Commentarius In Apocalypsin
- 1.29
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος.
- 1.30
Ἡ σύνταξις τοῦ ῥητοῦ, ἀπὸ τῶν τελευταίων ἐπὶ τὰ πρῶτα ἐπάνεισιν οὕτως. αὐτῷ ἡ δόξα καὶ τὸ κράτος τῷ ἀγαπήσαντι ἡμᾶς καὶ λούσαντι ἡμᾶς ἐν τῷ ἰδίῳ αἵματι. καὶ πῶς γὰρ οὐκ ἠγάπησεν, ἑαυτὸν δοὺς ἀντίλυτρον ἡμῶν, ὡς ἀμνὸς σφαγιασθεὶς, καὶ τῷ διὰ σταυροῦ αὐτοῦ αὐτοῦ l καὶ ὕδατι λούσας ἡμᾶς, ἤγουν καθαρὰς τὸν τῶν ἁμαρτιῶν ῥύπον ἡμῶν ; καὶ οὐ μέχρι τούτου τὴν εἰς ἡμᾶς αὐτοῦ στήσας εὐεργεσίαν, ἀλλὰ καὶ βασιλείαν ἡμῖν δωρησάμενος ; καὶ τίς ἡ βασιλεία; ὅθεν ἡ δόξα ἡ δοθεῖσα m ἡμῖν παρὰ Χριστοῦ, τοῦ γενέσθαι ἡμᾶς ἱερεῖς τοῦ Θεοῦ καὶ προφήτας, τοὺς οὐδὲν προεισενεγκόντας τῆς τοιαύτης ἐπάξιον n ἀγατῷ θοδότου καὶ θείας τῷ ὄντι δωρεᾶς. ἀφ’ ὧν δωρεῶν, οὐ μόνον τῆς ἐν τῷ παρόντι βίῳ ο δόξης ἐπήβολοι, ἀλλὰ καὶ τῆς μελλούσης τυχεῖν εὐέλπιδες καθιστάμεθα.
- 1.31
Ἴδου ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς, καὶ οἵ τινες αὐτὸν ἐξεκέντησαν . καὶ κόψονται ἐπ’ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. ναὶ, ἀμήν. ἐγώ εἰμι τὸ ἄλφα καὶ τὸ ω, λέγει Κύριος ὁ Θεὸς, ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.
- 1.32
Ὁ ἐνταῦθα Ρ, φησὶν, ὡς ἀμνὸς σφαγιασθεὶς, καὶ ἀπὸ τοῦ αἵματος αὐτοῦ λούσας καὶ ἀπολύσας ἡμᾶς τῶν ἁμαρτιῶν, οὗτος q αὐτὸς ἐλεύσεται, οὐχ ὡς τὸ πρῶτον ἐν παραβύστῳ r καὶ συνεσκιασμένως, ὃ καὶ ὁ προφήτης Δαβὶδ διὰ τῆς τοῦ ὑετοῦ ὡς ἐπὶ πόκον ἀψοφητὶ ἠνίξατο καταβάσεως, ἀλλὰ παρρησίᾳ, καὶ φανερῶς ἐν τῇ πατρικῇ δόξῃ s, ὥστε παντὶ ὀφθαλμῷ ὀφθῆναι κριτὴς ἀδέκαστος ἁπάντων. νεφελῶν δὲ κἀνταῦθα λόγος, ὡς ἐν τῇ ἀπὸ γῆς t αὐτοῦ πρὸς οὐρανοὺς ἀνόδῳ u. Λουκᾶς Χ ἐν ταῖς Πράξεσι γράφει νεφέλην τὸν Κύριον ὑπολαβεῖν. Μάρκος δὲ ἐν τῷ ὑπ’ αὐτοῦ γραφέντι εὐαγγελίῳ τὸν Κύριον αὐτὸν εἰσάγει περὶ ἑαυτοῦ λέγοντα. “ καὶ ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν “ νεφελῶν τοῦ οὐρανοῦ,’’ τῶν νεφελῶν ἐνταῦθα, εἴτε διὰ τὸ κοῦφον τὰς μεταρσίους καὶ ἀγγελικὰς δηλούντων δυνάμεις, ὡς καὶ Δαβὶδ ὁ θεοπάτωρ νέφη y τὴν ἐπίβασιν αὐτῷ τῷ θείῳ ὑποτιθείς. ἢ καὶ τοὺς θείως καὶ πνευματικῶς ζῆν ἑλομένους ἀνθρώπους δηλῶν, περὶ ὧν καὶ ὁ αὐτὸς οὕτως a φησίν. “ ἀπὸ τῆς τηλαυγήσεως αὐτοῦ “ αἱ νεφέλαι διῆλθον. καὶ ὁ Ἀμῶς καὶ ῾Ησαΐας περὶ τῶν αὐτῶν. “ τίνες οἵδε ὡς νεφέλαι πέτανται, καὶ ὡς νεοσσοὶ ἀετῶν ; ” δῆλον γὰρ ὡς περὶ τῶν θεοφιλῶς βιούντων ταῦτα φησὶ τροπικῶς, ὃ καὶ μᾶλλον παραδεκτέον, εἴγε καὶ τὸ παρὸν ἱκανὸν τεκμηριῶσαι ῥητὸν, μετὰ τῶν νεφελῶν φάσκον ἔρχεσθαι τὸν κριτὴν, ἀλλ’ οὐχ ὑπὸ τῶν νεφελῶν ἐποχούμενον. ᾧτ’ καὶ Παῦλος συνᾴδει, “ ἁρπαγήσεσθαι “ ἡμᾶς ἐμπεδῶν, “ εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, ” τούς κατὰ Παῦλον δηλαδὴ βεβιωκότας, τοῦ πάντοτε συνεῖναι Κυρίῳ. εἰ δὲ καὶ νεφέλας τῷ ὄντι νοεῖν τισὶ βέλτιον δοκεῖ τοιαύτας a, οἵας καὶ ἐν τῷ Θαβὼρ ὄρει καλύψαι τὸν Κύριον καὶ τοὺς αὐτοῦ μαθητὰς ὁ λόγος θρυλλεῖ b, οὐδὲν περὶ τούτων c διοίσεσθαι δεῖ. ἐρχόμενον δὲ τὸν Κύριον δόξῃ τοιαύτῃ, ὀφθῆναι φησιν ὑπὸ παντὸς ὀφθαλμοῦ, καὶ τῶν τὴν παρουσίαν αὐτοῦ πιστῶς ἐλπισάντων, καὶ τῶν ἀπ’ ἐλπίδος αὐτὴν θεμένων· ὧν τοὺς μὲν εὐφρανθῆναι, τοὺς δὲ κόψεσθαι παγγενῆ. τοὺς δὲ d ἐκκεντήσαντας λέγει e τοὺς κατὰ τὸ σταυρικὸν αὐτοῦ πάθος, ἥλοις τε καὶ τῇ λόγχῃ τρώσαντας αὐτὸν f καὶ σὺν τούτοις, τοὺς ἀπ’ ἐκείνων βλασφήμως αὐτῷ ἐπιτιθεμένους g. τούτοις δὲ τοῖς εἰρημένοις τὸ βέβαιον ἐπιμαρτυρῶν, ἐπεσφράγισε διὰ τοῦ εἰπεῖν h, “ ναὶ καὶ ἀμήν.’’ τοῦ ναὶ μὲν, ἐξ Ἑλληνικῆς συνηθείας τὸ ἀμετάπτωτον τῶν εἰρημένων ἐξακριβοῦντος. τοῦ δὲ ἀμὴν, παρ’ Ἑβραίοις, εἰς τὸ μηδὲν i ἂν γενέσθαι ἐμποδὼν μὴ ἐκβῆναι τὰ ἠπειλημένα, ἐπαγομένου.
- 1.33
Ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.
- 1.34
Ὃν εἴρηκεν ἀνωτέρω, “ ὁ ὣν καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, καὶ νῦν “ὁ παντοκράτωρ k, ” ὃν καὶ οὐκ ἄλλον ἢ τὸν Χριστὸν εἶναι ἐδείκνυμεν, καθ’ ὅσον τὰ θεοπρεπῶς ἐπὶ τοῦ ὑπερουσίως ὄντος ἐν τῇ τριάδι λεγόμενα i, τὰ αὐτὰ πάλιν ἀδιαστάλτως καὶ καθ’ ἑκάστης ἐναρμόττειν τῶν ὑποστάσεων, εὐσεβὲς, ἀλλ’ οὐκ ἀσεβὲς, τοῦτον αὐτὸν αὖθις εἰσάγει μετὰ τὸ τὴν ἐσχάτην ἐπέλευσιν αὐτοῦ γνωρίσαι αὐτῷ, καὶ ὅπως αὕτη ἔσται, ἔτι καὶ ταῦτα γνωρίσαντα.
- 1.35
Εγὼ εἰμὶ τὸ ἄλφα καὶ τὸ ὦ.
- 1.36
Αλφα διὰ τὸ ἀρχὴν εἶναι, ὅτι καὶ τὸ ἄλφα ἀρχὴ τῶν ἐν γράμματι στοιχείων· ὦ διὰ τὸ τέλος τῶν αὐτῶν. ἀρχὴν δὲ καὶ τέλος τίς οὐκ ἂν ἐννοήσοι τὸ πρῶτος σημαίνεσθαι καὶ τὸ ἔσχατος ; διὰ τοῦ πρῶτος δὲ, τὸ ἄναρχος ἐννοεῖται, ὡς καὶ διὰ τοῦ ἐσχάτου τὸ ἀτελεύτητος. ἐπειδὴ γὰρ οὐκ ἔστι παρὰ ἀνθρώποις ἄναρχόν τι καὶ ἀτελεύτητον, τῇ πη ἡμῖν ἀρχῇ τε καὶ τῷ τέλει ἀντὶ τοῦ ἄναρχος καὶ ἀτελεύτητος κατεχρήσατο. τοῦτο καὶ διὰ Ἡσαΐου ἔλεγεν. “ἐγὼ Κύριος ὁ Θεὸς πρῶτος n, ἐγὼ καὶ μετὰ “ ταῦτα. ” καὶ ἵνα μή τις τὴν ἀρχὴν ἐξ οὐκ ὄντων εἰσαχθῆναι o ὑπολάβοι, ἐπιφέρει νῦν τὸ, “ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος.’’ τι δὲ ταῦτα δύναται, εἴρηται, ὅτι ὡς διαιωνίζοντα Ρ κατά τε ἀρχὴν καὶ τέλος· κατ’ ἀρχὴν μὲν 1, ἀνελλειπῶς, κατὰ τέλος δὲ r, ἀδιαδόχως. ὁ δὲ ταῦτα, καὶ παντοκράτωρ, ὡς πάσης κτίσεως αἰσθητῆς κατάρχων καὶ νοητῆς, ὁ συναΐδιος s τῷ Πατρὶ, καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα. πρὸ βραχέως δὲ τοῖς ταπεινοτέροις καὶ ἀνθρωπικοῖς ἐνδιατρίβων, νῦν καὶ τῶν θειοτέρων καὶ ἀξιοθέων ἐφάπτεται. ὃ καὶ ἀρχόμενος τῆς προκειμένης πραγματείας ποιεῖ. ἀλλ’ ἐκεῖ μὲν οὐχ οὕτω τρανῶς, ἐνταῦθα δὲ πεπαῤῥησιασμένως, καὶ οἷα εἰκὸς τὸ περὶ τῶν θείων ἐρεῖν, ἐκ τῶν ἁγίων λαβόντα προφητῶν τὸ ἐνδόσιμον.
