Ab excessu divi Marci
- 1.1.1.1
Οἱ πλεῖστοι τῶν περὶ συγκομιδὴν ἱστορίας ἀσχοληθέντων ἔργων τε πάλαι γεγονότων μνήμην ἀνανεώσασθαι σπουδασάντων, παιδείας κλέος ἀίδιον μνώμενοι, ὡς ἂν μὴ σιωπήσαντες λάθοιεν ἐς τὸν πολὺν ὅμιλον ἀριθμούμενοι, τῆς μὲν ἀληθείας ἐν ταῖς ἀφηγήσεσιν ὠλιγώρησαν, οὐχ ἥκιστα δὲ ἐπεμελήθησαν φράσεώς τε καὶ εὐφωνίας, θαρροῦντες ὡς, εἴ τι καὶ μυθῶδες λέγοιεν, τὸ μὲν ἡδὺ τῆς ἀκροάσεως αὐτοὶ καρπώσονται, τὸ δ̓ ἀκριβὲς τῆς ἐξετάσεως οὐκ ἐλεγχθήσεται.
- 1.1.2.1
εἰσὶ δ̓ οἳ πρὸς ἔχθραν ἢ μῖσος τυράννων, κολακείαν τε ἢ τιμὴν βασιλέων πόλεώς τε καὶ ἰδιωτῶν, εὐτελῆ καὶ μικρὰ ἔργα λόγων ἀρετῇ δόξῃ
- 1.1.3.1
παρέδοσαν τῆς ἀληθείας μείζονι. ἐγὼ δὲ ἱστορίαν οὐ παῤ ἄλλων ἀποδεξάμενος ἄγνωστόν τε καὶ ἀμάρτυρον, ὑπὸ νεαρᾷ δὲ τῇ τῶν ἐντευξομένων μνήμῃ, μετὰ πάσης ἀκριβείας ἤθροισα ἐς συγγραφήν, οὐκ ἀτερπῆ τὴν γνῶσιν καὶ τοῖς ὕστερον ἔσεσθαι προσδοκήσας ἔργων μεγάλων τε καὶ πολλῶν ἐν ὀλίγῳ χρόνῳ
- 1.1.4.1
γενομένων. εἰ γοῦν τις παραβάλοι πάντα τὸν ἀπὸ τοῦ Σεβαστοῦ χρόνον, ἐξ οὗπερ ἡ Ῥωμαίων δυναστεία μετέπεσεν ἐς μοναρχίαν, οὐκ ἂν εὕροι ἐν ἔτεσι περί που διακοσίοις μέχρι τῶν Μάρκου καιρῶν οὔτε βασιλειῶν οὕτως ἐπαλλήλους διαδοχάς, οὔτε πολέμων ἐμφυλίων τε καὶ ξένων τύχας ποικίλας, ἐθνῶν τε κινήσεις καὶ πόλεων ἁλώσεις τῶν τε ἐν τῇ ἡμεδαπῇ καὶ ἐν πολλοῖς βαρβάροις, γῆς τε σεισμοὺς καὶ ἀέρων φθοράς, τυράννων τε καὶ βασιλέων βίους παραδόξους, πρότερον ἢ σπανίως ἢ μηδ̓ ὅλως μνημονευθέντας:
- 1.1.5.1
ὧν οἳ μὲν ἐπιμηκέστερον ἔσχον τὴν ἀρχήν, οἳ δὲ πρόσκαιρον τὴν δυναστείαν, εἰσὶ δ̓ οἳ μέχρι προσηγορίας καὶ τιμῆς ἐφημέρου μόνης ἐλθόντες εὐθέως κατελύθησαν. μερισθεῖσα γὰρ ἡ Ῥωμαίων ἀρχὴ ἐν ἔτεσιν ἑξήκοντα ἐς πλείους δυναστείας ἢ ὁ χρόνος ἀπῄτει,
- 1.1.6.1
πολλὰ καὶ ποικίλα ἤνεγκε καὶ θαύματος ἄξια. τούτων γὰρ οἱ μὲν τὴν ἡλικίαν πρεσβύτεροι διὰ τὴν ἐμπειρίαν τῶν πραγμάτων ἐπιμελέστερον ἑαυτῶν τε καὶ τῶν ὑπηκόων ἦρξαν, οἱ δὲ κομιδῇ νέοι ῥᾳθυμότερον βιώσαντες πολλὰ ἐκαινοτόμησαν: διόπερ εἰκότως ἐν ἡλικίαις τε καὶ ἐξουσίαις διαφόροις οὐχ ὅμοια γέγονε τὰ ἐπιτηδεύματα. ὡς δ̓ ἕκαστα τούτων πέπρακται, κατὰ χρόνους καὶ δυναστείας διηγήσομαι.
- 1.2.1.1
τῷ βασιλεύοντι Μάρκῳ θυγατέρες μὲν ἐγένοντο πλείους, ἄρρενες δὲ δύο. τῶν δὲ ἀρρένων τούτων ὁ μὲν ἕτερος κομιδῇ νέος τὸν βίον μετήλλαξε ʽ??ʼηρίσσιμος δ̓ ἦν ὄνομα αὐτᾦ, τὸν δὲ περιόντα Κόμμοδόν τε καλούμενον ὁ πατὴρ μετὰ πολλῆς ἐπιμελείας ἀνεθρέψατο, πάντοθεν τοὺς ἐν τοῖς ἔθνεσιν ἐπὶ λόγοις δοκιμωτάτους ἐπὶ συντάξεσιν οὐκ εὐκαταφρονήτοις καλῶν, ὅπως συνόντες ἀεὶ παιδεύοιεν αὐτῷ τὸν υἱόν.
- 1.2.2.1
τάς τε θυγατέρας ἐν ὥρᾳ γενομένας ἐξέδοτο ἀνδράσι τῆς συγκλήτου βουλῆς τοῖς ἀρίστοις, οὐ τοὺς γένους μακραῖς διαδοχαῖς εὐπατρίδας, οὐδὲ τοὺς πλούτου περιβολαῖς λαμπρούς, κοσμίους δὲ τὸν τρόπον καὶ σώφρονας τὸν βίον γαμβροὺς αὑτῷ γενέσθαι θέλων: ταῦτα γὰρ μόνα ψυχῆς ἴδια καὶ ἀναφαίρετα ἡγεῖτο
- 1.2.3.1
κτήματα. ἀρετῆς δὲ πάσης ἔμελεν αὐτῷ, λόγων τε ἀρχαιότητος ἦν ἐραστής, ὡς μηδενὸς μήτε Ῥωμαίων μήτε Ἑλλήνων ἀπολείπεσθαι: δηλοὶ δὲ ὅσα καὶ ἐς ἡμᾶς ἦλθεν ἢ λεχθέντα πρὸς αὐτοῦ ἢ γραφέντα.
- 1.2.4.1
παρεῖχε δὲ καὶ τοῖς ἀρχομένοις ἑαυτὸν ἐπιεικῆ καὶ μέτριον βασιλέα, τούς τε προσιόντας δεξιούμενος, κωλύων τε τοὺς περὶ αὐτὸν δορυφόρους ἀποσοβεῖν τοὺς ἐντυγχάνοντας. μόνος τε βασιλέων φιλοσοφίαν οὐ λόγοις οὐδὲ δογμάτων γνώσεσι, σεμνῷ δ̓ ἤθει καὶ σώφρονι βίῳ ἐπιστώσατο. πολύ τε πλῆθος ἀνδρῶν σοφῶν ἤνεγκε τῶν ἐκείνου καιρῶν ἡ φορά: φιλεῖ γάρ πως ἀεὶ τὸ ὑπήκοον ζήλῳ τῆς τοῦ ἄρχοντος γνώμης βιοῦν.
- 1.2.5.1
ὅσα μὲν οὖν ἐκείνῳ πέπρακται ἀνδρεῖα καὶ σώφρονα, στρατηγικὴν ἢ πολιτικὴν ἀρετὴν ἔχοντα, πρός τε τοὺς τὰ ἀρκτῷα τῆς γῆς ἔθνη βάρβαρα κατοικοῦντας πρός τε τοὺς ὑπὸ ταῖς ἀνατολαῖς ποιουμένους τὸν βίον, πολλοῖς καὶ σοφοῖς ἀνδράσι συγγέγραπται: ἃ δὲ μετὰ τὴν Μάρκου τελευτὴν παρὰ πάντα τὸν ἐμαυτοῦ βίον εἶδόν τε καὶ ἤκουσα, ἔστι δ̓ ὧν καὶ πείρᾳ μετέσχον ἐν βασιλικαῖς ἢ δημοσίαις ὑπηρεσίαις γενόμενος, ταῦτα συνέγραψα.
- 1.3.1.1
γηραιὸν ὄντα Μάρκον, καὶ μὴ μόνον ὑφ̓ ἡλικίας ἀλλὰ καμάτοις τε καὶ φροντίσι τετρυχωμένον, διατρίβοντά τε ἐν Παίοσι, νόσος χαλεπὴ καταλαμβάνει. ἐπεὶ δὲ αὑτῷ τὰς πρὸς σωτηρίαν ἐλπίδας φαύλως ἔχειν ὑπώπτευεν, ἑώρα τε τὸν παῖδα τῆς μειρακίων ἡλικίας ἀρχόμενον ἐπιβαίνειν, δεδιὼς μὴ νεότης ἀκμάζουσα καὶ ἐν ὀρφανίᾳ ἐξουσίαν αὐτοκράτορα καὶ ἀκώλυτον προσλαβοῦσα μαθημάτων μὲν καλῶν καὶ ἐπιτηδευμάτων ἀφηνιάσῃ, μέθαις δὲ καὶ κραιπάλαις ἐπιδῷ ἑαυτήν ʽῥᾷστα γὰρ αἱ τῶν νέων ψυχαὶ ἐς ἡδονὰς ἐξολισθαίνουσαι ἀπὸ τῶν παιδείας καλῶν μετοχετεύονταἰ,
- 1.3.2.1
οἷα δὴ ἄνδρα πολυΐστορα μάλιστα ἐτάραττε μνήμη τῶν ἐν νεότητι βασιλείαν παραλαβόντων, τοῦτο μὲν Διονυσίου τοῦ Σικελιώτου τυράννου, ὃς ἀπὸ τῆς ἄγαν ἀκρασίας καινὰς ἡδονὰς ἐπὶ μεγίστοις μισθοῖς ἐθηρᾶτο, τοῦτο δὲ αἱ τῶν Ἀλεξάνδρου διαδόχων ἐς τοὺς ὑπηκόους ὕβρεις τε καὶ βίαι, δἰ ὧν
- 1.3.3.1
τὴν ἐκείνου ἀρχὴν κατῄσχυναν, Πτολεμαῖος μὲν καὶ μέχρις ἀδελφῆς ἰδίας ἔρωτος προχωρήσας παρά τε τοὺς Μακεδόνων καὶ Ἑλλήνων νόμους, Ἀντίγονος δὲ Διόνυσον πάντα μιμούμενος, καὶ κισσὸν μὲν περιτιθεὶς τῇ κεφαλῇ ἀντὶ καυσίας καὶ διαδήματος Μακεδονικοῦ,
- 1.3.4.1
θύρσον δὲ ἀντὶ σκήπτρου φέρων. ἔτι δὲ καὶ μᾶλλον αὐτὸν ἐλύπει τὰ μὴ πρὸ πολλοῦ ἀλλ̓ ὑπόγυον ἔχοντα τὴν μνήμην, τά τε Νέρωνι πεπραγμένα, ὃς ἐχώρησε μέχρι μητρῴου φόνου παρεῖχέ τε τοῖς δήμοις ἑαυτὸν καταγέλαστον θέαμα, τά τε Δομετιανῷ τετολμημένα, τῆς ἐσχάτης ὠμότητος οὐδὲν ἀπολείποντα.
