De somniis (lib. i‑ii)
- 1.1.1
Ἡ μὲν πρὸ ταύτης γραφὴ περιεῖχε τῶν θεοπέμπτων ὀνείρων τοὺς κατὰ τὸ πρῶτον εἶδος ταττομένους, ἐφ’ οὗ τὸ θεῖον ἐλέγομεν κατὰ τὴν ἰδίαν ἐπιβολὴν τὰς ἐν τοῖς ὕπνοις ἐπιπέμπειν φαντασίας. ἐν ταύτῃ δ’, ὡς ἂν οἷόν τε ᾖ, δηλώσομεν τοὺς ἐφαρμόττοντας τῷ δευτέρῳ.
- 1.2.1
δεύτερον δ’ εἶδος, ἐν ᾧ ὁ ἡμέτερος νοῦς τῷ τῶν ὅλων συγκινούμενος ἐξ ἑαυτοῦ κατέχεσθαί τε καὶ θεοφορεῖσθαι δοκεῖ, ὡς ἱκανὸς εἶναι προλαμβάνειν καὶ προγινώσκειν τι τῶν μελλόντων. ὄναρ δ’ ἐστὶ πρῶτον οἰκεῖον εἴδει τῷ σημαινομένῳ τὸ φανὲν ἐπὶ τῆς οὐρανοῦ κλίμακος τόδε·
- 1.3.1
„καὶ ἐνυπνιάσθη· καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτῆς· ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς· καὶ εἶπεν· ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ· μὴ φοβοῦ· ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου, καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ λίβα καὶ βορρᾶν καὶ ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου. καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, ᾗ ἂν πορευθῇς· καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησα σοι“ (Gen. 28,12—15).
- 1.4.1
προκατασκευὴ δ’ ἐστὶ τῆς φαντασίας ἀναγκαία, ἣν ἀκριβώσαντες εὐμαρῶς ἴσως δυνησόμεθα καὶ τὰ δηλούμενα ὑπὸ τῆς φαντασίας καταλαβεῖν. τίς οὖν ἡ προκατασκευή; „καὶ ἐξῆλθε“ φησίν „Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν, καὶ ἀπήντησε τόπῳ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ“ (ibid. 10. 11)· κἄπειτ’ εὐθύς ἐστι τὸ ὄναρ.
- 1.5.1
οὐκοῦν ἄξιον ἐν ἀρχῇ ταυτὶ τρία διαπορῆσαι· ἓν μὲν τί τὸ τοῦ ὅρκου φρέαρ καὶ διὰ τί οὕτως ὠνομάσθη, δεύτερον δὲ τίς ἡ Χαρρὰν καὶ διὰ τί ἀπὸ τοῦ λεχθέντος φρέατος ἐξελθὼν εἰς Χαρρὰν ἔρχεται εὐθύς, τρίτον τίς ὁ τόπος καὶ διὰ τί, ὅταν γένηται κατ’ αὐτόν, ὁ μὲν ἥλιος δύεται, αὐτὸς δὲ κοιμᾶται.
- 1.6.1
Σκοπῶμεν οὖν αὐτίκα τὸ πρῶτον. ἐμοὶ τοίνυν δοκεῖ σύμβολον εἶναι τὸ φρέαρ ἐπιστήμης· οὐ γάρ ἐστιν ἐπιπόλαιος αὐτῆς ἡ φύσις, ἀλλὰ πάνυ βαθεῖα· οὐδ’ ἐν φανερῷ πρόκειται, ἀλλ’ ἐν ἀφανεῖ που κρύπτεσθαι φιλεῖ· οὐδὲ ῥᾳδίως, ἀλλὰ μετὰ πολλῶν πόνων καὶ μόλις ἀνευρίσκεται. καὶ ταῦτ’ οὐ μόνον ἐπὶ τῶν μεγάλα καὶ ἀμύθητα ὅσα θεωρήματα ἐχουσῶν, ἀλλὰ καὶ ἐπὶ τῶν εὐτελεστάτων θεωρεῖται.
- 1.7.1
ἣν γοῦν ἂν ἐθέλῃς ἑλοῦ τῶν τεχνῶν, μή μοι τὴν ἀρίστην, ἀλλὰ τὴν πασῶν ἀφανεστάτην, ἣν ἐλεύθερος μὲν ἴσως οὐδεὶς ἐν πόλει τραφεὶς ἑκὼν ἐπιτηδεύσειεν ἄν, ἐν ἀγρῷ δὲ μόλις ἄκων οἰκέτης δυσκόλῳ καὶ δυστρόπῳ παλαίων δεσπότῃ βιαζομένῳ πολλὰ δρᾶν τῶν ἀβουλήτων.
- 1.8.1
εὑρεθήσεται γὰρ οὐχ ἁπλοῦν, ἀλλὰ ποικίλον τὸ πρᾶγμα, οὐ θήρᾳ ληπτόν, δυσεύρετον, δυσπεριγένητον, ἐχθρὸν μὲν ὄκνῳ καὶ ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ, σπουδῆς δὲ καὶ φιλοτιμίας ἱδρώτων τε καὶ φροντίδων μεστόν. οὗ χάριν οὐδ’ ὕδωρ ἐν τῷ φρέατι τούτῳ φασὶν οἱ ὀρύττοντες εὑρεῖν (Gen. 26,32), ἐπειδὴ τὰ τέλη τῶν ἐπιστημῶν οὐ δυσεύρετα μόνον, ἀλλὰ καὶ ἀνεύρετα παντελῶς εἶναι συμβέβηκε.
- 1.9.1
γραμματικώτερος δὲ διὰ τοῦτο καὶ γεωμετρικώτερος ἕτερος ἑτέρου γίνεται τῷ τὰς ἐπιτάσεις καὶ παραυξήσεις ἀμήχανον εἶναι ὅροις περιγραφῆναι· πλείω γὰρ ἀεὶ τῶν εἰς μάθησιν ἡκόντων τὰ ἀπολειπόμενα ἐκδέχεται καὶ ἐφεδρεύει, ὡς καὶ τὸν ἅπτεσθαι περάτων ἐπιστήμης ὑπολαμβανόμενον ἡμιτελῆ παρ’ ἑτέρῳ κριτῇ νομίζεσθαι, παρὰ δὲ ἀληθείᾳ δικαζούσῃ καὶ ἄρτι ἄρχεσθαι δοκεῖν.
- 1.10.1
„βραχὺς μὲν γὰρ ὁ βίος,“ ἔφη τις, „ἡ δὲ τέχνη μακρά,“ ἧς ἄριστα καταλαμβάνει τὸ μέγεθος ὁ ἀψευδῶς ἐμβαθύνων αὐτῇ καὶ ὥσπερ φρέαρ αὐτὴν ὀρύττων. διὸ καὶ τελευτῶντά τινα πολιὸν ἤδη καὶ ὑπέργηρων λόγος ἔχει δακρύειν, οὐ δι’ ἀνανδρίαν φόβῳ θανάτου, ἀλλὰ διὰ παιδείας ἵμερον ὡς νῦν πρῶτον εἰς αὐτὴν εἰσιόντα, ὅτε πανύστατ’ ἔξεισιν.
- 1.11.1
ἀνθεῖ γὰρ ἡ ψυχὴ πρὸς ἐπιστήμην, ὁπότε αἱ τοῦ σώματος ἀκμαὶ χρόνου μήκει μαραίνονται. πρὶν οὖν ἡβῆσαι καὶ ἐννεάσαι τῇ τῶν πραγμάτων ἀκριβεστέρᾳ καταλήψει, χαλεπὸν ὑποσκελισθῆναι. τὸ δὲ πάθος τοῦτο κοινὸν ἁπάντων ἐστὶ τῶν φιλομαθῶν, οἷς νέα ἐπὶ παλαιοῖς ἀνίσχει καὶ ἀναλάμπει θεωρήματα, πολλὰ μὲν καὶ τῆς ψυχῆς, ὁπότε μὴ στεῖρα καὶ ἄγονος εἴη, τικτούσης, πολλὰ δὲ καὶ τῆς φύσεως ἀτεκμάρτως ἐκ ταὐτομάτου προφαινούσης τοῖς διάνοιαν ὀξυδορκοῦσι. τὸ μὲν οὖν ἐπιστήμης φρέαρ ὅρον καὶ τελευτὴν οὐκ ἔχον τοιοῦτον ἀπεδείχθη.
- 1.12.1
διὰ τί δὲ ὅρκος ὠνομάσθη (Gen. 26,33), λεκτέον· τὰ ἐνδοιαζόμενα τῶν πραγμάτων ὅρκῳ διακρίνεται καὶ τὰ ἀβέβαια βεβαιοῦται καὶ τὰ ἄπιστα λαμβάνει πίστιν· ἐξ ὧν ἐκεῖνο συνάγεται, ὅτι περὶ οὐδενὸς ἄν τις οὕτως βεβαιώσαιτο, ὡς περὶ τοῦ τὸ σοφίας γένος ἀπερίγραφον καὶ ἀτελεύτητον εἶναι.
- 1.13.1
καλὸν μὲν οὖν καὶ ἀνωμότῳ διεξιόντι περὶ τούτων συνεπιγράφεσθαι· ὁ δὲ μὴ λίαν εἰς συναίνεσιν εὐχερὴς ἐνωμότῳ γενομένῳ συναινείτω. μηδεὶς δὲ ὀμνύναι τὸν τοιοῦτον ὅρκον ἀναδυέσθω σαφῶς εἰδώς, ὅτι ἐν εὐόρκων γραφήσεται στήλαις.
- 1.14.1
ἅλις μὲν δὴ τούτων. ἑπόμενον δ’ ἂν εἴη σκέψασθαι, διὰ τί τεττάρων ὀρυττομένων φρεάτων ὑπὸ τῶν ἀμφὶ τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ (Gen. 21, 25. 26,19—23) τὸ τέταρτον καὶ τελευταῖον „ὅρκος“ προσερρήθη.
