Ancient Texts

← Library

Commentarius In Apocalypsin

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,254 sections

  1. toc.1

    α. Προοίμιον Ἀποκαλύψεως, καὶ ὅτι δι’ Ἀγγέλου αὐτῷ διδοται.

  2. toc.2

    β. Ὀπτασία ἐν ᾗ τὸν Ἰησοῦν ἐθεάσατο ἐν μέσῳ λυχνιῶν ἑπτά b.

  3. toc.3

    γ. Τὰ γεγραμμένα πρὸς τὸν τῆς Ἐφεσίων ἐκκλησίας Ἄγγελον.

  4. toc.4

    δ. Τὰ δηλωθέντα τῷ c ἐν τῇ Σμυρναίων ἐκκλησίᾳ Ἀγγέλῳ.

  5. toc.5

    ε. Τὰ σημανθέντα τῷ c τῆς Περγαμηνῶν ἐκκλησίας Ἀγγέλῳ.

  6. toc.6

    ς. Τὰ γεγραμμένα τῶ̣ τῆς Θυατείρων d ἐκκλησίας Ἀγγέλῳ.

  7. toc.7

    ζ. Τὰ ἀπεσταλμένα τυ] Ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας e.

  8. toc.8

    η. Τὰ γραφέντα πρὸς τὸν τῆς Φιλαδελφέων ἐκκλησίας Ἄγγελον.

  9. toc.9

    θ. Τὰ δηλωθέντα πρὸς τὸν τῆς Λαοδικέων ἐκκλησίας Ἄγγελον.

  10. toc.10

    ι. Περὶ τῆς ὁραθείσης αὐτῷ θύρας ἐν τῷ οὐρανῷ, καὶ τοῦ θρόνου, κα τῶν κδ. πρεσβυτέρων, καὶ τῶν ἑξῆς δειχθέντων.

  11. toc.11

    ία. Περὶ τῆς βίβλου τῆς ἐσφραγισμένης σφραγίσιν ἑπτὰ, τῆς ἐν τῇ χειρὶ τοῦ Θεοῦ, ἣν οὐδεὶς ἀνοίξαι δύναται τῆς κτιστῆς φύσεως.

  12. toc.12

    ιβ. Περὶ τοῦ ἀρνίου τοῦ τὰ ἑπτὰ κέρατα ἔχοντος, ὅπως τὴν ἀνέῳξεν.

  13. toc.13

    ιγ. Λύσις τῆς πρώτης σφραγῖδοσ f τὴν ἀποστολικὴν διδαχὴν σημαίνουσα.

  14. toc.14

    ἰδ. Λύσις τῆς δευτέρας σφραγῖδος, δηλοῦσα τὸν g τῶν ἀπίστων κατὰ τῶν πιστῶν πόλεμον.

  15. toc.15

    ιε. Λύσις τῆς τρίτης σφραγῖδος, δηλοῦσα τῶν μὴ πεπιστευχότων Χριστῷ τὴν ἔκπτωσιν.

  16. toc.16

    ις. Λύσις τῆς τετάρτης σφαγῖδος, ἐμφαίνουσα τὰς ἐπαγομένας παιδευτικὰς μάστιγας τοῖς δι’ ἀνυπομονησίας ἀρνησαμένοις τὸν Κύριον.

  17. toc.17

    ιζ. Λύσις τῆς πέμπτης σφραγῖδος, τὴν τῶν ἁγίων ψυχῶν σημαίνουσα πρὸς Κῦνον καταβόησιν ὥστε γενέσθαι· συντέλειαν.

  18. toc.18

    ιη. Λύσις τῆς ἕκτης σραγῖδος, τὰς ἐν τῇ συντελείᾳ ἐπαγομένας πληγὰς σημαίνουσα.

  19. toc.19

    ιθ. Περὶ τῶν σωζομένων ἐκ πληγῆς τῶν τεσσάρων Ἀγγέλων χιλιάδων ρμδ.

  20. toc.20

    κ. Περὶ τοῦ ἀναριθμήτου ὄχλου τῶν ἐξ ἐθνῶν Χριστῷ συμβασιλευσαντων.

  21. toc.21

    κα. Λύσις τῆς ἑβδόμης σφραγῖδος, δηλοῦσα ἀγγελικὰς δυνάμεις Θεῷ τὰς τῶν ἁγίων προσευχὰς ὡς θυμιάματα.

  22. toc.22

    χβ. Περὶ τῶν ἑπτὰ Ἀγγέλων, ὧν τοῦ πρώτου σαλπίσαντος, καὶ πῦρ καὶ αἷμα ἐπὶ τῆς γῆς φέρεται.

  23. toc.23

    κγ. Περὶ τοῦ δευτέρου Ἀγγέλου, οὐτ’ σαλπίσαντος, τῶν ἐν θαλάσσῃ ἐμψύχων ἀπώλεια γίνεται.

  24. toc.24

    κδ. Ὁ τρίτος Ἄγγελος, τὰ τῶν ποταμῶν πικραίνει ὕδατα.

  25. toc.25

    κε. Ὁ τέταρτος Ἄγγελος τὸ τρίτον τοῦ ἡλιακοῦ καὶ σεληνιακοῦ φωτὸς σκοτίζει.

  26. toc.26

    κς. Περὶ τοῦ πέμπτου Ἀγγέλου, καὶ τῶν ἐκ γῆς h ἀβύσσου ἀνερχομένων νοητῶν ἀκρίδων, καὶ τοῦ ποικίλου τῆς μορφῆς αὐτῶν.

