Ancient Textssearch the texts themselves, not just their titles

← All works

Commentarius In Apocalypsin

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,254 sections

  1. 48.8

    Καὶ ἤκουσα ἄλλου ἐκ τοῦ θυσιαστηρίου.

  2. 48.9

    Σύμφωνον τῷ Ἀγγέλῳ τῷ ἐπὶ τῶν ὑδάτων, ὁ ἐπὶ τοῦ θυσιαστηρίου g. στηρίου γ. τοῦτον δὲ, ἔστι μὲν νοεῖν καὶ αὐτὸν τὸν Χριστὸν, ὡς καὶ ἐν αὐτῷ καὶ δι’ αὐτοῦ προσφερομένων τῷ Θεῷ καὶ πατρὶ, τῶν λογικῶν ὁλοκαρπώσεων καὶ τῶν ζωσῶν θυσιῶν, ἃ προσφέρειν ἐκ τοῦ Ἀποστόλου ἐμάθομεν. ἔνι δὲ νοεῖν καὶ εἰς τὰς ἀγγελικὰς δυνάμεις ὡς ἀναγωγικὰς τῶν ἡμετέρων προσευχῶν καὶ τῶν πνευματικῶν ὁλοκαρπωμάτων. εἰρῆσθαι δὲ θυσιαστήριον ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον συνεκδοχικῷ τῷ τρόπῳ. ἐκ τούτου τοίνυν τοῦ λογικοῦ καὶ λειτουργικοῦ θυσιαστηρίου, τὴν φωνήν φησιν ἐνεχθῆναι, δικαιοῦσαν τὰ τοῦ Θεοῦ κρίματα πάντα λόγον καὶ νοῦν ὑπερβαίνοντα. h ἐπεὶ τοίνυν χαίρειν εἰκὸς καὶ ἑορτάζειν τὰς νοερὰς δυνάμεις, καὶ ἐπὶ τῇ ἀνταμοιβῇ τῶν ἑκάστῳ βεβιωμένων, καὶ ἐπὶ τῇ σωτηρίῳ ἐπιστροφῇ τῶν διὰ μετανοίας ἀναπαλαισάντων. ἀλλὰ καὶ ἐπ’ αὐτοῖς τοῖς διὰ τῆς παρούσης κολάσεως μετριωτέραν ἕξειν τὴν μέλλουσαν φιλανθρωπίαν Θεοῦ ἀπεκδεχομένοις· οὐ γὰρ τάξει Κύριος δὶς ἐπὶ τὸ αὐτό· σπουδῇ τὸ ἀπὸ τοῦδε τὴν σωτηρίαν ἐπεργασώμεθα.

  3. 48.10

    i Ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.

  4. 48.11

    “Ἀληθιναὶ, ” οὐ γὰρ ματαιότητι ἐπαγγελιῶν ἐκταράττουσαι ἢ ἐνηδύνουσαι ἐπὶ ψιλῶν ἀτελευτῶσι ῥημάτων, ἀλλὰ καὶ ἔργοις ἀπροσπάθεσι τὸ ἔμπρακτον ἀποφέρονται. “ κρίσεις” οὐ τὸ αὐτοκράτως ἐπελθὼν εἰς ἔκβασιν ἐπιφέρονται· τῷ λελογισμένῳ δὲ ἐξακριβούμενα τὸ ἀμεμφὲς ἐγκολπίζονται.

  5. 49.1

    Ὅπως διὰ τῆς τετάρτης, κουματίζονται οἱ ἄνθρωποι.

  6. 49.2

    Καὶ ὁ τέταρτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον, καὶ ἐδόθη αὐτῷ καυματίσαι ἐν πυρὶ τοὺς ἀνθρώπους· καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας. καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξιν.

  7. 49.3

    Ταῦτα ὁποτέρως ἄν τις ἐκλάβοι, ἀλληγορίας λόγοις φημὶ, ἢ ἐνεργείᾳ πραγμάτων, οὐκ ἔξω τοῦ εἰκότος ἀπενεχθείη. εἴτε γὰρ ἥλιον τὸν τῆς ἡμέρας οἰηθείη δρόμον, καθ’ ὃν ἑκάστοτε τὰ δυσχερῆ καὶ κατάγχοντα τοὺς ἀσελγαίνοντας πρὸς ἐπιστροφὴν καταλήψεται· καθὸ καὶ εἴρηται “ ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας “ αὐτῶν ἄγξαι τῶν μὴ ἐγγιζόντων πρός σε.” ἣ καὶ ἥλιον αὐχμῷ καὶ συνοχῇ καὶ ἀπορίᾳ τῶν κατὰ πόλεμον χαλεπῶν τῷ παρ’ αὐτοῦ φλογμῷ δραστικώτερον καυματίσαντα, ὅτι καὶ ὁ αὐτὸς μαστίζει ἐπιστροφὴν αὐτοῖς μνώμενος, οὐδὲν διοίσει ἀφ ἑκατέρα; ἐκδοχῆς πρὸς ἓν καὶ τὸ αὐτὸ κατάλυμα τῆς ἐννοίας αὐλίζεσθαι. τῷ γοῦν μηδὲν ἐκ τούτων τῆς ἀξίας τῶν τοιούτων μαστίγων πρὸς ἐπιστροφὴν ἀπιδεῖν, ἀλλὰ διαφοροῦντας περί τε τὰς εὐεργεσίας, πέρι τε τὰς πρὸς ἐπιστροφὴν κολάσεις. ἀσεβὴς γὰρ ἐμπεσὼν εἰς βάθος κακῶ, καταφωνεῖ, ἐπήνεγκε πρὸς τὸ ἀνεπιστρόφῳ ἀνομίᾳ ἐπ’ ἀνομίᾳ προστιθέντες, τὸν Θεὸν ἐβλασφήμησαν· τοῦτο καὶ νῦν ὁρᾷν ἐστι. τοῖς γὰρ περισχοῦσιν ἡμᾶς ἐκ βαρβαρικῶν ἐφόδων κακοῖς ἀνοηταίνοντες, οὐ μόνον ἀπὸ τῶν πονηρῶν ἡμῶν ἐπιτηδευμάτων οὐκ ἐκκλίνομεν, ἀλλὰ καὶ τὴν ἀγαθότητα τοῦ Θεοῦ αἰτιώμεθα, ὡς ἡμῖν ταμιευσάσης τὰς τοιαύτας κακώσεις.

  8. 49.4

    Τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας.

  9. 49.5

    “ Ὄνομα” τὴν ὑπόληψιν καλεῖ· “ ὡς θαυμαστὸν τὸ καὶ πῶς ἐβλασφημήθη τὸ τοιοῦτον; ἐκ παραλογισμοῦ καταφρονήσας τῶν ἀσεβῶν· οὐκ ἃν γὰρ ἔμειναν τοῖς πονηροῖς αὐτῶν ἐπιτηδεύμασι, εἴγε τις ἐνυπῆλθεν αὐτοῖς φόβος κολάσεως ἀνταμοιβῇ τῶν ἀσελγῶν ἔργων· ἀλλὰ ταχέως τῶν πονηρῶν αὐτῶν * * * ἔργων ταῖς ἐντολαῖς ταῖς σωτηρίοις ἑαυτοῖς μεταπλαττόμενοι· οὐ γὰρ φόβος ἐντολῶν τηρη* *. “Ἐξουσίαν, ” τὴν τοῦ Κυρίου καλεῖ παρουσίαν, ὃς ἐπὶ τοῦτο τὴν δευτέραν αὐτοῦ παρουσίαν ποιεῖται, πρὸς τὸ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ποῖα ἔργα; ὧν τὴν ὑποθήκην αὐτὸς ἐν τῇ πρώτῃ αὐτοῦ παρουσίᾳ εἰσηγήσατο, καὶ δι ἑαυτοῦ καὶ διὰ τῶν ἁγίων αὐτοῦ Ἀποστόλων καὶ μαθητῶν.

  10. 50.1

    Ὅπως διὰ τῆς πέμπτης πληγῆς, ἡ βασιλεία τοῦ θηρίου σκοτίζεται.

  11. 50.2

    Καὶ ὁ πέμπτος Ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου, καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασσῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν, καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων ἀυτῶν.

  12. 50.3

    k “Φιάλην,” τὴν ὀργὴν καλεῖ. εἰώθαμεν γὰρ ἐν τοῖς συμποσίοις φιάλαις δεξιοῦσθαι ἀλλήλους, τῷ ἐν αὐταῖς l τεθησαυρισμένῳ οἴνῳ τὴν εὐωχίαν κρατύνοντες οὑ ἀπεναντίας ἡ παροῦσα m φιάλη ἐκχεθεῖσα n προξενεῖ, (θυμοῦ γὰρ πλῆρες Θεοῦ τὸ εκχυθὲν ο ἐπὶ τὴν βασιλείαν τοῦ θηρίου. θρόνον γὰρ τὴν βασιλείαν φησί. ὡς τὸ τοῦ “ ὁ θρόνος σου ὁ Θεὸς,” ἀντὶ τοῦ ἡ βασιλεία σου αἰώνιος. θηρίον δὲ τὸν Ἀντίχριστον. ἐσκοτισμένην Ρ δὲ τὴν βασιλείαν αὐτοῦ φησιν q, ἣν ἡ τῆς φιάλης ἔκχυσις ἐποίησε, τῇ ὐπερβολῇ τῆς ὀδύνης. r ἐπεὶ καὶ πέφυκε τοῦτο συμβαίνειν τοῖς ἄγαν θλιβομένοις, ὡς ἐν σκότῳ δοκεῖν διάγειν· διὸ καὶ ὡς ἔκφρονές τινες τῶν ἑαυτῶν μελῶν τοῖς ὀδοῦσι σίνεσθαι, βραχιόνων, ἣ δακτύλων, ἣ καὶ γλωσσῶν ὡς νῦν· γλωσσῶν δὲ νῦν ὡς ὒ * * γουσῶν βλασφημίας. αἱ βλασφημίαι δὲ οὐ τὴν ἔκχυσιν αἰτιάσονται. οὐ γὰρ ἵνα βλασφημῶσιν ἡ ἔκχυσις, ἀλλ’ ἵνα τιμωρηθέντες ἀξίως τῶν ἑαυτῶν ἀσελγειῶν πρὸς ἐπιστροφὴν ἀποκλίνωσιν. οἱ τοὐναντίον ἐπιμανέστερον ἐξεβακχεύθησαν, μάλιστα ὅτι τὴν κατὰ τῇ ἀναμφιβόλως ἔγνω * * * τοῦ ὑπ’ αὐτῶν θεοποιηθέντος Ἀντιχρίστου. ὅτι πρὸς ἐπιστροφὴν οὐ πρὸς τιμωρίαν ἡ τῶν μαστίγων αὐτοῖς τῶν τοιούτων ἐπιφορὰ, τὰ ἑξῆς τοῦ προκειμένου παραστήσει. δύναιο δ᾿ ἃν καὶ βασιλείαν νοῆσαι, τοὺς ὑπὲρ τὴν βασιλείαν τοῦ Ἀντιχρίστου τεταγμένους s.

  13. 50.4

    Ἔνθεν δῆλον ὡς πρὸς μετάνοιαν, οὐ πρὸς τιμωρίαν ἡ τῶν ἀλγεινῶν ἔνεξις.

  14. 51.1

    Ὅπως διὸ τῆς ἕκτης, ἡ ὁδὸς διὰ τοῦ Εὐφράτου τοῖς ὀπὸ ἀνατολῶν ἡλίου βασιλεῦσιν ἀνοίγεται.

  15. 51.2

    Καὶ ὁ ἕκτος Ἄγγελος ἐξέχεεν αὐτοῦ τὴν φιάλην ἐπὶ τὸν ποταμὸν τὸν μέγαν Εὐφράτην, καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου. καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος, καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου, καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου, πνεύματα ἀκάθαρτα τρία ὡς βατράχους. εἰσὶ γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεια.