- 1.15.1
μήποτ’ οὖν δι’ ὑπονοιῶν ἐκεῖνο βούλεται παραστῆσαι, ὅτι κἀν τῷ παντὶ τεττάρων ὄντων, ἐξ ὧν συνέστηκεν ὅδε ὁ κόσμος, καὶ ἐν ἡμῖν αὐτοῖς ἰσαρίθμων, ἐξ ὧν διαπλασθέντες εἰς ἀνθρωπόμορφον εἶδος ἐτυπώθημεν, τὰ μὲν [[οὖν]ὗν] τρία πέφυκεν ἀμηγέπῃ καταλαμβάνεσθαι, τὸ δὲ τέταρτον ἀκατάληπτον πᾶσι τοῖς κριταῖς ἐστιν.
- 1.16.1
ἐν μὲν οὖν τῷ κόσμῳ γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ οὐρανὸν τέτταρα τὰ πάντα εἶναι συμβέβηκεν· ὧν τὰ μὲν ἄλλα κἂν δυσευρέτου, ἀλλ’ οὐκ εἰσάπαν ἀνευρέτου μοίρας ἠξίωται.
- 1.17.1
καὶ γὰρ γῆν, ὅτι ἐστὶ σῶμα βαρὺ καὶ ἀδιάλυτον καὶ στερέμνιον καὶ τεμνόμενον εἰς ὄρη καὶ πεδιάδας χώρας καὶ ποταμοῖς καὶ θαλάττῃ διαιρούμενον, ὡς τὰ μὲν νησιάζειν, τὰ δὲ ἠπειροῦσθαι, καὶ ὅτι τὸ μὲν αὐτῆς λεπτόγεων, τὸ δὲ βαθύγειον, καὶ τὸ μὲν τραχὺ καὶ στρυφνὸν καὶ λιθῶδες καὶ εἰσάπαν ἄγονον, τὸ δὲ λεῖον καὶ μαλακὸν καὶ γονιμώτατον, καὶ μυρία πρὸς τούτοις ἕτερα καταλαμβάνομεν·
- 1.18.1
καὶ πάλιν ὕδωρ ὅτι πολλά τε τῶν εἰρημένων ἔχει κοινὰ πρὸς γῆν καὶ ἐξαίρετα ἕτερα· τὸ μὲν γὰρ αὐτοῦ γλυκύ, τὸ δ’ ἁλμυρόν, τὸ δ’ ἄλλαις διακεκριμένον ἰδέαις· καὶ τὸ μὲν πότιμον, τὸ δ’ οὐ πότιμον—καὶ ἑκάτερον οὐ πᾶσιν, ἀλλ’ οἷς θάτερον, οὐ τὸ ἕτερον, καὶ οἷς μὴ θάτερον, πάντως τὸ ἕτερον —, καὶ τὸ μὲν φύσει ψυχρόν, τὸ δὲ φύσει θερμόν —
- 1.19.1
εἰσὶ γὰρ μυρίαι πολλαχόθι πηγαὶ ζέον ὕδωρ ἐκδιδοῦσαι, οὐ κατὰ γῆν μόνον ἀλλὰ καὶ κατὰ θάλατταν· ἤδη γοῦν ἐφάνησαν φλέβες ἀνομβροῦσαι ζέον ὕδωρ ἐν μέσοις πελάγεσιν, ἃς ἡ τοσαύτη τῶν ἐν κύκλῳ πελαγῶν ἀνάχυσις ἐξ αἰῶνος ἐπικλύζουσα οὐκ ἴσχυσε σβέσαι, ἀλλ’ οὐδ’ ἐπὶ ποσὸν ἀνεῖναι —·
- 1.20.1
καὶ πάλιν ὅτι ὁ ἀὴρ ἔχει φύσιν εἴκουσαν ἀντιπεριιστάμενος τοῖς σώμασιν, ὄργανον ὢν ζωῆς, ἀναπνοῆς, ὁράσεως, ἀκοῆς, τῶν ἄλλων αἰσθήσεων, πυκνότητας καὶ μανότητας κινήσεις τε καὶ ἠρεμίας ἐνδεχόμενος, τροπὰς καὶ μεταβολὰς παντοίας τρεπόμενός τε καὶ μεταβάλλων, χειμῶνας καὶ θέρη γεννῶν καὶ τὰς μετοπωρινὰς καὶ ἐαρινὰς ὥρας, ἐξ ὧν ὁ ἐνιαυτοῦ κύκλος πέφυκε περατοῦσθαι.
- 1.21.1
τούτων μὲν δὴ πάντων αἰσθανόμεθα, ὁ δ’ οὐρανὸς ἀκατάληπτον ἔχει τὴν φύσιν, οὐδὲν ἑαυτοῦ σαφὲς γνώρισμα πρὸς ἡμᾶς ἀποστείλας. τί γὰρ ἂν εἴποιμεν; ὅτι πεπηγώς ἐστι κρύσταλλος, ὡς ἠξίωσάν τινες; ἢ ὅτι πῦρ τὸ καθαρώτατον; ἢ ὅτι πέμπτον κυκλοφορικὸν σῶμα, μηδενὸς τῶν τεττάρων στοιχείων μετέχον; τί δ’; ἡ ἀπλανὴς καὶ ἐξωτάτω σφαῖρα πρὸς τὸ ἄνω βάθος ἔχει ἢ αὐτὸ μόνον ἐστὶν ἐπιφάνεια βάθους ἐρήμη, τοῖς ἐπιπέδοις σχήμασιν ἐοικυῖα; τί δ’;
- 1.22.1
οἱ ἀστέρες πότερον γῆς εἰσιν ὄγκοι πυρὸς πλήρεις — ἄγκεα γὰρ καὶ νάπας καὶ μύδρους διαπύρους εἶπον αὐτοὺς εἶναί τινες, αὐτοὶ δεσμωτηρίου καὶ μύλωνος, ἐν οἷς τὰ τοιαῦτά ἐστιν ἐπὶ τιμωρίᾳ τῶν ἀσεβῶν, ὄντες ἐπάξιοι — ἢ συνεχὴς καί, ὡς εἶπέ τις, πυκνὴ ἁρμονία, πιλήματα ἀδιάλυτα αἰθέρος; ἔμψυχοι δὲ καὶ νοεροὶ ἢ νοῦ καὶ ψυχῆς ἀμέτοχοι; προαιρετικὰς δὲ ἢ κατηναγκασμένας αὐτὸ μόνον κινήσεις ἔχοντες; τί δέ;
- 1.23.1
σελήνη πότερον γνήσιον ἢ νόθον ἐπιφέρεται φέγγος ἡλιακαῖς ἐπιλαμπόμενον ἀκτῖσιν ἢ καθ’ αὑτὸ μὲν ἰδίᾳ τούτων οὐδέτερον, τὸ δ’ ἐξ ἀμφοῖν ὡς ἂν ἐξ οἰκείου καὶ ἀλλοτρίου πυρὸς κρᾶμα; πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα τοῦ ἀρίστου τε καὶ τετάρτου τῶν ἐν κόσμῳ σώματος ὄντα, οὐρανοῦ, ἄδηλα καὶ ἀκατάληπτα, στοχασμοῖς καὶ εἰκασίαις, οὐ παγίῳ λόγῳ τῆς ἀληθείας, ἐφορμοῦντα·
- 1.24.1
ὥστε κἂν ὀμόσαι τινὰ θαρρήσαντα, ὅτι θνητὸς οὐδεὶς πώποτε ἰσχύσει τούτων ἐναργῶς καταλαβεῖν οὐδέν. ὅρκος διὰ τοῦτ’ ὠνομάσθη τὸ τέταρτον καὶ ξηρὸν φρέαρ, ἡ τοῦ τετάρτου τῶν ἐν τῷ κόσμῳ ζήτησις
- 1.25.1
ἀτελεύτητος καὶ πάντῃ δυσεύρετος, οὐρανοῦ. ἴδωμεν δέ, ὃν τρόπον καὶ τὸ ἐν ἡμῖν αὐτοῖς τέταρτον διαφερόντως καὶ κατ’ ἐξαίρετον λόγον ἀκατάληπτον εἶναι πέφυκεν. οὐκοῦν τέτταρα τὰ ἀνωτάτω τῶν περὶ ἡμᾶς ἐστι, σῶμα, αἴσθησις, λόγος, νοῦς· τούτων μὲν δὴ τὰ τρία οὐ κατὰ πάσας ἄδηλα τὰς ἰδέας ἐστίν, ἀλλ’ ἔχει τινὰ δείγματα ἐν ἑαυτοῖς τοῦ καταλαμβάνεσθαι.
