Catena In Epistulam II Ad Timotheum
- 5.10
Μήποτε δῷ αὐτοῖς ὁ Κύριος μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς παγίδος τοῦ διαβόλου.
- 5.11
Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἴσως ἔσται διόρθωσις· τὸ δὲ ἴσως ἐπὶ τῶν ἀδήλων ἐστίν· ὥστε ἐκείνων ἀφίστασθαι μόνον χρὴ, περὶ ὧν δυνάμεθα σαφῶς ἀποφήνασθαι, ὅτι οὐδ’ ἃν ὁτιοῦν γένηται, μεταστησονται.
- 5.12
Ἐζωγρημένους ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θελημὰ.
- 5.13
Καλῶς εἶπεν ἐζωγρημένοι· τέως γὰρ ἐν πλάνῃ νήχονται· ὁρᾷς πῶς διδάσκει μετριοφρονεῖν; οὐκ εἶπε, μήποτε δυνηθῇς, ἀλλὰ μήποτε δῷ αὐτοῖς ὁ Κύριος ἀνανῆψαι· μήποτε τοίνυν διακεώμεθα ὡς αὐτοὶ τινὰ πείσοντες κἂν πείσωμεν· “καὶ ζωγρηθέντες,” φησὶν, “ὑπ’ αὐτοῦ, εἰς τὸ ἐκείνου θέλημα·” τοῦτο δὲ οὐ περὶ δογμάτων ἄν τις εἴποι, ἀλλὰ καὶ περὶ βίου· τὸ δὲ “μήποτε” πολλῆς μακροθυμίας ἐστὶ, καὶ τὸ μὴ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ, παγὶς διαβολική.
- 6.1
Πρόρρησις περὶ κακίας ἀνθρώπων πλεοναζούσης, ἀπατηλῆς ἐλεγχομένης.
- 6.2
τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί.
- 6.3
Οὐχὶ τὰς ἡμέρας λέγει, οὐδὲ τοὺς καιροὺς, ἀλλὰ τοὺς ἀνθρώπους τοὺς τότε ὄντας καὶ γὰρ ἥμιν οὐτῶ λέγειν ἔθος ἐστιν· καιροὺς πονηροὺς καὶ μὴ πονηροὺς, ἀπὸ τῶν ἐν αὐτοῖς συμβαινόντων πραγμάτων, ἀπὸ τῶν ἀνθρώπων.
- 6.4
Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι.
- 6.5
Ὁ φίλαυτος οὗτός ἐστιν, ὁ μάλιστα ἑαυτὸν φιλῶν, ὁ δὲ φιλάδελφος οὗτος μάλιστά ἐστιν ὁ ἑαυτὸν ἀγαπῶν· ἀπὸ τούτου ἡ φιλαργυρία. τὴν γὰρ ἀγάπην πλατεῖαν οὖσαν καὶ πανταχοῦ ἐκκεχυμένην συστέλλει καὶ εἰς βραχὺ συνάγει τὸ τῆς φιλαυτίας ὀλέθριον καὶ πικρόν. “φιλάργυροι·” ἀπὸ τούτου ἀλαζονεία τίκτεται, ἀπὸ τῆς ἀλαζονείας ὑπερηφανία, ἀπὸ τῆς ὑπερηφανίας βλασφημία, ἀπὸ τῆς βλασφημίας ἀπόνοια καὶ ἀπείθεια. ὁ γὰρ κατὰ ἀνθρώπων ἐπαιρόμενος εὐκόλως καὶ κατὰ τοῦ Θεοῦ· οὕτω καὶ τὰ ἁμαρτήματα τίκτεται, πολλάκις κάτωθεν ἄνω ἄνεισιν. ὁ πρὸς τοὺς ἀνθρώπους εὐλαβὴς, πολλῷ μᾶλλον πρὸς τὸν Θεόν· ὁ πρὸς ὁμοδούλους ἐπιεικὴς, πολλῷ μᾶλλον πρὸς τὸν δεσπότην· ὁ δὲ ὁμοδούλων καταφρονῶν, ὁδῷ προβαίνων, καὶ αὐτοῦ καταφρονήσει τοῦ Θεοῦ.
- 6.6
ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι.
- 6.7
Θεόδωροσ. Φίλαυτοί εἰσιν οἱ πάντα πρὸς τὴν ἑαυτῶν ὠφέλειαν ποιοῦντες. “ἀλαζόνες,” καυχώμενοι ἔχειν ἃ μὴ “ὑπερήφανοι,” μεγάλα φρονοῦντες ἐπὶ τοῖς οὖσιν. “βλάσφη- “μοι,” κατηγορίαις χαίροντες. “ἀνόσιοι,” ἐπιμέλειαν τοῦ δικαίου μὴ ποιούμενοι. “ἄστοργοι,” περὶ οὐδένα σχέσιν ἔχοντες. “ἄσπον- “δοι,” οὐ βέβαιοι περὶ τὰς φιλίας, οὐδὲ ἀληθεῖς περὶ ἃ συντίθενται, “διάβολοι·” ταῦτά τε ἐκεῖ, ἐκεῖνα ἐνταῦθα λέγοντες, ἐπὶ τῷ κατεργάζεσθαι μάχην. “ἀκρατεῖ̈” ἥττους τῶν παθῶν. “ἀνή- “μεροι,” οὐδεμιᾶς χρηστότητος ἐπιμελούμενοι. “τετυφωμένοι,” μεγάλα φρονοῦντες ἐπὶ τοῖς μὴ προσοῦσι· διαφέρει δὲ τοῦ άλαζόνος τῷ τὸν μὲν τετυφωμένον ἀπὸ τῆς γνώμης λέγειν, ἀλαζόνα δὲ ’τον ἔπι ῥήματι καυχώμενον.
