Ab excessu divi Marci
- 1.14.7.1
πολλῶν δὴ καὶ δεινῶν συνεχῶς κατειληφότων τὴν πόλιν, οὐκέτι ὁ Ῥωμαίων δῆμος μετ̓ εὐνοίας τὸν Κόμμοδον ἐπέβλεπεν, ἀλλὰ καὶ τὰς αἰτίας τῶν ἐπαλλήλων συμφορῶν ἐς τοὺς ἐκείνου ἀκρίτους φόνους καὶ τὰ λοιπὰ τοῦ βίου ἀνέφερεν ἁμαρτήματα. οὐδὲ γὰρ ἐλάνθανε τὰ πραττόμενα πάντας, ἀλλ̓ οὐδὲ αὐτὸς λανθάνειν ἤθελεν, ἃ δὲ πράττων οἴκοι διεβάλλετο,
- 1.14.8.1
ταῦτα καὶ δημοσίᾳ δεῖξαι ἐτόλμησεν. ἐς τοσοῦτόν τε μανίας καὶ παροινίας προυχώρησεν ὡς πρῶτον μὲν τὴν πατρῴαν προσηγορίαν παραιτήσασθαι, ἀντὶ δὲ Κομμόδου καὶ Μάρκου υἱοῦ Ἡρακλέα τε καὶ Διὸς υἱὸν αὑτὸν κελεύσας καλεῖσθαι, ἀποδυσάμενός τε τὸ Ῥωμαίων καὶ βασίλειον σχῆμα λεοντῆν ἐπεστρώννυτο, καὶ ῥόπαλον μετὰ χεῖρας φέρων: ἀμφιέννυτό τε ἁλουργεῖς καὶ χρυσοϋφεῖς ἐσθῆτας, ὡς εἶναι καταγέλαστον αὐτὸν ὑφ̓ ἑνὶ σχήματι καὶ θηλειῶν πολυτέλειαν καὶ
- 1.14.9.1
ἡρώων ἰσχὺν μιμούμενον. τοιοῦτος μὲν δὴ προϊὼν ἐφαίνετο, ἤλλαξε δὲ καὶ τῶν ἐνιαυσίων μηνῶν τὰ ὀνόματα, ὅσα μὲν ἀρχαῖα καταλύσας, πάντας δὲ ταῖς ἑαυτοῦ προσηγορίαις ὀνομάσας, ὧν αἱ πλεῖσται ἐς Ἡρακλέα δῆθεν ὡς ἀνδρειότατον ἀνεφέροντο. ἔστησε δὲ καὶ ἀνδριάντας αὑτοῦ κατὰ πᾶσαν τὴν πόλιν, ἀλλὰ μὴν καὶ ἀντικρὺ τοῦ τῆς συγκλήτου συνεδρίου τόξον διηγκυλημένον: ἐβούλετο γὰρ δὴ καὶ τὰς εἰκόνας αὑτῷ φόβον ἀπειλεῖν. τὸν μὲν οὖν ἀνδριάντα μετὰ τὴν ἐκείνου τελευτὴν καθελοῦσα ἡ σύγκλητος ἐλευθερίας εἰκόνα ἱδρύσατο:
- 1.15.1.1
ὁ δὲ Κόμμοδος μηκέτι κατέχων ἑαυτοῦ δημοσίᾳ θέας ἐπετέλεσεν, ὑποσχόμενος τά τε θηρία πάντα ἰδίᾳ χειρὶ κατακτενεῖν καὶ τοῖς ἀνδρειοτάτοις τῶν νεανιῶν μονομαχήσειν. διαδραμούσης δὲ τῆς φήμης συνέθεον ἔκ τε τῆς Ἰταλίας πάσης καὶ τῶν ὁμόρων ἐθνῶν, θεασόμενοι ἃ μὴ πρότερον μήτε ἑωράκεσαν μήτε ἠκηκόεσαν. καὶ γὰρ διηγγέλλετο αὐτοῦ τῆς χειρὸς τὸ εὔστοχον, καὶ ὅτι ἔμελεν αὐτῷ ἀκοντίζοντι καὶ τοξεύοντι
- 1.15.2.1
μὴ πταίειν. συνῆσαν δὲ παιδεύοντες αὐτὸν Παρθυαίων οἱ τοξικὴν ἀκριβοῦντες καὶ Μαυρουσίων οἱ ἀκοντίζειν ἄριστοι, οὓς πάντας εὐχειρίᾳ ὑπερέβαλλεν. ἐπεὶ δὲ κατέλαβον αἱ τῆς θέας ἡμέραι, τὸ μὲν ἀμφιθέατρον πεπλήρωτο, τῷ δὲ Κομμόδῳ περίδρομος κύκλῳ κατεσκεύαστο, ὡς μὴ συστάδην τοῖς θηρίοις μαχόμενος κινδυνεύοι, ἄνωθεν δὲ καὶ ἐξ ἀσφαλοῦς ἀκοντίζων εὐστοχίας μᾶλλον ἢ ἀνδρείας παρέχοιτο δεῖξιν.
- 1.15.3.1
ἐλάφους μὲν οὖν καὶ δορκάδας, ὅσα τε κερασφόρα πλὴν ταύρων, συνθέων αὐτοῖς καὶ καταδιώκων ἔβαλλε, φθάνων τε αὐτῶν τὸν δρόμον καὶ πληγαῖς καιρίαις ἀναιρῶν: λέοντας δὲ καὶ παρδάλεις, ὅσα τε ζῷα γενναῖα, περιθέων ἄνωθεν κατηκόντιζεν. οὐδέ τις εἶδεν ἀκόντιον δεύτερον οὐδὲ τραῦμα ἄλλο πλὴν τοῦ
- 1.15.4.1
θανατηφόρου: ἅμα γὰρ τῇ τοῦ ζῴου ὁρμῇ κατά γε μετώπου ἢ κατὰ καρδίας ἔφερε τὴν πληγήν, καὶ οὐδέποτε σκοπὸν ἄλλον ἔσχεν οὐδὲ ἐπ’ ἄλλο μέρος ἦλθε τὸ ἀκόντιον τοῦ σώματος, ὡς μὴ ἅμα τε τρῶσαι καὶ φονεῦσαι. τὰ δὲ πανταχόθεν ζῷα ἠθροίζετο αὐτῷ.
- 1.15.5.1
τότε γοῦν εἴδομεν ὅσα ἐν γραφαῖς ἐθαυμάζομεν: ἀπό τε γὰρ Ἰνδῶν καὶ Αἰθιόπων, εἴ τι πρότερον ἄγνωστον ἦν, μεσημβρίας τε καὶ τῆς ἀρκτῴας γῆς ζῷα πάντα φονεύων Ῥωμαίοις ἔδειξε. τὸ δ̓ εὔστοχον τῆς χειρὸς αὐτοῦ πάντες ἐξεπλήττοντο. λαβὼν οὖν ποτὲ βέλη ὧν αἱ ἀκμαὶ ἦσαν μηνοειδεῖς, ταῖς Μαυρουσίαις στρουθοῖς ὀξύτατα φερομέναις καὶ ποδῶν τάχει καὶ κολπώσει πτερῶν ἐπαφιεὶς τὰ βέλη κατ̓ ἄκρου τοῦ τραχήλου ἐκαρατόμει, ὡς τῶν κεφαλῶν ἀφῃρημένας ὁρμῇ τοῦ βέλους ἔτι περιθεῖν αὐτὰς ὡς μηδὲν παθούσας.
- 1.15.6.1
παρδάλεως δέ ποτε ὀξυτάτῳ δρόμῳ τὸν ἐκκαλούμενον καταλαβούσης, φθάσας τῷ ἀκοντίῳ μέλλουσαν δήξεσθαι, τὴν μὲν ἀπέκτεινε τὸν δὲ ἐρρύσατο, φθάσας τῇ τοῦ δόρατος αἰχμῇ τὴν τῶν ὀδόντων ἀκμήν. λεόντων δέ ποτε ἐξ ὑπογαίων ἑκατὸν ἀναρριφθέντων ἰσαρίθμοις ἀκοντίοις πάντας ἀπέκτεινεν, ὡς ἐπὶ πολὺ κειμένων τῶν πτωμάτων δἰ αὐτὸ τοῦτο ἐπὶ σχολῆς πάντας ἀριθμῆσαι καὶ μηδὲν ἰδεῖν περιττὸν ἀκόντιον.
- 1.15.7.1
μέχρι μὲν οὖν τούτων, εἰ καὶ βασιλείας τὰ πραττόμενα ἦν ἀλλότρια, πλὴν ἀνδρείας καὶ εὐστοχίας παρὰ τοῖς δημώδεσιν εἶχέ τινα χάριν: ἐπεὶ δὲ καὶ γυμνὸς ἐς τὸ ἀμφιθέατρον εἰσῆλθεν ὅπλα τε ἀναλαβὼν ἐμονομάχει, τότε σκυθρωπὸν εἶδεν ὁ δῆμος θέαμα, τὸν εὐγενῆ Ῥωμαίων βασιλέα, μετὰ τοσαῦτα τρόπαια πατρός τε καὶ προγόνων, οὐκ ἐπὶ βαρβάρους ὅπλα λαμβάνοντα στρατιωτικὰ ἢ Ῥωμαίων ἀρχῇ πρέποντα, καθυβρίζοντα δὲ τὸ ἀξίωμα αἰσχίστῳ καὶ μεμιασμένῳ
- 1.15.8.1
σχήματι. ὃ μὲν οὖν μονομαχῶν ῥᾳδίως τῶν ἀνταγωνιστῶν περιεγένετο, καὶ μέχρι τραυμάτων προεχώρει, ὑπεικόντων ἁπάντων καὶ τὸν βασιλέα, οὐ τὸν μονομάχον ἐννοούντων. ἐς τοσοῦτον δὲ προεχώρησε μανίας ὡς μηκέτι βούλεσθαι μηδὲ τὴν βασίλειον οἰκεῖν ἑστίαν: ἀλλὰ γὰρ μετοικισθῆναι ἐβούλετο ἐς τὸ τῶν μονομάχων καταγώγιον. ἑαυτὸν δὲ οὐκέτι Ἡρακλέα, ἀλλὰ τῶν μονομαχούντων ἐνδόξου τινὸς προτετελευτηκότος
- 1.15.9.1
ὀνόματι καλεῖσθαι προσέταξε. τοῦ δὲ μεγίστου ἀγάλματος κολοσσιαίου, ὅπερ σέβουσι Ῥωμαῖοι εἰκόνα φέρον ἡλίου, τὴν κεφαλὴν ἀποτεμὼν ἱδρύσατο ἑαυτοῦ, ὑπογράψας τῇ βάσει οὐχ ἃς εἰώθασι βασιλικὰς καὶ πατρῴους προσηγορίας, ἀντὶ δὲ Γερμανικοῦ μονομάχους χιλίους νικήσαντος.