- 1.26.1
τί δ’ ἔσθ’ ὅ φημι; ὅτι τὸ σῶμα καὶ τριχῇ διαστατὸν καὶ ἑξαχῇ κινητόν, ἴσμεν, διαστάσεις μὲν τρεῖς ἔχον, μῆκος, βάθος, πλάτος, κινήσεις δὲ τὰς διπλασίας ἕξ, τὴν ἄνω, τὴν κάτω, τὴν ἐπὶ δεξιά, τὴν ἐπὶ εὐώνυμα, τὴν πρόσω, τὴν εἰς τὸ κατόπιν· ἀλλὰ καὶ ὅτι ψυχῆς ἐστιν ἀγγεῖον, οὐκ ἀγνοοῦμεν· ἀλλὰ καὶ ὅτι ἡβᾷ, φθίνει, γηράσκει, τελευτᾷ, διαλύεται,
- 1.27.1
σαφῶς ἴσμεν. καὶ πρὸς αἴσθησιν μέντοι γε οὐ παντάπασιν ἀμβλεῖς καὶ πηροὶ γεγόναμεν, ἀλλ’ ἔχομεν εἰπεῖν, ὅτι καὶ πενταχῇ σχίζεται καὶ ὄργανα ἑκάστης ἐστὶν ὑπὸ φύσεως δημιουργηθέντα οἰκεῖα, ὁράσεως μὲν ὀφθαλμοί, ἀκοῆς δὲ ὦτα, ῥῖνες δὲ ὀσφρήσεως καὶ τῶν ἄλλων τὰ οἷς ἐναρμόζεται, καὶ ὅτι ἄγγελοι διανοίας εἰσὶ διαγγέλλουσαι χρώματα, σχήματα, φωνάς, ἀτμῶν καὶ χυλῶν ἰδιότητας, συνόλως σώματα καὶ ὅσαι ποιότητες ἐν τούτοις, καὶ ὅτι δορυφόροι ψυχῆς εἰσιν, ὅσα ἂν ἴδωσιν ἢ ἀκούσωσι δηλοῦσαι κἂν εἴ τι βλαβερὸν ἔξωθεν ἐπίοι προορώμεναί τε καὶ φυλαττόμεναι, ὡς μὴ λάθρᾳ παρεισρευὲν αἴτιον ζημίας ἀνηκέστου τῇ
- 1.28.1
δεσποίνῃ γένηται. καὶ φωνὴ δ’ οὐκ εἰσάπαν ἀποδιδράσκει τὴν ἡμετέραν κρίσιν, ἀλλ’ ἴσμεν ὅτι ἡ μὲν ὀξεῖα, ἡ δὲ βαρεῖα, καὶ ἡ μὲν ἐμμελὴς καὶ ἐναρμόνιος, ἡ δὲ ἀπῳδὸς καὶ λίαν ἀνάρμοστος, καὶ πάλιν ἡ μὲν μείζων, ἡ δὲ ἐλάττων· διαφέρουσι καὶ ἄλλοις μυρίοις, γένεσι, χρώμασι, διαστήμασι, συνημμέναις τάσεσι καὶ διεζευγμέναις, ταῖς διὰ τεττάρων, ταῖς διὰ πέντε, ταῖς διὰ πασῶν συμφωνίαις.
- 1.29.1
καὶ μὲν δὲ καὶ τῆς ἐνάρθρου φωνῆς, ἣν μόνος ἐκ πάντων ζῴων ἔλαχεν ἄνθρωπος, ἔστιν ἃ γνωρίζομεν· οἷον ὅτι ἀπὸ διανοίας ἀναπέμπεται, ὅτι ἐν τῷ στόματι ἀρθροῦται, ὅτι ἡ γλῶσσα πλήττουσα τῇ τῆς φωνῆς τάσει τὸ ἔναρθρον ἐνσφραγίζεται καὶ λόγον, ἀλλ’ οὐ ψιλὴν αὐτὸ μόνον φωνὴν ἀργὴν καὶ ἀδιατύπωτον ἦχον ἀπεργάζεται, ὅτι κήρυκος ἢ ἑρμηνέως ἔχει τάξιν πρὸς τὸν ὑποβάλλοντα νοῦν.
- 1.30.1
ἆρ’ οὖν καὶ τὸ τέταρτον τῶν ἐν ἡμῖν αὐτοῖς, ὁ ἡγεμὼν νοῦς, καταληπτός ἐστιν; οὐ δήπου. τί γὰρ αὐτὸν οἰόμεθα κατὰ τὴν οὐσίαν εἶναι; πνεῦμα ἢ αἷμα ἢ σῶμα συνόλως — ἀλλ’ οὐ σῶμα, ἀσώματον δὲ λεκτέον — ἢ πέρας ἢ εἶδος ἢ ἀριθμὸν ἢ ἐνδελέχειαν ἢ ἁρμονίαν ἢ τί τῶν ὄντων;
- 1.31.1
γεννώμενον δ’ εὐθὺς ἢ ἔξωθεν εἰσκρίνεται ἢ ὑπὸ τοῦ περιέχοντος ἀέρος ἡ ἔνθερμος ἐν ἡμῖν φύσις οἷα σίδηρος ἐν χαλκέως πεπυρωμένος ὕδατι ψυχρῷ πρὸς τὸ κραταιότατον στομοῦται; διότι καὶ παρὰ τὴν ψῦξιν ὠνομάσθαι ψυχὴ δοκεῖ. τί δέ; τελευτώντων σβέννυται καὶ συμφθείρεται τοῖς σώμασιν ἢ πλεῖστον ἐπιβιοῖ χρόνον ἢ κατὰ τὸ παντελὲς ἄφθαρτόν ἐστι;
- 1.32.1
ποῦ δ’ ἐμπεφώλευκεν ὁ νοῦς αὐτῷ; ἆρα οἶκον κεκλήρωται; οἱ μὲν γὰρ τὴν ἀκρόπολιν ἐν ἡμῖν ἀνιέρωσαν αὐτῷ κεφαλήν, περὶ ἣν καὶ αἱ αἰσθήσεις λοχῶσιν, εἰκὸς εἶναι νομίσαντες ἐγγὺς οἷα μεγάλου βασιλέως ἐφεδρεύειν τοὺς δορυφόρους· οἱ δ’ ὑπὸ καρδίας αὐτὸν ἀγαλματοφορεῖσθαι διανοηθέντες γνωσιμαχοῦσιν. ἀεὶ δὴ τὸ τέταρτον ἀκατάληπτον,
- 1.33.1
οὐρανὸς μὲν ἐν κόσμῳ παρὰ τὴν ἀέρος καὶ γῆς καὶ ὕδατος φύσιν, νοῦς δὲ ἐν ἀνθρώπῳ παρὰ σῶμα καὶ αἴσθησιν καὶ τὸν ἑρμηνέα λόγον. μήποτε μέντοι καὶ τὸ τέταρτον ἔτος „ἅγιον καὶ αἰνετὸν“ ταύτης ἕνεκα τῆς αἰτίας ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς δηλοῦται (Lev. 19,24)·
- 1.34.1
τὸ γὰρ ἐν τοῖς γεγονόσιν ἅγιον οὐρανὸς μέν ἐστιν ἐν κόσμῳ, καθ’ ὃν αἱ ἄφθαρτοι καὶ μακραίωνες φύσεις περιπολοῦσιν, ἐν ἀνθρώπῳ δὲ νοῦς, ἀπόσπασμα θεῖον ὤν, καὶ μάλιστα κατὰ Μωυσέα λέγοντα· „ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2, 7).
- 1.35.1
καὶ ἑκάτερον δὲ αἰνετὸν οὐκ ἀπὸ σκοποῦ μοι δοκεῖ προσειρῆσθαι· τὰ γὰρ δυνάμενα τοὺς ἐπαίνους καὶ ὕμνους καὶ εὐδαιμονισμοὺς ἐκτραγῳδεῖν τοῦ γεννήσαντος πατρὸς ταῦτ’ ἐστίν, οὐρανός τε καὶ νοῦς. ἄνθρωπος μὲν γὰρ ἐξαιρέτου παρὰ τὰ ἄλλα ζῷα γέρως ἔλαχε, θεραπεύειν τὸ ὄν, ὁ δὲ οὐρανὸς ἀεὶ μελῳδεῖ, κατὰ τὰς κινήσεις τῶν ἐν ἑαυτῷ τὴν πάμμουσον ἁρμονίαν ἀποτελῶν·
- 1.36.1
ἧς εἰ συνέβαινε τὴν ἠχὴν εἰς τὰς ἡμετέρας φθάνειν ἀκοάς, ἔρωτες ἂν ἀκάθεκτοι καὶ λελυττηκότες ἵμεροι καὶ ἄπαυστοι καὶ μανιώδεις ἐγίνοντο οἶστροι, ὡς καὶ τῶν ἀναγκαίων ἀπέχεσθαι τρεφομένους μηκέθ’ ὡς θνητοὶ σιτίοις καὶ ποτοῖς διὰ φάρυγγος, ἀλλ’ ὡς οἱ μέλλοντες ἀπαθανατίζεσθαι δι’ ὤτων μουσικῆς τελείας ἐνθέοις ᾠδαῖς· ὧν ἀκροατὴν Μωυσῆν ἀσώματον γενόμενον λόγος ἔχει τεσσαράκοντα ἡμέρας καὶ τὰς ἴσας νύκτας μήτε ἄρτου μήτε ὕδατος ψαῦσαι τὸ παράπαν (Exod. 24,18).
- 1.37.1
ὁ τοίνυν οὐρανός, τὸ μουσικῆς ἀρχέτυπον ὄργανον, ἄκρως ἡρμόσθαι δοκεῖ δι’ οὐδὲν ἕτερον ἢ ἵνα οἱ ἐπὶ τιμῇ τοῦ τῶν ὅλων πατρὸς ᾀδόμενοι ὕμνοι μουσικῶς ἐπιψάλλωνται. καὶ τὴν ἀρετὴν μέντοι Λείαν ἀκούομεν ἐπὶ τῆς τοῦ τετάρτου γενέσεως υἱοῦ μηκέτι τίκτειν δυναμένην, ἀλλ’ ἐπέχουσαν ἢ ἐπεχομένην τὰς γονάς· εὕρισκε γάρ, οἶμαι, πᾶσαν τὴν γένεσιν ἐξ αὐτῆς ξηράν τε καὶ στεῖραν, ἡνίκα Ἰούδαν, τὴν ἐξομολόγησιν, τὸν τέλειον καρπόν, ἤνθησε.
- 1.38.1
διαφέρει δ’ οὐδὲν τὸ λέγειν "ἵστασθαι τίκτουσαν” (Gen. 29, 35) τοῦ μὴ εὑρίσκειν ἐν τῷ τετάρτῳ φρέατι τοὺς παῖδας Ἰσαὰκ ὕδωρ (Gen. 26,32), ἐπειδήπερ ἐξ ἑκατέρου τῶν συμβόλων ἐμφαίνεται τὸ πάντα διψῆν θεοῦ, παρ’ ὃν αἱ γενέσεις καὶ τροφαὶ τοῖς γεγονόσιν ἄρδονται.