- 1.3.5.1
τοιαύτας δὴ τυραννίδος εἰκόνας ὑποτυπούμενος ἐδεδίει τε καὶ ἤλπιζεν. οὐ μετρίως δ̓ αὐτὸν ἐτάραττον καὶ οἱ Γερμανοὶ γειτνιῶντες, οὓς οὐδέπω πάντας ἐκεχείρωτο, ἀλλὰ τοὺς μὲν πειθοῖ ἐς συμμαχίαν προσηγάγετο, τῶν δὲ καὶ κρατήσας ἦν τοῖς ὅπλοις: ἦσαν δέ τινες οἳ διαδράντες πρὸς τὸ παρὸν ἀνακεχωρήκεσαν δέει τῆς παρουσίας τοιούτου βασιλέως. ὑπώπτευεν οὖν μὴ τῆς ἡλικίας τοῦ μειρακίου καταφρονήσαντες ἐπιθῶνται αὐτῷ: ἐρᾷ γὰρ τὸ βάρβαρον καὶ
- 1.4.1.1
ἐπὶ ταῖς τυχούσαις ἀφορμαῖς ῥᾷστα κινεῖσθαι. κυμαίνουσαν οὖν ἔχων τοσαύταις φροντίσι τὴν ψυχήν, συγκαλέσας τοὺς φίλους ὅσοι τε παρῆσαν τῶν συγγενῶν, καὶ τὸν παῖδα παραστησάμενος, ἐπειδὴ πάντες συνῆλθον, ἡσυχῇ τοῦ σκίμποδος κουφίσας ἑαυτὸν τοιούτων λόγων ἤρξατο.
- 1.4.2.1
ἄχθεσθαι μὲν ὑμᾶς ἐφ̓ οἷς ὁρᾶτέ με διακείμενον, θαυμαστὸν οὐδέν: φύσει τε γὰρ τὸ ἀνθρώπινον ἐλεεινὸν ἐν ταῖς τῶν ὁμοφύλων συμφοραῖς, τά τε δεινὰ ὑπ’ ὄψιν πεσόντα οἶκτον προκαλεῖται μείζονα. ἐμοὶ δέ τι καὶ πλέον ὑπάρχειν παῤ ὑμῶν οἴομαι: ἐκ γὰρ ὧν αὐτὸς διάκειμαι πρὸς ὑμᾶς, ἀμοιβαίαν εὔνοιαν
- 1.4.3.1
εἰκότως ἤλπικα. νῦν δὲ καιρὸς εὔκαιρος ἐμοί τε αἰσθέσθαι μὴ μάτην πρὸς ὑμᾶς τοσούτου χρόνου τιμήν τε καὶ σπουδὴν κατατεθεῖσθαι, ὑμῖν τε ἀποδοῦναι χάριν, δείξασιν ὅτι ὑπὲρ ὧν ἐτύχετε οὐκ ἀμνημονεῖτε. ὁρᾶτε δή μοι τὸν υἱόν, ὃν αὐτοὶ ἀνεθρέψασθε, ἄρτι τῆς μειρακίων ἡλικίας ἐπιβαίνοντα καὶ δεόμενον ὥσπερ ἐν χειμῶνι καὶ ζάλῃ τῶν κυβερνησόντων, μή ποι φερόμενος ὑπ’ ἀτελοῦς τῆς τῶν δεόντων ἐμπειρίας
- 1.4.4.1
ἐς φαῦλα ἐπιτηδεύματα προσαραχθῇ. γένεσθε δὴ οὖν αὐτῷ ὑμεῖς ἀνθ̓ ἑνὸς ἐμοῦ πατέρες πολλοί, περιέποντές τε καὶ τὰ ἄριστα συμβουλεύοντες. οὔτε γὰρ χρημάτων πλῆθος οὐδὲν αὔταρκες πρὸς τυραννίδος ἀκρασίαν, οὔτε δορυφόρων φρουρὰ ἱκανὴ ῥύεσθαι τὸν ἄρχοντα, εἰ μὴ προϋπάρχει ἡ τῶν ὑπηκόων
- 1.4.5.1
εὔνοια. μάλιστα δὲ ἐκεῖνοι ἐς ἀρχῆς μῆκος ἀκινδύνως ἤλασαν, ὅσοι μὴ φόβον ἐξ ὠμότητος, πόθον δὲ τῆς αὑτῶν χρηστότητος ταῖς τῶν ἀρχομένων ψυχαῖς ἐνέσταξαν. οὐ γὰρ οἱ ἐξ ἀνάγκης δουλεύοντες ἀλλ̓ οἱ μετὰ πειθοῦς ὑπακούοντες ἀνύποπτοι καὶ ἔξω κολακείας προσποιήτου δρῶντές τε καὶ πάσχοντες διατελοῦσιν, καὶ οὐδέ ποτε ἀφηνιάζουσιν, ἢν μὴ βίᾳ καὶ
- 1.4.6.1
ὕβρει ἐπὶ τοῦτο ἀχθῶσι. χαλεπὸν δὲ μετριάσαι τε καὶ ὅρον ἐπιθεῖναι ἐπιθυμίαις ὑπηρετούσης ἐξουσίας. τοιαῦτα δὴ συμβουλεύοντες αὐτῷ, καὶ ὧν ἀκούει παρὼν ὑπομιμνήσκοντες, ὑμῖν τε αὐτοῖς καὶ πᾶσιν ἄριστον ἀποδείξετε βασιλέα, τῇ τε ἐμῇ μνήμῃ χαριεῖσθε τὰ μέγιστα, οὕτω τε μόνως ἀίδιον αὐτὴν ποιῆσαι δυνήσεσθε.
- 1.4.7.1
τοσαῦτα εἰπόντα τὸν Μάρκον ἐπιπεσοῦσα λιποθυμία κατεσίγασεν: ὑπὸ δὲ ἀσθενείας τε καὶ ἀθυμίας αὖθις ὑπτίαζεν. οἶκτος δὲ πάντας ἐλάμβανε τοὺς παρόντας, ὡς μηδὲ κατασχόντας αὑτῶν τινὰς ἐς οἰμωγὴν ἀναβοῆσαι. ὃ μὲν οὖν νυκτός τε καὶ ἡμέρας ἐπιβιώσας μιᾶς ἀνεπαύσατο, πόθον τε τοῖς καθ̓ αὑτὸν ἀνθρώποις ἐγκαταλιπὼν ἀρετῆς τε ἀίδιον μνήμην ἐς τὸν ἐσόμενον
- 1.4.8.1
αἰῶνα. τελευτήσαντος δὲ Μάρκου, ἐπειδὴ διεφοίτησεν ἡ φήμη, πᾶν τε τὸ παρὸν στρατιωτικὸν καὶ τὸ δημῶδες πλῆθος ὁμοίως πένθει κατείχετο, οὐδέ τις ἦν ἀνθρώπων τῶν ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν ὃς ἀδακρυτὶ τοιαύτην ἀγγελίαν ἐδέχετο: πάντες δ̓ ὥσπερ ἐκ μιᾶς φωνῆς, οἳ μὲν πατέρα χρηστόν, οἳ δ̓ ἀγαθὸν βασιλέα, γενναῖον δὲ ἕτεροι στρατηγόν, οἳ δὲ σώφρονα καὶ κόσμιον ἄρχοντα ἀνεκάλουν, καὶ οὐδεὶς ἐψεύδετο.
- 1.5.1.1
ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, ἐν ὅσαις περὶ τὴν κηδείαν τοῦ πατρὸς τὸν υἱὸν ἀπησχόλουν, ἔδοξε τοῖς φίλοις προαγαγεῖν τὸ μειράκιον ἐς τὸ στρατόπεδον, ὡς ἂν διαλεχθείη τε τοῖς στρατιώταις, καὶ χρήματα δωρησάμενος, ὡς ἔθος ἐστὶ τοῖς βασιλείαν διαδεχομένοις, μεγαλόφρονι ἐπιδόσει οἰκειώσηται τὸ
- 1.5.2.1
στράτευμα. παρηγγέλθη τε δὴ πᾶσιν ἐλθεῖν ἐς τὸ εἰωθὸς πεδίον αὐτοὺς ὑποδέχεσθαι. προελθὼν δὲ ὁ Κόμμοδος τάς τε βασιλείους θυσίας ἐπετέλει, καὶ βήματος αὐτῷ ἐς ὕψος ἀρθέντος ἐν μέσῳ τῷ στρατοπέδῳ ἀνελθὼν ἐπ’ αὐτό, καὶ περιστησάμενος τοὺς πατρῴους φίλους ʽπολλοὶ δὲ καὶ λόγιοι παρῆσαν αὐτᾦ, ἔλεξε τοιάδε.
- 1.5.3.1
κοινὴν εἶναί μοι πρὸς ὑμᾶς τὴν ἐπὶ τοῖς καταλαβοῦσιν ἀλγηδόνα, καὶ μηδέν τι ἧττον ὑμᾶς ἐμοῦ δυσφορεῖν, ἐμαυτὸν ἀκριβῶς πέπεικα. οὐδὲ γὰρ περιόντος μοι τοῦ πατρὸς πλεονεκτεῖν ὑμῶν ἠξίουν. ἐκεῖνος γὰρ πάντας ἡμᾶς ὡς ἕνα ἠγάπα. ἔχαιρε γοῦν μᾶλλον συστρατιώτην με ἢ υἱὸν καλῶν: τὴν μὲν γὰρ προσηγορίαν ἡγεῖτο φύσεως, τὴν δ̓ ἀρετῆς κοινωνίαν. φέρων τέ με πολλάκις ἔτι νήπιον ὄντα ταῖς ὑμετέραις
- 1.5.4.1
ἐνεχείρισε πίστεσι. διόπερ καὶ ῥᾷστα πάσης εὐνοίας μεθέξειν πρὸς ὑμῶν ἤλπικα, τῶν μὲν πρεσβυτέρων τροφεῖά μοι ταῦτα ὀφειλόντων, τοὺς δ̓ ἡλικιώτας εἰκότως ἂν καὶ συμφοιτητὰς τῶν ἐν ὅπλοις ἔργων ἀποκαλοίην: πάντας γὰρ ἡμᾶς ὡς ἕνα ὁ πατὴρ
- 1.5.5.1
ἐφίλει τε καὶ πᾶσαν ἀρετὴν ἐπαίδευεν. ἔδωκε δὲ μετ̓ ἐκεῖνον ἐμὲ βασιλέα ἡ τύχη, οὐκ ἐπείσακτον, ὥσπερ οἱ πρὸ ἐμοῦ προσκτήτῳ σεμνυνόμενοι ἀρχῇ, ἀλλὰ μόνος τε ὑμῖν ἐγὼ ἐν τοῖς βασιλείοις ἀπεκυήθην, καὶ μὴ πειραθέντα με ἰδιωτικῶν σπαργάνων ἅμα τῷ τῆς γαστρὸς προελθεῖν ἡ βασίλειος ἐδέξατο πορφύρα, ὁμοῦ δέ με εἶδεν ἥλιος ἄνθρωπον καὶ βασιλέα.
