Ancient Textssearch the texts themselves, not just their titles

← All works

Commentarius In Apocalypsin

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,254 sections

  1. 55.22

    Ἐπιμένει τῇ τροπολογίᾳ ὡς ἐκφαντικωτέραν γενέσθαι ἀπὸ τῆς πορνικῆς ἀκαθαρσίας τὴν πλημμέλειαν. τοὺς δαίμονας δὲ εἶναι τούτους ἔφαμεν καὶ μακρόθεν ἑστηκότας. αὐτοὶ γὰρ ἅτε Νόες, καὶ πρὸ τῆς πείρας v τὴν διέκβασιν εἰδέναι οἷοί τε εἰσὶ, καὶ ὡς ἀπὸ καπνοῦ τοῦ πυρὸς τὴν ὑπόστασιν συνιέναι. ἀλλ᾿ ἐρεῖ τις, εἰ καὶ αὐτοὶ οἱ ἐξοιστρήσαντες τοὺς ἀνθρώπους ἐπὶ τὰ ἀσχήμονα κοινωνοὶ καὶ τῶν διὰ ταῦτα τιμωριῶν γενόμενοι, πῶς ἐλεύθεροι τούτων εἰσάγονται θρῆνον συνείροντες; ἐροῦμεν ὡς οὐδὲν ἄπορον μετόχους ὄντας βασάνων τινὰς προεγνωκότας ὅποι προάγει τὰ συνεργούμενα τῶν ἀγνοούντων προληπτικῶς ὀλοφύρεσθαι. τὸ δὲ οὐαὶ y, θρηνῶδες ἐστὶν ἐπίφθεγμα, εἰωθὸς ἐπὶ συμφοραῖς ἐνεργουμέναις ἐκφωνεῖσθαι z. διὸ καὶ νῦν μάλιστα τῷ παγκοσμίῳ καὶ ἀθρόῳ συμπτώματι μετακεχείρισται a. ἰσχυρὰν δὲ πόλιν αὐτήν φησιν, ὡς ἐξ ἀπείρου σχεδὸν χρόνου τὸ εἶναι διαλαβοῦσαν εἰς ἀδιάρρηκτον σύνδεσμον καὶ οὔποτε ἐλπισθέντα διαλυθῆναι.

  2. 55.23

    Ἠλθεν ἡ κρίσις σου.

  3. 55.24

    b Κρίσιν τὴν κατάκρισίν φησιν, τὸ ἀνταποδωμα, ἰσοστάσιον τῶν πεπραγμένων, ἐπάξιον τετολμημένων.

  4. 55.25

    Καὶ οἱ ἔμποροι τῆς γῆς κλαύσουσι.

  5. 55.26

    Ἐντεῦθεν ἀπαραγράπτως ἐκληπτέον τὰ χρησμῳδούμενα, οὐ περὶ Βαβυλῶνος, οὐ Ῥώμης τῆς παλαιᾶς, οὐ τῆς νέας, οὐκ ἄλλης τινὸς μιᾶς πόλεως, ἀλλὰ τοῦ σύμπαντος c τούτου φθαρτοῦ κόσμου, καθ’ ὃν οἱ τὰ πρόσκαιρα ἐμπορευόμενοι κλαυθμῷ καὶ πένθει ἁλώσονται, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράσει d. γόμον δὲ τὰ ἐπιτηδεύματα λέγει, περὶ ἃ εἰώθασιν οἱ ἄνθρωποι κατατρίβεσθαι. e λυθέντος γὰρ τοῦδε τοῦ αἰσθητοῦ συγκρίματος ἐν δικαίοις καὶ ἀδίκοις τὸ διαπονεῖσθαι ὑπῆρξε πρὸς ἐπηρείαν βελτιόνων καὶ χειρόνων· βελτιόνων μὲν τῶν βελτίστων· χειρόνων δὲ τῶν χειρίστων. ἐξ ἑκατέρων τούτων τῶν ἐμ]πόρων πένθος ἐνστῆναι φησιν, τῶν μὲν βελτίστων, ὅτι μὴ ἐπιπλέον τὸ γυμνάσιον πρού** εἰς μείζονος ἀντίδοσιν ἀγαθῆς ἐργασίας καὶ ἀμοιβήν· τῶν δὲ χειρίστων, ὅτι παρέστη ἄθροον ἡ καταξίαν τῶν ἀτόπων αὐτοῖς πράξεων ἀνταμοιβή.

  6. 55.27

    Οὐκ ἔτι γόμον χρυσοῦ, καὶ τὰ ἑξῆς.

  7. 55.28

    Εἰς γόμον τὰ ἐπιτηδεύματα φέρει, ὧν τῆς ἐπικαίρου ταύτης διαρρυείσης βιοτῆς, καθ’ ἣν καὶ ἡ ἐμπορία f τῶν ἐπιτηδευμάτων τὸ ἔμπρακτον ἀποφέρεται, οὐκ ἀπεικὸς τὸ πένθος ἐπεισιέναι. g εἰς χρυσὸν μὲν καὶ ἄργυρον ἐκεῖνα τῶν ἐπιτηδευμάτων ἀφομοιούμενα, ἃ τῷ διαιωνίζοντι πυρὶ, εἰ ἀνάλωτα διατηρηθείη, σκοπεῖται· εἰς λίθους δὲ τιμίους, ὅσα τὸ λαμπρὸν *υροῦσθαι δυστυχεῖ τῷ μὴ καθαρεύειν ἐπιδεικτικῆς ἀχρηστίας· εἰς μαργαρίτας δὲ, ὧν καὶ λαμπρὸν μετὰ τοῦ εἶναι εἰς ἀνυπαρξίαν χωρεῖ. πορφύρα δὲ καὶ βύσσος καὶ Σηρῶν νήματα κόκ]κῳ δεδευμένα καὶ κόχλῳ ἐκεῖνα τῶν ἐπιτηδευμάτων αἰνίττεσθαι, ὅσα τῷ εὐτελεῖ * κοῦντι τῆς κτήσεως τὸ μακάριον οἶδεν περιποιεῖν. εἰς ξύλον δὲ θύϊνον καὶ ἐλέφαν[τα] τούτων ἀναφερομένων, ὧν δυσπόρητος μὲν ἡ εὐπορία, φέρουσα δὲ κλέος τῶν κεκτημένων.

  8. 55.29

    Ἰστέον δὲ ὅτι καὶ νῦν τὰ τῆς συντάξεως τοῦ λόγου ἡμαρτημένως κατὰ τὴν Ἑλλήνων συνήθειαν φέρεται· γόμον γὰρ εἰπὼν χρυσοῦ καὶ ἀργυροῦ καὶ λίθου τιμίου καὶ μαργαρίτου καὶ βυσσίνου καὶ πορφυροῦ καὶ σηρικοῦ καὶ κοκκίνου, οἶον εἰπεῖν κάτα ἀκόλουθον ὁμοιόπτωτον γενικὴν, οὐ τοῦτο μὲν, ἀλλ’ εἰς εὐθεῖαν ἀνέδραμεν, οὐκ αὐτῷ μέλον Ἑλληνικῆς εὐρυθμίας τῷ εἰς τὴν ὠφέλειαν δηλώσεως ἀσχολουμένῳ, οὐ περὶ τὸ εὔ[ρυθ].μον τοῦ ἤχου θορυ[βου]μένου· τὸ μὲν γὰρ ἀναγκαῖον, τὸ δὲ πέριττον. h τιμίαις δὲ ὕλαις ταῖς ἐν τῷ κόσμῳ, τοὺς ἐμβιοῦντας αὐτῷ ἐξομοιοῖ, ἀργύρῳ μὲν καὶ χρυσῷ, τοὺς διαρκεῖ τῇ καρτερίᾳ τοὺς πειρασμοὺς ὑποφέροντας τοῦ βίου, καὶ αὑτοὺς εἰς πῦρ εἰωθότας δαπανᾷν, εἰ καὶ κρειττόνων ἐλπίδι ἐναθλοῦντες τὸ ἀλώβητον ἔχουσι. τοιοῦτο γὰρ καὶ ὁ χρυσὸς καὶ ὁ ἄργυρος πρὸς τὸ ἔνυλον ἀποφαίνονται πῦρ. λίθῳ δὲ τιμίῳ καὶ μαργαρίταις, τοὺς ἐπιδεικτικῶς τῆ κατ’ ἀρετὴν κτήσει ἀποχρωμένους, οἳ τῇ τῶν περιστάσεων ἐφόδῳ τὸ λαμπρὸν ἀπημβλύνθησαν. βύσσῳ δὲ καὶ πορφύρᾳ καὶ τοῖς ἀπὸ Σηρῶν νήμασι, τοὺς ἐπὶ Χριστῷ τῷ ἄνθει τῶν ἐπαινουμένων καλλυνομένους. ξυλίνοις δὲ σκεύεσι καὶ τοῖς ἐκ ξύλου τοῦ τιμιωτάτου θυΐνου καὶ ἐλέφαντος καὶ κιναμώμου, τοὺς ἀποξενωμένῃ τῇ τοῦ βίου ἀσκήσει καὶ τοῖς πολλοῖς ἀνεπιφάντῳ χρησαμένους, φανερωθέντος δὲ τοῦ ἡδίστου ἀτμοῦ τῶν κατορθωμάτων, εὐφροσύνην οὐδ ὅσην εἰπεῖν καταλαβόντας πνευματικὴν, μετὰ τοῦ μηδὲ πυρὶ φθόνου ἁλῶναι οἵους τε εἶναι, ὡς οὐδὲ πυρὶ τῷ ἐνύλῳ κινάμωμον. χαλκῷ δὲ καὶ σιδήρῳ καὶ μαρμάρῳ, τοὺς χρυσοειδεῖς μὲν, νόθῳ δὲ χρωμένους τῷ πλούτῳ, ὡς καὶ σίδηρος τὸ στιλπνὸν, καὶ μάρμαρον τὸ στερρὸν, ὧν ἁπάντων τὸ πῦρ δοκιμαστικόν. καὶ οὕτω μὲν τὰ διὰ πυρὸς τὸ δοκίμιον παρεχόμενα. ἐλαίῳ δὲ καὶ οἴνῳ καὶ σεμιδάλει καὶ σίτῳ, τοὺς ἐν ἱλαρότητι καὶ εὔφρονι καταστήματι ψυχῆς τὸ τοῦ βίου πέλαγος διανηχομένους, οὐδὲν προσποιουμένους τῆς τῶν κακεντρεχῶν πολυπραγμοσύνης, ἄντε καὶ πολυτελεστέρα περιτυγχάνοιεν διαί[τᾳ] ἄντε καὶ χυδαιοτέρᾳ i. προβάτοις δὲ καὶ κτήνεσι παραβληθεῖεν οἱ τῷ τοῦ Θεοῦ ἀπειροπληθεῖ ἐλέῳ, ᾗ φησιν ὁ Δαβὶδ, σωζόμενοι. ἵπποις δὲ καὶ τοῖς διὰ τούτων ὀχήμασι k, ἃ ἡ παλαιὰ μὲν φωνὴ ἀγγάρους, ἡ δὲ τῶν Ἑλλήνων δημοσίους ἱπποστάθμους, ἡ δὲ τῶν Ῥωμαίων ῥαίδη, ἀφ’ οὗ καὶ τὸ ῥαιδάριος l τέτριπται, διὸ κἀνταῦθα τὸ ῥαιδῶν παρείληπται, ἐκείνους δηλοῦν βούλεται, οἳ τὴν ὁδὸν τῶν ἐντολῶν σου δραμόντες πρακτικῶς ᾀσματίζουσιν m.

  9. 55.30

    Καὶ πᾶν σκεῦος ἐκ ξύλου.

  10. 55.31

    n Οὐ πρὸς σολοικισμὸν τρεπόμενος ἀπὸ τῆς γενικῆς πτώσεως εἰς εὐθεῖαν μετέβη. ἀλλ’ ἐπειδὴ τοῖς σκεύεσιν ἔκ τινος εἰς τὸ εἶναι συμβαίνει λαμβάνειν, εἰπὼν πρῶτον τὰ ἐκ τινῶν τοῖς σκεύεσι πρόσεστι τὸ εἶναι, ἐπιφέρει μετὰ τοῦτο καὶ αὐτὰ τὰ ἐξ ὧν ἡ ὕπαρξις τοῖς σκεύεσι· τουτέστιν ἡ φυσικὴ τούτων ότης. ἤτοι τῷ περισπουδάστῳ κατηρτισμένη, ἢ τῷ ἀπεναντίας ὀλιγωρουμενη, η κα παντάπασιν αποστυγουμενη, ὡς χρυσὸς, ἄργυρος χαλκὸς, σίδηρος. χρυσὸς μὲν γὰρ καὶ ἄργυρος ἀνθρώποις περι- σπούδαστα, ὡσαύτως καὶ κιννάμωμον καὶ θυμίαμα καὶ λίβανον καὶ ἔλαιον καὶ οἶνος καὶ σεμίδαλις καὶ σῖτος. χαλκὸς δὲ καὶ σίδηρος καὶ μάρμαρον καὶ ἥττω τούτων ζηλωτὰ· πρόβατα δὲ καὶ κτήνη ὀλίγοις πρὸς κτῆσιν πεφρόντισται.