- 6.8
Χρυσοστόμου. Ὁ ἀχάριστος δὲ ἀνόσιος εἰκότως· ὁ γὰρ τὸν εὐεργέτην ἀχάριστος, τις ἂν γένοιτό ποτε περὶ τοὺς ἄλλους; ὁ ἀχάριστος, ἄσπονδος, ὁ ἀχάριστος, ἄστοργος· “διάβολοι,” φησὶ, τουτέστι κατήγοροι· οἱ γὰρ μηδὲν ἑαυτοῖς συνειδότες ἀγαθὸν, ὥσπερ τινὰ παραμυθίαν ἔχοντες τὸ τῶν ἄλλων τὰς ὑπολήψεις βλασφημεῖν, μυρία πλημμελοῦσι καὶ ἁμαρτάνουσιν· “ἀκρατεῖς,’ πάντων τῶν παθῶν· “ἀνήμεροι·” ἐντεῦθεν ἡ ὠμότης, ἐντεῦθεν ἡ ἀπήνεια, ὅταν τις φιλάργυρος ᾖ, ὅταν φίλαυτος, ὅταν ἀχάριστος, ὅταν λάγνος. “ἀφιλάγαθοι, προδόται φιλίας, προπετεῖς, οὐδὲν βε- “βηκὸς ἔχοντες, τετυφωμένοι, ἀπονοίας πεπληρωμένοι.”
- 6.9
Φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι.
- 6.10
Καὶ ἐν τῇ πρὸς Ῥωμαίους γράφων, οὕτω πω, φησὶν, “ἔχοντες “μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ.” ἐκεῖ μὲν ἐπαινῶν αὐτὸ τίθησιν· ἐνταῦθα δὲ παρὰ πάντα τὰ ἐλαττώματα χαλεπώτερον αὐτὸ δείκνυσι τὸ ἁμάρτημα· τί δή ποτε; ὅτι οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον αὐτὸ ἔλαβεν. ὥσπερ γὰρ τὴν εἰκόνα, πολλάκις μὲν εἰς ὁμοίωσιν λαμβάνει, πολλάκις δὲ εἰς τὸ ἄψυχον καὶ οὐδαμινὸν, οἷον καθάπερ καὶ αὐτὸς φησὶ, γράφων, “ἀνὴρ μὲν “γὰρ οὐκ ὀφείλει κατακάμπτεσθαι τὴν κεφαλὴν, καὶ εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων·” καὶ πάλιν ὁ προφήτης “πλὴν ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος·” καὶ τὸν λέοντα, ποτὲ μὲν εἰς τὸ βασιλικὸν λαμβάνει· “ἐκοιμήθη,” φησὶν, “ὡς λέων, καὶ ὡς σκύμνος “λέοντος, τίς ἐγερεῖ αὐτόν;” ποτὲ δὲ εἰς τὸ ἁρπακτικὸν, “ὡς “λέων ἁρπάζων καὶ ὠρυόμενος·” οὕτω καὶ ἡμεῖς τὸ αὐτὸ ποιοῦμεν· ἐπειδὴ γὰρ τὰ πράγματα σύνθετά ἐστι καὶ ποικίλα, εἰκότως εἰς πολλὰς εἰκόνας καὶ παραδείγματα εἴληπται· οὕτως καὶ ἐν τῆ μορφῇ· ἐκεῖ μὲν ὅτι τύπος τις καὶ εἰκὼν καὶ διδασκαλία ἐστὶ, καὶ ἀρχέτυπον τῆς εὐσεβείας· ἐνταῦθα δὲ ὅτι ἄψυχον καὶ νεκρὸν, καὶ σχῆμα μόνον καὶ τύπον καὶ ὑπόκρισιν δηλοῖ· οὐδὲν γὰρ κέρδος πίστεως, ὅταν μηδὲν πράττῃ τῶν τὴν εὐσέβειαν χαρακτηριζόντων· “τούτους οὖν,” φησὶν, “ἀποτρέπου,” ἀλλ’ ἐν ὑστέροις οἱ τοιοῦτοι ἔσονται. πῶς, φησὶ, “τούτους ἀποτρέπου;” εἰκὸς μὲν καὶ τότε τοιούτους εἶναί τινας, τὸ δὲ ἀληθέστερον δι’ ἐκείνου πᾶσιν παραινεῖ.
- 6.11
Ἐκ τούτων γὰρ εἰσὶν οἱ ἐνδύνοτες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα.
- 6.12
Ὁρᾷς αὐτοὺς τῇ τοῦ ἀρχαίου ἀπάτῃ κεχρημένους τῷ ὅπλῳ, ᾧ καὶ ὁ διάβολος κατὰ τοῦ Ἀδὰμ ἐχρήσατο· εἶδες τὸ ἀναίσχυντον πῶς ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἐνδύνοντες, τὸ ἄτιμον, τὴν ἀπάτην, τὴν κολακείαν; “καὶ αἰχμαλωτίζοντες γυναικάρια·” γυναικῶν γὰρ τὸ ἀπατᾶσθαι, μᾶλλον δὲ οὐ γυναικῶν, ἀλλὰ γυναικαρίων. “σεσωρευμένα.” ὁρᾷς πόθεν κἀκείναις γίνεται τὸ πείθεσθαι ἀπὸ τῶν ἁμαρτημάτων, καὶ σφόδρα κυρίως εἶπεν “σεσωρευμένα·” τὸ πλῆθος γὰρ τῶν ἁμαρτημάτων συνίστησι, καὶ τὸ ἄτακτον, καὶ τὸ συγκεχυμένον, “ἀγόμενα ἐπιθυμίαις ποικίλαις,” οὐ τῆς φύσεως κατηγόρησεν· οὐ γὰρ ἁπλῶς εἶπεν γυναῖκας, ἀλλὰ τοιάσδε γυναῖκας· διὰ δὲ τοῦ “ποικίλαις” πολλὰ ᾐνίξατο, τὴν τρυφὴν, τὴν ἀσχημοσύνην τὴν λαγνείαν, τὴν φιλοχρηματίαν, τὴν αὐθάδειαν, τὴν τιμήν· ἴσως καὶ ἑτέρας αἰσχρὰς ἐπιθυμίας αἰνίττεται· “πάν- “τοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν “δυνάμενα.” ἐπειδὴ γὰρ ἑαυτὰς κατέχωσαν ταῖς ἐπιθυμίαις ἐκείναις καὶ τοῖς ἁμαρτήμασιν, ἐπορώθη αὐτῶν ἡ διάνοια.
