Commentarius In Apocalypsin
- 1.1.1
ἀποκαλγψισ Ἰησοῦ Χριστοῦ, ἢν ἔδωκε κ.τ.λ. Ἀποκάλυψις ἐστὶν ἡ τῶν κρυπτῶν μυστηρίων δήλωσις καταυγαζομένου τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς, εἴτε διὰ θείων ὀνειράτων, εἴτε καθ’ ὕπαρ ἐκ θείας ἐλλάμψεως. δοθῆναι δὲ τῷ Χριστῷ ταῦτα φησὶν, ἀνθρωπινώτερον μᾶλλον περὶ αὐτοῦ τὸν λόγον ποιούμενος. ἐπείπερ ἐν τῷ Εὐαγγελίῳ τοῖς ὑψηλοῖς καὶ θεοπρεπέσιν ὑπὲρ πάντα ἐνδιέτριψε. κἀνταῦθα δὲ διὰ τοῦ διακονοῦντος Ἀγγέλου καὶ τοῦ τῶν μανθανόντων δούλων ὀνόματος, τὸ τῆς θεότητος τοῦ Χριστοῦ ἐμφαίνει μέγεθος· αὐτοῦ γὰρ δοῦλα τὰ σύμπαντα. τὸ δὲ ἐν τάχει γενέσθαι σημαίνει, τὸ τινὰ μὲν τῶν παρὰ πόδας γενέσθαι τῆς περὶ αὐτῶν προρρήσεως, καὶ τὰ ἐπὶ συντελείᾳ δὲ μὴ βραδύνειν. “ διότι χίλια ἔτη παρὰ Θεῷ, ὡς ἡμέρα ἡ “ ἥτις διῆλθεν.”
- 1.1.2
Καὶ ἐσήμανεν ἀποστείλας.
- 1.1.3
Ὁ Χριστός μοι, φησὶν, ὡς δεσπότης ὡς οἰκείῳ δούλῳ δι’ Ἀγγέλου ταῦτα δεδήλωκε, τὴν εἰς αὐτὸν ὁμολογίαν μαρτυρήσαντι, ἐφ’ ᾧ διὰ τῶν ὁραθέντων διαμαρτύρασθαι καὶ κηρύξαι πρὸς ἐπιστροφὴν τῶν ἀκουόντων, τά τε ὄντα καὶ τοὺς ἀνθρώπους λανθάνοντα, τάτε ἔσεσθαι μέλλοντα· προφητικῶς γὰρ ἑώρακεν ἀμφότερα· τέρα· καὶ δῆλον ἐκ τοῦ εἰρῆσθαι “ἄτινά εἰσιν, καὶ ἃ χρὴ γενέσθαι. ταῦτα δέ ἐστιν παραστατικὰ τοῦ ἐνεστῶτος χρόνου καὶ τοῦ μέλλοντος.
- 1.3.1
Μακάριος ὁ ἀναγινώσκων.
- 1.3.2
Μακαρίζει τοὺς διὰ τῶν πράξεων ἀναγινώσκοντας καὶ ἀκούοντας· ἐγγὺς γὰρ ὁ παρὼν καιρὸς, δι’ οὗ τοῦ μακαρισμοῦ τυχεῖν ἔξεστιν, καὶ πᾶσιν εἰς ἐργασίαν προκείμενος, ὥς φησιν ὁ Κύριος· ἐργάζεσθε ἕως ἡμέρα ἐστι. καὶ ἕτερος, ἐγγὺς ὁ καιρὸς ὁ τῆς τῶν ἐπάθλων διανομῆς, διὰ τὴν τοῦ παρόντος βίου σμικρότητα, συγκρίσει τοῦ μέλλοντος.
- 1.4.1
Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ.
- 1.4.2
Πολλῶν οὐσῶν κατὰ τόπον ἐκκλησιῶν, ἑπτὰ μόνους ἀπέστειλε, διὰ τοῦ ἑβδοματικοῦ ἀριθμοῦ τὸ μυστικὸν τῶν ἁπανταχοῦ ἐκκλησιῶν σημαίνων, καὶ τῷ παρόντι βίῳ σύστοιχον, ἐν ᾗ ἡ ἑβδοματικὴ τῶν ἡμερῶν περίοδος γίνεται, διὸ καὶ ἑπτὰ Ἀγγέλων καὶ ἑπτὰ ἐκκλησιῶν μέμνηται, αἷς φησι, “ χάρις ὑμῖν καὶ εἰρήνη’’ τῆς τρισυποστάτου θεότητος. διὰ μὲν γὰρ τοῦ ὁ ὣν, ὁ Πατὴρ δηλονότι, ὁ χρηματίσας τῷ Μωυσῆ, “ ἐγώ εἰμι ὁ ὤν· διὰ δὲ ὁ ἦν, ὁ Χριστὸς, ὃς ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· διὰ δὲ τοῦ ὁ ἐρχόμενος, ὁ Παράκλητος, ὁ ἀεὶ ἐπιφοιτῶν τοῖς τῆς Ἐκκλησίας τέκνοις διὰ τοῦ ἁγίου βάπτ’ βαπτίσματος, τελεωτέρως δὲ καὶ τρανωτέρως ἐν τῷ μέλλοντι.
- 1.4.3
Καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων.
- 1.4.4
Ἑπτὰ πνεύματα τοὺς ἑπτὰ Ἀγγέλους νοεῖν δυνατὸν, τοὺς τῆς Εκκλησίας λαχόντας τὴν κυβέρνησιν· οὐ συναριθμουμένους τῇ θεαρχικωτάτῃ καὶ βασιλίδι τριάδι, ἀλλ’ ὡς δούλους σὺν αὐτῇ μνημονευομένους. ἴσως δὲ ἑτέρως τοῦτο νοηθήσεται, διὰ μὲν τοῦ ὁ ὣν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος τοῦ Πατρὸς σημαινομένου, τοῦ περιέχοντος ἐν ἑαυτῷ πάντων τῶν ὄντων τήν τε ἀρχὴν καὶ τὰ μέσα καὶ τὰ τελευταῖα. διὰ δὲ τῶν ἑπτὰ πνευμάτων, τῶν ἐνεργειῶν τοῦ ζωοποιοῦ Πνεύματος· διὰ δὲ τοῦ ἑπομένου Χριστοῦ τοῦ Θεοῦ, τοῦ δι’ ἡμᾶς ἀνθρώπου γενομένου. πολλαχοῦ γὰρ ἀδιαφόρως ἑκάστη θεικὴ ὑπόστασις τῷ Ἀποστόλῳ προτάττεται καὶ ὑποτάττεται. ὡς δὲ τῷ θεολόγῳ Γρηγορίῳ δοκεῖ, εἰς τὸν Χριστὸν ἐξείληπται τὸ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος.