  11. 55.32

    Χαλκῷ καὶ σιδήρῳ καὶ μαρμάρῳ τὸ εὐπόριστον παρεβλήθη τῶν ἐπιτηδευμάτων. ἃ τῇ δυνάμει τῶν ἐκπονούντων παραμετρηθέντα τὸ εἶναι λαμπρὰ ἐκληρώσατο. ὡσαύτως καὶ ὅσα εὐώδεσιν ἀτμοῖς τοῖς σωζομένοις καὶ ἀπολλυμένοις, ὡς καὶ Παύλῳ τῷ θείω δοκεῖ, τὸ πρόσφορον ἀπονέμει. πρὸς τούτοις καὶ τὰ πρὸς ἔλαιον ἱλα- ρότητι, καὶ πρὸς οἷον τῇ εὐφροσύνῃ, καὶ σεμιδάλει καὶ σίτῳ ἀπεικαζομένοις, πολυτελεστέρῳ τὸ ζῆν καὶ κοινωτέρῳ κατὰ ἀρετὴν ἐκπορίζουσι, καὶ τοῖς προβατωδῶς καὶ κτηνωδῶς σωτήρια μετιοῦσι· περὶ ὧν καὶ εἴρηται τὸ “ ἀνθρώπους καὶ κτήνη σώσεις Κύριε.” ἵπποις δὲ καὶ τοῖς διὰ τῶν ἵππων ῥαίδοις συντελουμένοις. σημαίνει δὲ τὸ ῥαίδων τὰ ὀχήματα Ῥωμαικῇ λέξει. γλώσσῃ ῥαιδιοὺμ γὰρ οὗτοι τὸ ὄχημά φασι. οὗ ἡ πληθυντικὴ γενικὴ κατὰ συγκοπὴν ῥαίδων γέγονεν. ἵπποις τοίνυν καὶ ῥαίδοις ἀναφέρει τούτους, οἱ τῷ πλατυσμῷ τῶν τοῦ Θεοῦ ἐντολῶν, οἱονεὶ τῷ ἀστενοχωρήτῳ καὶ τῇ λειότητι τοῖς ἀπὸ Θεοῦ ῥοπῆς τῇ ἀνθρωπίνῃ καρδίᾳ ἐντυπουμένοις· δι’ ὧν ἵππων ἡ τῶν ἐντολῶν τοῦ Θεοῦ ὁδὸς ἐξανύεται. διὰ δὲ τὸ προσθεῖναι σώματα καὶ ψυχὰς ἀνθρώπων τὴν ἐνάργειαν παρεχομένου ἐστὶ τοῦ μὴ πρὸς μίαν πόλιν καὶ ταῦτα ἀφορίζεσθαι, ἀλλὰ περὶ τὴν πᾶσαν κτίσιν ἐν τῇ μετασκευάσει τῆς ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν αὐτῆς ἐσομένης.

  12. 55.33

    Ἵππων, ἀντὶ τοῦ ὀχημάτων, ἵπποι εἰς ὀχήματα ἐπιτήδειοι καὶ σωμάτων καὶ ψυχῶν· τουτέστι κέ**οντες εἰς ἀναβάτας πεποιη- μένοι.

  13. 55.34

    Καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας.

  14. 55.35

    Ὀπώραν καὶ τὸν καιρὸν οἶδε καλεῖν ἡ συνήθεια. ἐπεὶ τοίνυν ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν μεταχωρεῖ τὰ ἀνθρώπινα ἀπαραλογίστως, ἄρα o καὶ τὰ πρὸς φθορὰν ἀποκλίνοντα συνεκλείψει ἀφανισθέντα εἰς ἅπαν. τοῦτο δὲ ἐπὶ πόλεως ἔτι ἐν τῷ ἐνεστῶτι ἐνθεωρουμένης συμβῆναι ἀδύνατον. κατὰ μὲν γὰρ τὸ μᾶλλον καὶ ἧττον p, οὐδεὶς ἀντείποι μὴ συμβῆναι, κατὰ δὲ τὸ εἰς ἅπαν, οὔ. ὥστε ἐκ περιουσίας ἀναιρεῖται ὁ πρὸς μίαν πόλιν συμβαίνειν βουλόμενος προκείμενον ἄλογος· ὁ δὲ πρὸς πᾶσαν τὴν κτίσιν ἀφορῶν τὸ κράτος ἀποφέρεται.

  15. 55.36

    Καὶ ψυχὰς ἀνθρώπων.

  16. 55.37

    Καταδουλοῦσά φησι, τοὺς ἐλευθέρους, ἄνθρωποι γὰρ ἀπὸ γενέσεως τῆς κατὰ πρόθεσιν ἁμαρτί[ας] δούλωτοι ὄντες· ποίας γὰρ οἱ μήπω τοῦ πολυμόχθου βίου τούτου μεταλαχόντες; διὸ οὔτε τῶν λιπαρῶν αὐτοῦ οἱονεὶ τῶν ἀπολαυστικῶν αὐτοῦ καὶ ἐνηδόνων μετεσχον. πω, ο μήπω ὢν τῶν ἐνυπαρχόντων ἐν χρήσει γενήσεται; ἐπεὶ οὖν τὸ φθαρτὸν τοῦτο τοῦ νῦν κόσμου εἰς ἀφθαρσίαν μετεσκευάσθη, τίς ἔτι λόγος λείψανά τινα τῆς φθορᾶς ἐνθεωρ[εῖσθαι] τῇ ἀφθαρσίᾳ;

  17. 55.38

    Οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ’ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες, καὶ πενθοῦντες καὶ λέγοντες, Οὐαὶ οὐαὶ ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος. καὶ πᾶς κυβερνήτης, καὶ πᾶς ἐπὶ τῶν πλοίων πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν, καὶ ἔον, βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, λέγοντες, τίς ὁμοία τῇ πόλει τῆ μεγάλη; καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες καὶ λέγοντες, Οὐαὶ οὐαὶ ἡ πόλις ἡ μεγάλη, ἐν ἧ ἐπλούτησαν πάντες οἱ ἔχοντες πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς. ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.

  18. 55.39

    Ἐμπόρους δυνάμεις θείας, ἢ δαίμονας νοητέον, οἳ συνεργοὶ τοῖς οὐρανοῖς, πρὸς ὅπερ ἑκατέρους τὸ καταθύμιον. πόρρωθεν δὲ τούτοις ἑκατέρα ἡ στάσις, φησὶ, διὰ τὸν φόβον. ἀλλ’ Ἄγγελοι μὲν, διὰ τὸ τοῦ κριτοῦ αὐστηρὸν, ὅπερ ἡ τῶν ἁμαρτωλῶν ἀπείθεια προευπόρισεν. ἑωρῶμεν ἐν τοῖς μα**μᾶς τοῦ οἰκοδεσπότου ὀργιζομένου τοῖς κακούργοις τῶν δούλων. καὶ τοὺς εὐ[σχή]μονας καὶ εὐαρέσ[τους] πτοίᾳ συνεχομένους. μακρόθεν δὲ στῆναι τοὺς Ἀγγέλους καὶ δαίμονας· τὸ μηδὲν ὄν]των ὡς ἄνθρωποι φύσιν μὴ χωρῆσαι πρὸς συνδρομὴν ἀνθρώποις πά]ρεσχον γνωμικῇ προσθέσει πρὸς τὸ ἑκατέροις καταθύμιον ἀφορμῆσαι. τὸν φόβον δὲ τοῖς δαίμοσιν ἡ κοινωνία τῶν ἁμαρτωλῶν τῆς τιμωρίας ἐμποιήσει. ἣν ὑποσχεῖν ἡ τοῦ κριτοῦ ἀπόφασις ἐνδίκως καὶ τῷ τῆς τῶν ἁμαρτωλῶν ἐπιστασίας.

  19. 55.40

    Οὐαὶ οὐαὶ ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον.

  20. 55.41

    Ἀπὸ τῶν γνωρίμων τῶν ἐφυστεριζόντων παρέχει τὴν γνῶσιν. ἐπεὶ οὖν ἡ γνώριμος Βαβυλὼν, πολλῷ ἐξυβρίσασα πλούτῳ, ὑπ’ ὄψιν ἄγει τὰ πάθη, διὰ τοῦ ἐπ’ αὐτῇ βασιλείου θρόνου τὸ μέγεθος ὑπογράφων τῆς συμφορᾶς. καὶ οὐ μόνον τῷ πλούτῳ παριστᾷ καὶ τῇ τούτου ἀπωλείᾳ τὸ πένθος, ἀλλὰ καὶ τῷ τάχει τῆς διαφθορᾶς, τὸν ἐξ αἰῶνος πλοῦτον ἡμέρας βραχείας τῷ q διαστήματι ἀπολωλεκυίαν r. ἡ γὰρ τοῦ Κυρίου δευτέρα παρουσία, ὡς ἀστραπῆς ἐπελεύσεται τάχος, τὸν πολύμοχθον ἀφανίζουσα βίον.

  21. 55.42

    Καὶ πᾶς κυβερνήτης, καὶ πᾶς ἐπὶ τῶν πλοίων πλέων.

  22. 55.43

    Θαλάσσῃ τροπικῶς ὁ παρὼν βίος παρεβλήθη, ὡς πολλοῖς καὶ αὐτὸς πράγμασι κυμαινόμενος, ὑπὸ πνεύμασι μάλιστα δαιμονικῆς ἐπηρείας. εἰκότως δὲ καὶ πλοῖα ἐν αὐτῷ ὑπειλήφαμεν 8 τὰς τῶν ἐπισυμβαινόντων πραγμάτων ἐπιφορὰς, αἱς ὡσπερεὶ πλοίοις ἄνθρωποι χρώμενοι, τὸ τῆς ἑαυτῶν ζωῆς διαπλέουσι πέλαγος. κυβερνήτας δὲ, τούτους λογιστέον, τοὺς ἀσφαλῶς τῷ βίῳ χρωμένους. ναύτας δὲ καὶ πλωτῆρας καὶ θαλήττης t ἐργάτας, οὓς καὶ θαλαττίους σοφός τις ἐρεῖ, τοὺς περὶ τὰ τοῦ πολυκύμονος τοῦδε τοῦ κόσμου κεκμηκότας ἀνθρώπους, οἳ πάντες τὸ ἀπαραλόγιστον καὶ πάντως ἐσόμενον τοῦ βίου τούτου τέλος ἐννοηθέντες, καὶ πρὶν ἐπιστῇ, ἐφυλάξαντο u. τοῦτο γὰρ τὸ μακρόθεν ἑστάναι παρέχει νοεῖν. καὶ ὅτι τοῖς ἀτόποις ἐπιτηδεύμασι τῶν ἐνθαλαττευόντων ἀπαραιτήτως v πρὸς τοῦ δικαίου δημιουργοῦ, “ὃς ἔπλασεν ἐπὶ ἔργοις “ ἡμᾶς ἀγαθοῖς, ἡμεῖς δὲ ἐζητήσαμεν λόγους πονηρίας, ᾗ φησιν ὁ Ἐκκλησιάστης Σολομῶν· ἀπαραιτήτως τοιγαροῦν ἐπακολουθήσει ἡ τιμωρία x, ὥσπερ καπνῷ τὸ πῦρ, διὸ καὶ καπνῷ παρείκασε τὴν προσδοκίαν, δηλοῖ ὁ σωτὴρ αὐτὸς, λέγων, “ ὥσπέρ,” φησιν, “ ἡ “ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, “ οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.” πυρὶ δὲ τὸ ἐξεταστικὸν πρὸς ἀκρίβειαν τῶν πεπραγμένων ἀφωμοίωται z. εἰκότως δὲ καὶ καταπληκτικὸν οὗτοι κεκράξονται, καὶ τὰ ἀκόλουθα τῶν θρηνῳδούντων ὑποστήσονται, χοῦν καταχεάμενοι τῶν κεφαλῶν, καὶ εἴτι ἄλλο τοῖς θρηνῳδοῦσιν ἀκόλουθον, ἐκτελοῦντες.