- 2.1
Ὀπτασία ἐν ἧ τὸν Ἰησοῦν ἐθεάσατο ἐν μέσῳ λυχνιῶν ἑπτά.
- 2.2
Ἐγὼ Ἰωάννης ὁ ἀδελφὸς ὑμῶν, καὶ κοινωνὸς ἐν τῆ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν Χριστῷ Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῆ καλουμένῃ Πάτμῳ, διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ. ἐγενόμην ἐν πνεύματι ἐν τῆ κυριακῇ ἡμέρᾳ· καὶ ἤκουσα φωνὴν ὀπίσω μου μεγάλην ὡς σάλπιγγος, λεγούσης. ὃ βλέπεις, γράψον εἰς βιβλίον, καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, Ἔφεσον, καὶ εἰς Σμύρναν, καὶ εἰς Πέργαμον, καὶ εἰς Θυάτειρα, καὶ εἰς Σάρδεις, καὶ εἰς Φιλαδέλφειαν, καὶ εἰς Λαοδικείαν.
- 2.3
Ἀδελφὸν ἑαυτὸν καὶ κοινωνὸν τῶν θλίψεων καλεῖ, ἃς διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ τὸ κήρυγμα ὑπὸ τῶν διωκτῶν ἔπασχεν u τῆς εὐσεβείας. διὸ καὶ αὐτὸν, Πάτμον τὴν νῆσον οἰκεῖν κατακεκρίσθαι. ἀλλ’ ὥσπερ τῶν θλίψεων, οὕτω καὶ τῆς βασιλείας, ἣν αἱ ἐνταῦθα θλίψει ὑπὲρ Χριστοῦ προξενοῦσιν. εἰ κατὰ πάντα οὖν κοινωνὸν ἑαυτὸν δείκνυσιν, εἰκότως ἂν καὶ τὸ ἀξιόπιστον τῶν ἑωραμένων αὐτῷ καὶ ἀκουσθέντων σχοίη.
- 2.4
Διὰ τὸν λόγον τοῦ Θεοῦ.
- 2.5
Λόγον φησὶ τοῦ Θεοῦ καὶ μαρτυρίαν τὸ Εὐαγγέλιον ὃ ἔγραψεν. ἐξόριστον δὲ αὐτὸν γενέσθαι ἐν Πάτμῳ τῇ νήσῳ ὑπὸ Δομετιανοῦ, Εὐσέβιος ὁ Παμφίλου ἐν τῷ Χρονικῷ αὐτοῦ βιβλίῳ παρατίθεται. Ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρα, καὶ ἤκουσα φωνήν.
- 2.6
Πρόσκειται τὸ “ ἐν πνεύματι, τῷ μηδὲν ἐμφαίνειν ἐνεργεῖσθαι y τῆς ἀνθρωπίνης ἐχόμενον χρείας, ἀλλὰ τῶν θείᾳ κατοχῇ κατειλημμένων. ἐν ἡμέρᾳ δὲ κυριακῇ, τῆς ἀναστάσεως Χριστοῦ μνημόσυνον φερούσης, ἀφ’ οὗ καὶ εἰκὸς οὐδὲν z τῶν πρὸς νεαρὰν τεινόντων ἀσχολίαν τῷ χρηματισμῷ πεπραγματεῦσθαι. “φωνὴν δὲ ὡς σάλπιγγος’’ ὀπισθακουσθῆναι a, εἰς τὸ διάπυρόν τε καὶ διαπρύσιον τῆς ἀπηχήσεως χρεωστικῶς εἰς πᾶσαν ἐκκλησίαν δοθῆναι. ἑπτὰ δὲ μόναι ἐκκλησίαι αἷς προστάσσεται γράψας τὰ βλεπόμενα διαπέμψαι, οὐχ ὅτι τοσαῦται αἱ ἐν Ἀσίᾳ πόλεις, ἀλλ’ ἐν ἐκείναις προστάσσεται τοῦτο ποιεῖν, ὡς κατηκόοις γενομέναις τοῦ εὐαγγελικοῦ κηρύγματος. ἣ καὶ, ὡς πλατύτερον εἴρηται περὶ τούτων,) διὰ τὸ τοῦ ἑβδοματικοῦ ἀριθμοῦ τῷ παρόντι φθαρτῷ αἰῶνι σύστοιχον, καταντῶντος δηλαδὴ εἰς τὸν σαββατισμὸν καὶ τοῦ μέλλοντος αἰῶνος. διὸ καὶ ἑπτὰ οὐρανοὺς, καὶ Ἀγγέλους ἑπτὰ τῶν ἄλλων προύχοντας, ὁ μέγας Εἰρήναιος ὁ Λουγδόνου ἐπίσκοπος ἔγραψεν.
- 2.7
Ἅλλωσ. Τὸ βλέπειν καὶ ἀκούειν παρὰ τοῖς θείοις προφήταις, οὐκ αἰσθήσεως ἐνεργείας νοεῖν δεῖ, ἀλλὰ θειοτέρας ἐμφάσεις. περὶ ὢν καὶ ὁ Ἀμὼς, καὶ ὁ ῾Ησαΐας φησίν. “ ἔθηκέ με πρωὶ· πρωὶ ὠτίον “ ἀκούειν. καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα.” τοῦτο δὲ οὐ τοῦ κατὰ σάρκα ἀνθρώπου, ἀλλὰ τοῦ κατὰ πνεῦμα. ὃς καὶ μεμελημένος Θεῷ καὶ ἄρχων ἁπάσης τῆς αἰσθητικῆς κτίσεως διατελεῖν εἴωθεν. ἐδιπλασίασε δὲ ὁ προφήτης τὸ πρωὶ ἐνταῦθα, ὥσπερ καὶ πη ἑτέροις προφήταις τὸ πρωὶ· “ εἰσάκουσον ” φάσκουσι “τῆς φωνῆς “ μοῦ, καὶ τὸ πρωῒ παραστήσομαι σοι, καὶ τὸ “πρὸς πρωὶ· πρωῒ,”) οὐ μάτην, ἀλλὰ τὴν ἄγαν σπουδὴν διὰ τοῦ καιροῦ παριστὰς, ᾧτ’ δὴ καιρῷ, καὶ αἱ θεῖαι ἐνέργειαι εἰώθασιν ἐμφιλοχωρεῖν.
- 2.8
Καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις μετ’ ἐμοῦ. καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς, καὶ ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν ὅμοιον Υἱῷ ἀνθρώπου, ἐνδεδυμένον ποδήρη· καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσῆν. ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ, ὡς ἔριον λευκὸν, ὡς χιών. καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ, ὡς φλὸξ πυρός. καὶ οἱ πόδες αὐτοῦ, ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ πεπυρωμένοι. καὶ ἡ φωνὴ αὐτοῦ, ὡς φωνὴ ὑδάτων πολλῶν. καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτά. καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη. καὶ ἡ ὄψις αὐτοῦ ὡς ἥλιος φαίνει ἐν τῆ δυνάμει αὐτοῦ.
- 2.9
Ὅτι οὐκ αἰσθητὴ ἡ φωνὴ, ἀλλ’ οἷαι αἱ τῶν προφητῶν τῷ ἡγεμονικῷ πνεύματι διατυπώσεις, δηλοῖ λέγων, “ ἐπέστρεψα,’’ οὐ τοῦ ἀκοῦσαι, ἀλλὰ τοῦ βλέψαι. ταὐτὸν γὰρ ἡ πνευματικὴ ἀκοὴ τῆ βλέψει, εἴτουν ὁράσει. διὸ καὶ τὴν φωνὴν λαλεῖν πρὸς αὐτὸν εἴρηκεν, ἀντὶ τοῦ διατυποῦν ὑποκείμενον. συνξακουστέον δὲ τούτοις τὸ ἄρθρον εἰς ἐντέλειαν τοῦ νοήματος· ἱν ᾖ, τὴν φωνὴν τοῦ ὅστις ἐλάλει μετ’ ἐμοῦ. οὐ γὰρ ἡ φωνὴ ἡ ὁρατὴ, ἀλλ’ ὁ λαλῶν. οἱονεὶ, οὑ ἡ φωνὴ ἐλάλει μετ’ ἐμοῦ, τοῦτον ἐπέστρεψα βλέπειν. οὕτω γὰρ συνταττόμενον τὸ ῥητὸν, σαφὲς ἃν καὶ ἀνελλειπὲς εἴη.
- 2.10
Ἑπτὰ λυχνίας.