  27. toc.27

    κζ. Περὶ τοῦ ἕκτου Ἀγγέλου, καὶ τῶν ἐπὶ τῷ Εὐφράτῃ λυομένων Ἀγγέλων ἐπίλυσις.

  28. toc.28

    κη. Περὶ Ἀγγέλου περιβεβλημένου νεφέλην καὶ ἶριν, καὶ τὸ κοινὸν τέλος προμηνύοντος.

  29. toc.29

    κθ. Ὅπως τὸ βιβλιδάριον ἐκ χειρὸς τοῦ Ἀγγέλου ὁ Εὐαγγελιστὴς εἴηφεν.

  30. toc.30

    λ. Περὶ Ἐνὼχ καὶ Ἠλία διελέγχειν μελλόντων τὸν Ἀντίχριστον.

  31. toc.31

    λα. Ὅπως ἀναιρεθέντες ὑπὸ τοῦ Ἀντιχρίστου ἀναστήσονται, καὶ τοὺς ἠπατημένους ἐκπλήξουσιν k.

  32. toc.32

    λβ. Περὶ τῆς ἑβδόημς l σάλπιγγος, καὶ τῶν ὑμνούντων τῷ Θεῷ m ἁγίων ἐπὶ τῇ μελλούσῃ κρίσει.

  33. toc.33

    λγ. Περὶ τῶν διωγμῶν τῆς ἐκκλησίας τῶν προτέρων, καὶ τῶν ἐπὶ τοῦ Ἀντιχρίστου.

  34. toc.34

    λδ. Περὶ τοῦ γενομένου πολέμου μεταξὺ τῶν ἁγίων Ἀγγέλων, καὶ τῶν πονηρῶν δυνάμεων, καὶ τῆς καταπτώσεως τοῦ δράκοντος.

  35. toc.35

    λε. Ὅπως ὁ δράκων διώκων τὴν ἐκκλησίαν οὐ παύεται.

  36. toc.36

    λς. Περὶ τοῦ θηρίου τοῦ ἔχοντος κέρατα δέκα n καὶ κεφαλὰς ἑπτά. ὧν μίαν ὡς ἐσφαγμένην ἔφη.

  37. toc.37

    λζ. Περὶ ἑτέρου θηρίου o δύο κέρατα ἔχοντος, καὶ τῷ πρώτῳ τοὺς ἀνθρώπους πους p προσάγοντος.

  38. toc.38

    λη. Πέρι τοῦ ὀνόματος τοῦ θηρίου.

  39. toc.39

    λθ. Περὶ τῶν ρμδ. χιλιάδων τῶν σὺν τῷ q ἀρνίῳ ἑστώτων ἐν ὄρει Σιών.

  40. toc.40

    μ. Περὶ Ἀγγέλου προαγορεύοντος τὴν ἐγγύτητα τῆς κρίσεως τῆς μελλούσης.

  41. toc.41

    μα. Περὶ δευτέρου Ἀγγέλου, τὴν πτῶσιν Βαβυλῶνος κηρύσσοντος.

  42. toc.42

    μβ. Περὶ τρίτου Ἀγγέλου ἀσφαλιζομένου τὸν τοῦ Κηίου λαὸν, μὴ δέξασθαι τὸν Ἀντίχριστον.

  43. toc.43

    μγ. Ὅτι ὁ ἐν τῇ νεφέλῃ καθήμενος, τῷ δρεπάνῳ συντελεῖ τὰ ἐκ τῆς γῆς βλαστάνοντα.

  44. toc.44

    μδ. Περὶ ἑτέρου Ἀγγέλου τρυγῶντος τὴν τῆς πικρίας ἄμπελον.

  45. toc.45

    με. Περὶ τῶν ἑπτὰ Ἀγγέλων τῶν ἐπαγόντων τοῖς ἀνθρώποις τὰς πληγὰς πρὸ τῆς συντελείας· καὶ περὶ τῆς ὑαλίνης θαλάσσης, ἐν ᾗ τοὺς ἁγίους ἐθεάσατο.

  46. toc.46

    μς. Ὅπως τῆς πρώτης φιάλης ἐκχυθείσης, ἕλκος κατὰ τῶν γίνεται.

  47. toc.47

    μζ. Πληγὴ δευτέρα κατὰ τῶν ἐν θαλάσσῃ ἐπιτιμωμένων.

  48. toc.48

    μὴ. Ὅπως διὰ τῆς τρίτης, οἱ ποταμοὶ εἰς αἷμα μετακιρνῶνται.

  49. toc.49

    μθ. Ὅπως διὰ τῆς τετάρτης, καυματίζονται οἱ ἄνθρωποι.

  50. toc.50

    ν. ὅπως διὰ τῆς πέμπτης, ἡ βασιλεία τοῦ θηρίου σκοτίζεται.

  51. toc.51

    να. Ὅπως διὰ τῆς ἕκτης, ἡ ὁδὸς διὰ τοῦ Εὐφράτου τοῖς ἀπὸ ἀνατολῶν ἡλίου βασιλεῦσιν ἀνοίγεται.

  52. toc.52

    νβ. Ὅπως διὰ τῆς ἑβδόμης, χάλαζα καὶ σεισμὸς κατὰ τῶν ἀνθρώπων γίνεται.

  53. toc.53

    νγ. Περὶ τοῦ ἑνὸς τῶν ἑπτὰ Ἀγγέλων δεικνύντος τῷ Εύαγγελιστῇ τὴν τῆς πόρνης πόλεως καθαίρεσιν. καὶ περὶ τῶν ἑπτὰ κεφαλῶν, καὶ τῶν δέκα κεράτων.