  23. 55.44

    Τίς ὁμοία τῇ πόλει τῆ μεγάλῃ;

  24. 55.45

    Οὐκ ἔστιν ἄλλην πόλιν εὑρεῖν, ὅτι μηδὲ ἄλλον δημιουργὸν, μηδὲ ἄλλον κόσμον. Βαβυλῶνα δὲ ἄλλην, καὶ ἐν Αἰγύπτῳ ἔστιν εὑρεῖν, καὶ ταύτῃ ὁμοίαν ἐν αὐτῇ Αἰγύπτῳ κατὰ τὸ Ἡρακλεωτικὸν Νείλου στόμα Ἀλεξάνδρειαν, καὶ κατ’ Εὐρώπην περὶ τὰ δυτικώτερα καὶ ἀρκτῷα Ῥώμην, καὶ κατὰ τὰ ἀνατολικώτερα τὴν ἐπὶ Βυζαντίῳ τῆς Κωνσταντίνου ἐπώνυμον.

  25. 55.46

    Ἐν ἧ ἐπλούτησαν πάντες.

  26. 55.47

    Ἐντεῦθεν ἀναμφίβολον ὅτι οὐ περὶ πόλεως ὁ λόγος μιᾶς, ἀλλὰ περὶ παντὸς τοῦδε τοῦ φθαρτοῦ συστήματός ἐστι λαβεῖν. οὔτε γὰρ Βαβυλὼν, οὐ Ῥώμη, οὐκ ἄλλη πόλις ἐκ πλοίων πορείας μόνον πλουτεῖ, εἰ μὴ μόνος οὗτος ὁ κόσμος. ἀλληγορικῶς γὰρ πλουτεῖ τὸν τῷ ὄντι πλοῦτον διαψύχων ἀνθρώπων, οἳ καθάπερ διὰ πλοίων ἀμετόχως ἁλμυρᾶς ἐπικλύσεως τὸν κοσμικὸν σάλον διανέοντες, ἀνενδεῆ ταύτην τὴν ῥηθεῖσαν πόλιν τὸν κόσμον a κατεστήσαντο τῆς ἀπὸ τῶν ἐντίμων ἐμπορίας. διὸ καὶ ὡς χωρίον ὑπάρχουσαν, καὶ ἔδαφος σωτηρίας, ἀφ’ οὗ καὶ ἀμοιβὰς εὕροντο τῶν πόνων, θρῆνον συνεκρότησαν θεασάμενοι ἀφανισμῷ παραπεμφθεῖσαν.

  27. 55.48

    Εὐφραίνου ἐπ’ αὐτῇ οὐρανὲ, καὶ οἱ ἅγιοι, καὶ οἱ ἀπόστολοι, καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς. καὶ ᾖρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν, καὶ ἔβαλεν εἰς τὴν θάλασσαν, λέγων, Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι. καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι, καὶ φῶς λύχνου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης, οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι. ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη, καὶ ἐν αὐτῇ αἵματα προφητῶν καὶ ἁγίων εὑρέθη, καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.

  28. 55.49

    Καὶ ἀπὸ τούτου τὸ περὶ τοῦ κόσμου τὸν χρηματισμὸν εἶναι, οὐ περὶ μιᾶς πόλεως βεβαιούμεθα. τὸ δὲ μετὰ τὸν θρῆνον εἰς εὐφροσύνην τραπῆναι b, οὐ τῶν ἐν κόσμῳ τὸ δρᾶμα, ἀλλὰ τῶν οὐρανίων, ὡς ἤδη τοῦ ἐναγωνίου τόπου ἀφανισθέντος, οἳ ἐν τύπῳ c τὸν νικητήριον ἀναδησάμενοι στέφανον, ὅσον ἐν προφήταις, ὅσον ἐν Ἀποστόλοις, ὅσου ἐν ὁσίοις, ἐν ἱεράρχαις, καὶ εἴτι λοιπὸν σύστημα τῶν εὐαρεστησάντων Θεῷ, χαρᾶς ἀλήκτου, τὸ ἀπὸ τοῦδε μετάσχοιεν d, ἀκόπου καὶ ἀπραγματεύτου ζωῆς ἠξιωμένοι, πρὸς τοῦ κατ’ ἀξίαν εἰδότος κρῖναι e, τουτέστι βραβεύειν τῶν πόνων τὰ ἔπαθλα. εἰ δέ τι δεῖ καὶ παραδοξότερον ἐρεῖν, οὐδὲ τοῖς ἀστοχοῦσι διὰ πλημμελείας θείων βραβείων ἀποθύμιος ἡ τοῦ παρόντος κόσμου συντέλεια, λυθέντος χωρίου, ἐν ᾧ ἀνομίαν ἐπ’ ἀνομίᾳ προστιθέναι ἀφρό[νες] ἐδυστύχουν. ἀφ’ οὗ καὶ τῆς τοῦ Θεοῦ δικαιοσύνης διήμαρτον.

  29. 55.50

    Ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρίμα.

  30. 55.51

    Οἱονεὶ ἠκρίβωσε τὸ κατ’ ἀξίαν ἑκάστῳ ἀνταπόδωμα τῶν σωτη- ριων πονων.

  31. 55.52

    Καὶ ἦρεν εἷς Ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν.

  32. 55.53

    Διαφόροις τροπολογίαις ὑποβάλλει τὴν τοῦ φθαρτοῦ κόσμου συντέλειαν. διὸ πρὸς ταῖς εἰρημέναις καὶ ταύτην συνεπιφέρει f, μύλῳ g ἀπεικάζων αὐτὸν καταδύνοντι ὁρμήματι εἰς ὑγρὰν οὐσίαν. οὕτω δέ φησι τὸν τοιοῦτον καταδύνειν ἀθρόον, ὡς μηκέτι λείψανον αὐτοῦ ἐνορᾶσθαι· καὶ τὸν αὐτὸν τρόπον, καὶ τοῦτον εἰς παντελῆ ἀδηλίαν χωρῆσαι. καὶ ἵνα τοῦτο ἐκδηλότερον ᾖ, προστίθησι καὶ τὰ ἐν αὐτῷ ἐξ αἰῶνος ἐμπολιτευθέντα τρυφῆς παραίτια καὶ ἀσωτίας ὄχλον ἀναιρεθίζοντα.

  33. 55.54

    Ὅτι οἱ ἔμποροί σου.

  34. 55.55

    Ἐμπόρους τοὺς συγκροτοῦντας τὸ ἐπὶ γῆς τοῦτο ἐλεεινὸν λέγει πανηγύριον, διὸ καὶ μεγιστᾶνας φησίν. οὐ γὰρ πενήτων τὸ ἁβροδίαιτον, οὐδεμιᾶς ἐξουσίας τὸ διαφόροις γοητείαις ὥσπερ Φαρμάκοις πάντα τὰ ἔθνη φαρμάσσειν, ἣ δυναστείαις καταδουλουμένους h, ἣ τυραννικῇ βίᾳ ἀφανιζομένους i, ἀφ’ ἧς καὶ αἵματα τῶν ἀνακειμένων Θεῷ χειμάρρου δίκην ἐχέθη, ὑπὸ μὲν k Ἰουδαίων, προφητῶν, ὑπὸ δὲ Ἑλλήνων, τῶν ἁγίων μαρτύρων ἀπὸ Ἄβελ καὶ μέχρι συντελείας τοῦ κόσμου.

  35. 56.1

    Περὶ τῆς τῶν ἁγίων ὑμνῳδίας, κοὶ τοῦ τριπλοῦ Ἀλληλούϊα, ὅπερ ἔψαλλον ἐπὶ τῆ καθαιρέσει Βαβυλῶνος.

  36. 56.2

    Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων, Ἀλληλούϊα· ἡ σωτηρία, καὶ ἡ τιμὴ, καὶ ἡ δύναμις, καὶ ἡ δόξα τῷ Θεῷ ἡμῶν, ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ, ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην, ἥτις διέφθειρε τὴν γῆν τὴν μεγάλην, ἥτις διέφθειρε τὴν γῆν ἐν πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς. καὶ δεύτερον εἴρηκεν, Ἀλληλούϊα, καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ ἔπεσον οἱ πρεσβύτεροι οἱ εἰκοσιτέσσαρες καὶ τὰ τέσσαρα ζωὰ, καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, λέγοντες, Ἀμὴν, Ἀλληλούϊα.

  37. 56.3

    Ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ.

  38. 56.4

    Ἀμύθητα γὰρ τὰ τάγματα τῶν ἁγίων Ἀγγέλων ἐστί· διὸ καί τις τῶν πατέρων τὰ ςθ πρόβατα σωζόμενα τοὺς Ἀγγέλους εἶναι, τὸ δὲ ἓν τοὺς ἀνθρώπους. ἀλλὰ καὶ Δανιὴλ χιλίας χιλιάδας καὶ μυριάδας τῶν λειτουργούντων εἰσάγει Θεῷ· ὡς φωνὴ γὰρ, ἀλλ’ οὐ φωνήν. οὐ γὰρ αὐτόχρημα φωνὴ, ἀλλ’ ὡς φωνή. τίς γὰρ ἃν καὶ εἴη φωνὴ, ὧν φωνῆς ὄργανα οὐ δηλοῦται. καλῶς οὖν ὡς φωνὴν εἴρηκεν, ὁμοιωματικῷ χρησάμενος μορίῳ.

  39. 56.5

    Ἀλληλούϊα σημαίνει τὸ ὑμνήσατε, αἰνέσατε τὸν Θεόν. ἄξιος γὰρ ὕμνου μὲν, ὡς προαγωγεὺς εἰς τὸ ὂν τῶν μὴ ὄντων· αἴνου δὲ, ὡς σωτηριωδῶς τῶν * ρηγμένων ὑποστήσαντος. εὐχαριστήριον τοίνυν m ᾄδουσιν ᾠδὴν ἐπὶ τῇ δικαιοκρισίᾳ n τοῦ Θεοῦ, ὅτι ἀσπροσωπολήπτως ὑπεξῆλθε τῇ πόρνῃ τῇ μεγάλῃ. λέγει δὲ τοὺς ἐν τῷ κόσμῳ τούτῳ. ο τὸ γὰρ τὸν κόσμον νοεῖν μόνην τὴν ὁρωμένην κτίσιν, ἥλιον λέγω καὶ ἄστρα καὶ τὰ τούτοις ἑξῆς οὐ κατὰ σκοποῦ βάλλοντός ἐστι· οἶδεν γὰρ ἡ γραφὴ καὶ διῃρημένως χρῆσθαι τῷ τοῦ κόσμου ὀνό[ματι] ὡς ὅταν λέγῃ, “τοῦ Κυρίου ἡ γῆ καὶ τὸ “πλήρωμα αύτῆς.” ἐπεὶ οὑν καὶ τὸ πλήρωμα εἰς κόσμον λελόγισται καὶ μάλιστα τοῦτο τῇ πλημμελείᾳ, καὶ ἡ ἄψυχος οὐ δία * * νει μαστιζομέν * οὕτως ὁ αἶνος ἐπὶ * δικία ἐπιτελεῖ· ἥτις συνέστη ἐπὶ * * νῇ οὐ τῇ ἀναισθή[τῳ], οὐ γὰρ ἃν ἥλιος ἣ ἄστρα νεύσει ἢ ἀὴρ ἢ γῆ τὸ πλήρωμα· καὶ ὅτι τοῦτο ἐχέγγυος ὅλως πι[στώσασθαι] τὴν διὰ τῆς πόρνης ἤτοι συστήματος καὶ τῇ γῆ· * * νον γενέσθαι τῆς διαφθορᾶς καὶ ἀνυπάρ ξεως] ἐν τῷ ἐκδικῆσαι διαθεῖναι τὸ αἷμα ἑ * * ρὸς αὐτῆς· πεπερασμένως εἰσήγαγε ἐμπολιτευόμενον καλεῖν πόρνην, ἀλλὰ τὸν αἰσθητὸν κόσμον καὶ ἄψυχον.

  40. 56.6

    p Ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην.

  41. 56.7

    Εἰ περὶ μιᾶς πόλεως ὁ λόγος, πῶς μία πόλις ἐξήρκεσε διαφ * * τὴν γῆν ἅπασαν;

  42. 56.8

    Καὶ δεύτερον εἴρηκεν Ἀλληλούϊα.

  43. 56.9

    Ἐπὶ τῷ πρώτῳ καὶ δεύτερον ἀλληλούϊα, καὶ ἐπὶ τούτῳ καὶ τρίτον. καὶ ἔμ κατωτέρῳ καὶ τρισσῇ τῇ τοῦ Ἀλληλούϊα ἀναφωνήσει, τὴν τρισυπόστατον ἀνυμνεῖσθαι τριάδα ὑπ’ αὐτῶν θεωρήσεις r. τίνες δὲ οἱ πρεσβύτεροι καὶ τὰ τέσσαρα ζῷα, προτεθεώρηται. καπνὸς δὲ ἀνέβη s, ἡ ἀποκειμένη τῆς τιμωρίας ἐλπὶς ἐξ αἰῶνος ἀποκρεμαμένη τοῖς ἀξίως τῶν ἑαυτῶν πονηρῶν ἔργων ληψομένοις τὴν ἀμοιβήν t.

