Ancient Texts

← Library

Appendix Proverbiorum

First Thousand Years of Greek · First Thousand Years of Greek · 446 sections

  1. 2.99.1

    Ἡ γὰρ τυραννὶς ἀδικίας μήτηρ ἔφυ.

  2. 2.100.1

    Ἡ γλῶττ’ ἀνέγνωχ’, ἡ δὲ φρὴν οὐ μανθάνει: ἐπὶ τῶν ἀμαθῶν.

  3. 3.1.1

    Ἡ γλῶττα τῷ κήρυκι τέμνεται: τουτέστιν, ἡ γλῶττα τῶν θυομένων τῷ Ἑρμῇ δίδοται. Καλλίστρατος δέ φησι, τῶν θυομένων τὰς γλώσσας τοῖς κήρυξιν ἀπονέμεσθαι. Ἡ γλῶττα τῷ κήρυκι τοῦτο γίνεται· αἰτία, ἐπὶ τῶν βλάσφημα λεγόντων.

  4. 3.2.1

    Ἡ γραῦς τὰς ἀγαθίδας ** ἐκπίνουσα, ταῦτα μὲν ἀγαθίδες Ἐπὶ τῶν ἄγαν μεθύσων. Καὶ πάλιν· Ἡ γραῦς τὸ ἄροτρον ἐκπίνουσα, φησί, οἷα κακὰ τὴν γῆν ἀναστρέφει.

  5. 3.3.1

    Ἦδ’ ὅς: τίθεται ἡ λέξις ἐπὶ πλήθους καὶ ἐπὶ θηλειῶν· οὐ μόνον δὲ ἀντὶ τοῦ ἔφη, ἀλλὰ καὶ ἀντὶ τοῦ ἔφασαν· ὁ δὲ Κράτης μὴ δασύνειν λέγει τὸ ὅς.

  6. 3.4.1

    Ἤθη φίλων γίνωσκε, μιμήσῃ δὲ μή: ὅτι οὐ δεῖ πάντα φίλῳ ἕπεσθαι.

  7. 3.5.1

    Ἡ Θρᾷττα ἐπὶ τῷ ταρίχει: ἐπὶ τῶν κρυπτόντων τὰ ἴδια πάθη, ἢ ἐπὶ τῶν προφασιζομένων ἵνα τύχοιεν τινός. Καὶ γὰρ ἡ Θρᾷττα φίλοινος οὖσα, διψῆν ἔφασκε διὰ τὸ φαγεῖν τάριχος.

  8. 3.6.1

    Ἡ Καυνία βοῦς: ἐπὶ τῶν ὅσα πονήσουσιν ἀπολλύντων· ταύτῃ γὰρ πολὺ μὲν ἠμέλχθη γάλα, λακτίσασα δὲ ἀνέτρεψεν.

  9. 3.7.1

    Ἢ λέγε τι σιγῆς κρεῖττον, ἢ σιγὴν ἔχε: ἐπὶ τῶν οὐκ ἄξια λεγόντων.

  10. 3.8.1

    Ἡλιάδων δάκρυα: ἐπὶ τῶν πολλὰ ἐχόντων χρήματα, παρόσον τὰς Ἡλιάδας αἰγείρους ** Φαέθοντα θρηνούσας τὸν ἀδελφὸν, στάζειν δάκρυα τὸν ἤλεκτρον οἱ Ἕλληνες ἐμυθεύσαντο, ἡλίου δὲ τέκνα Φαέθων καὶ αἱ αἴγειροι.

  11. 3.9.1

    Ἡλίβατον: τὸ ὑψηλὸν ὄρος, τῷ ἡλίῳ ὂν μόνῳ βατόν. Καὶ παροιμία, ἡλίβατον κακόν, ἐπὶ τῶν σφόδρα δεινῶν.

  12. 3.10.1

    Ἡλιθιώτερος Λευκολόφου: οὗτος ἀποδόμενος τὴν οἰκίαν, ἀντεποιεῖτο τοῦ φρέατος.