- 2.11
Αἱ ἑπτὰ λυχνίαι ὡσαύτως, ὡς προιὼν ἐρεῖ, αἱ ἑπτὰ ἐκκλησίαι εἰσὶν, πρὸς ἃς καὶ διακελεύεται γράφειν. λυχνίας δὲ ἀυτὰς ὠνόμασεν οὐ λύχνους, ὡς τῆς λυχνίας οἰκεῖον φῶς οὐκ ἐχούσης, ἀλλ’ ὄχημα μόνον οὔσης τοῦ λύχνου ὃς ἔχει τὸ φῶς. διὸ καὶ ὁ ἱερὸς Ἀπόστολος Παῦλος παραινεῖ τοῖς συμμόρφοις Χριστοῦ διδασκάλοις, “γίνεσθαι ὡς φωστῆρας ἐν κόσμῳ, λόγον ζωῆς “ ἐπέχοντας, ” τουτέστι, δεξαμένους ὑπὸ τοῦ βρύοντος Χριστοῦ τὸ ἀκήρατον φῶς. πρὸς ὃν εἴρηται τὸ, “ φωτίζεις σὺ θαυμαστῶς ἀπὸ “ ὀρέων αἰωνίων,” ἀγγελικῶν ἴσως δυνάμεων. καὶ “ ἐξαπόστειλον τὸ “ φῶς σου καὶ τὴν ἀλήθειάν σου, καὶ “ ὁ φωτισμὸς τοῦ προσώπου “ σου Κύριε ” τοῦ φωτίζοντος τοὺς πιστοὺς νοητῶς. μετόχους οὖν γενομένους τοιούτου φωτὸς, φωτίζειν προτρέπεται αὐτοὺς τῷ τῆς θεογνωσίας φωτί.
- 2.12
Χρυσᾶς.
- 2.13
Χρυσᾶς φησὶ χρηματίσαι τὰς λυχνίας, διὰ τὸ τίμιον καὶ ὑπεραῖρον τῶν ἀξιωθέντων δέξασθαι τὸ θεῖον σέλας. οἳ καὶ φωφστῆρες κατὰ τὸν Παῦλον ἐκλήθησαν λόγον ζωῆς ἔχοντες· ὥσπερ καὶ αἱ λυχνίαι ὄχημα λύχνων οὖσαι, αὐταὶ μὲν ἐξ ἑαυτῶν οὐκ ἔχουσι φῶς, κοινωνοὶ δέ πὼς εἰσὶ τῶν φωτίζειν ἀφ’ ἑαυτῶν λαχόντων.
- 2.14
Καὶ ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν ὅμοιον Υἱῷ ἀνθρώπου.
- 2.15
Ὡς ἐπαγγειλάμενον δηλαδὴ ἐνοικήσειν καὶ ἐμπεριπατήσειν ἐν ἡμῖν, τὸν καὶ ἑαυτὸν δι’ ἡμᾶς ταπεινώσαντα ἄχρι τῆς τοῦ δούλου μορφῆς, καὶ γενόμενον καρπὸν γαστρὸς τῆς ἀπειρογάμου μητρός. ποδήρει δὲ αὐτὸν περιεστάλθαι καὶ περιεζῶσθαι πρὸς τοῖς μαστοῖς, “ ὡς ἱερέα,’’ φησὶ, “ κατὰ τὴν τάξιν Μελχισεδὲκ,” οὐ κατὰ τὴν τάξιν Ἀαρών· ἐπεὶ μὴ κατὰ τὸν Μωϋσέως νόμον ἡ ἀπ’ αὐτοῦ παραδεδομένη ἡμῖν λατρεία, ἀλλὰ “ κατὰ τὴν Μελχισεδὲκ “ τάξιν’’ νεαράν. περὶ οὗ καὶ Παῦλος ὁ θεῖος εἴρηκεν, ἀρχιερέα καὶ Ἀπόστολον δεδόσθαι ἡμῖν Χριστὸν ἱερουργοῦντα ἑαυτὸν, προσάγοντα τῷ Πατρὶ καὶ τῷ Πνεύματι τὴν ἡμετέραν τῆς πίστεως ὁμολογίαν.
- 2.16
Καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς.
- 2.17
Πρὸς τοῖς μαστοῖς δὲ περιεζωσμένον, ἀλλ’ οὐ πρὸς τῇ ὀσφύι; ὅτι μηδὲ ἐπιβατὸς οὗτος ταῖς ὑπὸ γαστρὶ ὀρέξεσιν, ἃς περιεσφίγχθαι τοῖς ἄλλοις ἀνθρώποις σωτήριον. διὰ τοῦτο οὐδὲ πρὸς τῷ μὴ ἀπροσίτῳ ταύταις μορίῳ διὰ τὸν τούτῳ συμπεφυκότα κἂν ὑπὲρ λόγον Θεὸν, πρὸς τῷ στήθει δὲ καὶ τοῖς μαζοῖς, ὅπως καὶ τὸ ἄσχετον τῆς δικαίας καὶ θείας ὀργῆς ἡ φιλανθρωπία συνέχηται, καὶ ἡ τὰς δύο διαθήκας, ἤτοι τοὺς δεσποτικοὺς μαζοὺς ζωννῦσα, δειχθῇ ἀλήθεια, δι’ ὧν καὶ οἱ πιστοὶ τρέφονται. περὶ οὗ καὶ εἴρηται. “ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφῦν αὐτοῦ, καὶ ἀλη- “ θείᾳ ἠλειμμένος τὰς πλευρὰς αὐτοῦ.’’ δικαιοσύνῃ δὲ τὴν ὀσφῦν, τῷ μὴ ὑπερβάθμιον τῆς λογικῆς φέρεσθαι φύσεως. ἀληθείᾳ δὲ ἠλεῖφθαι τὰς πλευρὰς ὡσεὶ ἐλαίῳ θείῳ, τῷ τὸ ἀληθὲς τῆς περὶ τὸ οἰκεῖον πλάσμα φιλανθρωπίας παρρησιάζειν.
- 2.18
Ζώνην χρυσῆν.
- 2.19
Χρυσῆν τὴν ζώνην ὁρᾷ, τῶν κατὰ τὸν νόμον ἱερέων φάρεσι πεποικιλμένοις χρωμένων. ἔδει γὰρ τὸ διάφορον φανῆναι δούλων καὶ σκιώδους νόμου, καὶ τῆς ἀληθείας.
- 2.20
Ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαί.
- 2.21
Τὸ γὰρ κατὰ Χριστὸν μυστήριον τιμαλφὲς, καὶ εἰ νέον τῇ ἐπιφανείᾳ καὶ δι’ ἡμᾶς, ἀλλὰ προαιώνιον τῇ εὐδοκίᾳ. διὸ καὶ Παῦλός φησι περὶ αὐτοῦ. “ τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ “ τῶν αἰώνων, νῦν δὲ φανερωθὲν τοῖς ἁγίοις αὐτοῦ. τοῦτο ὃ ἡ πολιὰ θρὶξ καὶ ὡσεὶ χιὼν ὑποσημαίνει.
- 2.22
Ὡς φλὸξ δὲ πυρὸς οἱ ὀφθαλμοὶ αὐτοῦ.
- 2.23
Ἢ τὸ φωτοειδὲς παραδηλοῦντες ὥσπερ ἡ φλόξ. διὸ καὶ ὁ Χριστός φησιν, “ ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.’’ ἣ τὸ καυστικόν τε καὶ τιμωρητικὸν ἀπειλοῦντες κατὰ τῶν ἐκκλησιῶν, αἷς τὰ τῆς Ἀποκαλύψεως διαπέμπεται, ὡς οὐ τέλεον τοῖς αὐτῷ νόμοις ἀκολουθούσαις.
- 2.24
Καὶ οἱ πόδες αὐτοῦ, ὅμοιοι χαλκολιβάνῳ.
- 2.25
Πόδας ἔχοντα τὸν θεάνθρωπου Ἰησοῦν ἀκουστέον ἀκολούθως τῷ θείῳ τῶν λόγων ἀνδρὶ Γρηγορίῳ, ὅτι μηδὲ γυμνῇ τῇ θεότητι ἡμῖν ἐπεδήμησεν, ἀλλὰ διὰ σαρκός. διὰ μὲν τοῦ χαλκοῦ χρυσοειδοῦς ὄντως τῆς θείας φύσεως δηλουμένης, καὶ διὰ τὸ ἠχητικὸν, τοῦ κηρύγματος ἐκλαμβανομένου. πόδας δὲ τοῦ Χριστοῦ καὶ θεμελίους τῆς ἐκκλησίας, καὶ τοὺς θείους Ἀποστόλους καθαροὺς μὲν καὶ αὐτοὺς τῷ πυρὶ τῶν πειρασμῶν ἀναφανέντας, εἰ καὶ πρὸ τούτου μετρίως. ἀλλ’ ὥσπερ ὁ διδάσκαλος Χριστὸς τῇ τῶν Ἰουδαίων ἀπειθείᾳ, οὕτω καὶ αὐτοὶ τῇ τῶν ἐθνῶν ἀγριότητι τὸ δοκίμιον ἑαυτῶν ὡς διὰ πυρὸς ἐπιδεδειγμένοι εἰσίν. ὅτι δὲ καὶ ὁ Χριστὸς θεμέλιος, Κορινθίοις ὁ θεῖος γράφων Παῦλος, ἐχέγγυος τῷ λόγῳ πιστώσασθαι, “θεμέλιον” φάσκων “ ἄλλον οὐδεὶς δύναται “ θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστι Χριστός. χαλκολίβανον δὲ, εἴτε τὸν ἐν τῷ Λιβάνῳ τῷ ὄρει μεταλλευόμενον, ἐπειδὴ τούτῳ ἀφωμοίωται ὁ ἐνανθρωπήσας, φησὶν, εἴτε καὶ τὸν χαλκοειδῆ λίβανον νοητέον, ὃν ἰατρῶν παῖδες ἄρρενα καλοῦσιν, εὐώδεις καὶ αὐτὸν πυρὶ ὁμιλοῦντα ἀτμοὺς ἀποπέμποντα. καὶ ὅτι εὐώδεις καὶ Χριστὸς καὶ οἱ αὐτοῦ θεῖοι Ἀπόστολοι, ἡ ἐν ᾄσμασι νύμφη παραστῆσαι, “ ὀσμὴ φάσκουσα “ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώ- “ ματα.” καὶ αὐτὸς ὁ νυμφίος Χριστὸς πρὸς τὴν νύμφην περὶ ἑαυτοῦ λέγων, “ἐγὼ ἄνθος τοῦ πεδίου καὶ κρίνον τῶν κοιλάδων. καὶ οὕτω μὲν ὁ Χριστός. εὐώδεις δὲ καὶ οἱ τούτου Ἀπόστολοι. διὸ καὶ Παῦλος, “Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἀπολλυμέ- “ νοις.” ὡς ὑδάτων δὲ πολλῶν ἀπηχεῖσθαι τὴν φωνὴν εἰκότως φησί. κοινὴ γὰρ ἡ φωνὴ αὐτοῦ καὶ τοῦ Πνεύματος, ἀφ’ οὗ τῆς ἐνεργείας “ καὶ ποταμοὶ ἐκ τῆς κοιλίας αὐτῷ ἔρρευσαν, κατὰ τὸν προφητικὸν λόγον. “ καὶ πηγὴ ἐξ οἴκου Κυρίου ἐξελεύσεται, καὶ ποτιεῖ τὸν “ χειμάρρουν τῶν σχοίνων.” οἶκον δὲ Θεοῦ, τίς ἀμφιβάλοι μὴ τοὺς ἀξίως τῆς τοῦ θείου Πνεύματος ἐνεργείας ἑαυτοὺς παρεσκευακότας, ὑπὸ τοῦτον εἰρῆσθαι, οἱ καὶ εἰρήκασιν ἑαυτοὺς εἶναι ναοὺς Θεοῦ καὶ μέλη ἐκ μέρους ; οὐκ ἄλλος, μὲν οὖν, ἢ ὁ ταῦτα τὰ θεῖα καὶ ἱερὰ λόγια ἀγνοήσας ἑκών. καὶ τὸ διαπρύσιον δὲ τῆς εἰς πᾶσαν τὴν γῆν ἀπηχήσεως τίς ἀθετήσει ; εἰ μή που ὁ χοιρώδης καὶ ὁ τὰς πνευματικὰς καὶ θείας ἐλλάμψεις αἰσθητῶς ἀπαιτῶν ἐνεργεῖσθαι.