  44. 56.10

    u Ἐν μέσῳ δὲ τὸ Ἀλλελούϊα διέκοψε τὸν εἱρμὸν τοῦ λόγου· ἐπεί τοιγε ἡ ἀκολουθία τῆς συντάξεως τοῦ λόγου αὕτη τυγχάνει, καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς, καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. εἴρηται δὲ καὶ τίς ὁ καπνὸς, ὅτι ἡ ἀπαράβατος πρὸ τοῦ ἀπ’ αἰῶνος καὶ εἰς ἀῶνα ἀτελευτήτου πυρός· οὗ ἐκ παραλλήλου καὶ ἡ τοῦ Ἀλληλούϊα δοξολογία ἀτελεύτητος τῷ ἀμὴν ἐπισφραγιζομένη, ὃ τὸ ἀληθὲς εἰς Ελλάδα γλῶσσαν μεταφερόμενον ἐμφανίζει, ἣ τὸ πρὸς τέλος ἀφῖχθαι, ᾔτουν γενέσεως ἤδη δεδράχθαι· καὶ τί γὰρ ἄλλο τῆς φθορᾶς εἰς ἀφθαρσίαν ἔσται μετεγγισθείσης;

  45. 56.11

    v Καὶ ἔπεσον οἱ Πρεσβύτεροι.

  46. 56.12

    Πρεσβύτεροι τῶν νοερῶν καὶ θείων δυνάμεων σύμβολον. τὰ δ ζῷα τὰ ἐκ τεσσάρων στοιχείων σωματικὴν ὕπαρξιν εἰληχότων, καὶ πρὸς ἀγγελικὴν κατάστασιν μεταταξαμένων.

  47. 56.13

    “ x Τὰ Σεραφεὶμ γάρ’ ὡς Ἡσαΐας φησιν, “ τὸν ὑψηλὸν ἐπηρ- “ μένον Κύριον καθῆσθαι.” εἰ δὲ μὴ ἀπ’ αὐτοῦ τοῦ θρόνου τίς ἐθέλοι τὸν αἶνον προιέναι, τὸ τὰ Σεραφεὶμ τὸν θρόνον κυκλοῦν, οὐχ ἧττον καὶ οὗτος ἀπὸ τῶν Σεραφεὶμ ὁ αἶνος, ἐ[πεὶ] καὶ τοῦτο ὁ αὐτὸς Ἡσαΐας ἐξέφηνεν, ἐν τῷ τὸν θρόνον εἰπεῖν τὸ Σεραφεὶμ καὶ τὸ τρισάγιον Δ y κραυγὴν διάλληλον ἀναφωνεῖν εἰρηκὼς· τοῖς δούλοις δὲ πρὸς τῶν Σεραφεὶμ ἀνατίθεται ὁ αἷνος καὶ τοῖς Φοβουμένοις. οὐχ ὅτι ταῦτα οὐ δοῦλοι οἱ ἐκ προστάγματος τὸ εἶναι λαβόντες, ὡς Δαβίδ φησιν, “ὅτι αὑτὸς εἶπεν καὶ ἐγενήθησαν,” καὶ “ὅτι τὰ σύμπαντα δοῦλα σά, ἀλλὰ τὰ Σεραφεὶμ ἀΰλον κτίσιν συμπληροῦντα τῇ ἐνύλῳ ταύτῃ κελεύειν ἐκ προκοπῆς τὸ εἰς δουλεί[αν τε]τυχηκότας. διὸ ὁ προκαταρκτικὸς φόβῳ ἐστοιχειῶσε καὶ τὸ μικροὶ καὶ μεγάλοι ἀπολαχεῖν κατὰ μέτρον τῆς περιφόβου φιλοπονίας.

  48. 56.14

    Καὶ φωνὴ ἐκ τοῦ θρόνου ἐξῆλθε λέγουσα, Αἰνεῖτε τὸν Θεὸν ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ, καὶ οἱ Φοβού- μένοι αὐτὸν οἱ μικροὶ καὶ οἱ μεγάλοι. καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ, καὶ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λέγοντας Ἀλληλούϊα, ὅτι ἐβασίλευσε Κύριος ὁ Θεὸς ἡμῶν ὁ παντοκράτωρ.

  49. 56.15

    Θρόνος τοῦ Θεοῦ τὰ Σεραφίμ y. εἰ οὖν ἀπὸ τούτου ἡ φωνὴ, ἄρα καὶ ἀπὸ τῶν Σεραφίμ. ἢ εἰ καὶ μὴ τὸν θρόνον τις ἐθέλοι νοεῖν τὰ Σεραφὶμ, ἀλλὰ καὶ οὕτως z ἀπὸ τῶν Σεραφὶμ ὁ αἶνος. μετὰ τὸ τρισσὸν δὲ Ἀλληλούϊα, καὶ πάλιν Ἁλληλούϊα, ὡς καὶ παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ τὰ Σεραφεὶμ καὶ τρὶς εἰπόντα “ὁ “ ἅγιος,” εἰς μίαν συνέκλεισαν κυριότητα τὴν τρισσὴν ὁμολόγησαν σημαίνοντα· οἷα μὲν ταῖς ἰδιότησι, ᾔτουν ὑποστάσεσι ἢ] προσώποις, ἓν δὲ οὐσίᾳ· οὕτω κἀνταῦθα τρὶς τὸ Ἀλληλούϊα φθεγξάμεναι αἱ οὐρανίαι δυνάμεις, καθεκάστην τῶν τριῶν ὑποστάσεων τὸ σέβας ἀνατεθηκθῖαι, νῦν ἓν τῇ ἁγίᾳ τριάδι τὸ Ἀλληλουΐα προσᾴδουσι, παραδηλοῦσαι ὅτι ἐν μοναδικῇ οὐσίᾳ καὶ θεότητι ἡ ἁγία καὶ πανύμνητος ὑπάρχει τριάς.

  50. 56.16

    Καὶ ὡς φωνὴν ὑδάτων πολλῶν.

  51. 56.17

    Tὴν φωνὴν ταύτην, πολλοῦ ὄχλου ὑδάτων καταρρήξει καὶ βροντῶν ἰσχυρᾷ ἀπεικάζει διηχήσει, τὸ διαπρύσιον τοῦ ὕμνου τῶν οὐρανίων καὶ ἀναρίθμων παραδηλῶν δυνάμεων.

  52. 56.18

    b Ὁ Θεὸς ἡμῶν ὁ παντοκράτωρ.

  53. 56.19

    “Παντοκράτωρ·” πάντως καὶ πρὸ αἰώνων ἔχων τὸ κράτος, ὁ ποιητὴς ἁπάντων· τι οὖν βούλεται ἡ νῦν ὑμνολογία; νεαρὸν τὸ κράτος τὸ κατὰ πάντων ἐμφαίνουσα τὸ ἀνυπέρβλητον τῆς περὶ ἡμᾶς γνωμικῆς οἰκειώσεως τοῦ ὑπερπλήρους τῇ ἀγαθότητι· ὅτι τὰ ἡμέτερα ἅπαντα οἰκειώσατο· διὸ καὶ ὡς ὁ θεῖος Παῦλός φησι, τὸ “ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου,” ἰδιοποιήσασθαι οὐκ ἀπηξίωσε κρεμασθεὶς ἐπὶ ξύλου σταύρου· οὕτως καὶ τὸ τῶν ἐθνῶν ἀνυπότακτον οἰκειούμενος ἕως ὁ πολυσχιδὴς οὗτος συνίσταται κόσμος δοκεῖ τὸ πρὸς τὸν Πατέρα φέρειν ἀνυπότακτον· ἐπειδὰν δὲ τὸ διάφορον τοῦ νῦν κυκεῶνος συντελεσθὲν τὸ θεῖον θέλημα σω- τηρι * ἐκλάμψῃ, κατὰ τὴν ἀποκειμένην τοῦ Κυρίου παρουσίαν δευτέραν· τότε ἅτε διὰ πάσης τῆς ἀνθρωπίνης φύσεως ἐνεργῆ τὴν ἐπιφοίτησιν τοῦ θείου δεξαμένης θελήματος, καὶ τοῦ δοκοῦντος δι’ ἐμὲ ἀνυποτάκτου τῷ Υἱῷ ἐν ὑποπτώσει τῷ Πατρὶ νομισθείη· διὸ καὶ ἡ χαρὰ καὶ τὸ ἀγαλλίαμα ταῖς ὑπερκοσμίοις συσταίη δυνάμεσιν· αἳ καὶ εἰ ἐπὶ ἑνὶ ἁμαρτωλοῦ χαίρουσι σωτηρίᾳ, πόσῳ μᾶλλον ἐπὶ παγκοσμίῳ δικαιοδοσίᾳ; καὶ ἵνα παραστήσῃ τὸ τῆς πρὸς τοὺς σωζομένους ἀνακράσεως τοῦ Θεοῦ, γάμῳ παραβάλλει, καθὸ καὶ εἴρηται, “καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. τὸν γάμον δὲ τῷ ἀρνίῳ ἀφορίζει, καθότι καὶ αὐτὸς ὑπὲρ ἡμῶν ὡς ἀμνὸς ἤχθη εἰς θάνατον. διὸ καὶ τοῖς υἱοῖς Ἰσραὴλ τοῖς ἀπ’ Αἰγύπτου πρὸς τὴν ἐπηγγελμένην διάβασιν γῆς ὑπόμνησιν κατὰ τὴν ἡμέραν τοῦ Πάσχα, ἀρνίου θυσίαν προσέταξεν· ἐκεῖνο ὑπογράφων ὡς καὶ αὐτὸς κατὰ τὸ Πάσχα τὸ τυπικὸν σφαγιασθεὶς τὴν ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν ἡμῶν ὑποβάλλεται μετάβασιν.

  54. 57.1

    Περὶ τοῦ μυστικοῦ γόμου, καὶ τοῦ δείπνου τοῦ ὀρνίου.

  55. 57.2

    Χαίρωμεν καὶ ἀγαλλιώμεθα, καὶ δῶμεν τὴν δόξαν αὐτῶ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτὴν, καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καὶ καθαρόν· τὸ γὰρ βύσσινον, τὰ δικαιώματα τῶν ἁγίων ἐστί. καὶ λέγει μοι, γράψον, μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. νοι. καὶ λέγει μοι, οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ Θεοῦ εἰσι. καὶ ἔπεσον ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ, προσκυνῆσαι αὐτῷ· καὶ λέγει μοι, ὅρα μὴ, σύνδουλός σου εἰμὶ, καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ Θεῷ προσκύνησον. ἡ γὰρ μαρτυρία τοῦ Υἱοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.

  56. 57.3

    Καὶ δῶμεν τὴν δόξιν αὐτῷ.

  57. 57.4

    Ὑποταγεντων αὐτῷ πάντων τῳ καὶ πρὸ τῆς σωτηριου πᾶσιν ἐνανθρωπήσεως καὶ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὡς Υἱὸς καὶ συνδημιουργὸς τῷ Πατρὶ καὶ τῷ Πνεύματι, καὶ μετὰ τὴν ἐνανθρώπησιν ὁμοίως πάντων βασιλεύοντος. οὐδὲ γὰρ ἐκ τῆς ἐνανθρωπήσεως ἠλαττώθη τι τῆς κατὰ πάντων ἀρχῆς. ἀλλ’ ἐπεὶ κατὰ τὸν θεῖον Ἀπόστολον πάντα παρὰ τὸν Κύριον οἰκειωσάμενον, ἵνα καὶ πάντων ἀποτίσας τὸ ὄφλημα ἡμῖν βραβεύσῃ τὸ εἰς ἀνεύθυνον· ὅτε καὶ τὸ διὰ τὴν παρακοὴν ἐπιτίμιον ἀργὸν χρηματίσει. τοῦτο δὲ οὐχ ὁ θάνατος; διὸ καὶ Παῦλος ἔσχατόν φησιν ἐχθρὸν καταργεῖσθαι τὸν θάνατον, εἰκότως αἱ δυνάμεις τὸ ἐβασίλευσεν ὁ Θεὸς ἡμῶν ᾄδουσιν· ὡς τότε τοῦ θανάτου καταργηθέντος φθορᾶς οἰχομένης τοῦ κόσμου, τὴν βασιλείαν τὴν ἐπὶ πᾶσιν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ Κύριος Ἰησοῦς Χριστὸς καὶ Θεὸς, βασιλείαν ἀνενδοίαστον κληρονομεῖ· τῶν μὲν ἐν τῇ κολάσει, τῶν δὲ κατὰ πρόσωπον πεμφθέντων τιμῇ καὶ δόξῃ· οὐ δι’ ἐσόπτρου καὶ αἰνίγματος, ἀλλ’ αὐτόχρημα καὶ ἀληθές.

