Catena In Epistulam I Ad Timotheum
- 6.2
Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι.
- 6.3
Ὑπενέδωκε τὸ τῆς ὀρέξεως, οὐ τὸ τῆς ἐπιτηδεύσεως, ἵνα καταρτίσῃ ἑαυτόν τις εἰς ἐπιτηδειότητα ἐπισκοπῆς διὰ τῶν καλῶν ἔργων καὶ τῆς πίστεως· μᾶλλον οὖν προτροπή ἐστι καλοῦ βίου ἣ ἔνδοσις ὀρέξεως ἡ δὲ ὄρεξις ὥσπερ εἴσοδος εἰς τὴν ἀγαθοεργίαν ἐστὶ καὶ τὸν κάλλιστον βίον. τοσαῦτα ἐξαριθμεῖται, ὅσα προσήκειν δεῖ τῷ ἐπισκόπῳ, ἃ ἀρκεῖ ἀποτρέψασθαι μᾶλλον, ὥστε δόξας συγκεχωρηκέναι τὴν ἐπιθυμίαν, δι’ ὧν καταλέγει ποταπὸν δεῖ εἶναι τὸν ἐπίσκοπον, πλέον ἀποτρέπει· τὸ ἀνεπίληπτον δὲ, οὐ τῇ ἑτέρων συκοφαντίᾳ, ἀλλὰ τῷ ἐκείνου βίῳ· ἐπειδὴ μηδὲ ἄλλως ὁ Παῦλος τὰς τῶν συκοφαντούντων διαβολὰς ἐξέφυγεν.
- 6.4
(Ἰωάννου Χρυσοστόμου.) Ἄλλος δέ φησιν· οὐκ ἐγκαλῶ εἴ τις ταύτην ἔχοι τὴν ἐπιθυμίαν· προστασίας γὰρ ἔργον ἐστὶν, ὥστε μὴ τῆς ἀρχῆς καὶ τῆς αὐθεντείας ἐφίεσθαι μόνον, ἀλλὰ τῆς προστασίας· ἐπεὶ καὶ Μώσης ἐπεθύμησε τοῦ πράγματος, ἀλλ’ οὐ τῆς ἐξουσίας, καὶ οὕτως ἐπεθύμησεν ὡς ἀκοῦσαι, “ τίς σε κατέ- “ στῆσεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμᾶς;” ἀνεπίληπτον δὲ εἶναι δεῖ, ὥστε εἴ τις σύνοιδεν ἑαυτῷ τινα ἁμαρτήματα, οὐ καλῶς ποιεῖ πράγματος ἐπιθυμῶν, οὗ διὰ τῶν ἔργων ἑαυτὸν ἐξέβαλεν· οὐ γὰρ ἄρχειν, ἀλλὰ ἄρχεσθαι δεῖ τὸν τοιοῦτον.
- 6.5
Μιᾶς γυναικὸς ἄνδρα.
- 6.6
Οὐ νομοθετῶν τοῦτό φησιν· ὡς μὴ εἶναι ἐξὸν ἄνευ τούτου γίνεσθαι, ἀλλὰ τὴν ἀμετρίαν κωλύων, ἐπειδὴ ἐπὶ τῶν Ἰουδαίων ἐξῆν καὶ δευτέροις ὁμιλεῖν γάμοις, καὶ δύο ἔχειν κατὰ ταὐτὸν γυναῖκας. τινὲς δὲ, ἵνα ἐκ μιᾶς γυναικὸς ᾖ, φασὶ τοῦτο εἰρῆσθαι. “ νηφά- “ λιον,” τουτέστι, διορατικὸν, μυρίους ἔχοντα πάντοθεν ὀφθαλμούς· πολλὰ γὰρ ἐστὶ τὰ συμπίπτοντα καὶ ἀμβλύνοντα τὸ τῆς διανοίας ὄμμα.
- 6.7
Σώφρονα, κόσμιον, φιλόξενον.
- 6.8
ταῦτα καὶ τῶν ἀρχομένων ἔχουσιν οἱ πολλοί· ἐπειδὴ δὲ δεῖ αὐτὸν καὶ τὰ τῶν ἀρχόντων ἔχειν, διὰ τοῦτο ἐπήγαγε, “ διδακτι- “ κόν·” μάλιστα γὰρ πάντων τοῦτο προσεῖναι δεῖ τῷ ταύτην τὴν ἀρχὴν ἐγκεχειρισμένῳ· “ μὴ πάροινον,” τουτέστιν, ὑβριστὴν, αὐθάδη. “ μὴ πλήκτην·” αἰνίττεται τοὺς πλήττοντας ἀκαίρως τῶν ἀδελφῶν τὴν συνείδησιν. “ ἀλλ’ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον, τοῦ “ ἰδίου οἴκου καλῶς προιστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ, μετὰ “ πάσης σεμνότητος.” εἰ τοίνυν ὁ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, τὸν δὲ ἐπίσκοπον οὐ δεῖ τὰ τοῦ κόσμου μεριμνᾷν, πῶς, φησὶ, “ μιᾶς γυναικὸς ἄνδρα·” τινὲς μὲν οὖν φασὶν, ὅτι τὸν ἀπὸ γυναικὸς ᾐνίξατο· εἰ δὲ μὴ τοῦτο εἴη, ἔνεστιν ἔχειν γυναῖκα, ὡς μὴ ἔχοντα εἰναι.
- 6.9
Θεόδωροσ δέ φησι, γελοιότατον παρὰ τοῖς πολλοῖς ἐστιν αὐτὸ φυλαττόμενον δῆθεν εὑρεῖν· εἰ μὲν γάρ τις εἴη σώφρων, ὡς δευτέραν ἀγόμενος γυναῖκα, τοῦτον οὐ προσίενται εἰς κλῆρον· εἰ δὲ βιώσας τις ὡς οὐ προσῆκε, μίαν ἠγάγετο κατὰ νόμον, οὗτος εἰς μέσον παράγεται· καὶ τοι τὸν μὲν δεύτερον γάμον τοῦ μακαρίου Παύλου σαφῶς ἐπιτρέψαντος γίνεσθαι, πάσης δὲ τῆς παρὰ τὸν νόμιμον γάμον κοίτης πορνείας οὔσης. σαφῶς καὶ παρίημι τέως ἐκεῖνο, ὅτι καὶ δύο γυναῖκας εἰληφότα σαφῶς νομίμους λέγω. βαπτίσαντες ἐπὶ τὸν κλῆρον παράγουσιν ἀδεῶς· καί τοι γε ἐπὶ τῶν λοιπῶν αὐτὸ φυλάττεσθαι δοκοῦντες, ὡς ἃν τοῦ βαπτίσματος ποιοῦντος αὐτὸν οὐκέτι εἶναι συνῳκηκότα δυσὶ γυναιξὶ, πολλάκις δὲ τοῦτο καὶ ἐπὶ τῶν καθόλου μοχθηρῶν διαπραττόμενοι, οἴονται κάλλιστα ποιεῖν, εἰ δὴ βαπτίζοντας τὸν ὅπως ποτὲ ἐζηκότα, ἐπὶ τὴν τοῦ κλήρου λειτουργίαν παράγοιεν, μηδὲν ἀρετῆς καὶ τῆς περὶ τὴν εὐσέβειαν ἐπιμελείας γνώρισμα ἐπαγόμενον.