- 1.5.1
Ὃς μάρτυς πιστός ἐστιν.
- 1.5.2
Οὗτος ἐστι, φησιν, ὁ μαρτυρήσας ἐπὶ Ποντίου Πιλάτου, ὁ πιστὸς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, ὁ ἐκ νεκρῶν πρωτότοκος. ὧν γὰρ αὐτὸς κατάρχει, οὐκέτι, καθὼς οἱ πρότερον θανόντες καὶ ἀναστάντες, ὄψονται θάνατον, ἀλλ’ αἰωνίως ζήσονται.
- 1.5.3
Καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς.
- 1.5.4
Ἄρχων δὲ τῶν βασιλέων, ὡς βασιλεὺς τῶν βασιλευόντων.
- 1.5.5
“ ἄρχων δὲ τῶν βασιλέων τῆς γῆς καὶ ἑτέρως τῶν γηΐνων λέγεται.
- 1.5.6
Τῷ ἀγαπῶντι ἡμᾶς καὶ λύσαντι ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ.
- 1.5.7
Τούτῳ, φησὶν, ἡ δόξα πρέπει, τῷ δι’ ἀγάπην τῶν δεσμῶν τοῦ θανάτου λύσαντι ἡμᾶς, καὶ τῶν τῆς ἁμαρτίας κηλίδων λούσαντι, τῇ ἐκχύσει τοῦ ζωοποιοῦ αὐτοῦ αἵματος καὶ ὕδατος, καὶ ποιήσαντι ἡμᾶς “ βασίλειον ἱεράτευμα,’’ ἀντὶ ἀλόγων θυσιῶν, “ “ ’σαν, τὴν λογικὴν θυσίαν τῷ Πατρὶ
- 1.7.1
Ἴδου ἔρχεται μετὰ νεφελῶν.
- 1.7.2
Ὁ ἐνταῦθα, φησὶν, ὡς ἀμνὸς σφαγιασθεὶς, ἐν τῇ πατρικῇ δόξῃ, κριτὴς ἐπὶ τῶν νεφελῶν ἐλεύσεται. εἴτε ἀσωμάτως νοουμένων διὰ τῶν νεφελῶν, νοερῶν δυνάμεων· ἐρχόμενον δὲ αὐτὸν μετὰ δόξης, πᾶς μὲν ὀφθαλμὸς ὄψεται, οἱ δὲ ἐκκεντήσαντες καὶ πᾶσαι αἱ τῆς γῆς φυλαὶ, αἱ τῇ ἀπιστίᾳ ἐμμείνασαι, κόψονται. τὸ δὲ ναὶ ἀμὴν, ἀντὶ τοῦ πάντως, τὸν αὐτὸν νοῦν τῆ Ἑλληνίδι καὶ Ἑβραί·δι γλώσσῃ ἐσήμανε. τὸ γὰρ ἀμὴν, ἑρμηνεύεται, γένοιτο.
- 1.8.1
’γὼ εἰμὶ τὸ Ἀλφὰ καὶ τὸ Ὠμέγα.
- 1.8.2
Ὁ Χριστὸς ἐνταῦθα δηλοῦται, ἅτε Θεὸς καὶ κρατῶν τῶν ἁπάντων ἄναρχός τε ὁμοῦ καὶ ἀτελεύτητος, ὢν καὶ προὼν, καὶ πέρας οὐκ ἔχων ὡς τῷ Πατρὶ συναΐδιος· τῶν θεοπρεπῶν φωνῶν ὁμοτίμως ἐφαρμοζουσῶν ἑκάστῃ θεικῇ ὑποστάσει, καὶ κοινῇ ταῖς τρισὶ, πλὴν τῶν ἰδιωτήτων, ἤγουν σχέσεων, καὶ τῆς τοῦ Λόγου ἐνανθρωπήσεως. καὶ δῆλον ἐξ ὧν τὸν τρισάγιον τῶν Σεραφὶμ ὕμνον, ἐν μὲν τῷ Εὐαγγελίῳ εἰς τὸν Υἱὸν μανθάνομεν λέγεσθαι, ἐν δὲ τῇ δημηγορίᾳ Παύλου ἐν ταῖς Πράξεσιν εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. ἐν δὲ τῇ τῶν μυστηρίων προσφορᾷ, εἰς τὸν Πατέρα, πρὸς ὃν τὴν τοιαύτην εὐχὴν εἰθίσμεθα ποιεῖν.
- 1.9.1
Ἐγὼ Ἰωάννης ὁ ἀδελφὸς ὑμῶν καὶ κοινωνὸς ἐν τῆ θλίψει.
- 1.9.2
Ἅτε ἀδελφὸς ὑμῶν φησιν ὢν καὶ συγκοινωνὸς ἐν ταῖς διὰ Χριστὸν θλίψεσιν, εἰκότως τὸ ἀξιόπιστον πα., ὑμῖν κέκτημαι. διὰ γὰρ τὴν μαρτυρίαν Ἰησοῦ, Πάτμον οἰκεῖν τὴν νῆσον καταδικασθεὶς, ἀπαγγέλλω τὰ ἑωραμένα ἐν αὐτῇ μυστήρια.
- 1.10.1
Ἐγενόμην ἐν πνεύματι ἐν τῆ Κυριακῇ ἡμερ́ᾳ.