  54. toc.54

    νδ. Ὅπως ὁ Ἄγγελος τὸ ὁραθὲν αὐτῷ μυστήριον ἡρμήνευσεν.

  55. toc.55

    νε. Περὶ ἑτέρου Ἀγγέλου r τὴν πτῶσιν Βαβυλῶνος δηλοῦντος, κα οὐρανίου φωνῆς τὴν ἐκ τῆς πόλεως φυγὴν ἐντελλομένης, καὶ τῆς ἀποβολῆς τῶν τερπνῶν ὧν τὸ πρὶν ἐκέκτητο s.

  56. toc.56

    νς. Περὶ τῆς τῶν ἁγίων ὑμνῳδίας, καὶ τοῦ τριπλοῦ ἀλληλουΐα ἔψαλλον ἐπὶ τῇ καθαιρέσει Βαβυλῶνος.

  57. toc.57

    νζ. Περὶ τοῦ μυστικοῦ γάμου, καὶ τοῦ δείπνου τοῦ ἀρνίου.

  58. toc.58

    νη. Πῶς τὸν Χριστὸν ὁ Εὐαγγελιστὴς ἔφιππον μετὰ ἀγγελικῶν ἐθεάσατο σὺν φόβῳ.

  59. toc.59

    νθ. Περὶ τοῦ Ἀντιχρίστου, καὶ τῶν σὺν αὐτῷ βαλλομένων εἰς γέενναν.

  60. toc.60

    ξ. Ὅπως ὁ Σατανᾶς ἐδέθη ἀπὸ τῆς Χριστοῦ παρουσίας μέχρι τῆς συντελείας, καὶ περὶ τῶν χιλίων ἐτῶν.

  61. toc.61

    ξα. Περὶ τῶν ἡτοιμασμένων θρόνων τοῖς φυλάξασι τὴν Χριστοῦ ὀμολογίαν σῶαν t.

  62. toc.62

    ξβ. Τί ἐστιν ἡ πρώτη ἀνάστασις, καὶ τίς ὁ δεύτερος θάνατος.

  63. toc.63

    ξγ. Περὶ τοῦ Γὼγ καὶ Μαγώγ.

  64. toc.64

    ξδ. Περὶ τοῦ καθημένου ἐπὶ τοῦ θροῦ, καὶ τῆς κοινῆς ἀναστάσεως καὶ κρίσεως.

  65. toc.65

    ξε. Περὶ καινῶν οὐρανοῦ τε καὶ γῆς, καὶ τῆς ἄνω Ἱερουσαλήμ.

  66. toc.66

    ξς. Περὶ ὧν εἶπεν ὁ ἐν τῷ θρόνῳ καθήμενος καὶ ὁραθείς.

  67. toc.67

    ξζ. Περὶ τοῦ Ἀγγέλου δεικνύντος αὐτῷ τὴν τῶν ἁγίων πόλιν, καὶ τὸ ταύτης τεῖχος σὺν τοῖς πυλῶσι διαμετροῦντος.

  68. toc.68

    ξη. Περὶ τοῦ καθαροῦ ποταμοῦ τοῦ ὀπτανθέντος ἐκ τοῦ θρόνου πορεύεσθαι.

  69. toc.69

    ξθ. u Ὅτι Θεὸς τῶν προφητῶν ὁ Χριστὸς, καὶ δεσπότης τῶν ἁπάντων.

  70. toc.70

    ο. u Περὶ τοῦ ἀξιοπίστου τῶν τεθεαμένων τῷ Ἀποστόλῳ.

  71. toc.71

    οα. Ὅπως ἐκελεύθη μὴ σφραγίσαι, ἀλλὰ κηρύξαι τὴν

  72. toc.72

    οβ ὅπως ἡ ἐκκλησία καὶ τὸ ἐν αὐτῇ πνεῦμα προσκαλοῦνται τὴν τοῦ x Χριστοῦ ἔνδοξον ἐπιφάνειαν. καὶ περὶ τῆς ἀρᾶς ᾗ ὑποβάλλονται οἱ τὴν βίβλον παραχαράττοντες ὡς ἄκυρον.

  73. 1.1

    Προοίμιον τῆς Ἀποκαγλύψεως, καὶ ὅτι δι’ ἀγγέλου αὐτῷ δέδοται.

  74. 1.2

    ἈΠΟΚΑΛΥΨΙΣ Ἰησοῦ Χριστοῦ, ἢν ἔδωκεν αὐτῷ ὁ Θεὸς, δεῖξαι τοῖς δούλοις αὐτοῦ, ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ Ἀγγέλου αὐτοῦ, τῷ δούλω αὐτοῦ Ἰωάννῃ, ὃς ἐμαρτύρησε τὸν λόγον τοῦ Θεοῦ, καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ. . ὅσα τε εἶδεν, καὶ ὅσα ἤκουσε, καὶ ἅ τινα δεῖ γενέσθαι μετὰ ταῦτα.

  75. 1.3

    Tινὲς τῶν ἀρχαιοτέρων νοθεύουσι ταύτην τῆς Ἰωάννου τοῦ ἠγαπημένου γλώττης, ἑτέρῳ ταύτην ἀνατιθέντες. οὐκ ἔστι δὲ οὕτως. ὁ γὰρ συνεπώνυμος τούτῳ Γρηγόριος ἐνέκρινε ταύτην ταῖς ἀνοθεύτοις, “ ὡς ἡ Ἰωάννου,” φήσας, “ διδάσκει με Ἀποκάλυψις. Ἀρχόμενος δὴ γράφειν τοῦ Εὐαγγελίου, τὸν Χριστὸν θεολογῶν πρόεισιν. “ ἐν ἀρχῇ, ” φησὶν, “ ἦν ὁ Λόγος. ” καὶ τῆς Ἐπιστολῆς δὲ αὐτό τε προοίμιον τῆς αὐτῆς ἔχεται θεολογίας, ὃ ἦν ἀπαρχῆς προβαλλόμενος.