- 6.10
Ἵνα γὰρ σιωπήσω τοῦ βαπτίσματος τὴν αἰτίαν, ἐφ’ ᾗ δίδοται, πρὸς ἣν οὐδὲ ἀφορᾷν ἐθέλουσιν οἱ πολλοί· ἐκεῖνο γοῦν εἰδέναι αὐτοὺς ἐχρῆν, ὅτι ὁ μακάριος Παῦλος περὶ βίου νομοθετεῖ, καθ’ ὃν νομίζει δεῖν ἐζηκέναι τὸν ἐπίσκοπον, οὐ περὶ συγχωρήσεως διαλέγεται τῆς χάριτος προγινομένης τοῖς τὸ βάπτισμα εἰληφόσιν. εἰ γὰρ δὴ τοῦτο γίνεσθαι οὕτως καλὸν, περιττὴ πᾶσα ἡ νομοθεσία τοῦ Παύλου, συγχωρήσαντος καὶ τὸν ὅπως ποτὲ βιώσαντα βαπτίζοντα εὐθὺς εἰς κλῆρον ἄγειν, ὅπερ ἀπηγόρευται μὲν παρὰ τῷ Παύλῳ βουλομένῳ τὸν εἰς ἐπισκοπὴν ἀγόμενον μαρτυρίαν τινὰ τῆς ἑαυτοῦ καλοκαγαθίας ἀπὸ τοῦ παρελθόντος ἐπάγεσθαι βίου, ἤτοι πάντοτε γεγονότα τοιοῦτον, ἣ μεταμελείᾳ γοῦν δεικνύμενον, ὅτι δὴ b ἀπὸ τοῦ χείρονος ἐπὶ τὸν κρείττονα μετελήλυθε βίον, ὃ καὶ ἄμεινον εἰσόμεθα ἀπὸ τῶν ἑξῆς· γίνεται δὲ παρὰ πολλοῖς νυνὶ, ὥς τι καὶ μέγιστον διαπραττομένοις καλόν.
- 6.11
Τὸ οὖν “ μιᾶς γυναικὸς ἄνδρα” τινὲς οὕτω ἐξέλαβον, ὃ καὶ ἔγωγε μᾶλλον ἀληθὲς εἶναι πείθομαι, ἐπειδὴ τότε πολλοὶ μὲν κατὰ ταὐτὸν δύο νομίμους εἶχον γυναῖκας, ὃ καὶ ἀπὸ τοῦ Μωσαϊκοῦ νόμου ποιεῖν αὐτοῖς ἐπετέτραπτο· πολλοὶ δὲ νομίμην ἔχοντες μίαν, ταύτῃ μὲν οὐκ ἠρκοῦντο, ἐκέχρηντο δὲ καὶ ἑτέραις ἤτοι παιδίσκαις ἑαυτῶν, ἣ καὶ εἰς τὰς τυχούσας πολλάκις ἀδεῶς ἁμαρτάνοντες· ὃ καὶ μέχρι τῆς δεῦρο γίνεται παρὰ τῶν οὐκ ἐπιμελομένων σωφροσύνης· τοῦτο εἰρηκέναι τὸν Παῦλον ἔφησαν, ὥστε τὸν τοιοῦτον εἰς τὴν ἐπισκοπὴν παράγεσθαι, ὃς ἀγαγόμενος γυναῖκα σωφρόνως ἐβίω μετὰ ταύτης, προσέχων αὐτῇ καὶ μέχρις αὐτῆς ὁρίζων τῆς φύσεως τὴν ὄρεξιν, ὡς εἰ τις οὕτω ζήσας, ἀποβαλὼν τὴν προτέραν νομίμως ἀγάγοιτο δευτέραν, τὸν αὐτὸν δὴ τρόπον βιοὺς καὶ μετὰ ταύτης, μὴ εἴργεσθαι αὐτὸν κατὰ τὴν τοῦ Παύλου νομοθεσίαν τῆς εἰς τὴν ἐπισκοπὴν παρόδου.
- 6.12
τοῦτο εἰρῆσθαι παρὰ τοῦ μακαριωτάτου Παύλου νενοηκότας τινὰς, πάνυ γε ἀποδέχομαι, μάλιστα πάντων οὐ πειθόμενος ὅτι ὁ τὸν δεύτερον γάμον ὁμοίως ἐπιτρέψας τῷ πρώτῳ, εἰ νομίμως γίγνοιτο εἰς ἐπισκοπὴν παριέναι, τὸν τοιοῦτον ἐκώλυσεν ὁ γὰρ εἰπὼν, λέγω δὲ ταῖς ἀγάμοις καὶ ταῖς χήραις, καὶ ὁμοῦ συνάψας αὐτοὺς, καὶ ἕνα νόμον ἐξενεγκὼν, δῆλος ἦν ἕν τι ἀμφοτέρους ἡγούμενος· εἰκότως· τί γὰρ διαλάττει κατά γε τὴν τῆς φύσεως ὄρεξιν, ἣ καθόλου μὴ ἐσχηκέναι, ἣ ἐσχηκέναι μὲν, ἀποβεβληκότα δὲ οὖκ ἔχειν; ἐπεὶ καὶ συντυχίας τὸ τοιοῦτο μᾶλλόν ἐστιν ἣ γνώμης. ὁ μὲν γὰρ ἐσχηκὼς ἐπιπολὺ τὴν ἑαυτοῦ βιώσασαν γυναῖκα, ἀπέλαυσεν αὐτῆς ἐφ’ ὅσον ἐβούλετο· ὁ δὲ μετὰ βραχὺ πολλάκις αὐτὴν ἀποβαλὼν ἐξ ἀνάγκης ἐπὶ τὸν τῆς δευτέρας ἔρχεται γάμον. ἔστι δὲ ταῦτα συντυχίας οὐ γνώμης κατορθώματα· ἅπερ ἐξετάζων ὁ μακάριος δι’ ὅλου φαίνεται Παῦλος τὸν εἰς ἐπισκοπὴν παραγόμενον, μάλιστα ἀπὸ τοιούτων γνωρίζεσθαι δεῖν ἡγούμενος. ἐπεὶ καὶ γέλοιον νομίζειν Παῦλον νόμους τιθέναι, μὴ γνώμην δοκιμάζοντα, ἀλλ’ ἀπὸ τῆς συντυχίας τὴν διάκρισιν ἐργαζόμενον. εἰ γάρ τις ἐκεῖνο λέγοι ὅτι μικρὰ καὶ τῆς συντυχίας φροντίσας πλείονος τῆς ἀκριβείας ἐπιμελόμενος ἐπὶ τοῦ ἐπισκόπου ἐνόμισεν αὐτὸν ὅπως ποτὲ μιᾷ δεῖν κεκοινωνηκότα γυναικὶ, ἀκουέτω, ὅτι κατὰ τοῦτον τὸν λόγον οὐδὲ μετὰ βαπτίσματος τοιοῦτον παραγενέσθαι δίκαιον ἦν· οὐ γὰρ δὴ τὸ βάπτισμα ἣ οὐκ εἶναι αὐτὸν δυσὶν κεκοινωνηκότα ποιεῖ γυναιξὶν, ἣ παρὰ πᾶσιν ὡς μιᾷ κεκοινωνηκότα ὑπολαμβάνεσθαι, πολλῷ δὲ πλέον τὸν μιᾷ μὲν συγγεγονότα κατὰ τὴν νόμιμον συνάφειαν, πολλαῖς δὲ ἑτέραις ἀκολάστως συμπλακέντα· καὶ πρόδηλον ἐπὶ τῷ τοιούτῳ γεγονότα βίῳ εἰς τὴν ἐπισκοπὴν παράγεσθαι οὐχ ὅσιον κατά γε τὸν αὐτὸν λόγον, διὰ τὸ τοῦ βαπτίσματος τετυχηκέναι. εἰ γὰρ δὴ τὸν νομίμως δυσὶ συμπλακέντα σωφρόνως τε αὐταῖς συνεζηκότα προθέσει γνώμης, φάσκοιεν δι’ ἀκρίβειαν ἐπὶ τὴν ἐπισκοπὴν οὐκ εἶναι δεκτὸν, πολλῷ πλέον τὸν καὶ ἀκολάστως βιώσαντα οὐ θεμιτὸν ἐπὶ τοῦτο προάγεσθαι, ἐπειδὴ τοῦ βαπτίσματος αὐτῷ τυχεῖν ἐγένετο. καὶ ταῦτα μὲν εἰρήσθω περὶ τοῦ μιᾶς γυναικὸς ἄνδρα, οὗ δὴ τὴν ἑρμηνείαν σαφέστερον εἰπεῖν ἀναγκαῖον ἡγησάμεθα μικρὰ τῆς κρατούσης παρὰ τοῖς πολλοῖς φροντίσαντες συνηθείας. καὶ ταῦτα μὲν Θεόδωρος ἄντικρυς τοῖς ἐναργέσι μαχόμενος, τῇ τε ἐκκλησιαστικῇ παραδόσει καὶ πάσαις ταῖς συνόδοις· πρὸς ἃ δυνήσεταί τις ἀντειπεῖν, καιροῦ καλοῦντος.
