Ancient Texts

← Library

Commentarius In Apocalypsin

First Thousand Years of Greek · First Thousand Years of Greek · 612 sections

  1. 3.14.2

    Διὰ τοῦ βαπτιστοῦ ἡ ἀλήθεια τοῦ Χριστοῦ δείκνυται, μᾶλλον δὲ ὁ αὐτὸς οὐσιώδης ἐστιν ἀλήθεια. ἀρχὴ δὲ ἤτοι βασιλεία, ὡς πάντων τῶν κτισμάτων δεσπόζουσα· ἀρχὴ γὰρ τῆς κτίσεως ἡ προκαταρκτικὴ αἴτια καὶ ακτιστος.

  2. 3.15.1

    Οἶδα σου τὰ ἔργα.

  3. 3.15.2

    Φεύγει τὸν ἐν τῇ πίστει ἀμελῶς ζῆν προελόμενον. ὁ μὲν γὰρ ψυχρὸς, καὶ τῆς ζώσης πίστεως ἄγευστος, ἐν ἐλπίδι πολλάκις ἔσται τοῦ τυχεῖν αὐτῆς, ὁ δὲ ζέσας διὰ τοῦ βαπτίσματος Πνεύματι, καὶ ἀποψυχθεὶς διὰ ῥαθυμίας ὕστερον ἑαυτῷ τὰς ἐλπίδα; τῆς σωτηρίας ἐξέκοψεν, καταγνοὺς τῆς αἱρεθείσης πίστεως· ἔργοις μὲν γὰρ οὐκ ἀπογνωστέα η μεσότης, ὡσπερ ο ἔννομος γάμος μέσος ὣν παρθενίας καὶ ἀκολασίας οὐκ ἀπόβλητος· ἐν δὲ τῇ πίστει τὸ μέσον καὶ χλιαρὸν ἀδόκιμον, ὁμοίως καὶ ὁ ἐν ἐρήμῳ ζῆν προελόμενος μὴ ἀκριβῶς δὲ ζῶν, καταγνωστέος εἰκότως, ὡς ἐγγὺς ὣν τοῦ ἀποψυχθέντος.

  4. 3.16.1

    Μέλλω σε ἐμέσαι.

  5. 3.16.2

    Ὥσπερ, φησὶ, τὸ χλιαρὸν ἔμετον κινεῖ τοῖς μεταλαμβάνουσιν, οὕτω κἀγώ σε ὡς βδελυκτὸν βρῶμα ἐμέσω διὰ λόγου στόματός μου εἰς αἰώνιον κόλασιν, ὅτι ταῖς ἀκάνθαις τοῦ πλούτου τὸν σπόρον τοῦ θείου λόγου συμμιγνύουσα, τὴν ἑαυτῆς ἐν τοῖς πνευματικοῖς ἀγνοεῖς πτωχείαν, καὶ τὴν τῶν νοητῶν σου ὀφθαλμῶν τύφλωσιν, καὶ τὴν ἐξ ἀγαθῶν πράξεων γύμνωσιν.

  6. 3.18.1

    Συμβουλεύω σοι.

  7. 3.18.2

    Εἰ πλουτίσαι βούλει φησὶ, παρ’ ἐμοῦ τοῦ πλουτίζοντος κτῆσαι, προθέσει ζεούσῃ καὶ καρδίᾳ θελούσῃ, χρυσίον πεπυρωμένον, τὸν διδασκαλικὸν λόγον τὸν τῷ πυρὶ τῶν πειρασμῶν λαμπρυνόμενον, δι’ οὗ ἕξεις ἐν τῇ καρδίᾳ τὸν θησαυρὸν ἄσυλον, καὶ περιβάλῃ τὴν στολὴν τῶν ἀρετῶν τὴν ὑπέρλαμπρον, δι’ ἧς ἡ προσγενομένη σοι ἐξ ἁμαρτίας ἀμφιασθήσεται γύμνωσις. κολλύριον δέ ἐστιν ἡ ἀκτημοσύνη· εἰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων, τουτους πάντως ἀνοίξει τὸ ἀδωροδόκητον.

  8. 3.20.1

    Ἴδου ἕστηκα ἐπὶ τὴν θύραν.

  9. 3.20.2

    Ἀβίαστος ἐστὶ, φησὶν, ἡ ἐμὴ παρουσία· τὴν θύραν τῆς κρούω, καὶ τοῖς ἀνοίγουσιν ἐπὶ τῇ ἑαυτῶν σωτηρίᾳ συνευφραίνομαι. τροφὴν γὰρ καὶ δεῖπνον ταύτην ἥγημαι· τρεφόμενος ἐν οἷς αὐτοὶ τρέφονται, καὶ τὸν λιμὸν τοῦ ἀκοῦσαι θείου λόγου, καὶ τὸ σκότος τῆς πλάνης φεύγουσιν.

  10. 3.21.1

    Ὁ νικῶν· δώσω.

  11. 3.21.2

    Διὰ τοῦ θρόνου, ἡ ἀνάπαυσις καὶ ἡ βασιλεία τοῦ μέλλοντος αἰῶνος δείκνυται· φησὶ τοίνυν ὅτι οἱ τὸν ἐχθρὸν νικήσαντες συνδοξασθήσονταί μοι καὶ συμβασιλεύσουσι. τὸ δὲ “ὡς κἀγὼ ἐνίκησα,” ἀνθρωπίνως εἴρηται, διὰ τὴν πρόσληψιν· οὐ γὰρ ἆθλον ἀρετῆς τὴν βασιλείαν ὁ Θεὸς Λόγος ἐκτήσατο, ταύτην γὰρ ἔχει οὐσιωδῶς ἀίδιον. ἐπειδὴ γὰρ δι’ ἡμᾶς γέγονεν ἄνθρωπος, Θεὸς ὑπάρχων καὶ βασιλεὺς προαιώνιος, καὶ πάντων τῶν ἡμετέρων ἁμαρτίας χωρὶς μετασχὼν, πάντων τῶν ἑαυτοῦ τοῖς νικηταῖς τοῦ διαβόλου μεταδέδωκεν, καθὼς ἦν δυνατὸν ἀνθρώποις ὑποδέξασθαι.

  12. 4.1.1

    Μετὰ ταῦτα εἶδον.

  13. 4.1.2

    ῥ περιαίρεσις τῆς θύρας σημαίνει τῶν κρυπτῶν μυστηρίων τοῦ πνεύματος τὴν δήλωσιν. ἡ δὲ σάλπιγξ τὸ τοῦ ἀποκαλύπτοντος μεγαλόφωνον, τὸ δὲ “ ἀνάβα ὧδε,” τοῦ τῶν γηίνων τελείως ἀποστῆναι καὶ ἐν οὐρανῷ γενέσθαι τὴν διάνοιαν τοῦ ἀκούοντος.

  14. 4.2.1

    Καὶ εὐθέως ἐγενόμην ἐν πνεύματι.

  15. 4.2.2

    Τῆς φωνῆς, φησὶν, ἀκούσας καὶ τῷ πνεύματι τυπωθεὶς τὸ ἡγεμονικὸν, θρόνον ἐθεασάμην. δι’ οὗ δηλοῦται, ἡ ἐν τοῖς ἁγίοις τοῦ Θεοῦ ἀνάπαυσις· αὐτοῖς γὰρ ἐνθρονίζεται. ἐπειδὴ δὲ τὸ Πνεῦμα τὸν ὁραθέντα ἐνταῦθα παρίστησι, σωματικὸν αὐτῷ χαρακτῆρα οὐ περιτίθησιν, ὥσπερ ἐν τῇ προτεραίᾳ τοῦ υἱοῦ ὀπτασίᾳ, ἀλλὰ τιμίοις αὐτὸς λίθοις ἀπεικάζει· τῆς μὲν ἰάσπιδος σημαινούσης ὡς χλοερᾶς τὸ ἀειθαλὲς ὁμοῦ καὶ φερέσβιον καὶ τροφὴν χορηγὸν τῆς θείας φύσεως, διὰ τὸ πᾶν σπέρμα χλοηφορεῖν, πρὸς τούτοις δὲ καὶ τὸ φοβερὸν τοῖς ὑπεναντίοις. φασὶ γὰρ τὴν ἴασπιν φοβερὰν εἶναι θηρίοις καὶ φάσμασι a. μετὰ τοῦτο δὲ καὶ τὸ θεραπευτικὸν τῶν ἐπιδεχομένων τὴν ψυχικὴν ἴασιν. φασὶ γὰρ τοῦτον τὸν λίθον ἰατρεύειν οἰδήματά τε καὶ τὰς ἀπὸ σιδήρου πληγὰς ἐπιχριόμενον. ἡ δὲ ἴρις σμαραγδίζουσα τὸ ποικίλον καὶ ἀνθοῦν ἐν ἀρεταῖς τῶν ἀγγελικῶν ἐμφαίνει τάξεων.