- 1.5.6.1
εἰκότως ἂν οὖν ταῦτα λογιζόμενοι στέργοιτε οὐ δοθέντα ὑμῖν ἀλλὰ γεννηθέντα αὐτοκράτορα. ὁ μὲν γὰρ πατὴρ ἐς οὐρανὸν ἀναπτὰς ὀπαδὸς ἤδη καὶ σύνεδρός ἐστι θεῶν: ἡμῖν δὲ χρὴ μέλειν τῶν ἐν ἀνθρώποις καὶ τὰ ἐπὶ γῆς διοικεῖν. κατορθοῦν δὲ αὐτὰ καὶ βεβαιοῦν ὑμέτερον ἔργον, εἰ τά τε τοῦ πολέμου λείψανα μετὰ πάσης ἀνδρείας ἀπαλείψαιτε καὶ τὴν
- 1.5.7.1
Ῥωμαίων ἀρχὴν μέχρις ὠκεανοῦ προαγάγοιτε. ὑμῖν τε γὰρ ταῦτα δόξαν οἴσει, καὶ τὴν τοῦ κοινοῦ πατρὸς μνήμην χάρισιν ἀξίαις οὕτως ἀμείψεσθε, ὃν ἐπακούειν τε τῶν λεγομένων καὶ τὰ πραττόμενα ἐφορᾶν ἡγεῖσθε. εὐδαιμονοίημεν δ̓ ἂν τὰ δέοντα πράττοντες ὑπὸ τοιούτῳ μάρτυρι. καὶ τὰ μὲν πρότερον ὑμῖν ἀνδρείως κατορθωθέντα ἐς τὴν ἐκείνου σοφίαν τε καὶ στρατηγίαν τὴν ἀναφορὰν ἔχει: ὅσα δ̓ ἂν σὺν ἐμοὶ βασιλεῖ νέῳ προθύμως ἐπιδείξησθε, τούτων τὴν δόξαν πίστεώς
- 1.5.8.1
τε ἀγαθῆς καὶ ἀνδρείας ἀποίσεσθε. τό τε ἐν ἡμῖν νέον σεμνότητος πληρώσετε τῇ τῶν ὑμετέρων ἔργων ἀνδραγαθίᾳ. τὸ βάρβαρον δὲ ἐν ἀρχῇ νέας ἡγεμονίας κολασθὲν οὔτε ἐς τὸ παρὸν καταθαρσήσει τῆς ἡλικίας καταφρονῆσαν, τά τε μέλλοντα φοβήσεται δέει τῶν πεπειραμένων. τοσαῦτα ὁ Κόμμοδος εἰπών, καὶ μεγαλόφροσι δωρεαῖς χρημάτων οἰκειωσάμενος τὸ στρατιωτικόν, ἐς τὴν βασίλειον ἐπανῆλθεν αὐλήν.
- 1.6.1.1
ὀλίγου μὲν οὖν τινὸς χρόνου πάντα ἐπράττετο τῇ γνώμῃ τῶν πατρῴων φίλων, οἳ πανημέριοι συνῆσαν αὐτῷ τὰ βέλτιστα συμβουλεύοντες, καὶ τοσοῦτον ἐνδιδόντες χρόνον ὅσον ἐνόμιζον αὐτάρκη πρὸς σώφρονα τοῦ σώματος ἐπιμέλειαν. παρεισδύντες δέ τινες τῶν ἐπὶ τῆς αὐλῆς οἰκετῶν διαφθείρειν ἐπειρῶντο νέον ἦθος βασιλέως, ὅσοι τε κόλακες τραπέζης, καὶ τὸ εὔδαιμον γαστρὶ καὶ τοῖς αἰσχίστοις μετροῦσιν, ὑπομιμνήσκοντες αὐτὸν τῆς ἐν Ῥώμῃ τρυφῆς, θεάματά τε καὶ ἀκούσματα τερπνὰ διηγούμενοι, τήν τε τῶν ἐπιτηδείων δαψίλειαν καταριθμοῦντες, διαβάλλοντές τε πᾶσαν τὴν ἐπὶ ταῖς ὄχθαις τοῦ Ἴστρου ὥραν, μήτε ὀπώρας εὔφορον κρυεράν τε ἀεὶ καὶ συννεφῆ.
- 1.6.2.1
οὐ παύσῃ δὲ ἔλεγον, ὦ δέσποτα, πηγνύμενόν τε καὶ ὀρυττόμενον πίνων ὕδωρ; ἄλλοι δὲ ἀπολαύσουσι πηγῶν τε θερμῶν καὶ ψυχροῦ νάματος ἀτμίδων τε καὶ ἀέρων ὧν Ἰταλία μόνη εὔφορος; τοιαῦτα δή τινα τῷ μειρακίῳ ὑποτυπούμενοι ἤγειρον αὐτοῦ τὰς
- 1.6.3.1
ὀρέξεις ἐς τὴν ἡδονῶν ἐπιθυμίαν. αἰφνιδίως δὲ καλέσας τοὺς φίλους ποθεῖν ἔλεγε τὴν πατρίδα: ὁμολογεῖν δὲ τὰς αἰτίας τῆς αἰφνιδίου ὁρμῆς αἰδούμενος, δεδιέναι προσεποιεῖτο μή τις ἐκεῖσε προκαταλάβοι τὴν βασίλειον ἑστίαν τῶν εὐπατριδῶν πλουσίων, εἶθ̓ ὥσπερ ἐξ ὀχυρᾶς ἀκροπόλεως δύναμιν καὶ περιβολὴν συγκροτήσας ἐπιθῆται τῇ ἀρχῇ: αὐτάρκης δὲ ὁ δῆμος χορηγῆσαι πλῆθος ἐπιλέκτων νεανιῶν.
- 1.6.4.1
τοιαῦτά τινα προφασιζομένου τοῦ μειρακίου οἱ μὲν ἄλλοι συνεστάλησάν τε τὴν ψυχήν, καὶ σκυθρωπαῖς ταῖς ὄψεσιν ἐς γῆν ἔνευσαν: Πομπηιανὸς δέ, ὃς πρεσβύτατός τε ἦν ἁπάντων καὶ κατ̓ ἐπιγαμίαν προσήκων αὐτῷ ʽσυνῴκει γὰρ τῇ πρεσβυτάτῃ τῶν ἀδελφῶν τοῦ Κομμόδοὐ ποθεῖν μέν σε ἔφη, τέκνον καὶ δέσποτα, τὴν πατρίδα εἰκός: καὶ γὰρ αὐτοὶ τῶν
- 1.6.5.1
οἴκοι ὁμοίᾳ ἐπιθυμίᾳ ἑαλώκαμεν. ἀλλὰ τὰ ἐνταῦθα προυργιαίτερα ὄντα καὶ μᾶλλον ἐπείγοντα ἐπέχει τὴν ἐπιθυμίαν. τῶν μὲν γὰρ ἐκεῖσε καὶ ὕστερον ἐπὶ πλεῖστον αἰῶνα ἀπολαύσεις, ἐκεῖ τε ἡ Ῥώμη ὅπου ποτ̓ ἂν ὁ βασιλεὺς ᾖ: τὸν δὲ πόλεμον ἀτελῆ καταλιπεῖν μετὰ τοῦ ἀπρεποῦς καὶ ἐπισφαλές: θάρσος γὰρ ἐμβαλοῦμεν τοῖς βαρβάροις, οὐκ ἐπανόδου πόθον ἀλλὰ
- 1.6.6.1
φυγὴν καὶ δέος ἡμῶν καταγνοῦσι. καλὸν δέ σοι χειρωσαμένῳ πάντας αὐτούς, καὶ τὴν ὑπὸ τῇ ἄρκτῳ ἀρχὴν ὠκεανῷ ὁρίσαντα, ἐπανελθεῖν οἴκαδε θριαμβεύοντί τε καὶ δεσμίους ἀπάγοντι καὶ αἰχμαλώτους βασιλεῖς τε καὶ σατράπας βαρβάρους: τούτοις γὰρ καὶ οἱ πρὸ σοῦ Ῥωμαῖοι μεγάλοι τε καὶ ἔνδοξοι γεγόνασι. δεδιέναι δέ σε οὐ χρὴ μή τις ἐκεῖ τοῖς πράγμασιν ἐπιθῆται. οἵ τε γὰρ ἄριστοι τῆς βουλῆς ἐνταῦθα σὺν σοί: ἥ τε στρατιωτικὴ δύναμις παροῦσα πᾶσα τῆς σῆς ἀρχῆς προασπίζει: ταμιεῖά τε χρημάτων βασιλικῶν ἐνταῦθα πάντα: ἥ τε τοῦ πατρὸς μνήμη αἰώνιόν σοι πίστιν καὶ εὔνοιαν παρὰ τῶν ἀρχομένων ἐβεβαίωσεν.
- 1.6.7.1
τοιαῦτά τινα ἐς προτροπὴν καὶ τὴν πρὸς τὰ κρείττονα ὁρμὴν ὁ Πομπηιανὸς εἰπὼν διέτρεψε πρὸς ὀλίγον τὸ μειράκιον: αἰδεσθεὶς γὰρ ὁ Κόμμοδος τὰ λεχθέντα, οὐδέν τε οἷός2τε ὢν εὐλόγως ἀποκρίνασθαι, τοὺς φίλους ἀπεπέμψατο, φήσας ἀκριβέστερον καθ̓
- 1.6.8.1
αὑτὸν ἐπισκέψεσθαι τὸ πρακτέον. ἐγκειμένων δὲ τῶν περὶ αὐτὸν θεραπόντων οὐκέτι μὲν τοῖς φίλοις οὐδὲν ἐκοινώσατο, ἐκπέμψας δὲ γράμματα, καὶ διανείμας οἷς ἐδοκίμασε τῆς ὄχθης τοῦ Ἴστρου τὴν πρόνοιαν, προστάξας τε αὐτοῖς ἀνέχειν τὰς τῶν βαρβάρων ἐπιδρομάς, ἐπαγγέλλει τὴν ἔξοδον. οἳ μὲν οὖν διῴκουν τὰ ἐγκεχειρισμένα: οἳ καὶ οὐ πολλῷ χρόνῳ πλείστους τῶν βαρβάρων ὅπλοις ἐχειρώσαντο, τοὺς δὲ ἐπὶ μεγάλαις συντάξεσιν ἐς φιλίαν ἐπηγάγοντο, ῥᾷστα πείσαντες.
- 1.6.9.1
φύσει γὰρ τὸ βάρβαρον φιλοχρήματον, καὶ κινδύνων καταφρονήσαντες ἢ δἰ ἐπιδρομῆς καὶ ἐφόδου τὸ χρειῶδες πρὸς τὸν βίον πορίζονται, ἢ μεγάλων μισθῶν τὴν εἰρήνην ἀντικαταλλάσσονται. ἅπερ ὁ Κόμμοδος εἰδώς, καὶ τὸ ἀμέριμνον ὠνούμενος, ἀφειδῶς τε ἔχων χρημάτων, πάντα ἐδίδου τὰ αἰτούμενα.