- 6.13
(Ἰωάννου Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης φησί· διὰ τι γὰρ μὴ εἶπες, δεῖ δὲ τὸν ἐπίσκοπον Ἄγγελον εἶναι, ὦ μακάριε Παῦλε, καὶ μηδενὶ ἀνθρωπίνῳ πάθει ὑποκεῖσθαι ; ἐκεῖνα τὰ μεγάλα ἃ ὁ Χριστὸς εἶπεν, ἃ καὶ τοὺς ἀρχομένους ἔχειν δεῖ ἐσταυρῶσθαι καὶ ἐν ταῖς χερσὶν ἔχειν τὴν ψυχήν· ὃ καὶ ὁ Χριστὸς εἶπεν, “ ὁ “ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων ὁμοίως ὅπερ ἀλλαχοῦ τοῖς κοσμικοῖς ἐπέταξας, ταῦτα τῷ ἐπισκόπῳ οὐκ ἐπιτάττεις; τί δὲ ἐκείνοις φησι; “ νεκρώσατε τὰ “ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς·” καὶ πάλιν· “ οἱ δὲ τοῦ Χριστοῦ “ τὴν σάρκα ἐσταύρωσαν·” τίνος οὖν ἕνεκεν ταῦτα οὐκ εἴρηκεν ; ὅτι ὀλίγους ἐνῆν τοιούτους εὑρεθῆναι, ἐπισκόπων δὲ δεῖ πολλῶν, καὶ καθ’ ἑκάστην πόλιν· τίς οὖν ἐνεδρεύεσθαι ἔμελλε τὰ τῶν ἐκκλησιῶν; διὰ τοῦτο συμμεμετρημένην εἶπεν ἀρετὴν, οὐκ ἐκείνην τὴν ἄνω τὴν ὑψηλήν.
- 6.14
Τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος.
- 6.15
Εδει γὰρ οἴκοθεν παρέχεσθαι τὰ παραδείγματα· τίς γὰρ πιστεύσειεν ὅτι τὸν ἀλλότριον ὑποτάξειεν, ὁ τὸν υἱὸν μὴ ὑποτάξας; τί ἰδίου οἴκου φησὶ, καλῶς προιστάμενον, τοῦτο καὶ ἔξωθέν φασιν, ὅτι ὁ οἰκονομικὸς καὶ πολιτικὸς ἂν γένοιτο ταχέως· ὁ τοίνυν ἑαυτοῦ οἶκον καλῶς οἰκονομήσας, πῶς τὰ τῆς ἐκκλησίας οἰκονομῆσαι δυνήσεται; “ μὴ νεόφυτον.” οὐ τὸν νεώτερον ἐνταῦθα λέγει, ἀλλὰ τὸν νεοκατήχητον· εἰ γὰρ πρὶν ἢ γενέσθαι μαθητὴς, διδάσκαλος γένοιτο, ταχέως καὶ εἰς ἀπόνοιαν αἴρεται· διὰ τοῦτο ἐπήγαγεν, “ ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου,” τουτέστιν, εἰς τὴν καταδίκην τὴν αὐτὴν, ἣν ἐκεῖνος ἀπὸ τῆς ἀπονοίας ὑπέμεινε· δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου· μέλλει γὰρ ὀνειδίζεσθαι παρ’ αὐτῶν· διὰ τοῦτο εἶπε “ μιᾶς γυναι- “ κὸς ἄνδρα·” καίτοι ἀλλαχοῦ λέγων, “ θέλω πάντας ἀνθρώπους “ εἶναι ὡς καὶ ἐμαυτὸν, ἐν ἐγκρατείᾳ·” ἵνα οὖν μὴ εἰς στενὸν περικλείσῃ τὸ πρᾶγμα, ἐὰν ἠκριβωμένην ἀρετὴν ἀπαιτήσῃ, διὰ τοῦτο συμμεμετρημένην ἐζήτησεν ἀρετήν· τι οὖν ἃν μαρτυρίαν ἔχῃ καλὴν καὶ δόξαν ἀγαθὴν, μὴ ᾖ δὲ τοιοῦτος; μάλιστα μὲν οὖν δύσκολον τοῦτο· ἀγαπητὸν γὰρ τοὺς ὀρθοὺς ὀρθὴν ἔχειν δόξαν παρὰ τοῖς ἐχθροῖς· νῦν δὲ οὐδὲ τοῦτο μόνον εἴασεν, ἀλλὰ προσέθηκε· “ δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν ἔχειν καλὴν,” τουτέστι, μετὰ τῶν ἄλλων καὶ ταύτην. εἰς παγίδα δὲ πῶς ἐμπίπτει ; τοῖς αὐτοῖς ἁμαρτήμασι πολλάκις περιπίπτων, οἷς κἀκεῖνοι· εἰ γὰρ εἴη τοιοῦτος, ταχέως αὐτὸν ἀναιροῦσιν ἐκεῖνοι. εἰ δὲ τὴν παρ’ ἐχθρῶν δεῖ μαρτυρίαν ἔχειν, πολλῷ μᾶλλον καὶ τὴν παρὰ τῶν φίλων. ὅτι γὰρ οὐκ ὄι κακῶς ἀκοῦσαι τὸν ἀνεπιλήπτῳ βίῳ κεχρημένον, ἄκουε τοῦ Χριστοῦ λέγοντος, “ λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν “ ἀνθρώπων, ὅπως ἴ’ δῶσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν “ πατέρα ὑμῶν τὸν ἐν. τοῖς οὐρανοῖς·” ἀλλὰ δογμάτων ἕνεκεν, πολλάκις ἃν αὐτοὺς διαβάλλουσιν Ἕλληνες, βίου δὲ ὀρθοῦ οὐκ ἃ, ἐπιλάβοιντο.
- 6.16
Διακόνους ὡσαύτως σεμνούς.
- 6.17
Διαλεγόμενος περὶ ἐπισκόπων, καὶ χαρακτηρίσας αὐτοὺς, καὶ εἰπὼν τίνα μὲν ἔχειν, τίνων δὲ ἀπέχεσθαι χρὴ, καὶ τὸ τῶν πρεσβυτέρων τάγμα ἀφεὶς, εἰς τοὺς διακόνους μετεπήδησε; τί δήποτε; ὅτι οὐ πολὺ τὸ μέσον· καὶ γὰρ αὐτοὶ διδασκαλίαν εἰσὶ, ἀναδεδεγμένοι, καὶ προστασίαν τῆς ἐκκλησίας· καὶ ἃ περὶ ἐπισκοπων εἶπεν, ταῦτα καὶ περὶ πρεσβυτέρων ἁρμόττει· τῇ γὰρ χειροτονίᾳ μόνον αὐτῶν ἀναβεβήκασι, καὶ τούτῳ μόνῳ δοκοῦσι πλεονεκτεῖν τοὺς πρεσβυτέρους· τὸ παλαιὸν δὲ ἀμφοτέραις ταύταις ἐκαλοῦντο ταῖς προσηγορίαις οἱ πρεσβύτεροι, καὶ τοῦτο ἐπεσημηνάμεθα καὶ ἐν τῇ πρὸς Φιλιππησίους, ἔνθα γράφων φησὶ, “ σὺν ἐπισκόποις καὶ διακόνοις·” δῆλον γὰρ ὡς οὐκ ἐνῆν ἐπισκόπους μιᾶς πόλεως πλείους εἶναι· ἄμεινον δὲ ἐν τοῖς πρὸς Τίτον γεγραμμένοις αὐτὸ γνοίη τις ἄν. εἰπὼν γὰρ “ ἵνα καταστήσῃς “ πρεσβυτέρους ὡς ἐγὼ σοὶ διεταξάμην,” καὶ προστεθεικὼς οἵους, ἐπάγει· “ δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκο- “νόμον,” δέο, εἴπερ ἅ τὸν πρεσβύτερον εἰπεῖν, ἀλλὰ σαφῶς τὸν αὐτὸν ἐπίσκοπον καὶ πρεσβύτερον ὀνομάζων.
