Ancient Textssearch the texts themselves, not just their titles

← Library

Appendix Proverbiorum

First Thousand Years of Greek · First Thousand Years of Greek · 446 sections

  1. 4.98.1

    Τὸ φέρον ἐκ θεοῦ καλῶς φέρειν χρή.

  2. 4.99.1

    Τρὶς ἓξ: νικητήριος βόλος· ἐπὶ τοῦ εὐστόχου. Ἀπὸ τῶν κυβευόντων· ὁ γὰρ βόλος ὁ πλήρης ἓξ ἦν· τὸ πάλαι δὲ τρεῖς ἐβάλλοντο κύβοι.

  3. 4.100.1

    Τροχὸς τὰ ἀνθρώπινα: ἤτοι εὐμετάβολα.

  4. 5.1.1

    Τυφογέρων: ἐπὶ τῶν τυφομανῶν γερόντων.

  5. 5.2.1

    Τῶν ἐπὶ κοσκίνῳ: μαντευομένων δηλονότι. Καὶ, Τῶν ἀπὸ τρίποδος, καὶ, Τῶν ἀπὸ δάφνης.

  6. 5.3.1

    Τῶν φιλτάτων τὰ φίλτατα: Μηλίοις ἀνεῖλεν ὁ θεὸς φιλεῖν τῶν φιλτάτων τὰ φίλτατα· μέχρις οὖν ἐτῶν δέκα ἓξ γυμνοὺς περιέφερον τοὺς παῖδας καὶ κατεφίλουν ἐν Ὀλυμπίᾳ.

  7. 5.4.1

    Ὕπερον κοσμεῖς: ὅμοιον τῷ, Χύτραν ποὶκίλλεις.

  8. 5.5.1

    Ὑπέρου περιστροφή; ἐπὶ τῶν τὰ αὐτὰ ποιούντων.

  9. 5.6.1

    Ὑπὲρ τὸν κατάλογον: ἐπὶ τῶν γεγηρακότων.

  10. 5.7.1

    Ὕπνος δ’ ἀπέστω γλυκύθυμος ὀμμάτων: ἐπὶ τῶν βουλομένων φιλοσοφεῖν.

  11. 5.8.1

    Ὑπόχαλκον τὸ χρυσίον: ἐπὶ τῶν κεκιβδηλευμένων.

  12. 5.9.1

    Ὗς ὑπέροπλον δραμεῖται: ἐπὶ τῶν ἑαυτοὺς εἰς ὄλεθρον ἐμβαλλόντων.

  13. 5.10.1

    Ὕφαλος φάτις: ἐπὶ τῶν κρυφίων.

  14. 5.11.1

    Φαέθοντα τόκον: ἐπιφανῇ καὶ καταπληχτικὸν τὴν πρόςοψιν.

  15. 5.12.1

    Φαλακρὸς κτένα, Εὐνοῦχος παλλακήν, Κωφὸς αὐλητήν, Κάτοπρον ὁ τύφλος, Ὁ ἠπειρώπης κώπην, Ὁ κυβερνήτης ἄροτρον: πάντα ὅμοια ταῦτα. Λέγεται ἐπὶ τῶν ἀχρήστως τι ἑαυτοῖς ἐμπορευομένων.

  16. 5.13.1

    Φιλέψιος ὅδε: ἐπὶ τῶν φιλοπαιγμόνων· οὗτος χὰρ μεταξὺ τῶν δημηγοριῶν μύθους ἔλεγε· κεκωμῴδηται εἰς πανουργίαν.

  17. 5.14.1

    Φιλίππου Ἀλεκτρυών: ὄνομα στρατηγοῦ· ἐπὶ τῶν ἐν μικροῖς κατορθώμασιν ἀλαζονευομένων.

  18. 5.15.1

    Φιλοκτήτου τοξικώτερος.