  16. 4.4.1

    Καὶ κυκλόθεν τοῦ θρόνου.

  17. 4.4.2

    Τούτους τίς τῶν πρὸ ἡμῶν Ἅβελ καὶ ἑτέρους εἴκοσι τῆς παλαιᾶς ἐξέλαβε καὶ τρεῖς τῆς νέας. εἴτε δὲ τοῦτό ἐστιν, εἴτε μᾶλλον τοὺς πρὸς ταῖς πράξεσι καὶ λόγῳ κεκοσμημένους δεῖ νοεῖν, τῷ διὰ τῶν κδ στοιχείων δηλουμένων ἐκλαβεῖν ἀκολουθότερον, διὰ τῶν ιβ πρεσβυτέρων, τοὺς ἐν τῇ παλαιᾷ διαλάμψαντας· διὰ δὲ τῶν ἑτέρων ιβ, τοὺς ἐν τῇ νέᾳ διαπρέψαντας, κἀκείνων γὰρ ιβ φύλαρ- λαρχοι, καὶ τῶν ἐν τῇ νέᾳ ιβ Ἀποστόλων προηγήσαντο, οἷς καθίσαι ἐπὶ ιβ θρόνων ὁ Κύριος ἐπηγγείλατο. τάχα δὲ τὰ λευκὰ ἱμάτια τοῦ λαμπροῦ βίου, καὶ τῆς ἀλήκτου ἑορτῆς καὶ εὐφροσύνης σύμβολα. οἱ δὲ στέφανοι τῆς νίκης, ἣν πρὸς τοὺς πονηροὺς δαίμονας κατώρθωσαν ἀνδρισάμενοι.

  18. 4.5.1

    Ταὶ ἐκ τοῦ θρόνου.

  19. 4.5.2

    Κἀντεῦθεν τὸ φοβερὸν καὶ καταπληκτικὸν τοῦ Θεοῦ κατὰ τῶν ἀναξίων τῆς αὐτοῦ μακροθυμίας δείκνυται· τοῖς μέν τοι σωτηρίας ἀξίοις, τούτων ἑκατέρα φωτισμὸν ἐντίθησιν, ἡ μὲν τοῖς τῆς διανοίας ὄμμασιν, ἡ δὲ τοῖς πνευματικοῖς ὠσὶν ἐμπίπτουσα.

  20. 4.5.3

    Εἰσὶν ἑπτὰ πνεύματα.

  21. 4.5.4

    Τὰ πνεύματα ταῦτα, εἴτε ἑπτὰ Ἀγγέλους ὑπερέχοντας δεῖ νοεῖν, εἴτε τὰς ἐνεργείας τοῦ ζωοποιοῦ Πνεύματος, οὐδ’ ἕτερον οἶμαι ἀπίθανον. ἡ δὲ ὑελίνη θάλασσα τὸ πλῆθος τῶν ἁγίων δυνάμεων, καὶ τὸ καθαρὸν καὶ ἀκηλίδωτον, καὶ τὸ τῆς μελλούσης χαρακτηρίζει ἀτάραχον. τάχα δὲ διὰ ταύτης δηλοῦται τὰ οὐράνια νοητὰ ἀνεφίκτοις ἡμῖν ὕδασι κατὰ τὸν ψαλμῳδὸν στεγαζόμενα. εἰ δέ τισι κρυσταλλοειδὴς ἡ τοῦ οὐρανοῦ φύσις νενόμισται, σκοπεῖν χρὴ, εἰ μὴ ἡ οὐσία τοῦ θεοστιβοῦς ἐκεί.νου ἐδάφους διὰ τούτων σημαίνεται, τὸ στίλβον ὁμοῦ καὶ διαυγὲς ἔχουσα.

  22. 4.6.1

    Καὶ ἐν μέσῳ τοῦ θρόνου.

  23. 4.6.2

    Καὶ διὰ τούτου δείκνυται ὁ θρόνος σημαντικὸς εἶναι τῆς τοῦ Θεοῦ βασιλείας τε καὶ ἀναπαύσεως, ἐν ἡ καὶ περὶ ἣν τὰ Σεραφὶμ ἐθεώρησε· διὰ τοῦ πλήθους τῶν ὀφθαλμῶν τὸ πρὸς τὰς θείας αὐγὰς θεοπτικὸν αὐτῶν διδασκόμενος. ὅτι τε καὶ τῶν ὄπισθεν καὶ τῶν ἔμπροσθεν θεόθεν τὴν γνῶσιν ἐναυγάζονται.

  24. 4.7.1

    Καὶ τὸ ζῶον τὸ πρῶτον.

  25. 4.7.2

    Ταῦτα τὰ ζῷα διὰ τῶν τεσσάρων προσώπων δηλοῦν ἔοικεν. εἴτε τῶν δ στοιχείων τὴν τοῦ Θεοῦ δημιουργίαν τε καὶ συντήρησιν, εἴτε τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ τῶν ἐν θαλάσσῃ τὴν δεσποτείαν, ἣ τὰς δ ἀρετὰς καὶ τὰ δ Εὐαγγέλια. τοῦ μὲν λέοντος δηλοῦντος τὴν ἀνδρίαν καὶ τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον, διὰ τὸ τῆς προαιωνίου βασιλείας τούτου σημαντικόν. τοῦ δὲ μόσχου τὴν δικαιοσύνην καὶ τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον ὡς νομικῶς καὶ ἱερατικῶς τὸν Χριστὸν γενεαλογήσαντος. τοῦ δὲ ἀετοῦ τὴν σωφροσύνην, ταύτην γὰρ ἔχειν μαρτυρεῖται τὸ ζῶον καὶ τὸ κατὰ Μάρκον Εὐαγγέλιον, ὡς σύντομον καὶ ἀπὸ τοῦ προφητι- κοῦ πνεύματος ἀρξάμενον. τοῦ δὲ ἀνθρώπου τὴν φρόνησιν, καὶ τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον, ὡς φύσει καὶ οὐ νόμῳ κηρύξαντος τὴν Χριστοῦ γέννησιν. ἴσως δὲ διὰ τούτων καὶ ἡ οἰκονομία τοῦ Χριστοῦ δηλοῦται διὰ τοῦ λέοντος, ὡς βασιλέως· διὰ τοῦ μόσχου ὡς ἱερέως, μᾶλλον δὲ ἱερείου· διὰ δὲ τοῦ ἀνθρώπου, ὡς δι’ ἡμᾶς ἀνδρωθέντος· διὰ δὲ τοῦ ἀετοῦ, ὡς χορηγοῦ τοῦ ζωοποιοῦ Πνεύματος τοῦ ἐπιπτάντος ἡμῖν ἄνωθεν.

  26. 4.8.1

    Καὶ τὰ τέσσαρα ζῷα.

  27. 4.8.2

    Ταῦτα τὰ δ ζῷα διὰ τοῦτο ταῖς δυσὶ πτέρυξι καλύπτει τὰ πρόσωπα, καὶ ταῖς δυσὶ τοὺς πόδας, ταῖς δὲ μέσαις πέτανται, ἵνα ἡ περὶ τὰ ὑψηλότερα καὶ βαθύτερα τῆς οἰκείας καταλήψεως φανῇ αὐτῶν εὐλάβεια, δι’ ἣν τοῖς μέσοις πρὸς τὰς θεατρικὰς αὐγὰς θείοις ζυγοῖς ἀνατείνονται.

  28. 4.8.3

    Καὶ ἀνάπαυσιν.

  29. 4.8.4

    Ἀνάπαυσις ταῖς ἁγίαις δυνάμεσι, τὸ τῆς θείας ὑμνῳδίας μὴ παύεσθαι, τὸν δὲ, τρισσὸν ἁγιασμὸν τῆς τρισυποστάτου προσφέρει θεότητος. τὸ δὲ ὁ ὣν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, τὴν ἁγίαν τριάδα δηλοῦν ἔφημεν.