- 1.39.1
μικροπολῖται μὲν οὖν τινες ἴσως ὑπολήψονται περὶ φρεάτων διορυχῆς τὸν τοσοῦτον εἶναι λόγον τῷ νομοθέτῃ, οἱ δὲ δὴ μείζονι ἐγγραφέντες πατρίδι, τῷδε τῷ κόσμῳ, τελειοτέρων φρονημάτων ὄντες, εἴσονται σαφῶς, ὅτι περὶ τεττάρων ἐστίν, οὐ φρεάτων, ἀλλὰ τῶν τοῦ παντὸς μερῶν ἡ ζήτησις τοῖς ὁρατικοῖς καὶ φιλοθεάμοσι, γῆς, ὕδατος, ἀέρος, οὐρανοῦ.
- 1.40.1
ὧν ἕκαστον ἐπινοίαις εἰς ἄκρον πεποιημέναις διεξελθόντες ἐν μὲν τοῖς τρισὶν εὗρόν τινα καταληπτά — διὸ καὶ τρία ὀνόματα ἐπεφήμισαν τοῖς εὑρεθεῖσιν, ἀδικίαν, ἔχθραν, εὐρυχωρίαν (Gen. 26, 20. 21. 22) —, ἐν δὲ τῷ τετάρτῳ τὸ παράπαν οὐδέν, οὐρανῷ, καθάπερ ὀλίγῳ πρότερον ἐδηλώσαμεν· τὸ γὰρ τέταρτον φρέαρ ἄνυδρον καὶ ξηρὸν εὑρίσκεται καὶ ὅρκος διὰ τὴν εἰρημένην αἰτίαν προσαγορεύεται.
- 1.41.1
Τὰ δὲ ἑπόμενα ζητήσωμεν ἐρευνῶντες, τίς ἡ Χαρρὰν καὶ διὰ τί ὁ ἀπὸ τοῦ φρέατος ἐξελθὼν εἰς αὐτὴν ἔρχεται (Gen. 28,10). ἔστι τοίνυν, ὡς ἔμοιγε φαίνεται, Χαρρὰν μητρόπολίς τις αἰσθήσεων. ἑρμηνεύεται γὰρ τοτὲ μὲν ὀρυκτή, τοτὲ δὲ τρῶγλαι, δι’ ἀμφοτέρων τῶν ὀνομάτων ἑνὸς δηλουμένου πράγματος.
- 1.42.1
τὸ γὰρ σῶμα ἡμῶν εἰς τὰ τῶν αἰσθήσεων ὄργανα τρόπον τινὰ ἐξορώρυκται, καὶ γέγονεν ἕκαστον τῶν ὀργάνων ἑκάστης ὀπή τις αἰσθήσεως, ἐν ᾗ πέφυκε φωλεύειν. ὅταν οὖν τις ἀπὸ τοῦ φρέατος, ὃ καλεῖται ὅρκος, ὥσπερ ἀπὸ λιμένος ἐξαναχθῇ, παραγίνεται εὐθὺς εἰς Χαρρὰν ἀναγκαίως· τὸν γὰρ ἀποδημίαν στελλόμενον ἀπὸ τοῦ ἀρίστου καὶ ἀπειρομεγέθους ἐπιστήμης χωρίου κατ’ ἀναγκαῖον αἰσθήσεις ἄνευ ξεναγῶν ὑποδέχονται.
- 1.43.1
κινεῖται γὰρ ἡμῶν ἡ ψυχὴ πολλάκις μὲν ἐφ’ ἑαυτῆς, ὅλον τὸν σωματικὸν ὄγκον ἐκδῦσα καὶ τὸν τῶν αἰσθήσεων ὄχλον ἀποδρᾶσα, πολλάκις δὲ καὶ ταῦτα ἐπαμπισχομένη. τὴν μὲν οὖν γυμνὴν κίνησιν αὐτῆς τὰ νοήσει μόνῃ καταληπτὰ ἔλαχε, τὴν δὲ μετὰ σώματος τὰ αἰσθητά.
- 1.44.1
εἴ τις οὖν ὁμιλεῖν εἰσάπαν ἀδυνατεῖ διανοίᾳ μόνῃ, δευτέραν καταφυγὴν αἴσθησιν εὑρίσκεται, καὶ ὅστις ἂν σφαλῇ τῶν νοητῶν, αὐτίκα πρὸς τὰ αἰσθητὰ κατασύρεται· δεύτερος γὰρ ἀεὶ πλοῦς ὁ πρὸς αἴσθησιν τοῖς μὴ δυνηθεῖσι πρὸς τὸν ἡγεμόνα νοῦν εὐπλοῆσαι.
- 1.45.1
καλὸν δὲ κἀν τούτῳ γενομένους μὴ καταγηράσαι καὶ διαιωνίσαι, ἀλλ’ ὡς ἐν ξένῃ διατρίβοντας παροίκων τρόπον ἀεὶ μετανάστασιν ζητεῖν καὶ ἐπάνοδον εἰς τὴν πατρῴαν γῆν. Λάβαν μὲν γὰρ οὐκ εἶδος, οὐ γένος, οὐκ ἰδέαν, οὐκ ἐννόημα, οὐκ ἄλλο τῶν νοήσει μόνῃ καταλαμβανομένων οὐδὲν ἁπλῶς εἰδώς, ἠρτημένος δὲ τῶν ἐμφανῶν, ἅπερ εἰς ὄψεις καὶ ἀκοὰς καὶ τὰς συγγενεῖς δυνάμεις ἔρχεται, πατρίδος ἠξίωται Χαρράν, ἣν ὡς ξένην ὁ φιλάρετος Ἰακὼβ πρὸς ὀλίγον οἰκεῖ χρόνον, τῆς οἴκαδε ἐπανόδου διαμεμνημένος.
- 1.46.1
φησὶ γοῦν ἡ μήτηρ, ἡ ὑπομονή, Ῥεβέκκα πρὸς αὐτόν· „ἀναστὰς ἀπόδραθι πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαρράν, καὶ οἴκησον μετ’ αὐτοῦ ἡμέρας τινάς“ (Gen. 27, 43. 44). ἆρα οὖν κατανοεῖς, ὅτι οὐχ ὑπομένει ὁ ἀσκητὴς ἐν τῇ χώρᾳ τῶν αἰσθήσεων καταβιῶναι, ἀλλ’ ἡμέρας ὀλίγας καὶ βραχύν τινα χρόνον διὰ τὰς τοῦ συνδέτου σώματος ἀνάγκας, ὁ δὲ μακρὸς αἰὼν αὐτῷ καὶ βίος ἐν τῇ νοητῇ πόλει ταμιεύεται;
- 1.47.1
παρό μοι δοκεῖ καὶ ὁ πάππος αὐτοῦ τῆς ἐπιστήμης, Ἀβραὰμ ὄνομα, μὴ πολὺν χρόνον ὑπομεῖναι τῇ Χαρρὰν ἐνδιατρῖψαι. λέγεται γὰρ ὅτι „Ἀβραὰμ ἦν ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαρράν“ (Gen. 12, 4), καίτοι τοῦ πατρὸς αὐτοῦ Θάρρα, ὃς ἑρμηνεύεται κατασκοπὴ ὀσμῆς, μέχρι τελευτῆς ἐν αὐτῇ
- 1.48.1
βιώσαντος. ῥητῶς γοῦν ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς δηλοῦται, ὅτι „ἀπέθανε Θάρρα ἐν Χαρράν“ (Gen. 11,32)· κατάσκοπος γὰρ ἦν ἀρετῆς, οὐ πολίτης, καὶ ὀσμαῖς ἀλλ’ οὐ τροφῶν ἀπολαύσεσιν ἐχρῆτο, μήπω ἱκανὸς ὢν ἐμπίπλασθαι φρονήσεως, ἀλλὰ μηδὲ γεύεσθαι, τοῦτο δ’ αὐτὸ μόνον ὀσφραίνεσθαι.
- 1.49.1
καθάπερ γὰρ τοὺς θηρατικοὺς τῶν σκυλάκων λόγος ἔχει καὶ τὰ πορρωτάτω τῶν θηρίων πτώματα ῥινηλατοῦντας ἀνευρίσκειν ἠκονημένους ὑπὸ φύσεως διαφερόντως τὴν περὶ τὰς ὀσμὰς αἴσθησιν, τὸν αὐτὸν τρόπον τὴν ἀπὸ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς ἀναδιδομένην ἡδεῖαν αὔραν ὁ παιδείας ἐραστὴς ἰχνηλατεῖ καὶ ποθεῖ μὲν ἐκείναις ἐντυχεῖν, ἐξ ὧν ἀναδίδοται τὸ θαυμασιώτατον γάνωμα τοῦτο, μὴ δυνάμενος δ’ ἐν κύκλῳ κενὴν περιάγει τὴν κεφαλήν, ὀσφραινόμενος αὐτὸ μόνον καλοκἀγαθίας καὶ σιτίων ἱερωτάτης κνίσσης· οὐ γὰρ ἀρνεῖται λίχνος ἐπιστήμης καὶ φρονήσεως εἶναι.
- 1.50.1
μακάριοι μὲν οὖν οἷς ἐξεγένετο τῶν σοφίας φίλτρων ἀπόνασθαι καὶ τῶν θεωρημάτων καὶ δογμάτων αὐτῆς ἑστιαθῆναι καὶ ἐνευφρανθεῖσιν ἔτι διψῆν, ἄπληστον καὶ ἀκόρεστον ἐπιφερομένοις ἵμερον ἐπιστήμης.