- 2.26
Καὶ ἔχων ἐν τῆ δοξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτά.
- 2.27
Τοὺς ἑπτὰ τούτους ἀστέρας Ἀγγέλους αὐτὸς οὗτος προιὼν ἑρμηνεύσει, οὓς καὶ ἑκάστῃ ἐκκλησίᾳ ἐπιστατεῖν ἐρεῖ. καὶ Γρηγόριος ὁ θεῖος ἐν τῷ Συντακτηρίῳ αὐτοῦ λόγῳ τὸ αὐτὸ διαγορεύει, ἐκ ταύτης τῆς Ἀποκαλύψεως Ἰωάννου ἕλκων εἰς ἡμᾶς τὴν πειθώ.
- 2.28
ἀστέρας δὲ καλεῖ τοὺς Ἀγγέλους διὰ τὴν δαψιλῆ φωτοχυσίαν τὴν· ἐν αὐτοῖς τοῦ Χριστοῦ. τοὺς αὐτοὺς καὶ τῆς δεξιᾶς χειρὸς ἀξιοῦσθαι τῆς κατοχῆς φησὶ, τῇ τιμιωτάτῃ στάσει οἱονεὶ ἐπαναπαυομένους. ἐκ τοῦ στόματος δὲ τὴν ῥομφαίαν τὴν δίστομον ἐκπορεύεσθαι, καί τοι τοῦ θεοπάτορος ἐπὶ τὸν μηρὸν τὸν δυνατὸν περιζώσασθαι ταύτην ἐντελλομένου, ὅτι μήπω κατ’ ἐκεῖνο καιροῦ τοῖς παραβάταις τῶν εὐαγγελικῶν νόμων ἡ ἐκδίκησις ἐπεπαίδευτο. καὶ οὗτος δὲ, ἵνα τὴν ἀναβολὴν παραστήσῃ τῆς τιμωρίας, ἐπὶ τοῦ μηροῦ τέως τὴν ῥομφαίαν αἰωρεῖ. νῦν δὲ ἡ ἐκ τοῦ στόματος ἐκπορευομένη ῥομφαία, τὸ ἑτοιμότατον ὑπαινίττεται τῶν ἐν τῇ νέᾳ διαθήκῃ ἀνηκόως διακειμένων εἰς ἀπαραίτητον ψυχῆς κίνδυνον ὀξέως ἐφορμώντων πρὸς διχοτομίαν δηλονότι. ἣν καὶ ὁ Κύριος ἐν Εὐαγγελίοις ὑπέφηνε, διχοτομηθῆναι c τὸν ἀμελῆ δοῦλον ἀπειλῶν. καὶ Παῦλος d “ ζῶντά φησι “ τὸν τοῦ Θεοῦ τιμωρητικὸν λόγον καὶ ἐνεργῆ, καὶ τομώτερον “ παρὰ ῥομφαίας e, ἅτε ἐκ τοῦ στόματος ἐκπορευόμενον, καὶ δι- “ ϊκνούμενον ἄχρις f ὀστέων καὶ μυελῶν,’’ οὐκ αἰσθητῶς μέντοι. ὅθεν καὶ ὀξεῖα αὕτη τῷ ᾿Ιωάννῃ ἀναγέγραπται, ὅπερ εἰς ταὐτὸν φέρει τῇ τομωτάτῃ Παύλου ῥομφαίᾳ. ὡς ἥλιον δὲ φαίνειν τῇ δυνάμει αὐτὸν, ἐπεὶ καὶ “ἥλιός ἐστι δικαιοσύνης κατὰ Μαλαχίαν τὸν προφήτην, φήτην, “ φωτίζων πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. οὐχ ὡς σῶμα δὲ φωτίζει g διαφανὲς αἰσθητῶς, ἀλλὰ νοητῶς. διὸ καὶ ἐπήγαγε, “ τῇ δυνάμει αὐτοῦ,’’ ὡσεὶ ἔλεγεν, ὅτι τὸ φῶς h τοῦ Χριστοῦ δυνάμει ἐνεργεῖ, οὐκ ὄψιν σωματικῶς, ψυχῆς δὲ νοητῶς καταλάμπον ὀφθαλμούς.
- 2.29
Καὶ ὅτε εἶδον αὐτὸν, ἔπεσον πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός. καὶ ἔθηκε τὴν δεξιὰν αὐτοῦ ἐπ’ ἐμὲ, λέγων. μὴ φοβοῦ, ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος, καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρὸς, καὶ ἰδοὺ, ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. καὶ ἔχω τὰς κλεῖδας τοῦ θανάτου καὶ τοῦ ἅδου.
- 2.30
Ἔθος τοῖς ἁγίοις προφήταις ὁρῶσιν ὀπτασίαν, καταπλήττεσθαι εἰς παράτασιν1 τῆς ἀνθρωπίνης εὐτελείας, καὶ τοῦ, ὅσον τὰ θεῖα τῶν ἀνθρωπίνων κατὰ τὸ κρεῖττον καθυπερτερεῖ καὶ ὑπερανέστηκεν ὅπερ Ἰησοῦς ὁ τοῦ Ναυῆ πέπονθε, καὶ Δανιὴλ ὁ τῶν ἐπιθυμιῶν ἀνὴρ, ὁ μὲν πρὸς τὸν ἀρχιστράτηγον τῆς τοῦ Κυρίου δυνάμεως, ὁ δὲ ἐπὶ ταῖς ὁραθείσαις αὐτῷ ὀπτασίαις. οὐκοῦν παραπλήσιόν τι τούτοις καὶ νῦν ὁ Εὐαγγελιστὴς ὑποστὰς, ἀνερρῶσθαί, φησι, τῆς σωτηρίου δεξιᾶς m τοῦ Υἱοῦ τοῦ Θεοῦ ἁπτομένης αὐτοῦ, μετὰ παρακλήσεως τὸν πρὸς αὐτὸν n θεῖον αὑτοῦ γόγον o, οἷον πρῶτον p καὶ ἔσχατον ἐμφανίζοντος q· πρῶτον τῇ θείᾳ φύσει, ἔσχατον τῷ σωτηρίῳ ἡμῖν αὐτοῦ παρουσίᾳ· καὶ ζῶντα, εἰ καὶ δι’ ἡμᾶς νεκρωθέντα, ἀλλ’ οὖν ζῶντα καὶ τὰς κλεῖς ἔχοντα τοῦ θανάτου καὶ τοῦ ᾅδου. ὡς οὖν τοιοῦτον ἔχοντα βοηθὸν r, κελεύει s μὴ φοβεῖσθαι, μηδ’ ἐν αὑτῷ προανακείμενον t τῷ ζῶντι εἰς ἀτελευτήτους αἰῶνας ὑποστείλασθαι u, ἀλλὰ γράφειν ἀνυποστόλως ἃ εἶδε, καὶ ἃ εἰσὶ, καὶ ἃ μέλλει ἔρχεσθαι, οἱονεὶ τὰ παρελθόντα καὶ ἐνεστῶτα. ταῦτα γὰρ τῶν ὄντων, ἀλλ’ οὐ τῶν εἰς ἀνυπαρξίαν κεχωρηκότων. μετὰ τούτων δὲ, καὶ ἃ μέλλει γίνεσθαι πρὸς γνῶσιν τῶν μετερχομένων.
- 2.31
Μῆ φοβοῦ.
- 2.32
Καταπλαγεὶς τῇ θέᾳ ὁ Εὐαγγελιστὴς, καὶ ὡς νεκρὸς ὑποτεθεὶς τῷ ὁρωμένῳ πρὸς τοὺς πόδας, ἀκοῦσαι φησὶ, μὴ φοβοῦ, ὡς οὐκ ἃν ἰσχύσας x ζῆν ὁ ἱερὸς Ἰωάννης ἐκ τῆς καταπλήξεως, μὴ τῆς σωτηρίου δεξιᾶς ἁψαμένης αὐτοῦ, τῆς πλεῖστα μόνῃ τῇ ἁφῇ ἐργασαμένης θαυμάσια. ἐγὼ γάρ εἰμι, φησὶν y, ὁ ἐπὶ σωτηρίᾳ πάντων ὑμῶν ἐπ’ ἐσχάτων καιρῶν συναναστραφεὶς ὑμῖν κατὰ σαρκὸς, καὶ πρωτότοκος πάσης κτίσεως. πῶς οὖν οἷον τέ σε παθεῖν τι κακὸν ἐκ τῆς ἐπιφανείας μου ; εἰ γὰρ ζῶν, καὶ πηγὴ ζωῆς ὑπάρχων, εἰ δὲ z καὶ δι’ ὑμᾶς ἐγενόμην νεκρὸς, ἀλλ’ αὖθις ἀνεβίων πατήσας τὸν θάνατον,) πῶς οἷόν τέ σε τὸν ζῶντα, δι’ ἐμὲ καὶ τὴν ἐμὴν ὀπτασίαν γενέσθαι νεκρόν ; εἰ δὲ καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου, διὸ καὶ ζωογονῶ καὶ κατάγω εἰς ᾅδου καὶ ἀνάγω, καὶ “ ἐμού a “ εἰσιν,” ὡς ὁ προφήτης φησὶν, “αἱ διέξοδοι τοῦ θανάτου,’) οὐκ ἃν τοὺς ἐμοὺς προσκυνητὰς πρὸ τοῦ καθήκοντος παραπέμψω τῷ θανάτῳ, ἃν μὴ γράψαι ὑποθῶμαι τὰ γνώσεως ἄξια.