- 1.16.1.1
ἔδει δὲ ἄρα ποτὲ κἀκεῖνον παύσασθαι μεμηνότα καὶ τὴν Ῥωμαίων ἀρχὴν τυραννουμένην. νέου μὲν γὰρ ἔτους τῆς ἐπιούσης ἔμελλεν ἡμέρασ—σέβουσι δὲ τὴν ἑορτὴν Ῥωμαῖοι ἐς θεὸν ἀρχαιότατον τῆς Ἰταλίας ἐπιχώριον ἀναφέροντες: φασὶ γὰρ αὐτοῦ καὶ Κρόνον, ὑπὸ Διὸς ἐκβληθέντα τῆς ἀρχῆς, κατελθόντα ἐς γῆν γενέσθαι ξένον, δεδιότα δὲ τὴν τοῦ παιδὸς δυναστείαν παῤ αὐτῷ κρυπτόμενον λαθεῖν: ὅθεν καὶ τὸ ὄνομα δοθῆναι τῷ χώρῳ τῆς Ἰταλίας Λάτιόν τε κληθῆναι, ἀπὸ τῆς Ἑλλάδος φωνῆς ἐς τὴν ἐπιχώριον
- 1.16.2.1
παραχθέν. διὰ ταῦτά τοι καὶ μέχρι νῦν Ἰταλιῶται τὰ μὲν κρόνια προεορτάζουσι θεῷ τῷ λαθόντι, τὴν δὲ τοῦ ἔτους ἀρχὴν ἱερομηνίαν ἄγουσι τῷ τῆς Ἰταλίας θεῷ. διπρόσωπον δὲ αὐτοῦ τὸ ἄγαλμα ἵδρυται, ἐπειδὴ ἐς αὐτὸν ὁ ἐνιαυτὸς ἄρχεταί τε καὶ παύεται. ταύτης δὴ τῆς ἑορτῆς προσιούσης, ἐν ᾗ μάλιστα Ῥωμαῖοι δεξιοῦνταί τε ἀλλήλους καὶ προσαγορεύουσι, νομισμάτων τε ἀντιδόσεσι καὶ κοινωνίᾳ τῶν γῆς καὶ
- 1.16.3.1
θαλάττης καλῶν εὐφραίνουσιν αὑτούς, ἀρχαί τε ἐπώνυμοι τότε πρῶτον τὴν ἔνδοξον καὶ ἐνιαύσιον πορφύραν περιτίθενται, πάντων ἑορταζόντων ὁ Κόμμοδος ἐβούλετο οὐκ ἐκ τῆς βασιλείου, ὡς ἔθος, προελθεῖν οἰκίας ἀλλ̓ ἐκ τοῦ τῶν μονομάχων καταγωγίου, ἀντὶ δὲ τῆς εὐπαρύφου καὶ βασιλικῆς πορφύρας ὅπλα τε αὐτὸς φέρων καὶ συμπροϊόντων τῶν λοιπῶν μονομάχων
- 1.16.4.1
ὀφθῆναι τοῖς Ῥωμαίοις. ἐπεὶ δὲ τὴν γνώμην αὑτοῦ ταύτην ἀνήνεγκε πρὸς Μαρκίαν, ἣν εἶχε τῶν παλλακίδων τιμιωτάτην, ἣ οὐδέν τι ἀπεῖχε γαμετῆς γυναικός, ἀλλὰ πάντα ὑπῆρχεν ὅσα σεβαστῇ, πλὴν τοῦ πυρός: ἣ μαθοῦσα τὴν παράλογον οὕτω καὶ ἀπρεπῆ βούλησιν αὐτοῦ τὰ πρῶτα ἐλιπάρει, καὶ προσπίπτουσα μετὰ δακρύων ἐδεῖτο μήτε τὴν Ῥωμαίων ἀρχὴν καθυβρίσαι μήθ̓ ἑαυτὸν ἐπιδόντα μονομάχοις καὶ
- 1.16.5.1
ἀπεγνωσμένοις ἀνθρώποις κινδυνεῦσαι. ἐπεὶ δὲ πολλὰ ἱκετεύουσα οὐκ ἐτύγχανεν αὐτοῦ, ἣ μὲν δακρύουσα ἀπέστη, ὁ δὲ Κόμμοδος μεταπεμψάμενος Λαῖτον τὸν ἔπαρχον τῶν στρατοπέδων Ἔκλεκτόν τε τὸν τοῦ θαλάμου προεστῶτα ἐκέλευεν αὑτῷ παρασκευασθῆναι ὡς διανυκτερεύσων ἐν τῷ τῶν μονομάχων καταγωγίῳ κἀκεῖθεν προελευσόμενος ἐπὶ τὰς θυσίας τῆς ἱερομηνίας, ὡς Ῥωμαίοις ἔνοπλος ὀφθείη. οἳ δὲ ἱκέτευον καὶ πείθειν ἐπειρῶντο μηδὲν ἀνάξιον
- 1.17.1.1
τῆς βασιλείας ποιεῖν. ὁ δὲ Κόμμοδος ἀσχάλλων τοὺς μὲν ἀπεπέμψατο, αὐτὸς δὲ ἐπανελθὼν ἐς τὸ δωμάτιον ὡς δὴ καθευδήσων ʽκαὶ γὰρ μεσημβρίας εἰώθει τοῦτο ποιεῖν̓, λαβὼν γραμματεῖον τούτων δὴ τῶν ἐκ φιλύρας ἐς λεπτότητα ἠσκημένων ἐπαλλήλῳ τε ἀνακλάσει ἀμφοτέρωθεν ἐπτυγμένων, γράφει ὅσους χρὴ
- 1.17.2.1
τῆς νυκτὸς φονευθῆναι. ὧν πρώτη μὲν ἦν Μαρκία, εἵποντο δὲ Λαῖτός τε καὶ Ἔκλεκτος, ἐπὶ δὲ τούτοις πολὺ πλῆθος τῶν τῆς συγκλήτου πρωτευόντων. τοὺς μὲν γὰρ πρεσβυτέρους καὶ λοιποὺς πατρῴους φίλους ἀποσκευάσασθαι πάντας ἤθελεν, αἰδούμενος ἔχειν αἰσχρῶν ἔργων σεμνοὺς ἐπόπτας: τῶν δὲ πλουσίων τὰς οὐσίας χαρίσασθαι ἐβούλετο μερίσαι τε ἐς τοὺς στρατιώτας καὶ τοὺς μονομαχοῦντας, τοὺς μὲν ἵνα
- 1.17.3.1
φυλάττοιεν αὐτόν, τοὺς δὲ ἵνα τέρποιεν. γράψας δὴ γραμματεῖον τίθησιν ἐπὶ τοῦ σκίμποδος, οἰηθεὶς μηδένα ἐκεῖσε εἰσελεύσεσθαι. ἦν δὲ παιδίον πάνυ νήπιον, τούτων δὴ τῶν γυμνῶν μὲν ἐσθῆτος χρυσῷ δὲ καὶ λίθοις πολυτίμοις κεκοσμημένων, οἷς ἀεὶ χαίρουσι Ῥωμαίων οἱ τρυφῶντες. ὑπερηγάπα δὲ Κόμμοδος αὐτὸ ὡς συγκαθεύδειν πολλάκις: Φιλοκόμμοδός τε ἐκαλεῖτο, δεικνυούσης καὶ τῆς προσηγορίας τὴν στοργὴν
- 1.17.4.1
τὴν ἐς τὸν παῖδα τοῦ βασιλέως. τὸ δὴ παιδίον τοῦτο ἄλλως ἀθῦρον, προελθόντος τοῦ Κομμόδου ἐπὶ τὰ συνήθη λουτρά τε καὶ κραιπάλας, εἰσδραμὸν ἐς τὸν θάλαμον ὥσπερ εἰώθει, τὸ γραμματεῖον ἐπὶ τοῦ σκίμποδος κείμενον ἀνελόμενον ἵνα δὴ παίζειν ἔχοι, πρόεισι τοῦ οἴκου. κατὰ δέ τινα δαίμονα συνήντα τῇ Μαρκίᾳ. ἣ δέ ʽκαὶ αὐτὴ γὰρ ἔστεργε τὸ παιδίον̓ περιπτύξασα καὶ φιλοῦσα τὸ γραμματεῖον ἀφαιρεῖται, δεδοικυῖα δὴ μή τι τῶν ἀναγκαίων ὑπὸ νηπιότητος ἀγνοοῦν παῖζον διαφθείρῃ. γνωρίσασα δὲ τὴν Κομμόδου χεῖρα, ταύτῃ καὶ μᾶλλον ἐσπούδαζε διεξελθεῖν
- 1.17.5.1
τὴν γραφήν. ἐπεὶ δὲ εὗρεν αὐτὸ θανατηφόρον καὶ πρὸ ἁπάντων αὑτήν τε μέλλουσαν τεθνήξεσθαι, Λαῖτόν τε καὶ Ἔκλεκτον ἐπακολουθήσοντας, τῶν τε λοιπῶν τοσοῦτον φόνον, ἀνοιμώξασα καθ̓ ἑαυτήν τε εἰποῦσα εὖ γε ὦ Κόμμοδε: ταῦτα γὰρ χαριστήρια εὐνοίας τε καὶ στοργῆς τῆς ἐμῆς ὕβρεώς τε καὶ παροινίας τῆς σῆς, ἧς ἐτῶν τοσούτων ἠνεσχόμην. ἀλλ̓ οὐ καταπροΐξῃ αὐτὸς μεθύων νηφούσης γυναικός,
- 1.17.6.1