  16. 51.3

    Ὀλιγωθῆναι φησὶ τὸν Εὐφράτην ποταμὸν, πρὸς πάροδον τῶν βασιλέων τῆς γῆς, εἰς τὸν κατάλληλον u πόλεμον. “ ἐγερθήσεται “ γάρ,’’ φησιν ὁ Κύριος ἐν Εὐαγγελίοις x “ ἔθνος ἐπὶ ἔθνος, “ σιλεία ἐπὶ βασιλείαν.’’ τούτους δὲ ἐκ τῶν· Σκυθικῶν μερῶν τοῦ Γὼγ καὶ Μαγώγ εἰκὸς, κατὰ τὸ μικρὸν κατόπιν ἐν ταύτῃ τῇ Ἀποκαλύψει φερόμενον. οὐκ ἀπογνωστέον δὲ καὶ τὸν Ἀντίχριστον ἐκ τῶν Ἀνατολικῶν μερῶν τῆς Πέρσιδος ὁρμᾶσθαι, ἔνθα ἡ φυλὴ τοῦ Δὰν ἐκ ῥίζης Ἑβραίων, ἅμα καὶ ἑτέροις βασιλεῦσιν ἢ μεγιστᾶσιν· ἐπεὶ καὶ κατὰ τούτων τὸ βασιλικὸν ἔσθ’ ὅτε τάττεται ὄνομα, ὡς ἐν τῷ y, “ παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, οὐκ μέν τοι βασιλέως τοῦ Πιλάτου. περαιοῦσθαι δὲ τὸν Εὐφράτην, ἢ ψυχικὸν ἢ σωματικὸν ἐπάξοντας θάνατον φησί· ψυχικὸν, διὰ τὸ ἐνεργείᾳ δαιμόνων καὶ παραχωρήσει Θεοῦ, μᾶλλον δὲ καὶ αὐτοῦ τοῦ Θεοῦ εἰς δοκίμιον τῶν ἑαυτοῦ θεραπόντων, οὐχ ὡς ἀγνοοῦντος, ἀλλ’ εἰς φανέρωσιν τοῖς ἄλλοις a τῶν ἑαυτῷ προσανεχόντων, ἢ μὴ, ἐξάγοντος τὰ τοιαῦτα συμβαίνειν b. σωματικὸν δὲ τῶν ἐκ γῆς ζώντων ἀξίων διαλελοιπέναι, ὡς μὴ καὶ αὐτὴν τοῖς μιαροῖς ἔργοις αὐτῶν ἐξαχρειοῦν, ἔργον οὖσαν ἀγαθοῦ ποιητοῦ καὶ χωρίον ἀνεπηρέαστον τοῖς ἐναμίλλως τοῦ πεποιηκότος βιοῦν ἡτοιμασμένοις.

  17. 51.4

    Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος, καὶ ἑξῆς. πνεύματα ἀκάθαρτα τρία.

  18. 51.5

    c Προσυπακουστέον τὸ, ἐξιόντα, ἵν᾿ ᾖ, εἶδον ἐκ τοῦ τῶν τριῶν, ἐξιόντα πνεύματα ἀκάθαρτα τρία, ὡς βατράχους. ἐκ τούτων δείκνυται, τὸν μὲν διάβολον, ὡς δράκοντα ἐν τῷ ἰδίῳ προσώπῳ δείκνυσθαι, τὸν Ἀντίχριστον δὲ ὡς θηρίον, τὸν ψευδοπροφήτην δὲ ἕτερον παρὰ τὸν Ἀντίχρίστον. καὶ δράκοντα μὲν τὸν διάβολον, d παρόσον τὰ θεῖα λόγια τοῦτον ἀρχὴν ἔφασαν πλάσματος Κυρίου ἐγκαταπαίζεσθαι ὑπὸ τῶν Ἀγγέλων αὐτοῦ. τί τούτου δηλοῦν βουλομένου; εἰς τελεωτάτην αἰσχύνην· ὡς μηδὲν τῇ πρωτουργῷ ὑποστάσει ὠφελημένου, ἀλλὰ τῷ δημιουργῷ ἀγαθοδότως παρισχημένῳ αὐτῷ πρὸς ἀφομοίωσιν τοῦ πεποιηκότος, φημὶ δὲ τῷ αὐθαιρέτῳ, οὐχ ὡς ἐχρῆν, εἰ μὴ κακοσχόλως παραχρησαμένῳ ἀφ οὗ καὶ δράκων ὠνόμασται· ἅτε σχολίοις τοῖς κινήμασι κεχρῆσθαι τοῖς καθ’ ὑπόστασιν ἀφορμημένος, ὥσπερ καὶ διάβολος ὡς διαβεβλημένως χρησάμενος πρὸς τὸν Ἀδὰμ τῷ Θεῷ διὰ τὸ κεχρῆσθαι σκολίοις τοῖς κινήμασιν. θηρίον δὲ τὸν Ἀντίχριστον. οὐ γὰρ ἀνθρωπίνως τὴν ἀνθρωπείαν ὐποδὺς e πρόεισι φύσιν, θηριωδῶς δέ. τὸν ψευδοπροφήτην δὲ, αὐτὸ τοῦτο ὅπερ ἐστι, ψεύδεα, κατὰ τὸν ποιητὴν f εἰπεῖν, “ εἰδότα ἐτύμοισιν ὁμοία. τούτων ἑκάστου τῶν στόμάτων, ἰσάριθμα φησὶν ἀποβλύζεσθαι ἀκάθαρτα πνεύματα βατράχοις ὅμοια, ἀλλ’ οὐ βατράχους g. πρῶτον, ὡς τῆς τραχείας τούτων βοῆς οὐ πρόστινα εἰς Θεὸν ὕμνον οἵας τε οὔσης παραλαμβάνεσθαι, ἀλλὰ ταραχὰς καὶ θορύβους h προσποριζούσης, ὡς ἔθος i ἀεὶ τῶν δαιμονίων καὶ τῶν ἁμαρτωλῶν τῷ βορβορώδει βίῳ καὶ διύγρῳ καὶ ἰλυώδει ἐμφιλοχωρούντων, ὥσπερ ἀπ’ ἐναντίας τῶν Θεῷ φίλων τῷ σκλήρῳ k χαιρόντων καὶ τῷ καρτερικῷ τῆς ψυχῆς, ὕμνοις καὶ ᾠδαῖς l καὶ ἐξομολογήσεσι μεγαλύνειν τὸν Θεόν. τῷ τριαδικῷ δὲ ἀριθμῷ καὶ οἱ φθορεῖς καὶ τὰ ἀπὸ τῶν στομάτων αὐτῶν ἐξοχετευόμενα δαιμόνια, ἵνα m τῷ ἀριθμῷ τούτῳ ἀνατῶσι n, ὡς ο τῇ πανυμνήτῳ ἁγίᾳ τριάδι εὐαρεστεῖσθαι.

  19. 51.6

    Ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ Θεοῦ τοῦ παντοκράτορος. ἰδοὺ ἔρχομαι ὡς κλέπτης. μακάριος ὁ γρηγορῶν, καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ, καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ. καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραïστὶ Ἐρμαγεδών.

  20. 51.7

    Ἐκπορεύεται πρὸς τὸ κατάλληλον Ρ συγκροτῆσαι πόλεμον. τὰ δὲ διὰ τῶν δαιμόνων, φησὶν, ἐνεργούμενα σημεῖα, τοῦ εἰς οἷστρον πολεμικὸν ἐμβάλλειν τοὺς βασιλεῖς σκοπὸν ἐμφαίνει τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης, ἥτις οὐκ ἄλλη, εἰ μὴ ἡ δευτέρα τοῦ Κυρίου παρουσία. περὶ ἧς καὶ Ἰωὴλ ὁ προφήτης φησὶ, “ πρὶν “ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.” καὶ πῶς οὐ μεγάλη r, ἡ τὰ ἑκάστῳ πεπραγμένα ἐκπέμπουσα s εἰς φῶς; οὐ πρὸς τὴν ἡμέραν δὲ ὁ πόλεμος, (τίς γὰρ πόλεμος ἀνθρώποις πρὸς ἡλιακοῦ δρόμου ἐπιστασίαν;) ἀλλὰ πρὸς τούτους, τὸν πόλεμον ποιεῖσθαι οἳ τῆς ἡμέρας ταύτης τῷ φόβῳ διηνεκῶς συγκροτούμενοι, τῆς τοῦ Θεοῦ μοίρας γεγόνασιν, ἐξ οὗ καὶ ἱμάτια σωτηρίας t ἐνεδύσαντο, καὶ χιτῶνα εὐφροσύνης, ἅτινα οὐκ ἄλλο ἣ αἱ θεοπρεπεῖς ἀρεταὶ, τῇ ἐκφανεῖ περιλάμψει, τὸν ἐντὸς u κατευφραίνουσαι ἄνθρωπον. διὸ καὶ τὸ “ φήμη ἀγαθὴ πιαίνει ὀστᾶ,” οἱονεὶ τῆς κατὰ Θεὸν ζωῆς ἐκστατικὰς δυνάμεις ἀναθάλλειν παρέχει εὐφρόσυνον ἀναψύχουσα τὰ ἐπιμόχθοις καμάτοις τοῖς διὰ Θεὸν ἐκπιεσμένα· ψυχὴν δ’ ὅτι καὶ τὴν ζωὴν ἐσθ’ ὅτε καλοῦμεν, ἐκεῖνος ἀγνοεῖ, ὃς καὶ τὸ, πάντα ὅσα ἔχει ἄνθρωπος δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. ἀλλ’ ὅτι οὐχὶ τὴν ζωὴν ὑπολαμβ. * *.

  21. 51.8

    x Ἰδοὺ ἔρχομαι ὡς κλέπτης.

  22. 51.9

    Κλέπτην ἠνέσχετο ἑαυτὸν ὀνομασθῆναι, διὰ τὸ ἄδηλον καὶ ἀπροσδόκητον τῆς ἐπελεύσεως τοῦ κρίνειν ἐρχομένου.

  23. 51.10

    Μακάριος ὁ γρηγορῶν, καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ.

  24. 51.11

    Ἐπέμεινε τῇ τροπῇ τοῦ κλέπτου. διὸ καὶ φυλακὴν καὶ ἐγρήγορσιν εἴρηκε γίνεσθαι τῶν ἱματίων, ὅπως μὴ ἀπόλωνται διὰ κενοδοξίας. ἱμάτια γὰρ τὰς ἀρετὰς καλεῖ, ἵνα μὴ τῇ τούτων ἀποβολῇ, γυμνοὶ εὑρεθέντες ἣ καὶ ῥυπῶντες, ἀνάξιοι κριθῶμεν τοῦ θείου γάμου. y ἢ τῆς ἀνθρωπίνης εὐτελοῦς εἰδεχθείας ἀπροσόδους ἡμᾶς τῶν θείων ἐπ’ * * λέων ποιούσης, ἣ καὶ τοῦ ῥυπῶντος τῆς εὐτελοῦς ἡμῶν φύσεως τῆς μετὰ τῶν Ἀγγέλων καὶ τῶν ἰσαγγέλως βεβιωκότων τῆς λαμπροφορίας πόρων ἡμᾶς ἀπελάσει.

  25. 51.12

    Καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον.