- 6.13
Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτω καὶ οὗτοι ἀντιστήσονται τῆ ἀληθείᾳ.
- 6.14
Οὗτοί εἰσιν οἱ μάγοι οἱ ἐπὶ τοῦ Μώσεως. πόθεν δὲ αὐτῶν τὰ ὀνόματα; οὐδαμοῦ γὰρ ἐμφέρεται ἀλλαχοῦ. ἣ ἀγράφως παραδέδοτο, ἣ ἀπὸ τοῦ Πνεύματος εἰκὸς ἦν εἰδέναι τὸν Παῦλον.
- 6.15
Οὕτως καὶ οὗτοι ἀντιστήσονται τῇ ἀληθείᾳ· ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν· ἀδόκιμοι περὶ τὴν πίστιν. ἀλλ᾿ οὐ προκόψουσιν ἐπὶ πλέον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.
- 6.16
Πῶς οὖν λέγει ἀλλαχοῦ; “καὶ προκόψουσιν ἐπὶ πλέον ἀσεβίας·” ἐνταῦθα δὲ “οὐ προκόψουσιν. ἐκεῖ τοῦτό φησιν, ὅτι ἀρχόμενοι καινοτομεῖν καἰ πλανᾷν οὐ στήσονται τῆς πλάνης, ἀλλ’ ἀεὶ ἐξευρήσουσιν ἀπάτας καινὰς καὶ δόγματα διεφθαρμένα· ἐνταῦθα δὲ τοῦτό φησιν, ὅτι οὐκ ἀπατήσουσι, κἂν παρὰ τὴν ἀρχὴν δόξωσί τινὰς παρακρούεσθαι, ἀλλ’ εὐφώρατοι ταχέως ἔσονται· διὰ τοῦτο ἐπιφέρει, “ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν·” πόθεν τοῦτο; ὥσπερ “καὶ ἡ ἐκείνων ἐγένετο·” πανταχόθεν γὰρ κἂν πρὸς καιρὸν ἀνθήσῃ τὰ τῆς πλάνης, εἰς τέλος οὐ διαμένει.
- 6.17
Ἄλλοσ δέ φησιν, ἀνωτέρω ἐπὶ τῶν ἀπατωμένων λέγει, ὡς οὐδέποτε ἐπιλειψόντων αὐτοῖς τῶν πειθομένων οἷς λέγουσιν· ἐνταῦθα δὲ παρὰ τοῖς τῆς ἀληθείας δοκιμασταῖς οὐ προκόπτειν αὐτοὺς φησίν· οἱ γὰρ ἐν ἀρχῇ πολλάκις οὔπω τὰ κατ’ αὐτοὺς εἰδότες, τῷ σχήματι δελεάζονται· τῷ χρόνῳ μέντοι τὴν ἐνοῦσαν αὐτοῖς τῶν δογμάτων διαφορὰν ἐπιγινώσκουσιν.
- 7.1
Προτροπὴ τῆς ἑαυτοῦ μιμήσεως ἐξ ἐναντίου τοῖς φαύλοις, ἐν ὑπομονῇ Θεοῦ.
- 7.2
Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ.
- 7.3
Χρυσοστόμου. Ὥστε ἰὸς ἕσο· ἐνταῦθα τὸν χρόνον πολὺν γεγενῆσθαι, ἀπὸ τοῦ εἰπεῖν, “παρηκολούθηκας τῇ “διδασκαλίᾳ·” τοῦτο περὶ λόγου· “ τῇ ἀγωγῇ,” τοῦτο περὶ βίου· “ τῇ προθέσει,” τοῦτο περὶ προθυμίας καὶ τοῦ παραστήματος τῆς ψυχῆς· “ τῇ μακροθυμίᾳ·” πῶς οὐδέν με τούτων ἐτάρασσε; “ τῇ “ἀγάπῃ·” ὄπερ οὐκ εἶχον οὗτοι· “ τῇ ὑπομονῇ,” ὅπερ οὐδὲ τοῦτο· “ τῇ μακροθυμίᾳ,” φησὶ πρὸς τοὺς αἱρετικούς· “ τῇ ὑπο- “ μονῇ, πρὸς τοὺς διωγμούς· τοῖς λογισμοῖς a, “ τοῖς παθήμασιν·” δύο γὰρ ταῦτα ταράττει τὸν διδάσκαλον, τὸ αἱρετικοὺς εἶναι παλλοὺς, καὶ τὸ διώκεσθαι.
- 7.4
Οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις.
- 7.5
Τούτων ἴσως ὡς νεαρῶν μέμνηται καὶ γνωρίμων αὐτῷ· ταῦτα δὲ οὐ πρὸς ἐπίδειξιν λέγει, ἀλλὰ πρὸς παραμυθίαν τοῦ μαθητοῦ. Ἀντίοχειαν δὲ τὴν Πισιδίας ἐνταῦθά φησιν. ἐν Ἰκονίῳ τινές φασι διὰ Θέκλαν· ἐν Λύστροις, ὅθεν ἦν ὁ Τιμόθεος· τινὲς δὲ πάλιν φασὶ διὰ τὴν ἔχουσαν τὸ πνεῦμα τοῦ Πύθωνος.