- 2.33
Γράψον ἃ εἶδες, καὶ ἅ εἰσι, καὶ ἃ μέλλει γίνεσθαι μετὰ ταῦτα. τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων ὧν εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς. οἱ ἑπτὰ ἀστέρες Ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσί. καὶ αἱ λυχνίαι αἱ ἑπτὰ, ἑπτὰ ἐκκλησίαι εἰσί.
- 2.34
Τὰ ὁραθέντα b τῷ ἁγίῳ, τὰ μὲν ἤδη γεγόνασιν, ἃ καὶ πέρας ἤδη ἔχοντα c ἐτύγχανον κατὰ καιρὸν, οὐ μέν τοι d καὶ εἰς ἀνυπαρξίαν οὖν συγκεχωρηκότα. διὸ καὶ περὶ αὐτῶν εἶπεν, “ ἅ ἐστι e.” τὰ δὲ ἕτοιμα παρελθεῖν, τὰ δὲ μέλλει γίνεσθαι, ὡς προιὼν ὁ λόγος ἐρεῖ.
- 2.35
Τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων.
- 2.36
Ἐπεὶ διεσάφησεν αὐτῷ τινές τε f οἱ ἑπτὰ ἀστέρες καὶ οἱ λύχνοι καὶ αἱ λυχνίαι, τούτου χάριν καὶ ἃ δεῖ g πρὸς ἑκάστην εἰπεῖν ἐκκλησίαν συνετίζεται. ἀστέρας δὲ τοὺς Ἀγγέλους τοὺς τῶν ἐκκλησιῶν ἐφόρους καλεῖ, ὡς ἐξ αὐτοῦ τοῦ ἡλίου τῆς δικαιοσύνης τὸ φῶς χορηγουμένους. ὅπερ καί τις τῶν θύραθεν h σοφῶν περὶ τοῦ αἰσθητοῦ ἡλίου ἐδόξασεν, ὡς ἐξ αὐτοῦ τοὺς ἀστέρας τὸ φῶς λαμβάνοντας. λύχνους δὲ τοὺς τὸν Χριστοῦ φωτισμὸν ἱεροὺς ἄνδρας καταπλουτεῖν τεταγμένους, καὶ τὸν τῆς ἀγνωσίας σκότον τοῦ παρόντος βίου διασκεδάζοντας. λυχνίας δὲ τὰς ἐκκλησίας ὡς τῶν φωστήρων. διδάσκαλοι δὲ οὗτοι κατὰ Παῦλον, λόγον ζωῆς ἐπέχοντες. χρυσαῖ δὲ πᾶσαι διὰ τὸ ἀκίβδηλόν τε καὶ τίμιον τῆς ἐν αὐταῖς πίστεως. ἑκάστῃ δὲ ὅτι Ἄγγελος ἐπιστατεῖ, καὶ ὁ θεόλογος Γρηγόριος, ὡς ἔφημεν, παραθέμενος ἐπιστώσατο. ἐπεὶ δὲ ταῦτα ἐφανέρωσε k, καὶ ἃ δεῖ l πρὸς ἑκάστην τῶν ἐκκλησιῶν τὸν ταῦτα θεοκλυτούμενον m διαμαρτύρασθαι, ἐπιφέρει λοιπὸν, καὶ ὅπως τὴν μὲν τέλεον ἔξω βαίνουσαν τοῦ θείου σκοποῦ αἰτιάσασθαι χρὴ, ἐπαινέσαι δὲ τοὺς τοῦ εὐαγγελίου δρόμου συλλόγους ἐπιδιορθώσασθαι δὲ τὰς ἐν μέρει πταιούσας τοῖς κατ’ ἀλλήλων o νουθε- σιῶν φαρμάκοις διαπεμψάμενον. καὶ τίς ὁ ταῦτα θεσπίζων, ἀλλ’ ἢ “ ὁ πάντας θέλων ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείαν “ ἐλθεῖν ;” καὶ τίνι ταῦτα καταμηνύσας q ; τῷ θεσπεσίῳ Εὐαγγελιστῇ Ἰωάννῃ διὰ τῆς μετὰ χεῖρα Ἀποκαλύψεως.
- 2.37
Οἱ ἑπτὰ ἀστέρες, Ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσι.
- 2.38
Δἰ Ἀγγέλου τῇ ἐκκλησίᾳ διαλέγεται, ὅπερ r ἄν τις διὰ παιδαγωγοῦ ἐλέγετο ἂν s τῷ παιδαγωγουμένῳ, εἰδὼς ὡς οἰκειοῦσθαι φιλεῖ τὰ τοῦ μαθητοῦ ὁ διδάσκαλος, εἴτε κατορθώματα, εἴτε ἡττήματα. εἰκὸς t δὲ καὶ διὰ τῶν ἑπτὰ ἀστέρων τῶν ἐν τῇ δεξιᾷ τοῦ χρηματίζοντος ταῦτα, τὴν τοῦ παντὸς διακόσμησιν δηλοῦν ἐν τῇ δεξιᾷ Χριστοῦ κειμένην, κατὰ τὸ ἐν ψαλμοῖς ᾀδόμενον, “ ἐν τῇ χειρὶ “ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν.’’
- 3.1
Τὰ γεγραμμένα πρὸς τὸν τῆς ᾿Εφεσίων σίων ἐκκλησίας Ἄγγελον.
- 3.2
Τῷ Ἀγγέλῳ τῆς ἐν Ἐφέσω ἐκκλησίας γράψον, τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν. οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον σου, καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακοὺς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς Ἀποστόλους εἶναι, καὶ οὐκ καὶ εὗρες αὐτοὺς ψευδεῖς· καὶ ὑπομονὴν ἔχεις· καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ οὐκ ἐκοπίασας.
- 3.3
Ἄγγελον τῆς Ἐφέσου, τὴν ἐν αὐτῇ ἐκκλησίαν λέγει. οὐ γὰρ ὁ προστατῶν Ἄγγελος ἡμαρτήκει, ὥστε δεῖν u ἀκοῦσαι, μετανόησον, ὁ δι’ ἁγιότητα ἐν τῇ δεξιᾷ τοῦ Κυρίου ὑπάρχων ἀστὴρ x ὣν, καὶ δεῖγμα τοῦτο φέρων τῆς κατὰ τὴν αὐτοῦ φύσιν y ἐκ καθαρότητος φωτοειδοῦς μαρμαρυγῆς. τίς δὲ καὶ χρεία γράφειν τῷ ἐν τῇ δεξιᾷ τοῦ διαλεγομένου παρόντι ; ὃς καὶ οὐδὲ αἰσθητῆς ἀκοῆς οἷα νοερὸς ὣν δεόμενος ἦν ; εἶτα καὶ ὅτι προιὼν οὗτος ὁ τῆς ὀπτασίας z ὑφηγητὴς ἅγιος οὐ τοῖς Ἀγγέλοις φησὶν, ἀλλὰ ταῖς ἐκκλησίαις, τί λέγει τὸ Πνεῦμα τὸ Ἅγιον ἀκούειν a, οὐκ ἄδηλόν ἐστι. καθὰ δεῖ b κἀν τοῖς λοιποῖς νοεῖν c τοῦ προκειμένου τοῦδε βιβλίου, ἔνθα ἂν εὑρίσκηται, γράψον τάδε τῷ Ἀγγέλῳ τῆσδε τῆς ἐκκλησίας, ὅτι οὐ τῷ Ἀγγέλῳ, ἀλλὰ περὶ τῆς ἐκκλησίας τοὺς λόγους διακελεύεται γράφειν, ὡσαύτως φανερόν d.
- 3.4
Ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν.
- 3.5
Ὅμοιον τούτῳ τὸ e εἰπεῖν, τάδε λέγειν ὁ περιέπων καὶ διακρατῶν, καὶ συνέχων τούς τε οὐρανίους f Ἀγγέλους καὶ τοὺς ἐπὶ γῆς ἀνθρώπους. οὗτοι γὰρ g οἱ ἑπτὰ ἀστέρες, ὡς ἤδη εἴρηται, καὶ αἱ χρυσαῖ λυχνίαι καὶ λύχνοι, ὧν ἐν μέσῳ ὁ ἐνοικεῖν αὐτοῖς καὶ ἐμπεριπατεῖν ἐπαγγειλάμενος Κύριος.
- 3.6
Οἶδα τὰ ἔργα σου.
- 3.7
οἶδα, καὶ οὐδέν με λέληθέν, φησι h, τὸν καταμόνας πλάσαντα 1 τὰς καρδίας ὑμῶν, τὸν συνιέντα εἰς πάντα ἔργα i ὑμῶν, καὶ ὅτι τῶν πονηρῶν οὐ δύνασαι k ἀκοῦσαι μισοπόνηρος οὖσα, καὶ ὅτι ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς Ἀποστόλους, καὶ εὗρες αὐτοὺς ψευδαποστόλους. θεῖον γὰρ πληροῦντες οἱ ἐν Ἐφέσῳ παράγγελμα, τὸ φάσκον, μὴ παντὶ πνεύματι πιστεύειν, ἀλλὰ δοκιμάζειν, τουτέστι, τὸ δοθὲν αὐτοῖς διδασκαλικὸν ἀξίωμα, εἰ κατὰ τὴν εὐαγγελικήν ἐστι διάταξιν, ἐν αὐτοσκεύῳ τῇ χρείᾳ συστελλόμενοι l διετέλουν m, ἀλλ’ οὐχὶ βρώμασι καὶ πότοις καὶ γάμοις βακχευόμενοι n, καὶ τὸν ἀπολαυστικὸν βίον τοῦ ἐγκρατοῦς ἐπίπροσθεν φέροντες o, οἷοι οἱ P περὶ Κήρινθον συνχρονίσαντες τῷ Ἀποστόλῳ καὶ Εὐαγγελιστῇ, νόθων δογμάτων καταγγελεῖς.
- 3.8
Καὶ ὑπομονὴν ἔχεις.
