Appendix Proverbiorum
- 3.98.1
Μίδας ἐν κύβοις εὐβολώτατος: βόλου ὄνομα ὁ Μίδας, οὗ καὶ Εὔβουλος ἐν Κυβευταῖς μέμνηται.
- 3.99.1
Μόχθος οἱ τηλοῦ φίλοι: παροιμία· καὶ, Τηλοῦ φίλοι ναίοντες οὐκ εἰσὶν φίλοι.
- 3.100.1
Ναὶ ναὶ μὰ μήκωνος χλόην: ἐπὶ χλευασμοῦ ὁ ὅρκος.
- 4.1.1
Ναύσων Νευκράτη: ἐπὶ τῶν ὁμοίως ἀποδιδόντων ἀλλήλοις· ὠνοματοποίησαν τὸ Ναύσων παρὰ τὸ ναῦς καὶ** τὸ κρατεῖ. Πολλὰ δέ ἐστι τοιαῦτα, οἷον Λευκότερος Λεύκωνος καὶ Ἀγαθίδες ἀγαθῶν.
- 4.2.1
Ναύφρακτον βλέπει: ἐπὶ τῶν ὀργίλως καὶ πολεμικῶς προσχόντων.
- 4.3.1
Νεάτῃ: ἡ ἐσχάτη· καὶ ἡ Νήτη, χορδὴ ὑπὸ τῶν μουσικῶν, πρὸς ἀντιδιαστολὴν τῆς τε ὑπάτης καὶ τῆς μέσης.
- 4.4.1
Νέα χελιδὼν: ἐπὶ τῶν ἐξαπατώντων τινάς.
- 4.5.1
Νεμέας αὐλητρίδος: ἐπὶ τῆς καλῶς αὐλούσης, καὶ Νεμέας σέλινα: τὰ καλά.
- 4.6.1
Νέοις μὲν ἔργα, βουλὰς δὲ γεραιτέροις.
- 4.7.1
Νήπιοι οὐδ’ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντός: ἔσθ’ ὅτε πλειόνων τις ἐπιθυμῶν ἀποβάλλει καὶ ἃ ἔχει. Παραινεῖ γοῦν, μὴ ἐπιθυμεῖν πλειόνων.
- 4.8.1
Νικᾷ τόν ὀνηλάτην: πρὸς τὸν μὴ βουλόμενον ἀποστῆναι τοῦ κτήνους, ἀλλ’ ἑαντὸν προϊέμενον εἰς ἀπώλειαν. Τοὺς οὖν φεύγοντας τὸν σωφρονιστὴν λόγον, διὰ ταύτης λοιδοροῦμεν λέγοντες, Νικᾷ τὸν ὀνηλάτην.
- 4.9.1
Νύκτα δασεῖαν: τὴν χειμερίνην.
- 4.10.1
Νῦν εἰς χορὸν ἦλθον: ἐπὶ τῶν ἀρνουμένων.
- 4.11.1
Ὀβολὸν εὗρε Παρνύτης: Καλλίστρατος Ἀθήνησι πολιτευσάμενος, ἐπικαλούμενος δὲ Παρνύτης, μισθὸν ἕταξε τοῖς δικασταῖς καὶ τοῖς ἐκκλησιασταῖς· ὅθεν σκωπτόντων αὐτὸν τῶν κωμικῶν εἰς παροιμίαν ἦλθε τὸ γελοῖον.
- 4.12.1
Ὁδοῦ παρούσης, τὴν ἀτραπὸν μὴ ζήτει: ἐπὶ τῶν προδήλων.
- 4.13.1
Ὁ ἐν Πάρῳ βωμός: ἐπὶ τῶν πολυτελῶς κατεσκευασμένων.
- 4.14.1
Οἴκοι γενοίμην: ἐπὶ τῶν ἐκφυγεῖν τὰ δεινὰ εὐχομένων.