  13. 3.11.1

    Ἡμένη πελειάς: ἐπὶ τῶν ἁπλουστάτων· κατὰ ἀντεξέτασιν τὴν πρὸς τὰς παλευτρίας, αἳ ἐξιπτάμεναι καὶ ἄλλας ἀπατῆσαι προάγονται. Παλεῦσαι γὰρ τὸ ἀπατῆσαι φασίν.

  14. 3.12.1

    Ἡ μωρία μάλιστα ἀδελφὴ πονηρίας ἔφυ.

  15. 3.13.1

    Ἡ συκάμινος συκαμίνῳ ῥύπτεται: πρὸς τοὺς ἐν ἑαυτοῖς τὰ ὠφέλιμα λαμβάνοντας ἐξ ἑαυτῶν.

  16. 3.14.1

    Ἡ Συρακοσίων δεκάτη: ἐπὶ τῶν σφόδρα πλουσίων.

  17. 3.15.1

    Ἤτοι σύνδεσμος ἰσοδυναμῶν τῷ δέ· Ἤτοι ὅγ’ ὣς εἰπών. Ὅμηρος οὐ διαζευκτικῶς αὐτῷ χρῆπαι. Τινὲς δὲ καὶ ἀντὶ τοῦ μέν.

  18. 3.16.1

    Ἡφαίστου δεσμὸς ἢ Ἡφαίστειος δεσμός: ἐπὶ τῶν ἀφύκτων καὶ ἀλύτων δεσμῶν. Ἥφαιστος γὰρ τὸν Προμηθέα στεῤῥῶς ἐδέσμευσεν.

  19. 3.17.1

    Ἡ ψελλὴ οὐ πιττεύω: ἐπὶ τῶν τὰ οἰκεῖα ἐλαττώματα πειρωμένων ἀποκρύπτειν.

  20. 3.18.1

    Θεοὶ Μολοττικοί: οἱ κύνες· ἢ ὅτι ψυχοπομπεῖον ἐν Μολοττίᾳ. Ἐπὶ τῶν φοβουμένων τὰ φόβου ἄξια.

  21. 3.19.1

    Θερσίτειον βλέμμα, καὶ, Θερσίτειον εἴδωλον: παροιμία ἐπὶ τῶν πάνυ δυςειδῶν, ἐπεὶ καὶ ὁ Θερσίτης τοιοῦτος ἦν.

  22. 3.20.1

    Θετταλικὸν σόφισμα: ἐπὶ τῶν πανούργων καὶ εὐμεθόδων ἔργων. Λέγεται δὲ καὶ ἐπὶ τῶν ἀεὶ ἀναβαλλομένων τὸ παρ’ αὐτῶν ὑπεσχημένον, δι’ οἰκεῖον κέρδος. Ἀράτιος γὰρ ὁ ἐκ Θετταλίας ηὔξατο δοῦναι τῷ Ἀπόλλωνι, εἰ περιγένοιτο τῶν ἐχθρῶν, ἑκατόμβην ἀνδρῶν, καὶ τυχὼν οὐκ ἐποίει, διὰ τὸ μὴ ἱερεπρεπῆ εἶναι λέγων τὴν τοιαύτην θυσίαν.

  23. 3.21.1

    Θρᾳκεία παρεύρεσις: ἐπὶ τῶν δολίως τὶ μηχανωμένων καὶ χαλεποῖς ἔργοις λόγους εὐπροςώπους ἐξευρισκόντων· Θρᾷκες γὰρ ἡττηθέντες ὑπὸ Βοιωτῶν περὶ Χερώνειαν,† καὶ σπεισάμενοι, θύουσι τἀπινίκια τοῖς Βοιωτοῖς νυκτὸς ἐπέθεντο· καὶ πολλοὺς αὐτῶν ἀνεῖλον, τινὰς δὲ καὶ ἐζώγρησαν. Ἀγανακτούντων δὲ Βοιωτῶν ἐπὶ τῷ παρεσπονδῆσθαι, ἔφασαν οἱ Θρᾷκες, ὅτι τὰς ἡμέρας, ἀλλ’ οὐ τὰς νύκτας ἐσπεισάμεθα.

  24. 3.22.1

    Θυμόσοφος: τοὺς ἐκ φύσεως ὀξυμαθεῖς καὶ εὑφυεὶς οὕτως ἐκάλουν.

