Catena In Epistulam II Ad Timotheum
- hyp.1
Τι δήποτε καὶ δευτέραν ἐπιστέλλει τῷ Τιμοθέῳ Ἐπιστολὴν; εἰπεν, “ἐλπίζω ἐλθεῖν πρός σε τάχιον·” οὐκ ἐγένετο τοῦτο· παραμυθεῖται αὐτὸν διὰ τῶν γραμμάτων ἀντὶ τῆς παρουσίας ἴσως τεθλιμμένον, καὶ διὰ τοῦτο καὶ διὰ τὸ ἀρχῆς ἤδη ἧφθαι· κἂν γὰρ μεγάλοι τινὲς ἄνδρες ὦσιν, ὅταν ἀναδέξωνται τοὺς οἴακας τῆς ἐκκλησίας, ξενοπαθοῦσι, καὶ μάλιστα, ὅτε ἡ ἀρχὴ τοῦ κηρύγματος ἦν. οὐ διὰ γραμμάτων δὲ αὐτὸν παραμυθεῖται μόνον, ἀλλὰ καὶ καλεῖ πρὸς ἑαυτόν· “σπούδασον γὰρ ἐλθεῖν πρός με ταχέως· δοκεῖ δέ μοι πρὸς τῷ τέλει εἶναι αὕτη ἡ Ἐπιστολὴ ἐκ τῶν λεγομένων ἐνταῦθα· ποιεῖται δὲ τὴν παράκλησιν καὶ ἀπὸ τῶν οἰκείων πειρασμῶν, εὐθέως δὲ ἀνέστησεν αὐτοῦ τὴν ψυχὴν, ἀπὸ τοῦ προοιμίου, “κατ’ ἐπαγγελίαν,” εἰπὼν, “ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ.” μή μοι τοὺς ἐνταῦθα κινδύνους εἴπῃ, φησὶν, οὗτοι τίκτουσιν ἡμῖν τὴν αἰώνιον ζωὴν, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· εἰ δὲ ἐπαγγελίᾳ ἐστὶ, μὴ ζήτει αὐτὴν ἐνταῦθα· ἐλπὶς γὰρ βλεπομένη οὐκ ἔστιν ἐλπίς.
- hyp.2
(Θεόδωροσ.) Ἄλλος φησίν· ὅτι μὴ ἀκολούθως τῇ προτέρᾳ ταύτην γεγράφηκε, μηδὲ ἐπὶ τινὰ διάγοντι τόπον, δῆλον, ἀλλὰ μετὰ πολὺν χρόνον ἄγαν· ἐκείνην μὲν γὰρ ἀπέστειλεν αὐτῷ ἐν Ἐφέσῳ διάγοντι, ἐν ταύτῃ δὲ πρὸς τῷ τέλει φησὶ, “τυχικὸν ἀπέστειλα “εἰς Ἔφεσον εἶπε δὲ ἃν ὅτι πρός σε, εἴπερ ἔπι τῆς Ἐφέσου διάγοντι καὶ ταύτην ἔγραφε τὴν Ἐπιστολήν· κἀκείνην μὲν οὕτω γράφων δῆλός ἐστιν ὅταν μετ’ οὐ πολὺ πρὸς αὐτὸν ἐλευσόμενος, ταύτην δὲ, ὡς μετ’ οὐ πολὺ διὰ τὴν τοῦ Χριστοῦ ὁμολογίαν τὴν ἐκ τοῦδε τοῦ βίου μετάστασιν δέξασθαι προσδοκῶν. κελεύει δὲ αὐτὸν καὶ θᾶττον πρὸς αὐτὸν ἀφικέσθαι· γράφει δὲ αὐτὴν ἀπὸ Ρώμης, ἡνίκα τῆς εὐσεβείας ἕνεκεν τὴν κεφαλὴν ἀποτέμνεται, διεγείρων αὐτὸν εἰς τὸ μετὰ σπουδῆς τὰ ὑπὲρ τῆς ἑτέρων ὠφελείας ἐπιτελεῖν σὺν ἡδονῇ, καὶ τὸ πάσχειν ὑπὲρ τούτων αἱρούμενον· μέμνηται δὲ καὶ τῶν πρὸς τὸ χεῖρον βλεπόντων, οὐ μικρῶς αὐτῶν καθαπτόμενος· πρὸς δέ γε τῷ τέλει τῆς Ἐπιστολῆς τὰ καθ’ ἑαυτὸν δηλοῖ, ἡνίκα ἐγένετό καὶ ἔσται.
- hyp.3
Σευηριανοῦ. Ἐν τῇ πρώτῃ Ἐπιστολῇ κατ’ ἐπιταγὴν μέλλων διατάττειν· ἐν δὲ τῇ δευτέρᾳ Ἐπιστολῇ, κατ’ ἐπαγγελίαν· ἡ γὰρ ἀποστολὴ διατάττει μὲν, ἐπ’ ἐλπίδι δὲ τοῦ τυχεῖν αἰωνίου ζωῆς τοὺς ὑπακούοντας.
- toc.1
α΄. Ἔπαινος τῆς Τιμοθέου πίστεως, καὶ προτροπὴ ὑπομονῆς, κατὰ τὸ πρέπον τῇ χάριτι, ἐν ἤτ’ καὶ αὐτός φησι διακαρτερεῖ πάσχων.
- toc.2
β΄. Περὶ τῆς ἁρμοζούσης μεταδόσεως τῶν θείων δογμάτων.
- toc.3
γ΄. Περὶ τῆς ἀφρόντιδος ἐν τῶ νῦν βίῳ πολιτείας, ἐπὶ ταῖς ἀπόνοις τροφαῖς.
- toc.4
δ΄. Περὶ τῆς εἰς Χριστὸν πίστεως καὶ ὑπομονῆς, ἐπ’ ἐλπίδι ζωῆς.
- toc.5
ε΄. Περὶ θείας διδασκαλίας καὶ βίου καθαροῦ καὶ εἰρηνικοῦ, καὶ κατὰ τῶν ἐναντίων.
- toc.6
ς΄. Πρόρρησις περὶ κακίας ἀνθρώπων πλεοναζούσης, ἀπατηλῆς ἐλεγ- μονῇ Θεοῦ.
- toc.7
ζ΄. Προτροπὴ τῆς ἑαυτοῦ μιμήσεως ἐξ ἐναντίου τοῖς φαύλοις, ἐν ὑπομονῇ Θεοῦ.
- toc.8
η΄. Περὶ τῶν καινοτομησάντων, οἷς ἀντιτάττει τὸν Τιμόθεον.
- toc.9
θ΄. Περὶ τῆς ἑαυτῷ μελλούσης ἀναλύσεως ἐπὶ δόξη αἰωνίᾳ.
- praef.1
ΠΑΥΛΟΣ Ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ κατ’ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ τέκνῳ.
- praef.2
Χρυσοστόμου. Καλῶς “ἀγαπητῷ·” ἔστι γὰρ εἶναι τέκνα μὴ ἀγαπώμενα· πολλὴν δὲ αὐτῷ μαρτυρεῖ τὴν ἀρετήν· ὅταν γὰρ μὴ ἐκ φύσεως ῄ ἡ ἀγάπη, ἀρετῆς ἐστιν οἱ γὰρ κατὰ πίστιν ὅταν ὠσιν ἀγαπητοὶ, δι’ οὐδὲν ἕτερον εἰσιν, ἀλλὰ δι’ ἀρετήν· χάρις, “ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου “ἡμῶν.” ἅπερ καὶ πρότερον, ταῦτα αὐτῷ καὶ νῦν ἐπεύχεται.
