Ancient Texts

← Library

Ab excessu divi Marci

First Thousand Years of Greek · First Thousand Years of Greek · 844 sections

  1. 3.3.7.1

    κρημνῷ. ἤδη δὲ τῶν μὲν τοῦ Σἑ??ʼήρου ἀπειρηκότων, τῶν δὲ ἐναντίων ἀμέριμνον ἔχειν τὴν φρουρὰν οἰομένων, νύκτωρ αἰφνιδίως ὄμβρων μεγίστων καταρραγέντων χιόνος τε πολλῆς ʽδυσχείμερος γὰρ πᾶσα ἡ Καππαδοκία, ἐξαιρέτως δὲ ὁ Ταῦροσ̓ μέγας καὶ σφοδρὸς χειμάρρους καταραχθείς, ἐμποδισθέντος αὐτῷ τοῦ συνήθους δρόμου καὶ τοῦ ἐρύματος ἐπισχόντος τὸ ῥεῖθρον πολὺς καὶ βίαιος γενόμενος, τῆς τε φύσεως νικώσης τὴν τέχνην μὴ δυναμένου τοῦ τείχους ἀντέχειν τῷ ῥεύματι, διέστησε τῷ ὕδατι κατ̓ ὀλίγον αὐτοῦ τὰς ἁρμογάς, ἔστε δὴ ὑποχωρούντων τῶν θεμελίων τῷ ῥείθρῳ ἅτε διὰ σπουδῆς καὶ οὐ μετ̓ ἐπιμελείας κατασκευασθέντων πᾶν ὤφθη, τὸν δὲ τόπον

  2. 3.3.8.1

    ἀνοίξας ὁ χειμάρρους ὡδοποίησεν. ὅπερ ἰδόντες οἱ ἐπὶ τοῦ ἐρύματος φύλακες, φοβηθέντες μὴ κυκλωθεῖεν ἐκπεριελθόντων αὐτοὺς τῶν πολεμίων μετὰ τὴν τοῦ χειμάρρου ἀπόρροιαν μηκέτι ὄντος τοῦ κωλύοντος, καταλιπόντες τὴν φρουρὰν φεύγουσιν. ὁ δὲ τοῦ Σἑ??ʼήρου στρατὸς ἡσθεὶς τῷ γενομένῳ, τάς τε ψυχὰς ἐπιρρωσθεὶς ὡς προνοίᾳ θείᾳ ὁδηγούμενος, συνεὶς δὲ ἀποδεδρακότας τοὺς φύλακας, εὐμαρῶς τε καὶ ἀκωλύτως διαβὰς τὸν Ταῦρον ἐπὶ Κιλικίαν ἠπείγετο.

  3. 3.4.1.1

    ὁ δὲ Νίγρος μαθὼν τὰ συμβάντα, πολλὴν στρατιὰν ἀθροίσας, πλὴν ἄπειρον μάχης καὶ πόνων, μετὰ σπουδῆς τὴν πορείαν ἐποιεῖτο: πολὺ γάρ τι πλῆθος καὶ σχεδὸν πᾶσα ἡ νεολαία τῶν Ἀντιοχέων ἐς στρατείαν καὶ τὸν ὑπὲρ αὐτοῦ κίνδυνον ἐπέδωκεν αὑτήν. τὸ μὲν οὖν πρόθυμον τοῦ στρατοῦ ὑπῆρχεν αὐτῷ, τοῦ δὲ ἐμπείρου καὶ γενναίου πολὺ τῶν Ἰλλυριῶν

  4. 3.4.2.1

    ἀπέλειπον. συνέρχεται δὴ ἑκατέρωθεν ὁ στρατὸς ἐς τὸ κατὰ τὸν Ἰσσικὸν καλούμενον κόλπον πεδίον πλατύτατόν τε καὶ ἐπιμηκέστατον, ᾧ περίκειται μὲν λόφος ἐς θεάτρου σχῆμα, αἰγιαλὸς δὲ ἐπὶ θαλάσσης μέγιστος ἐκτείνεται, ὥσπερ τῆς φύσεως εἰργασμένης

  5. 3.4.3.1

    στάδιον μάχης. ἐκεῖ φασὶ καὶ Δαρεῖον Ἀλεξάνδρῳ τὴν ὑστάτην καὶ μεγίστην μάχην συμβαλόντα ἡττηθῆναί τε καὶ ἁλῶναι, τῶν ἀπὸ τῶν ἀρκτῴων μερῶν καὶ τότε τοὺς ἀνατολικοὺς νενικηκότων. μένει δὲ ἔτι νῦν τρόπαιον καὶ δεῖγμα τῆς νίκης ἐκείνης, πόλις ἐπὶ τοῦ λόφου Ἀλεξάνδρεια καλουμένη, ἄγαλμά τε χαλκοῦν οὗ τὴν προσηγορίαν ὁ τόπος φέρει.

  6. 3.4.4.1

    συνέβη δὲ καὶ τῶν στρατοπέδων τοῦ Σἑ??ʼήρου τε καὶ τοῦ Νίγρου μὴ τὴν σύνοδον μόνον κατ̓ ἐκεῖνο γενέσθαι τὸ χωρίον, ἀλλὰ καὶ τὴν τύχην ὁμοίαν τῆς τύχης. ἀντιστρατοπεδευσάμενοι γὰρ ἑκατέρωθεν%5περὶ ἑσπέραν, πάσης τῆς νυκτὸς ἐν φροντίσιν ἑκάτεροι καὶ δέει διαγρηγορήσαντες, ἅμα ἡλίῳ ἀνίσχοντι ἐπ’ ἀλλήλους ἠπείγοντο, παρορμώντων ἑκατέρωθεν τῶν στρατηγῶν. προθυμίᾳ δὴ πάσῃ ἐνέπιπτον ὡς ὑπὲρ λοιπῆς καὶ τελευταίας ἐκείνης μάχης, κἀκεῖ τῆς τύχης

  7. 3.4.5.1

    διακρινούσης τὸν βασιλέα. ἐπὶ πολὺ δὲ αὐτῶν διαγωνισαμένων πολλοῦ τε ἐργασθέντος φόνου, ὡς καὶ τὰ ῥεῖθρα τῶν διὰ τοῦ πεδίου ποταμῶν ῥεόντων αἵματος πλεῖον ἢ ὕδατος κατάγειν ἐς θάλασσαν, τροπὴ τῶν ἀνατολικῶν γίνεται. ἐκβιασάμενοι δὲ αὐτοὺς οἱ Ἰλλυριοὶ τοὺς μὲν ἐς τὴν παρακειμένην θάλασσαν τιτρώσκοντες ἐξωθοῦσι, τοὺς δὲ φεύγοντας ἐπὶ τοὺς λόφους διώκοντες αὐτούς τε φονεύουσι καὶ πολύ τι πλῆθος ἄλλων ἀνθρώπων, ὅπερ ἔκ τε τῶν περικειμένων πόλεων καὶ ἀγρῶν ἤθροιστο, ὡς ἀπ̓ ἀσφαλοῦς τοῦ τόπου τὰ γινόμενα θεάσοιντο.

  8. 3.4.6.1

    ὁ δὲ Νίγρος ἵππῳ γενναίῳ ἐποχούμενος φεύγει μετ̓ ὀλίγων, ἔς τε τὴν Ἀντιόχειαν ἀφικνεῖται. καταλαβὼν δὲ φεύγοντα τὸν λοιπὸν δῆμον, εἴ τέ τις καταλέλειπτο, οἰμωγήν τε καὶ πένθος ἐν τῇ πόλει παῖδάς τε καὶ ἀδελφοὺς θρηνούντων, γενόμενος ἐν ἀπογνώσει καὶ αὐτὸς ἐκ τῆς Ἀντιοχείας ἀποδιδράσκει. καὶ ἔν τινι προαστείῳ κρυπτόμενος, εὑρεθείς τε ὑπὸ τῶν διωκόντων ἱππέων καὶ συλληφθεὶς τὴν κεφαλὴν ἀπετμήθη.

  9. 3.4.7.1

    τέλει μὲν δὴ τοιούτῳ ὁ Νίγρος ἐχρήσατο, μελλήσεως καὶ βραδυτῆτος δοὺς δίκας, τὰ ἄλλα, ὥς φασι, γενόμενος μὴ φαῦλος ἄνθρωπος, μήτε ἄρχων μήτε ἰδιώτης: ὁ δὲ Σἑ??ʼῆρος καθελὼν τὸν Νίγρον, τοὺς μὲν φίλους αὐτοῦ, καὶ εἴ τινες οὐ μόνον ἐκ προαιρέσεως ἀλλὰ δἰ ἀνάγκης προσέθεντο αὐτῷ, πάντας ἀφειδῶς ἐκόλασε, τοὺς δὲ στρατιώτας, ὅσοι διαδεδράκεσαν, πυνθανόμενος περαιουμένους τὸν Τίγριδα ποταμὸν διά τε τὸ ἐκ Σἑ??ʼήρου δέος ἀπιόντας πρὸς τοὺς βαρβάρους, οὐ πάντας ἤγαγε δοὺς ἀμνηστίαν.

  10. 3.4.8.1

    πολὺ γὰρ πλῆθος αὐτῶν ἀνεχώρησεν ἐς τὴν ἀλλοδαπήν. ὅπερ καὶ μάλιστα αἴτιον ἐγένετο μαχιμώτερα ὕστερον γενέσθαι πρὸς τὴν συστάδην μάχην Ῥωμαίων τὰ τῶν ἐπέκεινα βαρβάρων. πρότερον μὲν γὰρ τοξεύειν μόνον ἵπποις ἐποχούμενοι ᾔδεσαν, μήτε πανοπλίᾳ φράσσοντες αὑτοὺς μήτε τῇ διὰ δοράτων καὶ ξιφῶν θαρροῦντες μάχῃ, κούφαις δὲ καὶ παρῃωρημέναις ἐσθῆσι κοσμούμενοι: τὰ πλεῖστα γοῦν φεύγοντες ἐς τοὐπίσω

  11. 3.4.9.1

    τε τοξεύοντες ἐμάχοντο. τῶν δὲ φυγάδων στρατιωτῶν, πολλῶν τε ἐν αὐτοῖς τεχνιτῶν, παῤ αὐτοῖς γενομένων καὶ τὸν ἐκεῖ βίον ἑλομένων, οὐ μόνον χρῆσθαι ἀλλὰ καὶ ἐργάζεσθαι ὅπλα ἐδιδάχθησαν.