ταῦτα εἰποῦσα τὸν Ἔκλεκτον μεταπέμπεται: ἔθος δ̓ εἶχεν αὐτῇ προσιέναι ἅτε τοῦ θαλάμου φύλαξ, ἔτι τε καὶ ἐπὶ συνουσίᾳ αὐτοῦ διεβάλλετο. δοῦσα δὲ τὸ γραμματεῖον ὅρα ἔφη ποίαν μέλλομεν παννυχίζειν ἑορτήν. ὁ δὲ Ἔκλεκτος ἀναγνούς τε καὶ ἐκπλαγείς ʽἦν δὲ τὸ γένος Αἰγύπτιος, τολμῆσαί τε ἅμα καὶ δρᾶσαι θυμῷ τε δουλεῦσαι πεφυκώσ̓ κατασημηνάμενος οὖν τὸ γραμματεῖον διά τινος τῶν ἑαυτῷ πιστῶν ἀναγνωσθησόμενον
- 1.17.7.1
πέμπει τῷ Λαίτῳ. ὃ δὲ καὶ αὐτὸς ταραχθεὶς ἀφικνεῖται πρὸς Μαρκίαν ὡς δὴ συσκεψόμενος αὐτοῖς περὶ ὧν ἐκέλευσεν ὁ βασιλεὺς καὶ τοῦ τῶν μονομάχων καταγωγίου: προσποιησάμενοι δὲ περὶ τῶν ἐκείνῳ διαφερόντων σκέπτεσθαι συντίθενται φθάσαι τι δράσαντες ἢ παθεῖν, οὐδὲ καιρὸν εἶναι
- 1.17.8.1
μελλήσεως ἢ ἀναβολῆς. ἀρέσκει δὴ δοῦναι φάρμακον δηλητήριον τῷ Κομμόδῳ, ὑπέσχετο δ̓ αὐτὸ ῥᾷστα δώσειν ἡ Μαρκία: εἰώθει γὰρ αὐτὴ κιρνάναι τε καὶ διδόναι τὴν πρώτην πόσιν, ὡς ἥδιον πίοι παῤ ἐρωμένης. ἐλθόντι δὲ αὐτῷ ἀπὸ τοῦ λουτροῦ ἐμβαλοῦσα ἐς κύλικα τοῦ φαρμάκου, οἴνῳ τε κεράσασα εὐώδει, δίδωσιν. ὃ δ̓ ὡς συνήθη φιλοτησίαν, μετὰ πολλὰ λουτρὰ καὶ γυμνάσια τὰ πρὸς θηρία διψῶν, ἔπιεν
- 1.17.9.1
ἀναισθήτως. εὐθέως δὲ κάρος ἐπέπεσεν αὐτῷ, ἐς ὕπνον τε καθελκόμενος, ὑπὸ καμάτου τοῦτο πάσχειν οἰηθεὶς ἀνεπαύσατο. ὁ δὲ Ἔκλεκτος καὶ Μαρκία, πάντας ἀποστῆναι κελεύσαντες ἔς τε τὰ οἰκεῖα ἀπιέναι, ἡσυχίαν δὴ παρεσκεύαζον αὐτῷ. εἰώθει δὲ καὶ ἐπὶ ἄλλων τοῦτο πάσχειν ὁ Κόμμοδος ὑπὸ κραιπάλης: πολλάκις γὰρ λουσάμενος καὶ πολλάκις ἐσθίων οὐδένα καιρὸν εἶχεν ἐς ἀνάπαυσιν ὡρισμένον, ἐπαλλήλοις καὶ διαφόροις συνεχόμενος ἡδοναῖς, αἷς δὴ καταλαβούσῃ
- 1.17.10.1
ὥρᾳ καὶ ἄκων ἐδούλευεν. ἐπ’ ὀλίγον μὲν οὖν ἡσύχασε, περὶ στόμαχον δὲ καὶ κοιλίαν τοῦ φαρμάκου γενομένου ἴλιγγός τε αὐτὸν καταλαμβάνει ἔμετός τε πολὺς ἐπιγίνεται, ἢ τῆς προεγκειμένης τροφῆς ἅμα ποτῷ πολλῷ ἐξωθούσης τὸ φάρμακον, ἢ διὰ τὸ προλαμβανόμενον, ὅπερ εἰώθασι βασιλεῖς ἑκάστοτε πρὸ
- 1.17.11.1
πάσης τροφῆς λαμβάνειν, κώλυμα δηλητηρίων. πλὴν ἀλλὰ πολλοῦ γε τοῦ ἐμέτου ὄντος, φοβηθέντες μὴ πᾶν ἐξεμέσας τὸ φάρμακον ἀνανήψῃ καὶ πάντες ἀπόλωνται, νεανίαν τινὰ ὄνομα Νάρκισσον, γενναῖόν τε καὶ ἀκμαστήν, πείθουσιν εἰσελθόντα τὸν Κόμμοδον ἀποπνῖξαι, μεγάλα δώσειν ἔπαθλα ὑποσχόμενοι. ὃ δὲ εἰσδραμὼν παρειμένον αὐτὸν ὑπὸ τοῦ φαρμάκου καὶ μέθης, ἀποσφίγξας τὸν τράχηλον, φονεύει.
- 1.17.12.1
τοιούτῳ μὲν τέλει τοῦ βίου ὁ Κόμμοδος ἐχρήσατο, βασιλεύσας ἔτη τρισκαίδεκα μετὰ τὴν τοῦ πατρὸς τελευτήν, εὐγενέστατός τε τῶν πρὸ αὐτοῦ γενομένων βασιλέων, κάλλει τε τῶν καθ̓ ἑαυτὸν ἀνθρώπων εὐπρεπέστατος αὐταρκέστατός τε συμμετρίᾳ σώματος, εἰ δέ τι δεῖ καὶ περὶ ἀνδρείας εἰπεῖν, οὐδενὸς ἥττων εὐστοχίᾳ τε καὶ εὐχειρίᾳ, εἰ μὴ τὴν τούτων εὐμοιρίαν αἰσχροῖς ἐπιτηδεύμασι κατῄσχυνεν, ὡς προείρηται.
- 2.1.1.1
Ἀνελόντες δὲ τὸν Κόμμοδον οἱ ἐπιβουλεύσαντες, ὡς ἐν τῷ πρώτῳ συντάγματι τῆς ἱστορίας δεδήλωται, κρύψαι τε τὸ γενόμενον βουλόμενοι, ὡς ἂν τοὺς φυλάσσοντας τὴν βασίλειον αὐλὴν δορυφόρους λάθοιεν, εἱλήσαντες στρωμνῇ τινὶ εὐτελεῖ τὸ σωμάτιον καὶ καταδήσαντες, ἐπιθέντες τε δυσὶν οἰκέταις τῶν πιστῶν ἑαυτοῖς, ἐκπέμπουσιν ὡς δή τι σκεῦος
- 2.1.2.1
τῶν ἐκ τοῦ θαλάμου περιττῶν. οἱ δὲ φέροντες διὰ μέσων ἐκφέρουσι τῶν φυλάκων, ὧν οἳ μὲν ἀπὸ μέθης ἐκραιπάλων, οἳ δὲ ἐγρηγορότες κἀκεῖνοι ἐς ὕπνον κατεφέροντο κατεχούσαις τε ταῖς χερσὶ τὰ δοράτια ἐπανεπαύοντο, οἳ δ̓ οὐ πάνυ τὸ ἐκφερόμενον τοῦ θαλάμου, ὅ τι ποτ̓ εἴη, ἐπολυπραγμόνουν, ἐπεὶ μηδὲ αὐτοῖς διέφερε ταῦτ̓ εἰδέναι. τὸ μὲν οὖν σῶμα τοῦ βασιλέως οὕτω κλαπὲν ἐκκομισθέν τε τῆς αὐλείου θύρας νύκτωρ ὀχήματι ἐπιθέντες ἐς τὸ προάστειον
- 2.1.3.1
ἀπέπεμψαν: ὁ δὲ Λαῖτος καὶ Ἔκλεκτος ἅμα τῇ Μαρκίᾳ τὸ πρακτέον ἐβουλεύοντο. ἔδοξε δὲ αὐτοῖς περὶ μὲν τοῦ θανάτου φήμην ἐγκατασπεῖραι, ὅτι δὴ αἰφνιδίως τετελευτήκοι ἀποπληξίας ἐπιπεσούσης: καὶ γὰρ ἐνδεχομένην πίστιν ἕξειν ᾤοντο τὴν φήμην προδιαβεβλημένης τῆς ἀκορέστου καὶ ὑπερβαλλούσης ἐκείνου τροφῆς. πρῶτον δὲ ἔδοξεν αὐτοῖς ἐπιλέξασθαι ἄνδρα πρεσβύτην τινὰ καὶ σώφρονα τὸν διαδεξόμενον τὴν ἀρχήν, ὅπως αὐτοί τε σωθεῖεν καὶ ἀπὸ τῆς πικρᾶς καὶ ἀκολάστου τυραννίδος πάντες ἀναπνεύσειαν. καθ̓ ἑαυτοὺς δὴ ἀναλογιζόμενοι οὐδένα
- 2.1.4.1
οὕτως ἐπιτήδειον εὕρισκον ὡς Περτίνακα. ἦν δὲ ὁ Περτίναξ τὸ μὲν γένος Ἰταλιώτης, ἐν δὲ πολλαῖς στρατιωτικαῖς τε καὶ πολιτικαῖς εὐδοκιμήσας πράξεσι, πολλὰ δὲ κατὰ Γερμανῶν καὶ τῶν ὑπὸ τὴν ἀνατολὴν βαρβάρων ἐγείρας τρόπαια, μόνος τε περιλειφθεὶς τῶν σεμνῶν πατρῴων τῷ Κομμόδῳ φίλων: ὃν οὐκ ἀπέκτεινε, τῶν Μάρκου ἑταίρων τε καὶ στρατηγῶν ἐντιμότατον γενόμενον, ἢ διὰ σεμνότητα αἰδούμενος ἢ ὡς πένητα τηρήσας. ἦν γὰρ αὐτῷ καὶ τοῦτο μέρος τῶν ἐγκωμίων, ὅτι πλεῖστα πάντων ἐγχειρισθεὶς πάντων οὐσίαν εἶχεν ἐλάττονα.
