Ab excessu divi Marci
- 2.7.8.1
οὕτω γὰρ ῥᾷστα ἤλπιζε πάντας αὑτῷ προσχωρήσειν, πυνθανομένους ὅτι μὴ αὐτὸς ἐξ ἐπιβουλῆς μνᾶται τὴν ἀρχήν, ἀλλὰ καλούμενος καὶ βοηθήσων ἄπεισι Ῥωμαίοις δεομένοις. ἀνεπτόηντο δὲ πάντες καὶ μηδὲν μελλήσαντες προσέκειντο, ἐκλιπαροῦντες
- 2.7.9.1
καὶ αὐτοὶ ἀντιλαμβάνεσθαι τῶν πραγμάτων. φύσει δὲ κοῦφον τὸ Σύρων ἔθνος, ἐς καινοτομίαν τε τῶν καθεστηκότων ἐπιτήδειον. ἐνῆν δέ τις αὐτοῖς καὶ πόθος τοῦ Νίγρου, ἠπίως τε ἄρχοντος ἅπασι, τὰ πλεῖστά τε αὐτοῖς συμπανηγυρίζοντος. φιλέορτοι δὲ φύσει Σύροι: ὧν μάλιστα οἱ τὴν Ἀντιόχειαν κατοικοῦντες, μεγίστην πόλιν καὶ εὐδαίμονα, σχεδὸν παρὰ πάντα τὸν ἐνιαυτὸν ἑορτάζουσιν ἔν τε τῇ πόλει αὐτῇ
- 2.7.10.1
καὶ κατὰ τὰ προάστεια. θέας τοίνυν αὐτοῖς συνεχῶς ἐπιτελῶν ὁ Νίγρος, περὶ ἃς μάλιστα ἐσπουδάκασι, καὶ διδοὺς ἄνεσιν ἐς τὸ ἑορτάζειν καὶ εὐφραίνεσθαι,
- 2.8.1.1
ἅτε ποιῶν κεχαρισμένα, εἰκότως ἐτιμᾶτο. ἅπερ εἰδώς, καλέσας τούς τε πανταχόθεν στρατιώτας ἐς ῥητὴν ἡμέραν, τοῦ τε λοιποῦ πλήθους συνελθόντος, βήματος αὐτῷ κατασκευασθέντος ἔλεξε τοιάδε ἀνελθών.
- 2.8.2.1
τῆς μὲν ἐμῆς γνώμης τὸ πρᾶον καὶ πρὸς τὰ μεγάλα τῶν τετολμημένων εὐλαβὲς ἴσως ἐστὶν ὑμῖν πάλαι γνώριμον: οὐδ̓ ἂν νῦν ἐς ὑμᾶς ἦλθον ταῦτα δημηγορήσων, εἰ ἐκ μόνης προαιρέσεως ἰδιωτικῆς καὶ ἀλόγου ἐλπίδος ἢ μείζονος ἐλπίδος ἐπιθυμίας ἀνεπειθόμην. ἀλλ̓ ἐμὲ καλοῦσι Ῥωμαῖοι, καὶ συνεχῶς βοῶντες ἐπείγουσιν ὀρέξαι τε χεῖρα σωτήριον καὶ οὕτω τὴν ἔνδοξον καὶ ἐνάρετον ἀπὸ προγόνων ἄνωθεν ἀρχὴν
- 2.8.3.1
μὴ περιιδεῖν αἰσχρῶς ἐρριμμένην. ὥσπερ δὲ τὸ τοῖς τηλικούτοις ἐπιτολμᾶν οὐκ οὔσης εὐλόγου προφάσεως προπετὲς καὶ θρασύ, οὕτω καὶ τὸ πρὸς καλοῦντας καὶ δεομένους ὀκνηρὸν ἀνανδρίας ἅμα καὶ προδοσίας φέρει διαβολήν. διὸ παρῆλθον πευσόμενος ὑμῶν τίνα γνώμην ἔχοιτε καὶ τί πρακτέον ἡγοῖσθε, συμβούλοις τε ὑμῖν καὶ κοινωνοῖς χρησόμενος περὶ τῶν καθεστώτων: τὸ γὰρ ἀποβησόμενον εἰ εὐτυχηθείη, κοινὴν ἐμοί τε καὶ ὑμῖν τὴν ἀπόλαυσιν παρέξει.
- 2.8.4.1
οὐ φαῦλαι δὲ οὐδὲ κοῦφαι καλοῦσιν ἐλπίδες, ἀλλ̓ ὅ τε Ῥωμαίων δῆμος, ᾧ τὴν δεσποτείαν τῶν ἁπάντων ἔνειμαν θεοὶ καὶ τὴν βασιλείαν, ἥ τε ἀρχὴ σαλεύουσα καὶ παρὰ μηδενί πω βεβαίως ἱδρυμένη. ὅθεν ἡμῖν καὶ τὸ τῆς ἐπιχειρήσεως ἀσφαλές, ἔκ τε τῆς τῶν καλούντων γνώμης καὶ ἐκ τοῦ μηδένα εἶναι τὸν
- 2.8.5.1
ἀνθεστῶτα μηδὲ κωλύοντα, ὑπάρξει: καὶ γὰρ οἱ τὰ ἐκεῖθεν ἀγγέλλοντές φασι μηδὲ τοὺς στρατιώτας, οἳ τὴν ἀρχὴν αὐτῷ χρημάτων ἀπέδοντο, πιστοὺς εἶναι φρουροὺς ὑπηρέτας, μηδὲ πληρώσαντος ἐκείνου ἃ ὑπέσχετο. τίνα τοίνυν ἔχετε γνώμην, δηλώσατε.
- 2.8.6.1
τοιαῦτά τινα εἰπόντος αὐτοῦ, εὐθέως τὸ στρατιωτικὸν πᾶν καὶ τὸ συνειλεγμένον πλῆθος αὐτοκράτορά τε ἀνεῖπε καὶ σεβαστὸν προσηγόρευσε: τήν τε βασίλειον πορφύραν περιβαλόντες, καὶ τὰ λοιπὰ τῆς σεβασμίου τιμῆς ἐξ αὐτοσχεδίου παρασκευῆς ἀθροίσαντες, καὶ προπομπεύοντος τοῦ πυρός, ἔς τε τὰ ἱερὰ τῆς Ἀντιοχείας τὸν Νίγρον ἄγουσι καὶ ἐς τὴν ἑαυτοῦ οἰκίαν καθιστᾶσιν, οὐκέτι αὐτὴν ἰδιωτικὴν ἀλλὰ βασίλειον αὐλὴν νομίζοντες, πᾶσι κοσμήσαντες ἔξωθεν βασιλικοῖς συμβόλοις.
- 2.8.7.1
ἐπὶ τούτοις δὴ ὁ Νίγρος πάνυ τὴν ψυχὴν εὐφραίνετο, ὠχυρῶσθαί τε αὑτῷ τὰ τῆς ἀρχῆς ἡγεῖτο διά τε τὴν τῶν Ῥωμαίων γνώμην καὶ τὴν περὶ αὐτὸν σπουδὴν τῶν ἀνθρώπων. ὡς γὰρ διιπταμένη ἡ φήμη πάντα ἐπῆλθεν ἔθνη ὅσα τὴν ἀντικειμένην ἤπειρον τῇ Εὐρώπῃ κατοικεῖ, οὐδείς τε ἦν ὃς οὐχ ἑκὼν ἐς τὸ ὑπακούειν αὐτῷ ἠπείγετο, πρεσβεῖαί τε ἀπ̓ ἐκείνων τῶν ἐθνῶν ἐς τὴν Ἀντιόχειαν ὡς πρὸς βασιλέα ὁμολογούμενον
- 2.8.8.1
ἐστέλλοντο. οἵ τε ἐπέκεινα Τίγριδος καὶ Εὐφράτου σατράπαι καὶ βασιλεῖς ἐπέστελλον συνηδόμενοι αὐτῷ, καὶ εἰ δέοιτο, βοηθείας ὑπισχνοῦντο. ὃ δὲ δώροις τε αὐτοὺς μεγαλοπρεπῶς ἠμείβετο, καὶ ἐπὶ τῇ σπουδῇ καὶ ταῖς ὑποσχέσεσι χάριν γινώσκων ἔλεγε μὴ δεῖσθαι συμμάχων: τὴν γὰρ ἀρχὴν αὑτῷ βεβαίως ὠχυρῶσθαι, ἀναιμωτί τε ἄρξειν.
- 2.8.9.1
ταύταις ἐπαιρόμενος ταῖς ἐλπίσιν ὑπτίαζέ τε πρὸς τὴν τῶν πραγμάτων ἐπιμέλειαν, καὶ ἐς τὸ ἁβροδίαιτον ἀνειμένος τοῖς Ἀντιοχεῦσι συνευφραίνετο, ἑορταῖς τε καὶ θέαις ἐπιδιδοὺς ἑαυτόν. τῆς τε ἐς τὴν Ῥώμην ἀφόδου, ἐφ̓ ἣν μάλιστα ἐχρῆν σπεύδειν, ἠμέλει.
- 2.8.10.1
τοῖς δὲ Ἰλλυρικοῖς στρατεύμασι δέον ἐπιφοιτῆσαι τὴν ταχίστην καὶ φθάσαι οἰκειωσάμενον αὐτά, ὃ δὲ οὐδὲ τῶν πραττομένων τι αὐτοῖς ἐδήλου, ἐλπίζων τοὺς ἐκεῖ στρατιώτας, εἴ ποτε καὶ μάθοιεν, ὁμογνώμονας ἔσεσθαι τῇ τε Ῥωμαίων εὐχῇ καὶ τῇ τῶν κατὰ τὴν ἀνατολὴν στρατοπέδων γνώμῃ.