- 1.1
Ἔπαινος τῆς Τιμοθέου πίστεως καὶ προτροπὴ ὑπομονῆς, κατὰ τὸ πρέπον τι χάριτι, ἐν ᾗ καὶ αὐτός φησὶ διακαρτερεῖν πάσχων.
- 1.2
Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου, νυκτὸς καὶ ἡμέρας, ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ.
- 1.3
Εὐχαριστῶ, φησὶ, τῷ Θεῷ, ὅτι μέμνημαί σου· πῶς δὲ ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει λατρεύει τῷ Θεῷ; ὅτι τὸ συνειδὸς αὐτοῦ οὐκ ἦν βλαβέν· ἄλλως τε ἐνταῦθα περὶ βίου φησὶ, καὶ πανταχοῦ τὴν συνείδησιν τὸν βίον, φησίν· ἣ ὅτι οὐδὲν ὧν προεθυμούμην καλῶν, δι’ ἀνθρωπίνη, αἰτίαν προὔδωκα, οὐδὲ τότε ὅτε ἐδίωκον· διὸ φησίν· “ ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν “ ἀπιστίᾳ.”
- 1.4
(Σευηριανόσ.) Ἄλλος δέ φησίν· οὐ τὸ ἄμεμπτον λέγει τοῦ βίου, ἀλλὰ τὸ τῆς εἰς Θεὸν πίστεως.
- 1.5
Ἐπιποθῶν ἰδεῖν σε.
- 1.6
Χρυσοστόμου. Ὄρα ζέοντα πόθον καὶ ταπεινοφροσύνην, πῶς ἀπολογεῖται τῷ μαθητῇ, εἶτα δείκνυσιν, ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ· ἐπιφέρει γὰρ " μεμνημένος σου τῶν δακρύων.” εἰκὸς γὰρ ἦν αὐτὸν ἀποσχιζόμενον κλαίειν καὶ ὀδύρεσθαι· " ἵνα χαρᾶς,” φησὶ, “ πληρωθῶ, ἐπιποθῶ σε ἰδεῖν.” οὐκ ἂν οὖν ἐμαυτὸν τοσαύτης ἀπε- στέρησα ἡδονῆς, εἰ καὶ σφόδρα ἀναίσθητος ἤμην καὶ ὠμὸς, ἱκανὰ ἦν τὰ δάκρυα ἐκεῖνα εἰς μνήμην ἐλθόντα κάμψαι· νυνὶ δὲ, οὐχ εἰς τῶν τοιούτων εἰμὶ, ἀλλὰ τῶν καθαρῶς λατρευόντων τῷ Θεῷ· καὶ ἑτέραν δὲ τίθησιν αἰτίαν ἅμα καὶ παρακλητικήν· " ὑπόμνησιν “ λαμβάνων,” φησὶ, " τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως.” εἶτα καὶ ἄλλο ἐγκώμιον, ὅτι οὐκ ἐξ ἐθνῶν, οὐδὲ ἐξ ἀπίστων, ἀλλ’ ἄνω- ἄνωθεν ἦν ἀπ’ οἰκίας τῷ Χριστῷ δουλευούσης, “ ἥτις ἐνῴκησεν,” φησὶν, “ ἐν τῇ μάμμῃ σου Λωίδι καὶ τῇ μητρὶ σου Εὐνείκῃ.” ἦν γὰρ, φησὶν, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς· πῶς Ἰουδαίας ; πῶς πιστῆς ; ἐξ Ἰουδαίων πιστῆς, οὐκ ἐξ ἐθνικῶν· διὰ δὲ τὸν πατέρα αὐτοῦ φησὶν, ὅτι ’ Ἕλλην ὑπῆρχε, καὶ διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ἔλαβε καὶ περιέτεμεν αὐτόν. ὁρᾷς πῶς ἤρχετο ὁ νόμος καταλύεσθαι τῶν ἐπιμιξιῶν τούτων γινομένων ” ὅρα πόσα ἔθηκεν· ἐγὼ λατρεύω τῷ Θεῷ, φησὶ, συνείδησιν ἔχων ἀληθινὴν, σὺ δὲ δάκρυα· οὐ διὰ τὰ δάκρυα μόνον, ἀλλὰ διὰ τὴν πίστιν, ὅτι ἀληθείας εἶ ἐραστὴς, ὅτι οὐδὲν δολερὸν παρά σοι· ὅταν οὖν καὶ σαυτὸν ἄξιον τοῦ φιλεῖσθαι παρέχῃς, μηδὲ ἐγὼ τῶν ἀστόργων ὦ, ἀλλὰ τῶν ἀληθεύειν σπουδαζόντων, τί τὸ κωλῦον ἦν ἐμὲ ἐλθεῖν ;
- 1.7
Πέπεισμαι δὲ, ὅτι καὶ ἐν σοί.
- 1.8
Ἄνωθεν ἔχεις τοῦτο τὸ καλόν· ἐκ προγόνων διεδέξω τὴν πίστιν, τὸ ἀνυπόκριτον· εἰ τοίνυν δι’ οὐδὲν ἀνθρώπινον ἦλθες ἐπὶ τοῦτο, οὐδέν σε παρασαλεῦσαι δυνήσεται.
- 1.9
Δἰ ἢν αἰτίαν ἀναμιμνήσκω σε, ἀναζωπυρεῖν τὸ χά- ρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χείρων μου.
- 1.10
Ὁρᾷς πῶς δείκνυσιν αὐτὸν ἐν ἀθυμίᾳ ὄντα πολλὴ; μὴ τοίνυν νομίσῃς, φησὶν, ὅτι κατεφρόνησά σου, ἀλλ’ εἰδὼς ὅτι οὐ κατέγνων οὐδ’ ἐπελήσθην, εἰ καὶ μηδὲν ἕτερον, τὴν μάμμην καὶ τὴν ἐννόει ’δει σοι προθυμίας πρὸς τὸ ἀναζωπυρῆσαι τὸ χάρισμα τοῦ Θεοῦ· καθάπερ τὸ πῦρ δεῖται ξύλων, οὕτω ἡ χάρις τῆς προθυμίας τῆς ἡμετέρας, ἵνα ἀεὶ ἀναζέῃ· ἣν ἔλαβες εἰς προστασίαν τῆς ἐκκλησίας, εἰς σημεῖα, εἰς τὴν λατρείαν πᾶσαν· ἐν ἡμῖν γάρ ἐστι καὶ σβέσαι καὶ ἀνάψαι τοῦτο· ὑπὸ μὲν γὰρ ἀκηδίας καὶ ῥᾳθυμίας σβέννυται, ὑπὸ δὲ νήψεως καὶ προσοχῆς διεγείρεται.
- 1.11
Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.