- 4.15.1
Οἶκος φίλος, οἶκος ἄριστος: ἔνιοι τὴν παροιμίαν ἐπὶ τὸ γελοιότερον μεταφρόζοντες, ταύτην ἐπὶ τῆς χελώνης φασίν.
- 4.16.1
Ὄϊς τὴν μάχαιραν: ἐπὶ τῶν ἀλυσιτελῶς τοῖς πράγμασι χρωμένων. Λέγεται γὰρ ὅτι κτείνασα ἡ Μήδεια τοὺς ἑαυτῆς παῖδας καὶ κατορύξασα παρὰ τὸ ἱερὸν τῆς Ἥρας τὸ ξίφος, μετεχώρησεν εἰς Ἀθήνας· μετὰ δὲ χρόνον θυσίας μελλούσης τελεῖσθαι, ὄις τοῖς ποσὶ σκαλεύουσα τὸ ξίφος ἐφανέρωσε, μεθ’ οὗ καὶ ἐτύθη.
- 4.17.1
Ὁ κάνης τῆς τύχης ὑπερέχει: ἐπὶ τῶν τὰ μὴ ἀναγκαῖα μείζω καὶ πλείω τῶν ἀναγκαίων κεκτημένων. Κοίτη γὰρ ἡ κίστη, εἰς ἣν τὰ βρωτὰ ἐμβάλλουσιν, κάνης δὲ, τὸ ἐπίθεμα τῆς κοίτης.
- 4.18.1
Ὁ Λυδὸς τὸν ὄνον ἐλαύνει: ἐπὶ τοῦ παρ’ ἀξίαν τὶ πράττοντος, παρόσον ἱππικώτατοι οἱ Λυδοί. Ὁμοία ταύτῃ καὶ ἡ Ἀφ’ ἵππων ἐπ’ ὄνους.
- 4.19.1
Ὀλυμπικὴ στοά: ἐπὶ τοῦ λάλου, ἢ ὅτε εἰκὸς ἔχειν τὴν στοὰν ἀντῳδὸν ἠχὼ, ἢ διὰ τὰς τῶν ἐκεῖ συνηγμένων βοάς.
- 4.20.1
Ὄμπνιος καρπός: ὁ σῖτος καὶ οἱ Δημητριακοὶ καρποί. Ὀμπνία γὰρ ἡ Δήμητρα.
- 4.21.1
Ὄμφακας βλέπει: ἐπὶ τῶν δριμὺ βλεπόντων καὶ ὀργιζομένων.
- 4.22.1
Ὄνος εἰς Ἀθήνας: ἐπὶ τῶν ἀπαιδεύτων.
- 4.23.1
Ὄνος ἐν μύροις: ἐπὶ τῶν ἀναξίως ἐν τρυφαῖς διαγόντων.
- 4.24.1
Ὄνος ἐν πιθήκοις: ἐπὶ τῶν αἰσχρῶν ἐν αἰσχροῖς.
- 4.25.1
Ὄνος τὰ Μελιταῖα: πρὸς τοὺς κατὰ ζῆλον μηδὲν μὲν ὅμοιον ποιοῦντας, παραπολαύοντας δὲ μᾶλλον κακῶν. Φασὶ γὰρ ὄνον ἰδόντα κυνίδιον προςπαῖζον τῷ δεσπότῃ, ἐθελῆσαι μιμήσασθαι, ἐπάραντα δὲ τὰ σκέλη πυδαρίζειν, συντρίψαι τὰ οἰκητήρια σκεύη, πληγὰς δὲ διὰ τοῦτο λαβεῖν πολλάς.
- 4.26.1
Ὄνου σκιά: νεανίσκος Ἀθήνηθεν εἰς Δελφοὺς ὄνον ἐμισθώσατο, καὶ μεσημβρίας καταλαβούσης, καὶ τοῦ ἡλίου σφοδρότερον ἐκκαίοντος, τῆς ὁδοιπορίας ** ἔστησαν, γυμνοῦ δὲ σκιᾶς ὄντος τοῦ τόπου, ὑπέδυ τὴν τοῦ ὄνου σκιὰν ὁ νεανίσκος. Ὁ δὲ ὀνηλάτης ἐκώλυε, ὄνον, οὐχὶ, σκιὰν λέγων αὐτὸν μεμισθωκέναι. Λέγεται δὲ ἡ παροιμία ἐπὶ οὐθενείας καὶ ματαίας φιλονεικίας.