  12. 3.5.1.1

    διοικήσας δὲ ὁ Σἑ??ʼῆρος τὰ ἐπὶ τῆς ἀνατολῆς, ὡς ᾤετο, ἄριστα καὶ ἑαυτῷ λυσιτελέστατα, ἠθέλησεν εὐθέως ὁρμῆσαι ἐπὶ τὸν Ἀτρηνῶν βασιλέα ἔς τε τὴν Παρθυαίων γῆν διαβῆναι: ἐνεκάλει γὰρ ἀμφοτέροις φιλίαν Νίγρου. ἀλλὰ ταῦτα μὲν ἐς ὕστερον ἀνέθετο, πρῶτον δὲ πᾶσαν τὴν ἀρχὴν Ῥωμαίων ἐς ἑαυτὸν καὶ τοὺς παῖδας μεταγαγεῖν καὶ βεβαιώσασθαι ἠθέλησε.

  13. 3.5.2.1

    καθῃρημένου γὰρ τοῦ Νίγρου ὀχληρὸς καὶ περιττὸς αὐτῷ ὁ Ἀλβῖνος ἐνομίζετο: ἔτι τε καὶ ἤκουεν αὐτὸν βασιλικώτερον ἐντρυφῶντα τῷ τοῦ Καίσαρος ὀνόματι, πολλούς τε, μάλιστα τοὺς ἐξέχοντας τῆς συγκλήτου βουλῆς, ἰδίᾳ καὶ κρύβδην ἐπιστέλλοντας αὐτῷ, ἔς τε τὴν Ῥώμην ἐλθεῖν πείθοντας ἀπόντος καὶ ἀσχολουμένου τοῦ Σἑ??ʼήρου. ᾑροῦντο γὰρ οἱ εὐπατρίδαι ἐκεῖνον μᾶλλον ἄρχοντα, ἅτε ἐκ προγόνων εὖ

  14. 3.5.3.1

    γεγονότα καὶ χρηστὸν τὸ ἦθος εἶναι λεγόμενον. ἅπερ πυνθανόμενος ὁ Σἑ??ʼῆρος φανερὰν μὲν εὐθὺς πρὸς αὐτὸν ἔχθραν ἄρασθαι καὶ πόλεμον ἐγεῖραι πρὸς ἄνδρα μηδεμίαν εὔλογον παρεσχημένον αἰτίαν παρῃτήσατο: ἔδοξε δὲ αὐτῷ ἀπόπειραν ποιήσασθαι, εἰ δύναιτο ἀποσκευάσασθαι λαθὼν καὶ ἐξαπατήσας αὐτόν.

  15. 3.5.4.1

    μεταπεμψάμενος οὖν τοὺς πιστοτάτους τῶν εἰωθότων τὰ βασιλικὰ γράμματα διακομίζειν, δίδωσιν αὐτοῖς ἐντολάς, εἰ γένοιντο παῤ αὐτῷ, τὰ μὲν γράμματα δημοσίᾳ ἀποδοῦναι, ἀξιῶσαι δὲ αὐτὸν ἰδιαίτερον ἀποστάντα ἐπακοῦσαι ἀπορρήτων ἐντολῶν, πεισθέντι δὲ δορυφόρων ἐρήμῳ ἐπιπεσεῖν αἰφνιδίως καὶ φονεῦσαι.

  16. 3.5.5.1

    ἔδωκε δὲ αὐτοῖς καὶ δηλητήρια φάρμακα, ὅπως τινὰς πείσαιεν, εἰ δυνηθεῖεν, ἢ τῶν ὀψοποιῶν ἢ τῶν πρὸς ταῖς κύλιξι, λαθεῖν καὶ ἐπιδοῦναι αὐτῷ. ὑποπτευόντων δὲ τῶν περὶ αὐτὸν φίλων, καὶ συμβουλευόντων αὐτῷ φυλάττεσθαι ἄνδρα ἀπατεῶνα σοφόν τε πρὸς

  17. 3.5.6.1

    ἐπιβουλήν: διαβεβλήκεσαν γὰρ αὐτοῦ τὸ ἦθος αἱ πρὸς τοὺς ἡγεμόνας τοῦ Νίγρου πράξεις: πείσας γὰρ αὐτοὺς διὰ τῶν παίδων, ὡς προείρηται, προδοῦναι τα τοῦ Νίγρου πράγματα, μετὰ τὸ ἀποχρήσασθαι αὐτῶν τῇ ὑπηρεσίᾳ καὶ κατορθῶσαι πάντα ἃ ἐβούλετο ἀνεῖλεν αὐτούς τε καὶ παῖδας. τὸ οὖν ὕπουλον αὐτοῦ

  18. 3.5.7.1

    ἦθος μάλιστα ἐκ τῶν ἔργων ἐδηλοῦτο. διὰ ταῦτα ὁ Ἀλβῖνος καὶ φρουρᾷ μείζονι ἔφραττεν ἑαυτόν: οὐδὲ γάρ τις αὐτῷ τῶν ἀπὸ τοῦ Σἑ??ʼήρου ἀφικνουμένων ἄλλως προσῄει, εἰ μὴ πρότερον ἀποθέμενος ὅπερ περιέκειτο ξίφος στρατιωτικόν, ἐρευνηθῆναι μή τι φέροι

  19. 3.5.8.1

    ὑπὸ κόλπον. ὡς δ̓ οὖν ἀφίκοντο οἱ τοῦ Σἑ??ʼήρου ἀγγελιαφόροι, τά τε γράμματα δημοσίᾳ ἀποδόντες ἠξίουν αὐτὸν ἀποστάντα ἐπακοῦσαι τινῶν ἀπορρήτων, ὑποπτεύσας ὁ Ἀλβῖνος συλληφθῆναι κελεύει αὐτούς, ἰδίᾶ τε βασανίσας πᾶσαν μανθάνει τὴν ἐπιβουλήν. καὶ τοὺς μὲν κολάζει, αὐτὸς δὲ ἤδη ὡς πρὸς ὁμολογούμενον

  20. 3.6.1.1

    ἐχθρὸν παρεσκευάζετο. γνοὺς δὲ ταῦτα ὁ Σἑ??ʼῆρος, καὶ πάντα μὲν ἐκθύμως πράττων, ὀργῆς δὲ ἥττων ὢν φύσει, οὐκέτι τὴν ἔχθραν ἔκρυπτεν, ἀλλὰ συγκαλέσας πᾶν τὸ στρατιωτικὸν ἔλεξε πρὸς αὐτοὺς τοιάδε. μήτε κουφότητά τις ἢ μετάνοιαν ἐπὶ τοῖς πεπραγμένοις ἡμῖν ἐγκαλείτω, μήτ̓ ἄπιστον ἢ ἀγνώμονα

  21. 3.6.2.1

    πρὸς τὸν νομισθέντα φίλον ἡγείσθω. τὰ μὲν γὰρ παῤ ἡμῶν πάντα ὑπῆρξεν αὐτῷ, βεβαίας βασιλείας κοινωνίᾳ, πράγματος οὗ μόλις τις καὶ ἀδελφοῖς γνησίοις μεταδίδωσιν: ὃ δὲ ἐμοὶ μόνῳ ὑμεῖς ἐχειροτονήσατε, τοῦτ̓ ἐγὼ πρὸς ἐκεῖνον ἐνειμάμην. μεγάλων τέ μοι κατατεθεισῶν ἐς αὐτὸν εὐεργεσιῶν ἀχαρίστους

  22. 3.6.3.1

    τὰς ἀμοιβὰς Ἀλβῖνος ἀποδίδωσιν. ὅπλα καὶ στρατὸν ἐφ̓ ἡμᾶς συσκευάζεται, καταφρονήσας μὲν τῆς ὑμετέρας ἀνδρείας, ἀμελήσας δὲ τῆς πρὸς ἐμὲ πίστεως, ἀπλήστῳ τε ἐπιθυμίᾳ βουλόμενος λαβεῖν μετὰ κινδύνων οὗ τὸ μέρος εἶχεν ἄνευ πολέμου καὶ μάχης, οὔτε θεοὺς αἰδεσθείς, οὓς πολλάκις ὤμοσεν, οὔτε τῶν ὑμετέρων καμάτων φεισάμενος, οὓς μετὰ τοσαύτης

  23. 3.6.4.1

    δόξης τε καὶ ἀρετῆς ὑπὲρ ἡμῶν ἐκάμετε. ἐν γὰρ οἷς κατωρθώσατε, κἀκεῖνος τὸ μέρος ἐκαρποῦτο: ἔσχε δ̓ ἄν τι καὶ μεῖζον, εἰ καὶ τὸ πιστὸν ἐτήρει, τῆς ἀμφοτέροις ἡμῖν παῤ ὑμῶν μεμερισμένης τιμῆς. ὥσπερ δὲ ἄδικον τὸ ἄρχειν ἔργων πονηρῶν, οὕτως ἄνανδρον τὸ μὴ ἀμύνεσθαι προαδικούμενον. καὶ Νίγρῳ μὲν πολεμοῦντες οὐχ οὕτως εὐλόγους εἴχομεν αἰτίας ἔχθρας ὡς ἀναγκαίας: οὐ γὰρ παῤ ἡμῖν προϋπάρχουσαν ἀρχὴν ὑφαρπάζων μεμίσητο, ἐν μέσῳ δὲ ἐρριμμένην καὶ ἀμφήριστον οὖσαν ἑκάτερος ἡμῶν ἐξ

  24. 3.6.5.1

    ἰσοτίμου φιλοτιμίας ἐς αὑτὸν ἀνθεῖλκεν: Ἀλβῖνος δὲ σπονδῶν καὶ ὅρκων καταφρονήσας, καὶ τούτου παῤ ἐμοῦ τυχὼν οὗ μόνῳ τις υἱῷ γνησίῳ μεταδίδωσιν, ἐχθρὸς μὲν ἀντὶ φίλου πολέμιος δὲ ἀντὶ οἰκείου γενέσθαι προῄρηται. ὥσπερ δὲ αὐτὸν εὐεργετοῦντες πρότερον τιμῇ καὶ δόξῃ ἐκοσμήσαμεν, οὕτω καὶ νῦν αὐτοῦ τὸ ἄπιστον καὶ ἄνανδρον τοῖς ὅπλοις ἐλέγξωμεν.

  25. 3.6.6.1

    οὐδὲ γὰρ ὑπομενεῖ ὁ ἐκείνου στρατὸς ὀλίγος ὢν καὶ νησιώτης τὴν ὑμετέραν δύναμιν. οἳ γὰρ μόνοι καὶ καθ̓ αὑτοὺς προθυμίᾳ καὶ ἀνδρείᾳ τοσαύταις μάχαις ἐνικήσατε καὶ πᾶσαν ἀνατολὴν ὑπετάξατε, πῶς οὐχὶ καὶ νῦν, προσελθούσης ὑμῖν τοσαύτης συμμάχου δυνάμεως, σχεδόν τε παντὸς τοῦ Ῥωμαίων στρατοῦ ἐνταῦθα ὄντος, ῥᾷστα κρατήσετε ὀλίγων τε ὄντων καὶ μηδὲ ὑπὸ γενναίῳ καὶ νήφοντι ἀνδρὶ στρατηγουμένων;

  26. 3.6.7.1

    τίς γὰρ αὐτοῦ τὸ ἁβροδίαιτον οὐκ οἶδεν, ὡς χοροῖς αὐτοῦ μᾶλλον ἁρμόζειν τὸν βίον ἢ φάλαγξιν; ἴωμεν οὖν τῇ συνήθει χρώμενοι προθυμίᾳ τε καὶ ἀνδρείᾳ γενναίως ἐπ’ αὐτόν, θεούς τε ἔχοντες βοηθούς, ἐς οὓς ἐπιορκήσας ἠσέβησε, τρόπαιά τε ἃ πολλάκις ἠγείραμεν, ὧν ἐκεῖνος κατεφρόνησεν.