  25. 3.23.1

    Θύραθεν: ἐκ τῆς θύρας καὶ ἀντὶ τοῦ ἐγγὺς, καὶ ἀντὶ τοῦ ἐκτὸς, καθά φαμὲν ἐκ τῶν θύραθεν ἢ ἀπὸ τῶν ἐκτός. Εἴληπται δὲ ἀπὸ τῶν αἰτούντων πτωχῶν καὶ ἔξω τῆς θύρας ἱσταμένων.

  26. 3.24.1

    Ἰάλεμος: εἶδος θρήνου, ἡ ἐπὶ τοῖς ἀπολωλόσιν ἀνία, καὶ ὁ υἱὸς Καλλιόπης, καὶ ὁ ὀρφανός· ἔνιοι δὲ καὶ τὸν κακοδαίμονα καὶ τὸ εὐτελές. Ἰαλεμώδη τὰ ψυχρὰ καὶ οὐδενὸς ἄξια, ἢ τὰ θρηνώδη.

  27. 3.25.1

    Ἱερείας ἐνύπνιον: ἐπὶ τῶν ἐξ ἐνυπνίων κακὰ παθόντων· λέγεται δὲ καὶ Ἱμεραίας ἐνύπνιον. Ἱμεραία γάρ τις ἱέρεια καθ’ ὕπνους εἰς οὐρανὸν εἶναι ἔδοξε, καὶ τῷ τοῦ Διὸς θρόνῳ ἰδεῖν ἁλύσει δεδεμένον τινὰ, περὶ οὗ ἐρωτήτασαν μαθεῖν τὸν Σικελίας εἶναι ἄρχοντα, ὕστερον δὲ ἰδοῦσα Διονύσιον τυραννήσαντα, αὐτὸν εἶναι εἶπεν ὃν καθ’ ὕπνους ἑώρακε. Καὶ ὀργισθεὶς ἀπέκτεινεν αὐτὴν ὁ Διονύσιος.

  28. 3.26.1

    Ἴθι ὀρθός: ἐπὶ τῶν τοῦ δικαίου ἐκτρεπομένων.

  29. 3.27.1

    Ἵνᾷ μὴ φάγῃς σκόροδα, μηδὲ κυάμους; ἐπὶ 279 τῶν ἡσυχῇ ζώντων. Ἔθος γὰρ ἦν τοῖς ἐν πολέμῳ ἀπιοὖσιν ἐσθίειν σκόροδα, τοὺς δὲ δικαστὰς κυάμους, ἵνα μὴ κοιμηθῶσιν. Οἱ γοῦν δικάζοντες καὶ ἐν πολέμῳ ἀπήρχοντο βίας καλούσης.

  30. 3.28.1

    Ἱππεῖς ἐν Θετταλίᾳ καὶ Θράκῃ: παροιμία.

  31. 3.29.1

    Ἵππου γῆρας: ἐπὶ τῶν πρὸς τῷ γήρᾳ δυςτυχούντων.

  32. 3.30.1

    Ἴσαι ψῆφοι: ἐπὶ τῶν ἐν δικαστηρίῳ ἀντικρινομένων, καὶ μηδενὸς καταβεβλημένου. Αἰσχίνης κατὰ Κτησιφῶντος.

  33. 3.31.1

    Ἴσως Ἐριννὺς ἐστιν ἐκ τραγῳδίας: τὰ γὰρ ἀποτρόπαια τῶν φαντασμάτων τραγῳδοῖς μᾶλλον ἁρμόττει,

  34. 3.32.1

    Ἰχθὺν εἰς Ἑλλήσποντον.

  35. 3.33.1

    Κάβος: εἶδος μέτρου. Καὶ παροιμία, Κάβος κάβου.

  36. 3.34.1

    Καθ’ ἑαυτοῦ τὴν κόνιν ἀμᾶται.

  37. 3.35.1

    Καὶ γὰρ Ἀργείους ὁρᾷς: αὕτη Σοφόκλειος· πεποίηται γὰρ Ἐριφύλη πρὸς Ἀλκμαίωνα λέγουσα, Καὶ γὰρ Ἀργείους ὁρῶ. Εἴρηται δὲ ἐπὶ τῶν ἐκτενῶς πρὸς ὁτιοῦν βλεπόντων καὶ καταπληκτικόν τι δοκούντων ὁρᾶν. Οἱ δὲ ἐπὶ τῶν εἰς κλοπὴν ὑπονοουμένων. Κωμῳδοῦνται γὰρ Ἀργεῖοι ἐπὶ κλοπῇ, ὥςπερ καὶ Σοφοκλῆς ἐχρήσατο.