- 7.6
Οἵους διωγμοὺς ὑπέμεινα.
- 7.7
Ἀμφότερα παρακλήσεως, ὅτι καὶ ἐγὼ προθυμίαν παρειχόμην γενναίαν, καὶ οὐκ ἐγκατελείφθην.
- 7.8
Ἐκ πάντων γὰρ μὲ ἐρρύσατο ὁ Κύριος· καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ διωχθήσονται.
- 7.9
Τί δὲ ὅλως, φησὶ, λέγω περὶ ἐμαντοῦ; ἕκαστος τῶν θελόντων εὐσεβῶς ζῇν διωχθήσεται. τὰς θλίψεις ἐνταῦθά φησι καὶ τὰς ὀδύνας· καὶ γὰρ οὐκ ἔνι ἄνδρα τὴν τῆς ἀρετῆς ὁδὸν ὁδεύοντα μὴ εἶναι ἐν λύπῃ, ἢ χωρὶς εἶναι θλίψεως καὶ πειρασμῶν.
- 7.10
Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι.
- 7.11
Μηδέν σε θορυβείτω, φησὶν, εἰ ἐκεῖνοι μὲν ἐν εὐθηνίᾳ, σὺ δὲ ἐν πειοασμοῖς· τοιαύτη γὰρ ἡ τοῦ πράγματος φύσις ἐστίν· ἐκ τῶν ἐμῶν δύνασαι μαθεῖν, ὅτι οὐκ ἔνι ἄνδρα πολεμοῦντα τοῖς πονηροῖς μὴ εἶναι ἐν θλίψει.
- 7.12
Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.
- 7.13
Καθάπερ ὁ προφήτης Δαβὶδ παρῄνεσε μὴ παρὰ ζήλου ἐν πονη- ρευομένοις, τοῦτο καὶ αὐτὸς παραινεῖ λέγων· “σὺ δὲ μένε ἐν οἷς “ἔμαθες καὶ ἐπιστώθης·” τουτέστιν, ἐπίστευσας ὅτι αὕτη ἐστὶν ἡ ζωὴ, κἂν ἐναντία τοίνυν ὁρᾷς ἐνταῦθα ὣν ἐπίστευσας, μὴ θορυβοῦ, ἐπεὶ καὶ Ἀβραὰμ ἤκουσεν, “ἐν Ἰσαὰκ κληθήσεταί σοι “σπέρμα,” καὶ τὸν Ἰσαὰκ σφάξαι ἐκελεύετο, καὶ οὐδὲν ἐθορυβεῖτο· διὰ τοῦτο δίκαιοι ἐνταῦθα θλίβονται, ὅτι πάροικοι εἰσιν, ὅτι ξένοι· καὶ δοκιμῆς ἕνεκεν ταῦτα ὑπομένουσιν· οἱ δὲ ἁμαρτωλοὶ, ἐὰν καὶ ποτέ ἐστι b τοιοῦτον ὑπομένωσι, δίκην τίνουσι τῶν ἁμαρτημάτων· εἰ γὰρ μηδεὶς πονηρὸς ἐκολάζετο, οὐδεὶς ἃν ἐνόμισεν ἐφεστάναι τὸν Θεὸν τοῖς ἀνθρωπίνοις πράγμασι· καὶ εἰ πάντες ἐκολάζοντο, οὐδεὶς ἃν προσεδόκησεν εἶναι ἀνάστασιν, ὡς πάντων ἐνταῦθα ἀπολαμβανόντων· διὰ τοῦτο κολάζει καὶ οὐ κολάζει. “εἰδὼς,” φησὶν, ὅτι “ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας,” τουτέστιν, ἐκ πρώτης ἡλικίας, ἐν ταῖς θείαις ἀνετράφης γραφαῖς, ὥστε καὶ διὰ τοῦτο στερρὰν εἶναι σοι προσήκει τὴν πίστιν· κατὰ βάθους γὰρ ἡ ῥίζα κεῖται, ἣ χρόνῳ τραφεῖσα πολλῷ, καὶ οὐδὲν αὐτὴν παραβλάψαι δύναται· “τὰ δυνάμενά σε,” φησὶ, “σο- “φίσαι.” τουτέστι,, οὐκ ἀφίησιν ἀνόητόν τι παθεῖν, καὶ οἷον οἱ πολλοὶ τὰς γραφὰς μὴ εἰδότες· ὁ γὰρ τὰς γραφὰς εἰδὼς ὡς εἰδέναι χρὴ, οὐδενὶ τῶν γινομένων σκανδαλίζεται, πάντα φέρει γενναίως· τὰ μὲν τῇ πίστει ἐπιτρέπων καὶ τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ οἰκονομίας, τῶν δὲ καὶ λόγους εἰδὼς, καὶ παραδείγματα εὑρίσκων ἐν ταῖς γραφαῖς.
- 7.14
Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος.
- 7.15
Πόλλην παράκλησιν ποιησάμενος καὶ παραμυθίαν ἀπὸ πάντων, ἐπάγει καὶ τὴν ἀπὸ τῶν γραφῶν τελειοτέραν οὖσαν, ἐπειδὴ μέγα τι καὶ λυπηρὸν ἔμελλεν ἐρεῖν· τί γὰρ οἴει παθεῖν τὸν Τιμόθεον, οὕτω μὲν ἀγαπώμενον, οὕτω δὲ ἀγαπῶντα, ἀκούοντα μέλλει ἀποθνήσκειν ὁ διδάσκαλος, καὶ ὅτι οὐδὲ ἀπέλαυσεν αὐτοῦ τῶν χρόνων τῶν ἐγγὺς τοῦ θανάτου· διὰ τοῦτο ὅτε πολλὴν ἐποιήσατο παρά- κλῆσιν, τότε περὶ τῆς τελευτῆς ἑαυτοῦ διαλέγεται, καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ λέξεσι κέχρηται ἱκαναῖς αὐτὸν παραμυθήσασθαι, καὶ χαρᾶς ἐμπλῆσαι, ὡς θυσίαν νομισθῆναι εἶναι τὸ πρᾶγμα, ἣ τελευτὴν καὶ μετάστασιν πρὸς τὰ κρείττω, ὅπερ οὑν καὶ ἢν· “ἐγὼ “γὰρ ἤδη σπένδομαι,” φησὶ, διὰ τοῦτο ἔγραφε λέγων,
- 7.16
Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμὸν, πρὸς ἐπανόρθωσιν, πρὸς παι- δείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἀρτίως ἦ ὁ τοῦ Θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.