  27. 3.6.8.1

    τοιαῦτά τινα εἰπόντος τοῦ Σἑ??ʼήρου ὁ στρατὸς ἅπας τὸν μὲν Ἀλβῖνον πολέμιον ἀνηγόρευσεν, εὐφημήσαντες δὲ τὸν Σἑ??ʼῆρον, πᾶσάν τε προθυμίαν διὰ τῆς βοῆς ὑποσχόμενοι, ἔτι καὶ μᾶλλον παρώρμησαν αὐτὸν ἀγαθάς τε ὑπέφηναν τὰς ἐλπίδας. ὃ δὲ ἐπιδοὺς αὐτοῖς μεγαλοφρόνως δωρεάς, τῆς ἐπὶ τὸν Ἀλβῖνον

  28. 3.6.9.1

    ὁδοῦ εἴχετο. ἔπεμψε δὲ καὶ τοὺς τὸ Βυζάντιον πολιορκήσοντας: ἔμενε γὰρ ἔτι κεκλεισμένον, τῶν στρατηγῶν τοῦ Νίγρου ἐκεῖσε καταφυγόντων. ὅπερ ἑάλω ὕστερον λιμῷ, πᾶσά τε ἡ πόλις κατεσκάφη, καὶ θεάτρων τε καὶ λουτρῶν παντός τε κόσμου καὶ τιμῆς ἀφαιρεθὲν τὸ Βυζάντιον κώμη δουλεύειν Περινθίοις δῶρον ἐδόθη, ὥσπερ καὶ Ἀντιόχεια Λαοδικεῦσιν. ἔπεμψε δὲ καὶ χρήματα πλεῖστα ἐς ἀνοικισμὸν τῶν

  29. 3.6.10.1

    πόλεων ἃς ἦν λυμηνάμενος ὁ Νίγρου στρατός. αὐτὸς δὲ τῆς ὁδοῦ εἴχετο, μηδεμίαν ἀνοχὴν ἀναπαύλης διδοὺς μήτε ἑορταῖς μήτε καμάτοις, κρύους καὶ θάλπους ὁμοίως καταφρονῶν. πολλάκις γοῦν διὰ τῶν δυσχειμέρων καὶ ὑψηλοτάτων ὀρῶν τὴν ὁδοιπορίαν ποιούμενος ὑπὸ νιφετοῖς καὶ χιόσιν ἀκαλύπτῳ τῇ κεφαλῇ ὡδοιπόρει, προθυμίας καὶ ἀνδρείας τὸ ἐνδόσιμον τοῖς στρατιώταις ἔργῳ διδούς, ὡς μὴ μόνον αὐτοὺς φόβῳ καὶ νόμῳ ἀντέχειν πρὸς τοὺς καμάτους, ἀλλὰ καὶ μιμήσει καὶ ζήλῳ τοῦ βασιλέως. ἔπεμψε δὲ καὶ στρατὸν δυνάμεως τὸν τὰ στενὰ τῶν Ἄλπεων καταληψόμενον καὶ φρουρήσοντα τῆς Ἰταλίας τὰς εἰσβολάς.

  30. 3.7.1.1

    ὡς δὲ ἀπηγγέλη τῷ Ἀλβίνῳ μὴ μέλλων ὁ Σἑ??ʼῆρος ἀλλ̓ ἤδη παρεσόμενος, ὑπτιάζοντι καὶ τρυφῶντι μεγάλην ταραχὴν ἐνέβαλε. περαιωθεὶς δὲ ἀπὸ τῆς Βρεττανίας ἐς τὴν ἀντικειμένην Γαλλίαν ἐστρατοπέδευσεν. ἔπεμψέ τε ἐς πάντα τὰ γειτνιῶντα ἔθνη, τοῖς τε ἡγουμένοις ἐπέστειλε χρήματά τε πέμπειν καὶ τροφὰς τῷ στρατῷ. καὶ οἱ μὲν πεισθέντες ἔπεμψαν ὀλεθρίως: ὕστερον γὰρ ἐκολάσθησαν: ὅσοι δὲ οὐκ ἐπίστευσαν εὐτυχῶς μᾶλλον γνόντες ἢ εὐβούλως, ἐσώθησαν. ἡ γὰρ ἀπόβασις καὶ ἡ τύχη τοῦ πολέμου τὰς

  31. 3.7.2.1

    ἑκατέρων γνώμας ἔκρινεν. ἀφικομένης δὲ τῆς τοῦ Σἑ??ʼήρου δυνάμεως ἐς τὴν Γαλλίαν γεγόνασι μέν τινες ἀκροβολισμοὶ καθ̓ ἕτερα χωρία, ἡ δὲ τελευταία περὶ Λούγδουνον, μεγάλην πόλιν καὶ εὐδαίμονα, ἐν ᾗ κατακλείσας ἑαυτὸν ὁ Ἀλβῖνος ἔμενε, τὸν δὲ στρατὸν ἐς τὴν μάχην ἐξέπεμψε. γενομένης δὲ συμβολῆς καρτερᾶς ἐπὶ πλεῖστον μὲν ἰσόρροπος ἔμενεν ἑκατέροις τῆς νίκης ἡ τύχη. καὶ γὰρ οἱ Βρεττανοὶ ἀνδρείᾳ τε καὶ θυμῷ φονικῷ οὐδὲν τῶν Ἰλλυριῶν ἀπολείπονται: γενναίων οὖν στρατῶν μαχομένων, οὐδετέρων

  32. 3.7.3.1

    ῥᾳδία ἦν ἡ τροπή. ὡς δέ τινες τῶν τότε ἱστόρησαν, οὐ πρὸς χάριν ἀλλὰ πρὸς ἀλήθειαν λέγοντες, πολύ τι ὑπερέσχεν ἡ φάλαγξ τοῦ Ἀλβίνου στρατοῦ, καθ̓ ὃ μέρος τέτακτο ὁ Σἑ??ʼῆρος καὶ ὁ σὺν αὐτῷ στρατός, ὡς φυγεῖν τε αὐτὸν καὶ τοῦ ἵππου ἐκπεσεῖν, ἀπορρίψαντα δὲ τὴν χλαμύδα τὴν βασιλικὴν λαθεῖν. ἤδη δὲ διωκόντων καὶ παιωνιζόντων τῶν Βρεττανῶν ὡς δὴ νενικηκότων, ἐπιφανῆναι Λαῖτον, στρατηγὸν ὄντα Σἑ??ʼήρου, σὺν τῷ στρατῷ οὗ ἦρχεν, ἀκμῆτί τε

  33. 3.7.4.1

    ὄντι καὶ ἔξω μάχης γεγονότι. διαβάλλουσι δὲ αὐτὸν ὡς καραδοκήσαντα τὴν ἀπόβασιν τῆς μάχης καὶ ἑκόντα βραδύναντα, τὸν δὲ ὑφ̓ ἑαυτῷ στρατὸν ἀκμῆτα τηρήσαντα, τὴν ἀρχὴν ἑαυτῷ μνώμενον, τότε ἐπιφανῆναι ὅτε ἔμαθε τὸν Σἑ??ʼῆρον πεπτωκότα. πιστοῦται δὲ τὴν διαβολὴν ταύτην ἡ ἀπόβασις: ὕστερον γὰρ ὁ Σἑ??ʼῆρος, μετὰ τὸ πάντα κατορθῶσαι καὶ εἶναι ἐν ἀμερίμνῳ βίῳ, τοὺς μὲν ἄλλους πάντας στρατηγοὺς αὑτοῦ μεγάλως ἠμείψατο, τὸν δὲ Λαῖτον μόνον, ὡς

  34. 3.7.5.1

    εἰκός, μνησικακήσας διεχρήσατο. ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο, τότε δ̓ οὖν, ὡς προείρηται, τοῦ Λαίτου ἐπιφανέντος σὺν νεαρῷ στρατῷ οἱ μὲν τοῦ Σἑ??ʼήρου ἐπερρώσθησαν, τόν τε Σἑ??ʼῆρον τοῦ ἵππου

  35. 3.7.6.1

    ἐπεβίβασαν καὶ τὴν χλαμύδα περιέθεσαν: οἱ δὲ τοῦ Ἀλβίνου οἰόμενοι ἤδη νενικηκέναι, καὶ ἀτακτότεροι εὑρεθέντες αἰφνιδίως αὐτοῖς ἐπιπεσούσης γενναίας καὶ οὐ προηγωνισμένης δυνάμεως, ἐπ’ ὀλίγον ἀντισχόντες εἶξαν, τροπῆς τε καρτερᾶς γενομένης ἐδίωξαν αὐτοὺς φονεύοντες οἱ Σἑ??ʼήρου, μέχρις οὗ ἐς τὴν πόλιν ἐσέβαλον. τὸ μὲν οὖν πλῆθος τῶν ἑκατέρωθεν ἀνῃρημένων ἢ ἁλόντων, ὡς ἕκαστος ἐβουλήθη τῶν

  36. 3.7.7.1

    τότε συγγραψάντων, ἱστόρησεν: οἱ δὲ τοῦ Σἑ??ʼήρου τήν τε Λούγδουνον διαρπάσαντες καὶ ἐμπρήσαντες, τόν τε Ἀλβῖνον συλλαβόντες καὶ τῆς κεφαλῆς ἀφελόντες, κομίσαντες αὐτὴν τῷ Σἑ??ʼήρῳ δισσὰ καὶ μέγιστα ἤγειραν τρόπαια, τὸ μὲν ἐν ἀνατολῇ τὸ δ̓ ὑπ’ ἄρκτῳ, ὡς μηδὲν ταῖς Σἑ??ʼήρου μάχαις ἢ νίκαις παραβάλλεσθαι μήτε πλήθει δυνάμεως μήτε ἐθνῶν κινήσεσιν ἀριθμῷ τε παρατάξεων ὁδοιπορίας τε μήκει καὶ