  19. 5.16.1

    Φιλοξένου λόγον τέτευχεν: κατὰ τῶν στεῤῥῶς ἀρνουμένων ἡ παροιμία. Φιλόξενος γὰρ ὁ Κυθήριος διαφυγὼν τὰς εἰς Συρακούσας λατομίας, εἰς ἃς ἐνέπεσεν, ὅτι Διονυσίου τοῦ τυράννου τὰς τραγῳδίας οὐκ ἐπῄνει, διέτριβεν ἐν Τάραντι τῆς Ἰταλίας. Μεταπεμπομένου δὲ Διονυσίου αὐτὸν καὶ ἀξιοῦντος διὰ γραμμάτων [ἐλθεῖν] ὁ Φιλόξενος ἀντιγράψαι μὲν οὐκ ἔγνω, λαβὼν δὲ βιβλίον, τὸ στοιχεῖον τοῦ ο πολλάκις ἐν αὐτῷ περιέγραψε μόνον. εἰς μικρὰ καὶ μεγάλα τὸν τοῦ γράμματος χαρακτῆρα τοπώσας, καὶ ὅτι τὴν παράκλησιν διωθεῖται διὰ τοῦτο δηλώσας.

  20. 5.17.1

    Ἡ φιλοχρημοσύνη μήτηρ κακότητος ἀπάσῃς.

  21. 5.18.1

    Φόνου πτερὸν καὶ θανάτου πτερόν: ὀϊστός.

  22. 5.19.1

    Φρουρήσεις ἐν Ναυπάκτῳ: ὅτι· ὀλίγος μισθὸς ἐδίδοτο τοῖς Ναύπακτον φρουροῦσι, τῶν ἐπιτηδείων πολλοῦ πιπρασκομένων. ** ὅτι Φίλιππος ἑλῶν τὸν Ναύπακτὸν Ἀχαιῶν γνώμῃ τοὺς φρουροὺς αὐτῆς ἀπέκτεινε πάντας.

  23. 5.20.1

    Χαίρειν: ταῖς ἐπιστολαῖς τὸ χαίρειν προςετίθεσαν, ὡς καὶ Ἀριστοφάνης καὶ Σοφοκλῆς. Ἔστι δὲ καὶ ἀπαλλασσομένων προςαγόρευσις.

  24. 5.21.1

    Χαῖρις ᾄδων ὄρθιον: ἐπὶ τῶν εὐφόνων. Ὁ γὰρ Χαῖρις αὐλητὴς Θηβαῖος ἦν, ὄρθιος δὲ αὐλητικὸς νόμος οὕτω καλούμενος εὔτονος καὶ ἀνάτασιν ἔχων.

  25. 5.22.1

    Χαλεπὰ τὰ καλά: Πίττακον ἀποτιθέμενον τὴν ἀρχὴν πρὸς τοὺς θαυμάζοντας εἰπεῖν [φασί], χαλεπὸν ἐφθλὸν ἔμμεναι· Σόλωνα δὲ μαλακίαν αὐτοῦ καταγνόντα φάναι· χαλεπὰ τὰ καλά. Φασὶ δὲ Περίανδρον τὸν Κορίνθιον κατ’ ἀρχὰς μὲν εἶναι δημοτικὸν, ὕστερον δὲ τὴν προαίρεσιν μεταβαλόντα τυραννικὸν γενέσθαι. ὅθεν ἡ παροιμία. Οἱ δὲ τὰ χαλεπὰ ἀντὶ τοῦ ἀδύνατα τιθέασι, ὡς μηδὲ ἐκείνου δυνηθέντος τηρῆσαι τὴν ἑαυτοῦ γνώμην.

  26. 5.23.1

    Χαραδριὸς [ἕτερος]: ἐπὶ τῶν ἀποκρυπτομένων· ἐπεὶ οὗτος τοὺς ἰκτεριῶντας ὠφελεῖ ὀφθείς· διὰ τοῦτο οἱ πωλοῦντες κρύπτουσι. Ἄλλοι δὲ τοὺς φαγόντες ὠφελεῖν φασί.

  27. 5.24.1

    Χάρητος ὑποσχέσεις: ἐπὶ τῶν εὐχερῶς ἐπαγγελλομένων. Χάρης γὰρ ὁ στρατηγὸς Ἀθηναίων εὐχερής τε καὶ εὐκολώτατος πρὸς τὰς ὑποσχέσεις ἐγένετο.

  28. 5.25.1

    Χειμὼν ὀρνιθίας: ὁ σφοδρὸς, ἐν ᾧ τὰ ὄρνεα φθάρεται.

  29. 5.26.1

    Χειρώνειον ἕλκος: ἤτοι ἀνήκεστον.