- 7.17
Εἴ τι μαθεῖν, εἴ τι ἀγνοῆσαι χρὴ, ἐκεῖθεν εἰσόμεθα· εἰ ἐλέγξαι ψευδῆ, καὶ τοῦτο ἐκεῖθεν· εἰ ἐπανορθωθῆναι καὶ σωφρονισθῆναι πρὸς παράκλησιν, πρὸς παραμυθίαν, εἴ τι λείπει καὶ χρὴ προστιθέναι. “ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος·” ἀντ’ ἐμοῦ τοίνυν, φησὶν, ἔχεις τὰς γραφὰς, εἴ τι βούλει μαθεῖν, ἐκεῖθεν δυνήσῃ.
- 7.18
Διαμαρτύρομαι οὖν ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρίναι ζῶντας καὶ νεκρούς.
- 7.19
Ἤ τοι ἁμαρτωλοὺς λέγει καὶ δικαίους, ἤτοι καὶ τοὺς ἀπελθόντας καὶ τοὺς νῦν ὄντας, ἢ ὅτι πολλοὶ καταληφθήσονται ζῶντες. ἐφόβησεν αὐτὸν καὶ ἐν τῇ προτέρᾳ, ἐνταῦθα δὲ τὸ φοβερώτερον τέθεικε· “τοῦ μέλλοντος κρίναι καὶ ζῶντας καὶ νεκροὺς,” τουτέστι, τοῦ μέλλοντος τὰς εὐθύνας ἀπαιτεῖν “κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ “καὶ τὴν βασιλείαν,” ἵνα εἴπῃ τὴν μετὰ δόξης, τὴν μετὰ βασιλείας. ἣ ὅτι διαμαρτύρομαί σοι τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν, μάρτυρα καλῶς ἐκεῖνον, ὅτι καὶ τοῦτο ἀνέμνησα.
- 7.20
Κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάση μακροθυμίᾳ καὶ διδαχῇ.
- 7.21
τουτέστι μὴ καιρὸν ἔχε ὡρισμένον, ἀεὶ σοι καιρὸς ἔστω, μὴ ἐν εἰρήνῃ, μηδὲ ἐν ἀδείᾳ ὢν, μηδὲ ἐν ἐκκλησίᾳ μόνον καθήμενος, ἐν δὲ τοῖς κινδύνοις ὑποσταλεὶς, κἂν ἐν δεσμωτηρίῳ ᾖς, κἂν ἅλυσιν περικείμενος, κἂν μέλλῃς ἐξιέναι ἐπὶ θάνατον, καὶ παρ’ αὐτὸν τὸν καιρὸν ἔλεγξον, μὴ ὑποσταλῇς ἐπιτιμῆσαι· τότε γὰρ καὶ ἡ ἐπιτίμησις ἔχει καιρὸν, ὅταν ὁ ἔλεγχος προχωρήσῃ, ὅταν ἀποδειχθῇ τὸ ἔργον· παρακάλεσον, φησίν· ἄν τε γὰρ χωρὶς ἐλέγχων ἐπιτιμήσῃς, δόξεις εἶναι θρασὺς, καὶ οὐδεὶς ἀνέχεται· μετὰ δὲ τὸ ἀποδειχθῆναι, τότε καὶ καταδέχεται τὴν ἐπιτίμησιν· ἄν τε ἐπιτιμήσῃς καὶ μὴ παράκλησιν προσαγάγῃς, πάλιν τὸ πᾶν ἀνατέτραπται· ἀφόρητον γὰρ ἔλεγχος καθ’ ἑαυτὸν, ὅταν μὴ παράκλησιν ἀναμεμιγμένην ἔχῃ· πάλιν ὁ ἐλέγχων μακροθυμίας δεῖται, ὥστε μὴ ἁπλῶς πιστεύειν· καὶ ἡ ἐπιτίμησις καὶ ἡ παράκλησις καὶ ἡ διδαχὴ, μὴ ὡς ὀργιζόμενος, μὴ ὡς μαινόμενος, μὴ ὡς ἐπεμβαίνων, μὴ ὡς ἐχθρὸν εὑρηκὼς, ἀλλ’ ὡς φιλῶν καὶ συναλγῶν, ὡς μᾶλλον ἐκείνου πενθῶν.
- 8.1
Περὶ τῶν καινοτομησάντων ἀντιτάττει τὸν Τιμόθεον.
- 8.2
Ἔσται γὰρ καιρὸς, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται.
- 8.3
Πρὶν ἣ ἐκτραχηλισθῆναι προκατάλαβε πάντας αὐτοὺς, ὡς ἔχεις εἴκοντα, μαθητευομένους πάντα πρᾶττε.
- 8.4
Ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἐπισωρεύσουσιν ἑαυτοῖς c διδασκάλους.
- 8.5
Οὐδὲν ἐμφαντικώτερον τῆς λέξεως ταύτης· τὸ γὰρ ἀδιάκριτον πλῆθος τῶν διδασκάλων διὰ τοῦ “σωρεύουσιν” ἐδήλωσε, καὶ διὰ τοῦ παρὰ τῶν μαθητῶν χειροτονεῖσθαι· “κνηθόμενοι τὴν ἀκοὴν, τῆς ἡδονῆς, φησι, χάριν λέγοντες.