- 1.7.1.1
τῆς δὲ ἐξόδου διαγγελθείσης κίνησις δὴ μεγίστη καταλαμβάνει τὸ στρατόπεδον, καὶ πάντες αὐτῷ συναπελθεῖν ἤθελον, ὡς ἀπαλλαγεῖεν μὲν τῆς ἐν τῇ πολεμίᾳ διατριβῆς, ἀπολαύσειαν δὲ τῆς ἐν Ῥώμῃ τρυφῆς. ἐπειδὴ δὲ διεφοίτησεν ἡ φήμη ἄγγελοί τε ἧκον κηρύττοντες τὴν τοῦ βασιλέως ἄφιξιν, ὑπερήσθη τε ὁ Ῥωμαίων δῆμος καὶ χρηστὰς εἶχεν ἐλπίδας νέου αὐτοκράτορος ἐπιδημίᾳ, πατρῴζειν τὸ μειράκιον ἡγούμενοι.
- 1.7.2.1
ἀνύσας δὲ τὴν ὁδοιπορίαν ὁ Κόμμοδος μετὰ νεανικῆς σπουδῆς, καὶ διαδραμὼν τὰς ἐν μέσῳ πόλεις, ὑποδεχθείς τε πανταχοῦ βασιλικῶς καὶ δήμοις ἑορτάζουσιν ἐπιφανείς, ἀσπαστός τε καὶ ποθεινὸς πᾶσιν
- 1.7.3.1
ὤφθη. ὡς δὲ πλησίον ἐγένετο τῆς Ῥώμης, πᾶσά τε ἡ σύγκλητος βουλὴ καὶ πανδημεὶ ὅσοι τὴν Ῥώμην κατῴκουν ἄνθρωποι, μὴ κατασχόντες αὑτῶν ἀλλ̓ ἕκαστος φθάσαι θέλων, δαφνηφόροι τε καὶ πάντα ἐπιφερόμενοι ἄνθη τότε ἀκμάζοντα, ὡς ἕκαστος οἷός2τε ἦν, πόρρω τῆς πόλεως ὑπήντων, θεασόμενοι τὸν νέον
- 1.7.4.1
καὶ εὐγενῆ βασιλέα. ἐπόθουν γὰρ αὐτὸν ἀληθεῖ ψυχῆς διαθέσει ἅτε παῤ αὐτοῖς γεννηθέντα τε καὶ τραφέντα καὶ ἄνωθεν ἐκ τριγονίας βασιλέα τε καὶ εὐπατρίδην ὄντα Ῥωμαίων. τὸ μὲν γὰρ πρὸς πατρὸς αὐτῷ γένος ἐκ τῶν τῆς συγκλήτου βουλῆς ἐπισήμων ἦν: Φαυστῖνα δὲ ἡ μήτηρ βασίλισσα γεγένητο θυγάτηρ τε οὖσα Ἀντωνίνου τοῦ εὐσεβοῦς ἐπικληθέντος, καὶ Ἀδριανοῦ ἔγγονος κατὰ θηλυγονίαν, ἀνήνεγκε δὲ τὸ γένος αὕτη ἐπὶ Τραϊανὸν πρόπαππον.
- 1.7.5.1
γένους μὲν οὖν ὁ Κόμμοδος οὕτως εἶχε, πρὸς δὲ τῇ τῆς ἡλικίας ἀκμῇ καὶ τὴν ὄψιν ἦν ἀξιοθέατος σώματός τε συμμετρίᾳ καὶ κάλλει προσώπου μετ̓ ἀνδρείας. ὀφθαλμῶν τε γὰρ ἄρθμιαι καὶ πυρώδεις βολαί, κόμη τε φύσει ξανθὴ καὶ οὔλη, ὡς, εἴ ποτε φοιτῴη δἰ ἡλίου, τοσοῦτον ἐκλάμπειν αὐτῷ πυροειδές τι ὡς τοὺς μὲν οἴεσθαι ῥίνημα χρυσοῦ προϊόντι ἐπιπάσσεσθαι, τοὺς δὲ ἐκθειάζειν, λέγοντας αἴγλην τινὰ οὐράνιον περὶ τὴν κεφαλὴν συγγεγενῆσθαι. αὐτῷ: ἴουλοί τε αὐτοῦ κατιόντες ταῖς παρειαῖς ἐπήνθουν. τοιοῦτον δὴ θεασάμενοι τὸν βασιλέα οἱ Ῥωμαῖοι εὐφημίαις τε παντοδαπαῖς καὶ στεφάνων καὶ ἀνθέων
- 1.7.6.1
βολαῖς ὑπεδέχοντο. ὡς δ̓ ἐς τὴν Ῥώμην εἰσήλασεν, ἔς τε τοῦ Διὸς τὸ τέμενος καὶ τοὺς ἄλλους νεὼς ἀνελθὼν εὐθύς, τῇ συγκλήτῳ καὶ τοῖς ἐν Ῥώμῃ καταλειφθεῖσι στρατιώταις χαριστήρια ὁμολογήσας τῆς φυλαχθείσης πίστεως, ἐς τὴν βασίλειον αὐλὴν ἀνεχώρησεν.
- 1.8.1.1
χρόνου μὲν οὖν τινὸς ὀλίγων ἐτῶν τιμὴν πᾶσαν ἀπένεμε τοῖς πατρῴοις φίλοις, πάντα τε ἔπραττεν ἐκείνοις συμβούλοις χρώμενος: ἐπεὶ δὲ τὴν πρόνοιαν ἐνεχείρισε τῆς ἀρχῆς ἑαυτῷ, ἐπιστήσας τοῖς στρατοπέδοις Περέννιον, ἄνδρα τὸ μὲν γένος Ἰταλιώτην, στρατιωτικὸν δ̓ εἶναι δοκοῦντα ʽδιὸ καὶ μάλιστα αὐτὸν ἔπαρχον ἐποίησε τῶν στρατοπέδων̓, τῇ τοῦ μειρακίου ἀποχρώμενος ἡλικίᾳ ἐκεῖνος εἴασεν αὐτὸν τρυφαῖς σχολάζοντα καὶ κραιπάλαις, τῆς τε φροντίδος καὶ
- 1.8.2.1
τῶν βασιλείων καμάτων ἀπῆγεν αὐτόν, πᾶσαν δὲ τὴν διοίκησιν τῆς ἀρχῆς αὐτὸς ἀνεδέξατο πλούτου τε ἀκρατήτῳ ἐπιθυμίᾳ καὶ τῶν μὲν προσκτωμένων ἀεὶ καταφρονήσει, τῶν δ̓ οὔπω παρόντων ἀπλήστῳ ἀντιποιήσει. τούς τε πατρῴους φίλους πρῶτος διαβάλλειν ἤρξατο, καὶ ὅσοι πλούσιοί τε ἦσαν καὶ εὐγενεῖς, τούτους ἐς ὑποψίαν ἄγων τὸ μειράκιον ἐφόβει, ὡς ἂν αὐτοὺς διαχρησάμενος ἀφορμὴν αὐτῷ παράσχοι καὶ ἐξουσίαν ἁρπάζειν τὰ ἐκείνων κτήματα.
- 1.8.3.1
μέχρι μὲν οὖν τινὸς ἐπεῖχε τὸν νεανίσκον ἥ τε τοῦ πατρὸς μνήμη καὶ ἡ πρὸς τοὺς φίλους αἰδώς. ἀλλὰ γάρ, ὥσπερ τινὸς πονηρᾶς καὶ βασκάνου τύχης ἀνατρεπούσης αὐτοῦ τὸ ἔτι σῶφρον καὶ κόσμιον, συνέβη τι τοιοῦτον. Λουκίλλα ἦν τῷ Κομμόδῳ πρεσβυτάτη πάντων ἀδελφή. αὕτη πρότερον Λουκίῳ ʽ??ʼήρῳ αὐτοκράτορι συνῴκει, ὃν κοινωνὸν τῆς βασιλείας Μάρκος ποιησάμενος, ἐκδούς τε αὐτῷ τὴν θυγατέρα, δεσμὸν εὐνοίας ἐχυρώτατον τὴν πρὸς αὐτὸν ἐπιγαμίαν ἐποιήσατο. ἀλλ̓ ἐπεὶ συνέβη τὸν Λούκιον τελευτῆσαι, μενόντων τῇ Λουκίλλῃ τῶν τῆς βασιλείας συμβόλων
- 1.8.4.1
Πομπηιανῷ ὁ πατὴρ ἐξέδοτο αὐτήν. οὐδὲν ἧττον μέντοι καὶ ὁ Κόμμοδος ἐφύλαττε τὰς τιμὰς τῇ ἀδελφῇ: καὶ γὰρ ἐπὶ τοῦ βασιλείου θρόνου καθῆστο ἐν τοῖς θεάτροις, καὶ τὸ πῦρ προεπόμπευεν αὐτῆς. ἐπεὶ δὲ ὁ Κόμμοδος γυναῖκα ἠγάγετο, Κρισπῖναν ὄνομα, ἀνάγκη τε ἐγένετο τὴν προεδρίαν ἀπονέμεσθαι τῇ τοῦ βασιλεύοντος γυναικί, δυσφόρως τοῦτο φέρουσα ἡ Λουκίλλα, καὶ τὴν ἐκείνης τιμὴν ἑαυτῆς ὕβριν νομίζουσα, τὸν μὲν ἑαυτῆς ἄνδρα Πομπηιανὸν εἰδυῖα ἀγαπῶντα τὸν Κόμμοδον, οὐδὲν αὐτῷ περὶ ἐπιθέσεως τῆς ἀρχῆς ἀνακοινοῦται, Κοδράτου δέ, νεανίσκου εὐγενοῦς τινὸς καὶ πλουσίου, ἐφ̓ οὗ καὶ λανθανούσῃ συνουσίᾳ διεβάλλετο, πεῖραν τῆς γνώμης λαμβάνουσα, περί τε τῆς προεδρίας συνεχῶς ἀπωδύρετο, καὶ κατ̓ ὀλίγον ἀνέπεισε τὸν νεανίσκον ὀλέθρια βουλεύσασθαι ἑαυτῷ τε καὶ πάσῃ τῇ συγκλήτῳ.