  26. 51.13

    Τὰ πονηρὰ λέγει πνεύματα ἔν τινι τόπῳ συμφορῆσαι τοὺς τηνικάδε ὑπ’ αὐτῶν ἀπατηθέντας. τόπον γὰρ νῦν, τὸν καιρὸν ἀκουστέον. z ὥσπερ καὶ ὅταν λέγῃ, “ οὐ σαλευθήσεται εἰς “ αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ.” τὸν γὰρ οὕτω ὡς κατὰ τὸν πάντα τῆς ἐπικαίρου ζωῆς χρόνον τῶν περιγείων ἁπάντων ἀνῳκισμένον, ὡς ἄλλην Ἱερουσαλὴμ κατοικεῖν τὸν κατ’ ἐκεῖνο χρόνου καιρόν· ιν ὥσπερ ἡ Ἱερουσαλὴν ὄρεσι περιστοιχιζεται κύκλῳ, οὕτω καὶ αὐτὸς ὑψηλοῖς καὶ οὐρανοβάμοσιν ἐννοίαις περικροτούμενος, ἀδιαλείπτως τὰ ἄνω φρονεῖ· “ οὗ,” κατὰ εἰπεῖν, “ ὁ Χριστός ἐστιν. τῷ καιρῷ τοίνυν τούτῳ οἱ ὑπὸ πνευμάτων ἀπατηθέντες καταλαμβανόμενοι, τεύξονται διακοπῆς. τοῦτο γὰρ ’ν ἡ Ἑβραικὴ λέξις εἰς τὴν Ἑλλάδα b διαπορθμευομένη νοεῖν παρέχει. καὶ τίς ἡ διακοπή; ἡ τοῦ θείου διαίρεσις χαρίσματος, ὅπερ ἀνθρώπῳ παντὶ παρὰ πᾶσαν τὴν παροῦσαν ζωὴν ἀναποβλήτως συμπαρεδρεῦον, ἐπίρρωσιν παρέχει ταῖς πρὸς τὰ κρείττω ἡμῶν ἀπονεύσεσιν. ἐπειδὰν δὲ ἡ ἀπὸ ὦ ἐνθένδε μετάβασις ἐπὶ τὰ ὄντως ἀληθῆ καὶ αἰώνια καὶ ἄμοχθα c ἐπιστῇ κατὰ τὸν τοῦ θανάτου καιρὸν, ἐν οἷς ἀργὸν τὸ θεῖον χαρίσμα τῶν δι’ ἃ δέδοται εὑρεθῇ, διαιρεῖται τὸ ἀπὸ τοῦδε ἀφ’ οὗ λαβεῖν ἀξιωθέντος, νωθεία ἐργασίας τὴν ἀφαίρεσιν προεξένησεν, καὶ κατὰ τὴν εὐαγγελικὴν ἀποτομίαν, τὸ μέρος τοῦ καταδίκου μετὰ τῶν ὑποκριτῶν, ᾔτουν μετὰ τῶν οὐδὲν ὃ βλέπονται χρηματιζόντων, τίθεται. d ἐπεὶ καὶ αὐτὸς ἐν ὄψει τὸ εἶναι οὐκ ἀλήθειαν εὐμοίρησεν, διόπερ ὡς ἀφαιρεθεὶς τοῦ συναντιλήπτορος ἀργὴν τὴν καθ’ ᾅδου ζωὴν δυστυχεῖ· ἐξ οὗ καὶ Δαβίδ φησι, “ οὐκ ἔστιν “ τῷ θανάτῳ ὁ μνημονεύων σου. ἐν δὲ τῷ ᾅδῃ τις “ σοι ;” οὐ μνημονεύων οὗ μηδὲ ζῶν ἔσχε φροντίδα· πῶς δαὶ ὁ * αὐτὸς καὶ ἐξομολογήσεται οὗτος; μὴ μικροῦ, μὴ μεγάλου ἀξιωμένος ἀγαθοῦ, οἷς ἡ δόσις οἶδεν ἐπιβραβεύεσθαι φιλοτίμως.

  27. 51.14

    Ἐξομολόγησις αἴνου διαφέρει, καθὸ ὁ μὲν αἶνος δόξαν εὐχάριστον ἐμφαίνει Θεοῦ, τοῦ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντος ἡμᾶς, καὶ πᾶσαν τὴν νοητὴν κτίσιν καὶ αἰσθητήν. ἐξομολόγησις δὲ χαριστηρίους φωνὰς ἀνθ’ ὧν δυσχερῶν ἐρρύσθη. ἐν οἷς οὖν ἐν τῷ ἅδῃ μετὰ τὴν ἀποβίωσιν οὐκ ἔστιν ἐργασίας καιρὸς, εἰκότως ἀργὸς πάσα η πέρι τὰ τοιαύτα πραγματεία.

  28. 52.1

    Ὅπως διὰ τῆς ἑβδόμης, χάλαζα καὶ σεισμὸς κατὰ τῶν ἀνθρώπων γίνεται.

  29. 52.2

    Καὶ ὁ ἕβδομος Ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα. καὶ ἐξῆλθε φωνὴ μεγάλη ἀπὸ τοῦ ναοῦ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θρόνου λέγουσα, γέγονε. καὶ ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ καὶ φωναὶ καὶ σεισμὸς μέγας, οἷος οὐκ ἐγένετο ἀφ’ οὗ οἱ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμὸς οὕτω μέγας. καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσον.

  30. 52.3

    Ἐπὶ τὸν ἀέρα οὗτος ἐξέχεεν, ὡς πάσης λοιμώδους διαφθορᾶς ἐκ τοῦ ἀέρος ὑφισταμένης, καὶ ἐν τούτῳ e ἀστραπῶν σελαγιζομένων καὶ βροντῶν ἀπηχουμένων. ἀπὸ τοῦ οὐρανίου f δὲ ναοῦ ἡ φωνὴ γέγονε g οὗ ἀντίτυπος ὁ ὑπὸ Μωüσέως ἐν τῷ Σινᾶ ὄρει προστασσόμενος, καθ’ ὃ ὄρος καὶ τότε ἀστραπαὶ καὶ βρονταὶ καὶ φωνὴ σάλπιγγος ἠχούσης.

  31. 52.4

    “ Μεγάλη·” ὅτι μηδὲ τῷ τυχόντι πραγματεύεται ταῦτα, ἀλλ’ εἰς ὁλόκληρον ἔθνος καὶ ἀπαραιτήτοις προστάγμασι· τοῦτο οὖν καὶ νῦν ἡ μεγάλη φωνὴ διατυποῦν βούλεται, ἡ ἀπὸ τοῦ οὐρανίου νάου, τουτέστιν, ἀπὸ τῶν θειοτέρως μυσταγωγουμένων, ὧν οὐκ ἄλλος κατάρχει, ἢ μόνος ὁ ὑπερουσίως ἁπάντων ὑπερκείμενος γενετάρχης Θεός. τοῦτο γὰρ ὁ θρόνος βούλεται παριστᾷν. καὶ τι φησιν ἡ φωνή; “ γέτγονεν·” ἐξ αὐτῆς γὰρ προστάξεως τὰ συντέλειαν κατευμεγεθεῖ.

  32. 52.5

    Καὶ ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ καὶ φωναὶ καὶ σεισμὸς.

  33. 52.6

    Ἀστραπαὶ καὶ βρονταὶ, ἀπ’ οὐρανοῦ. φωναὶ δὲ τῶν ἐπὶ γῆς ἀπὸ τοῦ δέους τῶν καταπληκτικῶν h γινομένων. σεισμὸς δὲ, κλόνος τῆς γῆς, ἐπεὶ καὶ τοῦτο ἐν τοῖς σημείοις τοῦ τέλους περιέχεται. ἢ σεισμὸν λέγει, τὴν μεταποίησιν καὶ μεταβολὴν τῶν φθαρτῶν ἐπὶ τὸ ἄφθαρτον, ὃ ἔσται ἀπὸ τῆς δευτέρας Χριστοῦ παρουσίας. τὸ δὲ, οἷος οὐ γέγονεν. οὐδέπω γὰρ τοιαύτη μεταλλαγὴ γέγονε φθαρτοῦ κόσμου ἐπὶ τὸ ἄφθαρτον καὶ διαιωνίζον. τούτου δὲ σεισμοῦ καὶ Ἀγγαῖος μέμνηται ὁ προφήτης, δι’ ὧν φησι, “ ἔτι ἅπαξ “ σείσω οὐ μόνον τὸν οὐρανὸν ἀλλὰ καὶ τὴν γῆν καὶ τὴν “ καὶ τὴν ξηρὰν, καὶ συσσείσω πάντα τὰ ἔθνη.” διὸ καὶ καὶ αὕτη ἡ Ἀποκάλυψις, ὅτι τοιοῦτος σεισμὸς μέγας οὐκ ἐγένετο ἐπὶ τῆς γῆς μέγας καὶ τηλικοῦτος, οὐκ ἐπὶ τοῦ κατακλυσμοῦ, οὐκ ἐπὶ τῆς Μωüσέως νομοθεσίας, οὐκ ἐπὶ τῆς Χριστοῦ παρουσίας. ἐθῶν γὰρ μόνον ἐναλλαγὴ ἐπὶ τούτων, ἀλλ’ οὐχὶ καὶ οὐσιῶν καὶ ὑποστάσεων ἄμειψις ἀπὸ τοῦ φθαρτοῦ καὶ προσκαίρου ἐπὶ τὸ ἄφθαρτον καὶ διαιωίζον.

  34. 52.7

    Καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη.

  35. 52.8

    Περὶ τῆς Ἱερουσαλὴμ εἰρῆσθαι τινὲς ἐξεδέξαντο ταῦτα, οὐχ οὕτω πλήθει ἀνθρώπων καὶ κτισμάτων μεγαλοπρεπῶν τῷ μεγαλείῳ αὐχούσῃ, ὡς k τοῖς Χριστοῦ πάθεσι καὶ τῇ κατὰ Χριστὸν ἐπιδημίᾶ, καὶ τῇ περὶ αὐτὴν τῶν θεοπρεπῶν αὐτοῦ ἔργων πραγματείᾳ. δι’ ἃ καὶ ἀντιδιαστέλλεται τῶν λοιπῶν πόλεων, ἃς καὶ ἐθνικὰς τῆ γραφῇ ἔθος l καλεῖν. τοῦ γὰρ Ἰσραὴλ χωρὶς, τοὺς ἄλλους ἀνθρώπους ἔθνη εἴνθε m προσαγορεύειν. ταύτης δὲ ἡ εἰς τρία μέρη διαίρεσις τὸ τῶν ἐν αὐτῇ κατοικούντων σημαίνειν διάφορον βούλεται, Χριστιανῶν, Ἰουδαίων, Σαμαρειτῶν. ἢ Χριστιανῶν βεβαιοπίστων καὶ τῶν κατεσχηματισμένων φόβῳ τῶν εὐσεβῶν βασιλέων τὴν Χριστιανῶν κλῆσιν ἐπισπωμένων· καὶ Ἰουδαίων τῶν μηδόλως τὴν Χριστώνυμον κλῆσιν ἀνασχομένων, ἀλλ’ αὐθαιρέτῳ ὁρμῇ τῇ οἰκείᾳ πλάνῃ παρρησιαζομένων· οὓς ὁποῖος ἕκαστος καὶ τῶν ἀληθῶν καὶ τῶν παρεσχηματισμένων ἤλεγξε μὲν καὶ ἡ κατὰ τοὺς Ἑλληνικοὺς χρόνους Χριστιανοῖς ἐπομβρηθεῖσα ἐπήρεια. ἐλέγξει δὲ τηλαυγέστερον ὁ κατὰ τὸν τοῦ Ἀντιχρίστου τῆς παρουσίας χρόνος, πολὺν χειμῶνα κατὰ Χριστιανῶν ἀναριπίζων. οὐκ ἄκαιρον δὲ καὶ πόλιν μεγάλην τὸν παρόντα κόσμον ὑπολαμβάνειν εἰς τρία μέρη ἀφοριζόμενον· ὃν ἀπὸ τῆς Χριστοῦ παρουσίας εἰς τὸν τῆς Ἑλληνικῆς ἐπικρατείας καιρὸν εἰς τὴν τῆς ὑπὸ Χριστιανῶν βασιλέων ἐξουσίας, καὶ εἰς τὸν ὑπὸ τοῦ Ἀντιχρίστου ἐπιδημίας. πόλεις δὲ τῶν ἐθνῶν αἱ πίπτουσαι, ἤτοι αἱ διάφοροι περὶ τὴν εὐσεβῆ πίστιν ὑπολήψεις τῇ διαφωνίᾳ τὸ εὔπτωτον κληρούμεναι. ἣ καὶ αὐταὶ αἱ πόλεις· τῆς γὰρ γῆς μεταποιουμένης κατὰ τὸν ἀνακαινισμὸν, πῶς οἷον τε τὰς ἐν αὐτῇ πόλεις ἑστάναι μεμολυσμένας τῇ τῶν ἁμαρ- τωλῶν οἰκήσει;

  36. 52.9

    Καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ, δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ· καὶ πᾶσα νῆσος ἔφυγε, καὶ ὄρη οὐχ εὑρέθησαν. καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.

  37. 52.10

    Τί διάφορος αὕτη καὶ ἑτέρα τῆς ἔναγχος εἰρημένης, δῆλον ἄπο τε τοῦ ὡς ἐπεισόδιον παραβυσθῆναι τῷ λόγῳ. ἢ γὰρ ἃν ὡς ἐχομένως τῷ λόγῳ οὕτως προήχθη, καὶ ἡ αὐτὴ Βαβυλών· ἀλλ’ οὕτως. ὡς δὲ περὶ ἑτέρας καὶ ἐπιλελησμένης τῷ “ ἐμνήσθη” ἐχρήσατο· τῆς γὰρ μνήμης χρεία τῆς ὑπὸ γλῶσσαν ἐπικειμένης καὶ τῇ ἀπηχήσει ἐνστρεφομένης. Οὐκ ἀεὶ μνήμην ἐπ’ ἀγαθοῖς, ὡς ἐπὶ τοῦ “ ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ” ἀλλὰ κακοῖς· ὡς ἐπὶ τοῦ “ μνήσθητι, Κύριε, τῶν υἱῶν καὶ ἡ νῦν σημαινόμενον εἴληπται ἡ μνήμη.