- 4.27.1
Ὀξηρὸν ἄγγος οὐ μελιττοῦσθαι πρέπει: ἐπὶ τοῦ ἀναξίου. Σοφοκλῆς Ἰφιγενείᾳ.
- 4.28.1
Ὄξος ἠκρατισμένον: ἐπὶ τῶν ὀργίλων καὶ δριμυτάτων.
- 4.29.1
Ὄξος Σφήττιον: ἴσως οἱ Σφήττιοι ὀξεῖς ἦσαν. Εἰσὶ δὲ δῆμος Ἀττικῆς.
- 4.30.1
Ὀξύτερον Λυγκέως βλέπει: ἐπὶ τῶν τὰ πόῤῥωθεν ἀκριβῶς ὁρώντων.
- 4.31.1
Ὀξύτερον οἱ γείτονες βλέπουσι τῶν ἀλωπέπων: ἐπὶ τῶν λανθόνειν μὴ δυναμένων.
- 4.32.1
Ὁ περιφόρητος Ἀρτέμων: ἐπὶ τῶν πάνυ ποθουμένων. Φασὶ γὰρ ὅτι νεανίσκος ὁ Ἀρτέμων ἐγένετο περιμάχητος γυναιξίν· ἄλλοι δὲ ὅτι μηχανοποιὸς ἐγένετο σοφώτατος κατὰ τοὺς Περικλέους χρόνους· χωλὸς δὲ ὢν περιεφέρετο ἐπὶ τῷ ὁρᾶν τὰς μηχανάς.
- 4.33.1
Ὅρκος Ἀφροδίσιος συγγινώσκεται: παρόσον οἱ ἐρῶντες εὐχερῶς ὀμνύουσι.
- 4.34.1
Ὅταν τὸ ὕδωρ πνιγῃ, τί δεῖ ἐπιπνίγειν παρεγγυᾶται μὴ τοῖς δυςτυχοῦσι κατεπεμβαίνειν.
- 4.35.1
Οὐδὲν ἀνδρῶν λευκῶν ὄφελος ἢ σκυτοτομεῖν: ἐπὶ τῶν εἰς μηδὲν λυσιτελούντων, παρόσον οἱ μέλανες τῶν λευκῶν λυσιτελέστεροι.
- 4.36.1
Οὐδὲν ἀρχαῖον ποιεῖ: ἐπὶ τῶν εἰς μηδὲν συντελούντων.
- 4.37.1
Οὐδὲν ὄφελος ἀποῤῥήτου καὶ ἀφανοῦς Μούσης: ἐπὶ τῶν τὴν σιωπὴν ἀσκούντων.
- 4.38.1
Οὐδ’ ἐν σελίνοις: ἐπὶ τῶν μακρὰν τοῦ τέλους ἀπεχόντων· βούλεται γὰρ ἡ παροιμίᾳ λέγειν, ὅτι οὐδὲ ἀρχὴν ἔχεις τοῦ πράγματος, καθάπερ οὐδὲ οἱ εἰς τοὺς κήπους εἰςιόντες ἐν τοῖς σελίνοις εἰσὶν ἤδη.
- 4.39.1
Οὐδ’ ἐν τοῖς ἰωροῦ: οὕτω τοὺς φυλακὰς ἐκάλοῦν Ἀθηναῖοι· καὶ ὁ νόμος ὁ παρ’ αὐτοῖς ἐκτὸς ἰωροῦ ἐκέλευσεν εἶναι τοὺς ἀνδροφόνους· τουτέστι τῶν τόπων ἐν ᾧ τὰ φυλακτήρια ἦν. Ἐπὶ τοίνυν τῶν ἀπειλούντων καὶ σοβαρευομένων ἡ παροιμία.