- 3.9
Εκοπίασάς φησι, καὶ ὑπέμεινας, εἰς μηδὲν ἀποκαρτερήσας q τῶν ἐπιφυέντων διὰ τὸ ὄνομά μου, καὶ μάλα πρεπόντως. εἴρηται γὰρ, “ ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. εἰκὸς γὰρ παρὰ τῶν ψευδαποστόλων ἐπηρείας αὐτοῖς ἐπενεχθῆναι, οἷς ἀνταποδοῦναι οὐδ’ ὅλως ἐμελέτησεν r, ἀλλ’ ὡς μελῶν παρειμένων ἠνέσχετο.
- 3.10
Καὶ ἐβάστασας.
- 3.11
“Ἐβάστασας,” ἀντὶ τοῦ ἠνέσχου. “οὐκ ἐκοπίασας” δε, άντί τοῦ οὐκ ἀπεκαρτέρησας, οἱονεὶ, οὐκ ἀπηγόρευσας, οὐ προδέδωκας, οὐκ ἐλιποτάκτησας διὰ τὸ ὄνομά μου. “ ὄνομα’’ δὲ, τὴν δόξαν, τὸ κλέος φησὶν, ὡς καὶ ἐπὶ τοῦ, “θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ s” καὶ πῶς οὐ Κλεοῦς μεστὸν, τὸ τοὺς Χριστιανοὺς μὴ ἀντιδιδόναι σπεύδειν κακὸν ἀντὶ κακοῦ ; ὡς καὶ Παῦλος ὁ θεῖος παραινεῖ, “ μὴ γίνεσθε, φάσκων, “ ἑτεροζυγοῦντες ἀπίστους.’’
- 3.12
Ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτὴν ἀφῆκας. μνημόνευε οὖν πόθεν πέπτωκας, καὶ μετανόησν, καὶ τὰ πρῶτα ἔργα ποίησον. εἰ δὲ μὴ, ἔρχομαί σοι ταχύ. καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς. ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ μου.
- 3.13
Ἐν δυσὶ τὴν ἐκκλησίαν ἀποδεχόμενος, τῆς ὑπομονῆς τοῦ ἄχθους λέγω, καὶ τῆς τοῦ κόπου τῶν ἀντιδιατιθεμένων ἀζηλίας, ἑνὸς τούτου μέμφεται, ὃ καὶ μέσον θεὶς ἑκατέρων, τοῦ κόπου φημὶ καὶ τῆς ὑπομονῆς τὴν τὴν πρὸς τοὺς κακοὺς ἐπῄνεσεν ἀλλοτρίωσιν μετὰ τοῦ πειράσαι καὶ τοὺς ψευδαποστόλους καὶ τὴν τῶν Νικολαϊτῶν αἰσχρουργίαν. ἐμέμψατο δὲ καὶ τῆς πρὸς τοὺς πλησίον χορηγίας τὴν ὀλιγωρίαν, ἣν αὖθις ἀνακαλέσασθαι ἐπισκήπτει, τὰ πρῶτα, φάσκων, ἔργα ποίησον ἐν δικαιοσύνῃ. οὐ γάρ με λανθάνει, φησὶν, οὔτε τὰ πρῶτά σου τῶν πράξεων ἀγαθὰ, οὔτε ὅτι τὴν εἰς τοὺς δεομένους ἀγάπην u ἐνέκοψας. ἐπάνελθε οὖν διδαχθεῖσα παρὰ ἐμοῦ τί x ἐνέλειψας.
- 3.14
Ἐρχομαί σοι ταχύ.
- 3.15
Τὸ ἔρχομαι, οὐ μεταβατικὴν δηλοῖ κίνησιν τοῦ πάντα πληροῦντος Θεοῦ, ἀλλὰ τὴν ἐκ μακροθυμίας y πρὸς κόλασιν ἐπιστρο- φῆν. κίνησις δὲ ἐκκλησίας ἡ τῆς θείας χάριτός ἐστι γύμνωσις, δι’ ἣν ἐν σάλῳ καὶ κλύδωνι ὑπὸ τῶν πονηρῶν πνευμάτων καὶ τῶν ὑπουργούντων αὐτοῖς μιαρῶν ἀνθρώπων γίνεται ἡ ᾿Εκκλησία, ὥστε καὶ λέγειν τοὺς ταύτην συγκροτοῦντας ἀνθρώπους z, “ ἐταράχθη ἐν “ θυμῷ ὁ ὀφθαλμός μου, καὶ, ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί.’’
- 3.16
Ἀλλὰ τοῦτό, φησιν, ἔχεις ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν.
- 3.17
Μεταξὺ τῶν λυπηρῶν τίθησι a καὶ τὰ πρὸς εὐθυμίαν ἄγοντα, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ b τὰ τῆς Ἐκκλησίας. φησὶν οὖν, ὅτι μετανοίᾳ c σε εὐεπιχείρητον καταλαμβάνω, ἀφ’ ὧν σύνδρομον ἔχω σε τοῦ μίσους μου τοῦ περὶ τοὺς Νικολαΐτας. οὗτοι δὲ παρονομάζονται ἀπὸ Νικολάου ἑνὸς τῶν ἑπτὰ διακόνων. καὶ τίνες δὲ ἦσαν d τὴν αἰσχρουργίαν, Ἐπιφανίου τοῦ ἐκ Κύπρου θείου ἀνδρὸς ἡ τῶν Παναρίων αὐτοῦ βίβλος δηλώσει.
- 3.18
Ἄλλωσ. Κίνησιν λυχνίας τινὲς, καὶ τὸν ἱερατικὸν e τῆς Ἐφέσου θρόνον ὑπέλαβον, Κωνσταντινουπόλει τὰ πρεσβεῖα ἑαυτῆς ἐπιδοῦσα.
- 3.19
Τοῦτό, φησιν, ἀγαθὸν ἔχεις τὸ μισεῖν τὰ ἔργα τῶν Νικολαϊτῶν· ταῦτα μὲν ὁ χρηματισμὸς, εἶτα τὸ ἀφ’ ἑαυτοῦ τίθησιν, “ ὁ ἔχων “ οὖς ἀκουσάτω τι τὸ Πνεῦμα λέγει ταῖς ᾿Εκκλησίαις f.”
- 3.20
Ὁ ἔχων οὖς ἀκουσάτω.
- 3.21
Σαρκικὸν οὖς πᾶς ἄνθρωπος ἔχει, πνεύματ’ ἷκόν δὲ ὁ θεοφορούμενος. ὅπερ τῷ ῾Ησαΐᾳ προστέθειται καὶ τῷ θεοπάτοροι Δαβὶδ εὐήκοον γενέσθαι, ἀφ’ οὗ καὶ εὐχαρίστως διατιθέμενος μελῳδεῖ, “ εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου, οἱονεὶ οἷς ἀκοὴ τὸ ἐπαινετὸν φέρει, τούτοις κἀμοῦ τὸν πόθον ἀφωμοιώσατο ἀφωμοιώσατο g τὸ Πνεῦμα δὲ ταῦτα λέγειν φησὶν, ἣ ὅτι πνευματικῶς ἐνηργεῖτο παριστῶν τὰ τῆς Ἀποκαλύψεως, ἣ Πνεῦμα τὸν Χριστόν φησι, καθό ἐστι καὶ νοεῖται Θεὸς, ὥσπερ ἀμέλει καὶ Υἱὸς ἀνθρώπου χρηματίζει, καθό ἐστιν ἄνθρωπος καὶ νοεῖται. καὶ ὅτι Πνεῦμα λέγεται ὁ Θεὸς, αὐτοῦ τοῦ Χριστοῦ πρὸς τὴν Σαμαρεῖτιν παριστῶσι h λόγοι, “ πνεῦμα’’ ἀγορεύοντος i “ ὁ Θεὸς, καὶ τοὺς προσ- “ κυνοῦντας αὐτὸν k ἐν πνεύματι καὶ ἀληθείᾳ, καὶ τὰ ἑξῆς. καὶ τί τὸ Πνεῦμα λέγει ;
- 3.22
Τῷ νικῶντι δώσω φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς.
- 3.23
“ Νικῶντι,’’ τὸν πρὸς τοὺς δαίμονας πόλεμον, ὃς διὰ τῶν συμφύτων ἡμῖν παθῶν ἀνερεθίζεσθαι εἴωθεν. “ ξύλον δὲ ζωῆς l ” τροπικῶς, τὸ m ἐν μέσῳ τοῦ Παραδείσου, καὶ Παράδεισον τὴν μακαρίαν καὶ αἰωνίζουσαν n ἐκληπτέον ζωὴν, ἐν ᾗ σοφίας ἄφθονος χύσις, περὶ ἧς καὶ Σολομῶν φησι o. “ ξύλον ζωῆς ἐστι τοῖς ἀντεχομένοις “ αὐτῆς.’’ ὁ δὲ παρὼν Εὐαγγελιστὴς περὶ τοῦ Χριστοῦ P φησὶν, ὅτι αὐτός ἐστιν ὁ Θεὸς καὶ ζωὴ ἡ αἰώνιος οὗ ἐν τῷ Παρείη, τῇ μελλούσῃ ἀτελευτήτῳ ζωῇ ἐν ἀπολαύσει οἱ ἅγιοι γενήσονται.
- 3.24
Τοῦ Θεοῦ μου.
- 3.25
Μή τις ἀκούων ταῦτα σκανδαλιζέσθω. πρέπει γὰρ τὰ ταπεινὰ πάντα τῇ δι’ ἡμᾶς σωτηρίῳ ἡμῖν τοῦ θεανθρώπου οἰκονομίᾳ. ἐπεὶ καὶ ἐν Εὐαγγελίοις φησὶν ὁ αὐτός· “ ἀναβαίνω πρὸς τὸν Πατέρα “ μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν, ὡς τοῦ μὲν φύσει, τῶν δὲ θέσει.
- 4.1
Τὰ δηλωθέντα τῷ ἐν τῇ Σμυρναίων ἐκκλησίᾳ Ἀγγέλῳ.