- 1.51.1
δεύτερα δ’ οἴσονται, οἷς ἀπολαῦσαι μὲν οὐκ ἐξεγένετο τῆς ἱερᾶς τραπέζης, κνισσοῦν δὲ τὰς ἑαυτῶν ψυχάς· αὔραις γὰρ ἀρετῆς οὗτοι ζωπυρηθήσονται, καθάπερ τῶν καμνόντων οἱ παρειμένοι διὰ τὸ μὴ δύνασθαι τροφῇ χρῆσθαι τὰς εἰς ἀνάληψιν προσφέρονται ὀσμάς, ἃς ἰατρῶν παῖδες λιποθυμίας ἄκη σωτήρια προευτρεπίζονται.
- 1.52.1
καταλιπὼν μέντοι τὴν Χαλδαίαν γῆν εἰς Χαρρὰν λέγεται μετανίστασθαι Θάρρα, τόν τε υἱὸν Ἀβραὰμ καὶ τοὺς ὁμογνίους τῆς οἰκίας ἐπαγόμενος, οὐχ ἵν’ ὡς παρὰ συγγραφέως ἱστορικοῦ μάθωμεν, ὅτι μετανάσται τινὲς ἐγένοντο, τὴν μὲν πατρῴαν γῆν καταλιπόντες, τὴν δὲ ξένην ὡς πατρίδα οἰκήσαντες, ἀλλ’ ὑπὲρ τοῦ μάθημα βιωφελέστατον καὶ ἁρμόττον ἀνθρώπῳ μὴ ἀμεληθῆναι. τί δὲ τοῦτό ἐστι;
- 1.53.1
Χαλδαῖοι μὲν ἀστρονομοῦσιν, οἱ δὲ τῆς Χαρρὰν πολῖται περὶ τὸν τῶν αἰσθήσεων τόπον πραγματεύονται. φησὶν οὖν ὁ ἱερὸς λόγος τῷ κατασκόπῳ τῶν τῆς φύσεως πραγμάτων· τί περὶ ἡλίου ζητεῖς, εἰ ποδιαῖός ἐστιν, εἰ τῆς γῆς μείζων ἁπάσης, εἰ πολλαπλάσιος αὐτῆς; τί δὲ περὶ φωτισμῶν σελήνης, εἰ νόθον ἔχει φέγγος, εἰ γνησίῳ μόνῳ χρῆται; τί δὲ περὶ τῆς τῶν ἄλλων ἀστέρων φύσεως ἢ περιφορᾶς ἢ συμπαθείας πρός τε ἀλλήλους καὶ τἀπίγεια;
- 1.54.1
τί δὲ βαίνων ἐπὶ γῆς ὑπὲρ νεφέλας πηδᾷς; τί δ’ ἅπτεσθαι τῶν ἐν αἰθέρι φῂς δύνασθαι προσερριζωμένος χέρσῳ; τί δὲ περὶ τῶν ἀτεκμάρτων τεκμαίρεσθαι τολμᾷς; τί δὲ πολυπραγμονεῖς ἃ μή σε δεῖ, τὰ μετέωρα; τί δὲ τὴν ἐν τοῖς μαθήμασιν εὑρεσιλογίαν ἄχρις οὐρανοῦ τείνεις; τί δ’ ἀστρονομεῖς μετεωρολεσχῶν; μὴ τὰ ὑπὲρ σὲ καὶ ἄνω, ὦ οὗτος, ἀλλὰ τὰ ἐγγὺς σαυτοῦ κατανόησον, μᾶλλον δὲ σαυτὸν ἀκολακεύτως ἐρεύνησον.
- 1.55.1
πῶς οὖν ἐρευνήσεις; ἴθι νοερῶς εἰς Χαρρὰν τὴν ὀρυκτήν, τὰς τρώγλας καὶ ὀπὰς τοῦ σώματος, καὶ ἐπίσκεψαι ὀφθαλμούς, ὦτα, ῥῖνας, τὰ ἄλλα ὅσα καὶ αἰσθήσεως ὄργανα, καὶ φιλοσόφησον ἀναγκαιοτάτην καὶ πρεπωδεστάτην φιλοσοφίαν ἀνθρώπῳ, ζητῶν, τί ὅρασις, τί ἀκοή, τί γεῦσις, τί ὄσφρησις, τί ἁφή, τί καὶ συνόλως αἴσθησις· κἄπειτα τί τὸ ὁρᾶν καὶ πῶς ὁρᾷς, τί τὸ ἀκούειν καὶ πῶς ἀκούεις, τί τὸ ὀσφραίνεσθαι ἢ γεύεσθαι ἢ ἅπτεσθαι καὶ πῶς ἕκαστον αὐτῶν εἴωθε γίγνεσθαι.
- 1.56.1
πρὶν δὲ τὸν ἴδιον οἶκον καλῶς ἐπεσκέφθαι, τὸν τοῦ παντὸς ἐξετάζειν οὐχ ὑπερβολὴ μανίας; καὶ οὔπω σοι μεῖζον ἐπίταγμα ἐπιτάττω, τὴν σαυτοῦ ψυχὴν ἰδεῖν καὶ τὸν νοῦν, ἐφ’ ᾧ μέγα φρονεῖς· καταλαβεῖν γὰρ αὐτὸν οὔποτε δυνήσῃ.
- 1.57.1
ἀνάβαινε νῦν εἰς οὐρανὸν καὶ καταλαζονεύου περὶ τῶν ἐκεῖ, μήπω δεδυνημένος γνῶναι κατὰ τὸ ποιητικὸν γράμμα ὅττί τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται, καταγαγὼν δ’ ἀπ’ οὐρανοῦ τὸν κατάσκοπον καὶ ἀντισπάσας ἀπὸ τῆς ἐκεῖ ζητήσεως γνῶθι σαυτόν, εἶτα καὶ τοῦτ’ ἐπιμελῶς ἐκπόνησον, ἵνα τῆς ἀνθρωπίνης εὐδαιμονίας ἐπιλάχῃς.
- 1.58.1
τὸν τρόπον τοῦτον Θάρρα μὲν Ἑβραῖοι, Σωκράτην δὲ Ἕλληνες ὀνομάζουσι· καὶ γὰρ ἐκεῖνον ἐγγηράσαι φασὶν τῇ περὶ τοῦ γνῶθι σαυτὸν ἀκριβεστάτῃ σκέψει, μηδὲν ἔξω τῶν καθ’ ἑαυτὸν φιλοσοφοῦντα. ἀλλ’ ὁ μὲν ἄνθρωπος ἦν, Θάρρα δ’ αὐτὸς ὁ λόγος ὁ περὶ τοῦ γνῶναί τινα ἑαυτὸν προκείμενος οἷα δένδρον εὐερνέστατον, ἵν’ ἔχοιεν εὐμαρῶς οἱ φιλάρετοι τὸν περὶ ἠθοποιίαν δρεπόμενοι καρπὸν σωτηρίου καὶ ἡδίστης ἐμπίπλασθαι τροφῆς.
- 1.59.1
τοιοῦτοι μὲν ἡμῖν οἱ φρονήσεως κατάσκοποι, τῶν δὲ ἀθλητῶν καὶ ἀγωνιστῶν αὐτῆς αἱ φύσεις τελειότεραι· δικαιοῦσι γὰρ οὗτοι τὸν περὶ τῶν αἰσθήσεων σύμπαντα λόγον ἀκριβῶς καταμαθόντες ἐπί τι μεῖζον ἕτερον χωρεῖν θεώρημα, καταλιπόντες τὰς αἰσθήσεως ὀπάς, αἳ Χαρρὰν ὀνομάζονται.
- 1.60.1
τούτων ἐστὶν ὁ ἐπιδόσεις καὶ βελτιώσεις πρὸς ἐπιστήμης ἄκρας ἀνάληψιν ἐσχηκὼς Ἀβραάμ· ὅτε γὰρ μάλιστα ἔγνω, τότε μάλιστα ἀπέγνω ἑαυτόν, ἵνα τοῦ πρὸς ἀλήθειαν ὄντος εἰς ἀκριβῆ γνῶσιν ἔλθῃ. καὶ πέφυκεν οὕτως ἔχειν· ὁ λίαν καταλαβὼν ἑαυτὸν λίαν ἀπέγνωκε τὴν ἐν πᾶσι τοῦ γενητοῦ σαφῶς προλαβὼν οὐδένειαν, ὁ δ’ ἀπογνοὺς ἑαυτὸν γινώσκει τὸν ὄντα.
- 1.61.1
Τίς μὲν οὖν ἐστιν ἡ Χαρρὰν καὶ διὰ τί ὁ ἀπολείπων τὸ τοῦ ὅρκου φρέαρ εἰς αὐτὴν ἔρχεται, δεδήλωται. σκεπτέον δὲ τὸ τρίτον καὶ ἀκόλουθον, τίς ὁ τόπος, ᾧ ὑπαντᾷ· λέγεται γάρ, ὅτι „ἀπήντησε τόπῳ“ (Gen. 28, 11).
- 1.62.1
τριχῶς δὲ ἐπινοεῖται τόπος, ἅπαξ μὲν χώρα ὑπὸ σώματος πεπληρωμένη, κατὰ δεύτερον δὲ τρόπον ὁ θεῖος λόγος, ὃν ἐκπεπλήρωκεν ὅλον δι’ ὅλων ἀσωμάτοις δυνάμεσιν αὐτὸς ὁ θεός. „εἶδον“ γάρ φησι „τὸν τόπον οὗ εἱστήκει ὁ θεὸς τοῦ Ἰσραήλ“ (Exod. 24, 10), ἐν ᾧ μόνῳ καὶ ἱερουργεῖν ἐφῆκεν ἀλλαχόθι κωλύσας· διείρηται γὰρ ἀναβαίνειν εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός, κἀκεῖ θύειν τὰ ὁλοκαυτώματα καὶ τὰ σωτήρια καὶ τὰς ἄλλας ἀμώμους θυσίας ἀνάγειν (Deut. 12,5 ss.).