- 4.40.1
Οὐδὲ τῶν τὰ Πυθαγόρου μυθολογούντων ἤκουσας: ἐπὶ τῶν πάσης ἀλλοτρίων παιδείας.
- 4.41.1
Οὐδ’ ὅσον ἀηδόνες ὑπνοῖ: ἐπὶ τῶν ἀγρυπνούντων· δήλη γὰρ οὖσα ἡ ἀηδὼν ἀγρυπνεῖ.
- 4.42.1
Οὐκ ἀγαπᾷ γραῦς θανοῦσα, ἀλλὰ καὶ προςεκφέρειν κελεύει: ἐπί τῶν οὐκ ἀρκουμένων οἷς ἔλαβον, ἀλλὰ καὶ πλείω ζητούντων.
- 4.43.1
Οὐ καὶ χελῶναι διὰ μιᾶς πᾶσαι πλέαι: ἐπὶ τῶν διά τινος εὐεργετουμένων. Φασὶ γὰρ ὁπόταν μία χελώνη πίῃ, αἱ λοιπαὶ ἀπὸ τῆς οὐρᾶς αὐτῆς πίνουσι. Τὸ οὖν πλέαι ἀντὶ τοῦ πεπληρωμέναι.
- 4.44.1
Οὐκ ἄξιον τὸ πρᾶγμα τῆς ἀγρυπνίας: ἐπὶ τῶν μεγάλα μοχθούντων ἐπὶ εὐτελεῖ.
- 4.45.1
Οὐκ ἀπείρῳ προςέβαλες: ἐπὶ τῶν οἰομένων μὲν ἐξαπατᾶν, φωραθέντων δέ.
- 4.46.1
Οὐκ ἄσκιον: εἴρηται ἐπὶ τῶν τὰ κενὰ δεδοικότων· Κράτης Ἥρωσιν· Οὐκ ἀσκίῳ γ’ ἐμορμολύττετ’ αὐτούς.
- 4.47.1
Οὔτε γῆς οὔτε οὐρανοῦ ἅπτεται: ἐπὶ τῶν περιττῶν καὶ μηδὲν πρὸς τὸ πρᾶγμα συντελούντων.
- 4.48.1
Ὀψὲ θεῶν ἀλέουσι μύλοι, ἀλέουσι δὲ λεπτά: ἐπὶ τῶν ὀψιαίτατα καὶ βραδέως παρεχόντων δίκην, ὧν ἐπλημμέλησαν.
- 4.49.1
Ὄψ’ ἦλθες, ἀλλ’ ἐς τὸν Κολωνὸν ἵεσο: ἐπὶ τῶν καθυστεριζόντων καὶ βραδέως ἐρχομένων, παρόσον τῶν μισθωτῶν τοὺς ὀψὲ ἐλθόντας πάλιν ἀπέλυον ἐπὶ τὸ μισθωτήριον· τὸ δὲ ἦν ἐπὶ τῶν Κολωνῶν.
- 4.50.1
Ὄψις ἀδήλων τὰ φαινόμενα: παροιμία.
- 4.51.1
Πάνθ’ ὅμοια καὶ Ῥοδῶπις ἡ καλὴ: ἡ Ῥοδῶπις ἑταίρα ἦν περὶ Ναύκρατιν τῆς Αἰγύπτου, ἧς καὶ Σαπφὼ μνημονεύει καὶ Ἡρόδοτος. Τοὺς οὖν πολὺ ἀπολέσαντας ἀργύριον διὰ τὸ διάφορον τῆς μίξεως, πρὸς τὰς ἄλλας γυναῖκας συνορῶντας ἐπιφωνῆσαι τὸ λεγόμενον.
- 4.52.1
Πάνθ’ ὑπὸ μίαν Μύκονον: ἐπὶ τῶν μιᾷ δίκῃ καταδικασθέντων.