- 8.6
Καὶ ἀπὸ μὲν τῆς ἀληθείας, τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.
- 8.7
Θεόδωροσ. Μύθους εἶπε τὰ ἐναντία τῆς εὐσεβείας ῥήματα· ταῦτα δέ φησιν ὥστε διεγεῖραι αὐτὸν, καὶ ἵνα ὅταν ἐκβῇ, τῷ παρόντι καιρῷ κεχρῆσθαι εἰς δέον· ὅθεν ἐπάγει,
- 8.8
Σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον.
- 8.9
τουτέστι, κάμε, προκατάλαβε, πρὶν ἣ τὴν λύμην ἐκείνην ἐπελθεῖν τῇ ποίμνῃ.
- 9.1
Περὶ τῆς ἑαυτοῦ μελλούσης ἀναλύσεως ἐπὶ δόξη αἰωνίᾳ.
- 9.2
Ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
- 9.3
Ἄρα τοῦτο ἔργον εὐαγγελιστοῦ, τὸ κακοπαθεῖν καὶ παρ’ ἑαυτοῦ καὶ παρὰ τῶν ἔξωθεν· τὸ δὲ “πληροφόρησον” ἀντὶ τοῦ πλήρωσον· ἰδοὺ καὶ ἄλλη ἀνάγκη τοῦ κακοπαθεῖν.
- 9.4
Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν.
- 9.5
Οὐκ εἶπε τῆς ἐμῆς θυσίας· τῆς μὲν γὰρ τῆς θυσίας οὐ τὸ πᾶν ἀναφέρεται τῷ Θεῷ, τῆς δὲ σπονδῆς τὸ ὅλον.
- 9.6
τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα.
- 9.7
τίνος ἕνεκεν οὕτω μεγαληγορεῖ ταῦτα λέγων ὁ Παῦλος; ἐμοὶ δοκεῖ τὴν ἀθυμίαν βούλεται παραμυθήσασθαι τοῦ μαθητοῦ, θαρρεῖν κελεύων, ὡς ἐπὶ στέφανον ἀπιόντος αὐτοῦ, ὡς πάντα τετελεκότος· ὡς ἃν εἰ πατὴρ παιδίον αὐτῷ παρακαθήμενον καὶ τὴν ὀρφανίαν οὐ φέρον παραμυθεῖται λέγων, τέκνον, μὴ κλαῖε· ἐζήσαμεν καλῶς εἰς γῆρας ἐλθόντες, καταλιμπανόμενοι· ἄληπτος ἡμῶν ὁ βίος γέγονε, μετὰ δόξης ἀπερχόμεθα· ἔχεις καὶ σὺ θαυμάζεσθαι ἀπὸ τῶν ἡμῖν πεπραγμένων. πολλὰς ἡμῖν ὁ βασιλεὺς οἶδε τὰς χάριτας, τρόπαια ἐστήσαμεν, τοὺς πολέμους ἐνικήσαμεν· οὐ μεγαληγορῶν, ἀλλὰ τοῖς ἐγκωμίοις παιδεύων τὸν παῖδα, κούφως φέρειν τὰ συμβάντα, καὶ χρηστὰς ἔχειν τὰς ἐλπίδας.
- 9.8
Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.
- 9.9
Δικαιοσύνην ἐνταῦθα τὴν καθόλου φησὶν ἀρετήν.
- 9.10
Ὂν ἀποδώσει μοι ὁ δίκαιος κριτὴς, οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
- 9.11
Ἐν πᾶσιν, πολλῷ μᾶλλον Τιμοθέῳ· πῶς δὲ ἄν τις ἀγαπήσειεν τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ; εἰ χαίροι ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ, εἰ ἄξια πράττοι τῆς χαρᾶς. ἐπιφάνεια δὲ λέγεται διὰ τὸ ἐπάνω φαίνεσθαι, καὶ ἄνωθεν ἀνατέλλειν.
- 9.12
Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν πρός με ταχέως. Ἄξιον ἐπιζητῆσαι, πῶς καλεῖ τὸν Τιμόθεον πρὸς ἑαυτὸν, εἴγε ἐκκλησίαν ἐμπεπιστευμένος ἦν καὶ ἔθνος ὁλόκληρον; ἀνάγκῃ κατείληπτο πολλῇ, δεσμωτήριον ᾤκει καὶ συνεκέκλητο ὑπὸ Νέρωνος, ἰδεῖν ποθῶν πρὸ τῆς τελευτῆς, καὶ ἴσως πολλὰ παραθέσθαι· καὶ οὐ λέγει ἵνα σε ἴδω πρὶν ἀπελθεῖν ἐκ τοῦ βίου, ὃ μάλιστα λυπεῖ, ἀλλ’ ἐπειδὴ μόνος εἰμὶ, καὶ οὐδένα ἔχω τὸν συναντιλαμβανόμενόν μοι τοῦ εὐαγγελίου.
- 9.13
Δὴμᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην.
- 9.14
τουτέστι, τῆς ἀνέσεως ἐρασθεὶς τοῦ ἀκινδύνου καὶ τοῦ ἀσφαλοῦς, εἵλετο μᾶλλον οἴκοι τρυφᾷν, ἣ μετ’ ἐμοῦ ταλαιπωρεῖσθαι. τοῦτον διέβαλεν, οὐ τοῦτο αὐτὸ προῃρημένος, ἀλλ’ ἡμᾶς στηρίξαι ὥστε μὴ μαλακίζεσθαι ἐν τοῖς κινδύνοις· τοῦτο γάρ ἐστι τὸν παρόντα ἀγαπήσαι αἰῶνα.
- 9.15
Κρίσκης εἰς Γαλατίαν, Τῖτος εἰς Δαλματίαν.