- 2.1.5.1
πρὸς δὴ τοῦτον τὸν Περτίνακα νυκτὸς ἀκμαζούσης πάντων τε ὕπνῳ κατειλημμένων ἀφικνοῦνται ὁ Λαῖτος καὶ ὁ Ἔκλεκτος, ὀλίγους τῶν συνωμοτῶν ἐπαγόμενοι. ἐπιστάντες δὲ αὐτοῦ κεκλεισμένης τῆς οἰκίας ταῖς θύραις διεγείρουσι τὸν φυλάττοντα. ἀνοίξας δὲ ἐκεῖνος καὶ θεασάμενος στρατιώτας ἐφεστῶτας καὶ Λαῖτον, ὃν ᾔδει ἔπαρχον ὄντα, ἐκπλαγεὶς καὶ
- 2.1.6.1
ταραχθεὶς εἰσαγγέλλει. ὃ δὲ ἥκειν αὐτοὺς κελεύει, δεινὰ προσδοκώμενα ἑαυτῷ ἑκάστοτε συμβήσεσθαι φάσκων. ἐν τοσαύτῃ γοῦν αὐτόν φασι μεῖναι ψυχῆς ἀταραξίᾳ ὡς μηδ̓ ἀναθορεῖν τοῦ σκίμποδος, μεῖναι δὲ ἐπὶ τοῦ σχήματος, καὶ τὸν Λαῖτον ἅμα τῷ Ἐκλέκτῳ εἰσελθόντα, καίτοι δοκοῦντα ἐπὶ φόνῳ ἥκειν, προσειπεῖν
- 2.1.7.1
τε, καὶ θαρροῦντι μηδὲ ὠχριάσαντι τῷ προσώπῳ πάλαι μέν φάναι καὶ πάσης νυκτὸς τόδε τὸ τέλος τοῦ βίου εἶχον δἰ ἐλπίδος, μόνος τε τῶν πατρῴων ἔτι περιλειπόμενος φίλων ἐθαύμαζον ἐπ’ ἐμοὶ Κόμμοδον βραδύνοντα. τί δὴ μέλλετε; ὑμεῖς τε γὰρ δράσετε τὸ κεκελευσμένον, ἐγώ τε πονηρᾶς ἐλπίδος καὶ φόβου συνεχοῦς ἀπαλλάξομαι. πρὸς ταῦτα ὁ
- 2.1.8.1
Λαῖτος οὐ παύσῃ ἔφη ἀνάξια σαυτοῦ καὶ τῶν προβεβιωμένων σοι λέγων; οὐ γὰρ ἐπ’ ὀλέθρῳ τῷ σῷ ἥδε ἡμῶν ἡ ἄφιξις, ἀλλ̓ ἐπὶ σωτηρίᾳ τῇ τε ἡμῶν αὐτῶν καὶ τῆς Ῥωμαίων ἀρχῆς. κεῖται μὲν γὰρ ὁ τύραννος δίκην δοὺς τὴν προσήκουσαν, καὶ ἅπερ αὐτὸς ἡμᾶς
- 2.1.9.1
δρᾶσαι διενοεῖτο, ταῦτα πρὸς ἡμῶν ἔπαθεν. ἡμεῖς δὲ ἥκομέν σοι τὴν βασιλείαν ἐγχειριοῦντες, ὃν ἴσμεν προύχοντα ἐν τῇ συγκλήτῳ βουλῇ σωφροσύνῃ βίου μεγέθει τε ἀξιώματος καὶ ἡλικίας σεμνότητι, ποθούμενόν τε καὶ τιμώμενον ὑπὸ τοῦ δήμου: ὅθεν κἀκείνοις εὐκταῖον καὶ ἡμῖν σωτήριον τὸ πραττόμενον ἔσεσθαι
- 2.1.10.1
προσδοκῶμεν. πρὸς ταῦτα ὁ Περτίναξ οὐ παύσεσθε ἔφη χλευάζοντες πρεσβύτην, καὶ τοσαύτην μου δειλίαν κατεγνωκότες ὡς πρῶτον ἀπατῆσαι βούλεσθε, εἶθ̓ οὕτω φονεῦσαι; ἀλλὰ μήν ἔφη ὁ Ἔκλεκτος, ἐπεὶ λέγουσιν ἡμῖν οὐ πεπίστευκας, λαβὼν τουτὶ τὸ γραμματεῖον ʽγνωρίζεις δὲ τὴν Κομμόδου χεῖρα, οὔσης σοι τῆς ἀναγνώσεως ἐν συνηθείᾀ
- 2.1.11.1
ἀνάγνωθι: οὕτω γὰρ γνώσῃ τίνα τε κίνδυνον ἐφύγομεν, καὶ ὅτι μὴ σκῆψις ἀλλ̓ ἀλήθεια πρόσεστι τοῖς λεχθεῖσιν. ἐπιγνοὺς δὴ τὰ γεγραμμένα ὁ Περτίναξ, πεισθείς τε ἀνδράσι καὶ πρότερον αὐτοῦ φίλοις, πάντα
- 2.2.1.1
πυθόμενος τὰ πεπραγμένα ἐπιδίδωσιν ἑαυτόν. καὶ πρῶτον ἀρέσκει προελθεῖν ἐπὶ τὸ στρατόπεδον καὶ πεῖραν τῆς γνώμης τῶν στρατιωτῶν λαβεῖν: πείσειν δὲ αὐτοὺς ὁ Λαῖτος ὑπισχνεῖτο, ἐπείπερ αὐτῷ ἐπάρχῳ
- 2.2.2.1
ὄντι μετρίαν ἀπένεμον αἰδῶ. συμπαραλαβόντες οὖν καὶ τῶν λοιπῶν ὅσοι παρῆσαν, ἐπὶ τὸ στρατόπεδον ἠπείγοντο. ἤδη δὲ καὶ τὸ πλεῖστον τῆς νυκτὸς προκεχωρήκει, καὶ τῆς ἑορτῆς ἐνεστώσης πρὸ ἡμέρας πάντα ἐπράττετο. διαπέμπουσι δή τινας τῶν πιστῶν τοὺς διαβοήσοντας ὅτι ὁ Κόμμοδος τέθνηκε μέν, Περτίναξ
- 2.2.3.1
δὲ ἐς τὸ στρατόπεδον βασιλεύσων ἄπεισι. διαδραμούσης δὲ τῆς φήμης πᾶς ὁ δῆμος ἐνθουσιῶντι ἐοικὼς ἐξεβακχεύετο, διέθεόν τε, καὶ τοῖς οἰκείοις ἕκαστος χαίρων διήγγελλε, καὶ μάλιστα τοῖς ἐπ’ ἀξιώσεως ἢ πλουσίοις: ἐκείνοις γὰρ καὶ ἐπιβουλεύοντα ᾔδεσαν τὸν Κόμμοδον. ἔθεόν τε περί τε τὰ ἱερὰ καὶ
- 2.2.4.1
βωμούς, χάριτας θεοῖς ὁμολογοῦντες. ἐβόων δὲ διάφορα, οἳ μὲν κεῖσθαι τὸν τύραννον λέγοντες, οἳ δὲ τὸν μονομάχον, ἄλλοι δὲ ἀπρεπέστερα βλασφημοῦντες: καὶ ὅσα πρότερον ἐπεῖχεν ὁ φόβος ῥήματα, ταῦτα προελθούσης ἀδείας καὶ ἐλευθερίας ῥᾳδίως ἐλέγετο. πλεῖστον δὴ τοῦ δήμου συνέθει δρόμῳ ἐπὶ τὸ στρατόπεδον: ἠπείγοντο δὲ μάλιστα δεδιότες μή πως ἄρα οἱ στρατιῶται ὀκνηρότερον ὑπακούσωσι τῇ τοῦ Περτίνακος
- 2.2.5.1
ἀρχῇ. ἐσομένην γὰρ σώφρονα μὴ πάνυ τι ἀποδέξασθαι τοὺς στρατιώτας προσεδόκων, τυραννίδι δουλεύειν εἰθισμένους, ἁρπαγαῖς τε καὶ βίαις ἐγγεγυμνασμένους. ἵν̓ οὖν αὐτοὺς ἐκβιάσοιντο ὑπακοῦσαι, πανδημεὶ συνῆλθον. ἐπεὶ δὲ ἐγένοντο ἐν τῷ στρατοπέδῳ, ὁ Λαῖτός τε καὶ Ἔκλεκτος εἰσῆλθον ἄγοντες τὸν Περτίνακα: συγκαλέσας τε τοὺς στρατιώτας ὁ Λαῖτος ἔλεξε τοιάδε.
- 2.2.6.1
Κόμμοδος μὲν ἡμῖν ὁ βασιλεὺς τέθνηκεν ἀποπληξίᾳ, αἴτιος δὲ τοῦ τοιούτου θανάτου οὐκ ἄλλος ἀλλ̓ αὐτὸς αὑτῷ: συμβουλεύουσι γὰρ ἡμῖν τὰ ἄριστα ἀεὶ καὶ σωτήρια μὴ πειθόμενος, βιοὺς δὲ ὡς οὐκ ἀγνοεῖτε, ὑπὸ πλήθους ἀποπνιγεὶς διεφθάρη. τὸν μὲν οὖν κατέλαβε τέλος τὸ πεπρωμένον: οὐδὲ γὰρ μία οὐδ̓ ἡ αὐτὴ πᾶσιν ἀνθρώποις θανάτου αἰτία, διάφοροι
- 2.2.7.1
δὲ οὖσαι ἐς ἓν τέρμα βίου συντελοῦσιν. ἀλλ̓ ἀντ̓ ἐκείνου γὰρ ὑμῖν ἄγομεν ἡμεῖς τε καὶ ὁ δῆμος τῶν Ῥωμαίων ἄνδρα τὴν μὲν ἡλικίαν σεμνὸν τὸν δὲ βίον σώφρονα, ἀρετῆς δὲ τῆς ἐν ἔργοις ἔμπειρον: ὧν οἱ μὲν πρεσβύτεροι καὶ τῶν στρατιωτικῶν αὐτοῦ πράξεων ἐπειράθητε, οἱ δὲ λοιποὶ τῆς πόλεως ἐπάρχοντα τοσούτων ἐτῶν ἀεὶ διὰ τιμῆς τε καὶ θαύματος ἔσχετε.
- 2.2.8.1
δίδωσί τε ὑμῖν ἡ τύχη οὐ βασιλέα μόνον ἀλλὰ καὶ πατέρα χρηστόν. εὐφρανεῖ τε ἡ τοῦδε ἀρχὴ οὐχ ὑμᾶς μόνον τοὺς ἐνταυθοῖ δορυφοροῦντας, ἀλλὰ καὶ τοὺς ἐπὶ ταῖς ὄχθαις τῶν ποταμῶν καὶ τοὺς ἐπὶ τοῖς ὅροις τῆς Ῥωμαίων ἀρχῆς ἱδρυμένους, οἳ τὴν πεῖραν αὐτοῦ τῶν ἔργων φέρουσι διὰ μνήμης. τό τε βάρβαρον οὐ χρήμασιν ἔτι θεραπεύσομεν, πείρᾳ δὲ ὧν πρὸς αὐτοῦ πεπόνθασι στρατηγοῦντος φόβῳ ὑποτάξονται.