- 1.12
Τουτέστιν, οὐ διὰ τοῦτο τὸ πνεῦμα ἐλάβομεν, ἱν ὑποστελλώμεθα, ἀλλ’ ἵνα δυνώμεθα, ἵνα παρρησιαζώμεθα· πολλοῖς γὰρ δίδωσι πνεῦμα δειλίας, οἷον ἐπὶ τῶν πολέμων, ἐν ταῖς βασιλείαις γέγονε a. “καὶ ἐποίησεν, φησὶ, πνεῦμα δειλίας ἐπ”’ τουτέστι, φόβον αὐτοῖς ἐνέβαλεν. ἀλλὰ σοὶ ἔδωκε τὸ ἐναντίον, αγαπῃ τῇ εἰς αὐτὸν· ἄρα καὶ τοῦτο ἄπο χάριτος ἐστιν· οὐχ ἀπλῶς ἀπὸ χάριτος, ἀλλ’ ὅταν καὶ ἡμεῖς πρότεροι ἐπιδειξώμεθα τὰ παρ’ ἑαυτῶν· τὸ γὰρ ποιοῦν ἡμᾶς κράζειν ἀββὰ, ὁ Πατήρ· καὶ τὴν ἀγάπην ἐντίθησι τὴν πρὸς αὐτὸν, καὶ τὴν πρὸς τὸν πλησίον φησὶν, ἵνα ἀλλήλους ἀγαπῶμεν. ἀπὸ γὰρ τῆς δυνάμεως καὶ τοῦ μὴ δειλιᾷν καὶ ἡ ἀγάπη γίνεται· οὐδὲν γὰρ οὕτως ἀγάπην διαλύειν εἴωθεν, ὡς δειλία καὶ προδοσίας φήμη· “σωφρονισμοῦ” δὲ, φησὶν, ἤτοι τὴν ὑγείαν τῆς διανοίας καὶ τῆς ψυχῆς, ἣ ὥστε σωφρονίζεσθαι ἡμᾶς, καὶ τὰ περιττὰ περικόπτειν.
- 1.13
Θεόδωροσ. Οὐ τοίνυν οὐδὲ δειλιᾷν προσήκει τὰ παρὰ τῶν ἔξωθεν ἐπαγόμενα κακά· διὰ τί; ὅτι ἡ ἐνοῦσα ἡμῖν τοῦ Πνεύματος χάρις ἱκανὴ καὶ ἐνισχύειν ἡμᾶς, καὶ πρὸς τὴν ἀγάπην ἐπισφίγγειν τοῦ Θεοῦ, καὶ σωφρονεστέρους ἐν τοῖς λογισμοῖς μένειν τοῖς οἰκείοις ποιεῖν.
- 1.14
Μῆ οὖν ἐπαατχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ’ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν.
- 1.15
Χρυσοστόμου. Οὐδὲν χεῖρον ἣ ὅταν τις ἀνθρωπίνοις λογισμοῖς τὰ θεῖα κρίνῃ καὶ μετρῇ πράγματα· οὕτως γὰρ ἀποπεσεῖται τῆς πέτρας ἐκείνης ἐκ πολλοῦ τοῦ μέτρου. ὅρα οὖν Μαρκίωνα καὶ Μάνητα καὶ Οὐαλεντῖνον, καὶ πάντας τοὺς τὰς λοιπὰς αἱρέσεις καὶ τὰ ὀλέθρια δόγματα ἐπεισάγοντας τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὅπως ἀνθρωπίνοις λογισμοῖς τὰ τοῦ Θεοῦ μετρήσαντες ᾐσχύνθησαν ἐπὶ τῇ οἰκονομίᾳ· καίτοι οὐκ αἰσχύνης, ἀλλὰ πολλοῦ καυχήκαυχήματος ἄξια ἃν εἴη, τὸν σταυρὸν λέγω τοῦ Χριστοῦ. οὐδὲν γὰρ οὕτω τῆς φιλανθρωπίας αὐτοῦ τεκμήριον μέγα, ὡς ὁ σταυρός· διὸ καὶ Παῦλός φησιν, “ ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ “ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν 1ησοῦ Χριστοῦ·” διὰ τοῦτο ἄνωθεν τῷ μαθητῇ παρῄνει λέγων, καὶ δι’ ἐκείνου ἡμῖν πᾶσιν· μὴ οὖν ἐπαισχυνθῇς, ὅτι τὸν ἐσταυρωμένον κηρύττεις· τοῦτο γάρ ἐστι τὸ μαρτύριον· ταῦτα μὲν γὰρ καθ’ ἑαυτὰ θάνατος καὶ δεσμωτήρια καὶ δεσμὰ, αἰσχύνης ἄξια, ἀλλ’ ἐάν τις τὴν αἰτίαν προσθῇ, καὶ τὸ μυστήριον εἰδῇ, καλῶς πολλοῦ καυχήματος ἑκάτερα ὄντα εὑρή- εὑρήσει. ὁ θάνατος γὰρ ἐκεῖνος τὴν οἰκουμένην ἀπολλυμένην ἔσωσεν, τῇ γῇ συνῆψε τὸν οὐρανὸν, τὴν τυραννίδα τοῦ διαβόλου κατέλυσε, τοὺς ἀνθρώπους Αηέλους ἐποίησε καὶ Θεοῦ υἱούς· ὁ θάνατος ἐκεῖνος τὴν ἡμετέραν φύσιν ἀνήγαγεν εἰς τὸν θρόνον τὸν βασιλικόν. κἂν αὐτὸς οὖν ταῦτα πάθῃς, μὴ αἰσχυνθῇς· διὰ τοῦτο φησι, “ συγκακοπάθγσον,” τουτέστι, μὴ ἐπαισχυνθῇς τῇ πέτρᾳ, ὡς οὐκ ὄντος κινδύνου, εἰ ἐγὼ ὁ νεκροὺς ἀνιστῶν, ὁ μυρία ἐργαζόμενος σημεῖα, ὁ τὴν οἰκουμένην ἐπιδραμὼν, δέδεμαι νῦν τοῦ σταυρωθέντος ἕνεκεν· εἰ ὁ διδάσκαλος ἡμῶν καὶ δεσπότης σταυρὸν ὑπέμεινε, πολλῷ μᾶλλον ἡμεῖς τὰ δεσμά. μηδὲν οὖν ἀνθρώπινον πάθης, ἀλλὰ τοῖς αὐτοῖς κοινώνησον.
- 1.16
Κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέ- σαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ τὴν ἰδίαν πρόθεσιν, καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων.
- 1.17
Μῆ γὰρ δυνάμει τῇ σῇ φησὶ, τῇ τοῦ Θεοῦ δυνάμει ταῦτα φέρε· σὸν τὸ ἑλέσθαι καὶ προθυμηθῆναι· εἶτα καὶ τῆς δυνάμεως αὐτοῦ δείκνυσι τὰ τεκμήρια· πῶς ἐσώθης, φησὶ, πῶς ἐκλήθης, κλήσει ἁγία, τουτέστιν, ἁγίους εἰργάσατο, ἁμαρτωλοὺς ὄντας καὶ ἐχθρούς· καὶ ταῦτα οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον· εἰ τοίνυν καὶ δυνατός ἐστι καλέσαι καὶ ἀγαθὸς, τῷ κατὰ χάριν καὶ οὐ κατ’ ὀφειλὴν τοῦτο ποιῆσαι, οὐ δεῖ δεδοικέναι· “οὐ κατὰ τὰ ἔργα ἡμῶν, “φησὶν, ἀλλὰ κατ’ δίαν πρόθεσιν·” οὐδενὸς ἀναγκάζοντος, οὐδενὸς συμβουλεύοντος, ἀλλ’ ἐξ ἰδίας προθέσεως· οἴκοθεν, ἐκ τῆς ἀγαθότητος αὐτοῦ ὁρμώμενος ἔσωσεν· “κατ’ ἰδίαν,” φησὶ, “πρόθεσιν κα χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων “αἰωνίων,” τουτέστιν ἀνάρχως ταῦτα τετύπωτο ἐν τῷ Χριστῷ γενέσθαι· πῶς οὖν οὐκ ἀΐδιος ὁ Υἱός; καὶ γὰρ καὶ αὐτὸς ταῦτα ἐβούλετο ἐξ ἀρχῆς.
- 1.18
Φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου.