  38. 3.36.1

    Καὶ κεραμεὺς κεραμεῖ κοτέει: ἐπὶ τῶν ὁμοτέχνων διαφθονουμένων.

  39. 3.37.1

    Καὶ ταῦτ’ ἔχοντες κυμάτων ἐν ἀγκάλαις: ἀντὶ τοῦ ὄντες ἐν πολλοῖς κινδύνοις.

  40. 3.38.1

    Καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει: ἀντὶ τοῦ παντὶ τρόπῳ, καὶ ἔργοις δηλαδὴ, ὃ δηλοῖ διὰ τοῦ χερσὶ, καὶ κατανεύσει, τοῦτο γὰρ σημαίνε τὸ κόμαισι, καὶ βαδίσει, ὃ δηλοῖ διὰ τῶν ποδῶν καὶ τῆς βάσεως.

  41. 3.39.1

    Κακὰ κακῶν: τὰ ὑπερβολικὰ κακά.

  42. 3.40.1

    Καλλίου: πιθήκου. Τὰ δυσχερῆ γὰρ τῶν ὀνομάτων εὐφημότερον εἰώθασιν οἱ Ἀττικοὶ προφέρεσθαι, καὶ τὸν πίθηκον οὖν καλλίαν προρηγόρευσαν· οὕτω καὶ τὰς Ἐριννύας Εὐμενίδας λέγουσιν.

  43. 3.41.1

    Κανθάρου μελάντερος: ἐπὶ τῶν καθ’ ὑπερβολὴν λεγομένων.

  44. 3.42.1

    Κἂν ἴσαι ψῆφοι γένωνται: ἀπὸ τῶν ἐν τοῖς δικαστηρίοις ψήφων. Ἀπελύοντο δὲ οἱ κρινόμενοι, ὅτε ἴσαι αἱ ψῆφοι ἐγίνοντο.

  45. 3.43.1

    Καπνίας ποιητής: ὁ μηδὲν λαμπρὸν γράφων. Καὶ οἶνος καπνίας ὁ κεκαπνισμένος, καὶ Κάπνιος ἄμπελος ἡ μέλαινα.

  46. 3.44.1

    Καπνοῦ σκιά: ἐπὶ τῶν λίαν ἰσχνῶν, καὶ ἐπὶ τῶν ἀστάτων καὶ ἀφανῶν.

  47. 3.45.1

    Καρκίνου πορεία: ἡ ἀργὴ καὶ δυςδιόρθωτος.

  48. 3.46.1

    Κήρινος θάνατος: Κλεινίας ἐν Κρότωνι τυραννίδα κατασκευασάμενος περὶ τῆς ἀρχῆς ἀνηρώτα τὸν θεόν· ὁ δὲ ἀνεῖπεν, ὡς κήρινος αὐτὸν ἀναμένει θάνατος. Ἐκ δὲ τῆς Θουρίας δύο νεανίσκοι ἐπέστησαν γραμματίδιον ἀναδιδόντες, ἐν ὅσῳ δὲ λύων τοῦτο ἀνεγίνὼσκεν ὑπ’ αὐτῶν ἀνῃρέθη.

  49. 3.47.1

    Κόγχην διελεῖν: ἐπὶ τῶν ῥᾳδίως τι ποιούντων· καὶ Κόγχην διεῖλες, ἀντὶ τοῦ ἴσον ἐποίησας.

  50. 3.48.1

    Κόντῳ πλεῖν: ἐπὶ τοῦ προςηκόντως ζῆν.

  51. 3.49.1

    Κορδύλης οὐκ ἄξιος: κορδύλη πᾶν τὸ διεστραμμένον καὶ ἐξέχον· λέγεται καὶ περὶ τὸν ὦμαν δεσμὸς κορδύλη.

  52. 3.50.1

    Κορίνθιος ξένος.

