Ancient Textssearch the texts themselves, not just their titles

← All works

Hymn 4 To Hermes

Perseus Greek · Perseus Greek · 586 sections

  1. 400

    ἡχοῦ δὴ τὰ χρήματʼ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ.

  2. 401

    ἔνθʼ Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρον

  3. 402

    ἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα·

  4. 403

    Λητοΐδης δʼ ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας

  5. 404

    πέτρῃ ἐπʼ ἠλιβάτῳ, τάχα δʼ εἴρετο κύδιμον Ἑρμῆν·

  6. 405

    πῶς ἐδύνω, δολομῆτα, δύω βόε δειροτομῆσαι,

  7. 406

    ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γε

  8. 407

    θαυμαίνω κατόπισθε τὸ σὸν κράτος· οὐδέ τί σε χρὴ

  9. 408

    μακρὸν ἀέξεσθαι, Κυλλήνιε, Μαιάδος υἱέ.

  10. 409

    ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ

  11. 409a

    [ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι.

  12. 409b

    τὸν δʼ οὐκ ἴσχανε δεσμά, λύγοι δʼ ἀπὸ τηλόσε πῖπτον]

  13. 410

    ἄγνου· ταὶ δʼ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο

  14. 411

    αὐτόθεν, ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι,

  15. 412

    ῥεῖά τε καὶ πάσῃσιν ἐπʼ ἀγραύλοισι βόεσσιν,

  16. 413

    Ἑρμέω βουλῇσι κλεψίφρονος· αὐτὰρ Ἀπόλλων

  17. 414

    θαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντης

  18. 415

    χῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων,

  19. 416

    ἐγκρύψαι μεμαώς· Λητοῦς δʼ ἐρικυδέος υἱὸν

  20. 417

    ῥεῖα μάλʼ ἐπρήυνεν ἑκηβόλον, ὡς ἔθελʼ αὐτός,

  21. 418

    καὶ κρατερόν περ ἐόντα· λαβὼν δʼ ἐπʼ ἀριστερὰ χειρὸς

  22. 419

    πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς

  23. 420

    σμερδαλέον κονάβησε· γέλασσε δὲ Φοῖβος Ἀπόλλων

  24. 421

    γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθʼ ἰωὴ

  25. 422

    θεσπεσίης ἐνοπῆς καὶ μιν γλυκὺς ἵμερος ᾕρει

  26. 423

    θυμῷ ἀκουάζοντα· λύρῃ δʼ ἐρατὸν κιθαρίζων

  27. 424

    στῆ ῥʼ ὅ γε θαρσήσας ἐπʼ ἀριστερὰ Μαιάδος υἱὸς

  28. 425

    Φοίβου Ἀπόλλωνος· τάχα δὲ λιγέως κιθαρίζων

  29. 426

    γηρύετʼ ἀμβολάδην — ἐρατὴ δέ οἱ ἕσπετο φωνή —

  30. 427

    κραίνων ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν,

  31. 428

    ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος.

  32. 429

    Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ,

  33. 430

    μητέρα Μουσάων· ἣ γὰρ λάχε Μαιάδος υἱόν·

  34. 431

    τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος

  35. 432

    ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός,

  36. 433

    πάντʼ ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων.

  37. 434

    τὸν δʼ ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν,

  38. 435

    καὶ μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

  39. 436

    βουφόνε, μηχανιῶτα, πονεύμενε, δαιτὸς ἑταῖρε,

  40. 437

    πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας.

  41. 438

    ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω·

  42. 439

    νῦν δʼ ἄγε μοι τόδε εἰπέ, πολύτροπε Μαιάδος υἱέ,

  43. 440

    ἦ σοί γʼ ἐκ γενετῆς τάδʼ ἅμʼ ἕσπετο θαυματὰ ἔργα

  44. 441

    ἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων

  45. 442

    δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν;

  46. 443

    θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω,

  47. 444

    ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τινʼ ἀνδρῶν

  48. 445

    οὔτε τινʼ ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσι,

  49. 446

    νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ.