- 1.19
Εἶδες δωρεὰν, οὐχὶ δι’ ἔργων γινομένην ἀλλὰ διὰ τοῦ εὐαγγελίου; ἐλπίδος γὰρ ταῦτά ἐστιν· ἐν μὲν γὰρ τῷ αὐτοῦ σώματι, ἀμφότερα ταῦτα γεγένηται, ἐν δὲ τῷ ἡμετέρῳ ἔσται πῶς;
- 1.20
Διὰ τοῦ εὐαγγελίου, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ Ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν.
- 1.21
Τί δήποτε τοῦτο συνεχῶς λέγει; πεῖσαι βουλόμενος ὅτι χρὴ καὶ ἔθνεσι πλησιάζειν· μὴ καταπέσῃς, φησίν· ἐν τοῖς ἐμοῖς παθήμασι καταβέβληται τοῦ θανάτου τὰ νεῦρα· οὐχὶ ὡς κακοῦργος ταῦτα ὑπομένω, ἀλλὰ διὰ τὴν διδασκαλίαν τῶν ἐθνῶν, ἅμα καὶ ἀξιόπιστον ποιεῖ τὸν λόγον.
- 1.22
Δι’ ἢν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ’ οὐκ ἐπαισχύνομαι. οἶδα γὰρ ᾧ πεπίοτενκα, καὶ πέπεισμαι, ὅτι δυνα- τός ἐστι τὴν παραθήκην μοῦ φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
- 1.23
Αἰσχύνης γὰρ, εἰπέ μοι, τὰ δεσμά; αἰσχύνης τὰ πάθη; μὴ οὑν ἐπαισχυνθῇς· ταῦτα γὰρ πάσχω, φησὶν, εἰς δεσμωτήριον ἐμβέβλημαι, ἐλαύνομαι· ὅρα πῶς διὰ τῶν ἔργων ἐπιδείκνυται τὴν διδασκαλίαν. τί δὲ ἢν ἡ παραθήκη; ἡ πίστις, τὸ κήρυγμα· τοῦτο αὐτός, φησιν, ὁ παρακαταθέμενος ἀκέραιον φυλάξει· πάντα πάσχω, ὥστε μὴ τὸν θησαυρὸν συληθῆναι· οὐκ ἐπαισχύνομαι τούτοις, ἕως ἃν αὕτη ἀκέραιος σώζηται. ἣ τοὺς πιστοὺς λέγει τὴν παρακαταθήκην, ἣ ἣν ὁ Θεὸς αὐτῷ παρέθετο.
- 1.24
(Σευηριανόσ.) Ἄλλος δέ φησιν εἰς τὸ “συγκακοπάθησον “εὐαγγελίῳ.” καὶ πῶς οἷόν τε πειράζεσθαι τὸ Εὐαγγέλιον, ὡς ἐπειράζοντο οἱ κηρύττοντες, ἀλλ’ ἐπειδὴ ὁ κατὰ τῶν εὐαγγελιζομένων πειρασμὸς ἐγκοπὴν ἐποίει τῷ Εὐαγγελίῳ, διὰ τοῦτο ταῦτά φησὶ, “φωτίσαντος δὲ ζωήν·” τὸ ὂν φωτίζεται· ἐπειδὴ τοίνυν ἐδόθη μὲν πρὸ τῆς παρακοῆς τοῦ Ἀδὰμ ἡ ζωὴ, θανάτῳ δὲ ἐζοφώθη, πάλιν τῇ ἀναστάσει τοῦ Σωτῆρος ἡ ζωὴ φωτίζεται.
- 1.25
(Θεόσωροσ.) Ἄλλος δὲ πάλιν φησὶ, παρακαταθήκην νῦν τὸν ἀρραβῶνα τοῦ Πνεύματος, ὃν ὥσπερ τινὰ παρακαταθήκην μοι δεδωκὼς, ἐπ’ ἐλπίδι τῶν μελλόντων διαφυλάξαι τοῦτο ἀκί ῥαῖον· ἐπὶ τῷ τὴν ὁλοτελῆ με τότε τοῦ Πνεύματος. κομίσασθαι χάριν, ἧς ἐπ’ ἐλπίδι νυνὶ κεκόμισμαι ταύτην.
- 1.26
Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων, ὧν παρ’ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ.
- 1.27
Οὐ διὰ γραμμάτων μόνον τὰ πρακτέα ὑπετίθετο τῷ μαθητῇ, ἀλλ’ ἤδη καὶ διὰ ῥημάτων· καὶ τοῦτο καὶ ἐν ἄλλοις ἐδήλωσε λέγων· “εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς ὡς δι’ ἡμῶν·” πολλῷ δὲ μᾶλλον καὶ ἐνταῦθα· μὴ τοίνυν ἐλλιπῶς εἰρῆσθαι τὰ κατὰ τὴν διδασκαλίαν νομίσωμεν· πολλὰ γὰρ αὐτῷ καὶ ἀγράφως παρέδωκε, ἅπερ οὖν ἀναμιμνήσκων αὐτοὺς ἔλεγεν· “ὑποτύπωσιν ἔχε ὑγιαι- “νόντων λόγων, ὧν παρ’ ἐμοῦ ἤκουσας.” καθάπερ ἐπὶ τῶν ζωγράφων ἀνετυπωσάμην σοι, φησὶν, εἰκόνας ἀρετῆς, καὶ τῶν τῷ Θεῷ δοκούντων ἁπάντων, ὥσπερ κανόνα κω ἀρχέτυπον καὶ ὅρους καταβαλὼν εἰς τὴν σὴν ψυχήν· ταῦτα οὖν ἔχε, κἂν περὶ τῆς πίστεως, κἂν περὶ ἀγάπη,, κα περὶ σωφρονισμοῦ δέῃ τι βουλεύσασθαι· ἐκεῖθεν λάμβανε τὰ παραδείγματα. ἣ ἐπειδὴ μὴ τὸ τέλειον τῆς γνώσεως δέδοται, ἀλλ’ ὅσον ἐχωροῦμεν ἐν ὑποτυπώσεως λόγῳ· οὐ γάρ ἐστιν ὅρος ἡ ὑποτύπωσις, ἀΛλὰ διαζωγράφησίς τις τῆς τῶν πραγμάτων φύσεως· διὰ τοῦτό φησιν, “ὑποτύπωσιν ἔχε ὑγιαι- “νόντων λόγων·” ὑγιαίνοντας δὲ λόγους καλεῖ, ἀντιδιαστέλλων τοῖς νοσώδεσι λόγοις τοῖς τῶν φιλοσόφων. “τὴν καλὴν παραθή- “κἠν φύλαξον· πῶς;” διὰ Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. οὐ γάρ ἐστιν ἀνθρωπίνης ψυχῆς ἣ δυνάμεως τοσαῦτα εμπιστευθέντα πρὸς τὴν φυλακὴν ἀρκέσαι, διὰ τὸ πλῆθος τῶν ἐπιβουλευόντων καἰ ἐφεδρευόντων δαιμόνων· ἐὰν οὖν τὸ Πνεῦμα ἔχωμεν παρ’ ἡμῖν μένον, ἐὰν μὴ τὴν χάριν ἀπολέσωμεν, παρέσται. εἶτα ἐξηγεῖται τοὺς πειρασμοὺς οὐχὶ καταβαλεῖν τὸν μαθητὴν βουλόμενος, ἀλλὰ διαναστῆσαι, ἱν εἴ ποτε καὶ αὐτὸς περιπέσοι τούτοις, μὴ ξενοπαθεῖν, πρὸς τὸν διδάσκαλον ἀφορῶν καὶ μεμνημένος πάν τωι τῶν συμβάντων αὐτῶ.
- 2.1
Περὶ τῆς ἁρμοζούσης μεταδόσεως τῶν θείων δογμάτων.