  30. 4.10.1

    Πεσοῦνται οἱ εἴκοσι.

  31. 4.10.2

    Διὰ τούτου δηλοῦται καὶ τοὺς νοηθέντας ἡμῖν κδ πρεσβυτέρους, κοινωνοὺς εἶναι τῆς ὑμνῳδίας τῶν ἄνω δυνάμεων, ὁμολογοῦντας ἐκ Θεοῦ κεκομίσθαι τῆς τῶν νοητῶν ἐχθρῶν νίκης τὴν δύναμιν. Σὺ, φησὶ, δέσποτα, λέγοντες, τῶν στεφάνων τῆς νίκης αἴτιος καὶ χορηγὸς γέγονας· καὶ σοὶ παρὰ πάντων ὡς κτισμάτων ἡ εύχαριστία ὀφείλεται.

  32. 5.1.1

    Καὶ εἶδον ἐπὶ τὴν δεξιάν.

  33. 5.1.2

    Βιβλίον τὴν πάνσοφον τοῦ Θεοῦ μνήμην νοοῦμεν, ἐν ᾗ πάντες κατὰ τὸν Δαβὶδ γράφονται, καὶ τῶν θείων κριμάτων τὴν ἄβυσσον. ταύτης δὲ τὰ μὲν ἔξω διὰ τὸ γράμμα εὐληπτότερα, τὰ δὲ ἔσω, διὰ τὸ Πνεῦμα δυστέκμαρτα, τὰς δὲ ἑπτὰ σφραγῖδας, ἣ τὴν τελείαν τῆς βίβλου ἀσφάλειαν καὶ πᾶσιν ἄγνωστον· ἣ τὰς οἰκονομίας τοῦ ἐρευνῶντος τὰ βάθη τοῦ Θεοῦ Πνεύματος, ἃς λῦσαι πάσας, οὐδεμία κτιστὴ φύσις δύναται. βίβλος δὲ καὶ ἡ προφητεία νοεῖται, ἣν αὐτὸς ὁ Χριστὸς ἐν τῷ κατὰ Λοῦκαν Εὐαγγελίῳ πεπληρῶσθαι ἔφη· ἧς τὰ ἑξῆς ἐπ’ ἐσχάτων πληρωθήσονται τῶν χρόνων, εἰ καὶ νῦν ἡμῖν ἄγνωστα.

  34. 5.2.1

    Καὶ εἶδον ἄλλον Ἄγγελον.

  35. 5.2.2

    Διὰ τούτων δηλοῦται, μήτε Ἀγγέλους μήτε ἀνθρώπους ἐν σαρκὶ ὄντας, μήτε τοὺς ἐκ σαρκὸς ἀποδεδημηκότας ἁγίους, τὴν ἀκριβῆ τῶν θείων κριμάτων κατειληφέναι γνῶσιν, πλὴν τοῦ ἀμνοῦ τοῦ Θεοῦ, τοῦ τῶν προφητευθέντων περὶ αὐτοῦ ἔκπαλαι διὰ τῆς παρουσίας αὐτοῦ τὴν ἀσάφειαν λύσαντος. ἔκλαιον δέ, φησιν ὁ Εὐαγγελιστῆς, ὡς εἰς ἀγνωσίαν πεσούσης τῆς καθαρωτάτης τῶν ἀγγελικῶν οὐσιῶν τάξεως. καὶ ἰδοὺ εἷς τῶν πρεσβυτέρων, εἰ καὶ Ἀγγέλοις φησὶν ἡ βίβλος ἀκατάληπτος, ἀλλ’ οὐ τῷ Θεῷ τῷ διὰ τοὺς ἀνθρώπους ἐνανθρωπήσαντι, ὃς ῥίζα Δαβὶδ, ὡς κτίστης διὰ θεότητα, εἰ καὶ ἐκ ῥίζης αὐτοῦ διὰ τὴν ἀνθρωπότητα.

  36. 5.6.1

    Καὶ εἶδον· καὶ ἰδοὺ ἐν μέσῳ.

  37. 5.6.2

    Οἱ ἑπτὰ ὀφθαλμοὶ καὶ τὰ ἑπτὰ κέρατα τοῦ ἀρνίου, δηλοῦσι τοῦ Χριστοῦ τὰ ἑπτὰ Πνεύματα, ὣν Ἡσαΐας ἐμνημόνευσε καὶ Ζαχαρίας ὁ προφήτης. τὸ δὲ “ ὡς ἐσφαγμένον δηλοῖ τὴν τὴν σφαγὴν ζωὴν αὐτοῦ, ἐν ᾗ ἐδείκνυ τὰ τοῦ πάθους σύμβολα, ὡς ἐσφραγισμένον ἀληθῶς μετὰ τὴν ἐκ νεκρῶν ἔγερσιν.

  38. 5.8.1

    Καὶ ὅτε ἔλαβε τὸ βιβλίον.

  39. 5.8.2

    Αἱ κιθάραι τὴν ἐναρμόνιον καὶ εὔηχον δηλοῦσι δοξολογίαν· τὰ δὲ θυμιάματα τὴν εὐώδη τῶν πιστῶν θυσίαν, προαγομένην διὰ βίου καθαρότητος. αἱ φιάλαι δὲ τῶν διανοιῶν σημαντικαὶ, ἐξ ἡ τῶν ἀγαθῶν ἔργων εὐωδία, καὶ ἡ καθαρὰ προσευχὴ προσέρχεται. διὰ τούτου δὲ δείκνυται τοὺς πρεσβυτέρους εἶαι τοὺς ἐν τῇ παλαιᾷ τε καὶ νέᾳ Θεῷ εὐαρεστήσαντας, καὶ τὴν ὑπὲρ παντὸς τοῦ κόσμου τῷ σφαγιασθέντι ἀμνῷ τοῦ Θεοῦ καὶ ἀγοράσαντι ἡμᾶς εὐχαριστίαν προσάγοντας.

  40. 5.9.1

    Καὶ ᾄδουσι καινὴν ᾠδήν.

  41. 5.9.2

    Καινῆ δὲ ᾠδὴ, ἣν τῆς παλαιότητος τοῦ γράμματος ἀπαλλαγέντες οἱ ἐκ πάσης φυλῆς καὶ γλώσσης καταυγασθέντες, ᾄδειν ἐδιδάχθημεν διὰ τοῦ Πνεύματος, τῆς γῆς δὲ βασιλεύειν τούτους φησὶ τῆς καινῆς, ἢν ὁ Κύριος τοῖς πραέσιν ἐπηγγείλατο.

  42. 5.11.1

    Καὶ εἶδον καὶ ἤκουσα.

  43. 5.11.2

    Ἐκ πάντων γενέσθαι τὴν δοξολογίαν φησὶν, ἐκ πάντων γὰρ τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν, τῶν τε ζώντων, τῶν τε ἁπλῶς ὄντων φυσικοῖς λόγοις ὁ Θεὸς δοξάζεται ὡς πάντων γενεσιάρχης· καὶ ὁ τούτου μονογενὴς καὶ ὁμοούσιος Υἱὸς, ὃς τὴν καινότητα τῷ ἀνθρώπῳ καὶ τὴν δι’ αὐτὸν γεγενημένην κτίσιν χαριζόμενος, εἰ καὶ λαβεῖν τῶν ἐν οὐρανοῖς καὶ τῶν ἐπιγείων τὴν ἐξουσίαν ὡς ἄνθρωπος γέγραπται.

  44. 5.14.1

    Καὶ τὰ τέσσαρα ζῷα.

  45. 5.14.2

    Καὶ διὰ τούτων δείκνυται μία ποίμνη καὶ μία Ἐκκλησία γεγενῆσθαι Ἀγγέλων καὶ ἀνθρώπων, διὰ Χριστοῦ τοῦ Θεοῦ τοῦ τὰ διεστῶτα συνάψαντος, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντος· ἰδοὺ γὰρ σὺν τοῖς τέσσαρσι ζώοις τοῖς τῶν λοιπῶν ἀγγελικῶν ὑπερέχουσι τάξεων, καὶ οἱ χαρακτηριστικοὶ τοῦ τῶν σωζομένων ἀνθρώπων πληρώματος τῆς τοῦ Θεοῦ ἀξιοῦνται ὑμνῳδίας τε καὶ προσκυνήσεως.