- 1.8.5.1
συνωμότας γὰρ ἐκεῖνος τῆς ἐπιβουλῆς λαβών τινας τῶν ἐξεχόντων, ἀναπείθει νεανίσκον τινά, καὶ αὐτὸν ὄντα τῆς βουλῆς, Κυιντιανὸν ὄνομα, προπετῆ δὲ καὶ θρασύν, λαβόντα ἐγχειρίδιον ὑπὸ κόλπου, καιρὸν φυλάξαντα καὶ τόπον ἐπιτήδειον ἐπιπεσεῖν τε τῷ Κομμόδῳ καὶ φονεῦσαι, τὰ λοιπὰ φήσας αὐτὸς κατορθώσεσθαι
- 1.8.6.1
χρημάτων ἐπιδόσει. ὃ δ̓ ὑποστὰς ἐν τῇ τοῦ ἀμφιθεάτρου εἰσόδῳ ʽζοφώδης δὲ αὕτη, διὸ καὶ λήσεσθαι ἤλπισἐ, γυμνώσας τὸ ξιφίδιον, ἐπελθών τε αἰφνιδίως τῷ Κομμόδῳ, καὶ μεγάλῃ φωνῇ προειπὼν ὑπὸ τῆς συγκλήτου αὐτῷ ἐπιπεπέμφθαι, τρῶσαι μὴ φθάσας, ἀλλ̓ ἐν ᾧ περὶ τὴν τῶν ῥημάτων προφορὰν ἠσχολεῖτο καὶ τὴν δεῖξιν τοῦ ξίφους, συλληφθεὶς ὑπὸ τῶν σωματοφυλάκων τοῦ βασιλέως, δίκην ἀνοίας ὑπέσχεν, ὃς προεῖπε τὸ βεβουλευμένον μᾶλλον ἢ ἔδρασε, παρέσχε τε αὑτῷ μὲν προγνωσθέντι ἁλῶναι, ἐκείνῳ δὲ προμαθόντι φυλάξασθαι.
- 1.8.7.1
αὕτη μὲν δὴ πρώτη καὶ μεγίστη αἰτία τῷ μειρακίῳ μίσους ἐγένετο πρὸς τὴν σύγκλητον βουλήν, ἔτρωσέ τε αὐτοῦ τὴν ψυχὴν τὰ λεχθέντα, καὶ κοινοὺς ἐχθροὺς πάντας ἡγεῖτο, μεμνημένος ἀεὶ τῆς τοῦ ἐπιδραμόντος
- 1.8.8.1
φωνῆς. ὑπῆρξε δὲ καὶ τῷ Περεννίῳ πρόφασίς τε καὶ ὑπόθεσις αὐτάρκης: ἐκκόπτειν γὰρ ἀεὶ καὶ κολούειν αὐτῷ συνεβούλευε τοὺς ὑπερέχοντας, ὧν ἁρπάζων τὰς οὐσίας ῥᾷστα πλουσιώτατος ἐγένετο τῶν καθ̓ αὑτὸν ἀνθρώπων. γενομένης δ̓ ἐξετάσεως διὰ τοῦ Περεννίου ἀκριβεστέρας, τήν τε ἀδελφὴν ὁ Κόμμοδος διεχρήσατο καὶ πάντας ἀφειδῶς τούς τε ὄντας ἐν τῇ συνωμοσίᾳ καὶ τοὺς ἐφ̓ οἱαισδήποτε διαβληθέντας ὑποψίαις.
- 1.9.1.1
ὁ δὲ Περέννιος ἀποσκευασάμενος πάντας οὓς καὶ ὁ Κόμμοδος ᾐδεῖτο καὶ ὅσοι πατρῴαν αὐτῷ εὔνοιαν ἐπεδείκνυντο τῆς τε ἐκείνου σωτηρίας προμήθειαν εἶχον, ποιησάμενός τε αὑτὸν ἐπ’ ἐξουσίαν, ἐπεβούλευε τῇ ἀρχῇ, καὶ τοῖς τε υἱοῖς ἑαυτοῦ νεανίαις οὖσιν ἐγχειρίσαι πείθει τὸν Κόμμοδον τὴν πρόνοιαν τῶν Ἰλλυρικῶν στρατευμάτων, αὐτός τε πλεῖστα χρήματα ἤθροιζεν ἐς τὸ ἐπιδόσεσι λαμπραῖς ἀποστῆσαι τὸ στρατιωτικόν. οἱ δὲ παῖδες αὐτοῦ λανθάνοντες συνεκρότουν δύναμιν, ὡς ἂν τοῦ Περεννίου κατεργασαμένου
- 1.9.2.1
τὸν Κόμμοδον ἐπιθεῖντο τῇ ἀρχῇ. ἐγνώσθη δ̓ ἡ ἐπιβουλὴ παραδόξῳ τρόπῳ. ἱερὸν ἀγῶνα τελοῦσι Ῥωμαῖοι Διὶ Καπετωλίῳ, θεάματά τε σοφίας καὶ ἰσχύος πάντα ἀθροίζεται ὡς ἐς βασιλίδα πόλιν πανηγυρίζουσαν. θεατὴς δὲ καὶ ἀθλοθέτης σὺν τοῖς λοιποῖς ἱερεῦσιν,
- 1.9.3.1
οὓς ἐκ περιόδων χρόνου ἡ τάξις καλεῖ, ὁ βασιλεὺς γίνεται. κατελθόντος δὴ τοῦ Κομμόδου ἐπὶ τὴν ἀκρόασιν τῶν ἐνδόξων ἀγωνιστῶν, καὶ αὐτοῦ μὲν προκαθίσαντος ἐν τῇ βασιλείῳ ἕδρᾳ, πληρωθέντος δὲ τοῦ θεάτρου μετὰ πάσης εὐκοσμίας, τῶν τε ἐν ἀξιώσεσιν ἐν ἐξαιρέτοις ἕδραις καὶ ὡς ἑκάστοις διετέτακτο ἱδρυμένων, πρίν τι λέγεσθαι ἢ πράττεσθαι ἐπὶ τῆς σκηνῆς ἀνὴρ φιλοσόφου φέρων σχῆμα ʽβάκτρον γὰρ ἦν αὐτῷ μετὰ χεῖρας, ἡμιγύμνῳ τε αὐτῷ ἐκκρεμὴς πήρἀ εἰσδραμών, καὶ στὰς ἐν μέσῃ τῇ σκηνῇ, τῷ τε τῆς χειρὸς
- 1.9.4.1
νεύματι τὸν δῆμον κατασιγάσας, οὐ πανηγυρίζειν σοι καιρός ἔφη Κόμμοδε νῦν, οὐδὲ θέαις καὶ ἑορταῖς σχολάζειν: ἐπίκειται γάρ σου τοῖς αὐχέσι τὸ τοῦ Περεννίου ξίφος, καὶ εἰ μὴ φυλάξῃ κίνδυνον οὐκ ἐπαιωρούμενον ἀλλ̓ ἤδη παρόντα, λήσεις ἀπολόμενος. αὐτός τε γὰρ ἐνταῦθα δύναμιν ἐπὶ σοὶ καὶ χρήματα ἀθροίζει οἵ τε παῖδες αὐτῷ τὴν Ἰλλυρικὴν στρατιὰν ἀναπείθουσιν. εἰ δὲ μὴ φθάσεις, διαφθείρῃ.
- 1.9.5.1
ταῦτα εἰπόντος αὐτοῦ, εἴτε ὑπό τινος δαιμονίου τύχης ἐπειχθέντος, εἴτε καὶ τολμήσαντος ἵνα δόξαν ἄρηται πρότερον ἄγνωστος καὶ ἄσημος ὤν, εἴτε ἐλπίσαντος ἀμοιβῆς μεγαλοδώρου τεύξεσθαι παρὰ τοῦ βασιλέως, ἀφασία τὸν Κόμμοδον καταλαμβάνει. καὶ πάντες ὑπώπτευον μὲν τὰ λεχθέντα, πιστεύειν δὲ οὐ προσεποιοῦντο. κελεύει δὲ αὐτὸν συλληφθῆναι ὁ Περέννιος, οἷά τε μεμηνότα καὶ ψευδῆ λέγοντα πυρὶ παραδοθῆναι. ὃ μὲν δὴ ἀκαίρου παρρησίας τοιαύτην ὑπέσχε
- 1.9.6.1
δίκην: οἱ μέντοι περὶ τὸν Κόμμοδον, ὅσοι τε εὐνοεῖν προσεποιοῦντο, καὶ πάλαι μὲν ἀπεχθῶς πρὸς τὸν Περέννιον διακείμενοι ʽβαρὺς γὰρ καὶ ἀφόρητος ἦν ὑπεροψίᾳ καὶ ὕβρεἰ τότε καιρὸν εὔκαιρον ἔχοντες διαβάλλειν ἐπειρῶντο. ἐχρῆν τε ἄρα τὸν Κόμμοδον τὴν ἐπιβουλὴν ἐκφυγεῖν καὶ τὸν Περέννιον σὺν τοῖς
- 1.9.7.1
παισὶ διολέσθαι κακῶς. ἦλθον γὰρ μετ̓ οὐ πολὺ στρατιῶταί τινες λαθόντες τὸν τοῦ Περεννίου παῖδα, καὶ νομίσματα ἐκόμισαν ἐκτετυπωμένα τὴν ἐκείνου εἰκόνα: λαθόντες δὲ καίτοι ἔπαρχον ὄντα τὸν Περέννιον, καὶ δείξαντες τῷ Κομμόδῳ τὰ νομίσματα, διδάξαντές τε τῆς ἐπιβουλῆς τὰ λανθάνοντα, αὐτοὶ μὲν
- 1.9.8.1
ἔτυχον μεγάλων δωρεῶν, ἀγνοοῦντος δὲ ταῦτα τοῦ Περεννίου μηδέν τε τοιοῦτον προσδεχομένου, νύκτωρ ὁ Κόμμοδος πέμψας ἀποτέμνει τὴν κεφαλήν: καὶ τὴν ταχίστην, ὅπως τὴν τῶν πραττομένων γνῶσιν φθάσωσιν, ἐκπέμπει τοὺς πορευσομένους φήμης ὀξυτέρῳ δρόμῳ ἐπιστῆναί τε δυνησομένους τῷ παιδὶ τοῦ Περεννίου τὰ ἐπὶ τῆς Ῥώμης ἀγνοοῦντι, γράμματά τε φιλικὰ ποιήσας καὶ μείζοσι φήσας καλεῖν ἐλπίσιν αὐτὸν
- 1.9.9.1
ἥκειν κελεύει. ὃ δὲ μήτε τι τῆς παρασκευῆς πω καὶ τῶν βεβουλευμένων μήτε τι τῶν κατὰ τὸν πατέρα εἰδώς, τῶν τε ἀγγέλων εἰπόντων ταῦτα καὶ τὸν πατέρα ἐντετάλθαι ῥήμασι, μηδὲν δὲ ἐπεσταλκέναι τοῖς βασιλείοις ἀρκούμενον γράμμασι, πιστεύσας ὁ νεανίας, ἀσχάλλων μὲν καὶ δυσφορῶν ὅτι δὴ ἀτελῆ κατέλιπε τὰ βεβουλευμένα, ὅμως δὲ θαρρῶν τῇ τοῦ πατρὸς
- 1.9.10.1
ὡς ἔτι συνεστώσῃ δυνάμει, ποιεῖται τὴν ἔξοδον. γενόμενον δὲ αὐτὸν κατὰ τὴν Ἰταλίαν, οἷς τοῦτο ἐντέταλτο, διεχρήσαντο. τοιοῦτον μὲν δὴ τέλος ἐκείνους κατέλαβεν: ὁ δὲ Κόμμοδος δύο τοὺς ἐπάρχους καταστήσας ἀσφαλέστερον ᾠήθη μὴ ἑνὶ πιστεύειν τοσαύτην ἐξουσίαν, μερισθεῖσαν δὲ αὐτὴν ἀσθενεστέραν ἔσεσθαι ἤλπισε πρὸς τὴν βασιλείας ἐπιθυμίαν.