- 6.18
Τί δὴ τοῦτό ἐστιν ; ἄξιον γὰρ μὴ παραλιπεῖν τὴν αἰτία, τῆς ἐναλλαγῆς τῶν ὀνομάτων· καὶ τίνος ἕνεκεν τὰ ὀνόματα διακέκριται νῦν καὶ οὔτε ὁ ἐπίσκοπος λεχθείη ἃν πρεσβύτερος, οὔτε ὁ πρεσβύτερος δέξεται ἄν ποτε τὴν τοῦ ἐπισκόπου ὀνομασίαν, μέχρις ἃν πρεσβύτερος ᾐ τὸ παλαιὸν ὀλίγων ὄντων τῶν εὐσεβῶν, πρεσβύτεροι ἁπανταχόσε καθίσταντο. τοῦτο μὲν ἀπὸ τῆς τιμῆς ὀνομαζόμενοι, ὡς καὶ παρὰ Ἰουδαίοις πρεσβύτεροι οἱ τοῦ λαοῦ προηγούμενοι ἐλέγοντο, καλούμενοι δὲ καὶ ἐπίσκοποι, ἀφ’ οὗπερ μετῄεσαν καὶ ἔργου, τῷ μάλιστα πᾶσι ἐπισκοπεῖν, καὶ τὴν ἁπάντων οἰκονομίαν ἐγκεχειρίσθαι· καὶ γὰρ ὁλοτελῆ τῆς ἐκκλησιαστι- κῆς διοικήσεως τὴν αὐθεντείαν εἶχον τότε, καὶ πάντα ἀπήρτητο τῆς αὐτῶν γνώμης.
- 6.19
τοῦτο δὲ ἔνεστι καὶ παρὰ τῷ Λουκᾷ μαθεῖν ἀκριβῶς, ὃς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων λέγει μὲν ἀποστείλαντα τὸν Παῦλον εἰς τὴν Ἔφεσον κεκληκέναι τοὺς πρεσβυτέρους· τίθησι δὲ αὐτοῦ τὴν πρὸς τοὺς παραγεγονότας διάλεξιν, ἐν οἷς ὁ Παῦλος οὕτως φησί· “ προσέχετε οὑν ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ, ἐν “ ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν “ ἐκκλησίαν τοῦ Θεοῦ.” προδήλως οὓς αὐτὸς ὠνόμασε πρεσβυτέρους, τούτους ἐπισκόπους εἰπὼν ὑπὸ τοῦ Παύλου κεκλῆσθαι. οἱ δὴ τὴν τοῦ χειροτονεῖν ἐξουσίαν ἔχοντες, οἱ νῦν ὀνομαζόμενοι ἐπίσκοποι, οὐ μιᾶς ἐκκλησίας γινόμενοι, ἀλλ’ ἐπαρχίας ὅλης ἐφεστῶτες, στῶτες, τῷ τῶν Ἀποστόλων ἐκαθοῦντο προσηγορίᾳ, οὕτως ἁπάσῃ τῇ Ἀσίᾳ τὸν Τιμόθεον ἐπέστησεν ὁ μακάριος Παῦλος, καὶ τῇ Κρήτῃ τὸν Τίτον. δῆλον δὲ ὅτι καὶ ἑτέρους ἐπαρχίαις ἑτέραις κατὰ μέρος ἐπέστησεν, ὡς ἕκαστος ὅλης τῆς ἐπαρχίας τὴν φροντίδα ἀναδεχόμενος ἐκπεριῄει τὰς ἐκκλησίας ἁπάσας, τοὺς πρὸς τὴν ἐκκλησιαστικὴν λειτουργίαν λείποντας προχειριζόμενος, τὰ χαλεπώτερα τῶν παρ’ αὐτοῖς διαλύων λόγοις διδασκαλίας, αὐτοὺς ἐπανορθῶν, τὰ βαρύτερα τῶν ἁμαρτημάτων ἐξιώμενος, καὶ ὅλως ἅπαντα ποιῶν ὅσα εἰκὸς ἦν ἄνδρα ποιεῖν ἡγούμενον, ἁπασῶν τῶν πόλεων τότε ἐχουσῶν τοὺς νῦν ὀνομαζομένους ἐπισκόπους, τότε δὲ Άποστόλους, ὅπερ εἰσὶ νῦν τῇ τε πόλει καὶ τῇ χώρᾳ, ἐφ’ ᾑπερ τὴν κατάστασιν δέχονται. καὶ τότε μὲν τοῦτον εἶχον τὸν τρόπον τὰ κατὰ τὴν ἐκκλησίαν.
- 6.20
Ἐπειδὴ δὲ πολλὴ μὲν ἡ τῆς εὐσεβείας ἐπίδοσις ἐγένετο, μέ- γισται δὲ οὐ πόλεις μόνον, ἀλλὰ καὶ χῶραι τῶν πεπιστευκότων ἦσαν τῶν τε μακαρίων ἀπογενομένων Ἀποστόλων, οἱ μετὰ τοῦτο εἰς τὴν καθόλου προβαλλόμενοι ἐπιστασίαν, οὐκέτι τοῖς προτέροις ἐγίνοντο ὅμοιοι, οὐδὲ τὴν ἀπὸ τῶν θαυμάτων μαρτυρίαν ἴσην ἔχειν ἠδύναντο, τυχὸν δὲ καὶ ἐν ἑτέροις πλείστοις ἐλαττούμενοι ἐκείνων ἐφαίνοντο, βαρὺ νομίσαντες τὴν τῶν Ἀποστόλων ἔχειν προσηγορίαν, διείλοντο τὰς ὀνομασίας· καὶ τὸ μὲν τοῦ πρεσβυτέρου καταλελοίπασι τοῖς πρεσβυτέροις, τὸ δὲ τοῦ ἐπισκόπου τεθείκασιν τῷ τὴν τοῦ χειροτονεῖν ἐξουσία, ἔχοντι, ὡς ἃν τὴν καθόλου ἐπιστασίαν ἐγκεχειρισμένου. ἐγένοντο δὲ καὶ πλείους διὰ μὲν τὴν χρείαν τὸ πρῶτον, ὕστερον δὲ καὶ ὑπὸ φιλοτιμίας τῶν ποιούντων, ἐν ἀρχῇ μὲν, δύο κατ’ ἐπαρχίαν γινομένων ἣ τριῶν τὸ πλεῖστον. τοῦτο δὲ ἐπὶ τῆς δύσεως οὐ πρὸ πολλοῦ μὲν ἐν πλείσταις ἦν, ἐν ἐνίαις δὲ καὶ ἄχρι τῆς δεῦρο πεφυλαγμένον εὕροι τις ἄν. τοῦ δὲ χρόνου προβαίνοντος, οὐ κατὰ πόλιν γινομένου μόνον, ἀλλὰ γὰρ καὶ κατὰ τόπον, ἐν ᾧτ’ μηδὲ χρεία ἦν εἰς ταύτην τινὰ τὴν λειτουργίαν προβάλλεσθαι καταναγκάζουσα.