  38. 52.11

    Βαβυλῶνα, αὐτὴν n Ῥώμην λέγει τὴν παλαιὰν διὰ τὸ ἐν αὐτῇ κατὰ τοὺς Ἑλληνικοὺς χρόνους πολλοὺς τῶν ἁγίων μαρτύρων παθεῖν τὰ ἀνήκεστα, οὐ τὸν ἅπαντα κόσμον, κᾂν ἔχῃ τινὰ ἀποδοχὴν οὗτος ὁ λόγος. εἰρῆσθαι γὰρ αὐτὸν Βαβυλῶνα καὶ μεγάλην ἅτε ἐκ τῶν τοῦ βίου ο περισπασμῶν εἰκαίων τὸ μεγαλεῖον ἐσχηκότα. εἰ γὰρ ὁ κόσμος διὰ τῆς Βαβυλῶνος ὑπεσημάνθη, τίς ἡ διαστολὴ τῶν νήσων ἀπὸ τοῦ κόσμου, μέρος οὐσῶν τοῦ κόσμου καὶ αὐτῶν; λείπεται οὖν ἑτέραν Ρ ὑπονοεῖν Βαβυλῶνα εἰκότι λόγῳ. καὶ τίς αὕτη; οὐκ ἄλλη, ἢ ἡ Κωνσταντίνου, ἐν ᾗ πάλαι μὲν δικαιοσύνη ἐκοσμήθη q, νῦν δὲ ἐν αὐτῇ r φονευταὶ, ἐκ παραλλήλου ἁμίλλης, τῶν πολιτικῶν τὸ ἲς ἐκκλησιαστικοῖς ἐξισωθῆναι σπευδόντων s, μᾶλλον δὲ οὐκ ἰσωθῆναι, εἰ μήτις ἐξ αὐτῶν ἄρῃ τὸ ἀριστεῖον εἰς μείζονα t θείου θυμοῦ ἄναψιν. διὸ καὶ ἡ ἀπαθὴς φύσις παθαίνεσθαι ὑπωπτεύθη, ὡς καὶ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τῇ Βαβυλῶνι δοθῆναι. τίνες δὲ καὶ αἱ νῆσοι, τοῦ θείου τῶν λόγων ἀκούειν ἐστὶ, τὰς ἀπὸ τῶν ἐθνῶν ἐκκλησίας ἄρτι καθισταμένας καὶ τῆς ἁλμυρᾶς ἀπιστίας ἀνακυπτούσας πῆξιν, Φάσκοντος, λαμβανούσας. καὶ τίς ἡ φυγή; οὐκ ἄλλη εἰ μὴ ἡ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν καὶ ψυγῆναι τὴν ἀγάπην γενομένη. ἥτις ἀγάπη διὰ Θεὸν συνδήσασα τοὺς πιστοὺς, καὶ τῆς τῶν ἀπίστων ἀφελκύσασα συναυλίας, τῆς ἀγάπης ἐπινήχεσθαι παρέσχε θαλάσσῃ. ἧς ἐκλελοιπυίας, ἀνάγκη καὶ τὰς νήσους τοῦ εἶναι νήσους ἀποδιδράσκειν, ὑπὸ τῆς ἁλμυρᾶς ἀπιστίας τὸ ὑποβρύχιοι γενέσθαι δυστυχήσασαι. αἷς καὶ τὰ ὄρη τῶν ἐν αὐταῖς ἀπὸ τῶν περιγείων μετεωρισθέντα φρονημάτων u ἀνθρωπίνων συνηφανίσθησαν τῇ τῶν συνοίκων παραζηλώσει, τῶν τὸ χαμερπὲς δυστυχούντων, καὶ τὸ ὑψηλὸν καὶ οὐράνιον φρόνημα ἀπολωλεκότων.

  39. 52.12

    Καὶ χάλαζα μεγάλη καταβαίνει ἐκ τοῦ οὐρανοῦ.

  40. 52.13

    Τὴν χάλαζαν οὐρανόθεν κατερράχθαί x φησιν ὡς θεήλατον ὀργήν. τὸ δὲ ταλαντιαῖον, τὸ τέλειον, διὰ τὴν ἐν ταῖς ἁμαρτίαις ἀκρότητα, ᾗ y ἐνάμιλλον καὶ ἡ τιμωρία πρὸς ἐπιστροφὴν ἐκκαλουμένη. z Οἱ δὲ σκληροκαρδιώτεροι καὶ τοῦ φ * * ὼ ἀπηλέγχθησαν· * περ ἐκεῖνος ποσῶς πληγαῖς μαλασσό[μενος] τὴν οἰκείαν ὠμο[λό]γει ἀσθένειαν καὶ ἀ[σέ]βειαν· οἱ δὲ καὶ ἐν τῷ μασι]ιγοῦσθαι ἐβλασ[φήμη]σαν. Τὰ χρονικὰ δὲ κἀνταῦθα διασημαινόμενα ἐκ παρωχημένου διαστήματος ἐπὶ ἐνεστῶτα μετεγγιζόμενα. ἀπὸ γὰρ τοῦ οὐχ εὑρέθησαν ἐπὶ τὸ καταβαίνει ἀπέκλινεν· ἐκεῖνο βουλομένου παριστᾶν, ὡς τούτου συμβαίνοντος, ἀνάγκη τοῦτο ἐπακολουθῆσαι· οἱ δὲ καὶ τῇ φοβερᾷ ταύτῃ καὶ πρὸς ἐπιστροφὴν κακώσει ἀναντιρρήτως βλασφημήσουσι. τοῦτο γὰρ ἡ τοῦ παρωχημένου ἔννοια παριστᾷ· τὸ πάντως ἐσόμενον ὡς γεγενημένον προ- φέρουσα.

  41. 53.1

    Περὶ τοῦ ἑνὸς τῶν ἑπτὰ Ἀγγέλων δεικνύντος τῷ εὐαγγελιστῇ τὴν τῆς πόρνης πόλεως καθαίρεσιν καὶ περὶ τῶν ἑπτὰ κεφαλῶν, καὶ τῶν δέκα κεράτων.

  42. 53.2

    Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ Ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησε μετ’ ἐμοῦ λέγων, δεῦρο δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης, τῆς καθημένης ἐπὶ τῶν ὑδάτων πολλῶν, μέσ’ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς. καὶ ἀπήνεγκέ με εἰς ἔρημον ἐν πνεύματι· καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, γέμον ὀνομάτων βλασφημίας, ἔχον κεφαλὰς ἑπτὰ, καὶ κέρατα δέκα.

  43. 53.3

    Ἐπειδὴ ἐδεῖτο τῶν οἱ * * μένων αὐτῷ σύνεσιν, εὑρίσκει οὐκ ἄλλον ἢ τῶν ὑπουργούντων ἕνα τοῖς φρικτοῖς θεάμασιν, φησὶν αὐτῷ, “ δεῦρο δείξω σοι·” τὸ δεῦρο τῆς Ἑλληνικῆς τεχνολογίας τῆς χρονικῆς ἡμᾶς ἐξακριβούσης τῶν κατὰ παρακέλευσιν εἰσαγομένων ὑπάρχειν μόριον· ἐνταῦθα κλήσεως εἴληπται χρείαν επέχειν· ἐπείτοι, ὡς ἔφθημεν εἰρηκότες, ἐπ’ ἐλάχιστον μέλον τῆς τοιαύτης ἀκριβείας τοῖς τὸ πᾶν σπούδασμα τῆς ψυχικῆς σωτηρίας ποιουμένοις· καθὸ καὶ νῦν ἡ τοῦ λόγου πρόεισι δ[ιήγη]σις.

  44. 53.4

    Κρίμα τὴν διαγωγὴν, τὴν διεξαγωγὴν καὶ τὴν διοίκησιν καλεῖ. πόρνην δὲ οὐχ οὕτω τὴν παλαιὰν Ῥώμην ἐπιτευκτικῶς χρὴ ἀκούειν, ὡς τὸν παρόντα κόσμον, ὃς καὶ αἵμασιν ἀμυθήτοις καὶ βασιλεῦσι πλείοσι Ῥώμης ἐνευθηνεῖται, ὡς ἐξ ἀρχῆς κεκρικόσι a πορνικῶς διακεῖσθαι, πορνείας οὐ τῆς αἰσχρᾶς συμπλοκῆς τῶν σωμάτων μόνης νοουμένης, ἀλλὰ καὶ πάσης ἀπὸ Θεοῦ b ἐκκλίσεως. καθὰ καὶ εἴρηται τὸ “ ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα “ ἀπὸ σοῦ, ” καὶ τὸ “ ἐπόρνευσαν τοῖς ἐπιτηδεύμασιν δὲ ἐξ ἀρχῆς οὗτος ὁ κόσμος πρόεισι, τίς ἀμφιβάλλει, ἐξ οὗ καὶ μεγάλη πόρνη ὡς ἐπὶ μεγάλοις ἀτοπήμασιν ἐνστρεφομένη εἴρηται· καὶ ἐπὶ τῶν ὑδάτων καθημένη, καὶ τοῦτο καὶ ἀπ’ αὐτοῦ τοῦ πράγματος ὁρᾶται· διὸ καὶ τὸ ψαλμικόν φησι λόγιον, “ αὐτὸς ἐπὶ “ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν τοῦ “ ἡτοίμασεν’’ ἀντὶ τοῦ ἕδρασεν νοουμένου· ἐπεὶ γὰρ τῇ οὐσίᾳ οὐχ οἷόν τε καθ’ ἑαυτὴν διαμένειν, μήτινος αὐτὴν κάτωθεν ὑπολαμβάνοντος καὶ ἀνέχοντος· τοῦτο παραστῆσαι βουλόμενος ὁ λόγος ἐπὶ θαλασσῶν φησι τεθεμελιῶσθαι τὴν γῆν· περὶ ἣν τὸ ἐνδιαίτημα τῷ φθαρτῷ τούτῳ βίῳ· ἅτε γὰρ θησαυρὸς οὖσα τῆς ὑγρᾶς οὐσίας, καὶ πᾶσαν τὴν ὑποστάθμην αὐτῆς ὑποδεχομένη, καὶ ἐξαυτῆς δίδωσιν ἔχειν τὸ εἶναι. τούτου δὲ ἔχοντος οὕτως, εἰκότως ἐπ’ αὐτὴν ἡδρᾶσθαι τὸ λόγιον φησι καὶ τεθεμελιῶσθαι, ὡς τοῦ θεμελίου τὸ εἶναι παρέχοντος, ὅπερ ἀπὸ τῶν ὑδάτων αὐτὴ χορηγεῖται, αν * κτίσις τις τοῦ θησαυρίσματος τὸ ἀπὸ τῆς ὑποστάθμης τῆς ὑγρᾶς οὐσίας τρόπον τινὰ τὸ εἶναι λαμβανούσης. καὶ ὅτι τοῦτο οὕτως, ἀκούειν ἐστὶ καὶ Μωüσέως ἐν τῇ κοσμοποιΐᾳ εἰσάγοντος τὸν Θεὸν λέγοντα, “ συναχθήτω τὸ ὕδωρ εἰς συναγω- “ γὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά.” οἱονεὶ γὰρ διηθήσεως τοῦ παχυτέρου τῶν ὑδάτων γενομένης καὶ πρὸς μίαν ὑπόστασιν χωρησάσης, αὐτῶν τε τῶν ὑδάτων γίνεται θησαυρὸς ἡ ξηρά· καὶ ὅτι ἐκ τῆς τούτων ὑποστάθμης τὸ εἶναι αὐτ. * * * * * * * καὶ κατὰ μὲν τὸν φυσικὸν λόγον οὕτως τὸ ἐπὶ ὑδάτων καθῆσθαι τὴν πόρνην· κατὰ δὲ τὸν θεωρητικόν τε καὶ τροπικὸν, ὃν καὶ μᾶλλον παραδεκτέον ἐνταῦθα· ὕδατα τὴν ὑγρὰν ἀκουστέον καὶ οὐδὲν σταθερὸν ἔχουσαν βιοτῆς, ἀλλὰ ταῖς ἀκαθάρτοις παλιρροίας διηνεκῶς δονουμένην, ὧν ὁ παρὼν βίος μεστός.