- 2.2
Οἶδας τοῦτο, ὅτ’ ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ασία.
- 2.3
Εἰκὸς ἦν ἐν Ῥώμῃ εἶναι πολλοὺς τότε ἀπὸ τῶν τῆς Ἀσίας μερῶν· ἀλλ’ οὐδείς μοι παρέστη, φησὶν, οὐδείς με ἐγνώρισεν, πάντες ἀπηλλοτριώθησαν. καὶ ὅρα τὴν φιλόσοφον αὐτοῦ ψυχήν· εἶπεν τὸ γενόμενον· οὐ κατηράσατο αὐτοῖς, ἀλλὰ τὸν μὲν πράξαντα τοῦτο καὶ ἐπῄνεσε, καὶ ἐπεύχεται αὐτῷ μυρία ἀγαθά· ἐκεῖνον δὲ οὐ κατηράσατο, ἀλλὰ τι φησιν;
- 2.4
Ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης, δώῃ ἔλεος, ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμᾐ, σπουδαιότερον ἐπεζήτησέν με καὶ εὗρέν με.
- 2.5
τὴν αἰσχύνην λέγει, οὐ τὸν κίνδυνον, ὥστε μὴ πταιθῆναι τὸν τὸν Τιμόθεον· καίτοι τὸ πρᾶγμα κινδύνων ἔγεμε· προσέκρουσε γὰρ τότε τῷ Νέρωνι, τινὰ τῶν ἀνακειμένων αὐτῷ οἰκειωσάμενος. οὐ μόνον οὐκ ἔφυγέ μου τὴν συντυχίαν, ἀλλὰ καὶ ἐπεζήτησέ με καὶ εὗρέ με· “δώῃ αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίῳ, ἐν “ἐκείνη τῇ ἡμέρᾳ. καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ “γινώσκεις·” τοιούτους εἶναι χρὴ τοὺς πιστοὺς, μήτε φόβῳ μήτε ἀπειλῇ μήτε αἰσχύνῃ κωλύεσθαι, ἀλλὰ συμπράττειν ἀλλήλοις, καθάπερ ἐν πολέμῳ παρεστάναι καὶ βοηθεῖν· ἑαυτοῖς γὰρ μᾶλλον ἣ ἐκείνοις χαρίζεσθαι· “δώῃ αὐτῷ,” φησὶ, “Κύριος εὑρεῖν “ἔλεος παρὰ Κυρίῳ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,” τῇ φοβερᾷ καὶ χαλεπῇ, ἔνθα πολλοῦ ἐλέου χρεία ἡμῖν. ἆρα δὲ δύο Κύριοι; οὐδαμῶς, ἀλλ’ ἡμῖν εἷς Κύριος Ἰησοῦς Χριστὸς, εἷς Θεός. ἐνταῦθα οἱ τὰ Μαρκίωνος νοσοῦντες ἐπιπηδῶσι τῷ εἰρημένῳ· ἀλλὰ μανθανέτωσαν, ὡς ἔθος τῇ γραφῇ τοῦτο λεγούσῃ, ὅταν πέρι τινος διαλέγηται· εἶπεν, φησὶν, Ἀβραὰμ, ὅτι οὐ μὴ εἰσέλθῃ Ἀβραὰμ, ἣ ἄλλο τι τοιοῦτο· καὶ οὐκ εἶπεν, ὅτι δώῃ αὐτῷ ὁ Κύριος ἕτερόν τι, ἀλλ’ ἔλεος.
- 2.6
Σὺ δὲ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῆ χάριτι τῆ ἐν Χριστῷ Ἰησοῦ.
- 2.7
τουτέστι, στῆθι γενναίως, οἶδας τὴν παράταξιν· ἔχε τὴν χάριν τοῦ Θεοῦ συμμαχοῦσαν καὶ συναγωνιζιͅμένην σοι· εἰ ἐγὼ Παῦλος ταῦτα πάσχω, πολλῷ μᾶλλον σὺ ταῦτα φέρειν ὀφείλεις· εἰ ὁ διδάσκαλος, πολλῷ μᾶλλον ὁ μαθητής.
- 2.8
Καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις.
- 2.9
Πιστοῖς, οὐ ζητητικοῖς, οὐ συλλογιστικοῖς, τοῖς μὴ προδιδοῦσι τὸ κήρυγμα.
- 2.10
Χρυσοστόμου. “Ἃ ἤκουσας·” “ἡ πίστις γὰρ ἐξ ἀκοῆς, ἡ δὲ “ἀκοὴ διὰ ῥήματος Θεοῦ·” τι ἐστι “διὰ πολλῶν μαρτύρων; ὡς ἃν εἰ ἔλεγεν· οὐ λάθρα ἤκουσας, οὐδὲ κρυφῇ, ἀλλὰ πολλῶν παρόντων μέτα παρρησίας, ταύτα παράθου οὐκ εἶπεν, εἶπε, ἄλλα “παράθου,” καθάπερ ἐπὶ θησαυροῦ βασιλικοῦ τὸ παρατιθέμενον ἐν ἀσφαλείᾳ παρακατατίθεται.
- 2.11
Οἵ τινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.
- 2.12
Δύο γὰρ χρὴ τὸν διδάσκαλον ἔχειν, καὶ πιστὸν ετͅνα·ι καὶ διδα- κτικόν· οὐ πιστοῖς οὖν μόνον λέγει, παράθου, ἀλλὰ καὶ διδακτικοῖς· τί γὰρ ὄφελος ὅταν πιστὸς μὲν ᾖ, μὴ δύνηται δὲ καὶ εἰς ἑτέρους ἐξάγειν τὴν διδασκαλίαν· ἣ ὅταν αὐτὸς μὲν μὴ προδῷ τὴν πίστι ἑτέρους δὲ κατασκευάζει τοιούτους.
- 3.1
Περὶ τῆς ἀφρόντιδος ἐν τῷ νῦν βιῷ πολιτείας, ἐπὶ ταῖς όπόνοις τροφαῖς.
- 3.2
Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ.
- 3.3
βαβαὶ πόσον τὸ ἀξίωμα, στρατιώτην ετͅναι Χριστοῦ ; ὥστε οὐ χρὴ δυσχεραίνειν, εἰ κακοπαθεῖς· τοῦτο γὰρ στρατιώτου.
- 3.4
Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέση. ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.
- 3.5
ταῦτα εἴρηται μὲν πρὸς Τιμόθεον· λέγεται δὲ καὶ πρὸς πάντα διδάσκαλον καὶ μαθητὴν δι’ ἐκείνου.
- 3.6
Χρυσοστόμου. Τί δέ ἐστιν, “ ἐὰν μὴ νομίμως;” οὐκ ἐὰν εἰς τὸν ἀγῶνα κάθηται, φησὶν, ἀρκεῖ τοῦτο, οὐδὲ ἐὰν ἀλείψηται, οὐδὲ ἐὰν σηιπλακῆ, ἀλλ’ ἐὰν μὴ πάντα τὸν τῆς ἀθλήσεως νόμον φυλάττῃ· καὶ τὸν ἐπὶ σιτίων, καὶ τὸν ἐπὶ σωφροσύνης καὶ σεμνότητος, καὶ τὸ, ἐν παλαίστρᾳ, καὶ πάντα ἁπλῶς διεξέλθῃ τὰ τοῖς ἀθλγ ταῖς πρέποντα, οὐδέποτε στεφανοῦται· καὶ ὅρα τοῦ Παύλου τὴν σοφίαν· ἀθλήσεως καὶ στρατιωτῶν ἐμνημόνευσε, τὸ μευ ὥστε ἑτοίμους εἶναι πρὸς σφαγὰς καὶ φόνους καὶ αἵματα τό δε καρτερικῶς, ἵνα φέρῃ πάντα καὶ γενναίως, ἵνα διὰ παντὸς ἐν ἀσκήσει ᾖ.