- 2.9.1.1
ταῦτα δὲ αὐτοῦ διατυποῦντος καὶ κούφαις καὶ ἀδήλοις ἐπαιωρουμένου ἐλπίσι, διηγγέλλετο τὰ πραττόμενα ἔς τε Παίονας καὶ Ἰλλυριοὺς καὶ πᾶν τὸ ἐκεῖσε στρατιωτικόν, ὃ ταῖς ὄχθαις Ἴστρου τε καὶ Ῥήνου ἐπικείμενον, ἀπεῖργον τοὺς ἐπέκεινα βαρβάρους, φρουρεῖ
- 2.9.2.1
τὴν Ῥωμαίων ἀρχήν. ἡγεῖτο δὲ Παιόνων πάντων ʽὑπὸ μιᾷ γὰρ ἦσαν ἐξουσίᾀ Σἑ??ʼῆρος, ἀνὴρ τὸ μὲν γένος Λίβυς, ἐς δὲ πραγμάτων διοίκησιν γενναῖος ἅμα καὶ θυμοειδής, σκληρῷ τε βίῳ καὶ τραχεῖ ἐνειθισμένος, πόνοις τε ἀντέχων ῥᾷστα, νοῆσαί τε ὀξὺς
- 2.9.3.1
καὶ τὸ νοηθὲν ἐπιτελέσαι ταχύς. οὗτος τοίνυν παρὰ τῶν ἀγγελλόντων πυνθανόμενος τὴν Ῥωμαίων ἀρχὴν μετέωρον φερομένην ἁρπάζεσθαι, καταγνοὺς τοῦ μὲν ῥᾳθυμίαν τοῦ δὲ δυσπραγίαν, ἐν τοῖς πράγμασιν. ἀνέπειθε δὲ αὐτὸν ὀνείρατα τοιαύτην τινὰ ἐλπίδα ὑποσημαίνοντα, χρησμοί τε καὶ ὅσα ἐς πρόγνωσιν τῶν μελλόντων σύμβολα φαίνεται: ἅπερ πάντα ἀψευδῆ καὶ ἀληθῆ τότε πιστεύεται ὅταν ἐς τὴν ἀπόβασιν εὐτυχηθῇ.
- 2.9.4.1
τὰ μὲν οὖν πολλὰ ἱστόρησεν αὐτός τε συγγράψας ἐν τῷ καθ̓ αὑτὸν βίῳ καὶ δημοσίαις ἀνέθηκεν εἰκόσι: τὸ δ̓ οὖν τελευταῖον καὶ μέγιστον, ὅπερ αὐτῷ καὶ τὴν ἐλπίδα πᾶσαν ὑπέφαινεν ὄναρ, οὐδ̓
- 2.9.5.1
ἡμῖν παραλειπτέον. κατὰ γὰρ τὸν καιρὸν ὃν ἀπηγγέλη Περτίναξ παραλαβὼν τὴν ἀρχήν, μετὰ τὸ προελθεῖν καὶ θῦσαι ὁ Σἑ??ʼῆρος καὶ τὸν ὑπὲρ τῆς Περτίνακος βασιλείας ὅρκον ἀφοσιώσασθαι ἐπανελθὼν ἐς τὴν οἰκίαν ἑσπέρας καταλαβούσης ἐς ὕπνον κατηνέχθη, μέγαν δὲ καὶ γενναῖον ἵππον βασιλικοῖς φαλάροις κεκοσμημένον ᾠήθη βλέπειν, φέροντα τὸν Περτίνακα ἐποχούμενον διὰ μέσης τῆς ἐν Ῥώμῃ ἱερᾶς
- 2.9.6.1
ὁδοῦ. ἐπεὶ δὲ κατὰ τὴν τῆς ἀγορᾶς ἀρχὴν ἐγένετο, ἔνθα ἐπὶ τῆς δημοκρατίας πρότερον ὁ δῆμος συνιὼν ἐκκλησίαζεν, ᾠήθη τὸν ἵππον ἀποσείσασθαι μὲν τὸν Περτίνακα καὶ ῥῖψαι, αὐτῷ δὲ ἄλλως ἑστῶτι ὑποδῦναί τε αὐτὸν καὶ ἀράμενον ἐπὶ τοῖς νώτοις φέρειν τε ἀσφαλῶς καὶ στῆναι βεβαίως ἐπὶ τῆς ἀγορᾶς μέσης, ἐς ὕψος ἄραντα τὸν Σἑ??ʼῆρον ὡς ὑπὸ πάντων ὁρᾶσθαί τε καὶ τιμᾶσθαι. μένει δὲ καὶ ἐς ἡμᾶς ἐν ἐκείνῳ τῷ χωρίῳ ἡ τοῦ ὀνείρατος εἰκὼν μεγίστη, χαλκοῦ πεποιημένη.
- 2.9.7.1
οὕτω τοίνυν ὁ Σἑ??ʼῆρος ἀρθεὶς τὴν γνώμην, ἐλπίζων τε θείᾳ προνοίᾳ ἐπὶ τὴν ἀρχὴν καλεῖσθαι, ἀπόπειραν ἐποιεῖτο τῆς τῶν στρατιωτῶν γνώμης, τὰ μὲν πρῶτα κατ̓ ὀλίγους ἡγεμόνας τε καὶ χιλιάρχας τούς τε ἐν τοῖς στρατοπέδοις ἐξέχοντας οἰκειούμενος, καὶ περὶ τῆς ἀρχῆς τῶν Ῥωμαίων διαλεγόμενος, ὡς παντάπασιν ἔρριπται οὐδενὸς ὄντος τοῦ γενναίως ἢ
- 2.9.8.1
κατ̓ ἀξίαν αὐτὴν διοικοῦντος. διέβαλλε δὲ τοὺς ἐν Ῥώμῃ στρατιώτας ὡς ἀπίστους καὶ βασιλείῳ καὶ ἐμφυλίῳ αἵματι μιάναντας τὸν ὅρκον, ἔλεγέ τε δεῖν ἐπαμῦναι καὶ ἐπεξελθεῖν τῷ Περτίνακος φόνῳ. ᾔδει δὲ πάντας τοὺς κατὰ τὸ Ἰλλυρικὸν στρατιώτας μεμνημένους
- 2.9.9.1
τῆς Περτίνακος ἡγεμονίας: ὑπὸ γὰρ Μάρκῳ βασιλεύοντι πολλὰ ἐγείρας σὺν αὐτοῖς κατὰ Γερμανῶν τρόπαια, στρατηγός τε καὶ ἡγεμὼν τῶν Ἰλλυρικῶν κατασταθείς, ἀνδρείαν μὲν πᾶσαν ἐν ταῖς μάχαις πρὸς τοὺς πολεμίους ἐπεδέδεικτο, εὔνοιαν δὲ καὶ χρηστότητα μετὰ σώφρονος καὶ ἐπιεικοῦς ἐξουσίας τοῖς ἀρχομένοις παρέσχητο, ὅθεν αὐτοῦ τὴν μνήμην τιμῶντες ἐπὶ τοῖς οὕτως ὠμῶς κατ̓ αὐτοῦ τετολμημένοις
- 2.9.10.1
ἠγανάκτουν. ταύτης δὴ τῆς προφάσεως λαβόμενος ὁ Σἑ??ʼῆρος εὐμαρῶς αὐτοὺς ἐφ̓ ἃ ἐβούλετο ὑπηγάγετο, προσποιούμενος οὐχ οὕτω τῆς ἀρχῆς ἀντιποιεῖσθαι, οὐδ̓ αὑτῷ τὴν ἐξουσίαν μνᾶσθαι, ὡς
- 2.9.11.1
θέλειν ἐπεξελθεῖν τοιούτου βασιλέως αἵματι. ὥσπερ δὲ τὰ σώματα οἱ ἐκεῖσε ἄνθρωποι γενναιότατοί τέ εἰσι καὶ πρὸς μάχας ἐπιτήδειοι καὶ φονικώτατοι, οὕτω καὶ τὰς διανοίας παχεῖς καὶ μὴ ῥᾳδίως συνεῖναι δυνάμενοι, εἴ τι μετὰ πανουργίας ἢ δόλου λέγοιτο ἢ πράττοιτο. πιστεύσαντες γοῦν τῷ Σἑ??ʼήρῳ προσποιουμένῳ χαλεπαίνειν καὶ θέλειν ἐπεξελθεῖν τῷ Περτίνακος φόνῳ ἐπέδοσαν αὑτούς, ὡς αὐτοκράτορά τε ἀποδεῖξαι
- 2.9.12.1
καὶ τὴν ἀρχὴν ἐγχειρίσαι. ὃ δ̓ ὡς ἔγνω τὴν τῶν Παιόνων γνώμην, διέπεμπε καὶ ἐς τὰ γειτνιῶντα ἔθνη καὶ πρὸς πάντας τοὺς ἄρχοντας τῶν ὑπ’ ἄρκτῳ Ῥωμαίοις δουλευόντων ἐθνῶν, μεγάλαις τε πάντας ὑποσχέσεσι καὶ ἐλπίσιν ἀναπείθων ῥᾳδίως ὑπηγάγετο.
- 2.9.13.1
ἱκανώτατος δ̓ ἦν ἁπάντων ἀνθρώπων μάλιστα προσποιήσασθαί τε καὶ πιστώσασθαι εὔνοιαν, μήτε ὅρκου φειδόμενος, εἰ δέοι τούτου καταφρονῆσαι, ψευσάμενος πρὸς τὸ χρειῶδες, διά τε γλώττης προΐετο ὅσα μὴ ἔφερεν ἐπὶ γνώμης.
- 2.10.1.1
θεραπεύσας οὖν διὰ γραμμάτων πάντας τοὺς κατὰ τὸ Ἰλλυρικὸν ἅμα καὶ ἄρχοντας, προσηγάγετο αὐτούς. ἀθροίσας δὲ τοὺς πανταχόθεν στρατιώτας, Σἑ??ʼῆρόν τε Περτίνακα ἑαυτὸν ὀνομάσας, ὅπερ οὐ μόνον ἤλπιζε τοῖς Ἰλλυρικοῖς εἶναι κεχαρισμένον ἀλλὰ καὶ τῷ δήμῳ τῶν Ῥωμαίων διὰ τὴν ἐκείνου μνήμην, συγκαλέσας τε αὐτοὺς ἐς τὸ πεδίον, καὶ βήματος αὐτῷ ἀρθέντος ἀνελθὼν ἔλεξε τοιάδε.