- 9.16
Θεόδωροσ. τὰς νῦν καλουμένας Γαλλίας· οὕτως γὰρ πάντες ἐκάλουν οἱ παλαιοί. τούτους δὲ οὐκέτι διαβάλλει· καὶ γὰρ ὁ Τῖτος τῶν σφόδρα θαυμαστῶν ἦν.
- 9.17
Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ.
- 9.18
Οὗτος γὰρ σφόδρα ἀδιασπάστως εἶχεν αὐτοῦ, ὁ καὶ τὸ Εὐαγγέλιον γράψας καὶ τὰς Πραξεῖς τὰς Καθολικὰς, φιλόπονος ὣν καὶ φιλομαθὴς καὶ καρτερικός.
- 9.19
Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν.
- 9.20
Οὐκ εἰς τὴν ἀνάπαυσιν τὴν ἑαυτοῦ, ἀλλ’ εἰς τὴν διακονίαν τοῦ Εὐαγγελίου· ὥστε μηδὲ μίαν γενέσθαι ταραχὴν κατὰ τὴν αὐτοῦ τελευτὴν τοῖς πιστοῖς· τῶν αὐτοῦ μαθητῶν πολλῶν παρόντων καὶ παραμυθουμένων τοὺς ἀφορήτως φέροντας αὐτοῦ τὴν τελευτήν· καὶ γὰρ ἄνδρας ἀξιολόγους εἰκὸς εἶναι τοὺς πεπιστευκότας ἐπὶ τῆς Ῥώμης.
- 9.21
τὸν φελόνην ὃν ἀπέλιπον ἐν Τι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.
- 9.22
Ἱμάτια ἐνταῦθα λέγει, τινὲς δέ φασι τὸ γλωσσόκομον ἔνθα τὰ βιβλία ἔκειτο· τι δὲ αὐτῷ τῶν βιβλίων ἔδει, μέλλοντι ἀποδημεῖν πρὸς τὸν Θέον; καὶ μάλιστα, ὥστε αὐτὰ τοῖς πιστοῖς παραθέσθαι, καὶ ἀντὶ τῆς αὐτοῦ διδασκαλίας ἔχειν αὐτά· τὸν δὲ φελόνην ἐζήτει, ὥστε μὴ δεηθῆναι παρ’ ἑτέρων λαβεῖν· ὁρᾷς γὰρ αὐτὸν πολλὴν ὑπὲρ τούτου ποιούμενον τὴν σπουδήν.
- 9.23
Ἀλέξανδρός ὁ χαλκεὺς πολλά μοι κακὰ ἐπεδείξατο· ἀποδώσει αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ.
- 9.24
πάλιν ἐνταῦθα μέμνηται πειρασμοῦ, οὐχ ἁπλῶς ἐκεῖνον βουλόμενος διαβαλεῖν, ἀλλὰ τὸν μαθητὴν ἀλείψαι πρὸς τοὺς ἀγῶνας, ὥστε πάντα φέρειν γενναίως· κἂν εὐτελεῖς ὦσιν οἱ τὰς πείρας προσάγοντες· “ἔθλιψέ με, φησὶ, διαφόρως,” ἀλλ’ οὐκ ἀτιμωρητὶ ταῦτα αὐτῷ προχωρήσει, οὐχ οὕτως τῶν ἁγίων ταῖς τιμωρίαις ἐπιτρεχόντων, ἀλλ’ ὡς τοῦ κηρύγματος δεομένου καὶ τῶν ἀσθενεστέρων τῆς ἐντεῦθεν παραμυθίας, ὃ καὶ προφητεία ἐστὶν, εἰ ἄρα ἀποδώσει αὐτῷ κατὰ τὰ ἔργα αὐτοῦ, “ὃν καὶ σὺ φυλάττου, λίαν “γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις.” τουτέστι, πολεμεῖ καὶ ἀνθίσταται· καὶ οὐκ εἶπε, τιμώρησαι, κόλασον, ἀπέλασον, καίτοι γε ἐνῆν ταῦτα διὰ τῆς χάριτος ἐργάσασθαι, ἀλλ’ οὐδὲν τούτων εἶπε, οὐδὲ ὁπλίζει αὐτὸν κατ’ αὐτοῦ, ἀλλὰ παραχωρεῖν κελεύει, τῷ ἐῷ παραχωροῦντα τὴν τιμωρίαν.
- 9.25
Ἐν τῆ πρώτη μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον, μὴ αὐτοῖς λογισθείῃ· ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούση πάντα τὰ ἔθνη, καὶ ἐρρύσατό με ἐκ στόματος λέοντος, καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον. ἀμήν.