  58. 57.5

    Ὁ ἐν τῷ παρόντι πνευματικὸς γάμος τοῦ Κυρίου ἐπὶ τῇ πρὸς τὴν Ἐκκλησίαν μνηστείᾳ ἐστὶ, καὶ οὗτω d τέλειος γάμος. καὶ τοῦτο αἰνίττεται ὁ θεῖος e ἀπόστολος Κορινθίοις γράφων, “ ἡρμοσά- “ μὴν γὰρ ἡμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆναι τῷ Χριστῷ.’ ἔτι οὖν κατὰ τὸν] παρόντα μνηστείας πρᾶγμα, καὶ σύμβολον τῆς μνηστείας, * τοῦ ἡρμόσθαι α * τοῦ Πνεύματος ὃ Πνεῦμα δ * * θᾶ ὅταν μετὰ Χ * * ἐκ]κλησία. ὥσπερ μετὰ τῆς γυναῖκος σῶμα, οὕτως καὶ ὁ Χριστὸς μετὰ τῆς Ἐκκλησίας ἓν γέννηται Πνεῦμα, ὃ καὶ γάμος τέλειος, “ ἡνίκα ᾖ τὰ πάντα ἐν πᾶσι. ἐντεῦθεν καὶ ὁ αὐτὸς ἅγιος Ἀπόστολος τὸ τοῦ γάμου μυστήριον μ * * εἶναι καὶ εἰς Χριστὸν ἀναφέρεσθαι καὶ τὴν Ἐκκλησίαν· διὸ καὶ οἱ Ἄγγελοι ὑμνοῦντες, “ἦλθεν” φασὶν “ γάμος τοῦ ἀρνίου. τοῦτο γὰρ ἡ νῦν μνηστεῖα τῆς ἀποστολικῆς ἁρμόσεως πρὸ * άζεται, ὡς τοῦ γάμου κατὰ τὸ Εὐαγγέλιον, πῆ μὲν εἰς βασιλέως υἱὸν γάμῳ ἐκδίδομεν * *, πῆ δὲ εἰς παρθένων Φωτοφορίαν πρὸς παστάδα ἐπειγομένων τὴν ἀποκειμένην τοῖς ἀξίοις ἀποκατάστασιν.

  59. 57.6

    Καὶ ἡ γυνὴ αὐτοῦ.

  60. 57.7

    Γυναῖκα τὴν Ἐκκλησίαν ἀλληγορίας τρόπῳ καλεῖ, διὸ καὶ γάμος εἰσάγεται υἱοῦ, καὶ παρθένοι λαμπαδοφόροι f, ὧν αἱ μὲν διαρκεῖ χρησάμεναι τῷ ἐλαίῳ, τῆς εἰς τὸν νυμφῶνα g εἰσόδου ἠξίωνται, αἱ δὲ σπάνῃ h τούτου λειφθεῖσαι, θυραυλεῖν κατεκρίθησαν, ὥσπερ ἀμέλει καὶ ὁ μὴ γάμου ἔνδυμα ἠμφιεσμένος, ἔκπτωτος τῆς γαμικῆς ἀπεφάνθη τραπέζης· i μετάγε τῶν ἑαυτοὺς ἀναξίους ἀποφηνάντων ταῖς ἀσχολίαις τῶν βιωτικῶν μεριμνῶν περισπωμένους. ἀνθ’ ὣν οἱ ἄπο τῶν φραγμῶν καὶ τριόδων συνέστιοι τῳ οειπνοποιῳ ὤφθησαν οὐδὲν ἐλλιπόντες τὸ τοῖς φραγμοῖς παρεστάναι οἱονεὶ τοῖς ἀποτετειχισμένοις τοῖς πολλοῖς εἰς ἄβατον μυστήριον θ * * ὥσπερ οἱ ἀπὸ πρωίας ἀργοὶ μηδενὸς κεκληκότος· κληθέντες γὰρ ἑκάτερος οὐχ * * ρησαν· τὸ δ’ αὐτὸ καὶ οἱ παρόδιοι. δεδόσθαι δέ φησι τῇ γυναικὶ, τουτέστι, τῇ Ἐκκλησίᾳ, τὸ βύσσινον ἐνδύσασθαι, οἱονεὶ τὸ λαμπρόν. τοιοῦτον γὰρ καὶ ἡ βύσσος, φλοιὸν δένδρου Ἰνδικοῦ, εἰς λίνον κατειργασμένη. τοῦ λαμπροῦ τοίνυν διὰ τοῦ βυσσίνου δηλωθέντος, ὃ καὶ αὐτὸ ἡ προκειμένη Ἀποκάλυψις παριστῇ, τὸ λαμπρὸν εἰποῦσα καὶ καθαρὸν, τί ἃν ἄλλο ἐννοηθείη, ἢ αἱ ἀρεταί· αἷς τὸ λαμπρὸν καὶ λεπτὸν, τοῖς διανοήμασιν ἐξυφαίνεται τῶν θείων δικαιωμάτων; k δείπνῳ δὲ ἡ τῶν σωζομένων ἑορτὴ καὶ εὐφροσύνη παραβάλλεται παναρμονίῳ καὶ βασιλείᾳ οὐρανίῳ καὶ παραδείσῳ καὶ κόλποις Ἀβαὰμ καὶ νυμφῶνι καὶ γάμῳ· πολλῶν γὰρ ὄντων τῶν τοῦ μέλλοντος αἰῶνος ἀγαθῶν, πολυώνυμος τούτων προφέρεται μετοχή· δείπνῳ, διὰ τὸ ὑπερβάλλον τῆς εὐωχίας· βασιλείᾳ δὲ οὐρανῶν, διὰ τὸ ἔνδοξον αὐτῆς καὶ τίμιον· παραδείσῳ δὲ, διὰ τὸ ἀνελλιπὲς τῶν ἀγαθῶν ἁπάντων· κόλπῳ δὲ τοῦ Ἀβραὰμ, διὰ τὴν ἐκεῖ τῶν κεκμηκότων ἀνάπαυσιν. νυμφὼν δὲ καὶ γάμος οὐ μόνον διὰ τὴν ἄληκτον εὐφροσύνην, ἀλλὰ καὶ διὰ τὸ εἰλικρινὲς τῆς τοῦ Θεοῦ πρὸς ἀνθρώπους άγάπης καὶ ἀνόθου.

  61. 57.8

    l Βθσσίνῳ παρεικάσθη τὰ τῶν ἁγίων δικαιώματα, διὰ τὸ ἰσχνὸν αὐτῶν καὶ λαμπρόν. λαμπρὸν μὲν, διὰ τὸ τῆς ζωῆς αὐτῶν ἄληπτον καὶ πολιτείας· ἰσχνὸν δὲ, διὰ τὸ τῶν Θεοῦ δογμάτων λεπτὸν καὶ διηκριβωμένον τοῖς νοήμασι.

  62. 57.9

    Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι.

  63. 57.10

    Καὶ δήγε καὶ μετὰ τὴν κλῆσιν m ἀπιόντες, ὡς δεῖ. πολλοὺς γὰρ ἴσμεν ἐν τῷ εὐαγγελίῳ κεκλημένους, ο παραιτησαμένους δὲ, ὡς καὶ πρὸ μικροῦ παρεθέμεθα, τὸ πνευματικὸν συμπόσιον· ἢ καὶ ἀπιόντας μὲν, ἔξω δὲ βαλλομένους, ὡς μὴ ἔχοντας ἔνδυμα γάμου· ἀλλὰ καὶ ὁ θεῖος Ἀπόστολος πολλοὺς εἴρηκε τοὺς κλητοὺς, ὀλίγους δὲ τοὺς ἐκλεκτούς. οὐ γὰρ ἡ πρὸς τὴν κλῆσιν ὁρμὴ ἐξαρκεῖ P, ἂν μὴ καὶ μεταχείρησις εὔδρομος ᾖ τῇ προθέσει· διὸ καὶ τοὺς τῆς κλήσεως λόγους τὸ ἀληθὲς ἐξ ἐμπράκτου φησι κεκτῆσθαι σπουδῆς. “ Οὗτοι οἱ λόγοι ἀληθινοί.”

  64. 57.11

    Μῆ προσκύνει με.

  65. 57.12

    Φησὶν ὁ Ἄγγελος, ὡς τὰ μέλλοντα προλέγοντα. οὐ γὰρ ἐμὸν τοῦτο τῆς προφητείας τὸ γνωρίσματ’, ἀλλὰ τῆς διὰ τὸν Χριστὸν ὁμολογίας τῶν συνδούλων μου. αὕτη γάρ ἐστι χορηγὸς τοῦ προφητικοῦ πνεύματος. s καὶ ἑτέρως δὲ νοητέον ὅτι διὰ τοῦτο ἡ προφητεία, ἵνα βεβαιω[θῇ] ἡ Χριστοῦ μαρτυρία, καὶ ἡ πίστις ἡ τοῦ Χριστοῦ ὑπὸ τῶν ἁγίων διαμαρτύρηται. διὸ μὴ τῷ συνδούλῳ προσκ]ύνει, ἀλλὰ τῷ πάντων ἔχοντι τὸ κράτος. καὶ ἐκ τούτων δὲ τὸ ταπεινὸν φρόνημα ἁγίων Ἀγγέλων μανθάνομεν, πῶς οὐ σφετερίζονται τὴν θείαν δόξαν κατὰ τοὺς ἁ * * ἃς δαίμονας, ἀλλὰ καὶ ταύτην τῷ δεσπότῃ προσφέρουσι· καὶ οὐκ ἐκ τούτου μόνου τῶν Ἀγγέλων ἐστὶν ἰδεῖν τοῦ φρονήματος μέτριον, ἀλλὰ καὶ ἀφ’ ὧν Ιούδας ὁ Ἀπόστολος τῇ Ἐπιστολῇ αὐτοῦ διέξεισι τὸν Ἀρχάγγελον Μιχαὴλ ἐπὶ τοῦ Μωϋσέως σώματος σωφρονολογοῦντα· κατάρατοι καὶ θεοστυγεῖς Ἕλληνες ἀκούοντες ὡς ἐστὶ δόγμα πη ἡμῖν θὲς * * ν ἁγίους Ἀγγέλους ἐπόπτας ἑκάστῳ ἀνθρώπων ἔθνει τε. τάχθαι πρὸς τοῦ Θεοῦ· καὶ Δανιὴλ πάλιν * * ν εἰσάγει ἄρχοντα βα] σιλείας Περσῶν ἐξεν]αντίας αὐτοῦ ἑ στηκό] τὰ καὶ ἐπιστρέφον[τα] πο]λεμῆσαι μετὰ ἄρχο]ντος Περσῶν καὶ * ν τῶν Ἑλλήνων. πα] λιν “ οὐκ ἔστιν, ἀν[τέχο]μενός μου ὑπὲρ τού]του εἰ “ μὴ Μιχαὴλ ἄρχων ὑμῶν. καὶ ἐν τῷ * ᾦ ἐκείνῳ “ ἀναστή[σεται] “ Μιχαὴλ ὁ ἄρχων ὁ μέ]γας ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ.” ἀλλὰ καὶ ἐκκλησι * Ἀγγέλων προστατούν[τω]ν, ὡς ἔφθημεν, διὰ τῆς παρούσης Ἀποκαλύψεως συνετισθέντες· οἷς καὶ ὁ θεῖος συνεὶς τὸν λόγον Γρηγόριος ἐν τῷ Συντακτηρίῳ λόγῳ αὐτοῦ t, “χαίρετε φάσκων, “ Ἄγγελοι τῆς δὲ τῆς ἐκκλησίας. πείθομαι γὰρ ἄλλον “ ἄλλης προστατεῖν ἐκκλησίας, καθὼς ἡ Ἰωάννου με διδάσκει “ Ἀποκάλυψις.” ἀλλὰ καὶ τοῦ καθέκαστα ἀνθρώπου φρουροῦ * οσόντος Ἀγγέλου· διὸ καὶ τὸ “ παρεμβαλεῖ Ἄγγελος Κυρίου “ καὶ ῥύσεται αὐτούς.” καὶ δήγε καὶ Παύλου, “ οὐχὶ πάντες “εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ “τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν ” ἐκ τούτων πάντων παραθηγόμενοι, φασὶ πρὸς ἡμᾶς δογματίζοντες, ὡς μάτην ἡμῖν μαχίμως διαφέρεσθε τοὺς ἐθνάρχας θεοὺς παρεισάγουσιν. οὓς γὰρ ὑμεῖς Ἀγγέλους φατὲ, θεοὺς ἡμεῖς ὀνομάζομεν, οὐδὲ περὶ τὸ ὄνομα διαφερόμενοι, ἐπεὶ καὶ αὐτοὶ θεοὺς ὀνομάζετε, ὡς ὅταν εἰσάγητε Θεὸν ἐν συναγωγῇ θεῶν ἱστάμενόν τε καὶ διακρίνοντα, ἀλλὰ καὶ τοὺς κριτὰς θεοὺς ὀνομάζετε, ὡς ὅταν φάτε, “ θεοὺς οὐ κακολογή- “ σεις.” πρὸς οὓς λεκτέον· ὦ κατάρατοι, ἡμεῖς θεοὺς καὶ λέγομεν, ἐξ ἀρετῶν ὁρμαθοῦ τὸ θεῖον εὐτυχηκότας φαμὲν, οὐ τοὺς ἐπ’ ἔργων αἰσχρότητι διαβοήτους· ὡς Ἡρακλῆς ἐπὶ πορνείᾳ τῶν Θεστίον θυγατέρων καὶ ἐπὶ ἀδηφαγίᾳ, ἀφ’ οὗ καὶ Βουθύνας ἐλέχθη. καὶ Διόνυσος ἐπὶ γυναικικῇ ἐκλύσει, καὶ τὰ γυναικῶν ὑπὸ Κορύβου παθαινόμενος· ἐθνῶν δὲ προστασίαν, οὐ προσαγωγὴν θειότητος, ὡς Νῶε, ὡς Ἀβραὰμ, ὡς Μωϋσῆς, ὡς Ἰακὼβ, ὑπὸ Ἀγγέλων θείων μυούμενοι, ἀλλ’ ὡς ὑπὸ Ἄρεως τὰ φονικὰ τῶν ἐθνῶν καὶ ὑπὸ Ἀφροδίτης τὰ πορνικώτατα, ὡς οἱ Σαρακηνοί· οὔκουν ὅμοιά γε τὰ Ελλήνων Χριστιανοῖς.