  53. 3.51.1

    Κρότωνος ὑγιέστερος: κρότων ζῶόν ἐστι ἐν τοῖς κυσὶ καὶ βουσὶ γινόμενον.

  54. 3.52.1

    Κύλλου πήραν: κυλλοὺς Ἀττικοὶ καὶ ἐπὶ τῶν ποδῶν καὶ ἐπὶ τῶν χειρῶν ὁμοίως λέγουσιν. Οἱ δὲ κύλλου φασὶ βαρυτόνως, ἐπὶ τῶν τὴν φύσιν βιαζομένων ἐξ ἐπιτεχνήσεως. Ἔστι δὲ τόπος ἐν Ἀττικῇ Κύλλου πήρα, ἐν ᾧ καὶ κρήνη· πίνουσαι δὲ ἐξ αὐτῆς αἱ στερίφαι συλλαμβάνουσιν.

  55. 3.53.1

    Κύων ἐν προθύρῳ: ἐπὶ τῶν ἐν τοῖς δικαίοις τολμηρῶν.

  56. 3.54.1

    Κύων ἐν ῥόδοις: ἐπὶ τῶν μὴ αἰσθανομένων ἐν μεγάλοις ὄντων· ἢ ἐπὶ τῶν μείζοσιν ἢ καθ’ αὑτοὺς ὄντων.

  57. 3.55.1

    Κύων κυνὸς οὐχ ἅπτεται: ἐπὶ τῶν τοὺς ὁμοίους φυλαττομένων.

  58. 3.56.1

    Κῶνος ἀρτοξύει: ἐπὶ τῶν ἀνταποδιδόντων.

  59. 3.57.1

    Λάβρακας Μιλησίονς: ὅταν ἐν ἀγορᾷ εἰς πλῆθος φανῶσιν· ἐν γὰρ τῇ Μιλήτῳ πλεῖστοί τε καὶ μέγιστοι εἶσίν.

  60. 3.58.1

    Λεβηρίδος τυφλότερος: τὸ τοῦ ὄφεως δέρμα φασὶ λεβηρίδα· ἕτεροι δὲ τὸ τοῦ κυάμου λέπισμα.

  61. 3.59.1

    Λεπτὴν πλέκειν: ἐπὶ τῶν πενιχρῶν τοῦτο λέγεται· οἷον ἀκριβῆ, στενὴν, ἀσθενῆ.

  62. 3.60.1

    Λευκὴ ἡμέρα: ἡ ἀγαθὴ, καὶ ἐπ’ εὐφροσύνῃ, καὶ λευκὸν ἀγαθὸν, ἐπὶ τοῦ ἡδέος.

  63. 3.61.1

    Λευκοὶ τοὺς δειλοὺς ὀνειδίζουσιν: ἐπὶ πῶν ἑτέροις τὰ προςόντα αὐτοῖς κακὰ προςφερόντων, παρόσον οἱ λευκοὶ δειλοί.

  64. 3.62.1

    Λευκόπυγος: ἐπὶ τῶν δειλῶν καὶ ἀνάνδρων. Τοιοῦτοι γὰρ οἱ μὴ πονοῦντες ἐν ἔργοις. Τούτῳ δὲ ἐναντίον τὸ μελάμπυγος, ἐπὶ τῶν γενναίων. Οἱ γὰρ πονοῦντες ἔντριχον ἔχουσι τὴν πυγήν.

  65. 3.63.1

    Λεχὼ λέαιναν καὶ κακὸς κύων φοβεῖ: πρὸς τοὺς πεφοβημένους τὰ μὴ δέους ἄξια, παρόσον ἡ λέαινα τεκοῦσα καὶ τὰ μικρὰ φοβεῖται.

  66. 3.64.1

    Λέων ξίφος ἔχων: ἐπὶ τῶν φύσει μὲν ἀνδρείων, ἑτέραν δὲ προςλαμβανόντων ἔξωθεν βοήθειαν.

  67. 3.65.1

    Λήθαργος κύων: ὁ προςσαίνων μὲν, δάκνων δὲ λάθρα.

  68. 3.66.1

    Λήμνιον βλέπει: πυρῶδες, ἐπειδὴ τὸ πῦρ Λήμνιον.