- 2.2.9.1
τοιαῦτα δὴ λέγοντος τοῦ Λαίτου, μὴ κατασχὼν ἑαυτὸν ὁ δῆμος, μελλόντων καὶ ὀκνούντων ἔτι τῶν στρατιωτῶν, σεβαστόν τε ἀναγορεύει καὶ πατέρα καλεῖ πάσαις τε γεραίρει εὐφημίαις. τότε καὶ οἱ στρατιῶται, οὐχ ὁμοίᾳ μὲν προθυμίᾳ, τῇ δὲ ἐκ τοῦ παρόντος πλήθους ἀνάγκῃ ʽκαὶ γὰρ ἦσαν πανταχόθεν ὑπὸ τοῦ δήμου περιειλημμένοι, ὀλίγοι τε καὶ ἄνευ
- 2.2.10.1
τῶν ὅπλων ὡς ἐν ἱερομηνίᾀ, πλὴν συνεξεβόησαν καὶ σεβαστὸν προσεῖπον τὸν Περτίνακα: ἔς τε τὸ ἐκείνου ὄνομα τοὺς συνήθεις ὅρκους ὀμόσαντες καὶ θύσαντες, δαφνηφοροῦντες πᾶς ὁ δῆμος καὶ τὸ στρατιωτικόν, ἐπειδὴ προσῄει καὶ τὸ περίορθρον, ἐς τὴν βασίλειον αὐλὴν ἀνήγαγον τὸν Περτίνακα.
- 2.3.1.1
ὃ δὲ ἐπείπερ ἱδρύθη ἐν τῇ βασιλείῳ ἑστίᾳ, τῶν τε στρατιωτῶν καὶ τοῦ δήμου, ὡς προείρηται, νύκτωρ ἀναγαγόντων, φροντίσι μεγίσταις τὴν γνώμην ἐταράττετο: πάνυ τε αὐτόν, καίτοι δοκοῦντα ψυχῆς εἶναι ἐρρωμένης καὶ πρὸς πάντα ἀνδρεῖον, τὰ παρόντα ἐφόβει, οὐχ οὕτω προνοίᾳ τῆς ἑαυτοῦ σωτηρίας ʽκινδύνων γὰρ καὶ μειζόνων πολλάκις ἦν καταφρονήσασ̓, ἐλογίζετο δὲ τήν τε αἰφνίδιον τῆς τυραννίδος μεταβολὴν τήν τε ἐν τῇ συγκλήτῳ βουλῇ τινῶν εὐγένειαν, οὓς ὑπώπτευεν οὐκ ἀνεξομένους μετὰ βασιλέα εὐγενέστατον τὴν ἀρχὴν μεταπεσοῦσαν ἐς ἄνδρα ἐξ ἰδιωτικοῦ
- 2.3.2.1
καὶ ἀσήμου γένους ἐπὶ τοῦτο ἐλθόντα. εἰ γὰρ καὶ ὁ βίος αὐτῷ διὰ σωφροσύνην ἐπῃνεῖτο καὶ τὰ ἐν ταῖς στρατιωτικαῖς πράξεσιν ἦν εὐκλεῆ, ἀλλ̓ ὅσον εὐγενείας χάριν, πολὺ τῶν εὐπατριδῶν ἀπελείπετο. ἡμέρας οὖν καταλαβούσης κατῆλθεν ἐπὶ τὸ συνέδριον τῆς βουλῆς, οὔτε τὸ πῦρ ἐάσας ἑαυτοῦ προπομπεῦσαι οὔτε τι ἄλλο τῶν βασιλικῶν συμβόλων ἐς ὕψος ἀρθῆναι πρὶν ἢ μαθεῖν τὴν γνώμην τῆς συγκλήτου βουλῆς.
- 2.3.3.1
ἐπεὶ δὲ αὐτὸν ἅμα τῷ ἐπιφανῆναι πάντες ὁμοθυμαδὸν εὐφήμησαν σεβάσμιόν τε καὶ βασιλέα προσηγόρευσαν, ὃ δὲ τὰ μὲν πρῶτα παρῃτεῖτο τῆς ἀρχῆς τὸ ἐπίφθονον, γῆράς τε προϊσχόμενος συγγνώμης ἐδεῖτο, εἶναί τε πολλοὺς εὐπατρίδας ἔφασκεν οἷς ἡ βασιλεία μᾶλλον ἁρμόζει: καὶ λαβόμενος τῆς χειρὸς Γλαβρίωνος εἷλκεν αὐτόν, καθίζεσθαι κελεύων ἐπὶ
- 2.3.4.1
τοῦ βασιλείου θρόνου. ἦν δὲ ἐκεῖνος εὐγενέστατος μὲν πάντων τῶν εὐπατριδῶν ʽἀνέφερε γοῦν ἐς Αἰνείαν τὸν Ἀφροδίτης καὶ Ἀγχίσου τὴν τοῦ γένους διαδοχήν̓, ἔτι δὲ καὶ τὴν ὕπατον ἀρχὴν τελέσας δεύτερον. ὃ δέ ἀλλ̓ αὐτός ἔφη ἐγώ, ὃν σὺ νομίζεις πάντων ἀξιώτατον, σοί τε τῆς ἀρχῆς παραχωρῶ, καὶ πᾶσαν τὴν ἐξουσίαν ἐγὼ: καὶ οἱ λοιποὶ πάντες ψηφιζόμεθά σοι διδόντες. τότε δὲ πάντων αὐτὸν ἐκβιασαμένων ἐκλιπαρησάντων τε, ὀκνῶν καὶ μόλις ἀνελθὼν ἐπὶ τὸν βασίλειον θρόνον ἔλεξε τοιάδε.
- 2.3.5.1
τὸ πάνυ δεξιὸν ὑμῶν τῆς πρός με τιμῆς καὶ τὸ τῆς σπουδῆς ὑπερβάλλον ἐπίλεκτόν τε ἐς πρόκρισιν τοσαύτης παῤ ὑμῖν εὐγενείας, οὐκ ἔχον κολακείας ὑποψίαν ἀλλὰ δεῖξιν καὶ πίστιν εὐνοίας, ἄλλῳ μὲν ἄν τῳ θάρσος καὶ προθυμίαν ἐνέβαλεν ἐς τὸ ἑτοίμως δέξασθαι τὰ ἐγκεχειρισμένα, ἐλπίδα τε ῥᾳστώνης ὑπέφηνεν ἂν ὡς εὐμαρῶς τὴν ἀρχὴν διοίσοντι ἐν ἀρχομένοις
- 2.3.6.1
οὕτως εὐνοοῦσιν: ἐμοὶ δὲ ταῦτα μεγάλα ὄντα καὶ ἐξαίρετα τιμῆς τε αἴσθησιν ἐκπλήττει, δέος τε καὶ ἀγῶνα οὐ μικρὸν ἐμποιεῖ. μεγάλων γὰρ εὐεργεσιῶν προϋπαρχουσῶν τὸ ἰσότιμον δυσέφικτον ἐν ταῖς ἀμοιβαῖς, καὶ μικρὰ μὲν λαβοῦσιν ἀντιδοῦναι μεῖζον οὐχ οὕτως εὐμαρὲς ὡς εὐχάριστον δοκεῖ, ὁπηνίκα δ̓ ἂν ὁ πρῶτός τι δράσας ἀγαθὸν ἀνυπέρβλητον κατάθηται χάριν, τὸ μὴ κατ̓ ἀξίαν ἀντιδοθὲν οὐχ οὕτω δυσπόριστον ὡς ἀναίσθητον ἅμα καὶ ἀχάριστον ὀνομάζεται.
- 2.3.7.1
ὁρῶ δὴ οὐ τὸν τυχόντα μοι ἐπηρτημένον ἀγῶνα πρὸς τὸ ἄξιον ἐμαυτὸν παρασχεῖν τῆς τοσαύτης παῤ ὑμῶν τιμῆς. οὐ γὰρ ἐν τῇ καθέδρᾳ ἡ προεδρία, ἀλλ̓ ἐν τοῖς ἔργοις, εἴ τις αὐτὴν μὴ καταισχύνει. ὅσῳ δὲ τὰ γενόμενα ὡς φαῦλα μισεῖται, τοσούτῳ τὰ μέλλοντα ὡς ἀγαθὰ μεγάλως ἐλπίζεται. καὶ τὰ μὲν δεινὰ τῶν ἔργων ἀεὶ μνημονεύεται ʽτὸ γὰρ λυπῆσαν δυσαπάλειπτον̓, τὰ δὲ χρηστὰ ἅμα τῇ ἀπολαύσει καὶ τὴν περὶ
- 2.3.8.1
αὑτῶν μνήμην συναναλίσκει, ἐπεὶ μὴ ὁμοίως εὐφραίνει ἐλευθερία ὡς λυπεῖ δουλεία, οὐδέ τις ἀδεῶς τὰ ἑαυτοῦ ἔχων ἐν χάριτος μοίρᾳ τίθεται, τὰ ἴδια καρποῦσθαι νομίζων, ὁ δὲ τῶν οἰκείων στερηθεὶς αἰώνιον ἔχει τὴν μνήμην τοῦ λελυπηκότος. οὐδ̓ εἴ τις ἐς τὸ κοινὸν χρηστὴ γένοιτο μεταβολή, αὐτός τι πλέον καρποῦσθαι νομίζει, ἐπεὶ τοῦ μὲν δημωφελοῦς καὶ κοινῇ διαφέροντος ὀλίγη τοῖς καθ̓ ἕνα φροντίς, τὸ δὲ καθ̓ αὑτὸν ἕκαστος εἰ μὴ κατὰ γνώμην προχωροίη,
- 2.3.9.1
οὐδέν τι μέγα ὠφελεῖσθαι νομίζει. οἵ τε εἰθισμένοι ταῖς τῆς τυραννίδος ἀκρίτοις καὶ ἀφειδέσι μεγαλοδωρίαις ἐντρυφᾶν τὴν ἐς τὸ σωφρονέστερον καὶ μεμετρημένον διὰ σπάνιν χρημάτων μεταβολὴν οὐ φιλοσώφρονα οὐδὲ σύμμετρον καὶ κεκριμένην διοίκησιν ὀνομάζουσιν, ἀλλὰ μικρολογίαν καὶ ἀθλιότητα βίου ὀνειδίζουσιν, οὐκ εἰδότες ὅτι τὸ μὲν μεγάλα καὶ ὡς ἔτυχε χαρίζεσθαι οὐκ ἂν περιγένοιτο εἰ μὴ ἐκ τοῦ ἁρπάζειν καὶ βιάζεσθαι, τὸ δὲ λογισμῷ πάντα καὶ κατ̓ ἀξίαν ἑκάστου νέμειν ἄνευ τοῦ δεινόν τι δρᾶσαι, μὴ παρέχον ἄδικον εὐπορίαν χρημάτων, διδάσκει φειδὼ
- 2.3.10.1
σώφρονα τῶν καλῶς πορισθέντων. ταῦτα δὴ ὑμᾶς ἐγνωκότας χρὴ συναίρεσθαι, καὶ κοινὴν τῆς ἀρχῆς τὴν διοίκησιν νομίζοντας, ἀριστοκρατίαν τε ἀλλ̓ οὐ τυραννίδα ὑπομενοῦντας, αὐτούς τε ἀγαθὰς ἔχειν ἐλπίδας καὶ πᾶσι τοῖς ἀρχομένοις ταῦτα ὑπισχνεῖσθαι.