- 1.10.2
Πνεύματι Ἁγίῳ γενόμενος κάτοχος, καὶ πνευματικὸν οὖς κτησάμενος, ἐν τῇ Κυριακῇ ἡμέρᾳ, κἀν τούτῳ τιμηθείσῃ διὰ τὴν ἀνάστασιν, φωνῆς ἤκουσε σάλπιγγι ἐοικυίας, διὰ τὸ μεγαλόφωνον δηλούσης τὸ τοῦ Θεοῦ ἄναρχόν τε καὶ ἀτελεύτητον, διὰ τοῦ Α καὶ τοῦ Ω δηλούμενον, ἐξ ἧς ἐντέταλται τὰ κραθέντα ταῖς ἑπτὰ ἐκκλησίαις διαπέμψασθαι, διὰ τὸν προλεχθέντα ἑβδοματικὸν ἀριθμὸν, τὸν εἰς τὸν σαββατισμὸν καταντῶντα τοῦ αἰῶνος τοῦ μέλλοντος.
- 1.12.1
Καὶ ἐπέστρεψα βλέπειν.
- 1.12.2
Ὅτι οὐκ ἦν αἰσθητὴ ἡ φωνὴ, δηλοῖ λέγων· ἐπέστρεψα, οὐ τοῦa ἀκοῦσαι, ἀλλὰ τοῦ βλέπειν τὴν φωνήν· ταὐτὸν γάρ ἐστιν ἡ πνευματικὴ ἀκοή τε καὶ ὅρασις. ἐπιστρέψας δέ φησιν, εἰδον ἑπτὰ λυχνίας, ἃς παρακατιὼν τὰς ἐκκλησίας ἐννόησε, καὶ ἐν μέσῳ αὐτῶν τὸν Χριστὸν, ὁμοῖον ἀνθρώπῳ, διὰ τὸ καὶ Θεὸν αὐτὸν εἶναι καὶ οὐ ψιλὸν ἄνθρωπον, ἐνδεδυμένον ποδήρη, ὡς ἀρχιερέα τῶν ἄνω, κατὰ τάξιν Μελχισεδὲκ, ζώνην καὶ χρυσῆν περιεζωσμένον, οὐκ ἐν τῇ ὀσφύι, ὥσπερ οἱ λοιποὶ ἄνθρωποι πρὸς ἐποχὴν τῶν ἡδονῶν· ταύταις γὰρ ἡ θεία σὰρξ ἀνεπίβατος, ἀλλ’ ἐν στήθει πρὸς τοῖς μαζοῖς, ὅπως καὶ τὸ ἄσχετον τῆς δικαίας καὶ θείας ὀργῆς φιλανθρωπίᾳ συνέχηται, καὶ ἡ τὰς δύο διαθήκας, ἤγουν τοὺς δεσποτικοὺς μαζοὺς ζωννύουσα δειχθῇ ἀλήθεια· δι’ ὧν οἱ πιστοὶ τρέφονται. χρυσῆ δὲ ἡ ζώνη διὰ τὸ τίμιον καὶ καθαρὸν καὶ ἀκίβδηλον. λευκαὶ δὲ αἱ τῆς κεφαλῆς τρίχες ὡσεὶ ἔριον ἢ ὡς χιών. εἰ γὰρ καὶ πρόσφατος δι’ ἡμᾶς, ἀλλ’ ἀρχαῖος, μᾶλλον δὲ προαιώνιος· τούτου γὰρ ἡ λευκὴ θρὶξ σύμβολον. οἱ δὲ ὀφθαλμοὶ ὡς φλὸξ πυρὸς, τοὺς μὲν ἁγίους φωτίζοντες, τοὺς δὲ βεβήλους φλογίζοντες. τοὺς δὲ πόδας τὴν μετὰ σαρκὸς οἰκονομίαν δεῖ νοεῖν. οἱ πόδες γὰρ αὐτοῦ τῇ θεότητι ἐπιβάντες, τὴν ἡμετέραν σωτηρίαν κατειργάσαντο. πόδες δὲ καὶ οἱ θεμέλιοι τῆς Ἐκκλησίας. ὅμοιοι δὲ χαλκολιβάνῳ, ὅν φασιν οἱ ἰατροὶ εὐώδη εὐώδη θυμιώμενον, τὸν παρ’ αὐτοῖς καλούμενον ἄρρενα λίβανον, χαλκοῦ μὲν τῆς ἀνθρωπίνης, λιβάνου δὲ τῆς θείας νοουμένης φύσεως, δι’ ὧν δείκνυται καὶ τὸ εὐῶδες τῆς πίστεως, καὶ τὸ ἀσύγχυτον τῆς ἑνώσεως. ἣ του χαλκοῦ δηλοῦντος τὸ τοῦ κηρύγματος εὔηχον, τοῦ δὲ λιβάνου, τὴν τῶν ἐθνῶν ἐπιστροφήν. ὅθεν ἡ νύμφη ἔρχεσθαι κελεύεται. πόδες δὲ τοῦ Χριστοῦ καὶ οἱ Ἀπόστολοι, τῇ καμίνῳ τῶν πειρασμῶν πυρωθέντες.
- 1.15.1
καὶ ἡ φωνὴ αὐτοῦ.
- 1.15.2
Τὴν φωνὴν αὐτοῦ ὡς φωνὴν ὑδάτων πολλῶν λέγει εἶναι, εἰκότως· κοινὴ γὰρ ἡ φωνὴ αὐτοῦ τε καὶ τοῦ Πνεύματος, οὗ ποταμοὶ ἐκ τῆς κοιλίας τῶν πιστῶν ζῶντος ὕδατος ἔρρευσαν, καὶ εἰς πᾶσαν τὴν γῆν διαπρύσιον ἤχησαν.
- 1.16.1
Καὶ εἶχεν ἐν τῆ δεξιᾷ.