  45. 53.5

    Ἕτεροι δέ τινες τῶν τὴν προσκειμένην Ἀποκάλυψιν ἐπισκεψαμένων d, πόρνην τὴν παλαιὰν ὑπειλήφασιν Ῥώμην, ἢ τὴν καθ’ ὅλου βασιλεία, μέχρι τῆς δευτέρας παρατείνουσαν τοῦ κυρίον παρουσίας. ὕδατα δὲ τὰ ἔθνη, ὦν ἄρχει τε καὶ ἄρξει, ἐπ’ αὐτῶν τοῦ ἱδρύσθαι τὸ κράτος ἔχουσα. ἀλλ’ εἰ καὶ διά τε τὸ παλαιὸν αὐτῆς κράτος ἀποβαλεῖν δυσχερὲς τοῦτο ὑπονοεῖν· οὐδὲν ἐμποδῶν ἐκ τούτου πολλῶν καὶ ἄλλων πόλεων εἰς τὸ ἀρχαῖον ἀξίωμα ἀναστρεψασῶν. ὅτι δὲ τὰ ὕδατα εἰς ἔθνη ἡ θεῖα γραφὴ οἰδεν ὑποβάλλειν e, ἄκουσον τοῦ θεοπάτορος, τὸ, “ ἀπὸ φωνῶν “ ὑδάτων πολλῶν,” εἰς ἔθνος f ἐκλαμβάνοντος. ἐπεὶ γὰρ βασιλεῦσαι τὸν Κύριον φάσκει εὐπρέπειαν ἐνδεδυμένον· ὅτι μηδὲ τῷ περιόντι τῆς ἐξουσίας τυραννικῶς οἶδεν χρῆσθαι, ἀλλὰ βασιλικῶς ἐπ’ εὐεργεσίᾳ, διὸ καὶ περιεζῶσθαί φησιν αὐτὸν, τουτέστι τὸ στεκτὸν τῆς δυνάμεως αὐτοῦ καθόσον οἷόν τε φέρειν θνητὴν νόησιν περιστείλαντα. ἀφ’ οὗ καὶ στερεωθῆναι τὴν οἰκουμένην περιγέγονε· “ τίς γὰρ ἱκανὸς τὸ κράτος ὑποδῦναι τῆς ὀργῆς αὐτοῦ;” Ἡ τοῦ Κυρίου βασιλεία τοιαύτη. τί δὲ ἡ τῶν “ πολλῶν;” ὑπερεπηρμένων· διό φησιν, “ ἐπῆραν ποταμοὶ φωνὰς, ποταμοὺς κατάρξαντας φάσκων, ὥσπερ Ἡσαΐας τὸν Ἀσσύριον ποταμὸν ὀνομάζει, ὁπηνίκα τὸν ποταμὸν λέγει τὸν μέγαν ἀνάγειν κατὰ τῆς Ἰερουσαλήμ. φωνὰς δὲ τὰς ὑπερηφάνους αὐτῶν καυχήσεις * τρίψεις δὲ τὰς συμ * * ρὰς τὰς λεηλασίας ἐπενέγκαιεν ἡ μεθ’ ὑπερηφανίας τῶν πολλῶν ὑδάτων ἤτοι ἐθνῶν ἐπιδρομή.

  46. 53.6

    Μεθ’ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς.

  47. 53.7

    Οἱ βασιλεῖς τῆς γῆς οὗτοί εἰσιν οἱ γηίνοις φρονήμασι πρὸς τὸ συρφετὸν τοῦ παρόντος βίου κατακυλισθέντες. οἱ δ’ αὐτοὶ καὶ ἐμεθύσθησαν, τῷ μὴ ἐκ μικρᾶς καὶ τῆς τυχούσης χρήσεως, ἀλλ’ ἐκ πολλοῦ τοῦ περιόντος h, ἐμφορηθῆναι τῆς ἀσεβείας. τὸ μὲν ἀπ’ αὐτῆς κατασπευσάσης, τὸ δὲ καὶ αὐτοὶ τῆ τοῦ βίου ἡδυπαθείᾳ ἐκτραχηλισθέντες.

  48. 53.8

    Καὶ ἀπήνεγκέ με εἰς ἔρημον ἐν πνεύματι.

  49. 53.9

    Τὴν ἐσομένην ἐν τοῖς πνευματικοῖς ἐρήμωσιν ἡ θεωρία ἣν ὡς γυναῖκα i ἰδεῖν φησι διατεθηλυμένην καὶ ὡς πόρνην καὶ ἄνανδρον, μηδὲν ἔχουσαν σωφροσύνης γνώρισμα, ἀλλ’ ἔρημον παντὸς ἀγαθοῦ. τὸ δὲ ἐν πνεύματι ἀπενεχθῆναι, τί ἃν ἄλλο σημαίνοιεν, ἣ τὸ μὴ πραγματικῶς κατ’ ἐνέργειαν ταῦτα ὁρᾷν, ἀλλὰ θεωρητικῶς ἠξιῶσθαι; ἀφ’ οὗ καὶ ἄλλης γυναικὸς ἴνδαλμα χρηματισθῆναι ἐπὶ θηρίον κόκκινον καθημένην, γυναῖκα τὸν καιρὸν καθ’ ὃν ταῦτα διεξάγεται παριστῶν, καθ’ ὃν τῷ διαβόλῳ τῷ φονίῳ καὶ αἱμοχαρεῖ, (τοῦτο γὰρ τὸ κόκκινον χρῶμα διὰ πονηρῶν πράξεων ἐνεργούμενος k ἐπαναπαύεται, τῆς καθέδρας τοῦτο νοεῖν ὑποβαλλομένης. δι’ ὧν ἐνεργῶν ἀποστάτης ἐν ταῖς κατὰ Θεοῦ βλασφημίαις τὸ κράτος ἀποφέρεται. ὀνόματα δὲ βλασφημίας, τὸ τῷ Θεῷ πρέπον σέβας, τῷ διαβόλῳ ἀνατιθέναι l παριστᾷ. οὑς διάβολος διὰ τῶν υἱῶν τῆς ἀπειθείας ἑαυτῷ προσπορίζει.

  50. 53.10

    Καὶ ἡ γυνὴ ἦν περιβεβλημένη προφυρᾶν καὶ κόκκινον, κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων, καὶ τῶν ἀκαθάρτων τῆς πορνείας τῆς γῆς· καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, Μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνειῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς. καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν τοῦ αἵματος τῶν ἁγίων, καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα. καὶ εἶπέ μοι ὁ Ἄγγελος, διὰ τί ἐθαύμασας;

  51. 53.11

    Πορφύραν, διὰ τὸ κατ’ ἐξουσίαν ὡς ὑπὸ βασιλίδι πάντα τολμᾶσθαι. κόκκινον, διὰ τὸ πολλῶν ἁγίων αἵματα ἐκχεῖσθαι. κεχρυσωμένην δὲ, καὶ χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ὅτι, ὡς βασιλίδα ὁ λόγος ταύτην κοσμεῖ κόσμῳ βασιλείῳ. μεταξὺ γὰρ τῶν ἀπηνῶν καὶ ἐνεξουσιαζομένων ἐστὶν ἐνορᾷν τοῖς ἐπηρεαζομένοις ὡς m χρυσίον μὲν ἀκίβδηλον ἐπανθοῦσαν τὴν κατὰ Χριστὸν πίστιν. ὡς λίθον δὲ τιμαλφῆ τῇ διαφανείᾳ τὸ στερρὸν ἑαυτοῦ n ἐκπομπεύοντα τοῖς ἀγνοοῦσιν. ὡς μαργαρίτας δὲ, τῷ ἐκ τῆς πολυκύμονος τοῦ βίου o τῶν πειρασμῶν θαλάσσης ἀναδύναι, καὶ τῷ βασιλείῳ Χριστοῦ διαστήματι ἐναρμοσθῆναι. τὸ δὲ “ χρυσοῦν πο- “ τήριον,” χρυσοῦν μὲν διὰ τὸ τὸν καιρὸν ὡς βασιλείῳ κρατεῖσθαι p δυνάμει. ἐν τῇ χειρὶ δὲ, διὰ τὸ ἐνεργὸν τῶν ὑποτιθεμένων. ποτήριον δὲ, q ὡς φησι περὶ τοῦ Ἰὼβ “ πίνων μυκτηρισμὸν ἶσα ποτῷ·” ἴσως r εἰς ἔνδειξιν, ὅτι οὐ κατὰ κόρον, ἀλλ’ ἐν δίψῃ τῆς ἑαυτῶν ἀπωλείας τὴν κακίαν μετέρχονται. ὡς Δαβίδ φησι, “ ἔδραμον ἐν δίψει.” διὸ βδελύγματα ἑαυτῆς, τουτέστι, τὰ βδελυκτὰ τῷ Θεῷ ἐπιτηδεύματα ἐπλήθυναν, οἷς ἡ φιλαμαρτήμων πληθὺς ποτίζεται, ὡς ἡδὺ πόμα σπῶσα τὴν βδελυκτὴν τῆς ἁμαρτίας μέθην καὶ τῆς ἐκ Θεοῦ πορνείας τὴν βεβήλωσιν.

  52. 53.12

    Καὶ τῶν ἀκαθάρτων τῆς γῆς.

  53. 53.13

    Πορνεία γῆς, οἱ τοῖς γηΐνοις προστετηκότες. οὐ γὰρ πορνεύειν ἔδωκεν ἡ φύσις γῇ τῷ ἀψύχῳ καὶ ἀναισθήτῳ δημιουργήματι. τὸ δὲ ἐπὶ τὸ μέτωπον γεγράφθαι ὄνομα, τὸ ἀπηρυθριασμένως δηλοῖ πράττειν u τὰ ἀπαίσια. x διὸ καὶ ὡς μυστηρίου ἐκπομπὴν γίνεσθαι διὰ τὴν σύγχυσιν τῶν πραγμάτων τοῖς θεωρητικωτέροις ὡς Βαβυλῶνα δεῖ καλεῖσθαι, εἴτε τὸν καιρὸν καθὸν ταῦτα τελεῖται, ἣ καὶ αὐτὴν τὴν Ῥωμὴν τὴν παλαιὰν, ὡς καὶ Πέτρῳ τῷ θείῳ Ἀποστόλῳ δοκεῖ· καθ’ ἣν καὶ αἵματα πολλὰ μαρτύρων Χριστοῦ ἐχέθη· ἢ καὶ τὴν νέαν· ἐπεὶ καὶ ἐν αὐτῇ τῇ νέᾳ ἐν τοῖς καιροῖς τῶν Ἀρειανῶν πολλὰ αἵματα τῶν ὀρθοδόξων ἐχέθη. μητέρα δὲ τῶν πορνῶν καλῶν, διότι ὡς τὸ κράτος ἀναδεδεγμένην τῶν ἄλλων πόλεων, ἣν ἂν βούλῃ y πάλιν, εἴτε τὴν παλαιὰν Ῥώμην z, εἴτε τὴν νέαν, εἴτε τὸν καιρὸν τῆς ἐπιδημίας τοῦ Ἀντιχρίστου, οὐκ ἂν ἁμάρτῃς a τοῦ ἀληθοῦς· b ἐν πάσαις γὰρ αἵματα μαρτύρων ἐρύη, ὡς παρεθέμην, καὶ δήγε ἐν ταῖς ὑπ’ αὐτὰς τεκνωθείσαις· ὡς καὶ ἐπ’ αὐταῖς τὸ προφητικὸν ἐναρμόττειν τὸ “ ὡς μητὴρ καὶ θυγάτηρ,” ὡς γὰρ τῇ μητρὶ τὰ ἐπιτηδεύματα, οὕτως καὶ τὰ ἐξ αὐτῆς.

  54. 53.14

    Τὴν γυναῖκα, ἣν ἂν καὶ βούλῃ ὡς προτεθεώρηται, εἴτε τὴν παλαιὰν Ῥώμην, εἴτε τὴν νέαν, εἴτε τὴν ὡς ἑνὶ σώματι [σαρ]κικῶς ἐκληφθεῖσαν βασιλείαν· ἐν ἑκάστῃ γὰρ τούτων οὐ μόνον κορέσθη τοῖς αἵμασι τῶν ἁγίων, ἀλλ’ ὡς ἐκμ ** καὶ ἀποβλύσαι αὐτῇ π[ερι]γέγονε· καὶ πρὶν μὲν ἀπὸ Ἄβελ μέχρις Ἰωάννου τοῦ βαπτιστοῦ, δαψιλέστερον δὲ ἀπὸ τῆς παρουσίας Χριστοῦ· ἥτις ἀρχὴ ἐστήσατο τὴν τῶν νηπίων μιαιφονίαν. διόπερ καὶ διεσταλμένως ἐξήγγειλε τοῦ αἵματος τῶν ἁγίων καὶ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ· ἃ καὶ τὴν μέθην ἐνειργάσαντο τῷ ὡς κατεπ ** σιν ῥυῆναι, Διοκλητιανοῦ μάλιστα καὶ τῶν ὁμοτρόπων αὐτῷ μιαι- φονούντων.