  76. 1.4

    Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ ἢν ἔδωκεν αὐτῷ ὁ Θοή.

  77. 1.5

    Ὡσεὶ ἔλεγεν. ἡ παροῦσά μου Ἀποκάλυψις, δέδοται μὲν παρὰ τοῦ Πατρὸς τῷ Υἱῷ δέδοται δὲ παρὰ τοῦ Υἱοῦ ἡμῖν τοῖς δούλοις αὐτοῦ. ἀπὸ τῶν ταπεινοτέρων γὰρ τῆς οἰκονομίας ἀρξάμενος, ἐπὶ τὰ θεοπρεπέστερα προέβη. ὡς γὰρ καὶ Πέτρος ὁ θεῖος Ἀπόστολος ἐν τῇ ἑαυτοῦ ὁμολογίᾳ τὸ, “ Χριστὸς, εἰπὼν ὄνομα, τὸ τελεώτατον ἐπήνεγκε τὸ, “ ὁ Υἱὸς τοῦ Θεοῦ, ὡς τοῦ Χριστοῦ οὐκ ἀξιολόγως τὴν οἰκονομίαν παριστᾷν ἔχοντος· οὕτως οὖν καὶ νῦν τῷ, “ Χριστὸς, ὀνόματι οὗτος συνάψας τὸ, “ τοῖς δού- “ λοις αὐτοῦ, τὴν ἐν τῷ Χριστῷ θεότητα ὑπεσήμανε. τίνος γὰρ ἦσαν a οἱ ἅγιοι δοῦλοι, εἰ μὴ τοῦ Θεοῦ ; πρὸς ὃν καὶ εἴρηται, ὅτι τὰ σύμπαντα δοῦλα σά. ἐπενεγκὼν δὲ τὸ τὴν b μυσταγωγίαν οὐ τὸν Χριστὸν αὐτόχρημα αὐτῷ καταπρᾶξαι, εἰ μὴ διὰ τοῦ ἀγγέλου αὐτοῦ, τὸ φιλάληθες τοῦ τὴν Ἀποκάλυψιν εἰληφότος ὑπέδειξεν.

  78. 1.6

    Ἀποκάλυψις δέ ἐστιν ἡ τῶν κρυπτῶν μυστηρίων δήλωσις, καταυγαζομένου τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς, εἴτε διὰ θείων ὀνειράτων, εἴτε καθ’ ὕπαρ c ἐκ θείας ἐλλάμψεως. δοθῆναι δὲ τὴν Ἀποκάλυψιν ταύτην φησὶν, ἀνθρωπινώτερον διαχειριζόμενος τὸν λόγον ὁ θεῖος οὗτος Ἀποστολος, ἀλλ’ οὐχ ὡς ἐν τῷ Εὐαγγελίῳ καὶ τῇ Ἐπιστολῇ αὐτοῦ, ἀπὸ τῶν θειοτέρων τοῦ Χριστοῦ μᾶλλον ποιούμενος τὸν λόγον καὶ ἐνδιατρίβων αὐτοῖς, οὕτω καὶ νῦν, ἀλλ’ ἀπὸ τῶν ταπεινοτέρων, ὡς ἃν ὑποφήνῃ σαφῶς, ὡς ἄμφω, τὰ θειότερα λέγω καὶ τὰ ἀνθρώπινα, τῷ ἑνὶ καὶ τῷ αὐτῷ ἐνθεωρεῖται Χριστῷ, μεταπρέποντα. διὰ γὰρ τοῦ διακονοῦντος Ἀγγέλου, καὶ τοῦ ὀνόματος τῶν μανθανόντων, ὅτι δοῦλοι, τὸ τῆς θεότητος Χριστοῦ ἐμφαίνει d μέγεθος, καθὸ καὶ εἴρηται, “ ὅτι τὰ σύμπαντα “ δοῦλα σά. τὴν ἔκβασιν δὲ τῶν χρηματιζομένων ἐν τάχει ὑπισχνεῖται προβῆναι, οὐχ ὡς ἔτυχεν, ἀλλὰ παραμετρῶν τὰ ἀνθρώπινα τοῖς θείοις, οἷς καὶ τὰ πολυχρονίως καὶ χιλιοστῶς ἐκτελούμενα, “ ὡς ἡ Χθὲς e ἡμέρα, καὶ ἡ ἐν νυκτὶ φυλακὴ κρίνεται. ἣ καὶ φιλοτιμότερον προσβαλεῖν τῷ, τᾧ, “ ἐν τάχει f,” τοῦ ἀνυπερθέτως παριστῶντος ἐστὶ g τὴν ἔκβασιν λήψεσθαι τὰ δηλούμενα, μηδὲν τῆς παρατάσεως οἵας τε οὔσης τὸ συντελεσθῆναι λυμήνασθαι, ὡς οὐδὲ τὸ σήμερον τοῦ ἐχθὲς παρατεινομένου h ἐὰν μὴ i εἰς ὅπερ ἀφῖχθαι ἀποκείμενον εὐκαίρως παρῇ, μηδεμιᾶς ὑπολιπομένης τῷ πράγματι βραδυτῆτος πρὸς j καταδοχὴν, ἀποδιαπομπήσασθαι εὐπρεπές.