- 3.7
τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν με. ταλαμβάνειν.
- 3.8
Σευηριανοῦ. Ἐπειδὴ προλαβὼν εἶπεν, “οὐδεὶς στρατενόμενος “ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις·” ἐζητεῖτο δὲ πῶς μὴ ἐμπλεκόμενος τύχῃ τῆς χρείας, ἐδείχθη ὅπως ἀπὸ τοῦ Εὐαγγελίου δεῖ ζῇν.
- 3.9
Χρυσοστόμου. Τὸ μὲν τοῦ στρατιώτου καὶ τοῦ ἀθλητοῦ καὶ τοῖς ἀρχομένοις κατάλληλον, τὸ δὲ τοῦ γεωργοῦ τῷ διδασκάλῳ· ὁ γεωργὸς οὐχ ἑαυτοῦ ἐπιμελεῖται, ἀλλὰ τῶν καρπῶν καὶ τῆς γῆς, τουτέστιν, οὐ μικρὰν ἀμοιβὴν τῶν πόνων καρποῦται καὶ ὁ γεωργός. ἐνταῦθα καὶ τοῦ Θεοῦ τὸ ἀνενδεὲς δείκνυσι, καὶ τὴν ἀντίδοσιν τῆς διδασκαλίας· εἶτα ἐπειδὴ τὰ παραδείγματα ἔθηκε, καὶ πάντα αἰνιγματωδῶς, “οὐδεὶς,” φησὶ, “στεφανοῦται, “ἐὰν μὴ νομίμως ἀθλήσῃ,” καὶ εἰπὼν, “τὸν κοπιῶντα γεωργὸν “δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν,” ἐπήγαγε.
- 3.10
Νόει ἃ λέγω· δώῃ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσιν. τίνος ἕνεκεν ταῦτα εἴρηται; ἐν παροιμίᾳ καὶ ἐν παραβολῇ· εἶτα πάλιν τὸ φιλόστοργον αὐτοῦ δεικνὺς, οὐ παύεται ἐπευχόμενος αὐτῷ, ἅτε ὡς ὑπὲρ γνησίου τέκνου δεδοικὼς, καί φησι,
- 3.11
Μνημόνευε Ἰησοῦν Χριστὸν ἐπηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυὶδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος.
- 3.12
Ἐνταῦθα τούτου μέμνηται, καὶ πρὸς τοὺς αἱρετικοὺς ἀποτεινόμενος· ἅμα δὲ καὶ ἀνακτώμενος αὐτὸν, καὶ δεικνὺς ὅτι τῶν παθημάτων τὸ κέρδος, ὅτι καὶ αὐτὸς ὁ διδάσκαλος ἡμῶν ὁ Κύριος, διὰ πάθους τὸν θάνατον κατηγωνίσατο· τοῦτον μνημόνευε, φησὶ, καὶ ἕξεις παράκλησιν ἱκανήν· “ἐκ σπέρματος Δαυίδ·” ἤδη γὰρ ἐξ ἐκείνου ἤρξαντό τινες τὴν οἰκονομίαν ἀνατρέπειν, ἐπαισχυνόμενοι τῷ μεγέθει τῆς τοῦ Θεοῦ φιλανθρωπίας· τοιαῦτα γὰρ ἦν, ἃ εὐεργέτησεν ἡμᾶς ὁ Θεὸς, ὡς τοὺς ἀνθρώπους αἰσχύνεσθαι περιάπτειν αὐτὰ τῶ Θεῶ, καὶ ἀπιστεῖν ὅτι τοσοῦτον κατέβη· “κατὰ “τὸ εὐαγγέλιόν μου,” φησί· πανταχοῦ τοῦτο τίθησι τῶν ἐπιστολῶν· ἐπεὶ δὲ αὐτῷ πείθεσθαι ἐχρῆν, ἐπειδὴ καὶ ἕτεροι ἦσαν εὐαγγελιζόμενοι ἕτερα.
- 3.13
Ἐν ᾧ κακοπαθῶ ὡς κακοῦργος μέχρι δεσμῶν.
- 3.14
πάλιν παρ’ ἑαυτοῦ τὴν παραμυθίαν εἰσάγει, καὶ τὴν προτροπήν· ἀλλὰ τι τούτου τὸ χρήσιμον καὶ τὸ θαυμαστόν;
- 3.15
Ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται.
- 3.16
Εἰ μὲν γὰρ κοσμικοὶ ἦμεν στρατιῶται, φησὶν, ἴσχυσεν ἃν ταῦτα τὰ δεσμὰ, τὰ χεῖρας κατέχοντα· νῦν δὲ τοιούτους ἡμᾶς ἐποίησεν ὁ Θεὸς ὡς μηδὲν καταγωνίζεσθαι ἡμῶν· δεσμοῦνται γὰρ αἱ χεῖρες, ἀλλ’ οὐχ ἡ γλῶττα· ἡμῶν γὰρ δεδεμένων, ὁ εὐαγγελικὸς λόγος λέλυται καὶ τρέχει· τοῦτο εἰς προτροπὴν τῶν λελυμένων· εἰ ἡμεῖς δεδεμένοι κηρύττομεν, πολλῷ μᾶλλον ὑμᾶς τοὺς λελυμένους τοῦτο ποιεῖν χοή.
- 3.17
Καὶ ταῦτα πάσχω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου.
- 3.18
Ἐξὸν, φησὶν, ἀκινδύνως ζῆν, καὶ μηδὲν τούτων πάσχειν, εἴγε τὰ ἐμαυτοῦ ἐσκόπουν, ἀλλὰ ταῦτα πάσχω ὑπὲρ ἀλλοτρίων ἀγαθῶν, ἵνα ἄλλοι τύχωσι ζωῆς αἰωνίου. εἰ γὰρ ὁ Θεὸς αὐτοὺς ἐμ λέξατο, πάντα ἡμᾶς δεῖ πάσχειν ὑπὲρ αὐτῶν, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν, ὡς ἀν’ εἰ καὶ ἡμεῖς, φησι καὶ γὰρ κα ἧμας ὁ Θεὸς ἐξελέξατο. ὥσπερ δὲ ὁ Θεὸς δι’ ἡμᾶς ἔπαθεν, οὕτω καἰ ἡμεῖς δι’ ἐκείνους· ὥστε ἀνταπόδοσίς ἐστι τὸ πρᾶγμα, καὶ οὐ χάρις. ποίας δέ; ἵνα τύχωσι σωτηρίας, οὐ ταύτης, ἀλλὰ τῆς ἐν Χριστῷ Ἰησοῦ, τῆς ὄντως σωτηρίας, μετὰ δόξης αἰωνίου.
- 4.1
Περὶ τῆς εἰς Χριστὸν πίστεως καὶ ὑπομονῆς ἐπ’ ἐλπίδι ζωῆς.
- 4.2
Πιστὸς ὁ λόγος.
