Ancient Textssearch the texts themselves, not just their titles

← All works

Hymn 4 To Hermes

Perseus Greek · Perseus Greek · 586 sections

  1. 498

    βουκολίας τʼ ἐπέτελλεν· ἔδεκτο δὲ Μαιάδος υἱὸς

  2. 499

    γηθήσας· κίθαριν δὲ λαβὼν ἐπʼ ἀριστερὰ χειρὸς

  3. 500

    Λητοῦς ἀγλαὸς υἱός, ἄναξ ἑκάεργος Ἀπόλλων,

  4. 501

    πλήκτρῳ ἐπειρήτιζε κατὰ μένος· ἣ δʼ ὑπένερθε

  5. 502

    σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄεισεν.

  6. 503

    ἔνθα βόας μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα

  7. 504

    ἐτραπέτην· αὐτοὶ δέ, Διὸς περικαλλέα τέκνα,

  8. 505

    ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο

  9. 506

    τερπόμενοι φόρμιγγι· χάρη δʼ ἄρα μητιέτα Ζεύς,

  10. 507

    ἄμφω δʼ ἐς φιλότητα συνήγαγε· καὶ τὰ μὲν Ἑρμῆς

  11. 508

    Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν,

  12. 509

    σήματʼ ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν

  13. 510

    ἱμερτήν, δεδαώς, ὃ δʼ ἐπωλένιον κιθάριζεν·

  14. 511

    αὐτὸς δʼ αὖθʼ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην·

  15. 512

    συρίγγων ἐνοπὴν ποιήσατο τηλόθʼ ἀκουστήν.

  16. 513

    καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε·

  17. 514

    δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα,

  18. 515

    μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα·

  19. 516

    τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα

  20. 517

    θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν.

  21. 518

    ἀλλʼ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι,

  22. 519

    ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ,

  23. 520

    πάντʼ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις.

  24. 521

    καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε,

  25. 522

    μή ποτʼ ἀποκλέψειν, ὅσʼ Ἑκηβόλος ἐκτεάτισται,

  26. 523

    μηδέ ποτʼ ἐμπελάσειν πυκινῷ δόμῳ· αὐτὰρ Ἀπόλλων

  27. 524

    Λητοΐδης κατένευσεν ἐπʼ ἀρθμῷ καὶ φιλότητι,

  28. 525

    μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι,

  29. 526

    μήτε θεὸν μήτʼ ἄνδρα Διὸς γόνον· ἐκ δὲ τέλειον

  30. 526a

    [αἰετὸν ἧκε πατήρ· ὁ δʼ ἐπώμοσεν· ἦ σε μάλʼ οἶον]

  31. 527

    σύμβολον ἀθανάτων ποιήσομαι ἠδʼ ἅμα πάντων,

  32. 528

    πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον· αὐτὰρ ἔπειτα

  33. 529

    ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον,

  34. 530

    χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει

  35. 531

    πάντας ἐπικραίνουσʼ ἄθλους ἐπέων τε καὶ ἔργων

  36. 532

    τῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς.

  37. 533

    μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις,

  38. 534

    οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τινʼ ἄλλον

  39. 535

    ἀθανάτων· τὸ γὰρ οἶδε Διὸς νόος· αὐτὰρ ἐγώ γε

  40. 536

    πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον,

  41. 537

    μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων

  42. 538

    ἄλλον γʼ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν.

  43. 539

    καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε

  44. 540

    θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς.

  45. 541

    ἀνθρώπων δʼ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω,

  46. 542

    πολλὰ περιτροπέων ἀμεγάρτων φῦλʼ ἀνθρώπων.

  47. 543

    καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ

  48. 544

    φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν·

  49. 545

    οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδʼ ἀπατήσω.

  50. 546

    ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι

  51. 547

    μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν

  52. 548

    ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων,

  53. 549

    φήμʼ, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην.

  54. 550

    ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲ

  55. 551

    καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον·

  56. 552

    σεμναὶ γὰρ τινες εἰσί, κασίγνηται γεγαυῖαι,

  57. 553

    παρθένοι, ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι,

  58. 554

    τρεῖς· κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά,

  59. 555

    οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο,

  60. 556

    μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶ

  61. 557

    παῖς ἔτʼ ἐὼν μελέτησα· πατὴρ δʼ ἐμὸς οὐκ ἀλέγιζεν,

  62. 558

    ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη

  63. 559

    κηρία βόσκονται καὶ τε κραίνουσιν ἕκαστα.

  64. 560

    αἳ δʼ ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν,

  65. 561

    προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν·

  66. 562

    ἢν δʼ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν,

  67. 563

    ψεύδονται δὴ ἔπειτα διʼ ἀλλήλων δονέουσαι.

  68. 564

    τάς τοι ἔπειτα δίδωμι· σὺ δʼ ἀτρεκέως ἐρεείνων

  69. 565

    σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς,

  70. 566

    πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι.

  71. 567

    ταῦτʼ ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦς

  72. 568

    ἵππους τʼ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς.

  73. 568a

    [ὡς ἔφατʼ· οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι

  74. 568b

    θῆκε τέλος· πᾶσιν δʼ ἄρʼ ὅ γʼ οἰωνοῖσι κέλευσεν]

  75. 569

    καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι

  76. 570

    καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών,

  77. 571

    πᾶσι δʼ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν,

  78. 572

    οἶον δʼ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι,

  79. 573

    ὅς τʼ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον.

  80. 574

    οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων

  81. 575

    παντοίῃ φιλότητι· χάριν δʼ ἐπέθηκε Κρονίων.

  82. 576

    πᾶσι δʼ ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ.

  83. 577

    παῦρα μὲν οὖν ὀνίνησι, τὸ δʼ ἄκριτον ἠπεροπεύει

  84. 578

    νύκτα διʼ ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων.

  85. 579

    καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος, υἱέ·

  86. 580

    αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.

← Previous — showing 501586 of 586

Perseus Greek. CTS URN tlg0013.tlg004.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: CC BY-SA 4.0. Source.