- 2.10.2.1
τὸ πιστὸν ὑμῶν καὶ πρός τε θεοὺς σεβάσμιον, οὓς ὄμνυτε, πρός τε βασιλέας τίμιον, οὓς αἰδεῖσθε, δεδηλώκατε δἰ ὧν ἀγανακτεῖτε ἐφ̓ οἷς οἱ κατὰ τὴν Ῥώμην στρατιῶται, πομπῆς μᾶλλον ἢ ἀνδρείας ὑπηρέται, ἐτόλμησαν. κἀμοὶ δὲ δἰ εὐχῆς ἐστί, πρότερον μὲν οὐδ̓ ἄλλοτε ἀντιποιησαμένῳ τοιαύτης ἐλπίδος ʽἴστε γάρ μου τὸ πρὸς τοὺς βασιλεύσαντας πειθήνιον̓, νῦν δὲ ἐπὶ τέλος τε ἀγαγεῖν καὶ ἀνύσαι ταῦτα ἅπερ ὑμῖν ἐστὶ κεχαρισμένα, τήν τε Ῥωμαίων ἀρχὴν μὴ
- 2.10.3.1
περιιδεῖν ἐρριμμένην, ἣ πρότερον μὲν μέχρι Μάρκου σεμνοπρεπῶς διοικουμένη σεβάσμιος ἐφαίνετο, ἐς Κόμμοδον δὲ μεταπεσοῦσα, εἰ καί τινα ὑπ’ ἐκείνου διὰ νεότητα ἐπλημμελεῖτο, ἀλλ̓ οὖν τῇ εὐγενείᾳ καὶ τῇ τοῦ πατρὸς μνήμῃ ἐπεσκιάζετο: καὶ πλέον ἦν ἐν αὐτῷ τὸ ἐλεούμενον ἐφ̓ οἷς ἐσφάλλετο ἢ τὸ μισούμενον, ἐπεὶ τὰ πλεῖστα τῶν γινομένων οὐκ ἐς ἐκεῖνον ἀνεφέρομεν, ἀλλ̓ ἐς τοὺς περὶ αὐτὸν κόλακάς τε καὶ οὐ πρεπόντων ἔργων ὁμοῦ συμβούλους τε καὶ ὑπηρέτας.
- 2.10.4.1
ἐπεὶ δὲ ἐς σεμνὸν πρεσβύτην, οὗ τῆς ἀνδρείας τε καὶ χρηστότητος ἔτι ταῖς ψυχαῖς ἡμῶν ἡ μνήμη ἐνέστακται, περιῆλθεν ἡ ἀρχή, οἳ δὲ οὐκ ἠνέσχοντο, ἀλλὰ τοιοῦτον ἄνδρα φόνῳ ἀπεσκευάσαντο. τὴν δὲ γῆς καὶ θαλάττης τοσαύτην ἀρχὴν ὠνησάμενός τις αἰσχρῶς πρός τε τοῦ δήμου, ὡς ἀκούετε, μεμίσηται, πρός τε τῶν ἐκεῖ στρατιωτῶν, οὓς ἐψεύσατο, οὐκέτι
- 2.10.5.1
πιστεύεται. ὧν, εἰ καὶ ἔμελλον ὑπὲρ αὐτοῦ παρατάξασθαι μετ̓ εὐνοίας, καὶ πλήθει σύμπαντες καὶ καθ̓ ἕνα ἕκαστον εὐανδρίᾳ προύχετε, ἀσκήσει τε πολεμικῶν ἐγγεγύμνασθε ὑμεῖς μὲν ἀεὶ βαρβάροις ἀντιταττόμενοι, καὶ φέρειν πόνους πάντας πορείας, κρύους τε καὶ θάλπους καταφρονεῖν, ποταμούς τε πηγνυμένους πατεῖν, καὶ πίνειν ὀρυττόμενον ἀλλ̓ οὐκ ἀνιμώμενον ὕδωρ εἰθισμένοι. θήραις τε ἐγγεγύμνασθε, καὶ πάντως ὑμῖν ἐς ἀνδρείαν ὑπάρχει γενναῖα ἐφόδια, ὡς μηδὲ εἰ βουληθείη τις, δύνασθαι ὑμῖν ἀντιστῆναι.
- 2.10.6.1
δοκίμιον δὲ στρατιωτῶν κάματος, ἀλλ̓ οὐ τρυφή, ᾗπερ ἐκεῖνοι ἐγκραιπαλῶντές τε καὶ ἐναυξηθέντες οὐδ̓ ἂν τῆς βοῆς ὑμῶν ἀνάσχοιντο, οὔτι γε τῆς μάχης. εἰ δέ τινες τὰ κατὰ Συρίαν ὑποπτεύοιεν πράγματα, ἐντεῦθεν ἂν τεκμήραιντο ἀσθενῆ τε ὄντα καὶ φαύλας ἔχοντα τὰς ἐλπίδας, ὅπου μηδὲ προελθεῖν τῆς αὑτῶν χώρας ἐτόλμησαν, μηδέ τι περὶ τῆς ἐς Ῥώμην ἀφόδου βουλεύσασθαι ἐθάρρησαν, ἀγαπητῶς ἐκεῖ μένοντες, καὶ ἐφήμερον τρυφὴν κέρδος τῆς οὔπω βεβαίας
- 2.10.7.1
ἀρχῆς νομίζουσιν. ἐπὶ μὲν γὰρ τὸ χαριέντως καὶ μετὰ παιδιᾶς ἀποσκῶψαι ἐπιτήδειοι Σύροι, καὶ μάλιστα οἱ τὴν Ἀντιόχειαν οἰκοῦντες, οὕς φασι περὶ τὸν Νίγρον ἐσπουδακέναι: τὰ δ̓ ἄλλα ἔθνη καὶ αἱ ἄλλαι πόλεις μέχρι νῦν τῷ μηδένα εὑρίσκεσθαι τὸν ἄξιον τῆς ἀρχῆς ἐσόμενον, σπάνει τοῦ μετ̓ ἀνδρείας καὶ σώφρονος διοικήσεως ἄρξοντος ἐκείνῳ δῆλον
- 2.10.8.1
ὅτι προσποιοῦνται ὑπακούειν. εἰ δὲ τήν τε Ἰλλυρικὴν δύναμιν ἅμα χειροτονήσασαν μάθοιεν, τό τε ἡμέτερον ὄνομα πύθοιντο οὐκ ἄγνωστον οὐδ̓ ἄσημον παῤ αὐτοῖς ὑπάρχον ἐξ ὧν ἡγεμονεύσαντες ἐκεῖσε διῳκήσαμεν, εὖ ἴστε, οὔτε ἐμοῦ ῥᾳθυμίαν ἢ ἀδρανίαν καταγνώσονται, οὔτε τὸ ὑμέτερον γενναῖον καὶ πρὸς τὰς μάχας ἐμβριθὲς ὑποστῆναι αἱρήσονται, καὶ σωμάτων μεγέθεσι καὶ πόνων ἀσκήσεσι καὶ ἐν τῇ
- 2.10.9.1
συστάδην μάχῃ πολὺ ὑμῶν ἀπολείποντες. φθάσωμεν οὖν τὴν Ῥώμην προκαταλαβόντες, ἔνθα ἡ βασίλειος ἔστιν ἑστία: κἀκεῖθεν ὁρμώμενοι τὰ λοιπὰ εὐμαρῶς διοικήσομεν, θείαις τε προρρήσεσι πιστεύοντες καὶ τῇ τῶν ὑμετέρων ἀνδρείᾳ ὅπλων τε καὶ σωμάτων. τοιαῦτα εἰπόντα τὸν Σἑ??ʼῆρον εὐφημήσαντες οἱ στρατιῶται, καλοῦντες σεβαστὸν καὶ Περτίνακα, πᾶσαν
- 2.11.1.1
ἐνεδείκνυντο προθυμίαν καὶ σπουδήν. ὁ δὲ Σἑ??ʼῆρος μηδένα διδοὺς καιρὸν ἀναβολῆς, συσκευάσασθαί τε αὐτοὺς ὡς ἔνι μάλιστα εὐτελέστατα ἐκέλευσε, τήν τε ἐς τὴν Ῥώμην ἔξοδον ἐπήγγειλε: νομάς τε αὐτοῖς διδοὺς καὶ ἐφόδια τῆς ὁδοιπορίας εἴχετο. συντόνῳ δὲ σπουδῇ καὶ γενναίοις πόνοις τὴν ὁδὸν ἐπετάχυνε, μήτε που ἐπιδιατρίβων, μήτε διδοὺς καιρὸν ἀναπαύλης, εἰ μὴ τοσοῦτον ὅσον ὀλίγον τοὺς
- 2.11.2.1
στρατιώτας ἀναπνεύσαντας ἔχεσθαι τῆς ὁδοῦ. ἐκοινώνει δὲ τῶν καμάτων αὐτοῖς, σκηνῇ τε χρώμενος εὐτελεῖ, καὶ σιτία καὶ ποτὰ προσφερόμενος οἷα καὶ πᾶσιν ὑπάρχειν ἠπίστατο: οὐδαμοῦ δὲ τρυφὴν ἐνεδείκνυτο βασιλικήν. ὅθεν καὶ μείζονα παρὰ τῶν στρατιωτῶν εὔνοιαν ἐπιστώσατο: οὐ γὰρ μόνον αὐτὸν συμπονοῦντα ἀλλὰ καὶ τῶν καμάτων ἄρχοντα οἱ στρατιῶται αἰδούμενοι μετὰ προθυμίας πάντα ἔπραττον.