  37. 3.7.8.1

    τάχει. μεγάλαι μὲν γὰρ καὶ αἱ Καίσαρος πρὸς Πομπήιον ἑκατέρωθεν στρατοπέδων Ῥωμαϊκῶν μάχαι, καὶ αὖ τοῦ Σεβαστοῦ πρὸς Ἀντώνιον ἢ τοὺς Πομπηίου παῖδας, εἴ τέ τι πρότερον Σύλλᾳ ἢ Μαρίῳ ἐν ἐμφυλίοις καὶ Ῥωμαϊκαῖς μάχαις ἢ ἄλλοις πέπρακται: ἕνα δὲ ἄνδρα τρεῖς καθελόντα βασιλέας ἤδη κρατοῦντας, καὶ τοῦ μὲν ἐν Ῥώμῃ στρατοῦ σοφίᾳ περιγενέσθαι καὶ τὸν ὄντα ἐν τῇ βασιλείῳ αὐλῇ καθῃρηκέναι, τὸν δὲ τῶν ἐν τῇ ἀνατολῇ κρατοῦντα πάλαι καὶ ὑπὸ Ῥωμαίων βασιλέα κληθέντα, τὸν δὲ ἐν Καίσαρος τιμῇ καὶ ἐξουσίᾳ γεγονότα χειρωσάμενον ἀνδρείᾳ, οὐκ ἔστιν ἄλλον ῥᾳδίως εἰπεῖν. τέλει μὲν δὴ τοιούτῳ ὁ Ἀλβῖνος ἐχρήσατο, πρὸς

  38. 3.8.1.1

    ὀλίγον ἀπολαύσας ὀλεθρίου τιμῆς: ὁ δὲ Σἑ??ʼῆρος θυμῷ καὶ ὀργῇ εὐθέως πρὸς τοὺς ἐν Ῥώμῃ φίλους αὐτοῦ ἐχρῆτο. καὶ πέμψας τὴν κεφαλὴν τοῦ Ἀλβίνου δημοσίᾳ ἀνασταυρωθῆναι κελεύει: γράμμασί τε τῷ δήμῳ τὴν νίκην ἑαυτοῦ δηλώσας ἐπὶ τέλει καὶ τοῦτο προσέθηκε, πεπομφέναι τὴν κεφαλὴν αὐτοῦ δημοσίᾳ περίοπτον, ἵνα αὐτὸς οἷόν περ ἐδείκνυεν αὑτοῦ τὸν

  39. 3.8.2.1

    θυμὸν ἴδῃ καὶ τὴν πρὸς ἐκείνους ὀργήν. διοικήσας δὲ τὰ κατὰ τὴν Βρεττανίαν καὶ διελὼν ἐς δύο ἡγεμονίας τὴν τοῦ ἔθνους ἐξουσίαν, τά τε κατὰ τὰς Γαλλίας, ὡς ᾤετο, ἄριστα διαθείς, πάντας τε τοὺς Ἀλβίνου φίλους εἴτε ἑκουσίως εἴθ̓ ὑπὸ ἀνάγκης αὐτῷ γνωρισθέντας φονεύσας, τάς τε οὐσίας αὐτῶν δημεύσας, ἐς τὴν Ῥώμην ἠπείγετο, ἄγων ἅπαντα τὸν στρατὸν

  40. 3.8.3.1

    σὺν αὑτῷ, ὡς φανείη φοβερώτερος. ἀνύσας δὴ πολλῷ τὴν ὁδοιπορίαν τάχει, ὥσπερ ἦν ἔθος αὐτῷ, χαλεπαίνων πρὸς ἔτι περιόντας τοὺς ἐκείνου φίλους ἐς τὴν Ῥώμην εἰσήλασεν. ὁ δὲ δῆμος αὐτὸν δαφνηφορῶν μετὰ πάσης τιμῆς καὶ εὐφημίας ὑπεδέξατο, ἥ τε σύγκλητος προσηγόρευσαν, οἱ πλεῖστοι ἐν μεγίστῳ δέει καθεστῶτες, λογιζόμενοι ὅτι αὐτῶν οὐ φείσεται, φύσει μὲν ὢν ἐχθρὸς χαλεπώτατος καὶ μικρᾶς προφάσεως δεόμενος ἐς τὸ ἀδικῆσαι, τότε δὲ δοκῶν καὶ

  41. 3.8.4.1

    εὐλόγους ἔχειν αἰτίας. ὁ δ̓ οὖν Σἑ??ʼῆρος ἐς τὸ τοῦ Διὸς τέμενος ἀνελθὼν καὶ τὰς λοιπὰς τελέσας ἱερουργίας ἐπανῆλθεν ἐς τὰ βασίλεια, καὶ τῷ δήμῳ προύθηκεν ἐπὶ ταῖς νίκαις μεγίστας νομάς. τοῖς τε στρατιώταις ἐπέδωκε χρήματα πλεῖστα, ἄλλα τε πολλὰ συνεχώρησεν

  42. 3.8.5.1

    ἃ μὴ πρότερον εἶχον: καὶ γὰρ τὸ σιτηρέσιον πρῶτος ηὔξησεν αὐτοῖς, καὶ δακτυλίοις χρυσοῖς χρήσασθαι ἐπέτρεψε γυναιξί τε συνοικεῖν, ἅπερ ἅπαντα σωφροσύνης στρατιωτικῆς καὶ τοῦ πρὸς τὸν πόλεμον ἑτοίμου τε καὶ εὐσταλοῦς ἀλλότρια ἐνομίζετο. καὶ πρῶτός γε ἐκεῖνος τὸ πάνυ αὐτῶν ἐρρωμένον καὶ τὸ σκληρὸν τῆς διαίτης τό τε εὐπειθὲς πρὸς τοὺς πόνους καὶ εὔτακτον μετ̓ αἰδοῦς πρὸς ἄρχοντας ἐπανέτρεψε, χρημάτων τε ἐπιθυμεῖν διδάξας καὶ μεταγαγὼν ἐς τὸ ἁβροδίαιτον.

  43. 3.8.6.1

    διοικήσας δὲ ταῦτα, ὡς ᾤετο, ἄριστα, κατελθὼν ἐς τὴν σύγκλητον βουλήν, ἀνελθών τε ἐς τὸν βασίλειον θρόνον, πικρῶς κατηγόρησε τῶν Ἀλβίνου φίλων, ὧν μὲν ἐπιστολὰς προκομίζων ἀπορρήτους, ἃς ἐν τοῖς ἐκείνου ἀποθέτοις εὗρε γράμμασιν, οἷς δὲ δῶρα ὀνειδίζων πεμφθέντα ἐκείνῳ πολυτελέστερα: ἄλλοις δὲ ἄλλας ἐπιφέρων αἰτίας, τοῖς μὲν ἐξ ἀνατολῆς ἀνθρώποις φιλίαν Νίγρου τοῖς δ̓ ἐπὶ θάτερα

  44. 3.8.7.1

    γνῶσιν Ἀλβίνου, πάντας τοὺς ἐξέχοντας τότε τῆς συγκλήτου βουλῆς καὶ τοὺς κατὰ ἔθνη πλούτῳ ἢ γένει ὑπερέχοντας ἀφειδῶς ἀνῄρει, ὡς μὲν προσεποιεῖτο, χαλεπαίνων πρὸς ἐχθρούς, τὸ δ̓ ἀληθές, ὑπερβαλλούσης ἐν αὐτῷ φιλοχρηματίας: οὐδεὶς γοῦν βασιλέων

  45. 3.8.8.1

    οὕτω χρημάτων ἡττήθη. ὡς γὰρ καρτερίᾳ ψυχῆς καὶ ἀνεξικακίᾳ πόνων διοικήσει τε στρατιωτικῶν πραγμάτων οὐδενὸς τῶν ἐπαινουμένων ἀπελείπετο, οὕτως ἐν αὐτῷ ἐπλήθυνε τὸ φιλοχρήματον ἐξ ἀδικίας, φονῶν ἐκ τῆς τυχούσης αἰτίας. φόβῳ γοῦν

  46. 3.8.9.1

    ἦρξε μᾶλλον τῶν ἀρχομένων ἢ εὐνοίᾳ. τῷ μέντοι δήμῳ ἐπειρᾶτο ποιεῖν κεχαρισμένα: καὶ γὰρ θέας πολυτελεῖς καὶ παντοδαπὰς συνεχῶς ἐπετέλει, καὶ θυρίων ἑκατοντάδας ἀνεῖλε πολλάκις τῶν ἀπὸ πάσας γῆς ἡμετέρας τε καὶ βαρβάρου, νομάς τε μεγαλοφῥ??ʼνως ἐπεδίδου. ἐπετέλεσε δὲ καὶ ἐπινίκιον ἀγῶνα, τὁ??ʼς πανταχόθεν μούσης τε ὑποκριτὰς καὶ ἀνδρείας μαθ̔??ʼτὰς μεταπεμψάμενος. εἴδομεν δὲ ἐπ’ αὐτοῦ καὶ θἕ??ʼς τινῶν παντοδαπῶν θεαμάτων ἐν πᾶσι θεάτροις ὁμ̔??ʼ, ἱερουργίας τε καὶ παννυχίδας ἐπιτελεσθείσας ἐς μ̔??ʼστηρίων ζῆλον: αἰωνίους δὲ αὐτὰς ἐκάλουν οἱ τότε, ἀκούοντες τριῶν γενεῶν διαδραμουσῶν ἐπιτελεῖσθαι. κήρυκες γοῦν κατά τε τὴν Ῥώμην καὶ τὴν Ἰταλίαν διεφοίτων καλοῦντες ἥκειν καὶ θεάσασθαι πάντας ἃ μήτε εἶδον μήτε ὄψονται. οὕτως ὁ μεταξὺ χρόνος τῆς παρελθούσης ἑορτῆς καὶ τῆς μελλούσης ἐδηλοῦτο, πᾶσαν ἡλικίαν ἀνθρώπων ὑπερβαίνων.

  47. 3.9.1.1

    διατρίψας δὲ ἱκανοὺς χρόνους ἐν τῇ Ῥώμῃ, τούς τε υἱεῖς αὑτοῦ κοινωνοὺς τῆς βασιλείας καὶ αὐτοκράτορας ἀποδείξας, βουλόμενος δόξαν ἄρασθαι νίκης μὴ μόνον ἐμφυλίου τε καὶ κατὰ Ῥωμαϊκῶν στρατοπέδων, ἐφ̓ ᾗ καὶ θριαμβεῦσαι ᾐδέσθη, ἀλλὰ καὶ κατὰ βαρβάρων ἐγεῖραι τρόπαια, πρόφασιν ποιούμενος τὴν Βαρσημίου τοῦ Ἀτρηνῶν βασιλέως πρὸς Νίγρον φιλίαν

  48. 3.9.2.1

    ἐστράτευσεν ἐπὶ τὴν ἀνατολήν. παριὼν δὲ καὶ τὴν Ἀρμενίαν καταδραμεῖν ἠθέλησε: φθάσας δὲ ὁ τῶν Ἀρμενίων βασιλεὺς χρήματά τε αὐτῷ καὶ δῶρα ὁμήρους τε ἱκετεύων ἔπεμψε, σπονδὰς καὶ εὔνοιαν ὑπισχνούμενος. ὁ δὲ Σἑ??ʼῆρος τῶν ἐν Ἀρμενίᾳ προχωρούντων κατὰ γνώμην ἐπὶ τὴν Ἀτρηνῶν ἠπείγετο. προσέφυγε δὲ αὐτῷ καὶ ὁ Ὀσροηνῶν βασιλεὺς Αὔγαρος, τούς τε παῖδας ὁμηρεύειν ἐς ἀσφάλειαν πίστεως ἐξέδωκε, τοξότας τε πλείστους συμμάχους ἤγαγεν.