  30. 5.27.1

    Χελώνῃ μυιῶν: ἐπὶ τῶν ἀφροντιστούντων τινός· τῷ δὲ Ἀγαμέμνονι τῆς Θερσίτου παῤῥησίας ἔλαττον ἔμελεν, ἢ χελώνῃ μυιῶν.

  31. 5.28.1

    Χῖος παραστὰς Κῷον οὐκ ἐᾷ λέγειν: ἀπὸ ἀστραγάλων παρῳδήθη ἡ παροιμία· καὶ ἐπὶ Θηραμένους, ἐπεὶ ἐδόκει Χῖος εἶναι.

  32. 5.29.1

    Χοᾶς ἓξ χωρήσει: τουτέστι ὁ ἐγκέφαλος αὐτοῦ.

  33. 5.30.1

    Χορὸν δίδωμι: ἐπὶ τῶν σκώμμασι νικώντων.

  34. 5.31.1

    Χρόνου γὰρ ἄν σοι καιρὸς ἐξείργοι λόγος: ἐπὶ τῶν πολλὰ λεγόντων.

  35. 5.32.1

    [Χρυσοχοεῖν] ** Ἐγὼ δὲ ᾤμην χρυσοχοήσειν: κέχρηται Πλάτων τῇ παροιμίᾳ· Εὔβουλος· Ἡμεῖς ποτ’ ἄνδρας Κεπροπίδας ἐπείσαμεν Λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα.

  36. 5.33.1

    Χύτραν ποικίλλειν: ἐπὶ τῶν ἀδυνάτων.

  37. 5.34.1

    Χυτρεοῦς **: ὀστράκινος, εὐτελής.

  38. 5.35.1

    Χωρὶς τὰ Μεῤῥᾶς καὶ Σιλωὰμ ῥεύματα.

  39. 5.36.1

    Χωρὶς τό τ’ εἰπεῖν πολλὰ καὶ τὰ καίρια.

  40. 5.37.1

    Ψευδατραφάξυος πλέα: ἀντὶ τοῦ πλήρη ψευσμάτων· ἀτράφαξυς δὲ εἶδος λαχάνου, ὃ ταχέως εἰς μέγεθος αὔξεται· εἴρηται δὲ ἐπὶ τῶν μετεωριζομένων καὶ ὑψουμένων.

  41. 5.38.1

    Ψύλλων κενήν.

  42. 5.39.1

    Ψύρα τὸν Διόνυσον: ἀντὶ τοῦ εὐτελῆ. Νησίδιον γάρ ἐστι μικρὸν τὰ Ψύρα, μὴ δυνάμενον οἶνον ἐνεγκεῖν. Εἴρηται ἐπὶ τῶν ἐν συμποσίῳ κατακειμένων καὶ μὴ πινόντων.

  43. 5.40.1

    Ψυχὴ πρόμαντις: ἐπὶ τῶν τὰ μέλλοντα προορώντων.

  44. 5.41.1

    Ψωλὸν γενέσθαι δεῖ σε μεχρὶ τοῦ μυῤῥίνου: μέμνηται ταύτης Ἀριστοφάνης ἐν Ἱππεῦσιν, ἐλέχθη δὲ ἐπὶ τῶν μέχρι πολλοῦ διειλκυσμένων.

  45. 5.42.1

    Ὠγύγια κακά: ἐπὶ τῶν ὀχληρῶν· ἐπεὶ συνέβη Κάδμον τὸν Ὡγύγου διὰ τὰς θυγατέρας κακοῖς περιπεσεὶν. Ἄμεινον δὲ λέγειν ὠγύγια κακὰ τὰ παλαιά. Τοῦτο γὰρ ἡ λέξις δηλοῖ.

  46. 5.43.1

    Ὦ Λακιάδαι: ἐπὶ τῶν μοιχῶν. δῆμος γὰρ τῆς Ἀττικῆς αἱ Λακιάδαι, ἐν ᾧ ῥαφανῖδες πολλαί, αἷς ἐχρῶντο κατὰ τῶν ληφθέντων μοιχῶν ἐνυβρίζοντες· καὶ στελεοῖς δὲ ἐχρῶντο μὴ παρουσῶν τούτων καὶ † ἀναβαστοῖς.

← Previous — showing 401446 of 446

First Thousand Years of Greek. CTS URN tlg9007.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.