  66. 57.13

    Η γὰρ μαρτυρία τοῦ Υἱοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.

  67. 57.14

    Ἀντὶ τῆς ἀμοιβῆς τῆς διὰ Χριστὸν μαρτυρίας, τὸ προφητικόν ἐστι χάρισμα, ὥστε καὶ έμοὶ u φησὶν ὁ Ἄγγελος· τὸ προφητεύειν γὰρ διὰ τοὺς συνδούλους μου τοὺς μάρτυρας παρεσχέθη.

  68. 58.1

    Πῶς τὸν χριστὸν ὁ εὐαγγελιστὴς ἔφιππον μετὰ δυνάμεων ἀγγελικῶν ἐθεάσατο σὺν φόβῳ.

  69. 58.2

    Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκὸς, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν, πιστὸς καὶ ἀληθινὸς, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ· οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ, ὡς φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλὰ, ἔχων ὄνομα γεγραμμένον, ὃ οὐδεὶς οἶδεν, εἰ μὴ αὐτός. καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον ἐν αἵματι. καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, ὁ Λόγος τοῦ Θεοῦ. καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν, καθαρόν.

  70. 58.3

    Τὸ ἠνεῷχθαι τὸν οὐρανὸν, δηλοῖ τὴν τοῦ ἐλπιζομένου κριτοῦ παρουσίαν ν ἐφεστηκέναι, ὥσπερ καὶ ἐνταῦθα ἐν τοῖς δικαστηρίοις παραπετασμάτων συνολκὴ τὴν τῶν ὑπευθύνων κρίσιν καὶ ἀπόφασιν ἐσχεδιάσθαι. ὁρᾷ δὲ αὐτὸν ἔποχον ἵππῳ λευκῷ, στρατηγικῶς ἐνεσκευασμένον, ὃν καὶ πιστόν φησι καὶ ἀληθινὸν, καὶ κρίνειν ἐν δικαιοσύνῃ x καὶ πολεμεῖν. ἵππῳ y μὲν διὰ τὸ τάχος τῆς épeleqysevw, λευκῷ z δὲ, διὰ τὸ φαιδρὸν καὶ ἀνεπισκίαστον τῶν κριμάτων ὑπ’ οὐδεμιᾷ δεδουλωμένον a προσωποληψίᾳ. ὥσπερ καὶ διὰ τοῦ προφήτου βοᾷ “ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται.” πιστὸς δὲ καὶ ἀληθινὸς ὁ ἀναβάτης, περὶ οὗ καὶ Παῦλος φησὶ, “ πιστὸς μένει, ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. ὦστε ὁ αὐτὸς ἀληθινὸς κατὰ τοῦ αὐτοῦ εἴληπται· δύο προσηγοριῶν καθενομοσθεισῶν c πράγματος. τούτοις δὲ ὁ ἐποχούμενος ὁ κρίνων δικαίως, περὶ οὗ καὶ εἴρηται “τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου “ τῷ υἱῷ τοῦ βασιλέως· ὅς ἐστι τὸ * * κα Χριστὸς υἱὸς Σολομῶντος· εἰς ὃν καὶ ὁ ψαλμὸς ἀναφέρεται. καὶ κρίνων δικαίως ὅτι καὶ τοῦ[το τέ]τακται τῷ ψαλμῷ, “ κρινεῖ” φάσκων “ τὸ λαόν “ σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχοὺς σώσει.’’ λαὸν τὸν ἀδιακρίτως ἀγαθοῦ καὶ φαύλου συμπεφορημένον ὄχλον, ᾧ καὶ διακρί[νειν δί]καιον ἀπονέμεται. ἐν κρίματι δὲ τοὺς πτωχοὺς, οἱονεὶ τοὺς σπανίζοντας. ἀγαθὸς ἐν κρίσει ἀντὶ τοῦ ἐν κατακρίσει.

  71. 58.4

    d Καὶ ἐν δικαιοσύνῃ κρινεῖ.

  72. 58.5

    ἔ γὰρ ἡ κρίσις ἀδίκως προβήσεται, οὐχ ὅπως κατὰ τυραννικὴν βίαν, ἀλλὰ καὶ κρίνει λελογισμένως, καὶ πολεμεῖ νοητοὺς καὶ αἰσθητοὺς * ὑπὲρ τῶν αὐτοῦ δούλων, ὡς δῆλον ἀπὸ τοῦ λέγοντος. “ περίζωσαι τὴν ῥομφαίαν σου εἰς μηρόν σου δυν[ατὲ τῇ] “ ὡραιότητι σου καὶ τῷ κάλ]λει σου, καὶ ἔντε[ινον καὶ] κατευ- “ ὀδοῦ καὶ β[ασιλεύ]ε ἕνεκεν ἀλη[θείας]. εἶτα προστιθεὶς, [“ τὰ “ βέ]λη σου ἡκονη[μένα] μένα] δυνατέ· λαοὶ [ὑποκά]τω σου πεσοῦν- “ τᾶι. οὕ]τω μὲν οὖν τῆ δι]καιοσύνῃ κρίνειν καὶ πολεμεῖν.

  73. 58.6

    Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ.

  74. 58.7

    Οὐχ ὅτι τοιοῦτος τῷ εἴδει περιγέγραπται, Θεὸς ὁ τὸν οὐρανὸν πληρῶν, καὶ μηδενὶ τόπῳ περιοριζόμενος, καὶ δή γε πρὸς τούτοις καὶ διαφόροις εἴδεσι τοῖς θείοις ὀπτανόμενος προφήταις, ἀλλ’ ὅτι δεῖ συγκαταβαίνειν τῇ ἀσθενείᾳ τῆς ἀνθρωπίνης κατανοήσεως. ἀφ’ οὗ καὶ δῆλον, ὡς οὐ σωματικοῖς χαρακτῆρσι διαστέλλεται ὁ Θεὸς, τοῖς δὲ καιροῖς καὶ τοῖς πράγμασιν ἀφομοιούμενος τυγχάνει e, ὥσπερ καὶ νῦν ἐπεὶ κρίσεως καιρὸς καὶ τῶν ἑκάστῳ βεβιωμένων ἡ κατ’ ἀξίαν ἀπόδοσις παρέστι f, τοὺς ὀφθαλμοὺς αὐτοῦ φλογὶ ἀπεικᾶσθαι ὁρῶμεν πυρὸς, ἐχούσῃ πρὸς τὸ Φωτιστικὸν g καὶ καυστικόν. φωτιστικὸν μὲν, Ἀγγέλοις καὶ δικαίοις, καυστικὸν δὲ, δαίμοσι καὶ ἁμαρτωλοῖς. τοῦτο δὲ καὶ Δαβίδ φησι, ἐν οἷς τὴν τοῦ Κυρίου φωνὴν, ᾔτουν τὸ πρόσταγμα, διακόπτειν φλόγα πυρὸς· τὰς ἐνεργείας λέγων τοῦ πυρὸς πρὸς τὸ * * ῶδες ὑποβάλλεσθαι.

  75. 58.8

    Καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά.

  76. 58.9

    Τὰ πολλὰ διαδήματα ἣ τῆς κατὰ ἐξουσίας ἐστὶ γνώρισμα, οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. οὐρανίων μὲν, τῶν ἀγγελικῶν ταγμάτων i* περ ὅσα ὁ Δανιὴλ παριστᾷ τὸ ἀπειροπληθὲς αὐτῶν διὰ τοῦ χίλιαι χιλιάδες καὶ μυριάδες τῶν ἐν ἀριθμοῖς ἀκροτήτων ὑποφήνας, ὁπηνίκα καὶ αὐτὸς κριτήριον καθίζ[ει] παγκοσμίου κρίσεως καὶ τελευταίας, καὶ βίβλους ἀνοιγομένας, τὴν τῶν ἑκάστῳ βεβιωμένων ἀνεπίληστον διάγνωσιν· ἐπιγείων δὲ, τῶν ἐν ἁγίοις συστημάτων καὶ τῶν ἐν βασιλεῦσι σκήπτρων· καταχθονίων δὲ, ἐπεὶ καὶ νεκρῶν ὥσπερ καὶ ζώντων κυριεύει κατὰ πάντων τὰ νικητήρια ἀποφερόμενος k.

  77. 58.10

    Ὁ οὐδεὶς οἶδεν, εἰ μὴ αὐτός.

  78. 58.11

    Τὸ ἄγνωστον τοῦ ὀνόματος, τὸ τῆς οὐσίας αὐτοῦ ἀκατάληπτον σημαίνει. ταῖς γὰρ οἰκονομίαις ὣν πολυώνυμος, ὡς ἀγαθὸς, ὡς ποιμὴν, ὡς ἥλιος, ὡς φῶς, ὡς ζωὴ, ὡς ἁγιασμὸς, ὡς ἀπολύτρωσις καὶ ταῖς ἀποφάσεσιν ὁμοίως, ὡς ἄφθαρτος, ἀόρατος, ἀναλλοίωτος, ἡ οὐσία ἀνώνυμος, αὐτῷ μόνῳ γνωστὴ, οὐ πρὸς Ἀβραὰμ, οὐ πρὸς Ἰσαὰκ, οὐ πρὸς Ἰακὼβ, οὐ πρὸς Μωϋσέως, οὐ πρὸς Ἰησοῦν τοῦ Ναυὶ, οὐ Μανώε· διὸ καὶ φησι, “ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς ὡς κρεῖττον ὂν ἀκοῇ ἀνθρώπου Χ**Θῆναι. διὸ καὶ τοῖς αὐτοῦ Ἁποστόλοις βαπτίζειν προστάσσων τὰ ἔθνη, εἰς σχετικὰ βαίνειν προσέταξεν, οὐ φυσικά· σχέσεως γὰρ ὀνόματα τὸ Υἱὸς καὶ Πατὴρ, οὐ φύσεως σημαντικὸν, καὶ οὔ τινι ἑτέρῳ.

  79. 58.12

    Ἱμάτιον βεβαμμένον ἐν αἵματι.

  80. 58.13

    Ἱμάτιον τοῦ Λόγου, ἡ ἄχραντος σὰρξ, ἡ βαφεῖσα ἐν τῷ τιμίῳ αὐτοῦ αἵματι. ἔφερεν γὰρ κἀν τῇ ὀπτασίᾳ σύμβολα τοῦ πάθους· ὡς κἀν τοῦ Ἡσαΐου δραματουργίᾳ. διὸ καὶ ὁ πυνθανόμενος αὐτοῦ, “ τι σου ἐρυθρὰ τὰ ἱμάτια ἐκζητεῖ. ἀλλ’ εἰκός ἐστι τινα ἀπαπορῆσαι, πῶς ὁ πρὸ μικροῦ ἀνώνυμος χρηματίσας, καὶ πᾶσιν ἄγνωστος κατὰ τὸ ὄνομα, νῦν ἐνταῦθα Λόγος ὀνομάζεται. ἣ οὖν πρὸς ἔνδειξιν τῆς υἱϊκῆς ὑποστάσεως καὶ τῆς ἐμπαθοῦς ἐκ πατρὸς γενήσεως ἐκληπτέον τοῦτο, καθάπερ ὁ ἡμέτερος λόγος ἐκ τοῦ νοῦ πρόεισιν, ἢ τῷ πάντων τοὺς λόγους ἐν ἑαυτῷ φέρειν, ἢ τὸ ἐξαγγελεὺς εἶναι τῆς πατρικῆς σοφίας τε καὶ δυνάμεως καὶ ἐξουσίας.