- 4.2
Καὶ τῷ Ἀγγέλῳ τῆς ἐν Σμύρνη ἐκκλησίας γράψον. τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν. οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ. καὶ τὴν βλασφημίαν τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτοὺς καὶ οὐκ εἰσὶν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. μηδὲν φοβοῦ ἃ μέλλεις παθεῖν. ἰδοὺ δὴ μέλλει βαλεῖν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν, ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμέρας δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
- 4.3
r Ὅτι οὐκ Ἀγγέλῳ τὰ προστάγματα ταῦτα, ἀλλὰ τῷ ἀθροίσματι τῶν πιστῶν ἐστὶν ἣ ᾿Εκκλησίᾳ, διεσαφεῖται ἤδη.
- 4.4
Σύνταξις τῶν προειρημένων κατὰ μικρὰς παραφράσεις καὶ τῶν ἐλλείπων ἀναπληρώσεως σαφηνείας χάριν, ταῦτα χρήματ’ ἵζει ὁ προαιώνιος τῇ φύσει, καὶ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν διὰ φιλανθρωπίαν ἄνθρωπος Ἰησοῦς Χριστός. δι’ ἣν φιλανθρωπίαν πεῖραν ἠνέσχετο θανάτου τριημέρου, καὶ ἀνέστη εἰς παλινζωΐαν ἡμᾶς ἐπελπίζων ἀνελλιπῆ.
- 4.5
Πρῶτος καὶ ἔσχατος ὁ Χριστὸς, ὡς Θεὸς καὶ ἄνθρωπος. πρῶτος τῇ θείᾳ φύσει, ἔσχατος, ὡς δι’ ἡμᾶς ἐπ’ ἐσχάτων s ἄνθρωπος γενόμενος. καὶ νεκρὸς δὲ ὁ αὐτὸς τριήμερος, καὶ αὖθις ἀνοίξας ἡμῖν διὰ τῆς αὐτοῦ ἀναστάσεως ὁδὸν t τῆς ζωῆς. καὶ τι φησιν οὗτος “ οἶδά σου σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἃ δι’ ἐμὲ ὑπομένεις, ὑπὸ τῶν ἀπίστων μαστιζόμενος καὶ τῶν ὑπαρχόντων στερούμενος. μὴ οὑν ἐν τῷ θλίβεσθαι καὶ πτωχεύειν εἴπῃς καὶ αὐτός. “ τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ ἔγνως, ἐταπεινώ- “ σαμεν τὰς ψυχὰς ἑαυτῶν, καὶ οὐ προσέσχες ; ” εἰ γὰρ καὶ ταῦτα, ἀλλὰ πλούσιος εἶ’, ἐν τοῖς πνευματικοῖς τὸν θησαυρὸν ἔχων κεκρυμμένον ἐν τῷ ἀγρῷ τῆς καρδίας σου, ὅς ἐστιν ὁ Χριστός· δι’ ὃν καὶ πλούσιος εἶ, ὡς τοῦτον ἔχων σκεπαστὴν, ὃς καὶ αὐτὸς πλούσιος ὣν, ἐπτώχευσε δι’ ἡμᾶς.
- 4.6
Οἶδά σου τὰ ἔργα.
- 4.7
Δηλαδὴ τὰ χρηστὰ καὶ τὴν διὰ ταῦτα θλίψιν ἱν καὶ πτωχείαν, τὴν διὰ φθόνον ἀπὸ τῶν συνεργῶν τοῦ διαβόλου βλασφήμων Ἰουδαίων ἐπαγομένην ὑμῖν. οἱ τινες Ἰουδαῖοι ὀνόματι μόνον u, τῇ δὲ ἀληθείᾳ συναγωγὴ τοῦ διαβόλου εἰσίν. ἀλλὰ κἂν ἐξ ἐπηρείας πτωχεύῃς, ἐμοὶ ἀνακείμενος τῷ πάντων x ἀγαθῶν πρυτάνει, πλούσιος εἶ. διόπερ μηδὲν φοβοῦ τῶν μελλόντων σοι ἐπενεχθῆναι ἀπὸ τῶν συνεργῶν τοῦ διαβόλου θλιβερῶν ἐγκλεισμῶν φυλακῆς καὶ πειρασμῶν ἄλλων y, ὣν ἐφήμερος ἡ ἐπιφορὰ, καὶ ὅσον εἰ καὶ ἡμερῶν δέκα ἐξισουμένη ; γίνου οὖν καρτερικὸς καὶ μὴ ἐκλυόμενος μέχρι θανάτου, ὑπὲρ ὧν λήψῃ τὸν στέφανον τῆς ζωῆς.
- 4.8
Καὶ τὴν βλασφημίαν.
- 4.9
Κατὰ κοινοῦ τὸ, “ οἶδά σου, ἵνα ἐξακούηται οὕτως. οἶδά σου τὰ ἔργα, οἶδα καὶ τὴν βλασφημίαν τῶν τῷ λόγῳ μὲν Ἰουδαίων, ἔργῳ δὲ συναγωγῆς τοῦ Σατανᾶ. οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖος, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ, καὶ τῇ περιτομῇ τῆς καρδίας, ὁ διὰ τῆς z τοῦ φαινομένου περιβλητοῦ τῷ γεννητικῷ μορίῳ δέρματος a ἀφαιρέσεως τοῦ ὑλικοῦ τοῦδε παντὸς βίου ἀλλοτριούμενον b ἑαυτὸν αἰνιττόμενος, καὶ πρὸς τὰ θεῖα c τῇ ψυχῇ ἐνσκευαζόμενον d. εἰ γὰρ Ἰούδας μὲν ἐξομολόγησις ἑρμηνεύεται, Ἰσραὴλ δὲ νοῦς ὁρῶν Θεὸν, πάντως οἱ ἀληθεῖς Ιουδαῖοι καὶ ᾿Ισραὴλ οὗτοι εἰσὶν, οἱ Χριστῷ ἐξομολογούμενοι, ἤγουν εὐχαριστοῦντες ἀνθ’ ὧν μεγάλα εὐεργέθημεν τῇ διὰ σαρκὸς αὐτοῦ πρὸς ἡμᾶς e ἐπιδημίᾳ. τοῦτο γὰρ ἡ ἐξομολόγησις δηλοῦν βούλεται. Ἰσραὴλ δὲ, ὃς f νῷ Θεὸν ὁρᾷ ἠξιωμένος g, μηδενὶ τῶν ἀσχολεῖν εἰωθότων ἐπιπροσθούμενος h. οὐκοῦν οὐδὲ Ἰουδαῖοι οὔτε i Ἰσραὴλ οἱ τῇ ἀπιστίᾳ ἐμμένοντες k ἀνεπιστρόφως, ἀλλὰ βλασφημοῦντες συναγωγὴν ἑαυτοὺς ἀποφαίνουσι τοῦ Σατανᾶ ἐζωγρημένους ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα, ἅτε καὶ στρατηγουμένους l ὑπ’ αὐτοῦ.
- 4.10
m Ἀλλὰ μὴ φοβεῖσθαι, φησὶν, ἃ γὰρ μέλλεις κακοπαθεῖν, εἰς ὀλίγον χρόνον τούτων ἡ θλίψις, καὶ οὐδ’ ὅσον δέκα ἡμέραις παραμετρεῖσθαι ἀξία. ὅτι δοκίμιον ὑμῖν τοῦτο δίδοται τῆς πίστεως· διὸ καὶ ὁ Θεὸς συνεργεῖ. δοκίμους μὲν ὑμᾶς ἀποφαίνων, τὸν δὲ διάβολον καταισχύνων, οὗ ἐνεργείᾳ οἱ κακοποιοὶ ἐπιτίθενται τοῖς εὐσεβέσι. δεῖ δὲ καρτερεῖν ἄχρι θανάτου εἰς ἀντάμειψιν στεφάνων ζωῆς. διὸ καὶ εἴρηται, “ ὁ ὑπομείνας εἰς τέλος οὗτος σωθή- “ σεται,’’ οὐχ ὁ ῥίψασπις καὶ πρὸς τοὺς ἀγῶνας μαλακίᾳ ἐνδούς.
- 4.11
Ὁ ἔχων οὖς ἀκουσάτω.
- 4.12
Ὁ τῆ πνευματικῇ συγκροτούμενος αἰσθήσει, καὶ νικῶν τὰ πνευματικὰ τῆς πονηρίας, ἀκουσάτω τοῦ πρὸς νίκην τούτων ἐπαλείφοντος θείου Πνεύματος.
- 4.13
Ὁ νικῶ n οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
- 4.14
Ἀκριβὲς τὸ εἰρημένον, ὅτι δύο θανάτων ἀνθρώποις ὄντων, πρώτου τοῦ φυσικοῦ, ὅς ἐστι χωρισμὸς τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, κατὰ τὴν δικαίαν καὶ ἀπαραίτητον ἀπόφανσιν o τοῦ παντοκράτορος Θεοῦ, τὴν, “ ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.’ τοῦτον τὸν θάνατον ἀνυπερθέτως, πάντες ἄνθρωποι P δίκαιοι καὶ ἁμαρτωλοὶ μέτιμεν. δευτέρου δὲ πάλιν θανάτου καὶ ὀλεθριωτέρου, τοῦ δι’ ἁμαρτίας ὄντος, ὂν τὸ τῆς ἀκολάστου q καὶ σαρκικῆς καὶ ἡδυπαθοῦς ζωῆς δέλεαρ τοῖς r ἀνθρώποις οἶδε πορίζειν. διὸ s καὶ ὁ Κύριος τοὺς ταύτην μεταδιώκοντας νεκροὺς ὀνομάζει, ὅταν φῆ, “ ἄφετε τοὺς “ νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.’’ τοῦτον τὸν θάνατον, τὴν ἐμπαθῆ λέγω ζωὴν,) ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ τῆς γεέννης εἰς ἀδιάλειπτον θανάτου u.
- 5.1
Τὰ σημανθέντα τῷ τῆς Περγαμηνῶν ἐκκλησίας ἀγγέλῳ.
- 5.2
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον. τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν. οἶδα τὰ ἔργα σου, καὶ ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ. καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου ἐν ταῖς ἡμέραις, ἐν αἷς Ἀντίπας ὁ μάρτυς μου ὁ πιστὸς, ὃς ἀπεκτάνθη παρ’ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ. ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαὰμ, ὃς ἐδίδαξε τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν Ἰσραὴλ, καὶ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι. οὕτωσ ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως.