  46. 6.1.1

    Καὶ εἶδον ὅτι ἤνοιξε.

  47. 6.1.2

    Κἀνταῦθα ἡ τῶν ἐν οὐρανοῖς εὐταξία σημαίνεται ἐκ τῶν πρώτων τάξεων εἰς τὰς δευτέρας καταβαίνουσα, καὶ ἐκ τοῦ ἑνὸς προσώπου τῶν τετραμόρφων ζώων δηλαδὴ τῶν λεόντων τὴν πρώτην γεγενῆσθαι φωνὴν ἤκουσε κελευομένην τοῦ “ ἔρχου τῷ τὴν τυποῦντι Ἀγγέλῳ δι’ αἰνίγματος. τὸ ’δε πρῶτον ζῶον ὁ λέων ἐμφαίνειν μοι δοκεῖ τὸ βασιλικὸν τῶν Ἀποστόλων κατὰ δαιμόνων φρόνημα, κατὰ τὸ a “ ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν.”

  48. 6.2.1

    Καὶ ἰδοὺ ἵππος λευκός.

  49. 6.2.2

    Καὶ τῆς παρούσης σφραγῖδος τὴν λύσιν καὶ τῶν ἑξῆς ἁπασῶν, τινὲς εἰς τὴν ἔνσαρκον τοῦ Θεοῦ λόγου οἰμονομίαν ἐξειλήφασι· τὴν πρώτην εἰς τὴν γέννησιν, τὴν δευτέραν εἰς τὸ βάπτισμα, τὴν τρίτην εἰς τὰς μετὰ τοῦτο θεοσημείας, τὴν τετάρτην εἰς τὴν ἐπὶ Πιλάτου παράστασιν, τὴν πέμπτην εἰς τὸν σταυρὸν, τὴν ἕκτην εἰς τὴν ἐν μνήματι κατάθεσιν καὶ τοῦ ᾅδου σκύλευσιν, τὴν ἑρδόμην εἰς τὴν ἐκ νεκρῶν ἀνάστασιν.

  50. 6.2.3

    Ἄλλοι δὲ τὴν τῆς πρώτης σφραγῖδος λύσιν, τὴν τῶν Ἀποστόλων φασὶ νοεῖσθαι γενεάν· οἳ καθάπερ τόξον τὸ Εὐαγγελικὸν κήρυγμα κατὰ δαιμόνων ἐντείνοντες, τῷ Χριστῷ τοὺς τρωθέντας τοῖς σωτηρίοις βέλεσι προσήγαγον, στεφάνους εἰληφότες, ἀνθ’ ὡν διὰ τῆς ἀληθείας τὸν τῆς πλάνης ἀρχηγὸν νενικήκασιν, ἐπ’ ἐλπίδι δευτέρας νίκης τῆς μέχρι βιαίου θανάτου ὁμολογίας τοῦ δεσποτικοῦ ὀνόματος· διὸ γέγραπται “ ἐξῆλθε νικῶν, καὶ ἵνα νικήσῃ·” γὰρ νίκη ἡ τῶν ἐθνῶν ἐπιστροφή· δευτέρα ἡ τοῦ σώματος δι’ ἑαυτῆς ἑκούσιος μετὰ κολάσεως ἔξοδος.

  51. 6.3.1

    Καὶ ὅτε ἤνοιξε.

  52. 6.3.2

    Ζῶον δεύτερον τὸν μόσχον λέγει, τῶν ἁγίων μαρτύρων τὰς ἱερὰς θυσίας χαρακτηρίζοντα, τοῦ προτέρου τὴν ἀποστολικὴν ἐξουσίαν, ὡς εἴρηται, διαγράφοντα.

  53. 6.5.1

    Καὶ εἶδον, καὶ ἰδού.

  54. 6.5.2

    Ταύτην εἶναι φασὶ τὴν δευτέραν τῶν Ἀποστόλων διδαχὴν, διὰ μαρτύρων καὶ διδασκάλων συμπληρουμένην· ἐν ᾗ πλατυνομένου λοιπὸν τοῦ κηρύγματος ἡ τοῦ κόσμου ἐλύθη εἰρήνηb, καθ’ ἑαυτῆς μερισθείσης τῆς φύσεως, κατὰ τὸν εἰπόντα Χριστὸν, “ “ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τῆς γῆς, ἀλλὰ μάχαιραν,” δι’ ἧς μαρτυρικὰ σφάγια εἰς τὸ ἄνω θυσιαστήριον ἀνηνέχθησαν. ὁ δὲ πυρρὸςc ἵππος, ἣ τῆς ἐκχύσεως τῶν αἱμάτων, ἣ τῆς πεπυρωμένης τῶν ὑπὲρ Χριστοῦ πασχόντων διαθέσεως σύμβολον ἦν· τὸ δὲ γεγράφθαι, δοθῆναι τῷ καθ’ ἡμέραν ἐπ’ αὐτὸν λαβεῖν τὴν εἰρήνην, τὴν πάνσοφον δείκνυσι τοῦ Θεοῦ συγχώρησιν, τοὺς πιστοὺς δούλους διὰ πειρασμῶν δοκιμάζουσα.

  55. 6.7.1

    Καὶ ὅτε ἤνοιξε.

  56. 6.7.2

    τρίτον ζῶον ἐνταῦθα τὸν ἄνθρωπον φησι, τὴν τῶν ἀνθρώπων δηλοῦντα ἔκπτωσιν, καὶ διὰ τοῦτο κολάσεινd διὰ τὸ πρὸς ἁμαρτίαν εὐόλισθον τῇ ἐξουσίᾳ τῆς προαιρέσεως. εἰκὸς δὲ καὶ αἰσθητὸν λιμὸν τότε γενέσθαι, καθὼς ἐν τοῖς ἑξῆς ῥηθήσεται· διὰ δὲ μέλανος ἵππου τὸ πένθος δηλοῦσθαι φαμὲν τὸ ἐπὶ τοῖς ἐκπεσοῦσι τῆς εἰς Χριστὸν πίστεως διὰ τὴν ὑπερβολὴν τῶν κολάσεων. τὸν δὲ ζυγὸν δοκιμαστὴν εἶναι τῶν τε δι’ εὐκολίαν γνώμης ἣ κενοδοξίαν, τῶν τε διὰ σώματος ἀσθένειαν ἐκπεπτωκότων τῆς πίστεως. τὸν δὲ τοῦ σίτου χοίνικα τὸν δηναρίου ἄξιον, δηλοῦν τροπικῶς τοὺς νομίμως ἀθλήσαντας, καὶ τῆς δοθείσης θείας εἰκόνος ἀκριβεῖς φύλακας. τοὺς δὲ τρεῖς χοίνικας τῆς κριθῆς τοὺς κτηνοπρεπῶς τοῖς διώκταις δι’ ἀνανδρίαν ὑποκύψαντας, ἀναλόγως δὲ μετανοήσαντας ὕστερον, καὶ τὴν ῥυπωθεῖσαν εἰκὸς δάκρυσιν ἀποπλύναντας. τὸ δὲ ἐντετάλθαι μὴ ἀδικῆσαι τὸν οἶνον καὶ τὸ ἔλαιον, τὸ μὴ ἀθετεῖσθαι τὴν δι’ ἐπιστροφῆς Χριστοῦ ἰατρείαν, ᾗ τὸν ἐμπεπτωκότα εἰς τοὺς λῃστὰς ἐθεράπευσεν, μήτε προαναρπαγῆναι θανάτῳ τούτους, οἳ διὰ μακροθυμίας τὴν ἥτταν ἔμελλον ἀναμαχήσασθαι.

  57. 6.7a.1

    Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα.