  81. 58.14

    Καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει ἀυτῶ.

  82. 58.15

    Ἀρχιστράτηγος ὢν τῶν οὐρανίων δυνάμεων, ὡς αὐτὸς Ἰησοῦ τῷ του Ναυῆ m ἐχρημάτισεν, εἰκότως ὀπαδοὺς κάτα τὴν στρατηγίαν συμπληροῦντας τὰ τάγματα ἔσχηκε, τὰ νῦν μάλιστα ἐπὶ πόλεμον τῶν ἀσεβῶν ὁρμώμενα n. ταῦτα δὲ ἀνθρωπίνως διεσκεύασται ἐν τῆ Ἀποκαλύψει, ὅτι μηδὲ ἄλλως ἦν δηλωθῆναι ταῦτα, θεῖά τε ὄντα καὶ τῇ ἐνούσῃ αὐτοῖς φύσει δηλωθῆναι ἀνθρώποις ἀνέφικτα· ἐκ τούτου γὰρ ἡ γνῶσις τοῖς ὁμοίοις ἐγγίνεται. ἱππόται δὲ καὶ ἵπποις ἔποχοι λευκοῖς παρίστανται, τῶν ἵππων μὲν τὸ ὀξὺ τῆς ἐπελεύσεως αἰνισσομένων, του δὲ λευκοῦ του ἐν τοῖς ἵπποις τὸ τοιούτοις ἐναγλαίζεσθαι τὰ οὐράνια ο τάγματα, ὅσοις τῆς συρφετοῦ; τῶν ἐπὶ γῆς μελανίας τὸ ἄχραντον ἐπανθεῖ. καὶ δή γε καὶ αὐτοὶ οἱ ἀναβάται λευκὴν ἀμπεχόμενοι τὴν ἀπὸ βύσσου στολὴν ἐπιδείκνυνται. τι γὰρ τῇ οὐρανίῳ καὶ θείᾳ φατρίᾳ τῶν ἐνύλων τε καὶ γηΐνων ἐνθεωρηθείη ἂν ἁρμοδιώτερον p; q ἀνθρωπίνως δὲ ἔφθημεν ταῦτα νῦν ἐνεσκεύασθαι, λέγω δὲ τὸν πόλεμον τῶν * * καὶ οὐρανίων ταγμάτων ὑπὸ ἀρχιστρατήγῳ τῷ Κυρίῳ καὶ Θεῷ Ἰησοῦ Χριστῷ συγκροτούμενον καὶ πρὸς πόλεμον· ἀλλ’ οὐ r πολέμου πρὸς ἰσοπαλεῖς ἐνισταμένου καὶ ἰσομάχους· τίς ἂν ἐνάμιλλος ὀφθείη ὧ πάντα δοῦλα; τῇ παρουσίᾳ τῇ μετ’ ὀργῆς οὐδὲν ἱκανὸν ὑποστῆναι τῶν γενητῶν. διὰ ταῦτα μὲν οὖν ὁ πόλεμος ὑπελήφθη δεδραματουργεῖσθαι. ἴσως εἰς ἔνδειξιν τοῦ μὴ αὐτομάτως καὶ τυχηρῶς, ἀλλὰ κε**μένως καὶ ὑπὸ θείᾳ **νίᾳ τοῦδε τοῦ παν** ἐξαγομένου.

  83. 58.16

    Καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία δίστομος ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ. καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντοκράτορος. καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον, βασιλεὺς βασιλέων, καὶ Κύριος κυρίων.

  84. 58.17

    Ἐκ τοῦ στόματος ἡ ῥομφαία διᾴττουσα s, τὸ διὰ προστάγματος θείου δηλοῖ τοῖς ἀσεβέσι καὶ ἁμαρτωλοῖς ἐπαχθῆναι τὴν κόλασιν. ἀμφίστομον δὲ τὴν ῥομφαίαν διὰ τὸ ἑκατέρωθεν ὀργῆς καὶ ἐλέου χωρεῖν τὰς ἀπὸ τοῦ θείου τῶν καταφρονητῶν τιμωρίας. ὀξεῖαν δὲ, διὰ τὸ ἀμελητὶ τὸ δραστήριον ἐπιφέρειν. s ὁ μὲν οὖν προφήτης τῷ μηρῷ δίδωσι τὴν ῥομφαίαν περιεζῶσθαι, τουτέστι τῷ ἀνθρωπίνῳ τοῦ Κυρίου Ἰησοῦ Χριστῷ καὶ Θεῷ· αὐτὸς γὰρ καὶ αἰτεῖ καὶ λαμβάνει. οὐχ ὁ συνα**ος τῷ Θεῷ καὶ Πατρὶ καὶ πάντα ὅσα τοῦ Πατρὸς ἀνυποστόλως ὄντα καὶ τοῦ Υἱοῦ. λαμβάνει δὲ διὰ τῆς [σιδ] ἦράς ῥάβδου, ἤτοι ὅτι τῇ τοῦ Κυρίου ἐνανθρωπήσει καὶ Ῥωμαίοις ἡ τοῦ παντὸς κόσμου περι**νε κυριότης διὸ καὶ τὰ δημόσια τέλη πᾶσιν ἀνθρώποις ὡς ὑπεξουσίοις προσενεμήθη. ἐπεὶ ἐπὶ τῇ τοῦ διὰ σαρκὸς ἐπιδημίᾳ τοῦ Κυρίου καὶ τῇ σιδηρᾷ ῥάβδῳ ἡ τοῦ παντὸς ἐξουσία ὑπῆρξεν, ἀσκόπως αὐτὸς εἴρηται διὰ τῆς ῥάβδου πατάξαι τὰ ἔθνη· ποιμαίνει δὲ καὶ δι’ αὐτῆς, εἴγε Κωνσταντίνου τοῦ Ῥωμαίων βασιλέως σχεδὸν ἐκλιπούσης τῆς κατὰ Χριστὸν πίστεως, πεπερασμένως εἰς πᾶν ἔθνος διεδόθη ὥσπερ ἀναβιοῦσα ἡ κατ’ αὐτὸν πίστις. ὅτι δὲ ὁ μηρὸς ἀνθρωπίνης γενέσεως φέρει τὴν γνῶσιν, ὡς προϋποθέμεθα, τὸ “ οὐκ “ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, “ ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται·” καὶ περὶ μὲν τῆς ἐν τῷ διστ]όμῳ ῥομφαίᾳ τοσαῦτα, οὐκ ἀκαίρως οἶμαι οὐδὲ περιττῶς. περὶ δὲ τοῦ ποιμανεῖν ἐν τῇ ῥάβδῳ τῇ σιδηρᾷ, οὕτω δοκῶ μοι· ὡς ἐν μὲν τῇ ῥομφαίᾳ πατάξαι, ὡς ἤδη εἴρηται τὰ ἐθνικῶς ἐπανῃρημένα, ἐν δὲ τῇ ῥάβδῳ ποιμανεῖ τούτους οὑς ἐν τάξει θρεμμάτων εὗρε ποιμαινομένους, ἐπὶ τόπον χλοῆς κατασκηνῶν καὶ ἐπὶ ὕδατος ἐκτρέφων ἀναπαύσεως, ἅτινα οἱ κατηξιωμένοι τῆς ἐκεῖσε μακαριότητος αἴσθεσθε.

  85. 58.18

    Ἐν ῥάβδῳ σιδηρᾷ.

  86. 58.19

    t Ὅτε μὲν ποιμαντικῆς χρεία καὶ πα**ντικῆς ῥάβδου πρὸς τὸ ποιμάναι τὰ ἔθνη, ῥάβδος εὐθύτητος, ἐφ’ ὕδωρ ἀναπαύσεως καὶ ἐπὶ *ην ἐκτρέφειν ἔχουσαν δίδοται· τὸ καὶ τὰ θρέμματα εὐπειθείᾳ κοσμεῖσθαι τῇ τοῦ ποίμενος **εσθαι πεφυκότα προνοίᾳ· ὅτε δὲ πρὸς ἀπείθειαν ἀποκλίνει θρασύτητι δαιμόνων οἰστρηλατούμενα, εἰς σιδηρᾶν μεταποιεῖται ῥάβδον, φέρουσαν τῇ ἀταξίᾳ τῶν ὑπο- κειμένων τὸ καταξίαν **αστικόν. όπερ τῷ ἐσχάτῳ καιρῷ τοῦτο ὅτε καὶ τὰ τῆς ἐπιστροφῆς εἰς περισσὸν ἀποπέμπεται, καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ. ἣ σιδηρᾶ ῥάβδος οὐ ποιμαντικὴ, ἀλλὰ θραῦσιν ἔχουσα τῶν πηλίνων τὸν βίον καὶ πρὸς συντριβὴν ἑτοίμων. τί οὖν ἐνταῦθα τὸ ποιμαντικὸν αὐτὴ δέδοται ; οὐκ ἀσκόπως οἶμαι, ἀλλ’ ὅτι τὸ ποιμαίνειν καὶ θηρίοις προσπολεμεῖν περιγίνεται. καὶ διὰ τοῦτο καὶ σιδηρᾶς ῥάβδου χρεία, τοῖς ἀνθισταμένοις ἀξίως τὸν ὄλεθρον ἐπιφερούσης. “ πατεῖ δὲ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τίς ἕτερος, ἀλλ’ ἣ ὁ Χριστός u; αὐτὸς γὰρ διὰ τῆς κρίσεως καὶ ἀνταποδόσεως τῶν πονηρῶν x τὸ πατρικὸν ἐκπληροῖ θέλημα. “ οὐδὲ “ γὰρ ὁ Πατὴρ κρίνει oὐδένα,” κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου φωνὴν, “ ἀλλὰ τὴν κρίσιν ἅπασαν δέδωκε τῷ Υἱῷ.’’ καί τινος χάριν; ἅτε τοῦ Υἱοῦ τῇ ἐνανθρωπήσει ἁπάσης ὡδευκότος τῆς ἀνθρωπίνης ἀσθενείας καὶ πρὸς τὰ χείρω εὐμεταβόλου εἰς τὴν * * * ἐκφέρει τὴν τιμωρίαν. εἰ γὰρ ἐνάμιλλον τῇ παροράσει, τίς ὑποστήσεται ; ἦε καὶ τοῦτο φιλανθρωπίας καὶ συμπαθείας ἐσχάτης, τὸ μὴ κατὰ τὰς ἀνομίας ἡμῶν ποιῆσαι ἡμῖν, μηδὲ κατὰ τὰς ἀδικίας ἡμῶν ἀνταποδοῦναι ἡμῖν.

  87. 58.20

    Καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ.

  88. 58.21

    Τὸ ἱμάτιον, τὴν σάρκα αἰνίττεσθαι βούλεται, ὥσπερ καὶ διὰ Ἡσαΐου, ὅτε λέγει, “ διατὶ σου ἐρυθρὰ τὰ ἱμάτια ;” διὰ δὲ τοῦ μηροῦ, τὴν φύσιν τῆς σηκὸς, ὡς ἀληθῶς ἀνθρωπίνης οὔσης αὐτῆς καὶ οὐ κατὰ φαντασίαν. εἰς γὰρ παράστασιν τούτου λαμβάνεται παρὰ τῇ γραφῇ ὁ μηρός. δηλοῦν οὖν διὰ τούτου τῷ λόγῳ σκοπὸς, ὅτι ὁ καθ’ ὑπόστασιν ἑνωθεὶς Θεὸς y Λόγος ἀνθρώπων φύσει, καὶ σαρκικὴν ὑπομείνας γένησιν ἐκ τῆς ἁγίας παρθένου, οὐδὲν ἧττον παντοκράτωρ ὡς οὐρανίων ἄρχων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ αὐτῷ τῷ διὰ σαρκὸς χρηματίσαντι δέδοται βασιλεύειν βάσι, λέων καὶ κυριεύειν κυρίων· βασιλέων τῶν βασιλευσάντων κατὰ z παθῶν, κυρίων τῶν τὸ κῦρος καὶ· τὸ κράτος ἐχόντων κατὰ τῆς ἁμαρτίας τῇ τοῦ αὐτοῦ Χριστοῦ συναντιλήψει. μεθ᾿ οὗ καὶ συμβασιλεύσουσιν αἰωνίως κατὰ τὸ μέλλον καὶ ἀδιαδόχως.

  89. 58.22

    Καὶ εἶδον ἕνα Ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξε φωνῇ μεγάλῃ, λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι, δεῦτε συνάχθητε εἰς τὸν δεῖπνον τὸν μέγαν τοῦ Θεοῦ, ἵνα φάγητε σάρκας βασιλέων, καὶ σάρκας χιλιάρχων, καὶ σάρκας ἰσχυρῶν, καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ’ αὐτῶν, καὶ σάρκας πάντων τῶν ἐλευθέρων τε καὶ δούλων, καὶ μικρῶν καὶ μεγάλων. καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς, καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μέτα του στρατεύματος αὐτοῦ.