  55. 53.15

    Καὶ ἐθαύμασα ἰδών.

  56. 53.16

    Εἰκὸς ἦν c ἀγαθὸν ἄνδρα καὶ χρηστὸν καὶ πραΰτητι οὐδ’ ὅσῃ εἰπεῖν συγκροτούμενον, ἀγριότητα ὁρῶντα θηριωδῶν ἀνθρώπων, μὴ ὑπερβαλλούσῃ ἐκπλήξει κατάσχετον d γενέσθαι. τοῦτο γὰρ τὸ μέγα θαῦμα ἐμφαίνει. ὅτι δὲ ἁπλοϊκὸς τὸ ἦθος ὁ μακάριος οὗτος Ἰωάννης ὁ θεόλογος, ἡ περὶ αὐτοῦ ἱστορία διδάσκει.

  57. 53.17

    Τοιαύτῃ ἐκπλήξει ἐλήφθη, ὡς καὶ αὐτὸς μὲν μὴ οἷός τε [γεν]έσθαι τὸ συμβὰν αὐτῷ ἐξαγγεῖλαι, ἀλλὰ τὸν ταῦτα παραδεικνύντα.

  58. 54.1

    Ὅπως ὁ Ἄγγελος τὸ ὁραθὲν αὐτῷ μυστήριον ἡρμήνευσεν.

  59. 54.2

    Ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς, καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτὴν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα. τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγει. καὶ θαυμάσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλέποντες ὅτι ἦν τὸ θηρίον καὶ οὐκ ἔστι, καὶ παρέσται. ᾧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσὶν, ὅπου ἡ γυνὴ κάθηται ἐπ’ αὐτῶν, καὶ βασιλεῖς εἰσὶν ἑπτά. οἱ πέντε ἔπεσον, ὁ εἷς ἐστὶν, ὁ ἄλλος οὔπω ἦλθε. καὶ ὅταν ἔλθῃ, ὀλίγον δεῖ αὐτὸν μεῖναι. καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἐστι, καὶ αὐτὸς ὄγδοός ἐστι, καὶ ἐκ τῶν ἑπτά ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει.

  60. 54.3

    “ Μυστήριον” ὅτι μυστικῶς δηλοῖ ταῦτα, τὰ ὡς ἐν εἰκόνι γραφόμενά σοι διὰ τῆς Ἀποκαλύψεως. ὡς πίνακι γὰρ προδιαγράφει τὰ μέλλοντα εἰρῆσθαι, σαφήνειαν τῷ λόγῳ περιποιῶν.

  61. 54.4

    Θηρίον ὁ διάβολος, ἤρξατο κατὰ τὰ e ὥσπερ ὑπὸ πίνακι προεκτεθειμένα ἐντελῶς διεξιέναι. διό, φησιν, ἦν τὸ θηρίον, οὐ νῦν ὑφιστάμενον. ἀφ’ οὗ δῆλον, ὡς ὁ διάβολός ἐστιν. ἀρχὴ γὰρ πλασμάτων f τοῦ Κυρίου, κατὰ τὸ εἰρημένον. οὐκ ἔστι δὲ νῦν g, ὅτι ἀποκτανθεὶς τὰς ἐνεργείας τῇ τοῦ Χριστοῦ ἐπιδημίᾳ. οὐ γὰρ ὡς πρὸ ταύτης ἐνήργει υἱοὺς ἀνθρώπων καὶ θυγατέρας τοῖς ἑαυτοῦ δαίμοσι διὰ θυσιῶν παρασκευάζεσθαι, οὕτως ἤδη ταῦτα καὶ μετὰ τὴν Χριστοῦ παρουσίαν οἷός τε ἐνεργεῖν. διὸ καὶ προκεχρησμῴδηται “ τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαίαι εἰς τέλος ῥομφαίας τὰς ἐνεργείας καλῶν ὡς τιτρωσκούσας ὀλεθρίως τοὺς ἀνθρώπους h ἀνακαὶ βαίνει δὲ ἐκ τῆς ἀβύσσου, εἰς ἢν μὴ ἀποπεμφθῆναι μὲν ἡ δέησις τῶν θερ***των αὐτοῦ δαιμόνων· ἅτε καὶ τοῦ κατάρχοντος αὐτῶν διαβόλον αὐτῷ τάγματι συγκατα**μένου, ἀλλ’ εἰς τὴν ἀγέλην τῶν χοίρων· οὗ καὶ γενομένου, καὶ τῆς ἀγέλης εἰς θάλασσαν ὑπ’ αὐ[τῶν] ἐκτιναχθείσης ἐναργὲς ἐφάνη, ὡς ὑποβρύχιοι γεγόνασιν ἀφανισθέντες τοῦ βίου· εἰ * * αὐτοὶ τέλεον· εἰς γὰρ γυμνάσιον τῶν ἀγωνιζομένων περιελείφθη τις τούτων μοῖρα τοῖς [περι]γείοις. αὐτὸς δ’ ὁ κατάρχων εἰς κρίμα ζόφου περιελείφθη, κατὰ Πέτρον τὸν μέγαν Ἀπόστολον * * μένου τῷ αἰωνίῳ πυρί. τῇ ἐπιδημίᾳ τοῦ Ἀντιχρίστου. i ὡς γὰρ οἱ οἰκειωθέντες ἀχώριστοι Χριστοῦ χρηματίζουσι, καθὸ καὶ εἴρηται πρὸς Φιλιππησίους τῷ ἁγίῳ Παύλῳ * * * * ἐν Φιλίπποις ὄντας καλῶν τοὺς ἁγίους διὰ τὸ ἐν Χριστῷ εἶναι, οὕτω καὶ ὁ Ἀντίχριστος κατ’ ἐνέργειαν ἐπιδημῶν τοῦ Σατανᾶ, συναναφέρεσθαι τούτῳ νοεῖται ὁ Σατανᾶς. ἔνθεν γὰρ ὁ Ἀντίχριστος τὸν Σατανᾶν ταῖς ἐνεργείαις αὐτοῦ ἐξιστῶν καὶ ἀπατῶν ἀνθρώπους φέρει ἐπ’ ὀλέθρῳ καὶ ἀπωλείᾳ καὶ ἑαυτοῦ καὶ τοῦ δι’ αὐτοῦ ἐνεργοῦντος καὶ τῶν ὀπαδῶν αὐτοῖς.

  62. 54.5

    Καὶ εἰς ἀπώλειαν ὑπάγει.

  63. 54.6

    Ἀπώλειαν εἰς ἣν ἀπιέναι μέλλει, οὐ τὴν εἰς τὸ μὴ εἶναι λέγει· ἀλλὰ τὴν διὸ γέγονε· γέγονε δὲ τὸ εἰς δόξαν τοῦ πεποιηκότος τελεῖν· “ ἔπλασε γὰρ” ὁ Ἐκκλησιάστης φησὶ, “ Κύριος τὸν ἀνθρω- “ πον εὐθῆ, καὶ αὐτοὶ ἐζήτησαν λόγους πονηρίας. ἀπώλειαν, οὐ τὴν ἀνυπαρξίαν, ἀλλὰ τὴν ἐν γεέννῃ κατάκρισιν λέγει. ὡς καὶ ὁ Κύριος αὐτός φησι “ φοβήθητε δὲ τὸν δυνάμενον καὶ ψυχὴν “ καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.”

  64. 54.7

    Καὶ θαυμάσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς.

  65. 54.8

    Θαυμάσονται τὴν τοῦ θηρίου παρουσίαν, οὐ μόνον ὅτι ἀπόλωλε καὶ πῶς ζῇ, ἀλλὰ καὶ ὅτι παραγέγονεν ἐν τέρασιν ἀπάτης. τίνες δὲ “ θαυμάσονται ” οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς. περὶ ὧν καὶ Ἡσαΐας φησίν. “ οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες “ ἐπὶ γῆς.” γῆς. τοιοῦτοι δὲ οἱ ἀστήρικτον ἔχοντες τὴν βάσιν, ἅτε μὴ ἐπὶ τὴν πέτραν Χριστὸν τεθεμελιωμένοι. θαυμάσονται οὖν καὶ νῦν οὗτοι οἳ διὰ τὸ χαμερπὲς οὐδὲ k τῇ βίβλῳ τῶν ζώντων ἐγράφησαν. ἐκ τούτου νοεῖν ἐστι τῷ εἰρηκέναι ἀπὸ καταβολῆς κόσμου αἰτίαν παριστᾷν τῆς Μωϋσέως ἐν τῇ γενέσει ἱστορίας· τοὺς μὲν ἀπὸ Σὴθ γενεαλογήσαντος, τοὺς ἀπὸ τοῦ Καῒν δὲ οὐ. θαυμάσονται οὖν, ὡς ἤδη εἴρηται, οἱ μὴ διὰ τὸ χαμερπὲς προστοιχειωθέντες ἀσφαλῶς ταῖς τοῦ Χριστοῦ περὶ αὐτοῦ προρρήσεσι, ληιζόμενοι πῶς τὴν ἀρχαίαν δυναστείαν καὶ ἀπέλαβε καὶ ἀνέλαβε. διὰ τοῦτο πλήρωμα τῆς ἀσεβείας αὐτοῦ ἔνοικον ἔχοντος Ἀντιχρίστου αὖθις τέλος ἄξιον λήψεται. ᾧ τινι δὲ ὁ νοῦς πνευματικῶν ὄντων τῶν ἑρμηνευομένων πνευματικῆς τῷ χρεία σοφίας τοῦ γνῶναι πῶς ἦν καὶ οὐκ ἔστι καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου. καὶ γὰρ τὸ του ὄντος χώρησαι εἰς τὸ μὴ ὂν, ἐνάντιον εἶναι δοκεῖ τῷ μέλλειν ἀναβαίνειν ἐκ τῆς ἀβύσσου πάλιν, εἰ μήτι οὕτω νοηθεῖ l ὥσπερ καὶ εἴρηται.

  66. 54.9

    Ὁ ἔχων σοφίαν πνευματικὴν γνώτω πνευματικῶς τὰ λεγόμενα. Αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν.