  58. 6.7a.2

    Τὸ τοῦ τετάρτου ζώου δηλαδὴ τοῦ ἀετοῦ ὑψιπετὲς καὶ ὀξὺ πρὸς βορρᾶν, ἄνωθεν ἥκειν ἐξ θεηλάτου ὀργῆς τὰς πληγὰς ἐμφαίνειν δύναται, εἰς τὴν τῶν εὐσεβῶν ἐκδίκησιν, καὶ τῶν δυσσεβῶν τιμωρίαν, εἰ μὴ ταύταις βελτιωθέντες ἐπιστρέψουσι. τοῦ εἱρμοῦ δὲ τῶν προεκτεθέντων καὶ τὰ παρόντα ἔχεται. ὡς γάρ φασιν τινὲς, ἐν τῇ τῶν διωγμῶν ἀκμῇ ἐπὶ Μαξιμίνου Ῥωμαίων βασιλεύοντος, ὑπὸ μὲν λιμοῦ καὶ λοιμοῦ ἄπειρα πλήθη διεφθείροντο, ὡς ταφῇ μὴ δύνασθαι παραδίδοσθαι· καὶ τοι Χριστιανῶν τότε φιλοτίμως περὶ τὰς κηδίας ἠσχολημένων, καὶ τοὺς πεπλανημένους πρὸς τὴν ἀληθῆ ἐπίγνωσιν ἐναγόντων· ὑπὸ δὲ Ἀρμενίων ἐπαναστάντων Ῥωμαίοις, οὐκ ὀλίγους ἀνῃρῆσθαι ῥομφαίᾳ, καὶ ὑπὸ κυνῶν ἀνηλῶσθαι τὰ τῶν θανόντων σώματα, ὡς λοιπὸν τοὺς λειπομένους εἰς κυνοκτονίαν τραπῆναι, δεδιότες μὴ καὶ αὐτοὶ θανόντες, ζῶντας τούτους τάφους κτήσωνται. εἰκὸς δὲ τοῖς κυσὶ καὶ ἀγρίους θῆρας συμμετέχειν διὰ τὸ τῆς τροφῆς ἄφθονον.

  59. 6.9.1

    Καὶ ὅτε ἤνοιξε τὴν πέμπτην.

  60. 6.9.2

    Εἰ μέν τις τὴν λύσιν τῶν δ σφραγίδων ταῖς τοῦ Χριστοῦ παρωχηκυίαις οἰκονομίαις προσνεῖμαι βιάσεται, καὶ ταύτας εἰκότως τοῖς προτελειωθεῖσι προφήταις καὶ λοιποῖς ἁγίοις ἐφαρμόσει τῆς θείας καταβοῶσι μακροθυμίας, ἐφ’ οἷς μέχρι σταυροῦ παρὰ Ἰουδαίων ὑβριζόμενος ἀνέχεται. εἰ δέ τις ὡς μελλόντων πρόρρησιν ταῦτα ἐκλάβοι τοῖς διὰ Χριστὸν σφαγιασθεῖεν τὴν τοιαύτην πρέπειν κατὰ τῶν διωκτῶν οἰήσεται καταβόησιν· ἐφ’ ᾧτ’ τοὺς ἐν αὐτῇ ἀξίους ἐπιστρέψαι, τῶν δὲ ἀπειθῶν τῇ παγκοσμίῳ συντελείᾳ ἐκκόψαι τὴν ἀσέβειαν. εἰ γὰρ καὶ ἤδη τότε, καθὼς εἴρηται, οἱ δυσσεβεῖς θείας ὀργῆς ἐπειράθησαν, ἀλλ’ οὐδὲν ἧττον τὰ τούτων λείψανα ἐπιστρεπτικῶν ἢ κολαστικῶν μαστίγων ἐδέοντο.

  61. 6.11.1

    Καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ.

  62. 6.11.2

    Καὶ διὰ τούτων τὴν τοῦ κόσμου συντέλειαν αἰτούμενοι φαίνονται οἱ ἅγιοι, διὸ μακροθυμεῖν ἄχρι τῆς τῶν ἀδελφῶν τελειώσεως κελεύονται, ἵνα μὴ χωρὶς αὐτῶν τελειωθῶσι. αἱ δὲ λευκαὶ στολαὶ τὴν ἐπανθοῦσαν αὐτοῖς τῶν ἀρετῶν ἐμφαίνουσι λαμπρότητα, ἣν ἠμφιεσμένοι εἰσὶν, καὶ μήπω τὰς ἐπαγγελίας ἐκομίσαντο. τῇ γοῦν ἐλπίδι τούτων, ὥσπερ νοερῶς ἐνοπτρίζονται πάσης ἀπηλλαγμένοι παχύτητος, εἰκότως εὐφραίνονται τοῖς κόλποις Ἀβραὰμ ἐναναπαυόμενοι. πολλοῖς γὰρ τῶν ἁγίων τοῦτο εἴρηται, χώρους ἀξίους εἰληφέναι τῶν τῆς ἀρετῆς ἐργατῶν ἕκαστον, δι’ ὧν καὶ περὶ τῆς μελλούσης αὐτοῖς δόξης τεκμαίρονται.

  63. 6.12.1

    Καὶ εἶδον ὅτε ἤνοιξε τὴν σφραγῖδα.

  64. 6.12.2

    Καὶ ταύτην τινὲς εἰς τὴν ἐπὶ Οὐεσπασιανοῦ πολιορκίαν ἐξελάβοντο· βοντο· ἔοικε δέ τισι μετάβασις ἐνταῦθα γεγενῆσθαι ἀπὸ τῶν ἐν τοῖς διωγμοῖς χρόνων, εἰς τὸν καιρὸν τὸν πρὸ τῆς ψευδοχρίστου ἀφίξεως· ἐν ᾧ τοσαύτας προεφητεύθη θλίψεις ἔσεσθαι, ἴσως πρὸς τὸ ἐμμελετῶντας ταύταις τοὺς ἀνθρώπους, μὴ ἀπειπεῖν πρὸς τὰς ἐπαγομένας ἐκ τοῦ Ἀντιχρίστου κολάσεις, οἵας οὐδέποτε γεγενημένας ἔγνωμεν· σεισμὸν μέντοι τὴν τῶν πραγμάτων μετάθεσιν πολλαχοῦ τῆς γραφῆς εὑρίσκομεν. τὸ δὲ μέλαν τοῦ ἡλίου καὶ τῆς σελήνης τὸ ἀφεγγὲς καὶ αἱματῶδες, τὸ τοῖς παρὰ τῆς θείας ὀργῆς καταλειφθεῖσιν ἀφώτιστον ἐνδείκνυται. τὸ δὲ πεσεῖν τοὺς ἀστέρας, καθὼς καὶ ἤδη περὶ τῶν ὑπὸ Ἀντιόχου ἀπαντηθέντων γέγραπται, τὸ καὶ τοὺς δοκοῦντας εἶναι φωστῆρας ἐν κόσμῳ πίπτειν, τοῖς γινομένοις ἐποκλάζοντας, ὡς φησὶν ὁ Κύριος, πλανηθῆναι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτοὺς, διὰ τὸ τῆς θλίψεως μέγεθος. ἴσως γὰρ διὰ τοῦτο καὶ ἡ συκῆ εἰς παράδειγμα λαμβάνεται, ὡς τοὺς ἀτελεῖς καρποὺς, καὶ μήπω a πεπανθέντας τῷ τῶν πειρασμῶν καύσωνι καὶ γλυκανθέντας τῇ χάριτι, ἐν τῷ ὑπὸ τοῦ διαβολικοῦ ἀνέμου τινάσσεσθαι καταβάλλουσα. δισσῶς γὰρ ταύτην ἐπί τε καλῷ καὶ κακῷ ἐκλαμβάνειν οἴδαμεν, ἔκ τε τῆς ξηρανθείσης ὑπὸ Χριστοῦ, καὶ τῆς φερομένης ἐν τῷ ᾄσματι. εἰ δὲ αἰσθητῶς ταῦτα τοῦ Χριστοῦ κριτοῦ μετὰ δόξης ἐρχομένου συμβήσεται, αὐτὸς ἃν εἰδείη ὁ τοὺς ἀποκρύφους ἔχων θησαυροὺς τῆς σοφίας καὶ τῆς γνώσεως.

  65. 6.14.1

    Καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη.

  66. 6.14.2

    Τὸ τὸν οὐρανὸν εἰλῆσθαι ὡς βιβλίον ἣ τὸ ἄγνωστον τῆς δευτέρας ῥᾶς Χριστοῦ παρουσίας αἰνίττεται· ἀψοφητὶ γὰρ ἐν ἀκαριαίῳ ἡ βίβλος ἀνοίγεται· ἢ ὅτι καὶ αἱ οὐράνιαι δυνάμεις τοῖς ἐκπίπτουσι τῆς πίστεως ἐπαλγοῦσαι, οἷον εἱλιγμόν τινα διὰ συμπάθειαν καὶ λύπην ἕξουσιν. διὰ τούτων δὲ καὶ ἕτερον σημαίνεται, τὸ μὴ ἀφανισμὸν τὸν οὐρανὸν ὑφίστασθαι, ἀλλ’ οἷον εἱλιγμόν τινα καὶ ἀλλαγὴν ἐπὶ τὸ βέλτιον. ἡγούμεθα δὲ τῇ ἀρχαίᾳ συνηθείᾳ χρήσασθαι τὸν Ἀπόστολον· εἱλιταρίοις γὰρ Ἑβραῖοι ἀντὶ τῶν πά ἡμῖν βίβλων ἐκέχρηντο, ὡν ἡ ἀνείλησις οὐκ ἀφανισμὸν ἀλλὰ τῶν γεγραμμένων φανέρωσιν ἀπεργάζεται, ὡς καὶ τοῦ οὐρανίου σώματος ἡ ἀνάπτυξις, τῶν ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν τὴν ἀποκάλυψιν δείκνυσιν.