- 1.63.1
κατὰ δὲ τρίτον σημαινόμενον αὐτὸς ὁ θεὸς καλεῖται τόπος τῷ περιέχειν μὲν τὰ ὅλα, περιέχεσθαι δὲ πρὸς μηδενὸς ἁπλῶς, καὶ τῷ καταφυγὴν τῶν συμπάντων αὐτὸν εἶναι, καὶ ἐπειδήπερ αὐτός ἐστι χώρα ἑαυτοῦ, κεχωρηκὼς ἑαυτὸν καὶ ἐμφερόμενος μόνῳ ἑαυτῷ.
- 1.64.1
ἐγὼ μὲν οὖν οὔκ εἰμι τόπος, ἀλλ’ ἐν τόπῳ, καὶ ἕκαστον τῶν ὄντων ὁμοίως· τὸ γὰρ περιεχόμενον διαφέρει τοῦ περιέχοντος, τὸ δὲ θεῖον ὑπ’ οὐδενὸς περιεχόμενον ἀναγκαίως ἐστὶν αὐτὸ τόπος ἑαυτοῦ. μαρτυρεῖ δέ μοι λόγιον τὸ χρησθὲν ἐπὶ Ἀβραὰμ τόδε· „ἦλθεν εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεός· καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδε τὸν τόπον μακρόθεν“ (Gen. 22,3. 4). ὁ ἐλθὼν εἰς τὸν τόπον, εἰπέ μοι, μακρόθεν αὐτὸν εἶδεν;
- 1.65.1
ἀλλὰ μήποτε δυεῖν πραγμάτων ἐστὶν ὁμωνυμία διαφερόντων, ὧν τὸ μὲν ἕτερον θεῖός ἐστι λόγος, τὸ δὲ ἕτερον ὁ πρὸ τοῦ λόγου θεός.
- 1.66.1
ὁ δὴ ξεναγηθεὶς ὑπὸ σοφίας εἰς τὸν πρότερον ἀφικνεῖται τόπον, εὑράμενος τῆς ἀρεσκείας κεφαλὴν καὶ τέλος τὸν θεῖον λόγον, ἐν ᾧ γενόμενος οὐ φθάνει πρὸς τὸν κατὰ τὸ εἶναι θεὸν ἐλθεῖν, ἀλλ’ αὐτὸν ὁρᾷ μακρόθεν· μᾶλλον δὲ οὐδὲ πόρρωθεν αὐτὸν ἐκεῖνον θεωρεῖν ἱκανός ἐστιν, ἀλλὰ τὸ μακρὰν τὸν θεὸν εἶναι πάσης γενέσεως αὐτὸ μόνον ὁρᾷ καὶ τὸ πορρωτάτω τὴν κατάληψιν αὐτοῦ πάσης ἀνθρωπίνης διανοίας διῳκίσθαι.
- 1.67.1
μήποτε μέντοι γε οὐδὲ τόπον νῦν ἀλληγορῶν ἐπὶ τοῦ αἰτίου παρείληφεν, ἀλλ’ ἔστι τὸ δηλούμενον τοιοῦτον· „ἦλθεν εἰς τὸν τόπον, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν“ αὐτὸν τὸν τόπον, εἰς ὃν ἦλθε, μακρὰν ὄντα τοῦ ἀκατονομάστου καὶ ἀρρήτου καὶ κατὰ πάσας ἰδέας ἀκαταλήπτου θεοῦ.
- 1.68.1
τούτων προδιωρισμένων, ὅταν εἰς Χαρράν, τὴν αἴσθησιν, ἔλθῃ ὁ ἀσκητής, „ὑπαντᾷ τόπῳ“ (Gen. 28,11), οὔτε τῷ ἐκπεπληρωμένῳ ὑπὸ σώματος θνητοῦ — μετέχουσι γὰρ αὐτοῦ πάντες οἱ γηγενεῖς ἐκπεπληρωκότες χώραν καὶ τόπον τινὰ κατὰ τἀναγκαῖον ἐπέχοντες — οὔτε τῷ τρίτῳ καὶ ἀρίστῳ, οὗ μόλις ἔννοιαν λαβεῖν ἦν ἂν ἐπὶ τοῦ φρέατος ποιούμενον τὰς διατριβάς, ὃ προσηγορεύετο ὅρκος, ᾧ τὸ αὐτομαθὲς γένος, Ἰσαάκ, ἐνδιαιτᾶται μηδέποτε τῆς πρὸς θεὸν πίστεως καὶ ἀφανοῦς ὑπολήψεως ἀφιστάμενον, ἀλλὰ τῷ μέσῳ λόγῳ θείῳ, τὰ ἄριστα ὑφηγουμένῳ καὶ ὅσα πρόσφορα τοῖς καιροῖς ἀναδιδάσκοντι.
- 1.69.1
οὐ γὰρ ἀξιῶν ὁ θεὸς εἰς αἴσθησιν ἔρχεσθαι τοὺς ἑαυτοῦ λόγους ἐπικουρίας ἕνεκα τῶν φιλαρέτων ἀποστέλλει· οἱ δ’ ἰατρεύουσι καὶ ἐκνοσηλεύουσι τὰ ψυχῆς ἀρρωστήματα, παραινέσεις ἱερὰς ὥσπερ νόμους ἀκινήτους τιθέντες καὶ ἐπὶ τὰ τούτων γυμνάσια καλοῦντες καὶ τρόπον ἀλειπτῶν ἰσχὺν καὶ δύναμιν καὶ ῥώμην ἀνανταγώνιστον ἐμφύοντες.
- 1.70.1
δεόντως οὖν εἰς αἴσθησιν ἐλθὼν οὐκέτι θεῷ, λόγῳ δ’ ὑπαντᾷ θεοῦ, καθὰ καὶ ὁ πάππος αὐτοῦ τῆς σοφίας Ἀβραάμ. λέγεται γάρ· „ἀπῆλθε κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ, καὶ Ἀβραὰμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ“ (Gen. 18,33)· δι’ οὗ συνάγεται τὸ λόγοις τοιούτοις ἐντυγχάνειν ἱεροῖς, ὧν ὁ πρὸ τῶν ὅλων θεὸς ἀπήλλακται, μηκέτι τὰς ἀφ’ αὑτοῦ τείνων φαντασίας, ἀλλὰ τὰς ἀπὸ τῶν μεθ’ αὑτὸν δυνάμεων.
- 1.71.1
ὑπερφυέστατα δ’ ἔχει τὸ μὴ φάναι ἐλθεῖν εἰς τὸν τόπον, ἀλλ’ ἀπαντῆσαι τόπῳ· ἑκούσιον μὲν γὰρ τὸ ἔρχεσθαι, τὸ δ’ ἀπαντᾶν πολλάκις ἀκούσιον, ἵν’ ἐξαπιναίως ὁ θεῖος λόγος ἐπιφαινόμενος ἀπροσδόκητον χαρὰν ἐλπίδος μείζονα ἐρήμῃ ψυχῇ συνοδοιπορεῖν μέλλων προτείνῃ. καὶ γὰρ Μωυσῆς „ἐξάγει τὸν λαὸν εἰς τὴν συνάντησιν τοῦ θεοῦ“ (Exod. 19, 17), σαφῶς εἰδὼς ἐρχόμενον αὐτὸν ἀοράτως πρὸς τὰς ποθούσας ψυχὰς ἐντυχεῖν αὐτῷ.
- 1.72.1
Τὴν δ’ αἰτίαν ἐπιφέρει, δι’ ἣν τόπῳ ὑπήντησεν· „ἔδυ“ γάρ φησιν „ὁ ἥλιος“ (Gen. 28, 11), οὐχ ὁ φαινόμενος οὗτος, ἀλλὰ τὸ τοῦ ἀοράτου καὶ μεγίστου θεοῦ περιφεγγέστατον καὶ περιαυγέστατον φῶς. τοῦθ’ ὅταν μὲν ἐπιλάμψῃ διανοίᾳ, τὰ δεύτερα λόγων δύεται φέγγη, πολὺ δὲ μᾶλλον οἱ αἰσθητοὶ τόποι πάντες ἐπισκιάζονται· ὅταν δ’ ἑτέρωσε χωρήσῃ, πάντ’ εὐθὺς ἀνίσχει καὶ ἀνατέλλει.
- 1.73.1
μὴ θαυμάσῃς δέ, εἰ ὁ ἥλιος κατὰ τοὺς τῆς ἀλληγορίας κανόνας ἐξομοιοῦται τῷ πατρὶ καὶ ἡγεμόνι τῶν συμπάντων· θεῷ γὰρ ὅμοιον πρὸς ἀλήθειαν μὲν οὐδέν, ἃ δὲ δόξῃ νενόμισται, δύο μόνα ἐστίν, ἀόρατόν τε καὶ ὁρατόν, ψυχὴ μὲν ἀόρατον, ὁρατὸν δὲ ἥλιος.
- 1.74.1
τὴν μὲν οὖν ψυχῆς ἐμφέρειαν δεδήλωκεν ἐν ἑτέροις εἰπών· „ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν“ (Gen. 1,27), καὶ ἐν τῷ κατὰ ἀνδροφόνων τεθέντι νόμῳ πάλιν· „ὁ ἐκχέων αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον“ (Gen. 9,6), τὴν δὲ ἡλίου διὰ συμβόλων μεμήνυκε.