- 2.3.11.1
τοιαῦτα ὁ Περτίναξ εἰπὼν ὑπερῆσέ τε τὴν σύγκλητον βουλήν, καὶ πρὸς πάντων εὐφημηθείς, πάσης τε τιμῆς καὶ αἰδοῦς παῤ αὐτῶν τυχών, ἔς τε τὸν τοῦ Διὸς νεὼν καὶ τὰ λοιπὰ ἱερὰ πεμφθείς, τάς τε ὑπὲρ τῆς βασιλείας θυσίας τελέσας, ἐς τὴν βασίλειον ἐπανῆλθεν αὐλήν.
- 2.4.1.1
ἐπεὶ δὲ διεφοίτησεν ἡ φήμη τῶν τε λεχθέντων ὑπ’ αὐτοῦ ἐν τῇ συγκλήτῳ καὶ τῶν πρὸς τὸν δῆμον γραφέντων, ὑπερήδοντο πάντες, σεμνὸν καὶ ἤπιον ἄρχοντα καὶ πατέρα, οὐ βασιλέα ἕξειν ἐλπίζοντες. τούς τε γὰρ στρατιώτας ἐκέλευσε παύσασθαι τῆς πρὸς τοὺς δημότας ὕβρεως καὶ μήτε πελέκεις φέρειν μετὰ χεῖρας μήτε παίειν τινὰ τῶν παριόντων, ἔς τε τὸ κόσμιον καὶ εὔτακτον μετάγειν πάντα ἐπειρᾶτο, ἔν τε ταῖς προόδοις καὶ τοῖς δικαστηρίοις πρᾶον καὶ ἥμερον ἦθος ἐπεδείκνυτο.
- 2.4.2.1
καὶ τῆς Μάρκου ἀρχῆς ζήλῳ τε καὶ μιμήσει τοὺς μὲν πρεσβυτέρους ὑπομιμνήσκων εὔφραινε, τοὺς δ̓ ἄλλους πάντας ἐξ ὠμῆς καὶ ἐφυβρίστου τυραννίδος ἐς σώφρονα καὶ ἀμέριμνον βίον μεταχθέντας ῥᾷστα ἐς εὔνοιαν ᾠκειώσατο. τῆς τε ἡμέρου ἀρχῆς ἡ φήμη διαθέουσα πάντα ἔθνη καὶ πάντα στρατόπεδα, ὅσα τε Ῥωμαίοις ὑπήκοα καὶ ὅσα φίλα, ἐκθειάζειν
- 2.4.3.1
αὐτοῦ τὴν ἀρχὴν ἔπειθεν. ἀλλὰ μὴν καὶ τῶν βαρβάρων ὅσοι πρότερον ἀφηνίαζον ἢ ἐστασίαζον, φόβῳ τε καὶ μνήμῃ τῆς ἐν ταῖς προτέραις αὐτοῦ στρατείαις ἀρετῆς, πίστει τε γνώμης ὅτι μηδένα ἑκὼν ἀδικήσει ποτέ, ἑκάστῳ τὸ κατ̓ ἀξίαν ἀπονέμων, χάριτος ἀπρεποῦς καὶ βίας ὠμῆς ἀλλότριος, ἑκόντες αὐτῷ προσεχώρουν. πρεσβεῖαί τε πανταχόθεν ἀφικνοῦντο, συνηδομένων ἁπάντων τῇ Ῥωμαίων ὑπὸ Περτίνακι ἀρχῇ.
- 2.4.4.1
οἱ μὲν οὖν ἄλλοι πάντες ἄνθρωποι καὶ κοινῇ καὶ ἰδίᾳ τῷ εὐτάκτῳ καὶ ἡμέρῳ τῆς βασιλείας ἔχαιρον: ὃ δὲ πάντας εὔφραινε, τοῦτο μόνους ἐλύπει τοὺς ἐν τῇ Ῥώμῃ στρατιώτας, οἳ δορυφορεῖν εἰώθασι τοὺς βασιλέας. κωλυόμενοι γὰρ ἁρπάζειν τε καὶ ὑβρίζειν, ἔς τε τὸ εὔτακτον καὶ κόσμιον ἀνακαλούμενοι, τὸ πρᾶον καὶ ἥμερον τῆς ἀρχῆς ὕβριν αὑτῶν καὶ ἀτιμίαν καθαίρεσίν τε τῆς ἀνέτου ἐξουσίας νομίζοντες, τὴν τῆς
- 2.4.5.1
ἀρχῆς οὐκ ἔφερον εὐταξίαν. ἀλλὰ τὰ μὲν πρῶτα κατ̓ ὀλίγον ὀκνηρούς τε καὶ ἀπειθεῖς αὑτοὺς τοῖς κελευομένοις παρεῖχον: τὸ δὲ τελευταῖον, οὐδ̓ ὅλων μηνῶν δύο τῆς βασιλείας αὐτῷ προκεχωρηκυίας, ἐπιδειξαμένου τε ἐν ὀλίγῳ χρόνῳ πολλὰ σώφρονα καὶ χρηστὰ ἔργα, ἐλπίδων τε ἀγαθῶν τοῖς ἀρχομένοις ὑποφαινομένων, ἐβάσκηνε πάντα καὶ ἀνέτρεψε πονηρὰ τύχη, ἐκώλυσέ τε θαυμαστὰ καὶ ἐπωφελῆ τοῖς ὑπηκόοις ἔργα
- 2.4.6.1
ἐς τέλος ἀχθῆναι. πρῶτον μὲν γὰρ πᾶσαν τὴν κατ̓ Ἰταλίαν καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν ἀγεώργητόν τε καὶ παντάπασιν οὖσαν ἀργὸν ἐπέτρεψεν, ὁπόσην τις βούλεται καὶ δύναται, εἰ καὶ βασιλέως κτῆμα εἴη, καταλαμβάνειν, ἐπιμεληθέντι τε καὶ γεωργήσαντι δεσπότῃ εἶναι: ἔδωκέ τε γεωργοῦσιν ἀτέλειαν πάντων ἐς δέκα ἔτη, καὶ διὰ παντὸς δεσποτείας ἀμεριμνίαν.
- 2.4.7.1
τοῖς τε βασιλικοῖς κτήμασιν ἐκώλυσεν αὑτοῦ τοὔνομα ἐπιγράφεσθαι, εἰπὼν αὐτὰ οὐκ ἴδια τοῦ βασιλεύοντος εἶναι, ἀλλὰ κοινὰ καὶ δημόσια τῆς Ῥωμαίων ἀρχῆς. τέλη τε πάντα τὰ πρότερον ἐπὶ τῆς τυραννίδος ἐς εὐπορίαν χρημάτων ἐπινοηθέντα ἐπί τε ὄχθαις ποταμῶν καὶ λιμέσι πόλεων ἔν τε ὁδῶν πορείαις, καταλύσας ἐς τὸ ἀρχαῖον καὶ ἐλεύθερον ἀφῆκεν.
- 2.4.8.1
ἐμέλλησε δ̓ ἂν ἔτι καὶ πλείονα, ὥς γε τὰ τῆς προαιρέσεως ἐνεδείκνυτο, εὐεργετήσειν τοὺς ὑπηκόους, ἐπεὶ καὶ τοὺς συκοφάντας τῆς πόλεως ἦν διώξας καὶ τοὺς πανταχόθεν κολασθῆναι κελεύσας, τοῦ μηδένα ἐπηρεάζεσθαι μηδὲ ματαίοις ἐγκλήμασι περιπίπτειν προνοούμενος. ἐν ἀδείᾳ τε καὶ μακαρίῳ βίῳ ἥ τε σύγκλητος μάλιστα καὶ οἱ λοιποὶ πάντες βιώσεσθαι προσεδόκων.
- 2.4.9.1
οὕτω γὰρ μέτριος καὶ ἰσότιμος ἦν ὡς καὶ τὸν υἱὸν αὑτοῦ ἤδη μειράκιον ὄντα μηδὲ ἐς τὴν βασίλειον αὐλὴν ἀναγαγεῖν, ἀλλ̓ ἔν τε τῇ πατρῴᾳ μένειν οἰκίᾳ, καὶ ἐς τὰ συνήθη προϊόντα διδασκαλεῖα καὶ γυμνάσια ἰδιωτεύοντα ὁμοίως τοῖς λοιποῖς παιδεύεσθαί τε καὶ πάντα πράττειν, οὐδαμοῦ τῦφον ἢ πομπὴν παρεχόμενον βασιλικήν.
- 2.5.1.1
τοιαύτης δὲ εὐμοιρίας καὶ εὐταξίας κατεχούσης τὸν βίον, μόνοι οἱ δορυφόροι, ἀσχάλλοντες μὲν ἐπὶ τοῖς παροῦσι, ποθοῦντες δὲ τὰς ἐπὶ τῆς προγενομένης τυραννίδος ἁρπαγάς τε καὶ βίας ἔν τε ἀσωτίαις καὶ κραιπάλαις, ἐβουλεύσαντο ἀποσκευάσασθαι τὸν Περτίνακα ὡς ὄντα αὐτοῖς βαρὺν καὶ ἐπαχθῆ, ζητῆσαι δέ τινα τὸν πάλιν αὐτοῖς ἄνετον καὶ ἀκόλαστον παρέξοντα
- 2.5.2.1
ἐξουσίαν. αἰφνιδίως τοίνυν, οὐδενὸς προσδοκῶντος ἀλλὰ πάντων ἐν ἡσυχίᾳ διατριβόντων, θυμῷ καὶ ἀλόγῳ ὁρμῇ ἐκ τοῦ στρατοπέδου δρόμῳ φερόμενοι αὐτοὶ ἡμέρας ἀκμαζούσης ἐπεισῆλθον τοῖς βασιλείοις, τά τε δόρατα διατεινάμενοι καὶ τὰ ξίφη σπασάμενοι.