- 9.26
Χρυσοστόμου. Ποῖαν λέγει πρώτην ἀπολογίαν; παρέστη τῷ Νέρωνι καὶ διέφυγεν· ἐπειδὴ δὲ τὸν οἰνοχόον αὐτοῦ κατήχησε, τότε αὐτὸν ἀπέτεμεν· οὐδὲ γὰρ οὕτω πρὸς τὰ εἴδωλα ζῆλον εἶχεν ὁ Νέρων, οὕτως ἦν ἐξίτηλος ἐν πᾶσι· τὸ δὲ “ πάντες με q̓κα- “ τωπον,n οἱ Ἰουδαῖοι, φησὶν, οἱ ἀδελφοί· “ μὴ αὐτοὺς λογι- “ σθείη.” ὁρᾷς αὐτὸν μὴ μόνον οὐ βουλόμενον τιμωρεῖσθαι, ἀλλὰ καὶ συγχώρησιν εὐχόμενον ; καίτοι δεινὰ ἐπεπόνθει· οὐ γὰρ ἴσον ἀπὸ ἀλλοτρίων προδίδοσθαι, ὅσον τὸ ἀπὸ τῶν οἰκείων· “ ὁ δὲ Κύ- " ριός μοι παρέστη,” φησί· τὸν γὰρ ὑπὸ ἀνθρώπων ἐγκαταλιμ- πανόμενον ὁ Κύριος οὐκ ἀφίησιν· “ ἐνεδυνάμωσέ με,” φησὶ, τουτέστι, παρρησίαν ἐχαρίσατο, καὶ οὐκ ἀφῆκε καταπεσεῖν. ὁρᾷς προτροπὴν πρὸς τὸν μαθητήν ; “ ἵνα δέ μου τὸ κήρνγμα πληρο- “ φορηθῇ.” ὅρα ταπεινοφροσύνην, οὐ γὰρ ὡς ἄξιος, φησὶν, ἐπικου- ρίας ἐν, ἀλλὰ διὰ τὸ κήρυγμα, ἵνα πληρωθῇ καὶ εἰς πέρας ἔλθῃ, καὶ ἀκούση, φησὶ, πάντα τὰ ἔθνη· ἵνα πᾶσι, φησὶ, κατάδηλος γένηται καὶ τοῦ κηρύγματος ἡ δύναμις, καὶ τῆς περὶ ἐμὲ προνοίας ἡ κηδεμονία· καὶ “ ἐρρύσθην ἐκ στόματος λέοντος.” λέοντα τὸν Νέρωνα λέγει, διὰ τὸ ὠμὸν καὶ θηριῶδες. “ καὶ ῥύσε- “ ταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν “ βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.” εἰ ῥύσεται, πῶς, φησὶν, “ ἐγὼ ἤδη σπένδομαι , ἀλλ’ ὅρα, τότε μὲν ἐκ τοῦ Νέρωνος ἐρρύσατο, νῦν δὲ οὐκέτι ἐκ τοῦ Νέρωνος· τὸ ἱκανὸν γὰρ τῷ εὐαηελίῳ ἐγεγόνει, ἀλλ’ ἀπὸ παντὸς ἁμαρτήματος, τουτέστιν, οὐκ ἀφήσει καταγνωσθέντα ἔν τινι ἀπελθεῖν, “ καὶ σώσει εἰς τὴν βασιλείαν α αὐτοῦ·” ἐξαρπάσει με, φησὶν, ἔνθεν καὶ φυλάξει· τοῦτο γὰρ τὸ “ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ·” ἄρα αὕτη ἐστὶν ἡ σωτηρία. " ᾧ “ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν·” ὅρα δοξολογίαν Υἱοῦ ὥσπερ ἤδη Πατρὸς, καὶ ἄλλοτε Πνεύματος.
- 9.27
Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιὀνησιφόρου οἶκον.
- 9.28
Οὗτοι εἰσιν, ὧν συνεχῶς μέμνηται, τῶν σκηνοποιῶν, παρ᾿ οἷς καὶ κατήχθη· τῆς δὲ γυναικὸς ὡς πιστοτέρας, πρώτης μέμνηται. ὁ γὰρ oνησιφόρος ἐν Ρώμη ἦν, τοὺς οὖν ἐν τῷ οἴκω αὐτοῦ ἀσπάζεται, ταύτῃ διεγείρων πρὸς τὸν ὅμοιον τῷ Ὀντͅσιφόρῳ ζῆλόν.
- 9.29
Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.
- 9.30
Ἐπειδὴ τούτων οὐκ ἐμνήσθη,νῦν μέμνηται, ἵνα δείξη ὅτι πάν- τόθεν μεμόνωται καὶ χρήζει τοῦ Τιμοθέου. “τρόφιμον δὲ ἀπέλιπον “ἐν Μιλήτῳ ἀσθενοῦντα·” διὰ τι γὰρ μὴ ἰάσω αὐτὸν, ἀλλ’ ἀπέλιπες; οὐ πάντα ἴσχυον οἱ Ἀπόστολοι, ἣ οὐ πάντα ᾠκονόμουν χάριτι, ἵνα μή τις λογίσηται εἰς αὐτοὺς, ὑπὲρ ὃ βλέπει. ἡ δὲ Μίλητος ἐγγὺς τῆς Ἐφέσου τυγχάνει. ἄρα οὖν ἀποπλέων ἐπὶ τὴν Ἰουδαίαν ἀπέλιπεν αὐτὸν, ἣ μετὰ τὸ γενέσθαι ἐν Ῥώμη· πάλιν γὰρ εἰς τὴν Σπανίαν ἀπῆλθεν· εἰ δὲ καὶ ἐκεῖθεν εἰς ταῦτα τὰ μέρη οὐκ ἴσμεν. “σπούδασον πρὸ χειμῶνος ἐλθεῖν,” ἕως οὗ, φησὶ, ζῶ· ἵνα μὴ τῷ χειμῶνι ἐπισχεθεὶς οὐκ ἴδῃς με.
- 9.31
Ἀσπάζεταί σε Εὔβουλος, καὶ Σπουδῆς, καὶ Λῆνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες. ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου· ἡ χάρις μεθ’ ὑμῶν. τοῦτον τὸν ληνὸν ἱστοροῦσι τινες δεύτερον μετὰ Πέτρον ἐπίσκοπον τῆς Ῥωμαίων ἐκκλησίας γεγενῆσθαι. τίνος δὲ ἕνεκεν τοσούτων ὄντων πιστῶν, τούτων μέμνηται; δηλονότι ὡς ἐκβεβηκότων ἤδη τὴν γνώμην τῶν κοσμικῶν πραγμάτων, καὶ μᾶλλον λαμπόντων.
- 9.32
τριὰς, μονὰς, ἐλέησον.
- 9.33
τέλος τῶν εἰς τὴν πρὸς Τιμόθεον β΄ Ἐπιστολὴν ἐξηγητικῶν ἐκλογῶν.
← Previous — showing 101–184 of 184
First Thousand Years of Greek. CTS URN tlg4102.tlg035.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.