  67. 54.10

    Ἐλέγομεν ἤδη γυναῖκα κατὰ μὲν τὸν δημιουργικὸν λόγον τὴν γῆν νοεῖσθαι, ἐφ’ ᾗ τῷ κόσμῳ τούτῳ πᾶσα πραγματεία. κατὰ μὲν οὖν τὸν δημιουργικὸν λόγον, ἐξ ὑδάτων καὶ ἐν ὕδασιν ἔχει τὸ εἶναι ἡ γῆ οὖν ἔχουσα καὶ αὐτὴ τὰ ὕδατα. κατὰ δὲ τὸν θεωρητικὸν καὶ τροπικὸν ὁ φθαρτὸς οὗτος ἐστὶ κόσμος, διύγροις πράξεσι καὶ ἀστάτοις διεξαγόμενος καὶ τῷ ἑβδοματικῷ ἀριθμῷ ἐξαρχῆς εἰληχὼς τὸ συγκροτεῖσθαι ταύτῃ. καὶ νῦν τὰ ἑπτὰ ὄρη ἐφ’ ἃ λέγεται καθῆσθαι ἑπτάκις χιλιοστίαν **ωμεθα συντελεσθῆναι ταύτῃ διαρκοῦντα ζωῇ· τὴν μὲν οὖν πέμπτην χιλιετίαν συντελεσθῆναι ἤδη, τὴν ἕκτην δὲ ἐπιστῆναι, καθ’ ἣν καὶ ταῦτα ἡ προκειμένη διατρανοῖ Ἀποκάλυψις. ὄρη δὲ καὶ κεφαλὰς ἑπτὰ τόπους ἡγούμεθα ἐν ὑπεροχῇ καὶ δυναστείᾳ κοσμικῇ τοὺς λοιποὺς ἐξέχοντας, ἐφ’ οὓς κατὰ καιροὺς τὴν τοῦ κόσμου βασιλείαν ἐστηρίχθαι ἔγνωμεν. ὡς πρῶτον ἐν Νινευῇ τὴν τῶν Ἀσσυρίων ἀρχήν. δεύτερον ἐν Ἐκβατάνοις τὴν Μηδῶν δυναστείαν, ἀπὸ Ἀρβάκου κρατήσασαν τῶν Ἀσσυρίων, ὧν τὸν βασιλέα Σαρδανάπαλον κρατήσας ὁ Ἀρβάκης καθεῖλε. μετὰ τούτους ἐν Βαβυλῶνι τὸ Χαλδαίων κράτος ὑπερεῖχεν m, ὧν Ναβουχοδονόσορ ὁ βασιλεὺς ἐβασίλευσεν. εἶτα μετὰ τὴν τούτων καὶ τῶν Μήδων n κατάλυσιν, ἐν Σούσοις o ὑπὸ Κύρου τῆς Περσῶν βασιλείας καθισταμένης p· μετὰ δὲ τὴν ταύτης ὑπὸ Ἀλεξάνδρου καθαίρεσιν ἡ τῶν Μακεδόνων ὑπεισῆλθεν ἀρχή. ἐκ τούτων ἡ ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ τῶν Ῥωμαίων ἀρχὴ καὶ ἰσχὺς, ἐπὶ μὲν Αὐγούστου Καίσαρος μετὰ τοὺς πρώην βασιλεῖς αὐτῆς καὶ ὑπάτους μοναρχήσασα, ὑπὸ δὲ ἀσεβῶν μέχρι Κωνσταντίνου κατασχεθεῖσα. ὣν μετὰ τὴν κατάλυσιν εἰς τὴν νέαν Ῥώμην τὰ τῶν φιλοχρίστων βασιλέων μετηνέχθη βασιλεία. κατὰ δὲ τὴν αὐτὴν ἔννοιαν, καὶ τοὺς ἑπτὰ βασιλεῖς ἐκδεκτέον τῆς ἐναλλαγῆς τῶν γενῶν, ἀρσενικοῦ λέγω καὶ θηλυκοῦ, μηδὲν παρεμποδιζούσης τῆς διανοίας τὴν ταυτότητα q, εἰ ἐκεῖ μὲν θηλυκῶς τὰς κεφαλὰς, καὶ ἑπτὰ ὄρη οὐδετέρως, ἐνταῦθα δὲ βασιλεῖς ἑπτὰ ἐσήμανεν. οὐδὲν γὰρ ἡ γραφὴ περὶ τούτων εἴωθε μικρολογεῖσθαι. ἐπεὶ καὶ τὸν Ἐφραὶμ, ποτὲ μὲν ὡς παροιστρῶσαν δάμαλιν εἰσάγει· ποτὲ δὲ ὡς ἄνουν περι**σκει, ἃ εὐόδως πορεύεται· τράγος καὶ ἀλεκτρύων καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνεσι. διατί νῦν κεφαλῶν θηλυκῶς; πόλεις δηλοῖ· διὰ δὲ τῶν ὀρέων ἀναστήματα οὐδετέρως τοπικῶς τῆς λοιπῆς ὑπερανέχοντα γῆς, ἀλλὰ καιρικῶς δόξης ὑψώματι· καὶ βασιλεῖς δὲ ὁμοίως ἢ τοὺς δοξασθέντας τόπους τῇ βασιλικῇ προεδρείᾳ, ἣ τοὺς πρώτως ἐν ταῖς εἰρημέναις πόλεσι βασιλεύσαντας, ἑκάστου ἀντὶ πάσης τῆς ἀρχῆς λαμβανομένου· οἷον Νίνου τῆς r * * *

  68. 54.11

    Καὶ τὰ δέκα κέρατα ἃ εἶδες, δέκα βασιλεῖς εἰσιν, οἵ τινες βασιλείαν οὔπω ἔλαβον, ἀλλ’ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσι μετὰ τοῦ θηρίου. οὗτοις μίαν ἔχουσι γνώμην καὶ τὴν δύναμιν καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν. οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσι, καὶ τὸ ἀρνίον νικήσει αὐτοὺς, ὅτι Κύριος κυρίων ἐστὶ, καὶ βασιλεὺς βασιλέων. καὶ οἱ μετ’ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί. καὶ λέγει μοι, τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶ, καὶ ἔθνη καὶ γλῶσσαι.

  69. 54.12

    Τὰ δέκα κέρατα, δέκα βασιλεῖς εἶναι φασὶν ἐκ τῆς Ῥωμαίων ἀρχῆς ἀναστησομένους ἐν τοῖς ἐσχάτοις καιροῖς, ὧν ἐν μέσῳ ὁ Ἀντίχριστος ἀναστήσεται. τὸ δὲ μὴ τὸ λαβεῖν αὐτοὺς βασιλείαν ἀλλ’ ἐξουσίαν ὡς βασιλεῖς καὶ μίαν ὥραν, τὸ μὲν ὡς βασιλεῖς διὰ τὸ ἀνέδραστον καὶ σκιῶδες τῆς βασιλείας αὐτῶν φησι, τὸ δὲ μίαν ὥραν μετὰ τοῦ θηρίου, ὥραν, τὸ βραχὺ τοῦ χρόνου παριστᾷν βούλεται, ἤτοι δι’ οὗ ἡ τοῦ ἐνιαυτοῦ ὥρα συντελεῖται, καθ’ ἣν τῷ Ἀντιχρίστῳ τῷ ὑπερέχοντι ὑποταγήσονται. ἢ καὶ ὥραν, τὸν ἀπολαυστικὸν βίον νοητέον.

  70. 54.13

    Καὶ τὸ ἀρνίον νικήσει αὐτοὺς, καὶ τὰ ἑξῆς.

  71. 54.14

    Εἰκότως ὡς καὶ Κύριος κυρίων, καὶ βασιλεὺς βασιλέων, καὶ ὑπασπισταὶ αὐτοῦ κλητοὶ, τὴν κλῆσιν οὐ κατὰ τὸ ἐπιτυχὸν ἔχοντες, ἀλλὰ κατὰ τὸ καίριον καὶ διηκριβωμένον καὶ ἀμετάθετον. διὸ καὶ πιστοὶ, ὅτι ὁ πιστὸς ἑνὶ προσανέχει δεσπότῃ, οὐ δυνάμενος δυσὶ κυρίοις δουλεύειν.

  72. 54.15

    α ὕδατα α ἔιδες.

  73. 54.16

    Προείρηται ἡμῖν περὶ τούτων, τροπικῶς καὶ φυσικῶς τὴν γῆν εἶναι ἐξ ὑδάτων, καὶ ἐν ὕδασι διατελοῦσαν, ἐν ᾗ ὁ φθαρτὸς οὗτος καὶ διύγροις ἡδοναῖς διαγόμενος ἥδρασται κόσμος. πάντως δὲ οὐκ ἄλλως ἢ οὕτως παρὰ τὰ ἀνθρωπίνα γένη νοεῖται. ἅπερ ἔθνη εἰσὶ τῇ διαφόρῳ φωνῇ διαστελλόμενα, πρὸς δὲ τούτοις καὶ τὰ βασιλέων κράτη συντηρούμενα. τοῦτο γὰρ τὸ κέρας δηλοῦν βούλεται, ἀπὸ τῶν κερασφόρων ζώων λαβὼν τὴν χρῆσιν, ὅτι κἀκεῖνα τοῖς κέρασιν ἑαυτῶν συντηρεῖται, εἴπου δεήσει πρὸς ἕτερα ζῷα διεξάγεσθαι. ὥσπερ καὶ ἔθνεσι πρὸς ἔθνη αἱ τῶν βασιλέων διαταγαὶ τὸ καθ’ ἑαυτὰ διαμένειν παρέχουσι μὴ πρὸς ἐκφύλους κυριαρχίας σκεδάζεσθαι.

  74. 54.17

    Καὶ τὰ δέκα κέρατα ἃ εἶδες ἐπὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν, καὶ γυμνὴν ποιήσουσιν αὐτὴν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί. γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι ψὴν γνώμην αὐτοῦ. καὶ ποιῆσαι γνώμην μίαν, καὶ δοῦμαι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ ἄχρι τελεσθῶσιν οἱ λόγοι τοῦ Θεοῦ. καὶ ἡ γυνὴ ἢν εἶδες, ἐστὶν ἡ πόλις ἡ μεγάλη, ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.

  75. 54.18

    Τὰ μὲν κέρατα τί δηλοῦν ἐθέλει, εἴρηται δή· θηρίον δὲ τὸν διάβολον. ἀδιαφορεῖ γὰρ κατὰ τὸ σημαινόμενον τοῦ θηρίου, πῆ μὲν, τὸν Ἀντίχριστον ὀνομάζων οὕτως, ἔσθ’ ὅτε δὲ τὸν Σατανᾶν. οἱ βασιλεῖς οὖν, φησὶν, οἱ τέως κατ’ ἐνέργειαν τοῦ Σατανᾶ φονίως τῷ ἀρνίῳ διατεθέντες, Θεοῦ ὑποθημοσύνῃ, μισήσουσι τὴν πόρνην, τὴν ἐν τῷ βίῳ ἀπολαυστικὴν δίαιταν, ἐρημώσουσι δὲ καὶ εἰδωλο- λατρείαν κα τεμενῶν καὶ μαντείων ἀλλοτριώσουσιν, καὶ τὰς σάρκας αὐτῆς τὰ πρὸς θυσίαν ἀναφερόμενα τῶν εἰδώλων ζῷα ἑαυτοῖς ταμιεύσουσι, καὶ πᾶσαν τὴν περὶ τὰ μάταια σπουδὴν ἀφανίσουσι, καὶ οὕτως ὥστε ὑπὸ πυρὸς δαπανηθεῖσαν νομίζεσθαι. καὶ πάντας κράζειν, ποῦ νῦν οἱ τῆς τότε ἐπὶ τὰ μάταια ἐπιμελείας ἐχόμενοι; ταῦτα δὲ πάντα, ὡς ἔφημεν παραθέμενοι, οὐκ ἂν ἀθεεὶ συμβῆναι φασὶν, ἀλλ’ ἐκ θείας ἐπισκοπῆς καὶ προνοίας.

  76. 54.19

    Καὶ ποιῆσαι γνώμην μίαν.

  77. 54.20

    Εἰ καὶ σύνδρομος ἡ τούτων γνώμη τῇ τοῦ Θεοῦ, ἀλλ’ ὡς Θεῷ μεμελημένη, κατὰ δὲ τὸ ἀνεξερεύνητον βάθος τῆς προνοίας αὐτοῦ συμβαίνουσα τοῖς συντελουμένοις. οὕτω τοιγαροῦν κατὰ τοιαύτην ὁμογνωμοσύνην τούτοις δοθεῖσαν ὑπὸ Θεοῦ, τῆς ἐξουσίας ἁπάσης παρασχεθείσης τῷ θηρίῳ, διατελήσει κρατοῦν τὸ θηρίον εἰς ὅπερ ἂν αἱ κατάλληλοι κρίσεις ἀπάξουσιν, αἱ διὰ τῶν λόγων ὑπεσημάνθησαν, δι’ ὧν λέγει, “ ἄχρι τελεσθῶσιν οἱ λόγοι τοῦ Θεοῦ.”

  78. 54.21

    Καὶ ἡ γυνὴ ἣν εἶδες ἐστὶν ἡ πόλις ἡ μεγάλη.

  79. 54.22

    Σαφέστερον τὴν γυναῖκα παριστῶν, ἀναλαμβάνει περὶ αὐτῆς λόγον, καί· φησιν ἐκείνην εἰναι τὴν ἔχουσαν τὸ κράτος ἐπὶ τῶν τοῖς γηίνοις προσανακειμένων· οὐ γὰρ καὶ πάντες οἱ ἐνοικοῦντες ἔπι τῆς γῆς ἤδη καὶ τοῖς γηίνοις προσδιαφθείρονται.

  80. 55.1

    Περὶ ἑτέρου Ἀγγέλου τὴν πτῶσιν Βαβυλῶνος δηλοῦντος, καὶ οὐρανίου φωνῆς τὴν ἐκ τῆς πόλεως φυγὴν ἐντελλομένης, καὶ περὶ τῆς ἀποβολῆς τῶν τερπνων ὢν τὸ πρὶν ενεκτητο.

