταίνιος ἄμμος ἀνακρούεται, τὰς δὲ τῶν ἁμαρτημάτων καὶ ἀδικημάτων ὁ παιδείας λόγος. οὗτος δὲ κατὰ τὰς θείας ὑποσχέσεις ἄχρι τῶν περάτων τοῦ παντὸς εὐρύνεται καὶ τὸν ἔχοντα ἀποφαίνει τῶν τοῦ κόσμου κληρονόμον μερῶν, φθάνοντα πάντῃ, πρὸς τὰ ἑῷα, πρὸς τὰ ἑσπέρια, τὰ κατὰ μεσημβρίαν, τὰ προσάρκτια· λέγεται γάρ, ὅτι „πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ λίβα καὶ βορρᾶν καὶ ἀνατολάς“ (ibid. 14).

  76. 1.176.1

    ἔστι δ’ ὁ ἀστεῖος οὐκ ἴδιον μόνον ἀλλὰ καὶ κοινὸν ἀγαθὸν ἅπασιν, ἐξ ἑτοίμου τὴν ἀφ’ ἑαυτοῦ προτείνων ὠφέλειαν. ὡς γὰρ ἥλιος ἁπάντων ἐστὶ φῶς τῶν ὄψεις ἐχόντων, οὕτω καὶ ὁ σοφὸς τῶν ὅσοι λογικῆς κεκοινωνήκασι φύσεως· „ἐνευλογηθήσονται γὰρ ἐν σοὶ“ φησί „πᾶσαι αἱ φυλαί“ (ibid. 14).

  77. 1.177.1

    ὁ δὲ χρησμὸς οὗτος ἐφαρμόττει καὶ αὐτῷ τινι πρὸς ἑαυτὸν καὶ ἑτέρῳ πρὸς ἕτερον. ἐάν τε γὰρ ὁ ἐν ἐμοὶ νοῦς ἀρετῇ τελείᾳ καθαρθῇ, καὶ αἱ τοῦ περὶ ἐμὲ γεώδους φυλαὶ συγκαθαίρονται, ἃς ἔλαχον αἱ αἰσθήσεις καὶ ἡ μεγίστη δεξαμενή, τὸ σῶμα· ἐάν τέ τις κατ’ οἰκίαν ἢ πόλιν ἢ χώραν ἢ ἔθνος γένηται φρονήσεως ἐραστής, ἀνάγκη τὴν οἰκίαν ἐκείνην καὶ τὴν πόλιν καὶ τὴν χώραν καὶ τὸ ἔθνος ἀμείνονι βίῳ χρῆσθαι.

  78. 1.178.1

    καθάπερ γὰρ τὰ ἐκθυμιώμενα τῶν ἀρωμάτων εὐωδίας τοὺς πλησιάζοντας ἀναπίμπλησι, τὸν αὐτὸν τρόπον ὅσοι γείτονες καὶ ὅμοροι σοφοῦ, τῆς ἀπ’ αὐτοῦ σπῶντες αὔρας ἐπὶ μήκιστον χεομένης βελτιοῦνται τὰ ἤθη.

  79. 1.179.1

    Μεγίστη δέ ἐστιν εὐεργεσία ψυχῇ πονούσῃ καὶ διαθλούσῃ συνοδοιπόρον ἔχειν τὸν ἐφθακότα πάντῃ θεόν· „ἰδοὺ“ γάρ φησιν "ἐγὼ μετὰ σοῦ“ (ibid. 15). τίνος οὖν ἂν ἔτι χρεῖοι γενοίμεθα πλούτου, σὲ τὸν ἀληθείᾳ πλοῦτον ἔχοντες μόνον „διαφυλάσσοντα ἐν ὁδῷ“ (ibid.) τῇ πρὸς ἀρετὴν ἀγούσῃ κατὰ πάσας αὐτῆς τὰς τομάς; οὐ γὰρ ἓν μέρος ἐστὶ τοῦ λογικοῦ βίου τὸ πρὸς δικαιοσύνην καὶ τὴν ἄλλην τεῖνον ἀρετήν, ἀλλὰ μυρία ὅσα, ἐξ ὧν ἔστιν ὁρμωμένους φρονήσεως ἐφικνεῖσθαι.