- 5.3
Δίστομον ῥομφαίαν x φησὶν, ἣ τὴν κατὰ τὸν εὐαγγελικὸν λόγον τὸ πᾶν περιαιροῦσαν y τὸ περιττὸν τοῦ παρόντος βίου καὶ εἰς προκάλυμμα τοῦ ἀπὸ γενεᾶς ἡμῖν ἐπισκοτοῦντος τῶν θείων τῆς ἐποψίας κακῶν z, ἣ τὴν κατὰ τῶν ἀσεβῶν ἀπότομον ἀπόφανσιν a. πρὸς τῷ διστόμῳ δὲ καὶ ὀξεία αὕτη, ἔτι καὶ ταχινὴ b, εἰς έκδικησιν τῶν ἀπειθούντων τοῖς θείοις κελεύσμασι. θρόνον δὲ τοῦ Σατανᾶ, τὴν Πέργαμον καλεῖ, ὡς κατείδωλον οὖσαν ὑπὲρ τὴν Ἀσίαν πᾶσαν. ἀλλ’ οὖν καὶ τοιοῦτον c οἰκοῦσα τόπον, φησὶν, ἀνόθευτόν μου τὴν πίστιν ἐτήρησας, μηδὲν ἐκτραπεῖσα ἀπὸ τῆς τῶν κακῶν γειτνίας πρὸς μίμησιν d, οὐδὲ ζηλώσασα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν καὶ εὐθηνίαν e θεωροῦσα.
- 5.4
Ἐν αἷς Ἀντίπας ὁ μάρτυς μου.
- 5.5
Ἀντίπας ὁ μάρτυς ἐν Περγάμῳ ἐμαρτύρησεν, οὗ καὶ τὸ μαρτύριον εἰς ἔτι σώζεται, πολλὰ παρρησιασάμενος τοῖς ἐκβουλεύουσι. καὶ f ὅσον εἰς αὐτὸν ἧκεν, ἄχρι θανάτου προὔβη. οὗπερ τῆς ἀνδρείας νῦν ὁ Εὐαγγελιστὴς ἐκ τῆς θεοκλυτίας g μέμνηται h, πρὸς ἔνδειξιν ἐπεισαχθείσης τῆς ἐκείνου i ἀρετῆς καὶ k ὑπομονῆς τοῖς πιστοῖς, τῆστε τῶν πεπλανημένων ὠμότητος ὡς ὁμοσκήνων τῷ Σατανᾶ. ἐπειδὴ δὲ ἅπτεται καὶ τῶν ἁγιωτάτων ὁ μῶμος, καθ’ ὃν l πολλὰ πταίομεν ἅπαντες κατὰ τὸ γεγραμμένον, “ τίς καθαρὸς ἀπὸ ῥύπου m ; ” ὑμῖν πάλιν, φησὶ, καί τοι τοιούτοις οὖσι τὰ πρὸς θεραπείαν ἐμὴν, ἔχω τι ἐγκαλεῖν πάλιν κατὰ σοῦ n, κἂν ἐπ’ ὀλίγον o· δύο γὰρ p χαλεπὰ, ὡς ἔοικεν, αὕτη ἡ πόλις τῶν Περγαμηνῶν ἐκέκτητο, τοὺς μὲν πλείονας Ἕλληνας, ἐξ αὐτῶν δὲ q τῶν ὀνομαζομένων πιστῶν, τοὺς αἰσχρουργοὺς Νικολαΐτας ἐπισπαρέντας “ τῷ χρηστῷ σίτῳ ζιζάνια πονηρά. καὶ ὅπως δὲ τούτους, καὶ τίσιν r ὡμοιωμένους, διὰ τῆς πάλαι ἱστορίας παρέθετο.
- 5.6
Τὴν διδαχὴν Βαλαὰμ, ὃς ἐδίδαξε τὸν Βαλάκ.
- 5.7
Τὸν Βαλαάμ φησι διδάξαι τὸν Βαλάκ s, οἱονεὶ διδάσκαλον γενόμενον τοῦ Βαλάκ t. ἡ δὲ ἱστορία, ἐν τῇ βίβλῳ τοῦ θεσπεσίου Μωϋσέως ᾗ ὄνομα Ἀριθμοί. Ἰώσηπος δὲ ὁ ᾿Ιουδαῖος u, συμβουλῇ γράφει τοῦ Βαλαὰμ, τὸν βασιλέα Βαλὰκ τὰ γύναια παραστῆσαι x τῷ λαῷ τοῦ y Ἰσραὴλ ἐκκαλούμεναι εἰς πορνείαν, ὅτε καὶ Φινεὲς τὸ ἀοίδιμον ἔργον εἰγάσατο a τὸ ἐπὶ Ζαμβρὴ,) καὶ πρὸς τῆ ἀσελγείᾳ ταύτῃ, καὶ τὸν αὐτὸν Ἰσραηλίτην λαὸν πρὸς b μιηοφαγίαν ἐλκυσθῆναι c, τὰ τῷ Βεελφεγὼρ ἀνατεθέντα κρέα εἰς βρῶσιν χρησάμενον d. e περὶ οὗ καὶ Δαβὶδ ὁ θεοπάτωρ φησὶν, “ καὶ “ ἐτελέσθησαν τῷ Βεελφεγὼρ, καὶ ἔφαγον θυσίας νεκρῶν·’’ θυσίαν λέγων νεκρῶν τὰ τοῖς εἰδώλοις τελεσθέντα κρέα· διὸ καὶ ἀπόλοντο. ἐξομοιοῦσθαι δὲ τούτοις φησὶ καῖε τοὺς Νικολαΐτας κατά τε πορνείαν καὶ μιαροφαγίαν. ἃ g εἴ τις ἐπιζητεῖ ποῖα τινὰ ἦν h, ὡς ἤδη παρεθέμην i; i, ἐξ Ἐπιφανίου τοῦ Κυπρίου ἀρχιερέως Θεοῦ μάθοι, ὃς εἰς ὠφέλειαν πολλῶν, οὐκ ἀπηξίωσε τὸ βορβορῶδες τῶν Νικολαϊτῶν, κατά τε τὴν πορνικὴν ἀκολασίαν, κατά τε τὴν ἐπ’ αὐτῇ βδελυκτοτάτην ἀκαθαρτοφαγίαν, πρόδηλον ἀνυποστόλως κατάστησαι.
- 5.8
Μετανόησον οὖν. εἰ δὲ μὴ, ἔρχομαί σοι ταχὺ, καὶ πολεμήσω μετ’ αὐτῶν ἐν τῆ ῥομφαίᾳ τοῦ στόματός μου. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις, τῷ νικῶντι δώσω αὐτῷ ἀπὸ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκὴν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.
- 5.9
Ὧ βάθος πλούτου καὶ ἀγαθότητος Θεοῦ, ὅτι καὶ ἐν τῆ ἀπειλὴ ἡ φιλανθρωπία. πολεμήσω γάρ, φησιν, οὐ μετὰ σοῦ, ἀλλὰ μετὰ τῶν Νικολαϊτῶν τῶν νοσούντων τὰ ἀνίατα καὶ ἄχρηστα. τῶν γὰρ ἐν Περγάμῳ ἐφείσατο ὡς πιστῶν, ἑνὸς μόνου ἐπιμεμψάμενος αὐτοῖς τῆς μετὰ τῶν Νικολαϊτῶν ἀναστροφῆς k. ἀλλὰ καὶ τὸ ταχὺ τῆς κατ’ αὐτῶν ἐπελεύσεως, πῶς οὐ κηδεμόνος καὶ μὴ ἀνεχομένου ἐπὶ πολὺ τὸν κλῆρον ἑαυτοῦ νοθεύεσθαι, ἀλλὰ ταχινὴν βραβεύοντα τὴν ἀντίληψιν;
- 5.10
Ἐν τῆ ῥομφαίᾳ τοῦ στόματος μου.
- 5.11
Ῥομφαίαν στόματος τίνα, καὶ διὰ τι εἴρηται δίστομος, ἔφθημεν πρὸ μικροῦ παραθέμενοι.
- 5.12
Τῷ νικῶντι δώσω αὐτῷ ἀπὸ τοῦ μάννα.
- 5.13
Ἐπειδὴ ὡς φθάνομεν παραθέμενοι, ἐξ Ἐπιφανίου τοῦ ἱεροῦ λαόντες, ἐτολμᾶτο παρὰ τῶν μιαρῶ l Νικολαϊτῶν ἀξία τῆς τούτων ἀθεΐας ἐν τῇ ἀκαθάρτῳ μίξει m ἑαυτῶν ἡ n βλασφημοτάτη βρῶσις, τούτου χάριν τῷ νικῶντι δοθῆναι φαγεῖν τοῦ μάννα o ἀντὶ τῆς ἀκαθάρτου βρώσεως τε καὶ βδελυρᾶςp ὑπέσχετο. Μάννα δὲ τροπικῶς ὁ ἄρτος ἐστι τῆς ζωῆς, ὁ οὐρανόθεν δι’ ἡμᾶς κατελθὼν, ἢ q καὶ πάντα τὰ μέλλοντα ἀγαθὰ, ὡς οὐρανόθεν καὶ αὐτὰ καταπτάμενα, πτάμενα, ὅπου καὶ ἡ ἄνω Ἰερουσαλήμ. νικῶντι δὲ τὸν διάβολον, δοθῆναι καὶ ψῆφον λευκὴν, τουτέστι, δόξῃ λελαμπρυσμένην. τοῦτο δὲ, τὴν λευκὴν ψῆφον, τὴν ἀπὸ τῶν ἐν τοῖς θεάτροις καὶ τοῖς σταδίοις ἀγωνιζομένων γνώριμον οὖσαν, τοῖς νικῶσι παρεχομένην, ἐνταῦθα τέθεικεν. ὄνομα δὲ καινὸν, τῇ παρούσῃ ζωῇ ἀγνοούμενον. “ τὰ γὰρ ἀγαθὰ ἃ τοῖς ἀγαπῶσιν αὐτὸν ἡτοίμασεν ὁ Θεὸς, ὀφθαλ- “ ’μὸς οὐκ εἶεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου “ οὐκ ἀνέβη.’’ οὒτε r τὸ ὄνομα ὃ οἱ s ἅγιοι κληρονομήσουσι t. πῶς γὰρ οἷόν τε φθαρτῇ u γνώσει τὰ ἄφθαρτα παραδηλοῦσθαι.
- 5.14
v Τῷ νικῶντι. χήτει ὀπίσω.
- 5.15
Καὶ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.
← Previous · Next → — showing 101–200 of 1,254
First Thousand Years of Greek. CTS URN tlg4102.tlgX02.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.