- 4.53.1
Παραλύομαι: ἐπεὶ ὑπὸ τῶν πλουσίων οἱ πένητες παραλύονταί.
- 4.54.1
Παρασάγγης: μέτρον ὁδοῦ λ σταδίων, σχοῖνος δὲ ξ, ὡς δέ τινες, πεντήκοντα.
- 4.55.1
Παρὼν ἀποδημεῖς.
- 4.56.1
Πέρδικος καπηλεῖον: χωλὸς κάπηλος ὁ Πέρδιξ. Ὅθεν ἔνιοι τὴν παροιμίαν διαδοθῆναι φασὶ, καὶ τὸ Πέρδικος σκέλος.
- 4.57.1
Πηλέως μάχαιρα: σωφροσύνης γέρας ἡ μάχαιρα τῷ Πηλεῖ δέδοται, Ἡφαιστότευκτος οὖσα.
- 4.58.1
Πλίνθον πλύνεις, Χαμαὶ ἀντλεῖς, Φακὸν κόπτεις, Θάλασσαν ἀντλεῖς: ἐπὶ τῶν ἀδυνάτων.
- 4.59.1
Πόνῳ πονηρός: ἤτοι κατ’ ἐπίτασιν ὁ φαῦλος, ἢ διὰ τὸν πόνον κατ’ ἐνέργειαν ὁ ἐπίπονος.
- 4.60.1
Πράσου φύλλῳ τὸ τῶν ἐρώντων δέδεται βαλάντιον: ἐπὶ τῶν δι’ ἔρωτα πολλὰ ἀναλισκόντων καὶ ἀσωτευομένων. Ἀσθενὲς γὰρ τὸ τοῦ πράσου φύλλον καὶ οὐκ ἀντέχον.
- 4.61.1
Πρωκτὸς λουτροῦ περιγίνεται: ὅταν τις μὴ δύνηται ἀπονίψασθαι, ἀλλ’ ἡ κοιλία αὐτῷ ἐπιφέρηται· ** τῶν ἀνωφελῶν.
- 4.62.1
Πτωχοῦ οὖλαι † ἀεὶ κεναί.
- 4.63.1
Πύθου χελιδόνος: διότι ὀδυρταὸν τὸ ζῶον.
- 4.64.1
Ῥᾷον ἢ τὸ Ὄνειον ὑπερέβήσαν οἱ Βοιωτοί: ἐπὶ τῶν τοὺς ὅρους καὶ τὸ μέτρον ὑπερβαινόντων· Ὄνειον γὰρ ὄρος, πρὸς ὃ οἱ τῶν Βοιωτῶν ὁρίζονται ὅροι.
- 4.65.1
Ῥέας πόντος: Ἰόνος κόλπος περὶ Ἀδρίαν, ἔνθα τιμᾶται * * ὁ Βόσπορος.
- 4.66.1
Ῥήγματα ἀντὶ σχημάτων: ἐπὶ τοῦ παραπολαύοντος τινός, δι’ ὧν πράττει.
- 4.67.1
Σαοὺλ ἐν προφήταις: οὗτος ἐχρίσθη ὑπὸ Σαμουὴλ εἰς βάσιλέα καὶ προφήτην· καὶ ἰδὼν αὐτόν τις ἔφη· Καὶ Σαοὺλ ἐν προφήπαις; Καὶ ἐστὶ πὰροιμία· λαμβάνεται δὲ ἐπῖ τῶν μὴ ἀξίων.