- 2.11.3.1
ὃ δὲ τὴν Παιονίαν διαδραμὼν ἐπέστη τοῖς τῆς Ἰταλίας ὅροις, καὶ τὴν φήμην φθάσας πρότερον ὤφθη τοῖς ἐκεῖσε παρὼν βασιλεὺς ἢ ἀφιξόμενος ἠκούσθη. δέος τε μέγα τὰς Ἰταλιώτιδας πόλεις κατελάμβανε πυνθανομένας τοσαύτην ἔφοδον στρατοῦ. οἱ γὰρ κατὰ τὴν Ἰταλίαν ἄνθρωποι, ὅπλων καὶ πολέμων πάλαι
- 2.11.4.1
ἀπηλλαγμένοι, γεωργίᾳ καὶ εἰρήνῃ προσεῖχον. ἐς ὅσον μὲν γὰρ ὑπὸ δημοκρατίας τὰ Ῥωμαίων διῳκεῖτο καὶ ἡ σύγκλητος ἐξέπεμπε τοὺς τὰ πολεμικὰ στρατηγήσοντας, ἐν ὅπλοις Ἰταλιῶται πάντες ἦσαν καὶ γῆν καὶ θάλατταν ἐκτήσαντο, Ἕλλησι πολεμήσαντες καὶ βαρβάροις: οὐδέ τι ἦν γῆς μέρος ἢ κλίμα οὐρανοῦ ὅπου
- 2.11.5.1
μὴ Ῥωμαῖοι τὴν ἀρχὴν ἐξέτειναν. ἐξ οὗ δὲ ἐς τὸν Σεβαστὸν περιῆλθεν ἡ μοναρχία, Ἰταλιώτας μὲν πόνων ἀπέπαυσε καὶ τῶν ὅπλων ἐγύμνωσε, φρούρια δὲ καὶ στρατόπεδα τῆς ἀρχῆς προυβάλετο, μισθοφόρους ἐπὶ ῥητοῖς σιτηρεσίοις στρατιώτας καταστησάμενος ἀντὶ τείχους τῆς Ῥωμαίων ἀρχῆς: ποταμῶν τε μεγέθεσι καὶ τάφρων ἢ ὀρῶν προβλήμασιν ἐρήμῳ τε γῇ
- 2.11.6.1
καὶ δυσβάτῳ φράξας τὴν ἀρχὴν ὠχυρώσατο. ὅθεν τὸν Σἑ??ʼῆρον προσιόντα πυνθανόμενοι τότε μετὰ τοσούτου στρατοῦ εἰκότως ἐταράττοντο τῷ ἀήθει τοῦ πράγματος: οὔτε δὲ ἀντιστῆναι ἢ κωλῦσαι ἐτόλμων, ὑπήντων δὲ δαφνηφοροῦντες καὶ πύλαις ἀναπεπταμέναις ἐδέχοντο. ὃ δὲ τοσοῦτον ἀνεπαύετο ὅσον καλλιερῆσαί τε καὶ τοὺς δήμους προσειπεῖν, ἐς δὲ τὴν Ῥώμην ἠπείγετο.
- 2.11.7.1
ὡς δὲ ταῦτα τῷ Ἰουλιανῷ ἀπηγγέλλετο, ἐν ἐσχάτῃ ἀπογνώσει ἦν, τοῦ μὲν Ἰλλυρικοῦ στρατοῦ τὴν δύναμιν καὶ τὸ πλῆθος ἀκούων, οὔτε δὲ τῷ δήμῳ πιστεύων, ἐπεὶ μεμίσητο, οὔτε τοῖς στρατιώταις θαρρῶν, οὓς ἔψευστο. χρήματα δὴ πάντα ἀθροίζων τά τε αὑτοῦ καὶ παρὰ τῶν φίλων, καὶ εἴ τινα ἦν, ἐκ δημοσίων καὶ ἱερῶν τόπων λαμβάνων, τοῖς στρατιώταις διανέμειν
- 2.11.8.1
ἐπειρᾶτο, ὡς ἂν κτήσαιτο τὴν εὔνοιαν αὐτῶν. οἳ δέ, καίτοι μεγάλα λαμβάνοντες, χάριν οὐκ ᾔδεσαν: ὄφλημα γὰρ αὐτὸν ἀποτίνειν ἀλλ̓ οὐ δωρεὰν διανέμειν ἐλογίζοντο. ὁ δὲ Ἰουλιανός, καίτοι συμβουλευόντων αὐτῷ τῶν φίλων ἐξαγαγεῖν τὸ στρατιωτικὸν καὶ τὰ στενὰ τῶν Ἄλπεων προκαταλαβεῖν—μέγιστα ἐκεῖνα ὄρη, καὶ οἷα οὐκ ἄλλα ἐν τῇ καθ̓ ἡμᾶς γῇ, ἐν τείχους σχήματι περίκειται καὶ προβέβληται Ἰταλίας, καὶ τοῦτο μετὰ τῆς ἄλλης εὐδαιμονίας παρασχούσης τῆς φύσεως Ἰταλιώταις, ἔρυμα ἄρρηκτόν τε καὶ . . αὐτῶν προβεβλῆσθαι, ἀπὸ τῆς ἀρκτῴας θαλάσσης ἐπὶ τὴν πρὸς
- 2.11.9.1
μεσημβρίαν βλέπουσαν διῆκον. ἀλλ̓ οὐδὲ τῆς πόλεως προελθεῖν Ἰουλιανὸς ἐτόλμα: διέπεμπέ τε, τῶν στρατιωτῶν δεόμενος ὁπλίζεσθαί τε καὶ γυμνάζεσθαι, πρὸ δὲ τῆς πόλεως τάφρους διορύττειν. καὶ τὴν πρὸς Σἑ??ʼῆρον μάχην ὡς ἐν τῇ πόλει ποιησόμενος παρεσκεύαζε: τούς τε ἐλέφαντας πάντας, οἳ ἐς πομπὴν ὑπηρετοῦσι Ῥωμαίοις, πύργους καὶ ἄνδρας φέρειν ἐπὶ τῶν νώτων ἐπαίδευεν, οἰόμενος οὕτως ἐκπλήξειν τούς τε Ἰλλυριούς, καὶ τὴν τῶν πολεμίων ἵππον διαταράξειν ὄψει καὶ μεγέθει θηρίων μὴ πρότερον αὐτοῖς ἑωραμένων. τότε δὴ πᾶσα ἡ πόλις ὅπλα εἰργάζετο καὶ τὰ πρὸς πόλεμον παρεσκευάζετο.
- 2.12.1.1
μελλόντων δὲ τῶν Ἰουλιανοῦ στρατιωτῶν ἔτι καὶ τὰ πρὸς πόλεμον ἕτοιμα ποιούντων, ἀγγέλλεται ὁ Σἑ??ʼῆρος ἤδη προσιών. καὶ πολὺ τοῦ στρατεύματος μέρος διασκεδάσας ἐκεῖνος καλεύει παρεισδύεσθαι ἐς τὴν πόλιν. οἳ δὲ κατὰ πάσας ὁδοὺς διανείμαντες αὑτούς, πολλοὶ δ̓ ἐς Ῥώμην νύκτωρ λανθάνοντες εἰσῄεσαν, τὰ ὅπλα ὑποκρύπτοντες, ἐν ἰδιωτῶν σχήματι.
- 2.12.2.1
καὶ ἤδη οἱ πολέμιοι ἔνδον ἦσαν τοῦ Ἰουλιανοῦ ἔτι ὑπτιάζοντος καὶ τὰ πραττόμενα ἀγνοοῦντος. ἐπεὶ δὲ ταῦτα διάπυστα τῷ δήμῳ ἐγένετο, ἐν ταραχῇ πολλῇ πάντες ἦσαν, καὶ δεδιότες τὴν δύναμιν τοῦ Σἑ??ʼήρου τὰ ἐκείνου φρονεῖν προσεποιοῦντο, τοῦ μὲν Ἰουλιανοῦ καταγινώσκοντες ἀνανδρίαν, τοῦ δὲ Νίγρου μέλλησίν τε καὶ ῥᾳθυμίαν: τὸν δὲ Σἑ??ʼῆρον ἀκούοντες
- 2.12.3.1
ἤδη παρόντα ἐθαύμαζον. ὁ δὲ Ἰουλιανὸς πολλῇ καταλαμβανόμενος ἀφασίᾳ τε καὶ ἀπορίᾳ, ὅπως χρήσεται τοῖς πράγμασιν οὐκ εἰδώς, ἀθροισθῆναι κελεύσας τὴν σύγκλητον καταπέμπει γράμματα, δἰ ὧν ἐσπένδετο δὴ πρὸς τὸν Σἑ??ʼῆρον καὶ αὐτοκράτορα ἀναδείξας κοινωνὸν τῆς βασιλείας ἐποιεῖτο. ἡ δὲ σύγκλητος ἐψηφίσατο μὲν ταῦτα, ὁρῶντες δὲ τὸν Ἰουλιανὸν ἀποδειλιῶντα καὶ ἐν ἀπογνώσει, τῷ Σἑ??ʼήρῳ πάντες ἤδη
- 2.12.4.1
προσετίθεντο. δύο δέ που ἢ τριῶν ἡμερῶν παραδραμουσῶν, ἐπείπερ ἤδη τὸν Σἑ??ʼῆρον καὶ αὐτῇ τῇ πόλει ἐπιστησόμενον ἤκουον, καταφρονήσαντες τοῦ Ἰουλιανοῦ συνίασιν ἐς τὸ συνέδριον, τῶν ὑπάτων κελευσάντων, οἳ τὰ τῆς Ῥώμης διοικεῖν εἰώθασιν ὁπηνίκα