  79. 1.7

    Δι’ Ἀγγέλου δὲ ὁ χρηματισμὸς τῷ δούλῳ αὐτοῦ, ὃς δοῦλος ἐμαρτύρησε τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν αὐτοῦ, φησί. τούτῳ τῷ σχήματι, τὴν διδασκαλικὴν ἐαυτοῦ k ἀλήθειαν συνιστῶν, καὶ ἐν εὐαγγελίοις ἐχρήσατο εἰπὼν, “ οὗτος ἐστὶν ὁ μαθητὴς ὁ “ μαρτυρῶν περὶ τούτων l καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι “ ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. ὡς οὑν ἐν ἐκείνῳ, οὕτω καὶ νῦν φησιν, ὅτι μάρτυς ἐστὶ τοῦ ὀφθέντος αὐτῷ διὰ τῆς Ἀποκαλύψεως τῆς δοθείσης αὐτῷ παρὰ τοῦ Χριστοῦ μαρτυρίας· μαρτυρίας λέγων, οἱονεὶ διαμαρτυρίας τοῦ διαμαρτύρασθαι δηλονότι πρὸς οὓς ὁ λόγος αὐτῷ, εἰς ἐξαθώωσιν ἑαυτοῦ, μάρτυρα εἶναι ἑαυτὸν τοῦ ὀφθέντος αὐτῷ θείου λόγου διὰ τῆς Ἀποκαλύψεως. τίνα δὲ διάμαρτύρασθαι καὶ κηρύξαι εἰς ἐξαθώωσιν ἑαυτοῦ τάτε ὄντα, τάτε ἐσόμενα, ἃ καὶ παραστατικὰ, ἅτε προφήτου, τοῦτε ἐνεστῶτος χρόνου καὶ τοῦ μέλλοντος.

  80. 1.8

    Ὅσα τε εἶδεν, καὶ ὅσα ἤκουσε.

  81. 1.9

    Ἐν ἑτέρῳ ἀντιγράφῳ πρόσκειται, καὶ ταῦτα, “ Καὶ ὅσα “ ἤκουσε, καὶ ἅ τινα εἰσὶ, καὶ ἅτινα δεῖ γενέσθαι μετὰ ταῦτα. Ὁ Χριστός μοι, φησὶν, ἐφανέρωσεν ὡς δεσπότης τῷ δούλῳ αὐτοῦ, ἐφ’ ᾧτ’ διὰ τῶν ὁραθέντων διαμαρτύρασθαι καὶ κηρύξαι πρὸς ἐπιστροφὴν τῶν ἀκουόντων, τάτε ὄντα καὶ τοὺς ἀνθρώπους λανθάνοντα, τάτε μέλλοντα ἔσεσθαι. προφητικῶς γὰρ ἑώρακεν ἀμφότερα. καὶ δῆλον ἐκ τοῦ εἰρῆσθαι, “ ἅτινά εἰσι, καὶ ἃ χρὴ γενέσθαι. ταῦτα γὰρ παραστατικὰ τοῦ ἐνεστῶτος χρόνου καὶ τοῦ μέλλοντος, περὶ ἃ καὶ τῶν προφητῶν τὸ εὐδόκιμον.

  82. 1.10

    Μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας, καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα.

  83. 1.11

    Μακαρίζει προμηθῶς ἄγαν οὐ τοὺς ἀναγινώσκοντας μόνους, (πολλοὶ m γὰρ ἃν ἦσαν μακάριοι οὕτως οἱ ἀναγινώσκοντες,) ἀλλὰ καὶ τοὺς ἀκούοντας ἐμπράκτῳ δηλαδὴ ἀκοῇ. οἷς καὶ ὁ Κύριος τὴν n τῷ ὄντι ἐμαρτύρησεν ἀκοὴν προσεῖναι Ο, ἐν οἷς φησὶν, “ ὁ ἔχων “ ὧτα ἀκούειν, ἀκουέτω. καὶ τίς οὗτος ; ὁ τὴν ἀκουστὴν εὐτρεπὴς m εἰς τὸ διατηρεῖν καὶ φυλάσσειν ὡς θείους νόμους τὰ εἰρημένα. ὃς καὶ πνευματικῶς ζῆν κατηρτισμένος, οὐκ ὡς ὁ ψυχικὸς ἄνθρωπος, εἴτουν n ὁ κατ’ αἴσθησιν ζῆν προαιρούμενος, ὥσπερ τὰ λόγου ἔρημα ζῷα, ἀλλὰ ἀτιμάσας μὲν πᾶν τὸ περὶ τὸ σύντροφον τοῦτο ζῆν καὶ χεῖρον ἠδὺ o, μεταταξάμενος δὲ πρὸς τὸ θεῖον τὸ ἐν ἡμῖν, ὅλος γέγονε p τῆς κατ’ ἀρχὰς q τοῦ πλάστου, ἐπὶ τοῦ r κατ’ εἰκόνα ἑαυτοῦ πλάσματος, χρηστότητος καὶ κηδεμονίας.

  84. 1.12

    Ὁ γὰρ καιρὸς ἐγγύς.