  69. 3.67.1

    Λίθον ἕψεις: ἐπὶ τῶν ἀδύνατόν τι κατεργάζεσθαι ἐπιχειρούντων.

  70. 3.68.1

    Λίθῳ λαλεῖς: ἐπὶ τῶν ἀναισθήτων.

  71. 3.69.1

    Λίθων χοαί: ἄργυρος καὶ χρυσός. Καὶ γὰρ Εὐριπίδης φησί,

  72. 3.69.2

    Λευκοὺς λίθους ἔχοντες αὐχοῦσιν μέγα.

  73. 3.70.1

    Λυγκέως ὅμοιος: οὗτος ὀξυδερκέστατος γέγονεν, ὡς καὶ τὰ ὑπὸ γῆν ὁρᾶν.

  74. 3.71.1

    Λυγκέως ὀξύτερον βλέπει: ἐπὶ τῶν ὀξυδορκούντων. Οὗτος γὰρ ὁ Λυγκεὺς εὗρε τὰ ὑπὸ γῆν μέταλλα χρυσίου καὶ κασσιτέρου καὶ τῶν λοιπῶν· οἱ δέ φασιν ὅτι ὁ λυγκεὺς θηρίον ἐστὶ ὀξυδερκέστατον.

  75. 3.72.1

    Λύκειος: Ἀπόλλωνος ἐπίθετον· καὶ τόπος, ἐν ᾧ κρῆναι ἀνεδόθησαν, ἡ μὲν οἴνου, ἡ δὲ μέλιτος, ἐν αἷς συνέβαινε τὰ ζῶα προςιζάνειν καὶ τοξεύεσθαι.

  76. 3.73.1

    Λύκος αἶγας ἐκκαλῶν: ἐπὶ τῶν καθυποκρινομένων φιλίαν ἐχθρῶν.

  77. 3.74.1

    Λύκος ἐν αἰτίᾳ γίνεται, κἂν φέρῃ κἂν μὴ φέρῃ: πρὸς τὸν ἐκ παντὸς τρόπου ἐν αἰτίᾳ γινόμενον.

  78. 3.75.1

    Λύκος κρέας νέμει: ἐπὶ τοῦ πλεονεκτεῖν καὶ διδόναι βουλομένου.

  79. 3.76.1

    Λύκος λέοντι συμβάλλει πεφραγμένῳ: ἐπὶ τῶν ἀσθενῶν καὶ δυνατωτέροις συμβαλλόντων.

  80. 3.77.1

    Λύκου ῥήματα: ἐπὶ τοῦ καὶ λόγοις καὶ ἔργοις ἀδικοῦντος.

  81. 3.78.1

    Λύκου στέγη: ἐπὶ τοῦ πενιχροῦ παντάπασι καὶ οὐδὲν ἔχοντος ἀποκείμενον.

  82. 3.79.1

    Μάϊς καὶ Θίμβις: ταῦτα ὀνόματά εἰσι Φρυγικὰ, διὸ καὶ ἐπιφωνεῖται, εἷς Μάϊς ἐν Φρυγίᾳ. Τὸν δὲ Θίμβιν ὁ Μένανδρος συνεχῶς Τίβιον ὀνομάζει· καὶ ὅλη ἡ Φρυγία Τιβία καλεῖται.

  83. 3.80.1

    Μαντικὴ ψυχή: ἐπὶ τῶν τὰ μέλλοντα προορωμένων. Πλάτων Φαίδρῳ.

  84. 3.81.1

    Μέγα τοι ἄγγελος ἐσθλός: ἐπὶ τῶν ἀγαθὰ ἐπαγγελλόντων.

  85. 3.82.1

    Μέδιμνον μέτρον χοινίκων μῆ.

  86. 3.83.1

    Μεδίμνῳ ἀπομετρῶν παρὰ πατρὸς ἀργύριον: ἐπὶ τῶν μεγάλην καὶ ἀθρόαν ὠφέλειαν προςδοκούντων.

  87. 3.84.1

    Μελάντερος ζόφου καὶ Μελάντερος πίσσης: ἐπὶ τῶν καθ’ ὑπερβολὴν μεμελασμένων.