  90. 58.23

    Ὅπερ ἔφθημεν εἰρηκότες, ὅτι τὰ θεῖα ἄυλα ὄντα καὶ νῷ μόνῳ ληπτὰ, ἐξ οὑ καὶ οὐχ οἱα άγνωσθηναι κα**γειαν τοῖς μὴ προεφωδευμένοις τισὶ πρὸς τὴν μάθησιν ποδηγοῦσιν· ἐκ τοῦ ὁμοίου γὰρ καὶ προεγνωσμένου τὸ ἀγνοούμενον πέφυκε θηρᾶσθαι· ἀκολούθως καὶ νῦν οὕτω πρόεισι τὰ προκείμενα τὴν ἐναλλαγὴν τῶν φθαρτῶν καὶ μεταποίησιν πρὸς ἀφθαρσίαν καὶ τὴν πρὸς ἀξίαν ἑκάστῳ ἀπονέμησιν τῶν ἔργων, ὑπὸ στρατηγικαῖς διατυπῶν ἐξοπλίσεσι καὶ ἑτοιμασίαις. διὸ καὶ Ἄγγελον ἑστῶτα προάγει ἐν τῷ ἡλίῳ, Ἄγγελον θεῖον κέλευσμα ἐμφανέστατα διοικούμενον, καὶ ὡς ἐν φωτὶ τὰ σωτήρια διαδηλοῦντα καὶ ἐξαγγέλλοντα. καὶ ἐπειδὴ τὰ θεῖα διατιθέμενα κεχρημάτισται b, ὡς καὶ Ἀμὼς Ἡσαΐας φησι, “ διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς,” οὐδεμίᾳ ὑπο**ζόμενα αἰτίας ε**ω κεχρῆσθαι σχήμ** [ὑ]ποτίθησιν c, ὅτι μηδὲ τηλαυγέστερον ἄλλο τῶν ὁρατῶν εἶχεν ἐρεῖν ὁ θεῖον κέλευσμα εἰς Ἄγγελον διατυπώσας, καὶ στρατοκήρυκος αὐτῷ ἐγχειρίζει ἐνέργειαν, δραστικωτέρᾳ προόδῳ πραγμάτων χρώμενος. τοῦτο γὰρ βούλεται παριστᾷν, ἡ μετὰ κραυγῆς μεγάλη φωνή. τὰς δὲ ἐν μεσουρανήματι, οἱονεὶ τὰς τῶν ἁγίων λέγει ψυχὰς, αἱ τῶν χαμαιζήλων ἀπαναστάσα κατὰ Παῦλον τὸν μέγαν, εἰς ἀπάντησιν τοῦ Κυρίου χωροῦσιν εἰς ἀέρα. καὶ Ἡσαΐας ὁ προφήτης, “ τινες “ οἵδε, φησιν, ὡς [ἀγέ]λαι πέτωνται, καὶ ὡς οἱ ἀετῶν.” πάντ* οὐδὲν νεοσσὸς ἀ* διαλλάσσει ὀρνέου, συγκαλεῖσθαι δὲ ὡς ἐπὶ δεῖπνον εὐφρόσυνον τῆς κατὰ τῶν ἀσεβῶν ἀσυγκροτήτου.

  91. 58.24

    Δεῦτε συνάχθητε εἰς τὸν δεῖπνον.

  92. 58.25

    Δεῖπνον, ἀλλ’ οὐ πόλεμον λέγει τὴν μετὰ τῶν ἁμαρτωλῶν τῶν δικαίων ἀντεξέτασιν. ἐπεὶ καὶ οὕτως ἔχει. τίς γὰρ τῷ ἰσχυρῷ ἱκανὸς ἀντιφέρεσθαι; εἰ δ’ ἄρα καὶ πόλεμος εἴρηται, πρὸς τὴν τῶν ἁμαρτωλῶν ὁρμὴν εἰρῆσθαι φαμὲν, οὐ πρὸς αὐτὸ τὸ ἔργον. δεῖπνον δὲ ὅλως εἴρηται, τὸ προηγούμενον θέλημα τοῦ Θεοῦ, ὃ καὶ εὐδοκία λέγεται, καὶ δεῖπνον τριπόθητον, τὸ πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. d τὸ μὲν οὖν προηγούμενον τοῦτο· μετὰ τοῦτο δὲ τὸ τοὺς ἐπίσπαστον ἑαυτοῖς πεποιηκόσι τὸ κολασθῆναι δι’ ἔργων ἀκαθα** σπουδὴν καὶ τὸ τυχεῖν τῆς κατ’ ἀξίαν σπουδῆς. ὅτι δὲ τὸ πατρικὸν θέλημα βρῶσιν οἶδεν καλεῖν, δῆλον ἀφ’ ὧν ὁ αὑτὸς “ ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ “ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. τοῦτο νῦν ἐνταῦθα δεῖπνον ὀνομάζεται Θεοῦ, τὸ τυγχάνειν ἕκαστον τῶν ἀνθρώπων ὧν ἐπεθύμησε τιμῆς ἀξίων ἤτι*ας. φαγεῖν δὲ σάρκας τοὺς κεκλημένους βασιλέων. σάρκας, τουτέστιν εὐφρανθῆναι τοὺς δαιτυ- μόνας] ἐπὶ τῷ ἀφανισμῷ καὶ τῇ κενοσπουδίᾳ τῆς αὐτῶν ἐν τῷ παρόντι βίῳ ἐξουσίας· ὡσαύτως καὶ χιλιάρ [χων], οἱ ἥττονες βασιλέων ηὐμοίρησαν εὐδαιμονίας. καὶ ἰσχυρῶν σάρκας καὶ ἵππων καὶ ἐπόχων καὶ ὀχ** καὶ ἐλευθέρων καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων. σάρκας τὴν ἐν τῷ βίῳ τούτῳ τυχηρὰν ὑπόστασιν **κων, μεθ’ ἧς καὶ τὸν τῆς ζωῆς αὐτῶν διήνυσαν δίαυλον. αἵτινες σπονδαὶ ἀφανισμῷ προυχω* τῇ παραθέσει καὶ ἀντεξετάσει τῇ πρὸς τοὺς ἀπὸ τοῦ μεσουρανήματος πρὸς τὴν εὐωχίαν ἐκλή[θησαν]. διὸ καὶ εἴρηται τὸ “ ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται,” οἱονεὶ τὰ περὶ ἃ θυμήρως ἐσχήκασι σπουδάσματα εἰς ἀνυπαρξίαν ἀποτελευτῆσαι. “ ὁ γὰρ εἰς τὸ πνεῦμα σπείρων, φησι, “ εὑρήσει ζωήν.” “ ὁ δὲ εἰς καταφθοράν.” ἵππους δὲ καὶ ἀναβάτας καὶ ἐλευθέρους καὶ δούλους καὶ μικροὺς καὶ μεγάλους. ἵππους μὲν [θηλυ]μανεἰς, ἣ τοὺς ὑποβεβηκότας ἐν πονηροῖς, ἣ καὶ ἀμφότερα. ἀναβάτας δὲ τοὺς ἐκ κακι**χοντας ἀποκαλῶν, ὃ καὶ προβὰς διεσάφησεν εἰπὼν, διὰ μὲν ἐλευθέρων καὶ μεγάλων τοὺς ἐξουσιαστικῶς ἁμαρτάνοντας· διὰ δὲ τῶν δούλων καὶ μικρῶν τοὺς ἧττον πλημμελοῦντας ἣ κατα**μην ἣ καθ’ ἡλικίαν, ἢ δι’ ἀσθένειαν.

  93. 58.26

    Ἵνα φάγητε σάρκας βασιλέων.

  94. 58.27

    Βρῶσιν καλεῖ τὴν ἐπὶ τῇ πρὸς ἀξίαν τῶν βεβιωμένων αντέκτισιν, ὃ καὶ χαναὰμ οἶδεν ἐμποιεῖν τοῖς μὴ συναπαχθεῖσι. τὸ δὲ σάρκας βασιλέων καὶ χιλιάρχων, καὶ ἰσχυρῶν, καὶ ἵππων, καὶ ἀναβατῶν, ἐκεῖνα λέγει τροπικῶς τὰ περὶ ἃ ἐμπαθῶς ἐσχήκασι, σπουδῇ πάσῃ, ταῦτα μόνα οἰόμενοι τῆς ἀνθρωπίνης ζωῆς ὑπόστασιν, ἃ καὶ ἀφανισμῷ παραπεμφθείη τῇ τοῦ ἀφθάρτου βίου εὐωχικῇ ἐπιδημίᾳ.

  95. 58.28

    ΑΛΛΩΣ ἐκ τῶν τοῦ Ἀνδρέου. Διὰ τῆς βρώσεως τῶν σαρκῶν σημαίνεται ὁ τῶν σαρκικῶν πάντων ἀφανισμὸς, καὶ ἡ τῶν ἀρχικῶν ἐπὶ γῆς ὀνομάτων ἔκλειψις. ἵππων δὲ μέμνηται οὐχ ὡς αὐτῶν ἀναστησομένων, ἀλλὰ διὰ μὲν τούτων ἢ τοὺς ὑποβεβηκότας ἐν πονηρίᾳ, ἢ καὶ ἀμφότερα· διὰ δὲ τῶν ἐπιβατῶν, τοὺς ἐν κακίᾳ προύχοντας αἰνιττόμενος. ὃ καὶ παρακατιὼν ἐσαφήνησεν εἰπὼν, ἐλευθέρων τε καὶ δούλων, μεγάλων καὶ μικρῶν· διὰ μὲν τῶν ἐλευθέρων καὶ μεγάλων, τοὺς μᾶλλον ἐξουσιαστικῶς ἁμαρτάνοντας, διὰ δὲ τῶν δούλων καὶ μικρῶν, τοὺς ἧττον πλημμελοῦντας, ἣ κατὰ γνώμην, ἣ κατὰ ἡλικίαν, ἣ κατὰ ἀσθένειαν.

  96. 58.29

    Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς, καὶ τὰ στρατεύματα αὐτῶν, καὶ τὰ ἑξῆς.

  97. 58.30

    Επὶ μὲν τῆς κατὰ τὸν διάβολον καὶ τὸν Ἀντίχριστον e symboylografqiaw καὶ τοῦς f κατ’ αὐτοῦ πολέμους τῷ g διαβόλῳ στρατευομένους h, πληθυντικῶς εἰσάγει, βασιλέων κατάλογον διεξιὼν καὶ τῶν ὑπ’ αὐτῶν στρατευμάτων, διὰ τὸ πολυσχιδὲς τῆς ἁμαρτίας καὶ πολύγνωμον. καίτοι πόσον τοῦτο πρὸς τὴν ἀγγελιώτιδα πληθὺν καὶ τῶν ἰσαγγέλως πολιτευομένων ἐξεταζόμενον ἀνθρώπων. ἐπὶ δὲ τῆς μετὰ Χριστοῦ, ὃν ἔποχον ἵππῳ προσαγορεύει, ἑνικῶς μέμνηται τοῦ ἑπομένου αὐτῷ πλήθους, στράτευμα φήσας, ἐφ’ ἵππον μὲν διὰ τὸ βασίλειον καὶ τὸ τῆς ἐπελεύσεως τάχος. ἑνιαίῳ δὲ προφορᾷ τῶν ὀπαδῶν μετὰ τοῦ στρατεύματος *ῶν λέξας. διὰ τὸ μοναδικὸν τοῦ θελήματος αὐτοῦ καὶ τῆς γνώμης τῆς πρὸς τὸν Θεὸν λόγον, καὶ τῆς πρὸς αὐτὸν εὐαρεστήσεως τε καὶ κατορθώσεως.

  98. 59.1

    Περ τοῦ Ἀντιχρίστου, κοὶ τῶν σὺν αὐτῷ βαλλομένων εἰς γέενναν.

  99. 59.2

    Καὶ ἐπιάσθη τὸ θηρίον καὶ ὁ μετ’ αὐτοῦ Ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ, ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην ἐν θείῳ. καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῆ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ. καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σάρκων ἀυτῶν.

  100. 59.3

    Τῆς πολεμικῆς παρασκευῆς ἐξαγγελθείσης ἐν μετεώρῳ τῇ συμβολῇ τὸ πέρας ἐπηνέχθη τοῦ πολέμου· δι’ ὧν φησιν, καὶ “ ἐπιάσθη τὸ θηρίον· τοῦτο δὲ οὐκ ἀσκόπως ποιεῖ, ἀλλὰ τῷ συντετμημένῳ χρώμενος λόγῳ.

← Previous · Next → — showing 10011100 of 1,254

First Thousand Years of Greek. CTS URN tlg4102.tlgX02.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.