- 2.12.5.1
ἂν τὰ τῆς βασιλείας μετέωρα ᾖ. συνελθόντες τοίνυν περὶ τῶν πρακτέων ἐσκέπτοντο, τοῦ Ἰουλιανοῦ ἔτι ὄντος ἐν τῇ βασιλείῳ αὐλῇ καὶ τὰς παρούσας ὀδυρομένου τύχας, ἱκετεύοντός τε ἐξομόσασθαι τὴν ἀρχὴν καὶ παραχωρῆσαι πάσης τῆς δυναστείας τῷ
- 2.12.6.1
Σἑ??ʼήρῳ. ὡς δὲ ἔμαθεν ἡ σύγκλητος τὸν Ἰουλιανὸν οὕτω κατεπτηχότα, τὴν δὲ δορυφόρον φρουρὰν διὰ δέος τοῦ Σἑ??ʼήρου αὐτὸν ἐγκαταλιποῦσαν, ψηφίζεται τὸν μὲν ἀναιρεθῆναι, ἀποδειχθῆναι δὲ μόνον αὐτοκράτορα τὸν Σἑ??ʼῆρον: πρεσβείαν τε πρὸς αὐτὸν ἐκπέμπουσιν ἀπὸ τῶν ἐν ἀρχαῖς ὄντων καὶ τῶν ἐξοχωτάτων τῆς βουλῆς, πάσας αὐτῷ προσφέρειν τὰς σεβασμίους
- 2.12.7.1
τιμάς. ἐπὶ δὲ τὸν Ἰουλιανὸν εἷς τῶν χιλιαρχούντων ἀναπέμπεται, ἀποκτεῖναι ἄνανδρον καὶ ἄθλιον πρεσβύτην, ἰδίοις χρήμασιν ὠνησάμενον οὕτω πονηρὸν τέλος. ὃ μὲν οὖν εὑρεθεὶς ἔρημός τε καὶ ὑπὸ πάντων καταλειφθείς, αἰσχρῶς ὀλοφυρόμενος ἐφονεύθη: ἐπεὶ
- 2.13.1.1
δὲ τὰ παρὰ τῆς συγκλήτου ἐδηλώθη τῷ Σἑ??ʼήρῳ ἥ τε τοῦ Ἰουλιανοῦ ἀναίρεσις, ἤρθη καὶ ἐς μειζόνων πραγμάτων ἐλπίδα, καὶ σοφίσματι ἐχρήσατο, ὡς ἂν χειρώσαιτο καὶ αἰχμαλώτους τοὺς τὸν Περτίνακα ἀνῃρηκότας λάβοι. ἐπιστέλλει μὲν οὖν καὶ ἰδίᾳ λανθάνοντα γράμματα τοῖς τε χιλιάρχοις καὶ τοῖς ἑκατοντάρχοις ὑπισχνούμενος μεγάλα, ὅπως πείσειαν τοὺς ἐν τῇ Ῥώμῃ στρατιώτας ὑπακούειν εὐπειθῶς τοῖς ὑπὸ τοῦ
- 2.13.2.1
Σἑ??ʼήρου κελευομένοις: ἐκπέμπει δὲ καὶ κοινὴν ἐπιστολὴν πρὸς τὸ στρατόπεδον, κελεύων καταλιπεῖν μὲν ἐν τῷ στρατοπέδῳ πάντα, αὐτοὺς δὲ ἐξελθεῖν εἰρηνικῷ σχήματι, ὥσπερ εἰώθασι θύοντος ἢ ἑορτάζοντος βασιλέως προπομπεύειν, ὀμόσαι τε ἐς τὸ Σἑ??ʼήρου ὄνομα, καὶ μετ̓ ἀγαθῶν ἐλπίδων ἐλθεῖν ὡς μέλλοντας
- 2.13.3.1
τὸν Σἑ??ʼῆρον δορυφορήσειν. πιστεύσαντες δὴ οἱ στρατιῶται τοῖς ἐπεσταλμένοις, πεισθέντες τε ὑπὸ τῶν χιλιαρχούντων, τὰ μὲν ὅπλα κατέλιπον πάντα, αὐτοὶ δὲ ἐν μόναις ταῖς πομπικαῖς ἐσθῆσι δαφνηφοροῦντες ἠπείγοντο. ὡς δὲ πρὸς τῷ στρατοπέδῳ τοῦ Σἑ??ʼήρου ἐγένοντο, ἠγγέλησάν τε ἀφικόμενοι ἐς τὸ πεδίον, οὕτως αὐτοὺς ὁ Σἑ??ʼῆρος συνελθεῖν κελεύει
- 2.13.4.1
ὡς δὴ δεξιωσόμενος καὶ προσαγορεύσων. ὡς δὲ ἀνελθόντα αὐτὸν ἐπὶ τὸ βῆμα προσῆλθον ὁμοθυμαδὸν εὐφημήσοντες, πάντες ὑφ̓ ἑνὶ συνθήματι συλλαμβάνονται: προείρητο γὰρ τῷ τοῦ Σἑ??ʼήρου στρατῷ, ὁπηνίκα ἂν στῶσιν ἐς τὸν βασιλέα ἀποβλέποντες μετέωρόν τε τὴν γνώμην ἔχοντες, κυκλώσασθαι αὐτοὺς πολεμίῳ νόμῳ, καὶ τιτρώσκειν μὲν ἢ παίειν μηδένα, συνέχειν δὲ καὶ φρουρεῖν φράξαντας ἐν κύκλῳ τοῖς ὅπλοις, τάς τε διβολίας καὶ τὰ δόρατα ἐπισείειν, ὡς δέει τοῦ τρωθῆναι γυμνοί τε πρὸς ὡπλισμένους καὶ
- 2.13.5.1
ὀλίγοι πρὸς πολλοὺς μὴ μάχοιντο. ἐπεὶ δὲ αὐτοὺς ὥσπερ σαγηνεύσας ἐντὸς τῶν ὅπλων δορυαλώτους εἶχε, μεγάλῃ βοῇ καὶ θυμοειδεῖ τῷ πνεύματι ἔλεξε πρὸς αὐτοὺς τοιάδε. ὅτι μὲν ὑμῶν καὶ σοφίᾳ κρείττους ἐσμὲν καὶ δυνάμει στρατοῦ καὶ συμμάχων πλήθει, ἔργῳ ὁρᾶτε: εἴληφθε γοῦν ῥᾳδίως, καὶ ἀκονιτί γε ἑαλώκατε. ἔστι δ̓ ἐν ἐμοὶ ὅ τι ποτ̓ ἂν ὑμᾶς δρᾶσαι θελήσω, καὶ πρόκεισθε
- 2.13.6.1
ἤδη θύματα τῆς ἡμετέρας ἐξουσίας. εἰ μὲν οὖν ὑμεῖς πρὸς τὰ τετολμημένα τιμωρίαν ζητεῖτε, οὐδ̓ ἔστιν εὑρεῖν δίκην τὴν ἐπιτεθησομένην ἀξίαν τῶν πεπραγμένων. σεμνὸν πρεσβύτην καὶ βασιλέα χρηστόν, ὃν ἐχρῆν σώζειν καὶ δορυφορεῖν, ἐφονεύσατε: τὴν Ῥωμαίων ἀρχὴν ἔνδοξον οὖσαν ἀεί, ἣν καὶ οἱ πρόγονοι ἢ δἰ ἀνδρείας ἐναρέτου ἐκτήσαντο ἢ δἰ εὐγένειαν διεδέξαντο, ταύτην αἰσχρῶς καὶ ἀτίμως ὥσπερ τι τῶν ἰδιωτικῶν κειμηλίων ἐπ’ ἀργυρίῳ κατηλλάξασθε.
- 2.13.7.1
ἀλλ̓ οὐδ̓ αὐτόν, ὃν οὕτως ἄρχοντα εἵλεσθε, φυλάξαι ἢ σῶσαι ἐδυνήθητε, ἀνάνδρως δὲ προυδώκατε. ἐπὶ τηλικούτοις δὴ ἁμαρτήμασί τε καὶ τολμήμασι μυρίων ἄξιοι θανάτων, ἤν τις ὁρίσαι θέλῃ τὴν ἀξίαν τιμωρίαν, ἐστέ. ἀλλὰ τί μὲν χρὴ παθεῖν ὑμᾶς, ὁρᾶτε: ἐγὼ δὲ φείσομαι μὲν ὑμῶν ὡς μὴ φονεῦσαι,
- 2.13.8.1
οὐδὲ τὰς ὑμετέρας χεῖρας μιμήσομαι: ἐπεὶ δὲ μήτε ὅσιον μήτε δίκαιον ἔτι βασιλέα ὑμᾶς δορυφορεῖν, καὶ ἐς τὸν ὅρκον ἀσεβήσαντας, καὶ ἐμφυλίῳ καὶ βασιλικῷ αἵματι τὰς δεξιὰς μιάναντας, τήν τε πίστιν καὶ τὸ ἐχέγγυον τῆς φρουρᾶς προδόντας, τὰς μὲν ψυχὰς καὶ τὰ σώματα δῶρον τῆς ἐμῆς φιλανθρωπίας ἕξετε, τοῖς δὲ περιειληφόσιν ὑμᾶς στρατιώταις κελεύω ἀποζῶσαί τε ὑμᾶς, καὶ ἀποδύσαντας εἴ τινας περίκεισθε
- 2.13.9.1
ἐσθῆτας στρατιωτικάς, γυμνοὺς ἀποπέμπειν. παραγγέλλω τε ὑμῖν ἀπιέναι ὡς πορρωτάτω τῆς Ῥώμης, ἀπειλῶ τε καὶ διόμνυμαι καὶ προαγορεύω κολασθήσεσθαι κεφαλικῶς, εἴ τις ὑμῶν ἐντὸς ἑκατοστοῦ σημείου ἀπὸ τῆς Ῥώμης φανείη.