  50. 447

    τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων,

  51. 448

    τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν,

  52. 449

    εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι.

  53. 450

    καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός,

  54. 451

    τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς

  55. 452

    καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν·

  56. 453

    ἀλλʼ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν,

  57. 454

    οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται.

  58. 455

    θαυμάζω, Διὸς υἱέ, τάδʼ, ὡς ἐρατὸν κιθαρίζεις.

  59. 456

    νῦν δʼ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας,

  60. 457

    ἷζε, πέπον, καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι·

  61. 458

    νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι

  62. 459

    σοί τʼ αὐτῷ καὶ μητρί· τὸ δʼ ἀτρεκέως ἀγορεύσω·

  63. 460

    ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, ἦ μὲν ἐγώ σε

  64. 461

    κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόνʼ εἵσω

  65. 462

    δώσω τʼ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω.

  66. 463

    τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν·

  67. 464

    εἰρωτᾷς μʼ, Ἑκάεργε, περιφραδές· αὐτὰρ ἐγώ σοι

  68. 465

    τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω.

  69. 466

    σήμερον εἰδήσεις· ἐθέλω δέ τοι ἤπιος εἶναι

  70. 467

    βουλῇ καὶ μύθοισι. σὺ δὲ φρεσὶ πάντʼ εὖ οἶδας·

  71. 468

    πρῶτος γάρ, Διὸς υἱέ, μετʼ ἀθανάτοισι θαάσσεις,

  72. 469

    ἠύς τε κρατερός τε· φιλεῖ δέ σε μητίετα Ζεὺς

  73. 470

    ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα.

  74. 471

    καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς

  75. 472

    μαντείας θʼ Ἑκάεργε, Διὸς παρά, θέσφατα πάντα

  76. 473

    τῶν νῦν αὐτὸς ἐγώ σε μαλʼ ἀφνειὸν δεδάηκα·

  77. 474

    σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.

  78. 475

    ἀλλʼ ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν,

  79. 476

    μέλπεο καὶ κιθάριζε καὶ ἀγλαίας ἀλέγυνε

  80. 477

    δέγμενος ἐξ ἐμέθεν· σὺ δέ μοι, φίλε, κῦδος ὄπαζε.

  81. 478

    εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην,

  82. 479

    καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν.

  83. 480

    εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειαν

  84. 481

    καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον

  85. 482

    εὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν

  86. 483

    τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ,

  87. 484

    φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει

  88. 485

    ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν,

  89. 486

    ἐργασίην φεύγουσα δυήπαθον· ὃς δέ κεν αὐτὴν

  90. 487

    νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ,

  91. 488

    μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλλίζοι.

  92. 489

    σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.

  93. 490

    καὶ τοι ἐγὼ δώσω ταύτην, Διὸς ἀγλαὲ κοῦρε·

  94. 491

    ἡμεῖς δʼ αὖτʼ ὄρεός τε καὶ ἱπποβότου πεδίοιο

  95. 492

    βουσὶ νομούς, Ἑκάεργε, νομεύσομεν ἀγραύλοισιν.

  96. 493

    ἔνθεν ἅλις τέξουσι βόες ταύροις·, μιγεῖσαι

  97. 494

    μίγδην θηλείας τε καὶ ἄρσενας· οὐδέ τί σε χρὴ

  98. 495

    κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι.

  99. 496

    ὣς εἰπὼν ὤρεξʼ· ὃ δʼ ἐδέξατο Φοῖβος Ἀπόλλων,

  100. 497

    Ἐρμῇ δʼ ἐγγυάλιξεν ἑκὼν μάστιγα φαεινήν,

← Previous · Next → — showing 401500 of 586

Perseus Greek. CTS URN tlg0013.tlg004.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: CC BY-SA 4.0. Source.