  80. 1.180.1

    παγκάλως δὲ εἴρηται καὶ τὸ "ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην“ (ibid.). καλὸν μὲν γὰρ ἦν, τὸν λογισμὸν ἐφ’ ἑαυτοῦ μείναντα μὴ ἀποδημῆσαι πρὸς αἴσθησιν· δεύτερος δὲ πλοῦς, ἐφ’ ἑαυτὸν ὑποστρέψαι πάλιν.

  81. 1.181.1

    ἴσως δὲ καὶ τὸ περὶ ἀφθαρσίας ψυχῆς ὑπαινίττεται δόγμα διὰ τούτου· ἀπολιποῦσα μὲν γὰρ τὸν οὐράνιον τόπον, ὡς καὶ μικρῷ πρότερον ἐλέχθη, καθάπερ εἰς ξένην χώραν ἦλθε τὸ σῶμα. φησὶ δ’ οὐ μέχρι τοῦ παντὸς καθειργμένην αὐτὴν ὁ γεννήσας περιόψεσθαι πατήρ, ἀλλ’ οἶκτον λαβὼν λύσειν τὰ δεσμὰ καὶ ἐλευθέραν ἄχρι τῆς μητροπόλεως ἀσφαλῶς παραπέμψειν καὶ μὴ πρότερον ἀνήσειν ἢ τὰς διὰ λόγων ὑποσχέσεις ἀληθείας ἔργοις βεβαιωθῆναι· θεοῦ γὰρ ἴδιον λέγειν πάντως τὰ γενησόμενα. καίτοι τί τοῦτό φαμεν;

  82. 1.182.1

    ἔργων γὰρ ἀδιαφοροῦσιν αὐτοῦ οἱ λόγοι. διακινηθεῖσα οὖν καὶ διαναστᾶσα πρὸς τὰς περὶ τοῦ ὄντος ζητήσεις ἡ ἀσκητικὴ ψυχὴ τὸ μὲν πρῶτον ὑπετόπησεν εἶναι τὸ ὂν ἐν τόπῳ, μικρὸν δὲ ἐπισχοῦσα τῷ δυστοπάστῳ τῆς σκέψεως περιδεὴς γίνεται καὶ μετανοεῖν ἄρχεται.

  83. 1.183.1

    „ἐξηγέρθη“ γάρ φησιν „Ἰακὼβ καὶ εἶπεν, ὅτι ἔστι κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν“ (ibid. 16). καὶ ἄμεινον ἦν, εἴποιμ’ ἂν, ἀγνοεῖν ἢ ἔν τινι θεὸν ὑπολαμβάνειν εἶναι, τὸν περιέχοντα αὐτὸν ἐν κύκλῳ τὰ πάντα.

  84. 1.184.1

    Δικαίως οὖν ἐφοβήθη καὶ εἶπε θαυμαστικῶς· „ὡς φοβερὸς ὁ τόπος οὗτος“ (ibid. 17). ὄντως γὰρ τῶν ἐν φυσιολογίᾳ τόπος ἀργαλεώτατος, ἐν ᾧ ζητεῖται, ποῦ καὶ εἰ συνόλως ἔν τινι τὸ ὄν, τῶν μὲν λεγόντων, ὅτι πᾶν τὸ ὑφεστὼς χώραν τινὰ κατείληφε, καὶ ἄλλων ἄλλην ἀπονεμόντων, ἢ ἐντὸς τοῦ κόσμου ἢ ἐκτὸς αὐτοῦ μετακόσμιόν τινα, τῶν δὲ φασκόντων, ὅτι οὐδενὶ τῶν ἐν γενέσει τὸ ἀγένητον ὅμοιον, ἀλλὰ τοῖς ὅλοις ὑπερβάλλον, ὡς καὶ τὴν ὠκυδρομωτάτην διάνοιαν ὑστερίζουσαν μακρῷ τῆς καταλήψεως ὁμολογεῖν ἡττᾶσθαι.