- 6.21
Ἰωάννου Χρυσοστόμου. Διακόνους ὡσαύτως τὰ αὐτὰ, φησὶν, ἔχοντας, οἷον, τὸ ἀνεπίληπτον, τὸ σώφρονας εἶναι, τὸ φιλοξένους, τὸ ἐπιεικεῖς, ἀμάχους, ἀφιλαργύρους, σεμνοὺς, μὴ διλόγους, τουτέστι μὴ ὑπούλους, μὴ δολεροὺς, μὴ οἴνῳ, φησὶ, πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς· “ ἔχοντας τὸ μυστήριον τῆς “ πίστεως, ἐν καθαρᾷ συνειδήσει.” ἰδοὺ ἐσήμανε τί ἐστι ἀλήπτους εἶναι· ὅρα δὲ, πῶς τὸ μὴ νεόφυτον καὶ ἐνταῦθα τίθησι· τὸ γὰρ εἰπεῖν “ καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον,” ὡς καὶ περὶ τοῦ ἐπισκόπου τούτου εἰρημένου αὐτῷ, οὕτως τὸν σύνδεσμον τὸν “ καὶ” ἐπήγαγεν· οὐδὲν γὰρ τὸ μέσον μεταξύ. διὰ τοῦτο εἴρηται καὶ ἐκεῖ, τὸ μὴ νεόφυτον. “ γυναῖκας ὡσαύτως διακόνους,” φησὶ, “ σεμνὰς, μὴ διλόγους, νηφαλίας, πιστὰς ἐν πᾶσιν.” τινὲς ἁπλῶς περὶ γυναικῶν εἰρῆσθαι τοῦτό φασιν· οὐκ ἔστιν δέ· τι γὰρ ἐβούλετο μεταξὺ τῶν εἰρημένων παρεμβαλεῖν τι περὶ γυναικῶν, ἀλλὰ περὶ τῶν τὸ ἀξίωμα τῆς διακονίας ἐχουσῶν, φησὶ, διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες· ταῦτα καὶ περὶ γυναικῶν διακόνων ἁρμόττει εἰρῆσθαι· σφόδρα γὰρ ἀναγκαῖον τοῦτο καὶ χρήσιμον καὶ κόσμιον ἐν τῆ ἐκκλησίᾳ· ὅρα δὲ πῶς τὴν αὐτὴν ἀπαιτεῖ καὶ παρὰ διακόνων ἀρετήν.
- 6.22
τέκνων καλῶς προἱστάμενοι, καὶ τῶν ἰδίων οἴκων. οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παρρησίαν ἐν πίστει τῆ ἐν Χριστῷ Ἰησοῦ.
- 6.23
Πανταχοῦ τίθησι τὴν τῶν τέκνων προστασίαν, ἴνα μὴ ἄπο τούτου οἱ λοιποὶ σκανδαλίζωνται· “ οἱ γὰρ καλῶς,” φησὶ, “ δια- “ κονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, ” τουτέστι, προκοπὴν, “ καὶ παρρησίαν πολλὴν τὴν ἐν πίστει, ” οἱ ἐν τοῖς κάτω δείξαντες ἑαυτοὺς διεγηγερμένους, ταχέως καὶ πρὸς ἐκεῖνα ἀνελεύσονται, φησίν.
- 6.24
Θεοδώρου. Ἐκεῖνο δὲ προσθεῖναι ἄξιον ὅτι μὴ δεῖ εἰ μήτε [ὑπὸ] διακόνων ἐμνήσθη, μήτε ἀναγνωστῶν· τῶν γὰρ ἐν τῇ τῆς ἐκκλησίας λειτουργίᾳ βαθμῶν ἔξωθεν μᾶλλον οὗτοι εἰσι, διὰ τὴν χρείαν ἐπινοηθέντες ὕστερον, ἣν διὰ τὸ τῶν πεπιστευκότων πλῆθος λοιπὸν δι’ ἑτέρων πληροῦσθαι ἠναγκάσθη· ὅθεν οὐδὲ νενόμισται αὐτοὺς πρὸ τοῦ θυσιαστηρίου τὴν χειροτονίαν δέχεσθαι, ἐπεὶ μηδὲ αὐτῷ ὑπηρετοῦνται τῷ μυστηρίῳ, ἀλλ’ οἱ μὲν τὴν ἀνάγνωσιν ἐκτελοῦσιν, οἱ δὲ ἔνδον τὰ πρὸς τὴν τῶν διακόνων ὑπηρεσίαν εὐτρεπίζουσιν, ἐπιμελόμενοι καὶ τῶν ἐκκλησιαστικῶν φώτων.
- 6.25
ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρός σε τάχιον· ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στύλος. καὶ ἑδραίωμα τῆς ἀληθείας.
- 6.26
Ἰωάννου Χρυσοστόμου. Ἵνα μὴ τῷ περὶ τούτων αὐτὸν διατάττεσθαι εἰς ἀθυμίαν ἐμβάλῃ τὸν μαθητὴν, φησὶν, οὐ διὰ τοῦτο ταῦτα γράφω, ὡς οὐκέτι ἥξων, ἀλλ’ ἥξω μὲν, εἰ δὲ συμβῇ με βραδῦναι, ἵνα μὴ ἀσχάλλῃς, φησί· μὴ θαυμάσῃς δὲ, εἰ Πνεύματι πάντα προορῶν ἠγνόει τοῦτο· ἐπειδὴ γὰρ Πνεύματι ἤγετο, καὶ οὐκ οἰκείᾳ γνώμῃ ἔπραττεν ἅπερ ἔπραττε, καὶ τοῦτο εἰκότως ἠγνόει· “ ἵνα εἰδῇς,” φησὶ, “ πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφε- “ σθαι,” οὐχ ὡς ἐκεῖνος ὁ Ἰουδαἱκός· τοῦτο γάρ ἐστι τὸ συνέχον τὴν πίστιν καὶ τὸ κήρυγμα· ἡ γὰρ ἀλήθειά ἐστι τῆς ἐκκλησίας καὶ στῦλος καὶ ἑδραίωμα.
- 6.27
(Θεόδωροσ.) Ἄλλος δέ φησιν· ἐκκλησίας, οὐ τοὺς λέγει τοὺς εὐκτηρίους κατὰ τὴν τῶν πολλῶν συνήθειαν, ἀλλὰ τῶν πιστῶν τὸν σύλλογον, ὅθεν καὶ στῦλον αὐτὴν καὶ ἑδραίωμα τῆς ἁληθείας ἐκάλεσεν, ὡς ἃν ἐν αὐτὴ τῆς ἀληθείας τὴν σύστασιν ἐχούσης.
- 6.28
Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν Πνεύματι.
- 6.29
Τουτέστιν, ἡ οἰκονομία ἡ ὑπὲρ ἡμῶν. μὴ μοὶ εἴπῃς τοὺς κώδωνας, μηδὲ τὰ ἅγια τῶν ἁγίων, μηδὲ τὸν ἀρχιερέα· στῦλος ἐστὶ τῆς οἰκουμένης ἡ ἐκκλησία· ἐννόησον τὸ μυστήριον, καὶ φρίξον· ἀναμφίβολον γάρ ἐστιν, ἐπειδὴ περὶ ἱερέων διαταττόμενος οὐδὲν τοιοῦτον εἰπεν, οἷον ἐν τῷ Λευιτικῷ, εἰς ἕτερον ἀνάγει τὸ πρᾶγμα· ὅτι “ ἐφανερώθη ἐν σαρκὶ,” δημιουργὸς ὤν· ὄντως μέγα τὸ μυστήριον, πανταχοῦ τῆς οἰκουμένης ἠκούσθη καὶ ἐπιστεύθη τοῦτο· μὴ γὰρ νομίσῃς ἁπλῶς ῥήματα εἰναι ψιλὰ, ὤφθη φησὶν, ἐν σαρκὶ, ἐδικαιώθη ἐν πνεύματι, ἣ ὅτι δόλον οὐκ ἐποίησεν, ὅπερ ὁ προφήτης λέγει, “ ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ “ στόματι αὐτοῦ,” ἣ τοῦτο λέγει, “ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν “ τέκνων αὐτῆς.” “ ὤφθη Ἀγγέλοις·” ὥστε καὶ Ἄγγελοι μεθ’ ἡμῶν εἶδον τὸν Υἱὸν τοῦ Θεοῦ, τὸ πρότερον οὐχ ὁρῶντες· ὄντως μέγα τὸ τῆς εὐσεβείας μυστήριον.