  49. 3.9.3.1

    ὁ δὲ Σἑ??ʼῆρος διαβὰς τὴν τῶν ποταμῶν μέσην γῆν τε καὶ Ἀδιαβηνῶν χώραν, ἐπέδραμε καὶ τὴν εὐδαίμονα Ἀραβίαν: φέρει γὰρ πόας εὐώδεις, αἷς ἀρώμασι καὶ θυμιάμασι χρώμεθα. πολλὰς δὲ κώμας καὶ πόλεις πορθήσας τήν τε χώραν λεηλατήσας, ἐλθὼν ἐς τὴν Ἀτρηνῶν χώραν, προσκαθεζόμενος τὰς Ἄτρας

  50. 3.9.4.1

    ἐπολιόρκει. ἦν δὲ πόλις ἐπ’ ἄκρας ὑψηλοτάτης ὄρους, τείχει μεγίστῳ καὶ γενναίῳ περιβεβλημένη, πλήθει τε ἀνδρῶν τοξοτῶν ἀκμάζουσα. ὁ δὲ τοῦ Σἑ??ʼήρου στρατὸς προσκαθεζόμενος ἐπολιόρκει παντὶ σθένει, πειρώμενος τὴν πόλιν ἐξελεῖν: μηχαναί τε παντοδαπαὶ προσήγοντο τῷ τείχει, καὶ οὐδὲν παρελείπετο εἶδος

  51. 3.9.5.1

    πολιορκίας. οἱ δὲ Ἀτρηνοὶ γενναίως ἀπεμάχοντο, τόξοις τε καὶ λίθοις ἄνωθεν βάλλοντες οὐ μικρῶς ἐλύπουν τὸν τοῦ Σἑ??ʼήρου στρατόν. σκεύη τε κεράμου πεποιημένα πληροῦντες πτηνῶν, μικρῶν μὲν ἰοβόλων δὲ θηρίων, ἐπέβαλλον αὐτοῖς: τὰ δὲ ἐμπίπτοντα ταῖς ὄψεσι, καὶ εἴ τί που παραγεγύμνωτο τοῦ σώματος, λανθάνοντα καὶ παρεισιόντα τιτρώσκοντά τε

  52. 3.9.6.1

    αὐτοὺς ἐλυμαίνετο. καὶ μὴ φέροντες τὸ πνιγῶδες τοῦ ἀέρος διὰ τὸ ὑπερβάλλον τοῦ ἡλίου πῦρ, νόσοις περιπίπτοντες διεφθείροντο, ὡς πλεῖστον μέρος τοῦ στρατοῦ διὰ τοιαύτας αἰτίας μᾶλλον ἀπόλλυσθαι ἢ πρὸς τῶν πολεμίων.

  53. 3.9.7.1

    ἀπαγορεύοντος δὲ τοῦ στρατοῦ πρὸς τὰ εἰρημένα, τῆς τε πολιορκίας μὴ προχωρούσης ἀλλὰ μᾶλλον βλαπτομένων τῶν Ῥωμαίων ἢ κατορθούντων, τὸν στρατὸν ὁ Σἑ??ʼῆρος, ὡς μὴ διαφθαρείη πᾶς, ἄπρακτον ἐπανήγαγε, δυσφοροῦντα ἐπὶ τῷ μὴ ὡς ἐβούλετο τὰ τῆς πολιορκίας αὐτῷ προκεχωρηκέναι: νικᾶν γὰρ πάντοτε

  54. 3.9.8.1

    ἐν ταῖς μάχαις εἰθισμένος τὸ μὴ περιγενέσθαι ἧτταν ἡγεῖτο. πλὴν παρεμυθήσατο αὐτὸν ἡ συναιρομένη τότε τοῖς ἐκείνου πράγμασι τύχη: οὐ γὰρ παντάπασιν ἄπρακτος ἐπανῆλθεν, ἀλλὰ μείζονα κατορθώσας

  55. 3.9.9.1

    ὧν ἤλπισε. καταπλέων γὰρ ὁ στρατὸς ναυσὶ πολλαῖς οὐκ ἐς ἃς ἐβούλετο Ῥωμαίων ὄχθας κατηνέχθη, ἐπὶ πλεῖστον δὲ αὐτὸν ἐξαγαγόντος τοῦ ῥεύματος προσώκειλε ταῖς Παρθυαίων ὄχθαις, αἳ μὴ πολλῶν ἡμερῶν ὁδὸν ἀπεῖχον τῆς ἐς Κτησιφῶντα ἐφόδου, ἔνθα ἦν τὰ βασίλεια τοῦ Παρθυαίου καὶ αὐτὸς διέτριβεν εἰρήνην ἄγων, μηδέν τι προσήκειν νομίζων ἑαυτῷ τὰς πρὸς τοὺς Ἀτρηνοὺς Σἑ??ʼήρου μάχας:

  56. 3.9.10.1

    ἡσύχαζεν οὖν, μηδέν τι δεινὸν προσδεχόμενος. ὁ δὲ τοῦ Σἑ??ʼήρου στρατὸς ἄκων προσαχθεὶς ὑπὸ τοῦ ῥεύματος ταῖς ἐπέκεινα ὄχθαις, ἀπόβασίν τε ποιησάμενος, τὴν γῆν ἐλεηλάτει, θρέμματά τε τὰ ἐμπίπτοντα ἀπελαύνων, ἵν̓ ἔχῃ τροφάς, καὶ κώμας ἐμπιπρὰς τὰς ἐμπιπτούσας. κατ̓ ὀλίγον τε προϊὼν ἐπέστη Κτησιφῶντι,

  57. 3.9.11.1

    ἔνθ̓ ἦν ὁ μέγας βασιλεὺς Ἀρτάβανος. προσπεσόντες δὲ οἱ Ῥωμαῖοι ἀπαρασκεύοις τοῖς βαρβάροις, πάντα τε τὸν ἐμπίπτοντα ἐφόνευον καὶ διήρπασαν τὰ ἐν τῇ πόλει, πάντας τε παῖδας καὶ γυναῖκας αἰχμαλώτους ἔλαβον. φυγόντος δὲ τοῦ βασιλέως σὺν ὀλίγοις ἱππεῦσι τούς τε θησαυροὺς αὐτοῦ τῶν χρημάτων αἴρουσι, καὶ πάντα τὸν κόσμον καὶ κειμήλια ἁρπάσαντες ἐπανίασιν.

  58. 3.9.12.1

    οὕτω μὲν δὴ Σἑ??ʼῆρος, τύχῃ μᾶλλον ἢ γνώμῃ, τῇ κατὰ Παρθυαίων νίκῃ κεκόσμητο: τούτων δὲ αὐτῷ δεξιῶς καὶ ὑπὲρ πᾶσαν εὐχὴν προχωρησάντων ἐπέστειλε τῇ τε συγκλήτῳ καὶ τῷ δήμῳ, τάς τε πράξεις μεγαληγορῶν, τὰς μάχας τε καὶ τὰς νίκας δημοσίαις ἀνέθηκε γραφαῖς. ἡ δὲ σύγκλητος πάσας τε τιμὰς ἐψηφίσατο αὐτῷ, καὶ προσηγορίας ἀπὸ τῶν ἐθνῶν τῶν κεχειρωμένων.

  59. 3.10.1.1

    κατορθώσας δὲ τὰ κατὰ τὴν ἀνατολὴν ὁ Σἑ??ʼῆρος ἐς τὴν Ῥώμην ἠπείγετο, ἄγων καὶ τοὺς παῖδας ἐς ἡλικίαν ἐφήβων ἤδη τελοῦντας. ἀνύσας δὲ τὴν ὁδοιπορίαν, τά τε ἐν τοῖς ἔθνεσι διοικήσας ὡς ἑκάστῳ ἀπῄτει τὸ χρειῶδες, τά τε ἐν Μυσοῖς καὶ Παίοσι στρατόπεδα ἐπελθών, νικηφόρος ὑπὸ τοῦ Ῥωμαίων δήμου μετὰ μεγάλης εὐφημίας τε καὶ θρησκείας ὑπεδέχθη,

  60. 3.10.2.1

    θυσίας τε καὶ ἑορτὰς θέας τε καὶ πανηγύρεις τῷ δήμῳ παρέσχε: νομάς τε μεγαλοφρόνως ἐπιδοὺς καὶ θέας τελέσας ἐπινικίους, ἐτῶν οὐκ ὀλίγων ἐν τῇ Ῥώμῃ διέτριψε, δικάζων τε συνεχῶς καὶ τὰ πολιτικὰ διοικῶν,

  61. 3.10.3.1

    τούς τε υἱεῖς παιδεύων καὶ σωφρονίζων. οἳ δέ ʽἤδη μειράκια ἤστην̓ ὑπὸ τῆς ἐν Ῥώμῃ τρυφῆς καὶ διαίτης τῆς τε περὶ τὰ θέατρα ὑπερβαλλούσης σπουδῆς ἡνιοχείας τε καὶ ὀρχήσεως τὰ ἤθη διεφθείροντο. πρός τε ἀλλήλους ἐστασίαζον οἱ ἀδελφοί, τὰ πρῶτα μὲν ὑπὸ παιδαριώδους φιλονεικίας δἰ ὀρτύγων μάχας καὶ ἀλεκτρυόνων συμβολὰς πάλας τε παίδων ἀλλήλοις ἐρίζοντες.

  62. 3.10.4.1

    ἥ τε περὶ τὰ θεάματα αὐτῶν ἢ τὰ ἀκροάματα σπουδὴ φιλονείκως ἑκάστοτε ἐμερίζετο: καὶ οὐδενὶ ἀμφότεροι ὁμοίως ἠρέσκοντο, ἀλλὰ πᾶν τὸ τῷ ἑτέρῳ φίλον τῷ ἄλλῳ ἐχθρὸν ἦν. συνέκρουον δὲ αὐτοὺς ἑκατέρωθεν οἵ τε κόλακες καὶ οἱ θεράποντες, πρὸς τὸ ἡδὺ τῆς ἡλικίας κολακεύοντες καὶ ἀνθέλκοντες. ὁ δὲ Σἑ??ʼῆρος ταῦτα πυνθανόμενος συνάγειν τε καὶ σωφρονίζειν ἐπειρᾶτο.