- 4.3
Ὅτι ὁ ζωῆς τυχὼν οὐρανίου, καὶ αἰωνίου τεύξεται, πόθεν πιστός; “εἰ γὰρ συναπεθάνομεν,” φησὶ, “καὶ συζήσομεν·” εἰπὲ “γάρ μοι, ἐν τοῖς σκυθρωποῖς κοινωνοῦμεν αὐτῷ καὶ ἐν τοῖς κόποις ἔχουσι, καὶ ἐν τοῖς χρηστοῖς οὐκέτι; ἀλλὰ τοῦτο οὐκ ἃν οὐδὲ ἄνθρωπος ποιήσειεν τὸν ἑλόμενον αὐτῷ συναποθανεῖν, εἴ ποτε ἐν ἀνέσει γένοιτο, οὐχ αἱρούμενος αὐτῷ γενέσθαι κοινωνόν· ποῦ δὲ συναπεθάνομεν; διὰ τοῦ λουτροῦ καὶ διὰ τῶν παθημάτων. φησὶ γὰρ “τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες,” καὶ “συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος·” ἐνταῦθα δὲ τὸν τῶν πειρασμῶν λέγει μᾶλλον.
- 4.4
Εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται.
- 4.5
Τουτέστιν, εἰ ἀπιστοῦμεν ὅτι ἀνέστη, οὐδὲν ἀπὸ τούτου βλάπτεται ἐκεῖνος· ἀληθές ἐστι, βέβαιός ἐστιν· εἰ τοίνυν οὐδὲν παρ’ ἡμῶν βλάπτεται τῶν ἀρνουμένων, δι’ οὐδὲν ἕτερον ἀπαιτεῖ τὴν ὁμολογίαν ἡμῶν, ἀλλ’ ἣ διὰ τὸ χρήσιμον· ἵνα δὲ μή τις νομίσῃ τὸν Τιμόθεον τούτων δεῖσθαι, ἐπήγαγε,
- 4.6
ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου, μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.
- 4.7
Φοβερὸν τὸ ἐπὶ μάρτυρος τοῦ Θεοῦ λέγειν, τότε παραδοῦναι αὐτὸν.
- 4.8
Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.
- 4.9
Τί δήποτε πολλὴν περὶ τῆς αἰσχύνης ποιεῖται τὴν σπουδήν; ἐπειδὴ πολλοὺς ἦν εἰκὸς ἐπαισχύνεσθαι τὸν Παῦλον αὐτὸν, ἅτε σκηνοποιὸν ὄντα, καὶ τὸ κήρυγμα ὡς τῶν διδασκάλων ἀπολλυμένων, ὡς τοῦ Χριστοῦ σταυρωθέντος, μὴ ἐπαισχυνθῇς, φησὶ, μηδὲν ὅλως αἰσχύνου τῶν εἰς εὐσέβειαν ἡκόντων, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας· πολλοὶ γὰρ αὐτὸν παρασπῶσι πάντοθεν καὶ παρέλκουσι· τέμνε οὖν τὰ νόθα μετὰ πολλῆς τῆς σφοδρότητος τῇ μαχαίρᾳ τοῦ Πνεύματος.
- 4.10
τὰς δὲ βεβήλους κενοφωνίας περιίστασο. Ὅταν γάρ τι κενὸν ἐπεισενεχθῇ, ἀεὶ καινοτομίας τίκτει καὶ οὐδαμοῦ ἵσταται.
- 4.11
Ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, καὶ ὁ λόγος αὐτῶν, ὡς γάγγραινα νομὴν ἕξει.
- 4.12
Οὐκέτι ἰατρείᾳ κατασχεθῆναι δυνάμενοι· ἑκόντες γὰρ ἀπεπλανήθησαν· μάλιστα γὰρ οὗτοι εἰσιν ἀδιόρθωτοι.
- 4.13
Ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος· οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τὴν τινῶν πίστιν.
- 4.14
Καλῶς εἶπεν, “ἐπὶ πλέον γὰρ προκόψουσι·” δοκεῖ γὰρ τοῦτο μόνον εἶναι τὸ δεινόν· ὅρα δὲ πόσα ἐξ αὐτοῦ τίκτεται δεινά· εἰ γὰρ ἤδη ἡ ἀνάστασις, οὐ τοῦτο μόνον ζημιούμεθα, ὅτι τῆς μεγάλης δόξης ἀπεστερήμεθα, ἀλλὰ καὶ τὰ τῆς κρίσεως ἀνῄρηται. εἰ γὰρ ἤδη ἡ ἀνάστασις, καὶ ἡ ἀνταπόδόσις, οὐκοῦν ἀπέλαυσαν μὲν οἱ ἀγαθοὶ τῶν θλίψεων καὶ τῶν ὀδυνῶν, κολάζονται δὲ οἱ πονηροί. καλῶς γε ἐν τρυφῇ ὄντες πολλῇ, καὶ ἀνατρέπουσι τὴν τινῶν πίστιν, οὐ πάντων, ἀλλά τινῶν· εἰ γὰρ ἀνάστασις οὐκ ἔστι, καὶ τὰ τῆς πίστεως ἀνατέτραπται· καὶ εἰ ἀνάστασις οὐκ ἔστι, κενὸν τὸ κήρυγμα ἡμῶν, οὐδὲ Χριστὸς ἀνέστη· εἰ δὲ μὴ ἀνέστη, οὐ δὲ ἐγεννήθη, οὐ δὲ εἰς οὐρανοὺς ἀνῆλθεν.
- 4.15
Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου.
- 4.16
Δείκνυσιν ὅτι καὶ πρὸ τοῦ ἀνατραπῆναι οὐκ ἦσαν βέβαιοι· οὐ γὰρ ἃν ἐτράπησαν ἀπὸ πρώτης προσβολῆς ὥσπερ οὑν οὐδὲ Ἀδὰμ πρὸ τῆς ἐντολῆς βέβαιος ἦν· οἱ γὰρ πεπηγότες οὐ μόνον οὐδὲν πάσχουσιν ὑπὸ τῶν ἀπατώντων, ἀλλὰ καὶ θαυμάζονται· ὡς στερεὸς, φησὶ, καὶ θεμέλιος, οὕτως ἔχεσθαι εῖ τῆς πίστεως ἔχειν τὴν σφραγῖδα ταύτην· τί ἐστιν “ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ; ἀπὸ τοῦ Δευτερονομίου αὐτὸ ἔλαβεν, τοῦτό ἐστιν αἱ στερεαὶ ψυχαὶ ἑστήκασι πεπηγυῖαι καὶ ἀκίνητοι· πόθεν δὲ δῆλοί εἰσιν; ἀπὸ τοῦ τὰ γράμματα ταῦτα ἔχειν ἐπὶ τῶν πραγμάτων, ἀπὸ τοῦ γνωρίζεσθαι ὑπὸ τοῦ Θεοῦ καὶ μὴ συμπαραπόλλυσθαι, καὶ ἀπὸ τοῦ ἀφεστάναι ἀπὸ ἀδικίας, ταύτην ἔχειν δεῖ τὴν σφραγῖδα ἐμ. πεπηγμένην ἐπὶ τῶν πραγμάτων.
- 4.17
Ἐν μεγάλῃ δὲ οἰκίᾳ, οὐκ ἐστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν.