- 4.68.1
Σαρδαναπάλου τρυφηλότερος. Καταγηράσαὶς Τιθωνοῦ βαθύτερος. Κινύρου πλουσιώτερος. Δὶς παῖδες οἱ γέροντες: ὁ γὰρ Τιθωνὸς τὸ γῆρὰς ἀποθέμενος κατ’ εὐχὴν εἰς τέττιγα μετίβαλεν· ὁ δὲ Κινύρας ἦν ἀπόγονος Φάρμη†, βασιλέως Κυπρίων, πλούτῳ διαφέρων. Σαρδανάπαλος δὲ, Ἀσσυρίων βασιλεὺς, ὃς ἐπ’ ἀκολασίᾳ καὶ τρυφῇ κατέλυσε τὴν ἰδίαν ἀρχήν. ἦν δὲ υἱὸς Ἀνακυνδαράξου, βασιλέως Νίνου, χώρας Περσικῆς, καλλωπιζόμενος αἰσχρῶς καὶ τοῖς οἰκείοις μὴ ὁρώμενος, εἰ μὴ εὐνούχοις καὶ κόραις. Πεπυρπολημένου δὲ τοῦ οἴκου, ἔνδοθεν εὑρεθεὶς ἀπέθαγε· καὶ ἔστιν ἐπίγραμμα ἐπὶ τῷ τάφῳ αὐτοῦ Ἀσσυρίοις γράμμασι· Σαρδανάπαλος Ἀνακυνδαράξρυ παῖς, Ταρσόν τὲ καὶ Ἀγχιάλην ἔδειμεν ἡμέρῃ μιῇ· Ἔσθιε, πῖνε, ὄχευε, ὡς τά γε ἄλλα οὐδὲ τούτου ἐστὶν ἄξια· τουτέστι τοῦ τῶν δακτύλων ἀποκροτήματος· τὸ γὰρ ἐφεστὸς τῷ μνήματι ἄγαλμα, ὑπὲρ τῆς κεφαλῆς ἔχον τὰς χεῖρας πεποίηται, ὡς ἂν ἀποληκοῦν τοῖς δακτύλοις. Ταὐτὸν καὶ ἐν τῇ Ἀγχιάλῳ τῇ πρὸς Ταρσὸν ἐπιγέγραπται, ἥτις νῦν καλεῖται Ζεφύριον.
- 4.69.1
Σήπινον γερόντιον: ἐπὶ τῶν ἀσθενῶν.
- 4.70.1
Σιλφίου λειμών: εἶδός τι τῆς Διβύης σίλφιον· καὶ παροιμία τὸ Βάττου σίλφιον.
- 4.71.1
Σινδαρωνξύεσθαι. μέμνηπαι ταύτης Φερεκράτης. Ἔστι δὲ ἀπὸ τοῦ τοὺς ἄνδρας σίνεσθαι.
- 4.72.1
Σινωπίσαι: ἐπὶ τοῦ ἀσχημονῆσαι· ἀπὸ ἑταίρας τινὸς ἐκ Σινώπης.
- 4.73.1
Σιφνιάζειν: ὡς Κρητίξειν καὶ Λεσβιάζειν, ἀπὸ νήσου Σίφνου καλουμένης. Ἔστι δὲ τὸ ἅπτεσθαι τῆς πυγῆς δακτύλῳ· Λεσβιάζειν δὲ τὸ παρανομεῖν στόματι.
- 4.74.1
Σκύθης τὸν ὄνον: ἐπὶ τῶν λόγῳ μὲν ἀκκιζομένων, ἔργῳ δὲ ἐφιεμένων. Ἰδὼν γάρ τις νεκρὸν ὄνον. ἔφη [πρὸς Σκύθην παρόντα], Λεἶπνόν τοι, ὦ Σκύθα. Ὁ δὲ ἐβδελύξατο πρῶτον· αὖθις δὲ πολυπραγμονήσας περὶ αὐτὸν ἐπονεῖτο.
- 4.75.1
Σκυθῶν ἐρημία: ἐπὶ τῶν ἐρημουμένων ὑπὸ τινῶν. Καὶ τὰ ἐρημότερά φασὶ τῆς Σκυθίας ἐρημίας εἶναι.
- 4.76.1
Σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ.
- 4.77.1
Σνμβαλούμενος: κατ’ ἔλλειψιν καὶ αὕτη. Ἐνδεῖ γὰρ εἰς ἔρωτα. Μέμνηται ταύτης Ἀλέξανδρος.