  63. 3.10.5.1

    τὸν δὲ πρεσβύτερον, ᾧ γνήσιον μὲν ἦν ὄνομα Βασσιανὸς πρὶν ἐς τὸν βασίλειον οἶκον παρελθεῖν, ὅτε δὲ τὴν τῆς ἀρχῆς τιμὴν εὐτύχησε, Σἑ??ʼῆρος Ἀντωνῖνον ὠνόμασε, Μάρκου θελήσας αὐτὸν προσηγορίαν φέρειν: ἠγάγετό τε αὐτῷ γυναῖκα, γάμῳ σωφρονίσαι θέλων. ἦν δὲ ἐκείνη θυγάτηρ τοῦ ἐπάρχοντος τῶν

  64. 3.10.6.1

    στρατοπέδων: Πλαυτιανὸς δὲ ἦν ὄνομα αὐτῷ. τοῦτον τὰ μὲν πρῶτα τῆς ἡλικίας εὐτελῆ ʽτινὲς αὐτὸν καὶ πεφυγαδεῦσθαι ἔλεγον ἁλόντα ἐπὶ στάσεσι καὶ πολλοῖς ἁμαρτήμασιν̓, ὄντα δὲ πολίτην ἑαυτοῦ ʽΛίβυς γὰρ κἀκεῖνος ἦν̓, ὡς μέν τινες ἔλεγον, πρὸς γένους αὐτῷ ὑπάρχοντα, ὡς δὲ ἕτεροι μᾶλλον διέβαλλον, ἀκμαζούσῃ τῇ ἡλικίᾳ γενόμενον παιδικά, πλὴν ἀλλ̓ ὁ Σἑ??ʼῆρος ἐκ μικρᾶς καὶ εὐτελοῦς τύχης ἐς μεγάλην προήγαγεν ἐξουσίαν, πλούτῳ τε ὑπερβάλλοντι ἐκόσμησε, τῶν ἀναιρουμένων χαριζόμενος τὰς οὐσίας, οὐδὲν ἕτερον ἀλλ̓ ἢ μερισάμενος πρὸς αὐτὸν τὴν ἀρχήν.

  65. 3.10.7.1

    ᾗπερ ἐκεῖνος ἀποχρώμενος οὔτε ὠμότητος οὔτε βίας ἐν πᾶσιν οἷς ἔπραττεν ἀπείχετο, φοβερώτερος τῶν πώποτε ἀρχόντων γενόμενος. τούτου τὴν θυγατέρα

  66. 3.10.8.1

    ζεύξας ὁ Σἑ??ʼῆρος τῷ υἱῷ τὸν οἶκον ἥνωσεν. ὁ δὲ Ἀντωνῖνος οὐ πάνυ τι ἡδόμενος τῷ γάμῳ, ἀνάγκῃ δὲ μᾶλλον ἢ προαιρέσει συνεζευγμένος, ἀπεχθῶς πάνυ πρός τε τὴν κόρην διέκειτο καὶ πρὸς τὸν πατέρα αὐτῆς, ὡς μήτε εὐνῆς μήτε ἑστίας κοινωνεῖν, μυσάττεσθαί τε τὴν κόρην, ἀπειλεῖν τε ἑκάστοτε ἀποκτενεῖν καὶ αὐτὴν καὶ τὸν πατέρα, ἐπὰν τῆς ἀρχῆς ἐγκρατὴς γένηται μόνος. ταῦτα δὴ ἡ κόρη ἑκάστοτε ἀπήγγελλε τῷ πατρί, καὶ τοῦ γάμου τὸ μῖσος διηγουμένη παρώξυνεν

  67. 3.11.1.1

    αὐτόν. ὁ δὲ Πλαυτιανὸς ὁρῶν τὸν μὲν Σἑ??ʼῆρον πρεσβύτην τε ἤδη καὶ ὑπὸ νόσου συνεχῶς ἐνοχλούμενον, τὸν δὲ Ἀντωνῖνον ἐμβριθῆ καὶ θρασὺν νεανίαν, δεδιώς τε αὐτοῦ τὰς ἀπειλάς, δρᾶσαί τι μᾶλλον

  68. 3.11.2.1

    φθάσας ἢ παθεῖν ἀναμείνας ἠθέλησεν. ἔτι τε αὐτὸν καὶ πολλὰ ἦν τὰ πρὸς βασιλείας ἐπιθυμίαν ἀναπείθοντα, πλούτου τε περιβολὴ ἣ μὴ πρότερόν τινι ἰδιωτεύοντι ἐγένετο, στρατιωτῶν τε θεραπεῖαι, τιμαί τε αἱ παρὰ τῶν ἀρχομένων, σχῆμά τε ᾧ προῄει: ἠμφίεστο γὰρ τήν τε πλατύσημον ἐσθῆτα, ἔν τε τοῖς δεύτερον ὑπατεύσασιν ἐτέτακτο, παρῃώρητό τε αὐτῷ ξίφος, καὶ παντὸς ἀξιώματος σχῆμα ἔφερε μόνος.

  69. 3.11.3.1

    προϊὼν δὲ φοβερὸς ἦν, ὡς μήτε τινὰ προσιέναι, ἀλλὰ καὶ τοὺς ὑπαντωμένους ἀναστρέφειν: οἵ τε προϊόντες αὐτοῦ ἐκήρυττον μηδένα παρεστάναι μηδ̓ ἐς αὐτὸν βλέπειν, ἀλλ̓ ἀποστρέφεσθαι καὶ κάτω βλέπειν. οἷσπερ καὶ ὁ Σἑ??ʼῆρος ἀγγελλομένοις οὐ πάνυ τι ἠρέσκετο, ἀλλ̓ ἐπαχθὴς ἤδη καὶ βαρὺς κἀκείνῳ ἐγένετο, ὡς καὶ περιελεῖν τινὰ αὐτοῦ τῆς ἐξουσίας τὸν Σἑ??ʼῆρον, καὶ πεῖσαι κολούειν τὸ ὑπερβάλλον τῆς

  70. 3.11.4.1

    ἀλαζονείας. ἃ δὴ μὴ φέρων ὁ Πλαυτιανὸς ἐτόλμησεν ἐπιβουλεῦσαι τῇ ἀρχῇ. καὶ μηχανᾶται τοιάδε. Σατορνῖνος ἦν εἷς τῶν ὑπ’ αὐτῷ χιλιαρχούντων. οὗτος ὑπερβαλλόντως τὸν Πλαυτιανὸν ἐθεράπευε: καὶ πάντων μὲν τοῦτο ποιούντων, ἐκεῖνος δὲ πλείονι θρησκείᾳ ᾠκείωτο αὐτόν. τοῦτον πιστότατον ἡγούμενος καὶ ἀπορρήτους μόνον οἷόν τε φυλάξαι καὶ πληρῶσαι ἐντολάς, περὶ δείλην μεταπεμψάμενος πάντων ἀνακεχωρηκότων

  71. 3.11.5.1

    νῦν σοι καιρός ἔφη τέλος γενναῖον ἐπιθεῖναι εὐνοίᾳ τε καὶ ὑπηρεσίᾳ ἣν πρός με ἐπεδείξω, ἐμοί τε ἀμείψασθαί σε κατ̓ ἀξίαν καὶ τὴν προσήκουσαν χάριν ἀποδοῦναι. πρόκειται δέ σοι αἵρεσις ἢ τοῦ εἶναι ὅπερ ἐμὲ νῦν ὁρᾷς ὄντα, καὶ τήνδε τὴν ἐξουσίαν παραλαβεῖν διαδεξάμενόν με, ἢ τεθνάναι

  72. 3.11.6.1

    αὐτίκα ἀπειθείας ὑποσχόντα τιμωρίαν. μηδέ σε τοῦ ἔργου τὸ μέγεθος ἐκπληττέτω, μηδὲ τὸ τῶν βασιλέων ὄνομα ταραττέτω. εἰσιέναι γὰρ μέχρι τοῦ δωματίου ἔνθα ἀναπαύονται δύνασαι μόνος, ἅτε τὴν νυκτερινὴν φρουρὰν ἐκ περιόδου ἐγκεχειρισμένος. ὅ τι δ̓ ἂν μέλλῃς πράττειν, λανθάνων ἀκωλύτως ἐς τέλος ἄξεις, ἐπεὶ μήτ̓ ἐμὲ τοιαῦτα ἔτι κελεῦσαι προσδόκα

  73. 3.11.7.1

    μήτε σὲ ἐπακοῦσαι. ἄνελθε δὴ ἐς τὴν βασίλειον αὐλήν, καὶ ὥς τινας ἀγγελίας ἐπειγούσας καὶ ἀπορρήτους παῤ ἐμοῦ φέρων ἐπεισελθὼν αὐτοῖς ἀπόκτεινον. ἀνὴρ δὲ γενναῖος γενοῦ, ῥᾳδίως κατεργασάμενος πρεσβύτην τε καὶ παιδάριον. μετασχὼν γὰρ τὸ μέρος τῶν κινδύνων, μεθέξεις καὶ τῶν μεγίστων τῆς κατορθώσεως τιμῶν.

  74. 3.11.8.1

    ταῦτα ἀκούσας ὁ χιλιάρχης ἐξεπλάγη μὲν τὴν ψυχήν, οὐκ ἐταράχθη δὲ τὴν γνώμην, ἀλλ̓ ἅτε ἀνὴρ οὐκ ἔξω φρενῶν καθεστώς ʽκαὶ γὰρ ἦν τῷ γένει Σύρος, δριμύτεροι δ̓ ὡς πρὸς τὰς ἐννοίας οἱ ὑπὸ τὴν ἀνατολὴν ἄνθρωποἰ τὸν θυμὸν ὁρῶν ἐνθουσιῶντα τοῦ κελεύοντος καὶ τὴν ἐξουσίαν εἰδὼς οὐκ ἀντεῖπεν, ὡς μὴ παῤ αὐτὰ κολασθείη, προσποιησάμενος δὲ εὐκταῖα καὶ ἀσπαστὰ ἀκούειν, προσκυνήσας τε ὡς ἤδη βασιλέα, γραμματεῖον ᾔτησε τοῦ φόνου φέρον τὰς ἐντολάς.

  75. 3.11.9.1

    ἔθος γὰρ τοῦτο τυραννικόν, εἴ τινα ἐκπέμποιεν ἐπὶ φόνον ἄκριτον, ἐντέλλεσθαι τοῦτο διὰ γραμμάτων, ἵνα μὴ γινόμενον ᾖ ἀκατασήμαντον. ὁ δὲ Πλαυτιανὸς τυφλώττων τῇ ἐπιθυμίᾳ δίδωσιν αὐτῷ τὸ γραμματεῖον, καὶ ἐκπέμπει ἐπὶ τὸν φόνον, ἐντειλάμενος, ἐπὴν ἀμφοτέρους διαχρήσηται, πρὶν διαβόητον γενέσθαι τὸ πραχθὲν πέμψαι τοὺς καλέσοντας αὐτόν, ἵνα ὀφθῇ πρότερον ἐν τοῖς βασιλείοις ἢ ἀκουσθῇ τὴν βασιλείαν παραλαβών.