- 2.5.3.1
τῷ δὲ παραδόξῳ τοῦ ἔργου καὶ ἀνελπίστῳ οἱ ἐν τῇ βασιλείῳ ὑπηρεσίᾳ ταραχθέντες, ὀλίγοι τε πρὸς πολλοὺς καὶ ἄνοπλοι πρὸς ὡπλισμένους, οὐκ ἔμενον, ἀλλ̓ ἕκαστος ἣν ἐγκεχείριστο φρουρὰν λιπὼν ἢ ἐπὶ τῇ αὐλείῳ ἢ ἐπὶ ταῖς λοιπαῖς εἰσόδοις ἔφευγον. ὀλίγοι δέ τινες τῶν εὐνοούντων, διαγγείλαντες τῷ Περτίνακι τὴν ἔφοδον, συνεβούλευον φυγεῖν τῇ τε τοῦ
- 2.5.4.1
δήμου βοηθείᾳ ἑαυτὸν ἐπιδοῦναι. ὃ δὲ καὶ τοῖς συμβουλεύουσιν αὐτῷ πρὸς τὸ παρὸν ὠφέλιμα μὴ πεισθείς, ἀπρεπῆ δὲ καὶ ἀνελεύθερα βασιλείας τε ἀνάξια καὶ τῶν προβεβιωμένων αὑτῷ καὶ προπεπραγμένων νομίσας, φεύγειν μὲν ἢ λαθεῖν οὐκ ἠθέλησεν, ὁμόσε δὲ χωρήσας τῷ πράγματι προῆλθεν ὡς διαλεξόμενος αὐτοῖς, ἐλπίσας πείσειν τε αὐτοὺς καὶ παύσειν τῆς
- 2.5.5.1
ἀλόγου ἐς τὸ παρὸν ὁρμῆς. καὶ δὴ τοῦ δωματίου προελθών, ὑπαντώμενος αὐτοῖς πυνθάνεσθαί τε ἐπειρᾶτο τὰς αἰτίας τῆς ὁρμῆς, πείθειν τε ἐπεχείρει μὴ ἐνθουσιᾶν, μένων καὶ τότε ἐν σώφρονι καὶ σεμνῷ σχήματι καὶ τηρῶν τὸ τοῦ βασιλέως ἀξίωμα, οὐδέν τι κατεπτηχότος οὐδὲ ἀποδειλιῶντος καὶ ἱκετεύοντος σχῆμα ἐνδεικνύμενος.
- 2.5.6.1
τὸ μὲν ἐμέ ἔφη πρὸς ὑμῶν ἀναιρεθῆναι οὐδέν τι μέγα ἢ βαρὺ πρεσβύτῃ ἐς μακρὸν γῆρας ἐνδόξως ἐλάσαντι: παντὶ γὰρ ἀνθρώπων βίῳ ἀνάγκη τέλος ἐπιτεθῆναι: τὸ δὲ ὑμᾶς, φύλακας καὶ φρουροὺς δοκοῦντας εἶναι τοῦ βασιλέως καὶ τοὺς ἔξωθεν κινδύνους ἀπείργοντας, αὐτοὺς γενέσθαι φονεῖς, καὶ μὴ μόνον ἐμφυλίῳ ἀλλὰ καὶ βασιλείῳ μιᾶναι τὰς δεξιὰς αἵματι, ὁρᾶτε μὴ πρὸς τὸ νῦν ἀνόσιον καὶ ὕστερον ὑμῖν ἐπικίνδυνον ᾖ. οὐ γάρ τι ἐμαυτῷ σύνοιδα λυπήσαντι
- 2.5.7.1
ὑμᾶς. εἰ δὲ καὶ ἐπὶ τῇ τοῦ Κομμόδου τελευτῇ δυσχεραίνετε, οὐδὲν παράδοξον, ἄνθρωπον ὄντα εἰ τελευτὴ κατέλαβεν. εἰ δὲ τοῦτο ἐξ ἐπιβουλῆς οἴεσθε γεγενῆσθαι, οὐκ ἐμὸν τὸ ἁμάρτημα: ἴστε γὰρ ἔξω πάσης ὄντα με ὑποψίας καὶ οὐδὲν ἧττον ὑμῶν ἀγνοοῦντα τὰ τότε πεπραγμένα, ὡς εἴ τι ὑποπτεύετε,
- 2.5.8.1
ἑτέροις ἐπιφέρειν τὸ ἔγκλημα. ἀλλ̓ ὅμως κἀκείνου τελευτήσαντος οὐδὲν ὑμῖν τῶν εὐπρεπῶς καὶ κατ̓ ἀξίαν καὶ ἄνευ τοῦ βιάζεσθαί με ἢ ἁρπάζειν ἐνδεήσει. τοιαῦτά τινα λέγειν αὐτοῖς πειρώμενος ἤδη τινὰς αὐτῶν καὶ πείσειν ἔμελλε, καὶ οὐκ ὀλίγοι γε ἀποστραφέντες ἀνεχώρουν, σεμνοῦ βασιλέως γῆρας αἰδούμενοι: ἔτι δὲ λαλοῦντα τὸν πρεσβύτην ἐπιπεσόντες
- 2.5.9.1
φονεύουσι. δράσαντές τε οὕτως ὠμὸν ἔργον, δέει τῶν τετολμημένων φθάσαι θέλοντες τὴν τοῦ δήμου ἔφοδον, ἐπιστάμενοί τε ὅτι χαλεπῶς τὸ πλῆθος διοίσει τὰ πεπραγμένα, ἐς τὸ στρατόπεδον δρόμῳ ἀναχωρήσαντες πάσας πύλας τε καὶ εἰσόδους ἀποκλείσαντες ἐντὸς τείχους ἔμενον, φρουρὰς ἐπὶ τῶν πύργων καταστήσαντες, ὡς ἀμύνοιντο εἰ τῷ τείχει προσβάλλοι ὁ δῆμος. τέλος μὲν δὴ τοιοῦτο κατέλαβε τὸν Περτίνακα,
- 2.6.1.1
χρησάμενον βίῳ καὶ προαιρέσει οἷς προείρηται: ἐπειδὴ δὲ διεφοίτησεν ἐς τὸν δῆμον ἡ τοῦ βασιλέως ἀναίρεσις, ταραχή τε καὶ πένθος πάντας κατεῖχε, διέθεόν τε ἐνθουσιῶσιν ἐοικότες, κίνησίς τε ἄλογος κατεῖχε τὸν δῆμον, ζητούντων τοὺς δράσαντας, μήτε δὲ εὑρεῖν
- 2.6.2.1
μήτε ἀμύνασθαι δυναμένων. μάλιστά τε δεινῶς ἔφερον τὸ πεπραγμένον καὶ συμφορὰν κοινὴν ἐτήρουν οἱ τὴν σύγκλητον βουλὴν νέμοντες, πατέρα τε ἤπιον καὶ χρηστὸν προστάτην ἀποβαλόντες. πάλιν τε τυραννίδος ἦν δέος, ἐπεὶ τούτῳ χαίρειν τοὺς στρατιώτας
- 2.6.3.1
ἤλπιζον. μιᾶς δέ που καὶ δευτέρας ἡμέρας διαδραμούσης οἱ μὲν δημόται ἕκαστος τὸ καθ̓ αὑτὸν δεδιὼς ὑπανεχώρει, οἵ τε ἐν ἀξιώσεσιν ὄντες ἐς τὰ πορρωτάτω τῆς πόλεως ἀπεδίδρασκον κτήματα, ὡς ἂν μή τι δεινὸν ἐκ τῆς ἐσομένης ἀρχῆς παρόντες πάθοιεν:
- 2.6.4.1
οἱ δὲ στρατιῶται ἐπεὶ τόν τε δῆμον ἡσυχάζοντα ἔγνωσαν μήτε τινὰ τολμῶντα ἐπεξελθεῖν τῷ τοῦ βασιλέως αἵματι, ἔμενον μὲν ἐντὸς τοῦ τείχους κατακλείσαντες ἑαυτούς, ἀναγαγόντες δὲ τοὺς εὐφωνοτάτους ἑαυτῶν ἐπὶ τὸ τεῖχος προεκήρυττον ὤνιον τὴν βασιλείαν, τῷ τε πλέον ἀργύριον δώσοντι ἐγχειριεῖν ὑπισχνοῦντο τὴν ἀρχὴν καὶ διὰ τῶν ὅπλων αὐτὸν ἀνάξειν ἀδεῶς
- 2.6.5.1
ἐς τὴν βασίλειον αὐλήν. ἐπεὶ δὲ τὸ κήρυγμα διεφοίτησεν, οἱ μὲν σεμνότεροί τε καὶ εὐσταθέστεροι τῆς συγκλήτου βουλῆς, ὅσοι τε εὐπατρίδαι ἢ ἔτι πλούσιοι, λείψανα ὀλίγα τῆς Κομμόδου τυραννίδος, οὔτε προσῆλθον τῷ τείχει οὔτε ἀπρεπῆ καὶ ἐπονείδιστον
- 2.6.6.1
χρήμασι κτήσασθαι τὴν ἀρχὴν ἠθέλησαν: Ἰουλιανῷ δέ τινι, ἤδη μὲν τὴν ὕπατον τετελεκότι ἀρχήν, δοκοῦντι δὲ ἐν εὐπορίᾳ χρημάτων εἶναι, ἑστιωμένῳ δὴ περὶ δείλην ἑσπέραν διηγγέλη τὸ στρατιωτικὸν κήρυγμα παρὰ μέθην καὶ κραιπάλην: ἦν γὰρ καὶ τῶν
- 2.6.7.1
ἐπὶ βίῳ μὴ σώφρονι διαβεβλημένων. πείθουσιν οὖν αὐτὸν ἥ τε γυνὴ καὶ ἡ θυγάτηρ καὶ τὸ τῶν παρασίτων πλῆθος ἀναθορόντα τοῦ σκίμποδος δραμεῖν ἐπὶ τὸ τεῖχος καὶ τὸ πραττόμενον μαθεῖν, παρά τε πᾶσαν τὴν ὁδὸν συμβουλεύοντες ἐρριμμένην τὴν ἀρχὴν ἁρπάσαι, ἀφειδῶς δὲ χρημάτων ἔχοντα μεγαλοδωρίᾳ ἅπαντας
- 2.6.8.1
ὑπερβαλεῖν, εἰ καί τινες ἀμφισβητοῖεν. ἐπεὶ τοίνυν τῷ τείχει προσῆλθεν, ἐβόα τε πάντα δώσειν ὅσα βούλονται ὑπισχνούμενος, παρεῖναί τε αὑτῷ πάμπλειστα χρήματα καὶ θησαυροὺς χρυσοῦ καὶ ἀργύρου πεπληρωμένους ἔλεγε. κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ Σουλπικιανός, καὶ αὐτὸς ἀνὴρ τῶν ὑπατευκότων, ἔπαρχός τε τῆς πόλεως γενόμενος ʽπατὴρ δὲ ἦν τῆς Περτίνακος
- 2.6.9.1
γυναικόσ̓, ἧκε τὴν ἀρχὴν ὠνούμενος. ἀλλὰ τοῦτον μὲν οὐ προσήκαντο φοβηθέντες οἱ στρατιῶται τὴν πρὸς τὸν Περτίνακα συγγένειαν, μή τις ἄρα δόλος εἴη ἐς τὸ ἐκδικηθῆναι τὸν ἐκείνου φόνον: καθέντες δὲ κλίμακα τὸν Ἰουλιανὸν ἐπὶ τὸ τεῖχος ἀνεβίβασαν. οὐ γὰρ πρότερον ἀνοῖξαι τὰς πύλας ἤθελον πρὶν ἢ τὴν ποσότητα μαθεῖν τῶν δοθησομένων χρημάτων.