- 1.16.2
Ἀστέρας ἑπτὰ κατιὼν, τοὺς τῶν ἐκκλησιῶν, φησὶν, Ἀγγέλους. ῥομφαίαν δὲ δίστομον, τὴν κατὰ τῶν ἀσεβῶν, φησιν, ἀπόφασιν, τὴν τομωτέραν ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ἣ καὶ τὴν περιτέμνουσαν μάχαιραν τοῦ Πνεύματος τὸν ἐντὸς ἡμῶν ἄνθρωπον. τὸ δὲ πρόσωπον αὐτοῦ φαίνειν ὡς ὁ ἥλιος λέγων, οὐκ αἰσθητὴ, τὴν αἴγλην φησὶν, ἀλλὰ νοητήν· ἥλιος γάρ ἐστι δικαιοσύνης τῇ οἰκείᾳ δυνάμει καὶ ἐξουσίᾳ καταυγάζων. οὐ καθὼς ὁ αἰσθητὸς ἥλιος ἅτε κτίσμα, θεοσδότῳ δὲ δυνάμει, καὶ θείῳ προστάγματι.
- 1.17.1
Καὶ ὅτε εἶδον αὐτὸν, ἔπεσον πρὸς τοὺς πόδας ὡς νεκρὸς.
- 1.17.2
Ταὐτὸν πεπονθότα τὸν Ἀπόστολον Ἰησοῦ τῷ Ναυὴ καὶ Δανιήλ, διὰ τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως, ἀνέρρωσεν ὁ Χριστὸς, φήσας αὐτῷ, μὴ φοβοῦ, οὐ γὰρ θανατῶσαι σε παραγέγονα· ὅς γε ἄναρχος ὣν καὶ ἀτελεύτητος, δι’ ὑμᾶς νεκρὸς γέγονα, καὶ ἔχω ἐξουσίαν τοῦ ᾅδου καὶ τοῦ θανάτου, τουτέστι τοῦ σωματικοῦ καὶ ψυχικοῦ θανάτου.
- 1.19.1
Γράψον οὖν ἃ εἶδες, καὶ ἅ εἰσι, καὶ ἃ μέλλει γίνεσθαι μετὰ ταῦτα.
- 1.19.2
Ἐπειδήπερ φῶς ἀληθινὸν ὁ Χριστὸς, τούτου χάριν λύχνοι οἱ τὸν αὐτοῦ πλουτοῦντες φωτισμὸν, ὡς τὴν νύκτα τοῦ παρόντος βίου καταλάμποντες· λυχνίαι δὲ αἱ ἐκκλησίαι ὀνομάζονται· εἰκότως, ὡς τοὺς φωστῆρας ἔχουσαι, τοὺς λόγον ζωῆς ἐπέχοντας. χρυσοῖ δὲ οἵτε λύχνοι καὶ αἱ λυχνίαι, διὰ τὸ τίμιον καὶ ἀκίβδηλον τῆς ἐν αὐτοῖς πίστεως. τούτων δὲ ἑκάστῃ, Ἄγγελος φύλαξ ἐφέστηκεν, καθώς φησιν ὁ Κύριος. οὓς τροπικῶς ἀστέρας διὰ τὸ φωτεινὸν καὶ καθαρὸν τῆς φύσεως ὠνόμασεν.
- 1.19.3
τῷ Ἀγγέλῳ τῆς ἐν Ἐφέσω ἐκκλησίας γράψον.
- 1.19.4
Διὰ του Ἀγγέλου τῆ Ἐκκλησία διαλέγεται, ὥσπερ ἄν τις διὰ παιδαγωγοῦ τῷ παιδαγωγουμένῳ, οἰκειοῦσθαι γὰρ ὁ διδάσκαλος τὰ τοῦ μαθητοῦ πέφυκεν, εἴτε ἐγκλήματα, εἴτε κατορθώματα, ἅτε σπεύδων ἐξομοιοῦν ἑαυτῷ τὸν διδασκόμενον.
- 2.1.1
Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξία αὐτοῦ.
- 2.1.2
Εἰκὸς διὰ τῶν ἑπτὰ ἀστέρων, ἤγουν Ἀγγέλων τῶν ἐν τοῖς εἰρημένοις ἑπτὰ οὐρανοῖς λογικῶν τάξεων δηλοῦσθαιb τὴν διακόσμησιν, ἐν τῇ δεξίᾳ τοῦ Χριστοῦ κειμένην, ἐν ᾗ καὶ τὰ τῆς γῆς πέρατα τοῦ καὶ ἐν μέσῳ τῶν ἐκκλησιῶν περιπατοῦντος, κατὰ τὴν οἰκείαν ὑπόσχεσιν, “ ὅπου γάρ, φησιν, “ εἰσὶ δύο ἢ τρεῖς “ συνηγμένοι ἐν τῷ ἐμῷ ὀνόματι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.”
- 2.2.1
Οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον σου, καὶ τὴν ὑπομονὴν σου.
- 2.2.2
Ἐν δυσὶ τὴν ἐκκλησίαν ἀποδεχόμενος, ἐν ἑνὶ ταύτην καταμέμφεται, ὃ καὶ μέσον τέθεικεν, τὰ κατορθώματα θεὶς ἑκατέρωθεν· ’τον μὲν κόπον καὶ τὴν ὕπερ τῆς πίστεως ὑπομονὴν καὶ τὴν πρὸς τοὺς κακοὺς ἀλλοτρίωσιν αὐτῆς ἐπῄνεσεν, ὅτι τε μὴ παντὶ πιστεύσασα πνεύματι, ἐπείρασε τοὺς ψευδαποστόλους· καὶ γνοῦσα ψευδεῖς αὐτοὺς, ἀπεπέμψατο. πρὸς δὲ τούτοις ὅτι τὰ ἔργα τῶν αἰσχροεργῶν Νικολαϊτῶν μεμίσηκεν· ἐμέμψατο δὲ ὅτι τὴν πρὸς τοὺς πλησίον ἀγάπην καὶ εὐποιίαν ἐχλίανεν, πρὸς ἣν αὐτὴν διὰ τῶν ἑξῆς ἀνεκαλέσατο, δι’ ὧν φησι, τὰ πρῶτα ἔργα ποίησον.
- 2.5.1
Εἰ δὲ μὴ, ἔρχομαί σοι ταχύ.