- 2.13.10.1
ταῦτα κελεύσαντος αὐτοῦ, προσδραμόντες οἱ Ἰλλυρικοὶ στρατιῶται τά τε ξιφίδια περιαιροῦσιν αὐτῶν ἃ παρῃώρηντο τῷ ἀργύρῳ καὶ τῷ χρυσῷ ἐς πομπὴν κεκοσμημένα, τάς τε ζώνας καὶ τὰς ἐσθῆτας καὶ εἴ τι σύμβολον ἔφερον στρατιωτικόν, ἀφαρπάσαντες
- 2.13.11.1
γυμνοὺς ἐξέπεμπον. οἳ δὲ ὑπεῖκον προδεδομένοι καὶ σοφίσματι ἑαλωκότες: τί γὰρ ἐνῆν δρᾶσαι γυμνοῖς πρὸς ὡπλισμένους καὶ ὀλίγοις πρὸς πολλούς; ἀπῄεσαν δὴ ὀδυρόμενοι, καὶ ἠγάπων μὲν τὴν δοθεῖσαν σωτηρίαν, μετεγίνωσκον δὲ ἐπὶ τῷ ἀνόπλους ἐλθεῖν, αἰσχρῶς
- 2.13.12.1
καὶ ἐφυβρίστως ἑαλωκότες. ἐκέχρητο δὲ καὶ ἄλλῳ ὁ Σἑ??ʼῆρος σοφίσματι: δεδιὼς γὰρ μὴ ἄρα μετὰ τὸ ἀποζωσθῆναι ἐν ἀπογνώσει γενόμενοι ἀναδράμωσιν ἐπὶ τὸ στρατόπεδον καὶ τὰ ὅπλα ἀναλάβωσι, προύπεμψε λογάδας ἐπιλέκτους, ὅσους γενναιοτάτους ἠπίστατο, δἰ ἑτέρων ὁδῶν καὶ ἀτραπῶν, ὡς λαθόντες τό τε στρατόπεδον ἐπεισέλθοιεν ἀνδρῶν κενόν, καὶ τὰ ὅπλα καταλαβόντες, εἰ ἐπίοιεν, ἀποκλείσαιεν αὐτούς. δίκην μὲν δὴ ταύτην ἔδοσαν οἱ τοῦ Περτίνακος
- 2.14.1.1
φονεῖς: ὁ δὲ Σἑ??ʼῆρος σὺν παντὶ τῷ λοιπῷ στρατῷ ὡπλισμένῳ ἐς τὴν Ῥώμην ἀφικνεῖται, ἔκπληξίν τε καὶ δέος ἅμα τῷ ὀφθῆναι τοῖς Ῥωμαίοις ἐνέβαλε τοῖς οὕτω τετολμημένοις τε καὶ εὐτυχηθεῖσιν ἔργοις. ὁ δὲ δῆμος καὶ ἡ σύγκλητος δαφνηφοροῦντες ὑπεδέχοντο πρῶτον ἀνθρώπων καὶ βασιλέων ἀναιμωτί τε καὶ
- 2.14.2.1
ἀκονιτὶ τοσαῦτα κατωρθωκότα. πάντα γὰρ ἐν αὐτῷ ἐθαυμάζετο, μάλιστα δὲ τὸ ἀγχίνουν τῆς γνώμης τό τε τῶν πόνων γενναῖον καὶ τὸ ἐς τὰ τολμώμενα ἅμα τῷ θαρραλέῳ εὔελπι. ἐπεὶ τοίνυν ὅ τε δῆμος αὐτὸν ἀποδεξάμενος εὐφήμησεν ἥ τε σύγκλητος ἐπὶ ταῖς τῆς πόλεως εἰσόδοις προσηγόρευσεν, ἀνελθὼν ἐς τὸ τοῦ Διὸς τέμενος καὶ θύσας, ἔν τε τοῖς λοιποῖς ἱεροῖς νόμῳ
- 2.14.3.1
βασιλικῷ καλλιερήσας, ἀνῆλθεν ἐς τὰ βασίλεια. τῆς δὲ ἐπιούσης κατελθὼν ἐς τὴν σύγκλητον λόγους ἐπιεικεῖς πάνυ καὶ χρηστῶν ἐλπίδων μεστοὺς ἐποιεῖτο πρὸς πάντας, καὶ κοινῇ καὶ ἰδίᾳ δεξιούμενος, λέγων ἥκειν μὲν ἔκδικος τοῦ Περτίνακος φόνου, τὴν δ̓ ἀρχὴν παρέξειν καὶ εἴσοδον ἀριστοκρατίας, μήτε δὲ ἄκριτόν τινα φονευθήσεσθαι ἢ δημευθήσεσθαι, μήτε συκοφαντοῦντος ἀνέξεσθαι, ἀλλὰ βαρυτάτην εὐδαιμονίαν τοῖς ἀρχομένοις παρέξειν, καὶ πάντα πράξειν ἐς ζῆλον τῆς Μάρκου ἀρχῆς, ἕξειν δὲ τοῦ Περτίνακος οὐ μόνον
- 2.14.4.1
τοὔνομα ἀλλὰ καὶ τὴν γνώμην. τοιαῦτά τινα λέγων ὑπηγάγετο τοὺς πλείστους ἐς εὔνοιαν καὶ πίστιν ὧν ὑπισχνεῖτο. ἦσαν δέ τινες τῶν πρεσβυτέρων καὶ γνωριζόντων αὐτοῦ τὸν τρόπον, οἳ προύλεγον λανθάνοντες ὅτι ἄρα εἴη ἀνὴρ πολύτροπός τις καὶ μετὰ τέχνης εἰδὼς προσφέρεσθαι πράγμασιν, ὑποκρίνασθαί τε καὶ προσποιήσασθαι πᾶν ὁτιοῦν ἱκανώτατος, ἔτι δ̓ ἀνύσαι καὶ τὸ χρειῶδες καὶ τὸ λυσιτελὲς αὑτῷ: ὅπερ καὶ ὕστερον ἔργῳ δέδεικται.
- 2.14.5.1
διατρίψας οὖν ὀλίγον χρόνον ὁ Σἑ??ʼῆρος ἐν τῇ Ῥώμῃ, καὶ νομὰς ἐπιδοὺς τῷ δήμῳ μεγαλοφρόνως, θέας τε ἐπιτελέσας, τοῖς τε στρατιώταις πολλὰ δωρησάμενος, καὶ τοὺς ἀκμαιοτάτους ἐπιλεξάμενος ἐς τὸ δορυφόρους εἶναι τῆς βασιλείας τόπῳ τῶν ἀπεζωσμένων,
- 2.14.6.1
ἐπὶ τὴν ἀνατολὴν ἠπείγετο: ἔτι γὰρ μέλλοντος καὶ ὑπτιάζοντος τοῦ Νίγρου, τῇ τε Ἀντιοχείᾳ ἐντρυφῶντος, ἐπιστῆναι μηδὲ προσδοκώμενος ἤθελεν, ὅπως ἀπαράσκευον αὐτὸν λάβοι. τούς τε οὖν στρατιώτας ἐκέλευσε παρασκευάζεσθαι πρὸς τὴν ἔξοδον, συνεκρότει τε καὶ πανταχόθεν στράτευμα, ἔκ τε τῶν κατὰ τὴν Ἰταλίαν πόλεων νεανίας μεταπεμπόμενος καὶ στρατεύων, εἴ τέ τι ἦν ἐν τῷ Ἰλλυρικῷ τοῦ στρατιωτικοῦ λείψανον, κατελθὸν ἐπὶ Θρᾴκην ἐκέλευεν
- 2.14.7.1
αὑτῷ συντυχεῖν. ἐξήρτυε δὲ καὶ στόλον ναυτικόν, καὶ πάσας τὰς κατὰ τὴν Ἰταλίαν τριήρεις ὁπλιτῶν πληρώσας ἐξέπεμπε. πολλή τε αὐτῷ καὶ παντοδαπὴ δύναμις μεγίστῳ τάχει συνεσκευάσθη: ᾔδει γὰρ οὐ μικρᾶς δυνάμεως δεόμενος πρὸς πᾶσαν τὴν ἀντικειμένην ἤπειρον Εὐρώπῃ τὰ Νίγρου φρονοῦσαν. τὰ μὲν δὴ πρὸς τὸν πόλεμον γενναίως εὐτρέπιζεν,
- 2.15.1.1
ἅτε δὲ ἀνὴρ προμηθής τε καὶ νήφων ὑπώπτευε τὴν ἐν Βρεττανίᾳ δύναμιν πολλήν τε οὖσαν καὶ μεγίστην ἀνδρῶν τε μαχιμωτάτων. ἦρχε δ̓ αὐτῆς πάσης Ἀλβῖνος, ἀνὴρ τὸ μὲν γένος τῶν ἐκ τῆς συγκλήτου εὐπατριδῶν, ἐν πλούτῳ δὲ καὶ τρυφῇ ἐκ πατέρων
- 2.15.2.1
ἀνατραφείς. τοῦτον τοίνυν ἠθέλησεν ὁ Σἑ??ʼῆρος σοφίσματι προλαβὼν οἰκειώσασθαι, μή πως ἄρα τοιαῦτα ἔχων ἐναύσματα ἐς βασιλείας ἐπιθυμίαν, θαρρῶν ἢ πλούτῳ καὶ γένει δυνάμει τε στρατοῦ γνώσει τε τῇ παρὰ Ῥωμαίοις, ἐπιθῆται τοῖς πράγμασι καὶ τὴν Ῥώμην οὐ πολύ τι ἀφεστῶσαν ἐκείνου κατὰ τὴν ἀνατολὴν
- 2.15.3.1
ἀσχοληθέντος ὑποποιήσηται. τιμῇ τοίνυν προσποιήτῳ δελεάζει τὸν ἄνθρωπον, καὶ ἄλλως μὲν ὄντα τὴν γνώμην χαῦνον καὶ ἁπλοϊκώτερον, τότε δὲ καὶ πολλὰ διὰ γραμμάτων ὀμόσαντι τῷ Σἑ??ʼήρῳ πιστεύσαντα. Καίσαρα δὲ αὐτὸν ἀποδεικνύει, φθάσας αὐτοῦ τὴν ἐλπίδα καὶ τὴν ἐπιθυμίαν τῇ τῆς ἐξουσίας
- 2.15.4.1
κοινωνίᾳ. ἐπιστέλλει δὲ αὐτῷ φιλικώτατα γράμματα δῆθεν, ἱκετεύων ἐπιδοῦναι αὑτὸν ἐς τὴν τῆς ἀρχῆς φροντίδα: δεῖσθαι γὰρ ἀνδρὸς εὐγενοῦς καὶ τοιούτου τήν τε ἡλικίαν ἔτι ἀκμάζοντος αὐτὸν ὄντα πρεσβύτην καὶ ὑπὸ νόσου ἀρθρίτιδος ἐνοχλούμενον, τῶν τε παίδων αὐτῷ ὄντων πάνυ νηπίων. οἷς πιστεύσας ὁ Ἀλβῖνος τὴν τιμὴν ὑπεδέξατο ἀσπαστῶς, ἀγαπήσας ἄνευ
- 2.15.5.1
μάχης καὶ κινδύνου λαβεῖν ταῦτα ὧν ὠρέγετο. ὁ δὲ Σἑ??ʼῆρος καὶ πρὸς τὴν σύγκλητον τὰ αὐτὰ ἀνενεγκών, ὡς ἂν μᾶλλον αὐτὸν ἐς πίστιν ὑπαγάγοιτο, νομίσματά τε αὐτοῦ κοπῆναι ἐπέτρεψε, καὶ ἀνδριάντων ἀναστάσεσι ταῖς τε λοιπαῖς τιμαῖς τὴν δοθεῖσαν χάριν ἐπιστώσατο. ἐπεὶ δὲ αὐτῷ τὰ πρὸς τὸν Ἀλβῖνον διὰ σοφίας ἀσφαλῶς εἶχεν, οὐδέ τι δέος ἦν ἀπὸ Βρεττανίας, τό τε Ἰλλυρικὸν στράτευμα σὺν αὑτῷ πᾶν εἶχε, διῳκῆσθαι νομίζων πάντα λυσιτελῶς τῇ ἑαυτοῦ ἀρχῇ ἐπὶ τὸν Νίγρον ἠπείγετο.