- 4.78.1
Σύμβουλός ἐστιν ὁ χρόνος τῶν πραγμάτων.
- 4.79.1
Τὰ ἐκ παλαιοῦ: λείπει τὸ Τύρου· Τῦρον γὰρ τὴν παλαιὰν Ἀλέξανδρος ὁ Μακεδὼν πολλῇ χειρὶ ἐπελθὼν διέθηκε τὰ χαλεπώτατα, ὥστε τὴν πόλιν κατασκάψαι, τοὺς δὲ πολίτας οὓς μὲν ἀνασκολοπίσαι, οὓς δὲ κατακαῦσαι. Ἐκ τοῦτου γοῦν ἡ παροιμὶα ἐρὶ τῶν κακῶς
- 4.80.1
Τὰ ἐκ τῶν ἀμαξῶν: ἐπὶ τῶν ἀσελγέστερα σκωπτόντων τάττουσι ταύτην. Ἀθήνησι γὰρ ἐν τοῖς Διονυσίοις μεθυσθέντες κωμάζουσι, μεθ’ ἡμέραν δὲ τοὺς ἀπαντῶντας σκώπτουσι ἐφ’ ἁμαξῶν καθήμενοι.
- 4.81.1
Τὰ Κινησίου δρᾷ: ἐπὶ τῶν μαλακῶν.
- 4.82.1
Τὰ μηδὲν πρὸς τὸν Διόνυσον: ἐπὶ τῶν τὰ ἀνοίκειά τισι προςφερόντων.
- 4.83.1
Τὰ πολλὰ πράττειν οὐκ ἐν ἀσφαλεῖ βίῳ: ἐπὶ τῶν εἰς κινδυνον ἐμπιπτόντων διὰ τὸ πολλὰ πράττειν.
- 4.84.1
Τὰ Σαμίων ὑποπτεύσεις: ἐπὶ τῶν δεδιότων τινὰς ἀνηκέστους κακῶν προδοσίας.
- 4.85.1
Τὰ τρίτα τῶν εἰς θάνατον: ἐπὶ τῶν λ τῷ καταγινωσκομένῳ θανάτῳ προςεφέρετο γ, ξίφος, βρόχος, κώνειον.
- 4.86.1
Ταχυβάμονας ὅρκους: Ἀρίσταρχος κατὰ ἀντίφρασιν ἀκούει τοὺς βραδεῖς· βέλτιον δὲ τοὺς ἐν ἑτέρῳ† τινι γενομένους νοεῖν.
- 4.87.1
Τήνελλα: τοῦτο σημαίνει τὴν ἐν τοῖς ἀγῶσι νίκην· μίμημα γάρ ἐστι τοῦ αὐλητικοῦ ἐνδοσίμου.
- 4.88.1
Τὴν Συρακουσίων δεκάτην: Δήμων Συρακουσίους εὐδαιμονήσαντάς φησι ψηφίσασθαι τὴν δεκάτην τῶν ὑπαρχόντων ἀποδίδοσθαι εἰς ἐπισκευὴν ναῶν τε καὶ ἀναθημάτων καὶ θεωριῶν· πολλοῦ τε χρήματος συναχθέντος, εἰς παροιμίαν ἐλθεῖν, ὡς καὶ τὴν Πριηνέων δεκάτην.
- 4.89.1
Τιτανῶδες βλέπει: φοβερὸν, καταπληκτικόν.
- 4.90.1
Τίς τῇδε: οἱ σπένδοντες ἔλεγον τοῦτο ἀντὶ τοῦ, τίς πάρεστι. οἱ δὲ παρόντες ἐπευφημούμεναι ἀπεκρίνοντο, Καλοὶ κἀγαθοί. τοῦτο δὲ ἐποίουν [οἱ σπένδοντες], ἵνα οἱ συνειδότες ἑαυτοῖς τι ἄτοπον, ἐκχωροῖεν τῶν σπονδῶν.