- 4.18
Χρυσοστόμου. Μῆ σὲ ταραττέτω, φησὶν, ὅτι εἰσὶν πονηροί· καὶ γὰρ ἐν μεγάλῃ οἰκίᾳ ἐστὶ σκεύη τοιαῦτα, ἀλλ’ οὐ τῆς αὐτῆς, φησὶν, ἀπολαύει τιμῆς· ἀλλὰ τὰ μέν ἐστιν εἰς τιμὴν, τὰ δὲ εἰς ἀτιμίαν. ναί· ἀλλ’ ἐνταῦθα μὲν χρῆσιν τινὰ πληροῖ, ἐπὶ δὲ τοῦ κόσμον τί; οὐχὶ κέχρηται αὐτοῖς τούτοις πρὸς ἕτερα ὁ Θεός· οἷον ὁ κενόδοξος, πολλὰ οἰκοδομεῖ· ὁ πλεονέκτης, ὁ ἔμπορος, ὁ κάπηλος, ὁ ἄρχων· ἔστι γὰρ ἐν τῷ κόσμῳ αὐτοῖς ἁρμόζοντα, τὸ δὲ χρυσοῦν σκεῦος οὐδὲν τοιοῦτον, ἀλλὰ περὶ τὴν τράπεζαν στρέφεται τὴν βασιλικήν· οὐ τοῦτο οὖν φησὶν, ὅτι ἀναγκαῖον πρᾶγμα ἡ πονηρία; πῶς γάρ; ἀλλ᾿ ὅτι καὶ αὐτοὶ ἔχουσιν ἔργον· εἰ γὰρ πάντες ἦσαν καρτερικοὶ, οὐκ ἔδει οἰκοδομημάτων· εἰ πάντες τρυφῆς ἦσαν ἀπηλλαγμένοι, οὐκ ἔδει ἐδεσμάτων, ἢ λαμπρᾶς οἰκοδομῆς, εἰ τῆς χρείας ἐπεμελοῦντο πάντες.
- 4.19
Ἔὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον.
- 4.20
Χρυσοστόμου. Ὁρᾷς ὅτι οὐ φύσεως, οὐδὲ ὑλικῆς ἀνάγκης ἐστὶ τὸ εἶναι χρυσοῦν ἢ ὀστράκινον,ἀλλὰ τῆς ἡμετέρας προαιρέσεως; σκεῦος ὀστράκινον ἦν Παῦλος, ἀλλ᾿ ἐγένετο χρυσοῦν· σκεῦος χρυσοῦν ἦν Ἰούδας, ἀλλ᾿ ἐγένετο ὀστράκινον. πῶς οὖν ἀλλαχοῦ φησιν, “ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν;” ἐκεῖ τὴν φύσιν αὐτήν φησίν· ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· σκεῦος ὀστράκινον ἡμῶν τὸ σῶμα· ὥσπερ γὰρ τὸ ὀστράκινον οὐδὲν ἄλλο ἐστὶν ἢ πηλὸς ὠπτημένος, οὕτω καὶ τὸ σῶμα τὸ ἡμέτερον, οὐδὲν ἄλλο ἐστὶν ἢ πηλὸς τῇ θερμότητι τῆς ψυχῆς στερεούμενος. ἐκεῖ οὖν περὶ φύσεως διαλέγεται, ἐνταῦθα δὲ περὶ προαιρέσεως· “ ἐὰν οὖν “ τις ἐκκαθάρῃ ἑαυτὸν,” τουτέστι τελείως καὶ παντελῶς, ἔστι σκεῦος εἰς τιμὴν ἡγιασμένον, καὶ εὔχρηστον τῷ δεσπότῃ. ἄρα ἐκεῖνα ἄχρηστα, εἰ καί τινα χρείαν ἐπιτελεῖ, ἀλλ᾿ οὐκ εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. δεῖ τοίνυν πρὸς πάντα παρεσκευάσθαι, κἂν πρὸς θάνατον, κἂν πρὸς μαρτύριον, κἂν πρὸς παρθενίαν.
- 5.1
Περὶ θείας διδασκαλίας καὶ βίου καθαροῦ καὶ εἰρηνικοῦ καὶ κατὰ τῶν ἐναντίων.
- 5.2
Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε.
- 5.3
Ἀντὶ τοῦ πᾶσαν ἐπιθυμίαν ἄτοπον νεωτερικήν· ταῦτα φεῦγε· “δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικα- “λουμένων τὸν Κύριον, ἐκ καθαρᾶς καρδίας.” δικαιοσύνην τὴν καθόλου ἀρετὴν λέγει, τὴν ἐν τῷ βίῳ εὐσέβειαν, “μετὰ τῶν ἐπι- “καλουμένων τὸν Κύριον,” τουτέστι,, ἐκείνοις θάρρει μόνοις, τοῖς ἀνυποκρίτως καὶ ἀδόλως προσιοῦσι· μετὰ δὲ τῶν ἄλλων οὐ χρὴ πρᾷον εἶναι, ἀλλὰ μόνον εἰρηνεύειν τὸ ἐξ αὐτοῦ.
- 5.4
τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ.
- 5.5
Ὁρᾷς πῶς πανταχοῦ αὐτὸν ἀπάγει τῶν ζητήσεων; οὐ διὰ τὸ μὴ ἔχειν ἱκανῶς ἀνατρέπειν αὐτὰς, εἶχε γὰρ, ἀλλ’ οἰδεν ἄχρηστον ὃν τὸ καθιέναι ὅλως εἰς τούτους τοὺς ἀγῶνας, καὶ ὅτι οὐδὲν ἔσται ὅλως ἣ μάχη καὶ ἀπέχθεια. ταύτας οὖν τὰς ζητήσεις παραιτοῦ· ὥστε εἰσὶν ἕτεραι ζητήσεις, αἱ περὶ γραφῶν, αἱ περὶ τῶν ἄλλων.
- 5.6
Οὐ δεῖ οὖν μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας.
- 5.7
Πῶς οὖν λέγει, “ἔλεγχε αὐτὸν μετὰ πάσης ἐπιταγῆς, καὶ ἐνταῦθα πάλιν, “μηδείς σου τῆς νεότητος καταφρονείτω·” καὶ πάλιν, “ἔλεγχε αὐτοὺς ἀποτόμως;” ὅτι καὶ τοῦτο πρᾳότης ἐστίν· ὁ γὰρ σφοδρὸς ἔλεγχος ὅταν μετὰ ἐπιεικείας γένηται, ὁ μάλιστα δυνάμενος δακεῖν, οὗτός ἐστι διδακτικὸς πρὸς πάντας βουλομένους διδαχθῆναι· “αἱρετικὸν,” γάρ φησιν, “ἄνθρωπον, μετὰ μίαν καὶ “δευτέραν νουθεσίαν παραιτοῦ·” “ἀνεξίκακον,” μάλιστα γὰρ τοῦτο ἔχειν χρὴ, ἐπεὶ πάντα μάτην γίνεται· συμβαίνει γὰρ τῆς συνεχοῦς διδασκαλίας κατελθόντα τὸν καρπὸν ἐκκόψαι τὸ ἐνοχλοῦν τῆς ψυχῆς πάθος· ὁ γὰρ μυριάκις ἀκούσας πείσεται τι.
- 5.8
Ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους.
- 5.9
Μάλιστα γὰρ τὸν διδάσκοντα τοῦτο χρὴ ποιεῖν· οὐ γὰρ ἔνι ψυχὴν δεομένην μαθεῖ, μετὰ θρασύτητος καὶ μάχης δυνηθῆναί τι τῶν χρησίμων συνιδεῖν· δεῖ γὰρ τὸν μέλλοντά τι τῶν χρησίμων μανθάνειν, πρὸ τῶν ἄλλων ἁπάντων, ἡδέως ἔχειν πρὸς τὸν διδάσκοντα· ἡδέως δὲ οὐκ ἄν τις ἔχοι πρὸς τὸν θρασυνόμενον καὶ ὑβρίζοντα· “πῶς οὖν αἱρετικόν,” φησιν, “ἄνθρωπον μετὰ μίαν “καὶ δευτέραν νουθεσίαν;” παρὰ τοῦ τὸν ἀδιόρθωτον λέγει, ὃν οἶδας ἀνίατα νοσοῦντα.
Next → — showing 1–100 of 184
First Thousand Years of Greek. CTS URN tlg4102.tlg035.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.