  85. 1.185.1

    διόπερ εὐθὺς ἀνέκραγεν· „οὐκ ἔστι τοῦτο“ (ibid.), ὃ ἐδόξασα, „ὅτι ἔστι κύριος ἔν τῳ τόπῳ“ (ibid. 16)· περιέχει γάρ, ἀλλ’ οὐ περιέχεται κατὰ τὸν ἀληθῆ λόγον. τοῦτο δὲ τὸ δεικνύμενον καὶ ὁρατόν, ὁ αἰσθητὸς οὑτοσὶ κόσμος, οὐδὲν ἄρα ἄλλο ἐστὶν ἢ οἶκος θεοῦ (ibid.), μιᾶς τῶν τοῦ ὄντος δυνάμεων, καθ’ ἣν ἀγαθὸς ἦν.

  86. 1.186.1

    τὸν δὲ κόσμον οἶκον ὠνόμασε καὶ πύλην τοῦ πρὸς ἀλήθειαν οὐρανοῦ (ibid. 17) προσεῖπε. τί δὲ τοῦτ’ ἐστί; τὸν ἐκ τῶν ἰδεῶν συσταθέντα, ἐν τῷ χειροτονηθέντι κατὰ τὰς θείας χορηγίας, κόσμον νοητὸν οὐκ ἔνεστιν ἄλλως καταλαβεῖν ὅτι μὴ κατὰ τὴν τοῦ αἰσθητοῦ καὶ ὁρωμένου τούτου μετάβασιν.

  87. 1.187.1

    οὐδὲ γὰρ ἄλλο τῶν ὄντων οὐδὲν ἀσώματον ἐννοῆσαι δυνατὸν ὅτι μὴ τὴν ἀρχὴν λαβόντας ἀπὸ σωμάτων· ἠρεμούντων μὲν γὰρ ἐνοήθη τόπος, χρόνος δὲ κινουμένων, σημεῖα δὲ καὶ γραμμαὶ καὶ ἐπιφάνειαι καὶ συνόλως πέρατα ἀπὸ τῆς ἐξωτάτω περικειμένης οἷον ἀμπεχόνης.

  88. 1.188.1

    κατὰ τὸ ἀνάλογον οὖν καὶ ὁ νοητὸς ἀπὸ τοῦ αἰσθητοῦ κόσμος ἐνοήθη, πύλη τις ὢν ἐκείνου. ὡς γὰρ οἱ βουλόμενοι τὰς πόλεις θεάσασθαι διὰ πυλῶν εἰσίασιν, οὕτως ὅσοι τὸν ἀειδῆ κόσμον καταλαβεῖν ἐθέλουσιν, ὑπὸ τῆς τοῦ ὁρατοῦ φαντασίας ξεναγοῦνται. [ὁ δὲ νοητῆς ὑποστάσεως κόσμος ἄνευ ἡστινοσοῦν σχημάτων ὄψεως, μόνης δὲ διὰ τῆς ἀρχετύπου ἰδέας τῆς ἐν τῷ διαχαραχθέντι πρὸς τὸ θεαθὲν αὐτῷ εἶδος ἄνευ σκιᾶς μετακληθήσεται, πάντων αὐτῷ τειχῶν καὶ πάσης πύλης ἀπαρθέντων εἰς τὸ μὴ ἀπό τινος ἀθρῆσαι, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ ἀλέκτῳ τινὶ καὶ δυσερμηνεύτῳ θέᾳ διιδεῖν κάλλος ἀναλλοίωτον.]

  89. 1.189.1

    Περὶ μὲν δὴ τούτων ἅλις. ἐφαρμόζει δὲ τῷ αὐτῷ εἴδει καὶ ἕτερος ὄνειρος, ὁ περὶ τῆς ποικίλης ἀγέλης, ὃν περιαναστὰς ὁ φαντασιωθεὶς διηγεῖται φάσκων· "εἶπέ μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὕπνον· Ἰακώβ. ἐγὼ δὲ εἶπα· τί ἐστι; καὶ εἶπεν· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς. ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ, οὗ ἤλειψάς μοι στήλην καὶ ηὔξω μοι εὐχήν. νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ“ (Gen. 31,11 — 13).

  90. 1.190.1

    ὁρᾷς ὅτι θεοπέμπτους ὀνείρους ἀναγράφει ὁ θεῖος λόγος οὐ μόνον τοὺς κατὰ τὸ πρεσβύτατον τῶν αἰτίων προφαινομένους, ἀλλὰ καὶ τοὺς διὰ τῶν ὑποφητῶν αὐτοῦ καὶ ὀπαδῶν ἀγγέλων, οἳ θείας καὶ εὐδαίμονος μοίρας πρὸς τοῦ γεννήσαντος ἠξίωνται πατρός. σκόπει μέντοι καὶ τὸ ἀκόλουθον.