- 1.10.1.1
χρόνου δὲ οὐ πολλοῦ διαγενομένου ἑτέρα τις ἐπιβουλὴ τοιαύτη κατ̓ αὐτοῦ συνεσκευάσθη. Μάτερνος ἦν τις, στρατιώτης μὲν πρότερον, πολλὰ δὲ καὶ δεινὰ τολμήσας, τήν τε τάξιν λιπὼν καὶ πείσας ἑτέρους ἀπὸ τῶν αὐτῶν ἔργων συναποδρᾶναι, χεῖρα πολλὴν κακούργων ἐν ὀλίγῳ ἀθροίσας χρόνῳ, τὰ μὲν πρῶτα κώμαις τε καὶ ἀγροῖς ἐπιτρέχων ἐλῄστευεν, ἐπεὶ δὲ πολλῶν χρημάτων ἐγκρατὴς ἐγένετο, μεῖζόν τι πλῆθος ἤθροισε κακούργων μεγάλαις τε δωρεῶν ὑποσχέσεσι καὶ τῶν ἁλισκομένων κοινωνίᾳ, ὡς μηκέτι
- 1.10.2.1
λῃστῶν ἀλλὰ καὶ πολεμίων ἔχειν ἀξίωμα. πόλεσι γὰρ ἤδη μεγίσταις ἐπετίθεντο, καὶ τὰ ἐν αὐταῖς δεσμωτήρια βίᾳ ῥηγνύντες, τοὺς ἐφ̓ οἱαισδὴ καθειρχθέντας αἰτίαις δεσμῶν ἐλευθέρους ἀφιέντες ἄδειάν τε ὑπισχνούμενοι, εὐεργεσίαις ἐς τὴν συμμαχίαν προσήγοντο: πᾶσάν τε κατατρέχοντες τὴν Κελτῶν καὶ Ἰβήρων χώραν, πόλεσί τε ταῖς μεγίσταις ἐπιόντες, καὶ μέρη μὲν ἐμπιπράντες, τὰ δὲ λοιπὰ ἁρπαγὴν
- 1.10.3.1
ποιούμενοι, ἀνεχώρουν. ὡς δὲ ταῦτα ἐδηλώθη τῷ Κομμόδῳ, μετὰ πάσης ὀργῆς τε καὶ ἀπειλῆς ἐπιστέλλει τοῖς τῶν ἐθνῶν ἡγουμένοις, ῥᾳθυμίαν ἐγκαλῶν, καὶ κελεύει στρατὸν ἐπ’ αὐτοὺς ἀθροισθῆναι. μαθόντες δὲ ἐκεῖνοι δύναμιν ἀγειρομένην ἐπ’ αὐτούς, τῶν μὲν χωρίων ἃ ἐπόρθουν ἀπέστησαν, λαθόντες δὲ διὰ ταχείας καὶ ἀβάτου ὁδοιπορίας κατ̓ ὀλίγους ἐς τὴν Ἰταλίαν παρεδύοντο: καὶ περὶ βασιλείας ἤδη καὶ μειζόνων
- 1.10.4.1
πραγμάτων ὁ Μάτερνος ἐβουλεύετο. ἐπεὶ γὰρ αὐτῷ τὰ προπεπραγμένα πάσης ἐλπίδος μεῖζον ἦν προχωρήσαντα, ᾠήθη δεῖν μέγα τι δράσας κατορθῶσαι, ἢ ἐπείπερ ἅπαξ ἐν κινδύνῳ καθειστήκει, μὴ ἀσήμως μηδ̓ ἀδόξως τελευτῆσαι. ἐπεὶ δὲ αὑτῷ μὴ τοσαύτην ὑπάρχειν δύναμιν ἡγεῖτο ὡς ἐξ ἀντιστάσεως ἰσορρόπου καὶ φανερᾶς ἐφόδου συστῆναι πρὸς τὸν Κόμμοδον ʽτό τε γὰρ πλῆθος τοῦ Ῥωμαίων δήμου ἐλογίζετο εὔνουν ἔτι τῷ Κομμόδῳ ὑπάρχον, τήν τε τῶν περὶ αὐτὸν δορυφόρων εὔνοιαν̓, τέχνῃ καὶ σοφίᾳ
- 1.10.5.1
ἤλπισε περιέσεσθαι. καὶ μηχανᾶται τοιόνδε τι. ἦρος ἀρχῇ ἑκάστου ἔτους, ὡρισμένης ἡμέρας, μητρὶ θεῶν πομπὴν τελοῦσι Ῥωμαῖοι: καὶ πάντα ὅσα παῤ ἑκάστοις πλούτου σύμβολα κειμήλιά τε βασιλέων ὕλης τε ἢ τέχνης θαύματα, τῆς θεοῦ προπομπεύει. ἄνετός τε πᾶσι δέδοται ἐξουσία παντοδαπῆς παιδιᾶς, ἕκαστός τε ὃ βούλεται σχῆμα ὑποκρίνεται: οὐδ̓ ἔστιν οὕτω μέγα ἢ ἐξαίρετον ἀξίωμα, ὃ μὴ παντὶ τῷ βουλομένῳ ἀμφιεσθέντι ὑπάρχει παῖξαί τε καὶ κρύψαι τὴν ἀλήθειαν, ὡς μὴ ῥᾳδίως διαγνῶναι τόν τε ὄντα καὶ τὸν
- 1.10.6.1
μιμούμενον. ἔδοξε δὴ τῷ Ματέρνῳ καιρὸς ἐπιτήδειος εἶναι ἐς τὸ τὴν ἐπιβουλὴν λαθεῖν: ἤλπισε γὰρ αὐτός τε ἀναλαβὼν τὸ τῶν δορυφόρων σχῆμα καὶ τοὺς σὺν αὑτῷ ὁπλίσας ὁμοίως, ἀναμίξας τε τῷ πλήθει τῶν αἰχμοφόρων καὶ τῆς πομπῆς νομισθεὶς μέρος, μηδενός τε προφυλαττομένου αἰφνιδίως ἐπιπεσὼν τὸν
- 1.10.7.1
Κόμμοδον διαχρήσασθαι. ἀλλὰ προδοσίας γενομένης, καὶ τινῶν τῶν σὺν αὐτῷ προκατελθόντων ἐς τὴν πόλιν καὶ τὴν ἐπιβουλὴν κατειπόντων ʽφθόνος γὰρ αὐτοὺς ἐς τοῦτο παρώξυνεν, εἰ δὴ ἔμελλον ἀντὶ λῃστοῦ δεσπότην ἕξειν καὶ βασιλέἀ, πρὶν ἐλθεῖν τὴν ἑορτὴν αὐτός τε ὁ Μάτερνος συλληφθεὶς τὴν κεφαλὴν ἀπετμήθη καὶ οἱ συνωμόται ἀξίας ὑπέσχον δίκας. ὁ δὲ Κόμμοδος θύσας τε τῇ θεῷ καὶ χαριστήρια: ὁμολογήσας τὴν ἑορτὴν ἐπετέλει, παρέπεμπέ τε τὴν θεὸν χαίρων. καὶ σωτήρια τοῦ βασιλέως ὁ δῆμος μετὰ τῆς ἑορτῆς ἐπανηγύριζεν.
- 1.11.1.1
θρησκεύουσι δὲ μάλιστα τὴν θεὸν τήνδε Ῥωμαῖοι ἐξ αἰτίας τοιαύτης, ὡς ἱστορίᾳ παρειλήφαμεν, ἧς ἐπιμνησθῆναι ἔδοξε διὰ τὴν παῤ Ἑλλήνων τισὶν ἀγνωσίαν. αὐτὸ μὲν τὸ ἄγαλμα διιπετὲς εἶναι λέγουσιν, οὔτε δὲ τὴν ὕλην οὔτε τεχνιτῶν ὅστις ἐποίησεν ἐγνωσμένον, οὐδὲ ψαυστὸν χειρὸς ἀνθρωπίνης. τοῦτο δὲ πάλαι μὲν ἐξ οὐρανοῦ κατενεχθῆναι λόγος ἔς τινα τῆς Φρυγίας χῶρον ʽΠεσσινοῦς δὲ ὄνομα αὐτῷ, τὴν δὲ προσηγορίαν λαβεῖν τὸν τόπον ἐκ τοῦ πεσόντος ἀγάλματος ἐξ οὐρανοὖ καὶ πρῶτον ἐκεῖσε ὀφθῆναι.
- 1.11.2.1
ὡς δὲ παῤ ἑτέροις εὕρομεν, Ἴλῳ τῷ Φρυγὶ καὶ Ταντάλῳ τῷ Λυδῷ πόλεμον ἐκεῖ γενέσθαι λέγουσιν, οἳ μὲν περὶ ὅρων, οἳ δὲ περὶ τῆς Γανυμήδους ἁρπαγῆς: ἰσορρόπου δὲ ἐπὶ πολὺ τῆς μάχης γενομένης ἑκατέρωθεν πεσεῖν ἱκανούς, καὶ τὴν συμφορὰν ὄνομα δοῦναι τῷ χωρίῳ. ἔνθα καὶ τὸν Γανυμήδην ἁρπασθέντα ἀφανῆ γενέσθαι λόγος, ἀνθελκόντων αὐτὸν τοῦ ἀδελφοῦ καὶ τοῦ ἐραστοῦ: ἀφανοῦς δὲ γενομένου τοῦ σώματος ἐκθειασθῆναι τὸ πάθος τοῦ μειρακίου ἐς μῦθον καὶ τὴν Διὸς ἁρπαγήν. ἐν δὲ τῷ προειρημένῳ Πεσσινοῦντι πάλαι μὲν Φρύγες ὠργίαζον ἐπὶ τῷ ποταμῷ Γάλλῳ παραρρέοντι, ἀφ̓ οὗ τὴν ἐπωνυμίαν φέρουσιν
- 1.11.3.1
οἱ τῇ θεῷ τομίαι ἱερωμένοι: ἐπεὶ δὲ Ῥωμαίων ηὔξετο τὰ πράγματα, φασὶν αὐτοῖς χρησθῆναι μενεῖν τε τὴν ἀρχὴν καὶ ἐς μέγα προχωρήσειν, εἰ τὴν Πεσσινουντίαν θεὸν μεταγάγοιεν ὡς αὑτούς. πέμψαντες δὲ πρέσβεις ἐς Φρύγας τὸ ἄγαλμα ᾔτουν: ἔτυχον δὲ ῥᾳδίως, συγγένειαν προβαλλόμενοι καὶ τὴν ἀπ̓ Αἰνείου τοῦ Φρυγὸς ἐς αὐτοὺς διαδοχὴν καταλέγοντες. κομισθὲν δὲ ἐπὶ νεὼς τὸ ἄγαλμα καὶ γενόμενον ἐν ταῖς τοῦ Θύμβριδος ἐκβολαῖς ʽταύταις γὰρ ἀντὶ λιμένων ἐχρῶντο οἱ Ῥωμαῖοἰ ἔστησε θείᾳ δυνάμει τὸ
- 1.11.4.1
σκάφος. ἐπὶ πολὺ δὲ πανδημεὶ τῶν Ῥωμαίων τὴν ναῦν ἐφελκόντων, ἀντεχούσης τῆς ἰλύος οὐ πρότερον ἡ ναῦς ἀνέδραμε πρὶν ἢ τὴν ἱέρειαν ἐνεχθῆναι τῆς Ἑστίας. ταύτην ἔδει παρθενεύεσθαι, αἰτίαν δὲ διαφθορᾶς εἶχεν. ὡς μέλλουσα δὲ κριθήσεσθαι, ἱκετεύει τὸν δῆμον ἐπιτρέψαι τῇ Πεσσινουντίᾳ θεῷ τὴν κρίσιν: καὶ λυσαμένη τὴν ζώνην ἐπαφῆκε τῇ πρῴρᾳ τῆς νεώς, προσευξαμένη, εἰ παρθένος εἴη καὶ ἁγνή,
- 1.11.5.1
πεισθῆναι τὸ σκάφος. ῥᾳδίως δὲ τῆς ζώνης ἐξηρτημένης ἡ ναῦς ἠκολούθησεν: ὁμοῦ δὲ τὸ ἐναργὲς τῆς θεοῦ καὶ τὸ σεμνὸν τῆς παρθένου Ῥωμαῖοι ἐθαύμασαν. τοσαῦτα μὲν δὴ τῆς Πεσσινουντίας θεοῦ φιλοτιμότερον ἱστορήσθω, οὐκ ἄχαριν ἕξοντα γνῶσιν τοῖς τὰ Ῥωμαίων οὐκ ἀκριβοῦσιν: ὁ δὲ Κόμμοδος ἐκφυγὼν τὴν Ματέρνου ἐπιβουλήν, πλείονί τε περὶ αὑτὸν ἐχρῆτο φρουρᾷ καὶ σπανίως τοῖς δήμοις ἐπεφαίνετο, τὰ πλεῖστα ἐν προαστείοις καὶ τοῖς ἀπωτέρω τῆς πόλεως βασιλικοῖς κτήμασι διατρίβων, καὶ ἑαυτὸν δικαστηρίων ἀπείργων καὶ βασιλικῶν πράξεων.