- 2.5.2
Κίνησις Ἐκκλησίας ἐστὶν ἡ τῆς θείας χάριτος γύμνωσις, δι’ ἧς ἐν σάλῳ καὶ κλύδωνι ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, καὶ τῶν ὑπουργούντων αὐτοῖς πονηρῶν ἀνθρώπων καθίσταται. τινὲς δὲ τὴν τῆς λυχνίας κίνησιν, τὸν ἀρχιερατικὸν τῆς Ἐφέσου θρόνον ὡς ἐν τῇ βασιλίδι μετατεθέντα ἐνόησαν. τὰ δὲ ἔργα τῶν Νικολαϊτῶν ὅπως εἰσὶ τῷ Θεῷ μισητὰ, ἐντυχών τις τῇ βδελυρᾷ αὐτῶν αἱρέσει γνώσεται.
- 2.7.1
Ὁ ἔχων οὖς ἀκουσάτω.
- 2.7.2
Σαμικὸν μὲν οὖς, πᾶς ἄνθρωπος, πνευματικὸν δὲ, ὁ πωευματικὸς μόνος κέκτηται, ὃ τῷ Ἡσαΐᾳ προστέθειται. τῷ δὲ τοιούτῳ νικῶντι τὸν πρὸς τοὺς δαίμονας πόλεμον δώσειν ἐπαγγέλλεται φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, τουτέστι μετασχεῖν τῶν τοῦ μέλλοντος αἰῶνος ἀγαθῶν. περιφραστικῶς γὰρ διὰ τοῦ ξύλου δηλοῦται ἡ ζωὴ ἡ αἰώνιος, ὧν ἑκάτερον ὁ Χριστός ἐστιν, ὥς φησι Σολομὼν περὶ τῆς σοφίας λέγων, “ ξύλον ζωῆς ἐστιν πᾶσι τοῖς “ ἀντεχομένοις αὐτῆς,” καὶ ὁ παρὼν Ἀπόστολος ἑτέρωθι περὶ τοῦ Χριστοῦ λέγων “αὐτός ἐστί,” φησιν, “ὁ Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος.”
- 2.8.1
Καὶ τῷ Ἀγγέλῳ τῆς ἐν Σμύρνῃ.
- 2.8.2
Πρῶτος ὡς Θεὸς, ἔσχατος ὡς ἐπ’ ἐσχάτων τῶν καιρῶν γέγονεν ἄνθρωπος, καὶ διὰ τῆς τριημέρου νεκρώσεως ἀνοίξας ἡμῖν τὴν ζωὴν τὴν αἰώνιον.
- 2.9.1
Οἶδά σου τὰ ἔργα.
- 2.9.2
Οἶδά σου, φησι, τὴν θλῖψιν καὶ τὴν πτωχείαν ἐν τοῖς σαρκικοῖς, ἣν ὑπομένεις δι’ ἐμὲ, μαστιζόμενος ὑπὸ τῶν ἀπίστων, καὶ τῶν ὑπαρχόντων στερούμενος· πλούσιος δὲ εἶ ἐν τοῖς πνευματικοῖς, ἔχων τὸν θησαυρὸν κεκρυμμένον ἐν τῷ ὀστράκῳ τῆς καρδίας σου.
- 2.9.3
Καὶ τὴν βλασφημίαν.
- 2.9.4
Κατὰ κοινοῦ τὸ οἶδα. καὶ τὴν βλασφημίαν τῆς συναγωγῆς τοῦ Σατανᾶ, φησὶν, ἐπίσταμαι, ὅτι οὐκ εἰσὶν ὃ λέγονται· οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖος, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ. Ἱούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται.
- 2.10.1
Μηδὲν φοβοῦ.
- 2.10.2
Μῆ φοβηθῇς, φησι, τὴν ἐκ τῶν θεομάχων διὰ μαστίγων καὶ πειρασμῶν θλῖψιν, δεκαήμερος γὰρ αὕτη καὶ οὐ μακρόβιος, διὸ καταφρονητέος ὁ θάνατος, ὡς ἐν ὀλίγῳ προξενῶν στέφανον ζωῆς ἀμάραντον.
- 2.11.1
Ὁ ἔχων οὖς ἀκουσάτω.
- 2.11.2
Ὁ πνευματικῶς, φησιν, ἀκούων καὶ νικῶν τὰς διαβολικὰς ὑποσπορᾶς, εἰ καὶ τὸν πρῶτον διὰ σαρκὸς ὑποστῇ θάνατον, ὑπὸ τοῦ δευτέρου τῆς γεέννης οὐκ ἀδικηθήσεται.
- 2.12.1
Τῷ Ἀγγέλῳ τῆς ἐν Περγάμῳ.
- 2.12.2
Κατείδωλος ἦν αὕτη ἡ πόλις πρὸς ἣν ταῦτά φησι, τοὺς ἐν αὐτῇ πιστοὺς δι’ ὑπομονὴν πειρασμῶν ἀποδεχόμενος· ῥομφαίαν δὲ δίστομον, ἢ τὸν Εὐαγγελικόν φησι λόγον τὸν τὴν καρδίαν περιτέμνοντα καὶ τοὺς πιστοὺς ἐκ τῶν ἀπίστων μερίζοντα, ἣ τὴν κατὰ τῶν ἀσεβῶν ἀπότομον ἀπόφασιν.
- 2.12.3
Ἐν ταῖς ἡμέραις ἐν αἷς Ἀντίπας.
- 2.12.4
Τινὲς Ἀντίπαν τινὰ τοὔνομα μάρτυρα ἐν Περγάμῳ φασὶ γεγονέναι ἀνδρειότατον, οὗ περ νῦν ὁ Εὐαγγελιστὴς πρὸς ἔνδειξιν τῆς ἐκείνου ὑπομονῆς, τῆς τῶν πεπλανημένων ὠμότητος ἐμνημονευσεν.
- 2.14.1
Ἀλλ’ ἔχω κατά σου ὀλίγα.