  67. 6.14.3

    Ἐκ τῶν τόπων αὐτῶν ἐνικήθησαν.

  68. 6.14.4

    Ὁ Κύριος ἡμῶν τοῖς Ἀποστόλοις ἐρωτῶσι περὶ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ καταστροφῆς καὶ συντελείας, καθὼς ἠδύναντο χωρεῖν προεῖπε τὰ μέλλοντα, ἅπερ καὶ ἤδη μὲν ἐν τῇ πολιορκίᾳ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου τοῖς Χριστοκτόνοις Ἰουδαίοις συμβέβηκεν. ἐπὶ τέλει δὲ μεθ’ ὑπερβολῆς πλειόνος παντὶ τῷ κόσμῳ ἐν τῇ τοῦ Ἀντιχρίστου ἐπιδημίᾳ ἐπελεύσεται· ἐν ᾗ οἱ κατ’ ἐξοχὴν εἴτε ἐκκλησιαστικῆς εὐταξίας, εἴτε κοσμικῆς δυναστείας ὑπάρχοντες, ὄρη τροπικῶς ὀνομαζόμενοι, αἱ τε τῶν πιστῶν ἐκκλησίαι μεταφορικῶς νῆσοι καλούμεναι, ἐκ τῶν τόπων αὐτῶν φεύξονται, τόπον ἐκ τόπων ἀμείβοντες διὰ τὸν ψευδόχριστον. οἱ δὲ τῆς γῆς βασιλεῖς, τουτέστιν οἱ ταύτην ἐξουσιάζοντες, καὶ μηδὲν ἐν οὐρανοῖς κεκτημένοι, σὺν πᾶσι μεγιστᾶσι καὶ πλουσίοις ἐν τοῖς κάτω, καὶ δούλοις τῶν κάτω, καὶ ἐλευθέροις τῆς Χριστοῦ δουλείας, ὑπὸ τῶν σπηλαίων καὶ πετρῶν καὶ ὀρέων καλυφθῆναι εὔξονται, ἣ πειρασθῆναι τῆς θείας ὀργῆς, ἤτοι τὰς ἐν τῇ τοῦ Ἀντιχρίστου παρουσίᾳ κατὰ συγχώρησιν ἀπὸ λιμοῦ καὶ ἑτέρων πληγῶν μάστι- γας· ἣ καὶ ἐπὶ ταῖς προσδοκωμέναις μετὰ τὴν ἀνάστασιν ἀπεράντοις κολάσεσιν, ὅτε καὶ μᾶλλον ἡ θεία ὀργὴ δικαίως ὡς κλίβανος ἐκκαυθήσεται, τοὺς τῷ θεμελίῳ τῆς πίστεως ἐποικοδομοῦντας ξύλα καὶ χόρτον καὶ καλάμην, ὡς τροφὴν πυρὸς καταναλίσκουσα.

  69. 7.1.1

    Εἶδον τέσσαρας Ἀγγέλους.

  70. 7.1.2

    Εἰ καὶ ταῦτα τισὶν ὑπὸ Ῥωμαίων πάλαι τοῖς Ἰουδαίοις γεγενῆσθαι ἐξείληπται, τῶν τεσσάρων θείων Ἀγγέλων δηλοῦν αὐτοῖς νομισθέντα, τὸ ἔπι τε γῆς ἐπί τε θαλάσσης τῶν τὴν ὀργὴν πειρωμένων διαδιδράσκειν ἄφυκτον, πολλῷ μᾶλλον τοῦτο ἐν τῇ τοῦ Ἀντιχρίστου ἐπελεύσει γενήσεται· οὐκ ἐν τῇ μερικῇ γῇ τῆς Ἰουδαίας, ἀλλ’ ἐν πάσῃ, ἦν ἐπὶ τῶν τεσσάρων γωνιῶν ἑστάναι τοὺς Ἀγγέλους διέξεισιν, ὡς πληροῦντας διακονίας τὰς θεόθεν αὐτοῖς ἐγκεχειρισμένας, ἡμῖν δὲ ἀγνώστους. ἡ δὲ τῶν ἀνέμων ἐποχὴ, προδήλως λύσιν τῆς εὐταξίας τῆς κτίσεως καὶ τὸ τῶν κακῶν ἐμφαίνει φαίνει ἀδιάδραστον· δι’ ἀνέμων γὰρ καὶ τὰ τῆς γῆς φυτὰ τρέφονται, καὶ πλεῖται ἡ θάλασσα.

  71. 7.2.1

    Καὶ ἔκραξε φωνὴ μεγάλη τοῖς τέσσαρσιν.

  72. 7.2.2

    Ὅπερ τῷ Ἰεζεκιὴλ πάλαι ἀποκεκάλυπτο περὶ τοῦ ἐνδεδυμένου τὸ βαδδὴν, καὶ τῶν καταστεναζόντων τὰ πρόσωπα σφραγίζοντος πρὸς τὸ μὴ συναπολέσθαι δικαίους ἀδίκοις, διὰ τὸ κεκρυμμένον τῆς τῶν ἁγίων ἀρετῆς, καὶ τοῖς Ἀγγέλοις ἄγνωστον· τοῦτο κἀνταῦθα τῷ Ἀποστόλῳ δείκνυται· ὑπερτέρας ἁγίας δυνάμεως τοῖς τιμωροῖς Ἀγγέλοις ἐγκελευομένης μηδὲν δράσαι εἰς τοὺς πλημμελήσαντας, πρὶν διὰ τοῦ σφραγισθέντος διακριθέντας ἐπιγνώσει τῆς ἀληθείας θεραπευθέντας. τοῦτο δὲ μερικῶς πάλαι γεγένηται τῶν τῷ Χριστῷ πεπιστευκότων τὴν τῆς Ἱερουσαλὴμ ὑπὸ Ῥωμαίων ἐκπεφευγότων πόρθησιν, εἰς πολλὰς τελούντων μυριάδας· ἀλλ’ οὖν ὡς εἴρηται ἐν τῷ καιρῷ τῆς τοῦ Ἀντιχρίστου ἐπελεύσεως μάλιστα γενήσεται, τῆς σφραγῖδος τοῦ ζωοποιοῦ σταυροῦ διειργούσης τῶν ἀπίστων τοὺς πιστοὺς, πεπαρρησιασμένως τὴν τοῦ Χριστοῦ σημείωσιν ἐνώπιον τῶν ἀσεβῶν φέροντας.

  73. 7.3.1

    Μὴ ἀδικήσητε τὴν γῆν.

  74. 7.3.2

    Ὡς δι’ ἡμᾶς γεγενημένης τῆς κτίσεως, παιδευομένοις ἡμῖν κοινωνεῖ ἐπὶ ταῖς μάστιξιν, ὥσπερ καὶ δοξαζομένοις τοῖς ἁγίοις συμφαιδρυνθήσεται. διὰ τούτων δὲ μανθάνομεν καὶ τοὺς ἐναρέτους δεῖσθαι δυναμωθῆναι δι’ ἀγγελικῆς βοηθείας πρὸ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς, τῇ δεδομένῃ ἡμῖν σφραγῖδι τοῦ Πνεύματος, κατὰ τοσοῦτον ἐπιδεικνυμένη τὴν οἰκείαν δύναμιν, καθόσον ἃν αὐτῇ ἐργασίαν παρασχώμεθα· τῶν λοιπῶν μενόντων ἀβοηθήτων παρ’ οἰκείων, τοῦ μὴ βοηθῆναι θέλημα.

  75. 7.6.1

    Ἐκ φυλῆς Ἀσήρ.