  81. 55.2

    Μετὰ ταῦτα εἶδον Ἄγγελον ἄλλον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην. καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ, καὶ ἔκραξεν ἰσχυρᾷ φωνῇ λέγων, ἔ Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμόνων, καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ μεμισημένου, ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπώκασι πάντα τὰ ἔθνη. καὶ οἱ βασιλεῖς τῆς γῆς μετ’ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν. καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, Ἔξελθε ἐξ αὐτῆς ὁ λαός μου, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε, ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ. καὶ ἐμνημόνευσε ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.

  82. 55.3

    Καὶ ἡ γῆ ἐφωτίσθη.

  83. 55.4

    κἀντεῦθεν τῶν θείων δυνάμεων τὸ λαμπρὸν καὶ φωτιστικὸν πολλῷ τῷ μέτρῳ τὸ ἀστρῷον σέλας ὑπερνικῶν ἔστι νοεῖν μετὰ τὸ παρελθεῖν τὰ ἀμαυρὰ τοῦ φθαρτοῦ κόσμου παρρησιαζόμενον. Μεγάλην φησὶ τὴν τοῦ φωστῆρος εἶναι ἐξουσίαν, καὶ φωτίζειν τὴν περίγειον ἐκ τῆς δόξης αὐτοῦ. παραβαλλόμενα γὰρ τὰ οὐράνια καὶ ἄφθαρτα τοῖς γηΐνοις καὶ φθαρτοῖς, ὅσον τὸ ὑπερβάλλον τῆς δόξης παρίστησιν· ἰσχυρὰν δὲ τὴν φωνήν ἐμπεδοῖ τὸ ἔμπρακτον ἐμφαίνων τῶν δηλουμένων καὶ ἀπαράβατον. καὶ τί τοῦτο; “ἔπεσε Βαβυλὼν ἡ μεγάλη,” Βαβυλῶνα τὴν διέξοδον τοῦ φθαρτοῦ τούτου βίου λέγων.

  84. 55.5

    Καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ μεμισημενου.

  85. 55.6

    Εἰς ὄρνεα μεταλαμβάνει τοὺς δαίμονας διὰ τὸ ἄδηλον τῆς ἐφόδου αὐτῶν τῆς κατὰ τῶν ἀνθρώπων, ἐπεὶ καὶ τῶν ὀρνέων ἡ ἔφοδος ἐξ ἀδήλου εἴωθεν ἐπιφοιτᾷν προσδοκίας. μεμισημένου δὲ εἴρηται οὐκ ἀλόγως. τίς γὰρ σωφρονῶν οὐ βδελύττεται τὴν μετὰ τῶν δαιμόνων ἀναστροφήν; δι’ ἣν καὶ βδελύγματα ὠνομάσθησαν.

  86. 55.7

    Ἔξελεθε ἐξ αὐτῆς ὁ λαός μου.

  87. 55.8

    Ἐξελθεῖν παρακελεύεται ἡ φωνὴ, οὓς ἔγνω Κύριος αὐτοῦ. ἐξελθεῖν δὲ, τὸ μὴ συναπολέσθαι δικαίους μετὰ ἀσεβῶν. ὡς γὰρ ἐπὶ τοῦ Λὼτ, τὸ, “ σώζων σῶζε τὴν σεαυτοῦ ψυχὴν,” ἀνυπερθέτως μέχρις ἃν τοῦ ὄρους, ἐπὶ γῆς οὐδαμοῦ ἠρεμῶν, ὁ Θεὸς αὐτῷ ἐνετείλατο, οὕτω κἀνταῦθα.

  88. 55.9

    Καὶ ἐμνημόνευσεν ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.

  89. 55.10

    Ἀνθρωπίνως διασκευάζεται ταῦτα. ἐπὶ γὰρ Θεοῦ τῆς μακαρίας φύσεως καὶ πάθεσιν ἀπροσίτου, τὰ τοιαῦτα κἂν ἐννοεῖν περιττόν. ἐκεῖ γὰρ μνήμη, ὅπου καὶ λήθη. λήθη δὲ τοῦ δυνάμει παρεῖναι τὸ πραχθὲν, οὐκ ἔτι δὲ καὶ ἐνεργείᾳ σημαντικόν. Θεῷ δὲ οὐδὲν πρόσεστι δυνάμει, ἀλλ’ ἐνεργείᾳ.

  90. 55.11

    Ἀπόδοτε αὐτῇ, ὡς καὶ αὐτὴ ἀπέδωκεν ὑμῖν· καὶ διπλώσατε αὐτῇ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασε, κεράσατε αὐτὴ διπλοῦν. ὅσα ἐδόξασεν ἑαυτὴν, καὶ ἐστρηνίασε, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὑτῆς λέγει, ὅτι κάθημαι βασίλισσα, καὶ χήρα οὐκ εἰμὶ, καὶ πένθος οὐ μὴ ἴδω. διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος, καὶ πένθος, καὶ λιμός. καὶ ἐν πυρὶ κατακαυθήσεται. ὅτι ἰσχυρὸς Κύριος ὁ κρίνων αὐτήν.

  91. 55.12

    Ἀνεπισήμαντον, παρὰ τίνος τὸ πρόσταγμα ἢ ὁ λόγος πρόεισιν. εἴη δ᾿ ἃν παρὰ τῶν δικαίων καὶ μαρτύρων τῶν κατ’ ἐκεῖνο καιροῦ, τῆς τοῦ Ἀντιχρίστου δηλαδὴ ἐπιδημίας ὑπὲρ Χριστοῦ ἐναθλησάντων, τοσαύτῃ ὠμότητι καὶ θηριωδίᾳ ὑπὸ τῶν τηνικαῦτα τῷ βίῳ ἐμπολιτευομένων ὑπουργῶν τοῦ Ἀντιχρίστου παραδοθέντων, ὥστε καὶ αὐτοὺς κᾂν εἰ θεομιμήτως προείλοντο ζῆν, ἀλλ’ οὖν διὰ τὸ ὑπερβάλλον τῶν κακώσεων ἐκνικηθῆναι ταῦτα προφέρειν. εἰρήκαμεν δὲ γυναῖκα τὸν ἐπὶ τοῦ Ἀντιχρίστου καιρὸν, οὐ πόλιν τινὰ σημαίνειν. καὶ ποτήριον δὲ τὴν προαίρεσιν τῶν ἐμπολιτευομένων τῷ τότε βίῳ, οἳ τῇ δυναστείᾳ τοῦ Σατανᾶ γαυριῶντες, ἀμέτρῳ τῆ τῶν δεινῶν εὐθηνίᾳ, κατὰ τῶν ἀντικειμένων κατεχρήσαντο. καθὼς οὖν ἐποίησεν, ἀποδοθήτω αὐτὴ.

  92. 55.13

    Ἀπόδοτε αὐτῇ διπλοῦν.

  93. 55.14

    Οὐ τὸ διπλάσιον βούλεται τὸ διπλοῦν, ἀλλ’ ὅτι φιλάνθρωπος ὣν ὁ Θεὸς καὶ ἀγαθὸς καὶ πολὺ καταδεέστερον κολάζων, διπλᾶ οἴεται ἀποδεδωκέναι, καὶ ὅταν μέρος ἀποδῷ, καὶ οὐ μόνον διπλᾶ, ἀλλὰ καὶ ἑπταπλάσια· εἰ μή που τοῦτο οἰητέον ὡς οὐ Θεοῦ ἀπειλῆς. πῶς γὰρ ὁ λέγων, οὐκ ἐκδικήσει Κύριος δὶς ἐπὶ τὸ αὐτὸ, νῦν διπλάσια καὶ ἑπταπλάσια φησὶν ἐκδικεῖν; εἰ οὖν τὸ διπλοῦν καὶ ἑπταπλάσιον, οὐ τὸ κατ’ ἀξίαν σημαίνειν ὑποληπτέον, ἀλλὰ τὸ μετριώτερον, ἴσως ἄτοπον οὐδέν.

  94. 55.15

    Ὅσα ἐδόξασεν ἑαυτὴν, καὶ ἐστρηνίασε.

  95. 55.16

    Καθώς, φησι, δοξασθεῖσα καὶ κατασπαταλήσασα τοῦ παρόντος βίου, πρόνοιαν οὐ πεποίηται τοῦ θείου θελήματος, οὕτως ἀπόδοτε αὐτῇ. λέγει γὰρ, οὐκ ἔσομαι τοῦ βασιλεύειν ἐστερημένη.

  96. 55.17

    Ἐν τῇ καρδίᾳ αὑτῆς.

  97. 55.18

    Καρδίαν, τὸν ἔμμονον φησὶ τῶν τότε τὸν βίον συμπληρούντων, οὓς καὶ εἰς γυναῖκα ἐμυθοποίησε μαχλῶσαν.

  98. 55.19

    Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς.

  99. 55.20

    * * * βιστῶν φησιν ὡς καὶ ὁ Κύριος δι’ ὧν λέγει τὴν ἡμέραν ὡς κλέπτην ἔρχεσθαι λαθραίως καὶ ἀφανῶς. ἣ οὖν ἀδόκητον δηλῶν καὶ ὀλίγον τοῦ καιροῦ, ᾧ ταῦτα συμβήσεται, ὥς τινες ἐν τῇ παλαίᾳ Ῥώμῃ· ἣ καὶ αὐτῆς ἡμ]έρας τὸν δρόμον ἐν ᾗ ταῦτα συμβήσεται. μετὰ γὰρ τὸ ἐγκρατεῖς αὐτῆς γενέσθαι τοὺς ἐχθροὺς, ἐξαρκεῖ καὶ μία ἡμέρα πᾶσαν κόλασιν ἐπαγαγεῖν τοῖς ἡττηθεῖσι t, καὶ πολυειδεῖς θανάτου τρόπους· δυνατοῦ ὄντος τοῦ Κυρίου, ὥσπερ τοῖς εὐαρεστοῦσιν αὐτῷ τὰ θυμήρη προσνέμειν, οὕτω καὶ κολάζειν ἀνεπιστρόφως ἐξαμαρτάνοντας. u καὶ οἱ μὲν πρὸς Ῥώμην τὴν παλαιὰν ἐναρμόζοντες τὴν θεωρίαν οὕτως· ἐπιτευκτικώτερον δὲ τῷ κόσμῳ τούτῳ συμβιβάζειν αὐτὰ πρόδρομα ἐσόμενα τὰς ἡμέρας τοῦ Ἀντιχρίστου, τῆς ἐσχάτης αὐτοῦ συντελείας, καθ’ ἣν καὶ μόνος Κύριος τῇ ἀπερινοη * τοῦ δυναστεία ἰσχύρως ἐπεξιέναι καὶ δαίμοσι τοῖς κατὰ βασιλικὴν ἐξουσίαν ἐνυβρίσαι ἐνεστῶτι αἰῶνι, καὶ ἀνθρώποις ἀκρατῶς ἐνασελγαίνουσιν αὐτῷ κατὰ βασιλικὴν ἀκρότητα καὶ ἄσχετον σπατάλην κὴν ὐπερτεινουσ[ιν] εὐφρο- συνην.

  100. 55.21

    Καὶ κλαύσουσι καὶ κόψονται ἐπ’ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς, οἱ με αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες, Οὐαὶ οὐαὶ ἡ πόλις ἡ μεγάλη Βαβυλὼν, ἡ πόλις ἡ ἰσχυρὰ, ὅτι ἐν μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου. καὶ οἱ ἔμποροι τῆς γῆς κλαύσουσι καὶ πενθήσουσιν ἐπ’ αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράσει ἔτι. οὐκ ἔτι γόμον χρυσοῦ καὶ ἀργύρου, καὶ λίθου τιμίου καὶ μαργαρίτου, καὶ βυσσίνου, καὶ πορφυροῦ, καὶ σηρικοῦ, καὶ κοκκίνου. καὶ πᾶν ξύλον θύινον, καὶ πᾶν σκεῦος ἐλεφάντινον, καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ μαρμάρου. καὶ κινάμωμον, καὶ θυμιάματα, καὶ μῦρον, καὶ λίβανον, καὶ ἔλαιον, καὶ οἶνον, καὶ σεμίδαλιν, καὶ σῖτον, καὶ πρόβατα, καὶ κτήνη, καὶ ἵππων καὶ ῥαιδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων. καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ οὐκ ἔτι οὐ μὴ εὕρῃς αὐτά.

← Previous · Next → — showing 9011000 of 1,254

First Thousand Years of Greek. CTS URN tlg4102.tlgX02.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.