  85. 1.13

    Ἐγγὺς ὁ καιρὸς τῆς μακαριότητος. τῷ διαπύρῳ γὰρ τοῦτο τῆς ἀγάπης τῶν φυλασσόντων τὰς ἐντολὰς τοῦ Θεοῦ. διὸ καὶ τὸ ἀνένδοτον τῆς περὶ ταῦτα περιγίνεται αὐτοῖς ἐργασίας, οὐδ’ u εἰς παράτασιν χρόνου ἣ ἀποκατάστασιν νομισθείη. καὶ μάρτυς ἡ τοῦ πατριάρχου Ἰακὼβ ἐπὶ τῇ ἀναλήψει τῶν γυναικῶν ἑπταέτης καρτερία, ὡς μία ἡμέρα λογιζομένη. ἣ ἐγγὺς ὁ τῶν ἐπάθλων καιρὸς τῷ παραμετρεῖσθαι τὴν τοῦ παρόντος βίου σμικρότητα, πρὸς τὴν τοῦ μέλλοντος ἀπειρίαν αἰῶνος.

  86. 1.14

    Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ. χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ τοῦ, ὁ ὣν, καὶ ὃ ἦν, καὶ ὁ ἐρχόμενος. καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων, ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ, καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ. ὁ μάρτυς ὁ πιστὸς, ὁ πρωτότοκος τῶν νεκρῶν. καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς.

  87. 1.15

    Διὰ τῶν ἑπτὰ ἐκκλησιῶν, τοῦ x ἑβδοματικοῦ ἀριθμοῦ τὸ μυστικὸν y τῶν ἁπανταχῆ ἐκκλησιῶν ἐσήμανε πλῆθος τῶν τῷ παρόντι βίῳ συστοίχων, καθ’ z ὧν ἡ ἑβδοματικὴ τῶν ἡμερῶν περίοδος κατάρξασα, τὴν ἐνοικοῦσαν a τῇ φθαρτῇ ταύτῃ b κτίσει δύναμιν ἑαυτῆς ὑπέφηνεν ὡς διὰ πάσης διήκουσαν c ἣ καὶ Φίλωνι τῷ θεωρητικωτάτῳ Ἰουδαίῳ ἀνδρὶ, ἐν λόγῳ αὐτοῦ τῷ εἰς τὴν κατὰ Μωϋσέα φιλοσοφίαν, ὑποσυνᾴδειν d οὐ περιττὸν ἡγεῖται e δὲ ταῖς f ἐκκλησίαις καὶ ἰσαρίθμους ἐφόρους Ἀγγέλους ὁ μακάριος νῦν Ἰωάννης ἐνέφηνε g.

  88. 1.16

    Τὸ δὲ, ἀπὸ τοῦ, ὁ ὣν, καὶ ὁ ἢν, καὶ ὁ ἐρχόμενος, ἰσοδυναμεῖ τῷ, ἀπὸ τοῦ πάντων Θεοῦ ἡμῶν Λόγου h, ὄντα μὲν γὰρ αὐτὸς ἑαυτὸν ὀνομάζει ὁ πατὴρ i χρήματ’ ἵζων τῷ Μωϋσῇ k ἐπὶ τοῦ ὄρους“ἐγώ εἰμι ὁ ὤν ” τὸ δὲ ἦν, ὁ παρὼν θεόσοφος Εὐαγγελιστὴς προήνεγκεν ἔντε’ τῷ Εὐαγγελίῳ αὐτοῦ “ ἐν ἀρχῇ ἢν. ὁ Λόγος, εἰπὼν, καὶ ἐν τῇ πρώτῃ τῶν καθολικῶν αὐτοῦ Ἐπιστολῶν, “ ὃ ἦν “ ἀπ’ ἀρχῆς, ” γράψας, περὶ τοῦ Λόγου τῆς ζωῆς. ἐρχόμενον δὲ τὸ θεῖον Πνεῦμα καλεῖ, ὡς οὐ μόνον κατὰ τὸν ἡμέραν τῆς Πεντηκοστῆς ἀπεσταλμένον παρὰ τοῦ Πατρὸς, ἀλλ’ ἀεὶ n παραγινόμενον τοῖς ἀξίοις αὐτὸ δέξασθαι, καὶ διὰ τοῦ ἁγίου βαπτίσματος.

  89. 1.17

    Εἰρήνη ἀπὸ τοῦ ὁ ὤν.

  90. 1.18

    Αλλωσ. Ἴσως δὲ οὐκ ἀδόκιμον καὶ οὕτω ταῦτα νοεῖσθαι ἐπὶ τοῦ Πατρὸς τὸ, “ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὡς αὐτοῦ περιέχοντος ἐν ἑαυτῷ πάντων τῶν ὄντων τὴν ἄρχην, καὶ τὰ μέσα, καὶ τὰ τελευταῖα.

  91. 1.19

    Καὶ ἀπὸ τῶν ἑπτὰ πνευματῶν.