  76. 7.6.2

    Ἐκ φυλῆς Ἀσήρ ιβ΄ χιλιάδες. Ἀσὴρ μακαρισμὸς ἑρμηνεύεται, δι’ οὗ δείκνυνται οἱ τῶν δεσποτικῶν μακαρισμῶν διὰ πολιτείας ἀξιούμενοι τῆς ἐκ δεξιῶν τοῦ Χριστοῦ στάσεως. ἐκ φυλῆς Νεφθαλείμ ἱρ’ χιλιάδες. Νεφθαλεὶμ προσευχὴ, δι’ ἧς χαρακτηρίφονται οἱ διὰ προσευχῆς ἀδιαλείπτου τῷ Θεῷ κολλώμενοι ἐκ φυλῆς Μανασσῆ ἱρ’ χιλιάδες. Μανασσῆ ἐπιλησμονὴ, τουτέστιν οἱ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, καὶ τῶν πατρῴων οἴκων διὰ τὸν θεῖον ἔρωτα. ἐκ φυλῆς Συμεὼν ιβ΄ χιλιάδες. Συμεὼν ὑπακοὴ, δηλαδὴ οἱ δι’ ὑπακοῆς τῶν θείων ἐντολῶν δικαιούμενοι. ἐκ φυλῆς Λευΐ, ιβ΄ χιλιάδες. Λευΐ, προσειλημμένος, δι’ οὗ νοοῦνται οἱ διὰ πολιτείας ἱεροπρεποῦς ὑπὸ Χριστοῦ προσειλημμένοι. ὄγδοος δὲ ὁ Λευΐ τέτακται, ὡς κατὰ τὴν ὀγδόην ἡμέραν τὴν ἀνάστασιν τῆς ἀληθοῦς ἱερωσύνης ἀναδεικνύμενος. ἐκ φυλῆς Ἰσάχαρ ιβ΄ χιλιάδες. Ἰσάχαρ, μισθὸς, τουτέστιν οἱ τῶν ἐκ Θεοῦ μισθῶν ἕνεκεν ἐναρέτως πολιτευόμενοι. ἐκ φυλῆς Ζαβουλῶν ιβ΄ χιλιάδες. Ζαβουλὼν κατοικητήριον δυνάμεως, ἣ εὐωδία, δι’ οὗ νοοῦνται, οἱ τῆ ἐνοικήσει τοῦ Χριστοῦ κατὰ τῶν παθῶν δυναμωθέντες καὶ εὐωδία αὐτῷ γενόμενοι.

  77. 7.8.1

    Ἐκ φυλῆς Ἰωσήφ.

  78. 7.8.2

    Ἐκ φυλῆς Ἰωσὴφ ιβ΄ χιλιάδες· Ἰωσὴφ πρόσθεσις, τουτέστιν οἱ ἐν προσθήκης μέρει σὺν τῇ βασιλείᾳ τῶν οὐρανῶν τὰ πρὸς τὸ ζῆν ἀναγκαῖα λαμβάνοντες. ἐκ φυλῆς Βενιαμὶν, ιβ΄ χιλιάδες. ενιαμιν υἱὸς ὀδύνης, ἣ υἱὸς ἡμέρας, ἣ υἱὸς δεξιᾶς, δηλαδὴ οἱ διὰ καρδιακῶν ὀδυνῶν. εἴτε οὖν οἱ τότε ἐξ Ἑβραίων πιστοὶ καὶ διαπεφευγότες τὴν Ῥωμαίων αἰχμαλωσίαν, ίαν, τὸν ἀριθμὸν τοῦτον ἀναπληροῦσιν, εἴτε, ὃ καὶ μᾶλλον πιστότερον, οἱ ἐπὶ συντελείᾳ ἐξ Ἰουδαίων σωζόμενοι. “ὅτε γάρ,” φησι, ” “ τὸ πλήρωμα τότε πᾶς Ἰσραὴλ σωθήσεται. οὐδέτερον ἀπαράδεκτον. ἡ δὲ ακριβεια τῆς ἐξ ἑκάστης φυλῆς ἰσότητος ἐμφαίνειν δοκεῖ τὸν πολυπλασιασμὸν τοῦ ἀποστολικοῦ σπόρου, δωδεκάκις δώδεκα διπλασιαζομένου ἐπὶ τὸν τέλειον τῆς χιλιάδος ἀριθμὸν, καὶ οὕτω τὰς ῥηθείσας χιλιάδας ἀποτελοῦντος.

  79. 7.8.3

    Ἐπισημαντέον δὲ τοῦτο, ὡς ἡ φυλὴ τοῦ Δὰν, ὡς ἐξ αὐτῆς τικτομένου τοῦ Ἀντιχρίστου, ταῖς λοιπαῖς οὐ συνηρίθμηται, ἀλλ’ ἀντὶ ταύτης ἡ τοῦ Λευΐ, ὡς ἱερατικὴ πάλαι εἰς μερισμὸν μὴ ἐρχομένη. ἐκ δὲ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἔστι τινὰ τῶν φυλῶν ἑκάστη προσαρμόσαι διάνοιαν, ὡς ἐν τοῖς παραπλησίοις παρατεθήσεται. τὸν δὲ Ἰωσὴφ ἀντὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ Ἐφραὶμ τέθεικεν. ἁρμόδιος δὲ τούτοις ὁ λεχθεὶς ἀριθμὸς, ὡς εἴρηται, διά τε τοὺς πάλαι Ἑβραίων ιβ΄ φυλάρχους, διά τε τοὺς ἀντ’ αὐτῶν καταστάντας ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν Ἀποστόλους, δι’ ὧν οἱ ἐν τῇ διασπορᾷ τῆς γῆς Ἰουδαῖοι ἐπ’ ἐσχάτων τῶν χρόνων σώζονται.

  80. 7.9.1

    Μετὰ ταῦτα εἶδον· καὶ ἰδοὺ ὄχλος.

  81. 7.9.2

    Ἰδοὺ μία Ἐκκλησία Ἀγγέλων καὶ ἀνθρώπων, καὶ οἱ πάλαι τοῖς Ἀγγέλοις ἄνθρωποι καταπληκτικοὶ φαινόμενοι τότε συλλειτουργοὶ ἀνθρώπων γενήσονται. εἴτε κατά τινας τῶν ἁγίων ἐν τοῖς οἰκείοις σώμασι διὰ τὴν ἐν τόπῳ περιγραφὴν αὐτοῖς ἐμφανιφόμενοι, εἴτε καθ’ ἕτερον τρόπον ὡς τὸ τριχῇ διαστατὸν μὴ ἔχοντες, ὅπερ σωμάτων ἴδιον, οὐκ ἐν τῇ οἰκείᾳ φύσει φαινόμενοι, ἀλλὰ κατὰ τὸ δοκοῦν τῷ Θεῷ τυποῦ μένοι καὶ σχηματιζόμενοι. κύκλῳ μέντοι τῶν Χερουβὶμ καὶ τῶν πρεσβυτέρων ἑστῶτες ἐμφανίζουσι διὰ τῆς στάσεως τὸ τῆς τιμῆς μέγεθος, ᾗ δοξάζονται οἱ διὰ τοῦ ἀριθμοῦ τῶν πρεσβυτέρων δηλούμενοι· ὑφ’ ὧν πάντων ἡ εὐχαριστία τῷ Θεῷ ἐπὶ ταῖς θεοπρεπέσιν αὐτοῦ εἰς τὴν αὐτοῦ κτίσιν οἰκονομίαις ὑπὲρ ἡμῶν ἀναπεμφθήσεται.

  82. 7.9.3

    Καὶ ἀπεκρίθη εἷς.

  83. 7.9.4

    Διεγείρει διὰ τῆς πεύσεως τὸν Ἀπόστολον ὁ ὀφθεὶς πρὸς τὴν τῶν ὁραθέντων ἔρευναν. ὁ δὲ τὴν ἄνοιαν εὐγνωμόνως προβαλλόμενος παρὰ τοῦ ἐρωτῶντος σοφίζεται.

  84. 7.13.1

    Οὗτοι εἰσὶν οἱ ἐρχόμενοι.