- 1.75.1
ῥᾴδιον δὲ καὶ ἄλλως ἐξ ἐπιλογισμοῦ τοῦτο κατιδεῖν, ἐπειδὴ πρῶτον μὲν ὁ θεὸς φῶς ἐστι — „κύριος γὰρ φωτισμός μου καὶ σωτήρ μου“ ἐν ὕμνοις ᾄδεται (Psalm. 26, 1) — καὶ οὐ μόνον φῶς, ἀλλὰ καὶ παντὸς ἑτέρου φωτὸς ἀρχέτυπον, μᾶλλον δὲ παντὸς ἀρχετύπου πρεσβύτερον καὶ ἀνώτερον, λόγον ἔχον παραδείγματος. τὸ μὲν γὰρ παράδειγμα ὁ πληρέστατος ἦν αὐτοῦ λόγος, φῶς — „εἶπε“ γάρ φησιν „ὁ θεός· γενέσθω φῶς“ (Gen. 1,3) —, αὐτὸς δὲ οὐδενὶ τῶν γεγονότων ὅμοιος.
- 1.76.1
ἔπειθ’ ὡς ἥλιος ἡμέραν καὶ νύκτα διακρίνει, οὕτως φησὶ Μωυσῆς τὸν θεὸν φῶς καὶ σκότος διατειχίσαι· „διεχώρισε γὰρ ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους“ (Gen. 1,4)· ἄλλως τε ὡς ἥλιος ἀνατείλας τὰ κεκρυμμένα τῶν σωμάτων ἐπιδείκνυται, οὕτως καὶ ὁ θεὸς τὰ πάντα γεννήσας οὐ μόνον εἰς τοὐμφανὲς ἤγαγεν, ἀλλὰ καὶ ἃ πρότερον οὐκ ἦν, ἐποίησεν, οὐ δημιουργὸς μόνον ἀλλὰ καὶ κτίστης αὐτὸς ὤν.
- 1.77.1
λέγεται δὲ πολλαχῶς κατὰ τὸν ἱερὸν λόγον ἐν ὑπονοίαις ἥλιος, ἅπαξ μὲν ὁ ἀνθρώπινος νοῦς, ὃν οἰκοδομοῦσιν ὡς πόλιν καὶ κατασκευάζουσιν οἱ γένεσιν πρὸ τοῦ ἀγενήτου θεραπεύειν ἀναγκαζόμενοι, ἐφ’ ὧν εἴρηται ὅτι „ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραώ, τήν τε Πειθώ“, τὸν λόγον ᾧ τὸ πείθειν ἀνάκειται, „καὶ Ῥαμεσσή“, τὴν αἴσθησιν, ὑφ’ ἧς ὥσπερ ὑπὸ σέων ἡ ψυχὴ διεσθίεται — ἑρμηνεύεται γὰρ σεισμὸς σητός —, „καὶ τὴν Ὤν“, τὸν νοῦν, ἣν Ἡλίου πόλιν ὠνόμασεν (Exod. 1,11), ἐπειδὴ καθάπερ ἥλιος τοῦ παντὸς ἡμῶν ὄγκου τὴν ἡγεμονίαν ἀνῆπται καὶ τὰς αὑτοῦ δυνάμεις ὥσπερ ἀκτῖνας εἰς ὅλον τείνει.
- 1.78.1
τὸν δὲ ἱερέα καὶ θεραπευτὴν τοῦ νοῦ πενθερὸν ἐπιγράφεται πᾶς ὁ τὴν τοῦ σώματος πολιτείαν ἀναψάμενος, ὄνομα Ἰωσήφ. „ἔδωκε“ γάρ φησιν „αὐτῷ τὴν Ἀσενὲθ θυγατέρα Πετεφρῆ ἱερέως Ἡλίου πόλεως“ (Gen. 41,45).
- 1.79.1
δεύτερον δὲ ἥλιον καλεῖ συμβολικῶς τὴν αἴσθησιν, ἐπειδὴ τὰ αἰσθητὰ πάντα δείκνυται διανοίᾳ. περὶ ἧς λελάληκεν ὧδε· „ἀνέτειλεν ὁ ἥλιος αὐτῷ, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ θεοῦ“ (Gen. 32, 31)· τῷ γὰρ ὄντι ταῖς ἱερωτάταις ἰδέαις καὶ ὡς ἂν εἰκόσιν ἀσωμάτοις ὅταν μηκέτι δυνώμεθα συνδιατρίβειν, ἀλλ’ ἑτέρωσε τρεπόμενοι μεταχωρήσωμεν, ἄλλῳ φωτὶ τῷ κατὰ αἴσθησιν χρώμεθα σκότους πρὸς τὸν ὑγιῆ λόγον οὐδὲν ἁπλῶς διαφέροντι·
- 1.80.1
ὅπερ ἀνατεῖλαν ὅρασιν μὲν καὶ ἀκοήν, ἔτι δὲ γεῦσιν καὶ ὄσφρησιν καὶ ἁφὴν ὥσπερ κοιμωμένας ἀνήγειρε, φρόνησιν δὲ καὶ δικαιοσύνην ἐπιστήμην τε καὶ σοφίαν ἐγρηγορυίας εἰς ὕπνον ἔτρεψεν.
- 1.81.1
οὗ χάριν ἁγνεύειν οὐδένα πρὸ ἑσπέρας φησὶν ὁ ἱερὸς λόγος (Lev. 11,24 al.) δύνασθαι, τῆς διανοίας ὑπὸ τῶν κατ’ αἴσθησιν κινήσεων ἔτι παρευημερουμένης. ἄφυκτον δὲ καὶ τοῖς ἱερεῦσι νόμον ἐν ταὐτῷ καὶ γνώμην ἀποφαινόμενος τίθησιν, ἐπειδὰν λέγῃ· „Οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα ὕδατι καὶ δύῃ ὁ ἥλιος καὶ γένηται καθαρός“ (Lev. 22, 6. 7).
- 1.82.1
δηλοῖ γὰρ σαφέστατα διὰ τούτων, ὅτι εὐαγὴς εἰσάπαν οὐδείς ἐστιν, ὡς ταῖς ἁγίαις καὶ ἱεροπρεπέσι χρῆσθαι τελεταῖς, ᾧ τὰς αἰσθητὰς τοῦ θνητοῦ βίου λαμπρότητας ἔτι τετιμῆσθαι συμβέβηκεν. εἰ δέ τις αὐτὰς οὐκ ἀποδέχεται, κατὰ τὸ ἀκόλουθον τῷ φρονήσεως ἐπιλάμπεται φέγγει, δι’ οὗ δυνήσεται τὰς τῶν κενῶν δοξῶν ἐκνίπτεσθαι καὶ ἀπολούεσθαι κηλῖδας.
- 1.83.1
ἢ τὸν ἥλιον αὐτὸν οὐχ ὁρᾷς, ὅτι τἀναντία καὶ ἀνατέλλων καὶ δυόμενος ἐργάζεται; ἐπειδὰν γὰρ ἀνίσχῃ, τὰ μὲν κατὰ γῆν ἅπαντα περιλάμπεται, τὰ δὲ κατ’ οὐρανὸν ἀποκρύπτεται· δύντος δ’ ἔμπαλιν οἱ μὲν ἀστέρες προφαίνονται, τὰ δὲ περίγεια συσκιάζεται.
- 1.84.1
τὸν αὐτὸν τρόπον καὶ ἐν ἡμῖν, ὅταν μὲν τὸ τῶν αἰσθήσεων φέγγος ὡς ἥλιος ἀνατείλῃ, τὰς ὀλυμπίους καὶ οὐρανίους ὡς ἀληθῶς ἐπιστήμας κρύπτεσθαι συμβέβηκεν· ὅταν δὲ πρὸς δυσμὰς γένηται, τὰς ἀστεροειδεστάτας καὶ θειοτάτας ἀναφαίνεσθαι ἀρετῶν αὐγάς, ὅτε καὶ καθαρὸς ὁ νοῦς ὑπὸ μηδενὸς κρυπτόμενος αἰσθητοῦ γίνεται.
- 1.85.1
κατὰ δὲ τὸ τρίτον σημαινόμενον ἥλιον καλεῖ τὸν θεῖον λόγον, τὸ τοῦ κατ’ οὐρανὸν περιπολοῦντος, ὡς πρότερον ἐλέχθη, παράδειγμα, ἐφ’ οὗ λέγεται· „ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ, καὶ κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ“ (Gen. 19, 23. 24).
- 1.86.1
ὁ γὰρ τοῦ θεοῦ λόγος, ὅταν ἐπὶ τὸ γεῶδες ἡμῶν σύστημα ἀφίκηται, τοῖς μὲν ἀρετῆς συγγενέσι καὶ πρὸς αὐτὴν ἀποκλίνουσιν ἀρήγει καὶ βοηθεῖ, ὡς καταφυγὴν καὶ σωτηρίαν αὐτοῖς πορίζειν παντελῆ, τοῖς δὲ ἀντιπάλοις ὄλεθρον καὶ φθορὰν ἀνίατον ἐπιπέμπει.
- 1.87.1
λέγεται δὲ κατὰ τέταρτον σημαινόμενον ἥλιος μὲν αὐτὸς ὁ τῶν ὅλων ἡγεμών, ὡς εἶπον ἤδη, δι’ οὗ τὰ ἀνίατα τῶν ἁμαρτημάτων ἀνακαλύπτεται συσκιάζεσθαι δοκοῦντα·
- 1.88.1
πάντα γὰρ ὡς δυνατά, οὕτως καὶ γνώριμα θεῷ. παρὸ καὶ τοὺς καταλυθέντας τῶν τόνων τῶν ψυχικῶν, ἀκολάστως καὶ λαγνίστερον ὁμιλοῦντας ταῖς νοῦ θυγατράσιν, αἰσθήσεσιν, ὡς χαμαιτύπαις καὶ πόρναις, ἐνδειχθησομένους πρὸς ἥλιον ἄγει.
- 1.89.1
φησὶ γάρ· „καὶ κατέλυσεν ὁ λαὸς ἐν Σαττὶν“ — ἄκανθαι δ’ ἑρμηνεύεται, παθῶν κεντούντων καὶ τιτρωσκόντων ψυχὴν σύμβολον —, „καὶ ἐβεβηλώθη“ φησίν „ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωάβ“ — αἱ δέ εἰσιν αἱ αἰσθήσεις, κεκλημέναι νοῦ θυγατέρες· Μωὰβ γὰρ ἐκ πατρὸς ἑρμηνεύεται—, καὶ προστίθησι· „λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον τῷ κυρίῳ ἀπέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ κυρίου ἀπὸ Ἰσραήλ“ (Num. 25, 1. 4).