- 6.30
Ἀλλοσ δέ φησιν· ἡ ἐκκλησία ἡ ἐπὶ τῆς γῆς διὰ τῆς ὁμολογίας ἐδικαιώθη ἐν πνεύματι, ὅμοιόν ἐστι τοῦτο τῷ “ ὅπως ἃν “ δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι σε.” τοῦ γὰρ Πνεύματος τὰ σημεῖα ποιοῦντος, ἐδικαιοῦτο κατὰ τὴν ἡμετέραν ὁμολογίαν καὶ τὴν πίστιν τῶν πιστευόντων. ὁ ἐπὶ σωτηρίᾳ ἀνθρώπων ἐληλυθὼς, “ ὤφθη Ἀγγέλοις·” ἔδειξε διὰ τούτου, ὅτι ἀόρατός ἐστιν ἡ θεότης τοῦ μονογενοῦς καὶ Ἀγγέλοις. ὤφθη δὲ αὐτοῖς διὰ τῆς σηκὸς, “ ἀνελήφθη ἐν δόξῃ,” ἐπὶ νεφελῶν, φησί.
- 6.31
Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις.
- 6.32
Ἐπισυνῆψε ταῦτα τοῖς περὶ τοῦ Χριστοῦ λόγοις, οὐχ ἁπλῶς, ἀλλ’ ἐπειδὴ τοὺς αὐτοὺς ἠπίστατο ἔσεσθαι τοὺς περί τε γάμων καὶ βρωμάτων ἐκεῖνα ἀναιροῦντας, καὶ τὸ ἀνειλῆφθαι σάρκα παρὰ τοῦ Θεοῦ Λόγον μέλλοντας ἀναιρεῖν, εἰκότως αὐτὰ ἐκείνοις συνέπλεξε· πάντας γὰρ τούτους ὁμοίως ἀμφότερα εὑρήσειας τηροῦντας. “ ἀποστήσονταί τινες τῆς πίστεως·” περὶ Μανιχαίων καὶ Εγκρατητῶν καὶ Μαρκιωνιστῶν, καὶ παντὸς αὐτῶν ἐργαστηρίου τοῦ τοιούτου, ταῦτά φησιν· ὁρᾷς ὅτι πάντων αἴτιον τῶν μετὰ ταῦτα κακῶν τὸ τῆς πίστεως ἀποστῆναι ; τι δὲ ἐστὶ “ ῥητῶς;” φανερῶς, σαφῶς. μὴ θαυμάσῃς, φησὶν, εἰ νῦν ἀπὸ τῆς πίστεως τινὲς ἀποστάντες ἔτι Ἰουδαΐζουσιν· ἔσται καιρὸς, ὅτε χαλεπώτερον αὐτοὶ οἱ τῆς πίστεως μετεσχηκότες τοῦτο ἐργάσωνται, οὐ μέχρι βρωμάτων, ἀλλὰ καὶ γάμων καὶ πάντων τῶν τοιούτων τὴν ὀλεθρίαν συμβουλὴν εἰσάγοντες· πνεύματα δὲ πλάνα ἐκάλεσεν αὐτούς. εἰκότως· ὑπὸ γὰρ ἐκείνων ἐνεργούμενοι ταῦτα ἐφθέγξαντο.
- 6.33
Καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν.
- 6.34
Ἀντὶ τοῦ αὐτὰ ἃ ψεύδονται, οὐ παρ’ ἄγνοιαν, οὐδὲ οὐκ εἰδότες, ἀλλ’ ὑποκρινόμενοι ψεύδονται· εἰδότες μὲν τὸ ἀληθὲς, τὸ δὲ συνειδὸς κεκαυτηριασμένοι, τουτέστι πονηροῦ ὄντες βίου. Κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν, μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν, ὅτι πᾶν κτίσμα καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετ’ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.
- 6.35
Τί δήποτε καὶ τὰς ἄλλας αἱρέσεις οὐκ εἶπεν ; ᾐνίξατο αὐτὰς, εἰπὼν “ πνεύμασι πλάνοις, διδασκαλίαις δαιμονίων· ” οὐ γὰρ ἐβούλετο ἤδη κατασπεῖραι εἰς τὰς τῶν ἀνθρώπων ψυχὰς ταῦτα, ἀλλ’ ὅπερ ἀρχὴν εἰλήφει, τοῦτο ἤδη παρέδειξε, τὸ “ τῶν βρωμάτων, ἃ “ ὁ Θεὸς,” φησὶν, “ ἔκτισεν εἰς μετάληψιν τοῖς πιστοῖς·” πῶς τοῖς ἀπίστοις οὔ; νόμοις γὰρ ἑαυτοὺς τούτων ἀπείργουσι καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. ἄρα τὰ πρότερα τύπος ἦν· οὐδὲν γὰρ φύσει ἀκάθαρτον, ἀλλὰ παρὰ τὴν συνείδησιν τοῦτο τοῦ μεταλαμβάνοντος. τίνος οὖν ἕνεκεν πολλῶν αὐτοὺς βρωμάτων ἀπήγαγε; τὴν πολλὴν ἐκκόπτων τρυφήν· εἰ γὰρ κτίσμα Θεοῦ, καλόν· πάντα γὰρ καλὰ λίαν. καὶ ἤδη προκατασπᾷ τὴν αἵρεσιν, τῶν τὴν ἀγέννητον ὕλην εἰσαγόντων, καὶ ἐκείνης ταῦτα λεγόντων εἶναι· οὐκοῦν τι ἐστι τὸ “ ἁγιάζεται διὰ λόγου καὶ ἐντεύξεως ” δηλονότι ἀκάθαρτον ὃν ἁγιάζεται. οὐ τοῦτο, ἀλλ’ ἐνταῦθα πρὸς ἐκείνους φησὶ τοὺς κοινὰ τινὰ νομίζοντας ἐξ αὐτῶν εἶναι. δύο τοίνυν τίθησι κεφάλαια, ἒν μὲν ὅτι οὐδὲν κτίσμα κοινὸν, δεύτερον δὲ, εἰ καὶ γένοιτο κοινὸν, ἀλλ’ ἔχει τὸ φάρμακον σφράγισον, εὐχαρίστησον, καὶ πᾶσα ἀκαθαρσία ἀπέστη· οὐκοῦν καὶ τὸ εἰδωλόθυτον, φησὶν, οὕτω δυνάμεθα καθαίρειν; ναὶ, ἐὰν μὴ εἰδῇς ὅτι εἰδωλόθυτόν ἐστιν· ἐὰν δὲ εἰδῇς καὶ μεταλάβῃς, ἀκάθαρτος ἔσῃ· οὐχ ὅτι εἰδωλόθυτόν ἐστιν, ἀλλ’ ὅτι προσταχθεὶς μὴ κοινωνεῖν, δαιμονίοις ἐκοινώνησας δι’ ἐκείνων.
- 6.36
Ταῦτα ὑποθέμενοι τοῖς ἀδελφοῖς, καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας, ἧ παρηκολούθηκας.
- 6.37
ταῦτα ποῖα; ἅπερ εἶπον, ὅτι τὸ μυστήριον μέγα ἐστὶν, ὅτι τὸ τούτων ἀπέχεσθαι δαιμονίων ἐστὶν, ὅτι διὰ λόγου καὶ ἐντεύξεως Θεοῦ τὰ βρώματα καθαρίζεται· διέστησε δὲ λόγον διδασκαλίας· διδασκαλία μὲν γάρ ἐστιν, ὅταν τὰ κείμενα λέγῃ ἁπλῶς· λόγος δὲ, ὅταν καὶ τὰς αἰτίας παριστᾷ καὶ τῶν νοημάτων τὴν δύναμιν ἐξαπλοῖ.
- 7.1
Περὶ ἀγῶνος εὐσεβείας ἐπ’ ἐλπίδι.
- 7.2
τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ, γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν.