  85. 7.13.2

    Οὗτοι εἰσὶν οἱ διὰ προσκαίρων πόνων αἰωνίαν ἀνάπαυσιν καρπούμενοι, καὶ διὰ τοῦ συμπάσχειν Χριστῷ, τούτῳ συμβασιλεύοντες· τὸ γὰρ ἡμέρας καὶ νυκτὸς ἐνταῦθα δηλοῖ τὸ ἀκατάπαυστον. ἐκεῖ γὰρ νὺξ οὐκ ἔσται, ἀλλ’ ἡμέρα μία, ἀντὶ τοῦ αἰσθητοῦ ἡλίου, τῷ τῆς δικαιοσύνης καταλαμπομένη. ἴσως δὲ νὺξ νοεῖται τὰ ἀπόκρυφα καὶ βαθέα τῆς γνώσεως μυστήρια, ἡμέρα δὲ τὰ σαφῆ τε καὶ εὔληπτα. ναὸς δὲ τοῦ Θεοῦ, πᾶσα μὲν ἡ ἀνακαινιζομένη κτίσις διὰ τοῦ Πνεύματος, μάλιστα δὲ οἱ τὸν ἀρραβῶνα τοῦ Πνεύματος σῶον καὶ ἄσβεστον φυλάξαντες, οἷς ἐνοικήσειν καὶ ἐμπεριπατήσειν ἐπήγγελται.

  86. 7.16.1

    Οὐ πεινάσουσιν.

  87. 7.16.2

    Οὗτοι, φησὶν, οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, καὶ εἰκότως· τὸν γὰρ ἄρτον τὸν οὐράνιον καὶ τὸ ὕδωρ τῆς ζωῆς ἕξουσιν, οὐδ’ οὐ μὴ πεσοῦνται ἐπ’ αὐτοὺς ἥλιος οὐδὲ καῦμα. οὐ γὰρ ὑπὸ πειρασμῶν ἔτι τῶν διὰ τοῦ ἡλίου καὶ τοῦ καύσωνος σημαινομένων ὀδυνηθήσονται, του καιροῦ τῶν ἀγώνων παρωχηκότος.

  88. 7.17.1

    Ὅτι τὸ ἀρνίον.

  89. 7.17.2

    Οἱ ὑπὸ τοῦ Χριστοῦ τότε ποιμαινόμενοι, φησὶν, ἐπιδρομὰς λύκων κων οὐ φοβηθήσονται, ἅτε πεμπομένων εἰς τὸ πῦρ τὸ ἄσβεστον, ἀλλ’ ἐπὶ τὰς καθαρὰς καὶ τρανοτάτας τῶν θείων νοήσεων πηγὰς ἀύλους ποιμανθήσονται, δηλουμένας διὰ τοῦ ὕδατος, τὰς καὶ ἤδη τὴν ἄφθονον χύσιν τοῦ Πνεύματος χαρακτηρισαμένας. τοῦ Κυρίου εἰπόντος περὶ τοῦ εἰλικρινῶς πρὸς αὐτὸν πιστεύοντος, ὅτι “ποτα- “ μοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ᾧ οἱ ἄγιοι τότε δαψιλῶς ποτιζόμενοι, ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ ἀπεράντῳ ἔσονται, τῆς μερικῆς γνώσεως καταργουμένης, τὴν τελείαν κτώμεμενοις, καὶ τὴν τροπὴν μετὰ τῆς φθορᾶς ἐκδυόμενοι.

  90. 8.1.1

    Καὶ ὅτε ἤνοιξε.

  91. 8.1.2

    Συχνῶς ὁ ἀριθμὸς τῶν ζ΄ ἁγίων τούτων παραλαμβάνεται, ὡς τῷ αἰῶνι τούτῳ καὶ τῷ σαββατισμῷ καὶ ἀναπαύσει τῶν ἁγίων σύστοιχος. διὸ κἀνταῦθα ἐπὶ τῇ λύσει τῆς ἑβδόμης σφραγῖδος ἡ λύσις τῆς γηίνης πολιτείας διασημαίνεται, ἑπτὰ Ἀγγέλων διακονούντων ταῖς κατὰ τούτων παιδείαις ἣ κολάσεως δεομένων ἀνθρώπων μάστιξιν.

  92. 8.1.3

    Καὶ ἐγένετο σιγή.

  93. 8.1.4

    Ἡ σιγὴ δηλοῖ τήν τε ἀγγελικὴν εὐταξίαν καὶ εὐλάβειαν, τὸ τε περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας καὶ Ἀγγέλοις ἄγνωστον. τὸ δὲ ἡμιώριον, τὸ τοῦ καιροῦ ἐμφαίνει βραχὺ, ἐν ᾧ τῶν πληγῶν ἐπαγομένων, καὶ τῶν ἐπὶ γῆς συντελουμένων, ἡ τοῦ Χριστοῦ βασιλεία φανήσεται.

  94. 8.3.1

    Καὶ ἄλλος Ἄγγελος.

  95. 8.3.2

    Εἰ καὶ σχηματίζονται εἰς ὕλας καὶ χρώματα τὰ τοῖς ἁγίοις ὁρώμενα, εἴτε θυσιαστήριον, εἴτε ἕτερόν τι, ἀλλὰ ἀόρατα καὶ νοητὰ τυγχάνουσιν. ἐπὶ τούτου τοίνυν στὰς ὁ Ἄγγελος, καὶ τὸν λιβανωτὸν, δηλαδὴ τὸ τὸν λίβανον δεχόμενον θυμιατήριον κρατῶν, τὰς εὐχὰς τῶν ἁγίων ὡς θυμιάματα τῷ Θεῷ προσέφερεν, δι’ ὧν ᾐτοῦντο διὰ τῆς παγκοσμίου συντελείας, ταῖς μὲν τιμωρητικαῖς μάστιξιν τῶν δυσσεβῶν καὶ παρανόμων ἐλαττῶσαι τὴν ἐν τῷ μέλλοντι κόλασιν· τῇ δὲ οἰκείᾳ παρουσίᾳ τοὺς μισθοὺς διανεῖμαι τοῖς κοπιάσασι· τοῦτο δὲ ἐκ τῶν ἑξῆς δείκνυται.

  96. 8.3.3

    Καὶ ἐδόθη αὐτῷ θυμιάματα.

  97. 8.3.4

    Τὸ θυσιαστήριον τοῦτο ὁ Χριστός ἐστιν, ἐν ᾧ πᾶσα λειτουργικὴ καὶ ἁγία συνέστηκε δύναμις, καὶ· αἱ μαρτυρικαὶ θυσίαι προσκομίζονται· οὗ ἦν τύπος τὸ ἐν τῇ σκηνῇ θυσιαστήριον. τὰ δὲ θυμιάματα, αἱ προσευχαὶ τῶν ἁγίων ὡς εὐώδεις τῷ Θεῷ καταλέλεκται. ἐνώπιον δὲ τοῦ Χριστοῦ τοῦ θρόνου δηλαδὴ τῶν ὑπερτάτων ἁγίων δυνάμεων εἴρηκεν, διὰ τὴν χύσιν τῆς ἐν αὐτοῖς ἐμπύρου θείας ἀγάπης, καὶ τῆς ἀκραιφνοῦς σοφίας τε καὶ γνώσεως, ὅπερ ἐμφαίνει ἡ ἑρμηνεία τῶν ὀνομάτων τῶν τῷ Θεῷ πλησιαζουσῶν ὑπερτάτων δυνάμεων.

  98. 8.5.1

    Καὶ εἴληφεν ὁ Ἄγγελος.

  99. 8.5.2

    Αἱ διακονηθεῖσαι δι’ Ἀγγέλου τῶν ἁγίων προσευχαὶ προσδεχθεῖσαι, καὶ τοῦ τιμωρητικοῦ πυρὸς τὸν λιβανωτὸν πληρώσασαι, ἐπὶ τὴν γῆν ἐκχεθῆναι πεποιήκασιν. τοῦ δὲ Ἀγγέλου τούτου τύπον ἐπέχει ἕκαστος ἱεράρχης, ὡς μεσίτης Θεοῦ καὶ ἀνθρώπων, καὶ τῶν μὲν τὰς δεήσεις ἀνάγων, τῶν δὲ τὸν ἱλασμὸν κατάγων, τοὺς δὲ τῶν ἁμαρτανόντων ἐπιστρέφων, ἢ λόγῳ ἢ παιδείαις αὐστηροαὐστηροτέραις.

  100. 8.5.3

    Καὶ ἐγένετο βρονταί.

← Previous · Next → — showing 101200 of 612

First Thousand Years of Greek. CTS URN tlg4102.tlgX03.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.