- 1.90.1
οὐ γὰρ μόνον τὰ κεκρυμμένα τῶν ἀδικημάτων ἐμφανῆ γενέσθαι βουλόμενος ταῖς ἡλιακαῖς περιέλαμψεν ἀκτῖσιν, ἀλλὰ καὶ διὰ συμβόλων ἥλιον τὸν πατέρα τῶν ὅλων ἐκάλεσεν, ᾧ πάντα προὖπτα καὶ ὅσα ἐν μυχοῖς τῆς διανοίας ἀοράτως ἐπιτελεῖται· γενομένων δ’ ἐμφανῶν ἵλεώ φησιν ἔσεσθαι τὸν μόνον ἵλεω. διὰ τί;
- 1.91.1
ὅτι, ἐὰν ὑπολαβοῦσα διάνοια λήσεσθαι τὸ θεῖον ἀδικοῦσα, ὡς μὴ πάντα καθορᾶν δυνάμενον, κρύφα καὶ ἐν μυχοῖς διαμαρτάνῃ καὶ μετὰ ταῦτα εἴτ’ ἐξ αὑτῆς εἴτε καὶ ὑφηγησαμένου τινὸς ἐννοήσῃ, ὅτι ἀμήχανον ἄδηλον εἶναί τι τῷ θεῷ, καὶ ἑαυτὴν καὶ τὰς ἑαυτῆς πράξεις ἁπάσας ἀναπτύξῃ καὶ εἰς μέσον προενεγκοῦσα καθάπερ εἰς ἡλιακὸν φῶς ἐπιδείξηται τῷ τῶν ὅλων ἐπισκόπῳ φήσασα μετανοεῖν ἐφ’ οἷς πρότερον ἀγνώμονι γνώμῃ χρωμένη κακῶς ἐδόξαζε — μηδὲν γὰρ ἄδηλον, γνώριμα δὲ καὶ δῆλα πάντα, οὐ τὰ πραχθέντα μόνον, ἀλλὰ καὶ τὰ ἐλπιζόμενα κατὰ πολλὴν περιουσίαν ὑπάρχειν αὐτῷ —, κεκάθαρται καὶ ὠφέληται καὶ τὸν ἐφεστῶτα κολαστὴν ἔλεγχον ἡμέρωκεν ὀργῇ δικαίᾳ χρώμενον, εἰ τὸ μετανοεῖν ἀδελφὸν νεώτερον ὂν
- 1.92.1
τοῦ μηδ’ ὅλως ἁμαρτεῖν ἀποδέχεται. φαίνεται μέντοι καὶ ἑτέρωθι κατὰ σύμβολον ἐπὶ τοῦ αἰτίου τὸν ἥλιον παραλαμβάνων, ὡς ἐν τῷ γραφέντι νόμῳ περὶ τῶν ἐπ’ ἐνεχύροις δανειζόντων· λέγε τὸν νόμον· „ἐὰν ἐνεχύρασμα ἐνεχυράσῃς τὸ ἱμάτιον τοῦ πλησίον, πρὸ δυσμῶν ἡλίου ἀποδώσεις αὐτῷ· ἔστι γὰρ τοῦτο περιβόλαιον αὐτῷ μόνον, τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ. ἐν τίνι κοιμηθήσεται; ἐὰν οὖν καταβοήσῃ πρὸς μέ, εἰσακούσομαι αὐτοῦ· ἐλεήμων γάρ εἰμι“ (Exod. 22, 26. 27).
- 1.93.1
ἆρ’ οὐκ ἄξιον τοὺς οἰομένους τὴν τοσαύτην σπουδὴν εἶναι τῷ νομοθέτῃ περὶ ἀμπεχόνης, εἰ καὶ μὴ ὀνειδίζειν, ἀλλά τοί γε ὑπομιμνῄσκειν φάσκοντας· τί λέγετε, ὦ γενναῖοι; ὁ τῶν ὅλων κτίστης καὶ ἡγεμὼν ἐλεήμονα ἑαυτὸν ἐφ’ οὕτως εὐτελοῦς πράγματος, ἱματίου μὴ ἀποδοθέντος χρεώστῃ πρὸς δανειστοῦ, καλεῖ;
- 1.94.1
τὸ μέγεθος καθάπαξ τῆς ἀρετῆς τοῦ πάντα μεγάλου θεοῦ μὴ συνεωρακότων τοιαῦτ’ ἐστὶν ὑπολαμβάνειν καὶ τὴν ἀνθρωπίνην μικρολογίαν τῇ ἀγενήτῳ καὶ ἀφθάρτῳ καὶ πλήρει μακαριότητος καὶ εὐδαιμονίας φύσει παρὰ θέμιν καὶ δίκην προσνεμόντων.
- 1.95.1
τί γὰρ ἄτοπον ποιοῦσιν οἱ τὰ ῥύσια κατέχοντες δανεισταὶ παρ’ αὑτοῖς, ἄχρις ἂν τὰ ἴδια ἀναπράξωνται; πένητες οἱ χρεῶσται, φήσει τις ἴσως, καὶ ἄξιον ἐλεεῖν αὐτούς. εἶτ’ οὐκ ἄμεινον ἦν γράψαι νόμον, δι’ οὗ τούτους ἐρανιοῦσι μᾶλλον ἢ χρεώστας ἀποφανοῦσιν ἢ ἐπ’ ἐνεχύροις τοῦ δανείζειν κωλύσουσιν; ὁ δὲ ἐφεὶς οὐκ ἂν εἰκότως ἐπὶ τοῖς ἃ ἔλαβον πρὸ καιροῦ μὴ προιεμένοις δυσχεραίνοι ὡς ἀσεβοῦσι.
- 1.96.1
πενίας δ’ εἰς αὐτά τις ἐλθών, ὡς ἔπος εἰπεῖν, τὰ πέρατα καὶ ῥάκιον ἓν ἀμπεχόμενος δανειστὰς καινοὺς ἐπάγεται τὸν ἀπὸ τῶν ὁρώντων παρεὶς ἔλεον, ὃς τοῖς κεχρημένοις ταῖς τοιαύταις κακοπραγίαις κατ’ οἰκίαν καὶ παρ’ ἱεροῖς καὶ ἐν ἀγορᾷ καὶ πανταχοῦ προκέχυται;
- 1.97.1
νυνὶ δὲ καὶ ὃ μόνον εἶχε προκάλυμμα αἰδοῦς, ᾧ τὰ τῆς φύσεως ἀπόρρητα συνεσκίαζε, τοῦτο φέρων προὔτεινε· ῥύσιον ὑπὲρ τίνος, εἰπέ μοι; ἢ ὑπὲρ ἑτέρας ἀμείνονος ἐσθῆτος; τροφῆς μὲν γὰρ ἀναγκαίας ἄπορος οὐδείς, ἄχρις ἂν πηγαὶ μὲν ἀναβλύζωσι, ποταμοὶ δὲ χείμαρροι πλημμυρῶσι, γῆ δὲ τοὺς ἐτησίους ἀναδιδῷ καρπούς.
- 1.98.1
οὕτω δὲ ἢ βαθύπλουτός τις ἢ λίαν ὠμὸς ὁ δανειστής, ὡς ἢ τετράδραχμον, τάχα δὲ καὶ ἔλαττον ἐθέλειν τῳ συμβαλεῖν ἢ οὕτω πενιχρῷ δανείζειν ἀλλὰ μὴ χαρίζεσθαι ἢ ὃ μόνον ἦν ἱμάτιον ἐκείνῳ λαμβάνειν ἐνέχυρον, ὅπερ ἑτέρῳ ὀνόματι λωποδυτεῖν εἰκότως ἂν λέγοιτο; καὶ γὰρ λωποδύταις ἔθος ἀπαμπίσχουσι τὰς μὲν ἐσθῆτας ἀφαιρεῖσθαι, γυμνοὺς δὲ τοὺς ἔχοντας ἀποφαίνειν.
- 1.99.1
διὰ τί δὲ νυκτὸς μὲν καὶ τοῦ μὴ ἀνείμονά τινα κοιμηθῆναι προὐνόησεν, ἡμέρας δὲ καὶ τοῦ μὴ ἐγρηγορότα γυμνὸν ἀσχημονεῖν οὐκέθ’ ὁμοίως ἐφρόντισεν; ἢ οὐ νυκτὶ μὲν καὶ σκότῳ κρύπτεται πάντα, ὡς ἧττον ἢ μηδ’ ὅλως αἰδεῖσθαι, ἡμέρᾳ δὲ καὶ φωτὶ ἀνακαλύπτεται, ὡς τότε μᾶλλον ἐρυθριᾶν ἀναγκάζεσθαι;
- 1.100.1
διὰ τί δ’ οὐ διδόναι τὸ ἱμάτιον, ἀλλ’ ἀποδιδόναι προσέταξεν; ἀπόδοσις γὰρ ἐπ’ ἀλλοτρίοις γίνεται, τὰ δ’ ἐνέχυρα τῶν δεδανεικότων μᾶλλον ἢ τῶν δεδανεισμένων ἐστίν. ἐκεῖνο δὲ οὐκ ἐννοεῖς, ὅτι λαβόντι τῷ χρεώστῃ πρόσκοιτον τὸ ἱμάτιον οὐ προσέταξε μεθ’ ἡμέραν περιελεῖν ἀναστάντι καὶ κομίσαι τῷ δανειστῇ;
Next → — showing 1–100 of 558
First Thousand Years of Greek. CTS URN tlg0018.tlg019.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.