  92. 1.20

    Τινὲς τὰ ἑπτὰ πνεύματα, τὰς ἐνεργείας τοῦ ἁγίου ὑπέλα- βον πνεύματος. δοκιμώτερον o δὲ Ἀγγέλους ταῦτα νοεῖν. οὐ διὰ τὸ συνπαρειλῆφθαι δὲ τῇ p παντοκρατορικῇ τριάδι, ἤδη καὶ ὁμότιμα ταῦτα καταλογίζεσθαι αὐτῇ χρῇ q ἀλλὰ δοῦλα καὶ λειτουργικὰ, εἴγε πειστέον r τοῖς προφήταις τοῖς διαμαρτυρομένοις, ὅτι τὰ σύμπαντα δοῦλα αὐτοῦ, καὶ δὴ καὶ τῷ θεοπάτορι Δαβὶδ, “ εὐλογεῖτε, ” φάσκοντι s, “ πάντες Ἄγγελοι Θεοῦ, δυνατοὶ ἰσχύι; ποιοῦντες τὸν λόγον αὐτοῦ. καὶ τὸ μὲν λέγειν ὅτι τὸ συμπαραλαμβάνειν τὸ θεῖον καὶ τὴν ἀγγελιῶτιν φύσιν, παριστῶντός ἐστι τὸ ὁμότιμον εἶναι τῆς παντοκράτορος καὶ πάσης τοῦ εἶναι κτίσεως παραιτίας, καὶ τὴν λειτουργικὴν ὑπόστασιν, οὐκ ἔστιν εἰδότος, οὐδὲ ἐγγὺς u, ἀλλ’ ἀγνοοῦντος, οἶμαι, ὡς τῷ δεσπόζοντι φιλεῖ συνεῖναι καὶ τὸ ὑπηρετοῦν. ᾧ δὴ καὶ Παῦλος χρώμενος διανοήματι, ἐν τῆ πρώτη Χ πρὸς Τιμόθεον Ἐπιστολῇ οὕτω πὼς γ φησί. “ μαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἐκλεκ- “ τῶν Ἀγγέλων. ” τοῦτο οὖν καὶ τῳ αὐτῷ ἔθει z ἐπακολουθοῦντος ἐστίν. ἀλλὰ καὶ τὸ ἐνταῦθα προσκεῖσθαι τὸ, “ ἅ ἐστιν ἐνώπιον τοῦ “ θρόνου τοῦ Θεοῦ a, ” τὴν οἰκετικὴν καὶ λειτουργικὴν b τάξιν, οὐ τὴν ἰσότιμον αύτοῖς προσμαρτυροῦντός ἐστιν.

  93. 1.21

    Ὁ μάρτυς ὁ πιστός.

  94. 1.22

    Δεῖ προσυπακούειν τὸ, ὅς ἐστιν, ἵν ᾖ, καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν μάρτυς ὁ πιστός e. ἐπισκοπητέον καὶ ὅτι πρότερον, ὡς περὶ ἀσάρκου γράψας τοῦ Λόγου d ἐν οἷς ἔλεγεν, ὁ ἦν, νῦν περὶ σεσαρκωμένου αὐτοῦ διαλέγεται, φήσας, “ καὶ ἀπὸ “ Ἰησοῦ Χριστοῦ, ” οὐ διαιρῶν αὐτὸν εἰς δύο, διὰ τὸ e ἐπαγαγεῖν τὸ, “ καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ἀλλὰ τοῦτό τε καὶ ἐκεῖνο περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ μαρτυρῶν, ὅτι Λόγος τέ f ἐστι τοῦ Πατρὸς, καὶ ὅτι ἐσαρκώθη. τοῦτο γὰρ βούλεται δηλοῦν τὸ “ Χριστὸς, ὄνομα. ὃς Χριστὸς, κατὰ τὸν μακάριον Παῦλον, ἐμαρτύρησεν ἅτε μάρτυς ἐπὶ Ποντίου Πιλάτου, ὁπηνίκα ἔφασκεν πρὸς αὐτόν. “ ἡ βασιλεία “ ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. νοεῖν γὰρ ἀπὸ τούτων διανίστησι τῶν λόγων, ὡς καὶ Θεός ἐστιν ὁ ὡς ἄνθρωπος ὁρώμενος, καὶ ταὐτὸν g φθεγγόμενος. μάρτυς μὲν οὖν διὰ τοῦτο. πιστὸς δὲ, ἀντὶ τοῦ ἀληθὴς, Θεὸς καὶ ἄνθρωπος. διὸ καὶ ὡς ἄνθρωπος ἀπέθανεν, ἀνέστη δὲ ὡς Θεός. ἀνέστη γὰρ, οὐχ ὡς h οἱ θείᾳ i δυνάμει ὑφ’ ἑτέρων ἀναστάντες, οἳ καὶ πάλιν ἀπέθανον. οἰκείᾳ δὲ δυνάμει ἀναστὰς, ἅτε Θεὸς, πρῶτος ἀπήρξατο τῆς ἐξ αὐτοῦ καὶ δι’ αὐτὸν ἐλπιζομένης ἀτελευτήτου καὶ αἰωνίου παλινζωΐας. διὸ καὶ πρωτότοκος λέγεται τῶν νεκρῶν, ὡς μόνος αὐτὸς κατάρξας τῆς τοιαύτης ἡμῖν τῶν ἀγαθῶν χάριτος k.

  95. 1.23

    Ἄρχων δὲ τῶν βασιλέων τῆς γῆς ὁ Χριστὸς, ἐπεὶ καὶ Δανιὴλ πρὸς τὸν Βαβυλώνιον ἔφη, “ βασιλεύειν τὸν ὕψιστον καὶ κυριεύειν “ τῆς βασιλείας τῶν ἀνθρώπων. εἰ δὲ τοῦτο ἐπὶ τῆς θεαρχικῆς νοεῖται καὶ ἐνορᾶται κυριότητος, τίς ὁ ἀντιστατῶν λόγος ὁ πάντα k τὰ θεοπρεπῶς λεγόμενα ἐπὶ τῆς ὑπερουσίου τριάδος μὴ καθ’ ἑκάστης λέγων m τῶν τριῶν ὑποστάσεων ἐξιδιοῦσθαι n καὶ ἐναρμόττεσθαι, πλὴν ταῦτα ο ἃ τὴν προαγωγὴν τούτων, ἤγουν P τὴν ὑποστατικὴν γνώρισιν, ἐμποιοῦνται, ἀλλ’ ἀποτεταγμένως κατατολμῶν εἰς ἐξιδιάζουσαν ἑαυτῇ θείαν ἐνέργειαν ἑκάστην ὑπόστασιν τῶν τριῶν μεταχωροῦσαν παραληρεῖν ; καὶ ταῦτα Γρηγορίου μὲν τοῦ θείου τὸν λόγον q τὴν χρῆσιν, τοῦ, “ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος “ καὶ ὁ παντοκράτωρ r ” εἰς τὸν υἱὸν ἐξειληφότος, ὡς ἐφαρμοζόντων τῶν θεοπρεπῶν ὀνομάτων καὶ κοινῇ καὶ ἰδίᾳ ταῖς τρισὶν ὑποστάσεσ; δῆλον δὲ, καὶ ἐξ ὧν τὸν τρισάγιον τῶν Σεραφὶμ ὕμνον κατὰ μὲν τὸ Εὐαγγέλιον, εἰς τὸν Υἱὸν μανθάνομεν λέγεσθαι· ὃν ὁ Παῦλος s δημηγορῶν ἐν ταῖς Πράξεσιν εἰς τὸ Πνεῦμα ἀπένειμεν· ἡμεῖς δὲ πατροπαραδότως ἐν τῇ φρικτῇ καὶ ἀναιμάκτῳ θυσίᾳ εἰς Πατέρα. ὥσπερ ὁ μακάριος t Ἐπιφάνιος ἐν τῷ λόγῳ τῷ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον u διέξεισι.