- 4.91.1
Τὸ Δίωνος γρῦ: οὗτος ὀ Δίων, Ἀλεξανδρεὺς μὲν ἦν, ἐπὶ φιλοσοφίᾳ δὲ περιβόητος· ἔχων δὲ ἀδελφὸν παλαιστὴν Τ! ψ’ καλούμενον, λοιδορούμενος ὑπό τινος τῶν ἀνταγωνιστῶν αὐτοῦ ἐπακολουθοῦντος καὶ ὄχλου πολλοῦ, αὐτὸς μὲν οὐδὲν ἐφθέγξατο. πρὶν ἂν ἐντὸς τοῦ ἰδίου πυλῶνος γενόμενος καὶ μηδὲν ὀργῆς ὑπομείνας, εἶπεν· οὐδὲ γρῦ. ὁ δὲ ἀθυμήσας ἀπήγξατο.
- 4.92.1
Τὸ Ἡσιόδειον γῆρας: Ἀριστοτέλης ἐν Ὀρχομενίων πολιτείᾳ δὶς τεθάφθαι φησὶ τὸν Ἡσίοδον, καὶ ἐπιγράμματος τοῦδε τυχεῖν· Χαῖρε δὶς ἡβήσας, καὶ δὶς τάφου ἀντιβολήσας, Ἡσίοδ’, ἀνθρώποις μέτρον ἔχων σοφίης. παρόσον τό τε γῆρας ἀπέβη, καὶ δὶς ἐτάφη.
- 4.93.1
Τὸ Θετταλὸν σόφισμα: ἐπὶ τῶν σοφιζομένων καὶ κακουργούντων. Ἀπὸ Μένωνος τοῦ τῷ Κύρῳ τῷ νεωτέρῳ συναναβάντος, ὃς προὔδωκεν Ἀρταξέρξῃ τοὺς Ἕλληνας.
- 4.94.1
Τὸν αὐλητὴν αὐλεῖν: αὐλητὴς ἐγένετο μὴ πάνυ τοῖς αὐλητικοῖς ἐμμένων νόμοις, ἀλλὰ παρακινῶν· ὅθεν ἡ παροιμία.
- 4.95.1
Τὸ δέ τοι κλέος ἐσσομένοιο: ἐπὶ τῶν δαιμονίως γενέσθαι προδηλουμένων φήμῃ τινί.
- 4.96.1
Τοῦ δ’ ἄρ’ ὁ Κωρυκαῖος ἠκροάζετο: πειραταῖς τισί τινες τῶν ἐκ Κωρύκου συνέπραττον περιεργαζόμενοι, τῶν πλεόντων τὰ φορτία, καὶ καθ’ ἣν ἡμέραν ἀποπλεύσουσιν ἐμήνυον ταῦτα τοῖς πειραταῖς. Τοῦτο μαθόντες οἱ ἔμποροι ἀπέκρυπτὸν τὰ πολλά· ἐπειδὴ δὲ καὶ οὕτως ἔνια τοῖς πειραταῖς ἐμηνύετο, ἐκράτησεν ἡ παροιμία ἐπὶ τῶν δοκούντων μὲν λάθρα πράττεσθαι, εἰς γνώσιν δὲ ἐρχομένων.
- 4.97.1
Τοὺς Κόσσα λόγους: Κόσσας ἀνὴρ δίκαιος, Πελληνεὺς τὸ γένος· οἱ δὲ Πελληνεῖς οὗτοι πόλεμον ἔχοντες πρὸς Σαλαμινίους ἐπεκαλέσαντο συμμάχους τοὺς γείτονας, ὁμολογήσαντες αὐτοῖς μεταδώσειν τῆς χώρας. Νικήσαντες οὖν οὐ μετέδωκαν, τοῦ Κόσσα συμβουλεύοντος ταῖς ὁμολογίαις ἐμμένειν· ἀνθ’ ὧν λοιμῷ. περιπεσόντες τοὺς Κόσσα λόγους ἐπῄνουν.
← Previous · Next → — showing 301–400 of 446
First Thousand Years of Greek. CTS URN tlg9007.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.