- 2.15.6.1
τῆς μὲν οὖν ὁδοιπορίας τοὺς σταθμούς, καὶ τὰ καθ̓ ἑκάστην πόλιν αὐτῷ λεχθέντα, καὶ σημεῖα θείᾳ προνοίᾳ δόξαντα πολλάκις φανῆναι, χωρία τε ἕκαστα καὶ παρατάξεις, καὶ τὸν τῶν ἑκατέρωθεν πεσόντων ἀριθμὸν στρατιωτῶν ἐν ταῖς μάχαις, ἱστορίας τε πολλοὶ συγγραφεῖς καὶ ποιηταὶ μέτρων πλατύτερον συνέταξαν, ὑπόθεσιν ποιούμενοι πάσης τῆς πραγματείας
- 2.15.7.1
τὸν Σἑ??ʼήρου βίον. ἐμοὶ δὲ σκοπὸς ὑπάρχει ἐτῶν ἑβδομήκοντα πράξεις πολλῶν βασιλέων συντάξαντι γράψαι, ἃς αὐτὸς οἶδα. τὰ κορυφαιότατα τοίνυν καὶ συντέλειαν ἔχοντα τῶν κατὰ μέρος πεπραγμένων Σἑ??ʼήρῳ ἐν τοῖς ἑξῆς διηγήσομαι, οὐδὲν οὔτε πρὸς χάριν ἐς ὕψος ἐξαίρων, ὥσπερ ἐποίησαν οἱ κατ̓ ἐκεῖνον γράψαντες, οὔτε παραλείπων εἴ τι λόγου καὶ μνήμης ἄξιον.
- 3.1.1.1
Τὸ μὲν δὴ Περτίνακος τέλος καὶ Ἰουλιανοῦ καθαίρεσις, ἥ τε Σἑ??ʼήρου ἐς τὴν Ῥώμην ἄφιξις, ἥ τε ἐπὶ Νίγρον ἔξοδος, ἐν τῷ πρὸ τούτου συγγράμματι δεδήλωται: ὁ δὲ Νίγρος, ἐπεὶ ἠγγέλη αὐτῷ μηδέν τι τοιοῦτον προσδεχομένῳ κατειληφὼς μὲν τὴν Ῥώμην ὁ Σἑ??ʼῆρος, ὑπό τε τῆς συγκλήτου αὐτοκράτωρ ἀναδειχθείς, ἄγων δὲ πάντα ἐπ’ αὐτὸν τὸν Ἰλλυρικὸν στρατὸν πεζήν τε καὶ ναυτικὴν δύναμιν ἄλλην, ἐν μεγίστῃ ταραχῇ ἦν, διέπεμπέ τε κατὰ ἔθνη πρὸς τοὺς ἡγουμένους, τάς τε εἰσόδους πάσας καὶ λιμένας φυλάττεσθαι
- 3.1.2.1
κελεύων. ἔπεμπε δὲ καὶ πρὸς τὸν βασιλέα Παρθυαίων τε καὶ Ἀρμενίων καὶ Ἀτρηνῶν, συμμάχους αἰτῶν. ὁ μὲν οὖν Ἀρμένιος ἀπεκρίνατο μηδετέρῳ συμμαχήσειν, ἀγαπητῶς δὲ τὰ ἑαυτοῦ φυλάξειν ἤδη προσιόντος Σἑ??ʼήρου: ὁ δὲ Παρθυαῖος ἐπιστελεῖν ἔφη τοῖς σατράπαις δύναμιν ἀθροίζειν: οὕτω γὰρ εἴωθεν, ὁπηνίκα ἂν δεηθῇ στρατὸν συλλέγειν, τῷ μὴ
- 3.1.3.1
ἔχειν μισθοφόρους καὶ συνεστὸς στρατιωτικόν. Ἀτρηνοὶ δὲ ἦλθον αὐτῷ τοξόται σύμμαχοι, πέμψαντος Βαρσημίου, ὃς τῶν τόπων ἐβασίλευε. τὸ δὲ λοιπὸν στρατιωτικὸν ἤθροιζεν ἐκ τῶν ἐκεῖ στρατοπέδων πᾶν. πλεῖστοι δὲ καὶ τῶν δημοτῶν τῆς Ἀντιοχείας, μάλιστα ὑπὸ κουφότητος νεανίαι καὶ τῆς περὶ τὸν Νίγρον σπουδῆς, ἐπέδοσαν αὑτοὺς ἐς στρατείαν, προπετῶς
- 3.1.4.1
μᾶλλον ἢ ἐμπείρως τοῦτο ποιοῦντες. ἐκέλευε δὲ καὶ τοῦ Ταύρου ὄρους τὰ στενὰ καὶ κρημνώδη διαφράττεσθαι γενναίοις τείχεσί τε καὶ ἐρύμασι, πρόβλημα ὀχυρὸν νομίζων τῶν ἐν τῇ ἀνατολῇ ὁδῶν τὸ δύσβατον τοῦ ὄρους: ὁ γὰρ Ταῦρος μεταξὺ ὢν Καππαδοκίας τε καὶ Κιλικίας διακρίνει τά τε τῇ ἄρκτῳ καὶ τὰ τῇ ἀνατολῇ
- 3.1.5.1
ἔθνη προσκείμενα. προύπεμψέ τε καὶ στρατιὰν προκαταληψομένην τὸ Βυζάντιον, πόλιν τῶν ἐπὶ Θρᾴκης μεγίστην τότε καὶ εὐδαίμονα, πλήθει τε ἀνδρῶν καὶ χρημάτων ἀκμάζουσαν: κειμένη γὰρ ἐπὶ τῷ στενωτάτῳ τῆς Προποντίδος πορθμῷ προσόδοις ταῖς ἀπὸ θαλάττης τελῶν τε καὶ ἁλείας μεγάλως ὠφελεῖτο, γῆν τε πολλὴν καὶ εὐδαίμονα κεκτημένη ἐξ ἑκατέρου τῶν
- 3.1.6.1
στοιχείων πλεῖστα ἐκέρδαινεν. ὅθεν αὐτὴν οὖσαν δυνατωτάτην ὁ Νίγρος προκαταλαβεῖν ἠθέλησε, καὶ μάλιστα ἐλπίζων δύνασθαι κωλύειν τὴν ἀπὸ τῆς Εὐρώπης ἐς τὴν Ἀσίαν κατὰ τὸν πορθμὸν διάβασιν. περιτετείχιστό τε γενναίῳ τε καὶ μεγίστῳ ἡ πόλις τείχει, πεποιημένῳ μυλίτου λίθου ἐς τετράγωνον εἰργασμένου, τοσαύτῃ τε συναφείᾳ καὶ κολλήσει ὡς μηδένα οἴεσθαι τὸ ἔργον σύνθετον, ἑνὸς δὲ λίθου πᾶν
- 3.1.7.1
πεποιῆσθαι. ἔτι γοῦν καὶ νῦν τὰ μένοντα αὐτοῦ ἐρείπια καὶ λείψανα ἰδόντι θαυμάζειν ἔστι καὶ τὴν τέχνην τῶν τὴν ἀρχὴν κατασκευασάντων καὶ τὴν ἀλκὴν τῶν ὕστερον καθῃρηκότων. ὁ μὲν δὴ Νίγρος οὕτως ἐξήρτυε τὰ καθ̓ ἑαυτὸν
- 3.2.1.1
προμηθέστατα καὶ ἀσφαλέστατα, ὡς ᾤετο: ὁ δὲ Σἑ??ʼῆρος ὡς ἔνι μάλιστα σὺν τῇ στρατιᾷ ἠπείγετο, μηδὲν ῥᾳθυμίᾳ μηδ̓ ἀναπαύλῃ νέμων. μαθὼν δὲ τὸ Βυζάντιον προκατειλημμένον, καὶ εἰδὼς ὀχυρώτατα τετειχισμένον, ἐπὶ Κύζικον τὸν στρατὸν ἐκέλευσε
- 3.2.2.1
διαβαίνειν. ὁ δὲ τῆς Ἀσίας ἡγούμενος Αἰμιλιανός, ᾧ τὴν πρόνοιαν καὶ στρατηγίαν ὁ Νίγρος ἐγκεχειρίκει, μαθὼν ἐπιόντα τὸν τοῦ Σἑ??ʼήρου στρατὸν τὴν ἐπὶ Κύζικον καὶ αὐτὸς ἐτράπετο, ἄγων τε στρατιὰν πᾶσαν, ἣν αὐτὸς συνείλεκτο καὶ ἣν ὁ Νίγρος ἐπεπόμφει. ὡς δὲ συνέβαλεν ἑκατέρωθεν τὰ στρατεύματα, μάχαι καρτεραὶ γίνονται κατ̓ ἐκεῖνα τὰ χωρία, καὶ κρατεῖ τὸ Σἑ??ʼήρου στράτευμα, φυγή τε καὶ τροπὴ καὶ φόνος πολὺς τῶν τοῦ Νίγρου στρατιωτῶν γίνεται, ὡς τῶν μὲν ἀνατολικῶν εὐθέως θραῦσαι τὴν ἐλπίδα, τῶν δὲ Ἰλλυριῶν ἐπιρρῶσαι.
- 3.2.3.1
φασὶ δέ τινες προδοθέντα τὰ τοῦ Νίγρου πράγματα ὑπὸ Αἰμιλιανοῦ εὐθέως ἐν ἀρχῇ διαφθαρῆναι. διττὴν δὲ λέγουσι τῆς τοιαύτης προαιρέσεως τοῦ Αἰμιλιανοῦ τὴν αἰτίαν: οἳ μὲν γὰρ φθονοῦντα τῷ Νίγρῳ ἐπιβουλεῦσαι, ἀγανακτοῦντα ὅτι δὴ διάδοχος αὐτοῦ γενόμενος τῆς ἐν Συρίᾳ ἀρχῆς ἔμελλεν ἔσεσθαι κρείττων ἅτε βασιλεὺς καὶ δεσπότης, οἳ δέ φασιν αὐτὸν ἀναπεισθῆναι ὑπὸ τῶν παίδων ἐπιστειλάντων καὶ δεηθέντων ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας, οὓς ἐν τῇ Ῥώμῃ εὑρὼν ὁ Σἑ??ʼῆρος συλλαβὼν εἶχεν ἐν φρουρᾷ. ἐχρήσατο γὰρ καὶ τούτῳ σοφίσματι προμηθεστάτῳ.