- 7.3
Ὁρᾷς ὡς οὐδαμοῦ τὴν αὐθεντείαν ἐνταῦθα τίθησιν, ἀλλὰ τὴν συγκατάβασιν· “ ὑποτιθέμενος,” φησὶν. οὐκ ἐπιτάττων, οὐ παραγγέλλων, ὡς συμβουλεύων δὲ ταῦτα ὑποτίθεσο, καὶ τοὺς λόγους ἀνακίνει τοὺς περὶ πίστεως , “ ἐντρεφόμενος,” φησὶ, τὸ διηνεκὲς τῆς εἰς τὰ τοιαῦτα προσοχῆς δηλῶν· ὥσπερ γὰρ τὴν τροφὴν ταύτην καθ’ ἑκάστην ἡμέραν ζητοῦμεν, οὕτω καὶ τοὺς περὶ πίστεως λόγους, ἀεὶ τούτοις τρεφώμεθα. “ γραώδεις δὲ μύθους,” τὰς τῶν Ἰουδαίων παρατηρήσεις φησὶν, ἢ διὰ τὰς παραποιήσεις, ἣ διὰ τὸ ἄκαιρον· τὸ γὰρ ἐν καιρῷ χρήσιμον, χωρὶς δὲ τοῦ καιροῦ οὐ μόνον ἄχρηστον, ἀλλὰ καὶ βλαβερόν. Ὁρᾷς; καὶ ἀκάθαρτα ταῦτα εἶπε καὶ γραώδη· τὸ μὲν διὰ τὸ παλαιὸν, τὸ δὲ διὰ τὸ ἐμποδίζειν τῇ πίστει. “ γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν,” τουτέστιν, πρὸς πίστιν καθαρὰν καὶ βίον ὀρθόν· τοῦτο γάρ ἐστιν εὐσέβεια· γυμνασίας ἄρα χρεία ἡμῖν· “ ἡ γὰρ σωματικὴ γυμνα- “ σία,” φησὶ, “ πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος.” τίνος χάριν ἐμνήσθη τῆς σωματικῆς γυμνασίας ; ἀπὸ συγκρίσεως τὴν ὑπεροχὴν ταύτης δηλῶν, ὅτι ἐκείνη μὲν καὶ πόνους ἔχουσα πολλοὺς οὐδὲν ἔχει τὸ κέρδος, οὐδὲ ἄξιον λόγου· αὕτη δὲ διηνεκὲς καὶ ἄφθονον, καὶ ἐν τῷ μέλλοντι ἀποδίδωσιν. “ πιστὸς ὁ λόγος·” τουτέστιν, ἀληθής· ὅτι καὶ ἐνταῦθα καὶ ἐκεῖ. ὅρα πῶς πανταχοῦ τοῦτο ἐπάγει· οὐ δεῖται κατασκευῆς, ἀλλ’ ἀποφαίνεται· πρὸς γὰρ Τιμόθεον ὁ λόγος ἢν αὐτῷ.
- 7.4
Εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι Σωτῆρ’ ἁπάντων, μάλιστα πιστῶν.
- 7.5
τίνος γὰρ, φησὶν, ἕνεκεν κόπτομεν ἑαυτοὺς, εἰ μὴ τὰ μέλλοντα προσεδοκῶμεν, εἰ μὴ ἐπὶ Θεῷ ζῶντι ἠλπίκαμεν; εἰ δὲ τοὺς ἀπίστους σώζει ἐνταῦθα, πολλῷ μᾶλλον τοὺς πιστοὺς ἐκεῖ· πλείονα γὰρ σπουδὴν περὶ τοὺς πιστοὺς ἐνδείκνυται καὶ ἐνταῦθα· εἰ γὰρ μὴ σωτὴρ ἦν, οὐδὲν ἃν ἐκώλυσεν ὑπὸ πάντων πολεμουμένους πάλαι διεφθάρθαι· ἐνταῦθα καὶ παρορμᾷ αὐτὸν πρὸς τοὺς κινδύνους, ὥστε μὴ ἐκλυθῆναι, Θεὸν ἔχοντα τοιοῦτον.
- 9.1
Περὶ ἐπιμελείας αὐτοῦ καὶ τῆς ἐκκλησίας. Παράγγελλε ταῦτα καὶ δίδασκε. μηδείς σου τῆς νεότητος καταφρονείτω.
- 9.2
τῶν πραγμάτων τὰ μὲν διδασκαλίας δεῖται, τὰ δὲ ἐπιταγῆς· οἷόν τι λέγω, τὸ μὴ εἶναι πονηρὸν ἐπιτάττειν χρὴ καὶ ἀπαγορεύειν μετὰ πλείονος αὐθεντείας· τὸ μὴ Ἰουδαΐζειν, ἐπιταγῆς δεῖται· ἃν μέντοι λέγῃ, ὅτι δεῖ τὰ ὑπάρχοντα κοινοῦν, ὅτι δεῖ παρθενεύειν, ἃν περὶ πίστεως διαλέγηται, ἐνταῦθα διδασκαλίας χρεία. διὰ τοῦτο ἀμφότερα τίθησιν ὁ Παῦλος, “ παράγγελλε καὶ δίδασκε,” φησὶν, ὅταν γὰρ εἰδότες αὐτὰ πονηρὰ ὄντα πράττωσι, παραγγελίας δεῖ μόνης· ὅταν δὲ μὴ εἰδότες, διδασκαλίας. “ μηδείς σου τῆς νεότητος “ καταφρονείτω,” φησιν· εὐκαταφρόνητον γάρ πὼς πρᾶγμα ἡ νεότης· δεῖ δὲ ἀκαταφρόνητον εἶναι τὸν διδάσκαλον· ποῦ οὖν τὸ ἐπιεικὲς, φησὶ, ποῦ τὸ πρᾷον, ἐὰν μὴ καταφρονῆται; ἐν μὲν τοῖς πρὸς ἑαυτὸν καταφρονείσθω, ἐν δὲ τοῖς πρὸς ἑτέρους μηκέτι· τοῦτο γὰρ οὐκ ἔστιν ἐπιείκεια, ἀλλὰ ψυχρότης, ἵνα μὴ τὸ κοινὸν λυμαίνηται. ἣ τοῦτό φησιν ἣ ἐκεῖνο, μηδεὶς διὰ τὴν νεότητα καταφρονήσῃ σου· ἕως γὰρ ἃν ἀντίρροπον ἐπιδεικνύῃ βίον, οὐκέτι διὰ τὴν ἡλικίαν σου καταφρονήσει.
- 9.3
Ἀλλὰ τύπος γένου τῶν πιστῶν, ἐν λόγῳ, ἐν ἄνα· στροφῆ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ.
- 9.4
Περὶ πάντας ἑαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων. τουτέστι, τὸ ἀρχέτυπον τοῦ βίου κάλλος, ἕσο ὥσπερ εἰκὼν προκείμενος, ὥσπερ νόμος ἔμψυχος, ὥσπερ κανὼν καὶ ὅρος τῆς εὐζωίας· τὸν γὰρ διδάσκαλον τοιοῦτον εἶναι χρή· ἐν λόγῳ, ὡς καὶ φθέγγεσθαι μετ’ εὐκολίας, ἐν ἀναστροφῇ τῇ τῆς ἐκκλησία,; ἐν ἀγάπῃ, ἐν πίστει τῇ ὀρθῇ, ἐν ἕψα, ἐν σωφροσύνῃ.
- 9.5
Ἕως ἔρχομαι, πρόσεχε τῇ ἀναγνώσει, τῆ παρακλήσει, τῇ διδασκαλίᾳ.
- 9.6
Ὅρα, πῶς αὐτὸν παραμυθεῖται· εἰκὸς γὰρ αὐτὸν ἀπορφανισθέντα ζητεῖν αὐτόν· “ πρόσεχε τῇ ἀναγνώσει, ” τῇ τῶν θείων γραφῶν δηλονότι. τῇ παρακλήσει τῇ πρὸς ἀλλήλους, τῇ διδα. σκαλία.
- 9.7
Θεόδωροσ. Διδασκαλίαν φησὶ τὴν ἀπόλυτον ἐξήγησιν, παρά κλῆσιν δὲ τὴν ἀπὸ τινῶν συμβεβηκότων νουθεσίαν τε καὶ ὑπόμνησιν, ἣν ἐνίοτε μὲν, καὶ ἐπὶ τοῦ κοινοῦ γίνεσθαι ἀνάγκη, μάλιστα δὲ καὶ ἐν ταῖς πρὸς τὸν καθ’ ἕνα διαλέξεσι.
- 9.8
Μῆ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας.
- 9.9
Τὴν διδασκαλίαν φησὶν ἐνταῦθα.