  88. 3.85.1

    Μελίπηκτον: εἶδος πλακοῦντος· καὶ παροιμία, Μελίπηκτα κύνες: ἐπὶ τῶν παρ’ ἀξίαν τὰ κάλλιστα ἀπολαυόντων.

  89. 3.86.1

    Μεμαγμένη μᾶζα: ἐπὶ τῶν ἑτοίμων ἀγαθῶν.

  90. 3.87.1

    Μετὰ νοσούντων μαίνεσθαί φασι καλόν: ὅτι χρὴ συνεξομοιοῦσθαι.

  91. 3.88.1

    Μέτωνος ἐνιαυτός: Μέτων Ἀθηναῖος ἀστρολόγος, ὁ τὴν ἐννεακαιδεκαετηρίδα συνταξάμενος καὶ ὀνομάσας ἐνιαυτόν· τοὺς οὖν μακρὰς ὑπερθέσεις ποιουμένους ἐπισκώπτοντες ἔλεγον, Ἀναβάλλεσθαι εἰς τὸν Μέτωνος ἐνιαυτόν.

  92. 3.89.1

    Μέχρι τῶν ἀμφωτίδων: ἐπὶ τῶν ἄγαν πεπληρωμένων, ἀντὶ τοῦ μέχρι τῶν ὤτων.

  93. 3.90.1

    Μηδὲν ὑπὲρ τὰ καλάποδα: ἀντὶ, μηδὲν ὑπὲρ τὸ μέτρον. Καλάποδον γάρ ἐστι τὸ τοῦ σκυτέως. Μύῤῥιχον γὰρ τὸν σκυτέα φασὶ τοῦτο εἰπεῖν.

  94. 3.91.1

    Μὴ ἔνι δούλων πόλις: πόλις ἐστὶν ἐν Λιβύῃ Δούλων πόλις καλουμένη, ὡς Μνασέας ἱστορεῖ ὁ Πατρεύς· ** καὶ τὸν εἰς ἐλευιθερίαν** ἀναβοῶντα λέγειν. Οὐκ ἔστι δούλων οὐδ’ ἐλευθέρων πόλις· ** ἐν ᾖ μόνος ἐλεύθερός ἐστιν ὁ τῆς Ἀρτέμιδος ἱερεύς. Καὶ Ἀρτεμίδωρος φησὶν, ὅτι ὁ Φίλιππος ἔκτισε Πονηρῶν πόλιν καλουμένην, ἐν ᾗ πάντας τοὺς πονηροὺς κολάζων καθείργυεν.

  95. 3.92.1

    Μήδων ἀμελῶ: ἐπὶ τῶν καταφρονουμένων.

  96. 3.93.1

    Μήλειος Ἡρακλῆς: ἐπὶ τῶν εὐτελῶν· ἦν γὰρ ἄγαλμα Ἡρακλέους, ᾧ μόνα μῆλα, καρποὺς ἔθυον.

  97. 3.94.1

    Μητίχου τέμενος: εἴη δ’ ἂν τὸ Μητιχεῖον δικαστήριον μέγα, ἐν ᾧ προςεκληρώθησαν χίλιοι δικασταί.

  98. 3.95.1

    Μὴ ὥσπερ ἀπὸ λύκου θύρας: ἐπὶ τοῦ φαύλου.

  99. 3.96.1

    Μία ἡμέρα σοφὸν οὐ ποιεῖ.

  100. 3.97.1

    Μίασμα δρυός: παρ’ Εὐριπίδῃ ἐν Ἐρεχθεῖ αἰνιττόμενον τὸ Θηβαίων παρανόμημα εἰς τὸ ἐν Δωδώνῃ μαντεῖον, ἀφ’ οὗ καὶ παροιμία Βοιωτοῖς μαντεύσαις. ** ἠσέβησαν γὰρ εἰς τὴν ἱέρειαν ἐμβαλόντες αὐτὴν εἰς τὸν ἐν Δωδώνῃ λέβητα ζέοντα, ἐρωτικῶς διατεθεῖσαν εἰς ἕνα τῶν θεωρῶν.

← Previous · Next → — showing 201300 of 446

First Thousand Years of Greek. CTS URN tlg9007.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.