  91. 1.191.1

    ὁ ἱερὸς λόγος τοῖς μὲν ὡς βασιλεὺς ἃ χρὴ πράττειν ἐξ ἐπιτάγματος παραγγέλλει, τοῖς δὲ ὡς γνωρίμοις διδάσκαλος τὰ πρὸς ὠφέλειαν ὑφηγεῖται, τοῖς δὲ ὡς σύμβουλος γνώμας εἰσηγούμενος τὰς ἀρίστας τὸ συμφέρον ἐξ ἑαυτῶν οὐκ εἰδότας μεγάλα ὠφελεῖ, τοῖς δὲ ὡς φίλος ἐπιεικῶς καὶ μετὰ πειθοῦς πολλὰ καὶ τῶν ἀρρήτων ἀναφέρει, ὧν οὐδένα τῶν ἀτελέστων ἐπακοῦσαι θέμις.

  92. 1.192.1

    ἔστι δ’ ὅτε καὶ πυνθάνεταί τινων, ὥσπερ τοῦ Ἀδάμ· „ποῦ εἶ“ (Gen. 3, 9), πρὸς ὃ ἀποκρίναιτ’ ἄν τις οἰκείως „οὐδαμοῦ“, τῷ τἀνθρώπεια πάντα ἐν ὁμοίῳ μὴ μένειν, ἀλλὰ κινεῖσθαι καὶ ψυχῇ καὶ σώματι καὶ τοῖς ἐκτός. ἀνίδρυτοι μὲν γὰρ οἱ λογισμοί, φαντασίας ἀπὸ τῶν αὐτῶν πραγμάτων οὐχὶ τὰς αὐτὰς ἀλλ’ ἐναντίας ἔχοντες, ἀνίδρυτον δὲ καὶ τὸ σῶμα, ὡς μηνύουσιν αἱ ἐκ βρέφους ἄχρι γήρως τῶν ἡλικιῶν ἁπασῶν τροπαί, ἀνίδρυτα δὲ καὶ τὰ

  93. 1.193.1

    ἐκτὸς ἐπῃωρημένα φορᾷ τύχης ἀεὶ σαλευούσης. ἐπειδὰν μέντοι πρὸς τὸ τῶν φίλων ἔλθῃ συνέδριον, οὐ πρότερον ἄρχεται λέγειν ἢ ἕκαστον αὐτῶν ἀνακαλέσαι καὶ ὀνομαστὶ προσειπεῖν, ἵνα τὰ ὦτα ἀνορθιάσαντες, ἡσυχίᾳ καὶ προσοχῇ χρώμενοι, τῶν θεσμῳδουμένων εἰς ἄληστον μνήμην ἀκούωσιν· ἐπεὶ καὶ ἑτέρωθι λέγεται· „σιώπα καὶ ἄκουε“ (Deut. 27, 9).

  94. 1.194.1

    τοῦτον τὸν τρόπον ἐπὶ μὲν τοῦ βάτου Μωϋσῆς ἀνακαλεῖται — „ὡς γὰρ εἶδε“ φησίν „ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ τοῦ βάτου λέγων· Μωυσῆ, Μωυσῆ. ὁ δὲ εἶπε· τί ἐστιν;„ (Exod. 3,4) —, Ἀβραὰμ δὲ ἐπὶ τῆς τοῦ ἀγαπητοῦ καὶ μόνου παιδὸς ὁλοκαυτώσεως, ἡνίκα τε ἱερουργεῖν ἤρχετο καὶ ὁπότε δοὺς ἀπόπειραν εὐσεβείας ἐξ ἀνθρώπων ἀφανίσαι τὸ αὐτομαθὲς γένος, ἐπίκλησιν Ἰσαάκ, ἐκωλύθη·

  95. 1.195.1

    ἀρχομένου μὲν γάρ φησιν, ὅτι „ὁ θεὸς ἐπείραζε τὸν Ἀβραὰμ καὶ εἶπε πρὸς αὐτόν· Ἀβραάμ, Ἀβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. καὶ εἶπε· λάβε τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ ἀνένεγκε„, ἤδη δὲ τὸ ἱερεῖον ἐπὶ τὸν βωμὸν ἀνενηνοχότος, τότε „ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου ἐκ τοῦ οὐρανοῦ λέγων· Ἀβραάμ, Ἀβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. καὶ εἶπε· μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ μηδέν„ (Gen. 22,1. 2. 9 — 12).