- 2.6.10.1
ὃ δ̓ ἀνελθὼν τήν τε Κομμόδου μνήμην αὐτοῖς καὶ τὰς τιμὰς καὶ τὰς εἰκόνας, ἃς ἡ σύγκλητος καθεῖλεν, ἀνανεώσεσθαι ὑπέσχετο, καὶ πάντων δώσειν ἐξουσίαν ὧν εἶχον ἐπ’ ἐκείνου, ἑκάστῳ τε στρατιώτῃ τοσοῦτον ἀργύριον ὅσον μήτε αἰτῆσαι μήτε λήψεσθαι προσεδόκησαν: τὰ δὲ χρήματα μὴ μελλήσειν, ἀλλ̓ οἴκοθεν
- 2.6.11.1
ἤδη μεταπέμψεσθαι. τούτοις ἀναπεισθέντες οἱ στρατιῶται καὶ ταύταις ἀρθέντες ταῖς ἐλπίσιν αὐτοκράτορά τε τὸν Ἰουλιανὸν ἀναγορεύουσι, καὶ πρὸς τῷ οἰκείῳ καὶ ἐκ γένους ὀνόματι Κόμμοδον ἀξιοῦσιν ἀποκαλεῖσθαι. τά τε σημεῖα ἄραντες, καὶ τὰς ἐκείνου εἰκόνας
- 2.6.12.1
ἀποκαταστήσαντες, προπέμπειν ἐπειρῶντο. θύσας δὲ ὁ Ἰουλιανὸς τὰς νενομισμένας καὶ βασιλείους ἐν τῷ στρατοπέδῳ θυσίας, προήγετο ὑπ’ αὐτῶν πλέον τι τῆς συνηθείας δορυφορούμενος: ἅτε γὰρ βίᾳ καὶ παρὰ γνώμην τοῦ δήμου μετά τε αἰσχρᾶς καὶ ἀπρεποῦς διαβολῆς ὠνησάμενος τὴν ἀρχήν, εἰκότως ἐδεδίει
- 2.6.13.1
τὸν δῆμον ὡς ἐναντιωσόμενον. ἀναλαβόντες οὖν τὰς πανοπλίας καὶ φράξαντες αὑτοὺς οἱ στρατιῶται ἐς φάλαγγος σχῆμα ὡς, εἰ δέοι, καὶ πολεμήσοντες, ἐν μέσοις αὑτοῖς ἔχοντες τὸν ἴδιον βασιλέα, ὑπέρ τε τῆς κεφαλῆς αἰωροῦντες τὰς ἀσπίδας καὶ τὰ δόρατα, μή που καὶ λίθων τις βολὴ ἀπὸ τῶν δωμ̔??ʼτων ἐπὶ τῇ πομπῇ γένοιτο, ἀνήγαγον αὐτὸν ἐς τὰ βασίλεια, μηδενὸς τῶν δημοτῶν μήτε ἀντιστῆναι τολμῶντος μήτε μὴν εὐφημοῦντος ὥσπερ εἰώθασι προπέμπειν τοὺς βασιλέας: τοὐναντίον δὲ καὶ πόρρωθεν ἑστῶτες ἐβλασφήμουν καὶ κακῶς ἠγόρευον ἅτε χρημάτων ἀντικαταλλαξάμενον τὴν ἀρχήν.
- 2.6.14.1
τότε δὲ καὶ πρῶτον ὑποδιεφθάρη τὰ τῶν στρατιωτῶν ἤθη, καὶ χρημάτων ἐδιδάχθησαν ἄπληστον καὶ αἰσχρὰν ἐπιθυμίαν καταφρόνησίν τε τῆς πρὸς τοὺς ἄρχοντας αἰδοῦς. τὸ γὰρ μήτε τοῖς οὕτως ὠμῶς τετολμημένοις ἐν φόνῳ τῷ βασιλικῷ ἐπεξιέναι τινά, μήτε τὴν οὕτως ἀπρεπῶς ἐπὶ χρήμασι κηρυχθεῖσαν καὶ πραθεῖσαν ἀρχὴν εἶναι τὸν κωλύοντα, ἀρχηγὸν καὶ αἴτιον ἀπρεποῦς καὶ ἀπειθοῦς καταστάσεως καὶ ἐς τὰ ἐπιόντα ἐγένετο, ἀεὶ αὐτοῖς τῆς φιλοχρηματίας καὶ τῆς τῶν ἀρχόντων καταφρονήσεως καὶ μέχρις αἵματος αὐξηθείσης.
- 2.7.1.1
ὁ δ̓ οὖν Ἰουλιανὸς ἐπεὶ παρῆλθεν ἐς τὴν ἀρχήν, τρυφαῖς εὐθέως καὶ κραιπάλαις ἐσχόλαζε, τῇ μὲν τῶν δημοσίων ἐπιμελείᾳ ῥᾳθύμως προσφερόμενος, ἐς δὲ τὸ ἁβροδίαιτον καὶ ἄσεμνον ἐπιδοὺς ἑαυτόν. εὑρίσκετό τε καὶ τοὺς στρατιώτας ψευσάμενος καὶ ἀπατήσας
- 2.7.2.1
τῷ μὴ δύνασθαι ἀποπληρῶσαι ἃ ὑπέσχητο: οὔτε γὰρ οἴκοθεν ἦν τοσαῦτα αὐτῷ χρήματα ὅσα ἠλαζονεύσατο, οὔτε μὴν οἱ δημόσιοί τι θησαυροὶ εἶχον, ἀλλὰ πάντα προκεκένωτο τῇ Κομμόδου ἀσωτείᾳ καὶ ἀφειδέσι καὶ ἀκρίτοις ἀναλώμασιν. ἐκ δὲ ταύτης τῆς τόλμης καὶ τῆς αἰτίας οἵ τε στρατιῶται σφαλέντες τῶν ἐλπίδων ὑπηγανάκτουν, ὅ τε δῆμος αἰσθόμενος τῆς γνώμης τῶν στρατιωτῶν εἶχον ἐν καταφρονήσει, ὡς προϊόντα τε κακῶς ἀγορεύειν, ἐπ’ αἰσχραῖς τε καὶ
- 2.7.3.1
ἀμφιβόλοις ἡδοναῖς σκώπτειν. ἔς τε τὸν ἱππόδρομον, ὅπου μάλιστα τὸ πλῆθος συνιὸν ἐκκλησιάζει, τὸν Ἰουλιανὸν ἐβλασφήμουν, ἀρωγὸν δὲ τῇ Ῥωμαίων ἀρχῇ καὶ σεμνῆς βασιλείας προστάτην Νίγρον ἐπεκαλοῦντο, βοηθεῖν τε αὐτὸν τὴν ταχίστην ἠξίουν ὡς ἐφύβριστα
- 2.7.4.1
πάσχουσιν. ἦν δὲ ὁ Νίγρος τῶν μὲν πρὸ πολλοῦ ὑπατευσάντων, καθ̓ ὃν δὲ καιρὸν τὰ προειρημένα ἐν Ῥώμῃ ἐπράττετο, Συρίας ἡγεῖτο πάσης. πολλὴ δὲ ἦν καὶ μεγίστη ἀρχὴ τότε, τοῦ τε Φοινίκων ἔθνους παντὸς καὶ τῆς μέχρις Εὐφράτου γῆς ὑπὸ τῇ Νίγρου ὄντων
- 2.7.5.1
ἐξουσίᾳ. ἦν δὲ αὐτὸς τὴν μὲν ἡλικίαν ἤδη μετρίως προβεβηκώς, εὐδοκιμήσας δὲ ἐν πολλαῖς καὶ μεγάλαις πράξεσι. φήμη τε περὶ αὐτοῦ διεφοίτα ὡς ἐπιεικοῦς καὶ δεξιοῦ καὶ τὸν τοῦ Περτίνακος βίον ζηλοῦντος: ὑφ̓ ὧν μάλιστα οἱ Ῥωμαῖοι ἐπείθοντο. ἐκάλουν τε αὐτὸν συνεχῶς ἐν ταῖς τοῦ δήμου συνόδοις, καὶ βλασφημοῦντες τὸν Ἰουλιανὸν παρόντα ἐκεῖνον βασιλικαῖς φωναῖς εὐφήμουν ἀπόντα.
- 2.7.6.1
διαγγελθείσης δὲ τῆς τοῦ δήμου Ῥωμαίων γνώμης καὶ τῆς ἐπαλλήλου ἐν ταῖς συνόδοις βοῆς, εἰκότως ὁ Νίγρος ἀναπεισθείς, ῥᾷστά τε αὑτῷ τὰ πράγματα ὑπακούσεσθαι προσδοκήσας, καὶ μάλιστα τῷ τὸν Ἰουλιανὸν ὑπό τε τῶν περὶ αὐτὸν στρατιωτῶν ἀμελεῖσθαι διότι τὰς ὑποσχέσεις οὐκ ἐπλήρου τῶν χρημάτων, ὑπό τε τοῦ δήμου καταφρονεῖσθαι ὡς ἀνάξιον ἧς ἐώνητο ἀρχῆς, ἐπιδίδωσιν αὑτὸν τῇ τῆς βασιλείας
- 2.7.7.1
ἐλπίδι. καὶ τὰ μὲν πρῶτα κατ̓ ὀλίγους ἡγεμόνας τε καὶ χιλιάρχους τούς τε τῶν στρατιωτῶν ἐξέχοντας οἴκαδε μεταπεμπόμενος διελέγετο καὶ ἀνέπειθε, τὰ ἐκ τῆς Ῥώμης δηλούμενα φανερὰ ποιῶν, ὡς ἂν διαθέουσα ἡ φήμη ἔκπυστα καὶ γνώριμα ποιῇ τοῖς τε στρατιώταις καὶ τοῖς λοιποῖς κατὰ τὴν ἀνατολὴν ἀνθρώποις:
← Previous · Next → — showing 101–200 of 844
First Thousand Years of Greek. CTS URN tlg0015.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.