  96. 1.24

    Καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς.

  97. 1.25

    Οὐ τῶν γηίνων μόνον x, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς βασιλεύει. ἀλλὰ νῦν μὲν περὶ τῶν ἐπιγείων y λέγει, προιὼν δὲ z δείκνυσιν αὐτὸν καὶ τῶν a ἐν οὐρανοῖς ἁγίων b ταγμάτων βασιλεύοντα.

  98. 1.26

    Tῷ ἀγαπήσαντι ἡμᾶς, καὶ λούσαντι ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ, καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ Θεῷ καὶ Πατρὶ αὐτοῦ. αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

  99. 1.27

    Δισσογραφεῖται τοῦτο πρὸς διάφορον ἔννοιαν. λούεται μὲν γὰρ ὁ τὰς κηλῖδας καὶ τοὺς σπίλους ἀποκαθαιρόμενος. λύεται δὲ ὁ τῶν ἐγκλημάτων ἑαυτοῦ ἀπαλλαττόμενος. προσυπακουστέον δὲ πρὸς τὸ, ἐποίησεν c, τὸ, ὃς, ἀναφορικὸν ἄρθρον, ἴνα ᾖ, ὃς u ἐποίησε. μὴ γὰρ οὕτως ἐξακουομένου, διὰ τὸν σολοικισμὸν· ἡ φράσις ἀχρειωθήσεται. μὴ ἔστω οὖν f πρὸς τὴν προκειμένην δοτικὴν πτῶσιν ἐπιφερομένη ἔννοια g, ἀλλ’ ἐξ εὐθείας ἐπαγομένη.

  100. 1.28

    Ἄλλωσ. τοῦ προκειμένου ἐδαφίου τὴν σύνταξιν ὅπως ὀφείλει νοεῖσθαι ἀνελλιπῶς h, τὸ ἐχόμενον παραστήσει. ἐν σχήματι γὰρ τῷ ῥηθησομένῳ ἐξενήνεκται, ὃ καλεῖται ἀλλοίωσις. γίνεται δὲ τοῦτο, ὅτε τῇ προκειμένῃ φράσει ἡ ἐπιφερομένη ἔννοια μὴ ὁμοιοπτώτως τοῖς φθάσασιν ἐπενεχθῇ, ἀλλὰ πρὸς τὴν ἐπαγομένην ἔννοιαν μεταληφθῇ. δοτικῆς γὰρ πτώσεως προλειφθείσης ἐν τῷ, “ λούσαντι ἡμᾶς “ ἐπήγαγε, τὸ, “ ἐποίησεν ἡμᾶς ἐλλειπτικῶς τοῦ ἀναφορικοῦ i ἄρθρου. ἦν γὰρ τὸ ἀνελλειπὲς k οὕτω, “ τῷ λούσαντι “ ἡμᾶς ἐν τῷ αἵματι αὐτοῦ, καὶ ποιήσαντι ἡμᾶς.’ κἂν μὲν ἡ ἐπιφερομένη ἔννοια ὁμοιοπτώτως ἐπήνεκτο οὕτω προαγομένη, ᾧ καὶ ἐποίησεν ἡμᾶς, οὐδὲν νῦν ἡμῖν περὶ τούτου προὔκειτο ζήτημα. ἐνέργειαν δὲ ὑποστήσαντος διὰ “ ἐποίησε, ῥήματος, ἀναγκαίως ἐπ’ εὐθεῖαν πτῶσιν ἀποκλίνομεν, τὸν ἐνεργοῦντα ἐπιποθοῦντες μαθεῖν, τούτου δὲ πῶς ἂν ἐτυγχάνομεν, μὴ τῆς ὀνομαστικῆς πτώσεως παραλαμβανομένης ; δι’ ὅπερ τὸ ἐλλειπὲς ἄρθρον, ἡ ὀνομαστικὴ εὐθεῖα παρέσχεν οὕτως ἐξακούεσθαι ἀνελλειπῶς, ὃς “ καὶ “ ἐποίησεν ἡμᾶς βασιλείαν, οἱονεὶ ἀνήγαγεν ἡμᾶς εἰς βασίλειον δόξαν. ἣν δόξαν, ἡ ἐχομένη ἔγγραφος λέξις ἱκανὴ παραστῆσαι.

Next → — showing 1100 of 1,254

First Thousand Years of Greek. CTS URN tlg4102.tlgX02.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.