  96. 1.196.1

    εἷς δὲ δὴ τοῦ φιλικοῦ θιάσου καὶ ὁ ἀσκητὴς ὢν εἰκότως προνομίας τῆς αὐτῆς ἀξιωθεὶς ἀνακαλεῖται· „εἶπε γάρ μοι„ φησίν „ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὕπνον· Ἰακώβ. ἐγὼ δὲ εἶπα· τί ἐστιν„ (Gen. 31, 11) ;

  97. 1.197.1

    ἀνακληθεὶς δὲ προσοχῇ χρῆται, τὰ φανέντα σημεῖα πειρώμενος ἀκριβοῦν, ἔστι δὲ τὰ σημεῖα τῶν λόγων οἷα θρεμμάτων ὀχεῖαί τε καὶ γενέσεις· „ἀναβλέψας„ γάρ φησι „τοῖς ὀφθαλμοῖς εἶδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας„ (Gen. 31, 12).

  98. 1.198.1

    αἰπολίου μὲν δὴ τράγος, ποίμνης δὲ κριὸς ἡγεμών ἐστι· τὰ δὲ ζῷα ταῦτα δυεῖν λόγων σύμβολα τελείων, ὧν ὁ μὲν ἕτερος καθαίρει καὶ κενοῖ ψυχὴν ἁμαρτημάτων, ὁ δὲ ἕτερος τρέφει καὶ πλήρη κατορθωμάτων ἐργάζεται. τοιοῦτοι μὲν οἱ ἡγεμόνες ἐν ἡμῖν ἀγελάρχαι λόγοι· αἱ δὲ ἀγέλαι προβάτοις καὶ αἰξὶ φερωνύμως διατεθεῖσαι ᾄττουσι καὶ προβαίνουσι μετὰ σπουδῆς πρὸς δικαιοσύνην.

  99. 1.199.1

    ἀναβλέψας οὖν τὸ τέως μεμυκὸς ὄμμα τῆς διανοίας εἶδε τοὺς ἀναλογοῦντας τράγοις καὶ κριοῖς τελείους λόγους ἠκονημένους πρός τε μείωσιν ἀδικημάτων καὶ ὧν χρὴ πράττειν συναύξησιν, πῶς ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, τὰς ἔτι νέας καὶ ἁπαλὰς ψυχὰς ἄρτι ἡβώσας καὶ ἄνθει τῷ τῆς ἀκμῆς ὡραϊζομένας, ἀναβαίνουσιν οὐκ ἄλογον ἡδονὴν διώκοντες, ἀλλ’ ἀοράτῳ σπορᾷ φρονήσεως χρώμενοι δογμάτων.

  100. 1.200.1

    εὔπαις γὰρ ὁ γάμος οὗτος οὐ σώματα συμπλέκων, ἀλλ’ εὐφυέσι ψυχαῖς τελείας ἀρετὰς ἁρμοζόμενος. ἐπιβαίνετε οὖν οἱ σοφίας ὀρθοὶ λόγοι πάντες, ὀχεύετε, σπείρετε, καὶ ἣν ἂν ἴδητε ψυχὴν βαθεῖαν, εὔγειον, παρθένον, μὴ παρέλθητε, καλέσαντες δ’ εἰς τὴν ὁμιλίαν καὶ συνουσίαν ἑαυτῶν τελειώσατε καὶ ἐγκύμονα ἀπεργάσασθε· τέξεται γὰρ πάντα ἀστεῖα, γενεὰν ἄρρενα „διαλεύκων, ποικίλων, σποδοειδῶν ῥαντῶν“ (Gen. 31, 10).

← Previous · Next → — showing 101200 of 558

First Thousand Years of Greek. CTS URN tlg0018.tlg019.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.