  76. 3.12.1.1

    ἐπὶ ταύταις δὴ ταῖς συνθήκαις ἀνελθὼν ὁ χιλιάρχης εἰσῆλθε μὲν διὰ πάσης τῆς βασιλικῆς οἰκίας κατὰ τὸ ἔθος ἀκωλύτως: εἰδὼς δὲ ἀδύνατον ὂν δύο διαχειρίσασθαι βασιλέας, καὶ ταῦτα ἐν διαφόροις οἴκοις διατρίβοντας, ἐπιστὰς τῷ δωματίῳ τοῦ Σἑ??ʼήρου, καλέσας τοὺς τοῦ βασιλικοῦ θαλάμου φύλακας, ἠξίωσεν εἰσαχθῆναι πρὸς αὐτὸν ὡς δὴ ὑπὲρ σωτηρίας αὐτῷ

  77. 3.12.2.1

    τινὰ ἀγγέλλων. οἳ δὲ δηλώσαντες τῷ Σἑ??ʼήρῳ, καὶ κελεύσαντος αὐτοῦ, τὸν χιλίαρχον εἰσήγαγον. ὃ δὲ εἰσελθών ἥκω σοι ἔφη, ὦ δέσποτα, ὡς μὲν ὁ πέμψας οἴεται, φονεὺς καὶ δήμιος, ὡς δ̓ αὐτὸς εὔχομαί τε καὶ βούλομαι, σωτήρ τε καὶ εὐεργέτης. Πλαυτιανὸς γὰρ ἐπιβουλεύων τῇ ἀρχῇ ἐνετείλατό μοι φόνον σόν τε καὶ τοῦ παιδός, καὶ τοῦτο οὐ λόγοις μόνον ἀλλὰ καὶ γράμμασι: καὶ μαρτυρεῖ τὸ γραμματεῖον. ἐγὼ δὲ ὑπεσχόμην μέν, ὅπως μὴ ἐμοῦ τὸ ἔργον παραιτησαμένου ἄλλῳ ἐγχειρισθῇ: σοὶ δὲ ταῦτα δηλώσων

  78. 3.12.3.1

    ἥκω, ὡς ἂν μὴ λάθῃ τὰ τολμώμενα. τοιαῦτά τινα λέγοντος αὐτοῦ καὶ δακρύοντος οὐκ εὐθέως ὁ Σἑ??ʼῆρος ἐπίστευσεν, ἀλλ̓ ἅτε πολὺ ἔχων ἐν τοῖς στέρνοις τὸ Πλαυτιανοῦ φίλτρον, συσκευήν τινα καὶ σκηνὴν τὸ πρᾶγμα ὑπώπτευσεν, ἡγεῖτό τε τὸν υἱὸν αὑτοῦ ἔχθει τῷ Πλαυτιανοῦ καὶ μίσει τῆς ἐκείνου θυγατρὸς εὑρηκέναι τινὰ τέχνην κατ̓ αὐτοῦ καὶ διαβολὴν

  79. 3.12.4.1

    θανατηφόρον. μεταπεμψάμενος δὲ τὸν υἱὸν ᾐτιᾶτο ὡς τοιαῦτα συσκευάζοντα κατ̓ ἀνδρὸς εὔνου καὶ οἰκείου. ὁ δὲ Ἀντωνῖνος τὰ μὲν πρῶτα ἀπώμνυτο, μηδ̓ εἰδέναι φάσκων τὰ λεγόμενα: ἐγκειμένου δὲ τοῦ χιλιάρχου καὶ τὸ γραμματεῖον δεικνύοντος παρεθάρσυνέ τε αὐτὸν καὶ προύτρεπεν ἐς τοὺς ἐλέγχους ὁ Ἀντωνῖνος. ὁ δὲ χιλιάρχης ὁρῶν ἐς ὅσον κίνδυνον ἥκει, δεδιώς τε τὴν πρὸς τὸν Πλαυτιανὸν τοῦ Σἑ??ʼήρου εὔνοιαν, ἐπιστάμενός τε ὡς, εἰ λάθοι ἡ ἐπιβουλὴ καὶ μὴ ἐλεγχθείη, ὄλεθρος αὐτῷ οὐχ ὁ τυχὼν ἐπήρτηται,

  80. 3.12.5.1

    καὶ τίνα ἔφη, ὦ δέσποται, ἔλεγχον μείζονα βούλεσθε, ἢ ποίαν ἀπόδειξιν φανερωτέραν; ἐπιτρέψατε γὰρ δή μοι ἔφη προελθόντι τῶν βασιλείων διά τινος τῶν ἐμοὶ πιστῶν δηλῶσαι ὅτι δὴ τὸ ἔργον κατείργασται. ὃ δὲ ἀφίξεται πιστεύσας, καὶ οἰόμενος ἔρημα τὰ βασίλεια καταλήψεσθαι. ὅταν δὲ ἀφίκηται, ὑμέτερον ἤδη ἔργον εὑρεῖν τὴν ἀλήθειαν. ἡσυχίαν δὲ εἶναι πολλὴν ἀνὰ τὰ βασίλεια κελεύσατε, ὅπως μὴ τὸ πραττόμενον προγνωσθὲν ἀνατραπῇ.

  81. 3.12.6.1

    ταῦτα εἰπὼν ἐντέλλεταί τινι τῶν πιστοτάτων ἑαυτῷ ἀγγεῖλαι Πλαυτιανῷ ἥκειν τὴν ταχίστην: κεῖσθαι γὰρ ἀμφοτέρους τοὺς βασιλέας, καὶ δεῖν αὐτὸν ἔνδον εἶναι πρὶν ἔκπυστα τῷ δήμῳ γενέσθαι, ὡς ἂν τῆς ἀκροπόλεως κατειλημμένης καὶ τῆς βασιλείας ἱδρυμένης ἑκόντες τε καὶ ἄκοντες πάντες ὑπακούοιεν οὐκ

  82. 3.12.7.1

    ἐσομένῳ βασιλεῖ ἀλλ̓ ἤδη ὄντι. τούτοις πιστεύσας ὁ Πλαυτιανὸς ἤδη περὶ δείλην ἑσπέραν, ἀρθεὶς ταῖς ἐλπίσι, θώρακα μὲν ἀμφιέννυται τῆς τοῦ σώματος ἀσφαλείας χάριν, κρύψας δὲ αὐτὸν τῇ λοιπῇ ἐσθῆτι, ἐπιβὰς ὀχήματος αἰφνιδίως ἐς τὰ βασίλεια ἠπείγετο, ὀλίγων αὐτὸν παραπεμπόντων, οἳ παρῆσαν οἰόμενοι

  83. 3.12.8.1

    κεκλῆσθαι ὑπὸ τῶν βασιλέων διά τινα ἐπείξαντα. ὡς δὲ ἐπέστη τῇ βασιλείῳ αὐλῇ, ἀκωλύτως εἰσῆλθεν, ἀγνοούντων τὸ πραττόμενον τῶν φυλάκων: ὑπαντώμενος δ̓ ὁ χιλίαρχος ἐνεδρεύων τε προσεῖπεν αὐτοκράτορα, καὶ δῆθεν συνήθως λαβόμενος τῆς χειρὸς ἐς τὸ δωμάτιον εἰσήγαγεν, ἔνθα ἔφασκεν ἐρρῖφθαι

  84. 3.12.9.1

    τὰ τῶν βασιλέων σώματα. ἤδη δὲ παρεσκευάκει ὁ Σἑ??ʼῆρος νεανίας τῶν περὶ αὑτὸν σωματοφυλάκων, οἳ συλλήψονται αὐτὸν εἰσελθόντα. ὁ δὲ Πλαυτιανὸς ἐφ̓ ἑτέραις ἐσελθὼν ἐλπίσιν ὁρᾷ τοὺς βασιλέας ἀμφοτέρους ἑστῶτας, συλληφθείς τε κατείχετο: καὶ ἐκπλαγεὶς τῷ πράγματι ἐδεῖτο καὶ ἐλιπάρει. ἀπελογεῖτό τε, φάσκων πάντα ψευδῆ εἶναι καὶ συσκευὴν

  85. 3.12.10.1

    κατ̓ αὐτοῦ καὶ δρᾶμα ἐσκευάσθαι. πολλὰς δὲ τοῦ μὲν Σἑ??ʼήρου ὀνειδίζοντος εὐεργεσίας τε καὶ τιμάς, τοῦ δὲ πίστεώς τε καὶ εὐνοίας τῆς ἄνωθεν ὑπομιμνήσκοντος, ἠρέμα πως ὁ Σἑ??ʼῆρος ὑπήγετο πειθοῖ τῶν ὑπὸ τοῦ Πλαυτιανοῦ λεγομένων, ἔστε δὴ ὑπεφάνη τοῦ θώρακος μέρος καταραχθείσης τῆς ἐπ’ αὐτῷ ἐσθῆτος. ὅπερ ἰδὼν ὁ Ἀντωνῖνος, νέος θρασὺς θυμοειδής

  86. 3.12.11.1

    τε καὶ φύσει μισῶν τὸν ἄνθρωπον, ἀλλὰ πρὸς δύο ἔφη ταῦτα τί ἂν ἀποκρίναιο; ἥκεις πρὸς βασιλέας ἑσπέρας μὴ κελεύσαντας: ὅ τε θώραξ σοι τί βούλεται; τίς γὰρ ἐς ἑστίασιν ἢ κῶμον ὡπλισμένος ἔρχεται; καὶ ταῦτα εἰπὼν κελεύει τῷ χιλιάρχῳ τοῖς τε παροῦσι σπασαμένοις τὰ ξίφη φονεῦσαι τὸν ἄνδρα

  87. 3.12.12.1

    ὡς ὁμολογουμένως πολέμιον. οἳ δὲ μὴ μελλήσαντες κελεύσαντι τῷ νέῳ βασιλεῖ πείθονται, ἀναιροῦσί τε αὐτὸν καὶ τὸ σῶμα ῥίπτουσιν ἐς τὴν λεωφόρον, ὡς ἂν πᾶσι φανερὸν γένοιτο καὶ ὑπὸ μισούντων ὑβρισθείη. τούτῳ μὲν δὴ τῷ τέλει Πλαυτιανὸς ἐχρήσατο, ἀπλήστῳ τε ζήσας πάντων ἐπιθυμίᾳ, καὶ χρησάμενος ἐν τῷ τέλει ἀπίστῳ ὑπηρεσίᾳ:

  88. 3.13.1.1

    ὁ δὲ Σἑ??ʼῆρος τοῦ μὲν λοιποῦ ἐπάρχοντας δύο τῶν στρατοπέδων κατέστησεν, αὐτὸς δὲ τὰ πλεῖστα τοῦ βίου διέτριβεν ἐν τοῖς βασιλικοῖς προαστείοις καὶ τοῖς παραλίοις τῆς Καμπανίας χωρίοις, δικάζων τε καὶ τὰ πολιτικὰ διοικῶν. ἀπάγειν γὰρ ἤθελε τοὺς παῖδας τῆς ἐν Ῥώμῃ διαίτης, χρηστῆς δὲ ἀπολαύειν, ἐπείπερ αὐτοὺς ἑώρα περὶ τὰ θεάματα ἐσπουδακότας ἀπρεπέστερον ἢ βασιλεῦσιν

  89. 3.13.2.1

    ἥρμοζεν. ἥ τε περὶ ἐκεῖνα σπουδὴ καὶ φιλονεικία, διάφορον ἔχουσα καὶ ἀντίπαλον ἀεὶ τὴν γνώμην, τῶν ἀδελφῶν ἐτάραττε τὰς ψυχάς, ἐναύσματά τε ἔριδος καὶ ἔχθρας παρεῖχε. μάλιστα δὲ ὁ Ἀντωνῖνος ἀφόρητος ἦν ἀποσκευασάμενος τὸν Πλαυτιανόν. ᾐδεῖτο δὲ καὶ ἐφοβεῖτο τὸν πατέρα πρᾶξαί τι ἀνήκεστον: τῇ τε θυγατρὶ μὲν ἐκείνου γυναικὶ δὲ αὑτοῦ

  90. 3.13.3.1

    παντὶ τρόπῳ θάνατον ἐμηχανᾶτο. ὁ δὲ Σἑ??ʼῆρος αὐτήν τε ἐκείνην καὶ τὸν ἀδελφὸν αὐτῆς ἐς Σικελίαν ἐξέπεμψεν, αὐτάρκη δοὺς περιουσίαν ἐς τὸ διαβιοῦν δαψιλῶς, μιμησάμενος τὸν Σεβαστόν: καὶ γὰρ ἐκεῖνος τοῖς Ἀντωνίου παισί, πολεμίου γενομένου, οὕτως ἐχρήσατο. αὐτὸς δὲ ἐπειρᾶτο συνάγειν ἀεὶ τοὺς παῖδας ἐς φιλίαν καὶ προτρέπειν ἐς ὁμόνοιαν καὶ συμφωνίαν, μύθων τε ἀρχαίων καὶ δραμάτων ὑπεμίμνησκεν, ἀεὶ βασιλέων ἀδελφῶν συμφορὰς ἐκ στάσεως

  91. 3.13.4.1

    διηγούμενος. θησαυρούς τε καὶ νεώς, πάντα ἐδείκνυε χρημάτων πλήρη, πλοῦτόν τε καὶ δύναμιν οὐκ ἔσεσθαι ἔξωθεν ἐπιβουλεῦσαι, τοσαύτης μὲν οὔσης οἴκοι περιουσίας ὡς ἀφειδῶς καὶ δαψιλῶς τοῖς στρατιώταις χορηγεῖν, τῆς τε ἐν Ῥώμῃ δυνάμεως αὐτῆς τετραπλασιασθείσης, καὶ στρατοπέδου τοσούτου πρὸ τῆς πόλεως ἱδρυθέντος ὡς μηδεμίαν εἶναι δύναμιν ἔξωθεν ἐχέγγυον μηδ̓ ἀντίπαλον πλήθει στρατοῦ μήτε μεγέθει σωμάτων μήτε χρημάτων περιουσίᾳ.

  92. 3.13.5.1

    πλὴν οὐδὲν ὄφελος τούτων πάντων ἔλεγε στασιαζόντων πρὸς ἀλλήλους, τοῦ τε πολέμου ἔνδον ὄντος. ὃ μὲν δὴ τοιαῦτά τινα λέγων ἑκάστοτε, ποτὲ μὲν λιπαρῶν ποτὲ δὲ ἐπιπλήττων, σωφρονίζειν αὐτοὺς ἅμα καὶ συνάγειν ἐπειρᾶτο: οἳ δ̓ οὔτι γε ἐπείθοντο, ἀφηνίαζον

  93. 3.13.6.1

    δὲ καὶ ἐπεδίδοσαν ἐς τὸ χεῖρον. ἅτε δὲ νεανίας σφριγῶντας καὶ ὑπὸ βασιλικῆς ἐξουσίας ἐς πάσας ἡδονῶν ὀρέξεις ἀπλήστως ὁρμωμένους ἕκαστοι τῶν κολακευόντων ἀνθεῖλκον πρὸς αὑτούς, οὐ μόνον ὑπηρετούμενοι ταῖς ἐπιθυμίαις αὐτῶν καὶ ταῖς περὶ τὰ αἴσχιστα σπουδαῖς, ἀλλὰ καὶ ἀεί τι καινὸν ἐξευρίσκοντες, δἰ οὗ εὐφρανοῦσι μὲν ὃν ἐκολάκευον, λυπήσουσι δὲ τὸν ἀδελφόν. ἤδη γοῦν τινὰς καὶ λαβὼν ἐπὶ τοιαύταις ὑπηρεσίαις ὁ Σἑ??ʼῆρος ἐκόλασεν.

  94. 3.14.1.1

    ἀσχάλλοντι δὲ αὐτῷ ἐπὶ τῷ τοιούτῳ βίῳ τῶν παίδων καὶ τῇ περὶ τὰ θεάματα ἀπρεπεῖ σπουδῇ ἐπιστέλλει ὁ τῆς Βρεττανίας ἡγούμενος, στασιάζειν τοὺς ἐκεῖ βαρβάρους φάσκων, καὶ κατατρέχοντας τὴν χώραν λείαν τε ἀπάγειν καὶ πορθεῖν τὰ πλεῖστα: δεῖσθαι τοίνυν χειρὸς πλείονος πρὸς βοήθειαν τοῦ τόπου ἢ

  95. 3.14.2.1

    βασιλικῆς ἐπιδημίας. ὁ δὲ Σἑ??ʼῆρος ἀσμένως ταῦτα ἀκούσας, φύσει μὲν καὶ φιλόδοξος ἄλλως ὑπάρχων, καὶ μετὰ τὰς ὑπὸ ἀνατολαῖς καὶ ἄρκτῳ νίκας καὶ προσηγορίας βουλόμενος καὶ κατὰ Βρεττανῶν ἐγεῖραι τρόπαια, ἔτι δὲ καὶ τοὺς υἱοὺς ἀπαγαγεῖν τῆς Ῥώμης θέλων, ὡς ἂν νεάζοιεν ἐν στρατιωτικῷ βίῳ καὶ σώφρονι ἀπαχθέντες τῆς ἐν Ῥώμῃ τρυφῆς καὶ διαίτης, ἐπαγγέλλει τὴν ἐς τὴν Βρεττανίαν ἔξοδον, πρεσβύτης τε ἤδη ὢν καὶ ὑπὸ τῆς ἀρθρίτιδος νόσου κάμνων: ἀλλὰ τὰ τῆς ψυχῆς αὐτοῦ ἔρρωτο ὑπὲρ πάντα νεανίαν.

  96. 3.14.3.1

    τὰ πλεῖστα γοῦν καὶ φοράδην φερόμενος τῆς ὁδοιπορίας εἴχετο, οὐδὲ πώποτε ἐπὶ πολὺ μένων ἀνεπαύετο. ἀνύσας δὲ τὴν ὁδὸν ἅμα τοῖς παισὶ παντὸς λόγου καὶ ἐλπίδος θᾶττον, τὸν ὠκεανὸν διαπλεύσας Βρεττανοῖς ἐπέστη, τούς τε πανταχόθεν στρατιώτας ἀθροίσας καὶ δύναμιν πολλὴν ἀγείρας τὰ πρὸς τὸν πόλεμον παρεσκευάζετο.

  97. 3.14.4.1

    οἱ δὲ Βρεττανοὶ τῇ τοῦ βασιλέως ἐκπλαγέντες αἰφνιδίῳ ἐπιδημίᾳ, δύναμίν τε ἀκούσαντες παμπλείστην ἐπ’ αὐτοὺς ἀθροισθεῖσαν, πρεσβείας ἔπεμπον περί τε εἰρήνης διελέγοντο, ἀπολογεῖσθαί τε ἐβούλοντο

  98. 3.14.5.1

    πρὸς τὰ προημαρτημένα. ὁ δὲ Σἑ??ʼῆρος διατριβάς τε χρόνου ζητῶν, ὡς ἂν μὴ πάλιν ἐς τὴν Ῥώμην ἐπείγοιτο, ἔτι δὲ καὶ βουλόμενος προσκτήσασθαι τὴν κατὰ Βρεττανῶν νίκην τε καὶ προσηγορίαν, τοὺς μὲν πρέσβεις αὐτῶν ἀπράκτους ἀπέπεμψεν, εὐτρέπιζε δὲ τὰ πρὸς τὴν μάχην. μάλιστα δὲ γεφύραις ἐπειρᾶτο διαλαμβάνειν τὰ ἑλώδη χωρία, ὡς ἂν ἐπ’ ἀσφαλοῦς βαίνοντες οἱ στρατιῶται ῥᾳδίως τε αὐτα διατρέχοιεν καὶ ἐπ’ ὀχυροῦ βήματος ἑδραίως ἑστῶτες μάχοιντο.

  99. 3.14.6.1

    τὰ γὰρ πλεῖστα τῆς Βρεττανῶν χώρας ἐπικλυζόμενα ταῖς τοῦ ὠκεανοῦ συνεχῶς ἀμπώτισιν ἑλώδη γίνεται: οἷς ἔθος τοῖς μὲν βαρβάροις ἐννήχεσθαί τε καὶ διαθεῖν βρεχομένοις μέχρις ἰξύων: γυμνοὶ γὰρ ὄντες τὰ πλεῖστα

  100. 3.14.7.1

    τοῦ σώματος τῆς ἰλύος καταφρονοῦσιν. οὐδὲ γὰρ ἐσθῆτος ἴσασι χρῆσιν, ἀλλὰ τὰς μὲν λαπάρας καὶ τοὺς τραχήλους κοσμοῦσι σιδήρῳ, καλλώπισμα τοῦτο καὶ πλούτου σύμβολον νομίζοντες ὥσπερ τὸν χρυσὸν οἱ λοιποὶ βάρβαροι, τὰ δὲ σώματα στίζονται γραφαῖς ποικίλαις καὶ ζῴων παντοδαπῶν εἰκόσιν: ὅθεν οὐδ̓ ἀμφιέννυνται, ἵνα μὴ σκέπωσι τοῦ σώματος τὰς γραφάς.

← Previous · Next → — showing 301400 of 844

First Thousand Years of Greek. CTS URN tlg0015.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.