- 2.14.2
Δύο χαλεπὰ ὡς ἔοικεν αὕτη ἡ πόλις ἐκέκτητο, τοὺς μὲν πλείονας Ἕλληνας· ἐξ αὐτῶν δὲ τῶν πιστῶν ὀνομαζομένων, τοὺς αἰσχροποιοὺς Νικολαΐτας, ἐπισπαρέντας τῷ σίτῳ πονηρὰ ζιζάνια· διὸ καὶ τοῦ Βαλαὰμ ἐμνημόνευσε, φήσας, ὃς ἐδίδασκεν ἐν τῷ Βαλαὰμ τὸν Βαλάκ. δηλοῖ δὲ διὰ τούτων τὸν νοητὸν Βαλαὰμ τὸν διάβολον ἐν τῶ αἰσθητῷ τὸν Βαλὰκ διδάξαι τὸ κατὰ τῶν Ισραηλιτῶν σκάνδαλον, πορνείαν καὶ εἰδωλολατρίαν· τῇ γὰρ ἐκείνης ἡδονῇ εἰς ταύτην τῷ Βεελφεγὼρ τελεσθέντες κατεκυλίσθησαν.
- 2.16.1
Μετανόησον οὖν.
- 2.16.2
Ἐν τῇ ἀπειλῇ ἡ φιλανθρωπία, οὐ γὰρ μετὰ σοῦ, φησὶν, ἀλλὰ μετ’ ἐκείνων πολεμήσω τῶν νοσούντων ἀνιάτως.
- 2.17.1
Τῷ νικῶντι δώσω αὐτῶ.
- 2.17.2
Μάννα κεκρυμμένον ὁ ἄρτος τῆς ζωῆς ὁ οὐράνιος, ὁ οὐρανόθεν δι’ ἡμᾶς κατελθὼν, καὶ βρώσιμος γενόμενος· τροπικῶς δὲ καὶ τὰ μέλλοντα ἀγαθὰ μάννα λέγετ’ αἰ, ἅτε οὐρανόθεν κατερχόμενα, ὅθεν καὶ ἡ ἄνω Ἱερουσαλήμ. τούτων οἱ νικῶντες τὸν διάβολον, φησὶ, τεύξονται· λήψονται δὲ καὶ ψῆφον λευκὴν, τουτέστι νικῶσαν, τῆς δεξιᾶς μοίρας ἀξιούμενοι, καὶ ὄνομα καινὸν τῇ παρούσῃ ζωῇ ἀγνοούμενον· ὀφθαλμὸς γὰρ οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ νοῦς οὐ κατέλαβεν τὰ ἀγαθὰ τὰ μέλλοντα· καὶ τὸ καινὸν ὄνομα, ὃ οἱ ἅγιοι κληρονομήσουσιν.
- 2.18.1
Καὶ τῷ Ἀγγέλῳ τῆς ἐν Θυατείροις.
- 2.18.2
Εἴρηται τὸ τῶν ὀφθαλμῶν πυρῶδες τὸ φωτιστικὸν τῶν δικαίων καὶ τὸ καυστικὸν δηλοῦν τῶν ἁμαρτωλῶν· τοὺς δὲ πόδας καὶ τὸν χαλκολίβανον σημαίνειν τὴν Χριστοῦ ἐν τοῖς σωζομένοις εὐωδίαν τοῦ νοητοῦ μύρου, καὶ ἄτμητον καὶ ἀσύγχυτον ἕνωσιν θεότητός τε καὶ ἀνθρωπότητος, αὕτη γὰρ ὡς πεπυρακτωμένη τῷ θείῳ Πνεύματι, τοῖς ἀνθρωπίνοις λογισμοῖς ἐστὶν ἀψηλάφητος.
- 2.19.1
Οἶδά σου τὰ ἔργα.
- 2.19.2
Εἰ γὰρ καὶ διὰ τὴν πίστιν καὶ τὴν περὶ τοὺς δεομένους διακονίαν τὸ εὐλαβὲς ὑμῶν καὶ ὑπομονητικὸν ἀποδέχομαι, ἀλλὰ δικαίως ὑμῖν ἐπιμέμφομαι, ὅτι τὴν τῶν Νικολαϊτῶν αἵρεσιν, τὴν τροπικῶς ὠνόμασ’ μένην Ἰεζάβελ διὰ τὴν δυσσέβειαν καὶ ἀσέλγειαν, ἀφήκατε παρρησιάζεσθαι, ὥστε τοῖς δούλοις μου δι’ ἁπλότητα γνώμης παρέχειν σκάνδαλον, καὶ ἕλκειν αὐτοὺς εἰς εἰδωλόθυτα, οἷς καλῶς ἀπετάξαντο. ταύτην δὲ ἐπιστομίζειν ὀφείλετε, ὅτι καὶ προφῆτις εἶναι ὑποκρίνεται, ὑπὸ πονηροῦ ἐνεργουμένη πνεύματος.
- 2.21.1
Καὶ ἔδωκα αὐτῇ.
- 2.21.2
Αὕτη φησὶν ἡ πονηρὰ αἵρεσις, καὶ καιρὸν λαβοῦσα εἰς μετάνοιαν, καλῶς τούτῳ οὐκ ἐχρήσατο.
- 2.22.1
Ἴδου βάλλω αὐτήν.
- 2.22.2
Τροπικῶς μοιχαλίδι τὴν συστροφὴν τῶν αἱρετικῶν παρεικάσας, ἀπειλεῖ ταύτην τε ἀσθενείᾳ καὶ θανάτῳ περιβαλεῖν, καὶ τοὺς αὐτῇ συμφθειρομένους καὶ ἐκ τοῦ Θεοῦ πορνεύοντας, εἰ μὴ διὰ μετανοίας πρὸς αὐτὸν ἐπιστρέψουσιν.
- 2.24.1
Ὑμῖν δὲ λέγω τοῖς λοιποῖς.
- 2.24.2
Ταῦτα πρὸς τοὺς ἁπλουστέρους φησίν. ἐπείπερ πρὸς τοὺς οὕτω πονηροὺς καὶ εὑρεσιλόγους ἀντέχειν δι’ ἁπλότητα τρόπων οὐ δύνασθε, ἅτε τὰ βάθη τοῦ Σατανᾶ μὴ ἐγνωκότες ὡς λέγετε, οὐ ζητῶ παρ’ ὑμῶν τὴν διὰ λόγων μάχην, ἀλλὰ τὴν φυλακὴν τῆς διδαχῆς, ἣν παρελάβετε, ἄχρις ἃν ὑμᾶς ἐντεῦθεν προσλήψομαι.