- 1.12.1.1
συνέβη δὲ κατ̓ ἐκεῖνο καιροῦ λοιμώδη νόσον κατασχεῖν τὴν Ἰταλίαν: μάλιστα δὲ τὸ πάθος τῇ Ῥωμαίων πόλει ἤκμασεν ἅτε πολυανθρώπῳ τε οὔσῃ φύσει καὶ τοὺς πανταχόθεν ὑποδεχομένῃ, πολλή τε τις
- 1.12.2.1
φθορὰ ἐγένετο ὑποζυγίων ἅμα καὶ ἀνθρώπων. τότε ὁ Κόμμοδος, συμβουλευσάντων αὐτῷ τινῶν ἰατρῶν, ἐς τὴν Λαύρεντον ἀνεχώρησεν: εὐψυχέστερον γὰρ ὂν τὸ χωρίον καὶ μεγίστοις κατάσκιον δαφνηφόροις ἄλσεσιν, ὅθεν καὶ τὸ ὄνομα τῷ χωρίῳ, σωτήριον εἶναι ἐδόκει, καὶ πρὸς τὴν τοῦ ἀέρος φθορὰν ἀντέχειν ἐλέγετο εὐωδίᾳ τε τῆς τῶν δαφνῶν ἀποφορᾶς καὶ τῇ τῶν δένδρων ἡδείᾳ σκιᾷ. ἀλλὰ καὶ οἱ κατὰ τὴν πόλιν, κελευόντων τῶν ἰατρῶν, μύρου εὐωδεστάτου τάς τε ὀσφρήσεις καὶ τὰ ὦτα ἐνεπίμπλασαν, θυμιάμασί τε καὶ ἀρώμασι συνεχῶς ἐχρῶντο, φασκόντων τινῶν τὴν εὐωδίαν φθάσασαν ἐμπιπλάναι τοὺς πόρους τῶν αἰσθήσεων καὶ κωλύειν δέχεσθαι τὸ φθορῶδες τοῦ ἀέρος, ἢ εἰ καί τι προεμπέσοι, κατεργάζεσθαι δυνάμει κρείττονι. πλὴν οὐδὲν ἧττον ἡ νόσος ἐπὶ πλεῖστον ἤκμασε, πολλῆς ἀνθρώπων φθορᾶς γενομένης πάντων τε ζῴων τῶν τοῖς ἀνθρώποις συνοίκων.
- 1.12.3.1
ἐπέσχε δὲ κατ̓ αὐτὸ καὶ λιμὸς τὴν πόλιν ἐξ αἰτίας τοιαύτης. Κλέανδρός τις ἦν, τὸ μὲν γένος Φρύξ, τῶν δημοσίᾳ εἰωθότων ὑπὸ κήρυκι πιπράσκεσθαι: οἰκέτης δὲ βασιλικὸς γενόμενος συναυξηθείς τε τῷ Κομμόδῳ ἐς τοσοῦτον ὑπ’ αὐτοῦ τιμῆς καὶ ἐξουσίας προήχθη ὡς τήν τε τοῦ σώματος φρουρὰν καὶ τὴν τοῦ θαλάμου ἐξουσίαν τήν τε τῶν στρατῶν ἀρχὴν ἐγχειρισθῆναι: ὑπὸ δὲ πλούτου καὶ τρυφῆς
- 1.12.4.1
ἀνεπείσθη καὶ πρὸς βασιλείας ἐπιθυμίαν. ἀθροίζων δὲ χρήματα, καὶ σῖτον πλεῖστον συνωνούμενος καὶ ἀποκλείων, ἤλπιζε προσάξεσθαι τόν τε δῆμον καὶ τὸ στρατόπεδον, εἰ πρῶτον ἐν σπάνει τῶν ἐπιτηδείων καταστήσας ἐπιδόσεσι λαμπραῖς ἁλόντας πόθῳ τοῦ χρειώδους προσαγάγοιτο. μέγιστον δὲ γυμνάσιον κατασκευάσας λουτρὸν δημόσιον ἀνῆκεν αὐτοῖς.
- 1.12.5.1
ὃ μὲν οὖν οὕτω τὸν δῆμον ἐδελέαζεν: οἱ δὲ Ῥωμαῖοι ἀπεχθῶς ἔχοντες πρὸς αὐτόν, καὶ τῶν δεινῶν τὰς αἰτίας ἐς ἐκεῖνον ἀναφέροντες, μισοῦντες αὐτοῦ τὸ ἀκόρεστον τῆς τοῦ πλούτου ἐπιθυμίας, τὰ μὲν πρῶτα ἔν τε θεάτροις συνιστάμενοι καὶ κατὰ πλήθη κακῶς ἠγόρευον, καὶ τὸ τελευταῖον, διάγοντος ἐν προαστείῳ τοῦ Κομμόδου, ἐπελθόντες πανδημεὶ ἐβόων
- 1.12.6.1
καὶ τὸν Κλέανδρον ἐς θάνατον ᾔτουν. ταραχῆς δὲ οὔσης περὶ τὸ προάστειον, τοῦ τε Κομμόδου ἐν τοῖς ἀνακεχωρηκόσι τόποις ἡδοναῖς σχολάζοντος, ἀγνοοῦντός τε τὰ θρυλούμενα, ἐπείπερ ὁ Κλέανδρος ἀγγέλλεσθαί τι τῶν πραττομένων ἐκώλυεν αὐτῷ, αἰφνιδίως, οὐ προσδοκῶντος τοῦ δήμου, ἐπιφαίνονται ὡπλισμένοι κελεύσαντος τοῦ Κλεάνδρου πάντες οἱ βασίλειοι ἱππεῖς, τούς τε ἐντυγχάνοντας ἔβαλλον καὶ
- 1.12.7.1
ἐτίτρωσκον. ὁ δὲ δῆμος οὐδὲ ἀντιστῆναι οἷός τε ἦν, ἄνοπλοι πρὸς ὡπλισμένους καὶ πεζοὶ πρὸς ἱππεῖς: τροπῆς δὲ γενομένης ἔφυγον ἐς τὴν πόλιν. ἐφθείρετο δὲ ὁ δῆμος οὐ μόνον βαλλόμενος ὑπὸ τῶν στρατιωτῶν οὐδὲ πατούμενος ὑπὸ τῶν ἵππων, ἀλλ̓ ὑπό τε πλήθους ὠθούμενοι καὶ ὑπὸ τῶν ἱππέων ἐπ’ ἀλλήλους
- 1.12.8.1
πίπτοντες πολλοὶ ἀπώλοντο. μέχρι μὲν οὖν τῶν τῆς Ῥώμης πυλῶν ἀκωλύτως οἱ ἱππεῖς διώκοντες τοὺς ἐμπίπτοντας ἀφειδῶς ἀνῄρουν: ἐπεὶ δὲ οἱ ἐν τῇ πόλει μείναντες, αἰσθόμενοι τὸ κατειληφὸς πάθος, ἀποκλείσαντες τὰς τῶν οἰκιῶν εἰσόδους ἔς τε τὰ δωμάτια ἀναβάντες λίθοις καὶ κεράμοις ἔβαλλον τοὺς ἱππεῖς, οἳ δὲ ἔπασχον ἅπερ δεδράκεσαν, οὐδενὸς μὲν αὐτοῖς συστάδην μαχομένου, τοῦ δὲ πλήθους ἐξ ἀσφαλοῦς ἤδη βάλλοντος αὐτούς. τιτρωσκόμενοι τοίνυν καὶ μὴ φέροντες ἐς φυγὴν ἐτράπησαν, πολλοὶ δὲ αὐτῶν διεφθείροντο:
- 1.12.9.1
ὑπό τε τῆς τῶν λίθων συνεχοῦς βολῆς οἱ ἵπποι, κυλινδουμένοις τοῖς λίθοις ἐπιβαίνοντες, ὠλίσθαινον καὶ τοὺς ἐπιβάτας ἀπωθοῦντο. πολλῶν δὲ ἑκατέρωθεν πιπτόντων ἐπεβοήθουν τῷ δήμῳ καὶ οἱ
- 1.13.1.1
τῆς πόλεως πεζοὶ στρατιῶται μίσει τῶν ἱππέων. ὄντος δὲ πολέμου ἐμφυλίου ἄλλος μὲν οὐδεὶς ἀγγεῖλαι τὰ πραττόμενα τῷ Κομμόδῳ ἐβούλετο δέει τῆς Κλεάνδρου ἐξουσίας: ἡ δὲ πρεσβυτάτη τῶν Κομμόδου ἀδελφῶν ʽΦαδίλλα ἦν ὄνομα αὐτᾖ εἰσδραμοῦσα πρὸς τὸν βασιλέα ʽῥᾳδία δὲ ἡ εἴσοδος αὐτῇ καὶ ἀκώλυτος ἅτε ἀδελφᾖ, λυσαμένη τὰς τρίχας ῥίψασά τε ἐς τὴν γῆν
- 1.13.2.1
ἑαυτήν, οὐδὲν ἀλλ̓ ἢ πένθους σχῆμα δείξασα σὺ μέν ἔφη, ὦ βασιλεῦ, μένων ἐπὶ ἡσυχίᾳ τῶν παραττομένων ἀγνοίᾳ, ἐν ἐσχάτῳ καθέστηκας κινδύνῳ: ἡμεῖς δέ, τὸ σὸν γένος, ὅσον οὐδέπω ἀπολούμεθα. οἴχεται δέ σοι ὅ τε δῆμος Ῥωμαίων καὶ τὸ πλεῖστον τοῦ στρατιωτικοῦ. ἃ δὲ πρὸς μηδενὸς βαρβάρων πείσεσθαι προσεδοκῶμεν, ταῦτα δρῶσιν ἡμᾶς οἱ οἰκεῖοι: καὶ οὓς μάλιστα εὐηργέτησας, τούτους ἐχθροὺς ἔχεις.