- 3.2.4.1
ἔθος ἦν τῷ Κομμόδῳ κατέχειν τοὺς παῖδας τῶν ἐς τὰ ἔθνη πεμπομένων ἡγεμόνων, ὡς ἔχοι ὅμηρα τῆς τε εὐνοίας αὐτῶν καὶ τῆς πίστεως. εἰδὼς τοίνυν τοῦτο ὁ Σἑ??ʼῆρος, ἅμα τῷ βασιλεὺς ἀναδειχθῆναι, καὶ τοῦ Ἰουλιανοῦ ἔτι περιόντος, πέμψας λάθρᾳ διὰ φροντίδος ἔσχε τοὺς παῖδας αὑτῷ τῆς Ῥώμης ἐκκλαπέντας
- 3.2.5.1
μὴ εἶναι ἐν ἑτέρου ἐξουσίᾳ. αὐτὸς δ̓ ἅμα τῷ τῆς Ῥώμης ἐπιβῆναι συλλαβὼν πάντας τοὺς τῶν ἡγεμόνων ἢ τῶν ὁτιδὴ πραττόντων κατὰ τὴν ἀνατολὴν καὶ πᾶσαν τὴν Ἀσίαν, φρουρᾷ δοὺς εἶχε σὺν αὑτῷ, ὅπως ἢ πόθῳ τῆς τῶν παίδων σωτηρίας οἱ ἡγεμόνες τὰ Νίγρου προδιδοῖεν, ἢ μένοντες ἐπὶ τῆς πρὸς ἐκεῖνον εὐνοίας φθάσωσί τι κακὸν παθεῖν διὰ τῆς τῶν παίδων ἀναιρέσεως ἢ δράσωσιν αὐτοί.
- 3.2.6.1
γενομένης δὲ τῆς ἥττης κατὰ τὴν Κύζικον ἔφευγον οἱ τοῦ Νίγρου, ὡς ἕκαστος ἐδύνατο, σπεύδοντες, οἳ μὲν περὶ τὰς ὑπωρείας τῆς Ἀρμενίας, οἳ δὲ τὴν ἐπὶ Γαλατίας τε καὶ Ἀσίας, φθάσαι θέλοντες τὸν Ταῦρον ὑπερβῆναι, ὡς ἐντὸς τοῦ ἐρύματος γένοιντο. ὁ δὲ τοῦ Σἑ??ʼήρου στρατὸς περαιωθεὶς διὰ τῆς Κυζικηνῆς χώρας διαβάς τε ἐπὶ τὴν Βιθυνίαν ὅμορον οὖσαν ἠπείγετο.
- 3.2.7.1
ὡς δὲ διέδραμε φήμη τῆς Σἑ??ʼήρου νίκης, εὐθὺς ἐν πᾶσι τοῖς ἔθνεσιν ἐκείνοις στάσις καὶ διάφορος γνώμη ἐνέπεσε ταῖς πόλεσιν, οὐχ οὕτω τῇ πρὸς τοὺς πολεμοῦντας βασιλέας ἀπεχθείᾳ τινὶ ἢ εὐνοίᾳ ὡς ζήλῳ καὶ ἔριδι τῇ πρὸς ἀλλήλας φθόνῳ τε καὶ καθαιρέσει
- 3.2.8.1
τῶν ὁμοφύλων. ἀρχαῖον τοῦτο πάθος Ἑλλήνων, οἳ πρὸς ἀλλήλους στασιάζοντες ἀεὶ καὶ τοὺς ὑπερέχειν δοκοῦντας καθαιρεῖν θέλοντες ἐτρύχωσαν τὴν Ἑλλάδα. ἀλλὰ τὰ μὲν ἐκείνων γηράσαντα καὶ περὶ ἀλλήλοις συντριβέντα Μακεδόσιν εὐάλωτα καὶ Ῥωμαίοις δοῦλα γεγένηται: τὸ δὲ πάθος τοῦτο τοῦ ζήλου καὶ φθόνου μετῆλθεν ἐς τὰς καθ̓ ἡμᾶς ἀκμαζούσας
- 3.2.9.1
πόλεις. κατὰ μὲν οὖν τὴν Βιθυνίαν εὐθὺς μετὰ τὰ ἐν Κυζίκῳ Νικομηδεῖς μὲν Σἑ??ʼήρῳ προσέθεντο καὶ πρέσβεις ἔπεμπον, τήν τε στρατιὰν ὑποδεχόμενοι καὶ πάντα παρέξειν ὑπισχνούμενοι, Νικαεῖς δὲ τῷ πρὸς Νικομηδέας μίσει τἀναντία ἐφρόνουν καὶ τὸν στρατὸν τοῦ Νίγρου ὑπεδέχοντο, εἴ τέ τινες ἐκ τῶν φυγόντων κατέφευγον πρὸς αὐτούς, καὶ τοὺς πεμφθέντας ὑπὸ τοῦ Νίγρου φρουρεῖν Βιθυνίαν.
- 3.2.10.1
ἑκατέρωθεν οὖν ἐκ τῶν πόλεων ὡς ἀπὸ στρατοπέδων ὁρμώμενοι συνέβαλον ἀλλήλοις, καὶ μάχης καρτερᾶς γενομένης πολὺ περιεγένοντο οἱ τοῦ Σἑ??ʼήρου. φυγόντες δὲ οἱ τοῦ Νίγρου κἀκεῖθεν, ὅσοι περιελείφθησαν, ἐπὶ τὰ στενὰ τοῦ Ταύρου ἠπείγοντο, ἀποκλείσαντές τε τὸ ἔρυμα ἐφύλαττον. ὁ δὲ Νίγρος φρουρὰν καταλιπὼν τοῦ ἐρύματος, ὡς ᾤετο, αὐτάρκη, ἐς τὴν Ἀντιόχειαν ἠπείγετο, στρατὸν ἀθροίζων καὶ χρήματα.
- 3.3.1.1
ὁ δὲ τοῦ Σἑ??ʼήρου στρατὸς περαιωθεὶς διά τε Βιθυνίας καὶ Γαλατίας, ἐμβαλὼν ἐς Καππαδοκίαν, προσκαθεζόμενος τὸ ἔρυμα ἐπολιόρκει, πράγματά τε εἶχεν οὐ μικρὰ δυσβάτου διὰ στενότητα καὶ τραχύτητα οὔσης τῆς ὁδοῦ, βαλλόντων τε αὐτοὺς ἄνωθεν λίθοις καὶ γενναίως ἀπομαχομένων τῶν ἐφεστώτων ταῖς ἐπάλξεσι τοῦ τείχους. ῥᾳδίως δὲ ὀλίγοι πολλοὺς
- 3.3.2.1
ἐκώλυον: τῆς γὰρ ὁδοῦ στενῆς οὔσης τὸ μὲν ἕτερον μέρος ὕψιστον ὄρος σκέπει, ἐπὶ θάτερα δὲ κρημνὸς βαθὺς τοῖς ἐκ τῶν ὀρῶν συρρέουσιν ὕδασι πόρος γίνεται: ὅπερ καὶ αὐτὸ πᾶν παρεπέφρακτο ὑπὸ τοῦ Νίγρου τοῦ πανταχόθεν κωλύεσθαι ἕνεκα τὴν δίοδον τοῦ στρατοῦ.
- 3.3.3.1
κατὰ μὲν δὴ Καππαδοκίαν ταῦτα ἐπράττετο, ἐστασίασαν δὲ πρὸς ἀλλήλους τῷ αὐτῷ ζήλῳ καὶ μίσει Λαοδικεῖς μὲν κατὰ Συρίαν Ἀντιοχέων μίσει, κατὰ δὲ Φοινίκην Τύριοι Βηρυτίων ἔχθει: μαθόντες τε τὸν Νίγρον πεφευγότα τὰς μὲν τιμὰς ἐκείνου καθελεῖν
- 3.3.4.1
ἐπειράθησαν, τὸν δὲ Σἑ??ʼῆρον εὐφήμησαν. ὡς δὲ γενόμενος ἐν Ἀντιοχείᾳ ταῦτα ὁ Νίγρος ἐπύθετο, ἄλλως μὲν τὸ ἦθος πρότερον χρηστὸς ὤν, ἀγανακτήσας δὲ τότε εἰκότως ἐπὶ τῇ ἀποστάσει αὐτῶν καὶ ὕβρει, ἐπιπέμπει ταῖς πόλεσιν ἀμφοτέραις Μαυρουσίους τε ἀκοντιστὰς οὓς εἶχε καὶ μέρος τοξοτῶν, φονεύειν τε τοὺς ἐντυγχάνοντας κελεύσας καὶ διαρπάζειν τὰ ἐν
- 3.3.5.1
ταῖς πόλεσιν, αὐτάς τε ἐμπιπράναι. οἱ δὲ Μαυρούσιοι ὄντες φονικώτατοι, καὶ διὰ τὸ θανάτου καὶ κινδύνων ῥᾳδίως καταφρονεῖν πάντα τολμῶντες μετ̓ ἀπογνώσεως, ἐπιπεσόντες τοῖς Λαοδικεῦσιν οὐ προσδοκῶσι παντὶ τρόπῳ τόν τε δῆμον καὶ τὴν πόλιν ἐλυμήναντο, ἐκεῖθέν τε σπεύσαντες ἐπὶ τὴν Τύρον πᾶσάν τε ἐνέπρησαν καὶ πολλὴν ἁρπαγὴν καὶ φόνον εἰργάσαντο.
- 3.3.6.1
τούτων κατὰ Συρίαν γινομένων καὶ στρατοῦ ὑπὸ Νίγρου ἀθροιζομένου, ὁ τοῦ Σἑ??ʼήρου στρατὸς προσκαθεζόμενος τὸ ἔρυμα ἐπολιόρκει. ἦσαν δὲ οἱ στρατιῶται ἐν πολλῇ ἀθυμίᾳ καὶ ἀπογνώσει ὀχυροῦ τε ὄντος καὶ δυσμάχου καὶ πεφραγμένου ὄρει τε καὶ
← Previous · Next → — showing 201–300 of 844
First Thousand Years of Greek. CTS URN tlg0015.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.