- 2.26.1
Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν. τῷ ποιοῦντι, φησὶ, τὰ ἔργα μου δώσω ἐξουσίαν ἐπάνω πέντε ἢ δέκα πόλεων, ὡς ἐν τῷ Εὐαγγελίῳ εἴρηκεν· ἣ διὰ τούτου τὴν τῶν ἀπίστων κρίσιν αἰνίττεται, δι’ ἧς οἱ πεπλανημένοι, ὡς ἐν ῥάβδῳ ποιμαινόμενοι συντριβήσονται, ὑπὸ τῶν ἐν αὐτοῖς τῷ Χριστῷ πιστευσάντων κρινόμενοι, κατὰ τὸ εἰρημένον, “ἄνδρες “ Νινευΐται ἀναστήσονται καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην.” δὲ, “ ὡς κἀγὼ εἴληφα παρὰ τοῦ Πατρός μου,” τὴν τῆς σαρκὸς πρόσληψιν.
- 2.28.1
Καὶ δώσω αὐτῷ.
- 2.28.2
Ἀστέρα πρωινὸν, ἣ ἐκεῖνον φησὶ περὶ οὗ ‘Hσαΐας ἔλεγεν, “ πῶς “ ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων,” συντετριμμένον ὑπὸ τοὺς πόδας τῶν ἁγίων ἐπήγγελτο. καὶ τὸν ὑπὸ τοῦ ἀποστόλου Πέτρου λεχθέντα ἑωσφόρον ἐν ταῖς καρδίαις τῶν πιστῶν ἀνατέλλοντα, τὸν Χριστοῦ φωτισμὸν εὔδηλον. καὶ ὁ βαπτιστὴς Ἰωάννης καὶ Ἠλίας φωσφόρος προσαγορεύονται, ὁ τῆς πρώτης ἀνατολῆς τοῦ ἡλίου τῆς δικαιοσύνης, ὁ γε τῆς δευτέρας, μεθ’ ὡν ἕξειν τὸ μέρος τοὺς νικητὰς τοῦ διαβόλου πιστεύομεν. νοεῖται δὲ καὶ ἡ τῆς μελλούσης ἡμέρας ἀνατολὴ, ᾗ τὸ σκότος τοῦ παρόντος βίου καλυφθήσεται. καὶ ὁ ταύτην δὲ εὐαγγελιζόμενος Ἄγγελος. προπορεύεται γὰρ αὕτη τοῦ τῆς δικαιψσύνης ἡλίου ἐπιφανησομένου τοῖς ἁγίοις, καὶ τὴν ἀχλὺν τοῦ παρόντος βίου διασκεδάσαντος.
- 3.1.1
Τάδε λέγει Κύριος.
- 3.1.2
Ἑπτὰ ἀστέρας, θείους Ἀγγέλους φησὶν, ἑπτὰ δὲ πνεύματα, ἢ τοὺς αὐτοὺς, ἢ τὰς ἐνεργείας τοῦ ζωοποιοῦ Πνεύματος, ἅπερ ἀμφότερα ἐν τῇ χειρὶ τοῦ Χριστοῦ εἰσιν, τῶν μὲν γὰρ ὡς δεσπότης κρατεῖ, τοῦ δὲ Πνεύματος ἐστὶ χορηγὸς ὡς ὁμοούσιος· ἐπιπλήττει δὲ τῇ Ἐκκλησίᾳ, ὡς ψιλὸν ὄνομα ζωῆς ἐχούσης πίστεως, νενεκρωμένη δὲ ἐξ ἀγαθῶν πράξεων.
- 3.2.1
Γίνου γρηγορῶν.
- 3.2.2
Τὸν ὕπνον φησὶ τῆς ῥαθυμίας ἀποτίναξαι, καὶ τὰ μέλη σου τὰ ἀποθνήσκειν τελείως διὰ τῆς ἀπιστίας μέλλοντα, στήριξον· οὐ γὰρ ἡ ἀρχὴ τῶν ἀγαθῶν ἔργων στεφανοῖ τὸν ἀγαθὸν ἐργάτην, ἀλλὰ τὸ τέλος.
- 3.3.1
Ἐὰν οὖν μὴ γρηγορήσῃς.
- 3.3.2
Ταῦτα φησὶν εἰκότως, ὅτε γὰρ ἑκάστου θάνατος, ἥτε κοινὴ συντέλεια, πᾶσιν ἄγνωστος· τοῖς μὲν παρεσκευασμένοις πόνων ἀνάπαυσις, τοῖς δὲ ἀπαρασκευάστοις κλέπτης, ψυχικὸν ἐπάγων θάνατον.
- 3.3.3
Ἀλλ’ ὀλίγα ἔχεις.
- 3.3.4
Τοῦτο, φησὶ, καλὸν κέκτησαι, ἔχουσα τινὰς τοὺς τὸ ἱμάτιον τῆς σαρκὸς ῥυπαραῖς πράξεσι μὴ μιάναντας, οἳ μετ’ ἐμοῦ ἐν τῇ παλιγγενεσίᾳ λαμπροφορήσουσιν, ὡς τηρήσαντες ἁπλῶς τὸ τῆς ἀφθαρσίας ἔνδυμα.
- 3.4.1
Ὁ νικῶν· οὗτος.
- 3.4.2
Ὁ τὴν προλεχθεῖσαν, φησὶ, νίκην νικῶν τοῖς τῶν οἰκείων ἀρετῶν ἱματίοις λάμψει ὡς ὁ ἥλιος, καὶ τὸ ὄνομα αὐτοῦ ἐν τῇ τῶν ζώντων βίβλῳ ἔσται ἀνεξάλειπτον. ὁμολογηθήσεται δὲ ἐπὶ τοῦ πατρός μου καὶ τῶν ἁγίων δυνάμεων, ὥσπερ καὶ οἱ ἅγιοι μάρτυρες, καθώς φησι καὶ ἐν τῷ Εὐαγγελίῳ, “ ἐκλάμψειν τοὺς δικαίους ὡς τὸν “ ἥλιον ἐν τῆ βασιλείᾳ τῶν οὐρανῶν.”