- 1.13.3.1
Κλέανδρος ἐπὶ σὲ τόν τε δῆμον καὶ τὸ στρατιωτικὸν ὥπλισεν: ἐκ δὲ διαφόρου καὶ ἐναντίας γνώμης οἳ μὲν μισοῦντες αὐτόν, ὁ δῆμος, οἳ δὲ στέργοντες, πᾶν τὸ ἱππικὸν τάγμα, ἐν ὅπλοις εἰσί, καὶ φθείροντες ἀλλήλους ἐμφυλίου αἵματος τὴν Ῥώμην ἐπλήρωσαν. τὰ δ̓ ἑκατέρου τοῦ πλήθους δεινὰ ἡμᾶς προσλήψεται, εἰ μὴ τὴν ταχίστην πρὸς θάνατον ἐκδώσεις πονηρὸν οἰκέτην, ὀλέθρου τοσούτου τοῖς μὲν αἴτιον ἤδη γεγονότα,
- 1.13.4.1
ἡμῖν δὲ ἐσόμενον ὅσον οὐδέπω. τοιαῦτά τινα εἰποῦσα, ῥηξαμένη τε τὴν ἐσθῆτα, καὶ τῶν παρόντων τινὲς θαρρήσαντες τοῖς τῆς ἀδελφῆς τοῦ βασιλέως λόγοις τὸν Κόμμοδον ἐτάραξαν. ἐκπλαγεὶς δὲ ἐκεῖνος, τόν τε ἐπικείμενον κίνδυνον οὐ μέλλοντα ἀλλὰ παρόντα ἤδη φοβηθείς, μεταπέμπεται τὸν Κλέανδρον, οὐδὲν μέν τι εἰδότα τῶν ἀπηγγελμένων, οἰόμενον δέ. ἐλθόντα δ̓ αὐτὸν συλληφθῆναι κελεύει, καὶ τὴν κεφαλὴν ἀποτεμὼν δόρατί τε ἐπιμήκει ἐγκαταπήξας ἐκπέμπει
- 1.13.5.1
τερπνὸν καὶ ποθεινὸν τῷ δήμῳ θέαμα. ἔστη γὰρ οὕτω τὸ δεινόν, καὶ ἑκάτεροι πολεμοῦντες ἐπαύσαντο, οἱ μὲν στρατιῶται ἀνῃρημένον ἰδόντες ὑπὲρ οὗ ἐμάχοντο, δέει τε τῆς τοῦ βασιλέως ὀργῆς ʽσυνίεσαν γὰρ ἐξηπατῆσθαι καὶ τὰ δρασθέντα παρὰ γνώμην αὐτοῦ τετολμηκέναἰ: ὁ δὲ δῆμος κεκόρεστο τιμωρίαν
- 1.13.6.1
παρὰ τοῦ τὰ δεινὰ δράσαντος εἰληφώς. προσανεῖλον δὲ καὶ τοὺς παῖδας τοῦ Κλεάνδρου ʽδύο δὲ ἦσαν ἄρρενες αὐτᾦ, πάντας τε ὅσους ᾔδεσαν ἐκείνου φίλους διεχρήσαντο: σύροντές τε τὰ σώματα καὶ πᾶσαν ὕβριν ἐνυβρίσαντες, τέλος λελωβημένους ἐς τοὺς ὀχετοὺς ἔρριψαν φέροντες. τοιούτῳ μὲν δὴ τέλει Κλέανδρός τε καὶ οἱ περὶ αὐτὸν ἐχρήσαντο, φιλοτιμησαμένης, ὡς ἄν τις εἴποι, τῆς ἀνθρωπίνης φύσεως ἐν ἑνὶ δεῖξαι ὅτι ἐκ τῆς ἐσχάτης εὐτελείας ἐς τὸ μέγιστον ὕψος ἆραι καὶ πάλιν τὸν ἀρθέντα ῥῖψαι ὀλίγη καὶ ἀνέλπιστος δύναται τύχης ῥοπή.
- 1.13.7.1
ὁ δὲ Κόμμοδος δεδιὼς μὲν τὴν τοῦ δήμου κίνησιν, μή τι καὶ περὶ αὐτὸν νεωτερίσειεν, ὅμως δὲ παρορμησάντων αὐτὸν τῶν οἰκείων κατελθὼν ἐς τὸ ἄστυ, μετὰ πάσης εὐφημίας τε καὶ παραπομπῆς τοῦ δήμου ὑποδεχθεὶς ἐς τὴν βασίλειον ἐπανῆλθεν αὐλήν. πειραθεὶς δὲ τοσούτων κινδύνων ἀπίστως προσεφέρετο πᾶσιν, ἀφειδῶς τε φονεύων καὶ πάσαις διαβολαῖς ῥᾳδίως πιστεύων, μηδέ τινα προσιέμενος τῶν λόγου ἀξίων, ἀλλὰ τῆς μὲν περὶ τὰ καλὰ σπουδῆς ἀπῆγεν ἑαυτόν, δεδούλωντο δὲ πᾶσαν αὐτοῦ τὴν ψυχὴν νύκτωρ τε καὶ μεθ̓ ἡμέραν ἐπάλληλοι καὶ ἀκόλαστοι σώματος
- 1.13.8.1
ἡδοναί. καὶ σώφρων μὲν πᾶς καὶ παιδείας κἂν μετρίως μεμυημένος τῆς αὐλῆς ὡς ἐπίβουλος ἐδιώκετο, γελωτοποιοὶ δὲ καὶ τῶν αἰσχίστων ὑποκριταὶ εἶχον αὐτὸν ὑποχείριον. ἁρμάτων τε ἡνιοχείας καὶ θηρίων ἐξ ἀντιστάσεως μάχας ἐπαιδεύετο, τῶν μὲν κολάκων ἐς ἀνδρείας δόξαν αὐτὰ ἀνυμνούντων, τοῦ δὲ ἀπρεπέστερον μετιόντος ἢ βασιλεῖ σώφρονι ἥρμοζεν.
- 1.14.1.1
ἐγένοντο δέ τινες κατ̓ ἐκεῖνο καιροῦ καὶ διοσημίαι. ἀστέρες γὰρ ἡμέριοι συνεχῶς ἐβλέποντο, ἕτεροί τε ἐς μῆκος κεχαλασμένοι ὡς ἐν μέσῳ ἀέρι κρέμασθαι δοκεῖν: ζῷά τε παντοῖα καὶ τὴν ἑαυτῶν φύσιν μὴ τηροῦντα σχήμασί τε ἀλλοδαποῖς καὶ μέρεσι σώματος ἀναρμόστοις πολλάκις ἀπεκυήθη. τὸ μέγιστον δὲ δεινόν,
- 1.14.2.1
ὃ καὶ τὸν παρόντα καιρὸν ἐλύπησε καὶ πρὸς τὸ μέλλον οἰωνίσματι καὶ φαύλῳ συμβόλῳ χρωμένους πάντας ἐτάραξεν: οὔτε γὰρ ὄμβρου προϋπάρξαντος οὔτε νεφῶν ἀθροισθέντων, σεισμοῦ δὲ ὀλίγου προγενομένου γῆς, εἴτε σκηπτοῦ νύκτωρ κατενεχθέντος εἴτε καὶ πυρός ποθεν ἐκ τοῦ σεισμοῦ διαρρυέντος πᾶν τὸ τῆς εἰρήνης τέμενος κατεφλέχθη, μέγιστον καὶ
- 1.14.3.1
κάλλιστον γενόμενον τῶν ἐν τῇ πόλει ἔργων. πλουσιώτατον δὲ ἦν πάντων ἱερῶν, δἰ ἀσφάλειαν ἀναθήμασι κεκοσμημένον χρυσοῦ τε καὶ ἀργύρου: ἕκαστος δέ, ἃ εἶχεν, ἐκεῖσε ἐθησαυρίζετο. ἀλλὰ τὸ πῦρ ἐκείνης νυκτὸς πολλοὺς ἐκ πλουσίων πένητας ἐποίησεν. ὅθεν ὠλοφύροντο κοινῇ μὲν πάντες τὰ δημόσια, ἕκαστος δὲ τὰ ἴδια αὑτοῦ.
- 1.14.4.1
καταφλέξαν δὲ τὸ πῦρ τόν τε νεὼν καὶ πάντα τὸν περίβολον, ἐπενεμήθη καὶ τὰ πλεῖστα τῆς πόλεως καὶ κάλλιστα ἔργα, ὅτε καὶ τῆς Ἑστίας τοῦ νεὼ καταφλεχθέντος ὑπὸ τοῦ πυρὸς γυμνωθὲν ὤφθη τὸ τῆς Παλλάδος ἄγαλμα, ὃ σέβουσι καὶ κρύπτουσι Ῥωμαῖοι κομισθὲν ἀπὸ Τροίας, ὡς λόγος: ὃ τότε πρῶτον καὶ μετὰ τὴν ἀπ̓ Ἰλίου ἐς Ἰταλίαν ἄφιξιν εἶδον οἱ καθ̓
- 1.14.5.1
ἡμᾶς ἄνθρωποι: ἁρπάσασαι γὰρ τὸ ἄγαλμα αἱ τῆς Ἑστίας ἱέρειαι παρθένοι διὰ μέσης τῆς ἱερᾶς ὁδοῦ ἐς τὴν τοῦ βασιλέως αὐλὴν μετεκόμισαν. κατεφλέχθη δὲ καὶ ἄλλα πλεῖστα τῆς πόλεως μέρη κάλλιστα. ἱκανῶν τε ἡμερῶν πάντα ἐπιὸν τὸ πῦρ ἐπεβόσκετο: οὐδὲ πρότερον ἐπαύσατο πρὶν ἢ κατενεχθέντες ὄμβροι ἐπέσχον
- 1.14.6.1
αὐτοῦ τὴν ὁρμήν. ὅθεν καὶ τὸ πᾶν ἔργον ἐξεθειάσθη, πιστευόντων κατ̓ ἐκεῖνο καιροῦ τῶν τότε ἀνθρώπων ὅτι γνώμῃ θεῶν καὶ δυνάμει ἤρξατό τε τὸ πῦρ καὶ ἐπαύσατο. συνεβάλλοντο δέ τινες ἐκ τῶν κατειληφότων πολέμων σημεῖον εἶναι τὴν τοῦ νεὼ τῆς εἰρήνης ἀπώλειαν: τὰ γοῦν ἀκολουθήσαντα, ὡς ἐν τοῖς ἑξῆς ἐροῦμεν, ἐκ τῆς ἀποβάσεως τὴν προϋπάρχουσαν φήμην ἐπιστώσατο.
Next → — showing 1–100 of 844
First Thousand Years of Greek. CTS URN tlg0015.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.