- 3.7.1
Τάδε λέγει Κύριος.
- 3.7.2
Κλεῖς τοῦ Δαβὶδ ἡ βασιλεία αὐτοῦ κέκληται· ἐξουσίας γὰρ αὕτη σύμβολον. κλεῖς δὲ πάλιν τῆς τε ψαλμικῆς βίβλου καὶ 1 πάσης προφητείας, τὸ Πνεῦμα τὸ Ἅγιον· δι’ οὗ οἱ θησαυροὶ τῆς γνώσεως ἀνοίγονται. καὶ τὴν μὲν πρώτην κατὰ τὸ ἀνθρώπινον δέχεται, τὴν δὲ δευτέραν ἔχει κατὰ τὸ ἄναρχον τῆς θεότητος. ἐπεὶ δὲ ἔν τισι τῶν ἀντιγράφων, ἀντὶ τοῦ Δαβὶδ, ᾅδου γέγραπται, διὰ τῆς τοῦ ἅδου κλειδὸς, ἡ ἐξουσία τῆς ζωῆς καὶ τοῦ θανάτου τῶ Χριστῷ πρόσ’ μεμαρτύρηται. ἅγιος δὲ καὶ ἀληθινὸς, ὡς αὐτοαγιωσύνη, καὶ αὐτοουσιώδης ἀλήθεια.
- 3.8.1
Οἶδα σου τὰ ἔργα.
- 3.8.2
Ἐκ τῶν γεγραμμένων, μικρὰν μὲν τῷ μεγέθει τὴν πόλιν ταύτην, μεγάλην δὲ τῇ πίστει μανθάνομεν. διό φησιν αὐτῇ, οἰδα τὰ ἔργα, τουτέστιν ἀποδέχομαι· καὶ θύραν ἐνώπιόν σου τοῦ διδασκαλικοῦ κηρύγματος ἤνοιξα, κλεισθῆναι διὰ πειρασμῶν μὴ δυνα- μένην, τῇ προθέσει γὰρ ἀρκοῦμαι, καὶ οὐκ ἀπαιτῶ τὰ ὑπὲρ δύναμιν.
- 3.8.3
Ἴδου δίδωμι ἐκ τῆς συναγωγῆς.
- 3.9.1
Ἔξεις, φησὶ, μισθὸν τῆς ὁμολογίας τοῦ ἐμοῦ ὀνόματος τὴν τῶν Ἰουδαίων ἐπιστροφήν τε καὶ μετάνοιαν, οἳ προπεσοῦνται τοῖς πόσι σου, τὴν πρὸς ἐμὲ ἀγωγὴν καὶ τὸν ἐξ ἐμοῦ φωτισμὸν αἰτούμενοι, καὶ ἐν τῷ κρυπτῷ τῆς καρδίας καὶ ἐν τῷ φανερῷ λοιπὸν Ἰουδαΐςοντες.
- 3.10.1
Ὅτι ἐτήρησας τὸν λόγον.
- 3.10.2
Τὴν ὥραν τοῦ πειρασμοῦ, εἴτε ὡς αὐτίκα παρεσομένην τὴν τῶν ἀσεβῶν τῆς Ρώμης τὸ τηνικαῦτα βασιλευσάντων κατὰ Χριστιανῶν δίωξιν εἴρηκεν, ἧς λυτροῦσθαι αὐτὴν ἐπαγγέλλεται, ἣ τὴν ἐπὶ συντέλειαν τοῦ αἰῶνος παγκόσμιον κατὰ τῶν πιστῶν τοῦ Ἀντιχρίστου κίνησιν. ἐλευθεροῦν τοὺς ζηλωτὰς αὐτῆς ὑπισχνεῖται, προαναρπαζομένους διὰ τῆς ἐντεῦθεν ἀναλύσεως, ἵνα μὴ πειρασθῶσιν ὕπερ ὁ δύνανται.
- 3.11.1
Ἔρχομαι ταχύ.
- 3.11.2
Καλῶς φησιν ἔρχομαι ταχύ. μετὰ γὰρ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων φησὶν ὁ Κύριος ἐλεύσεσθαι, διὸ παρεγγυᾷ κρατῆσαι τὸν θησαυρὸν τῆς πίστεως ἄσυλον, ἵνα μὴ ἀπολέσῃ τὸν τῆς πίστεως στέφανον.
- 3.12.1
Ὁ νικῶν ποιήσω.
- 3.12.2
Στύλον εἰκότως φησίν· ὁ γὰρ νικητὴς τῶν ἐναντίων δυνάμεων, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας καθίσταται, ἀκίνητον ἐν αὐτῇ τὴν βασιλείαν ἔχων κατὰ τὸν Ἀπόστολον. καὶ ἐπὶ τὴν καρδίαν φησὶ τοῦ τοιούτου στύλου χαράξω τὴν γνῶσιν τοῦ θείου ὀνόματος καὶ τῆς ἄνω Ἰερουσαλὴμ, ἵνα ἴδῃ τὰ ἐν αὐτῇ κάλλη τοῖς τοῦ Πνεύματος ὀνόμασι, καὶ τὸ καινὸν ὄνομα τὸ τοῖς ἁγίοις ἐν τῷ μέλλοντι γνωριζόμενον. τῷ δὲ Θεῷ μου ἀνθρωπίνως περὶ τοῦ Πατρὸς εἴρηκεν, ὡς σὰρξ δι’ ἡμᾶς ἀτρέπτως γενόμενος. ἄνωθεν δὲ Ἰερουσαλὴμ καταβαίνει, ἐκ μὲν Ἀγγέλων ἀρξαμένης τῆς θείας γνώσεως, μέχρις ἡμῶν δὲ καταντησάσης, συναφθέντων ἀλλήλοις διὰ Χριστοῦ τῆς κεφαλῆς ἡμῶν.
- 3.14.1
Τάδε λέγει ὁ ἀμήν.
Next → — showing 1–100 of 612
First Thousand Years of Greek. CTS URN tlg4102.tlgX03.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.