- 9.10
Μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.
- 9.11
Οὐ περὶ πρεσβυτέρων φησὶν ἐνταῦθα, ἀλλὰ περὶ ἐπισκόπων· οὐ γὰρ δὴ πρεσβύτεροι τὸν ἐπίσκοπον ἐχειροτόνουν.
- 9.12
Θεόδωροσ. Ἢ καὶ τὸν τῶν Ἀποστόλων σύλλογον φησὶν, συνῄεσάν τε αὐτῷ, καὶ συνεφήπτοντο ὡς εἰκὸς ποιουμένῳ τὴν ἐπ’ αὐτῷ χειροτονίαν· πρεσβυτέριον αὐτὸ ὀνομάσας ἀπὸ τοῦ ἐντίμου· τοῦτο δὲ καὶ νῦν ἔθος ἐν ταῖς τῶν ἐπισκόπων γίνεσθαι προβολαῖς, τὸ μὴ ὑφ’ ἑνὸς, ἀλλ’ ὑπὸ πλειόνων τὰς τοιαύτας ἐν τῇ ἐκκλησίᾳ χειροτονίας πληροῦσθαι.
- 9.13
ταῦτα μελέτα, ἐν τούτοις ἴσθι.
- 9.14
Ὅρα πῶς πολλάκις περὶ τῶν αὐτῶν αὐτῷ παρεγγυᾷ, δεῖξαι βουλόμενος, ὅτι μάλιστα πάντων ἐν τούτοις σπουδάζειν τὸν διδάσκαλον χρή.
- 9.15
Ἔπεχε σεαυτῷ καὶ τῆ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς.
- 9.16
τουτέστι, πρόσεχε σεαυτῷ καὶ δίδασκε τοὺς λοιπούς.
- 9.17
τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις, καὶ τοὺς ἀκούὄντας σου.
- 9.18
Ὁ γὰρ τοῖς τῆς διδασκαλίας ἐντρεφόμενος λόγοις, πρότερος αὐτὸς καρποῦται τὴν ὠφέλειαν· ἐν τῷ γὰρ παραινεῖν ἑτέροις καὶ ἑαυτὸν κατανύσσει.
- 9.19
Ἵνα σου ἡ προκοπὴ φανερὰ ἦ ἐν πᾶσιν.
- 9.20
Μῆ ἐν τῷ βίῳ μόνον, ἀλλὰ καὶ ἐν τῷ βίῳ τῷ διδασκαλικῷ.
- 10.1
Περὶ τοῦ ἁρμοζ́οντως ἑκάστῳ προσφέρεσθαι.
- 10.2
Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς.
- 10.3
Περὶ παντὸς γεγηρακότος φησί· τι οὖν ἃν δέηται διορθώσεως ; ὡσανεὶ πρὸς πατέρα φησὶ προσενεχθείης ἁμαρτάνοντα· οὕτω καὶ πρὸς ἐκεῖνον διαλέγου· ὁμοίως καὶ οἱ λοιποί· “ νεωτέρους ὡς ἀδελ- “ φοὺς, πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ “ ἁΤείᾳ.” αὐτὴ τοῦ πράγματος ἡ φύσις, φορτικόν τι ἐστὶ τὸ ἐλέγχεσθαι λέγω, καὶ μάλιστα ὅταν καὶ εἰς γέροντα γένηται καὶ παρὰ νέου. παραμυθεῖται οὑν αὐτὸ τῷ τρόπῳ καὶ τῇ προσηνείᾳ· διὰ τί δὲ καὶ ἐπὶ τῶν νεωτέρων ; τὸ θρασὺ πάλιν διὰ τὴν ἡλικίαν αἰνιττόμενος. “ νεωτέρας,” φησὶν, “ ὡς ἀδελφὰς,” καὶ προσέθηκεν “ ἐν πάσῃ ἁγνείᾳ,” μή μοι τὴν τῆς μίξεως, φησὶν, εἴπῃς ἁμαρτίαν, ἀλλὰ μηδὲ ὑποψίαν δῷς, μηδὲ πρόφασιν τοῖς διαβάλλειν βουλομένοις.
- 11.1
Περὶ χηρῶν ἡλικίας καὶ τρόπου καὶ διοικήσεως.
- 11.2
Χήρας τίμα, τὰς ὄντως χήρας.
- 11.3
Διὰ τί μηδὲν περὶ παρθενίας διαλέγεται ; ὅτι μοι δοκοῦσι μηδὲ ετͅναι τότε, ἣ καὶ ἐκπεπτωκέναι· ἤδη γάρ τινες, φησὶν, ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ· ἆρα δὲ οὖν ἐστιν μὴ ἔχειν μὲν ἄνδρα, μὴ ε7ναι δὲ χήραν· ὥσπερ γὰρ τὴν παρθένον οὐ τοῦτο ποιεῖ παρθένον τὸ μὴ ὡμιληκέναι γάμῳ, ἀλλὰ πολλῶν καὶ ἑτέρων δεῖ τοῦ ἀμέμπτου, τοῦ εὐπροσέδρου, οὕτω καὶ ἐπὶ τῆς χήρας πολλῆς δέονται τῆς τιμῆς· εἰκότως· ἐπονείδιστον γὰρ δοκεῖ εἶναι τὸ πρᾶγμα καὶ δυσαγώνιστον παρὰ τοῖς πολλοῖς· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ’ ἐπειδὴ καὶ ἄξιόν ἐστιν.
- 11.4
Εἰ δέ τις χήρα τέκνα ἣ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις.
- 11.5
Ὅρα Παύλου τὸ συνετὸν, πῶς πανταχοῦ ἀπὸ ἀνθρωπίνων προ- τρέπει λογισμῶν· οὐ γὰρ ἔθηκεν ἐνταῦθα μέγα τι καὶ ὑψηλὸν, ἀλλ’ ὅπερ ἐστὶν εὐσυνείδητον, “ καὶ ἀμοιβάς,” φησιν, “ ἀποδιδόναι τοῖς “ προγόνοις·” πῶς ; τῆς ἀνατροφῆς, τῆς αὐξήσεως· πολλῆς ἀπέλαυσας τῆς τιμῆς, ἀμείβου, ἀποδίδου τὸ ὄφλημα διὰ τῶν παίδων.
- 11.6
Άλλοσ φησί· τὸ “ μανθανέτωσαν τὰ τέκνα,” λέγει, καὶ τὰ ἔκγονα, οὐχ αἱ χῆραι, σκοπὸς γὰρ αὐτῷ διδάξαι ὅτι ἐκεῖναι μόναι τῆς ἐκκλησιαστικῆς ἐπιμελείας ἀξιοῦσθαι ὀφείλουσιν, αἷς οὐδεὶς κηδεμονίας ἑτέρωθεν ὑπολέλειπται τρόπος. ἐὰν τοίνυν, φησὶν, ᾖ χήρα τέκνα ἔχουσα ἢ ἔκγονα, διδασκέσθωσαν οἱ ἀπ’ ἐκείνης τεχθέντες ἐπιμελεῖσθαι τῆς μητρὸς, ἤτοι τῆς μάμμης· “ μανθανέ- “ τωσαν τοίνυν τὸν ἴδιον οἶκον εὐσεβεῖν” ἀντὶ τοῦ εἰπεῖν.
- 11.7
Τοῦτο γὰρ ἐστὶν ἀποδεκτὸν, ἐνώπιον Θεοῦ· ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν.
- 11.8
Εἴ τις, φησὶ, μὴ κοσμικὸν ἐπανῄρηται βίον, καὶ ἐν χηρείᾳ οὖσα, αὕτη ὄντως χήρα ἐστὶν, ἡ ἐπὶ τὸν Θεὸν ἐλπίζουσα ὡς χρὴ, ἡ δεήσεσι προσανέχουσα καὶ προσκαρτεροῦσα νυκτὸς καὶ ἡμέρας· ἀυτὴ χήρα ἐστιν, οὐχ ὡς καὶ τῆς τέκνα ἐχούσης οὔχι χήρας οὔσης· κἂν γὰρ καὶ ἐκείνην θαυμάζῃ τὴν παιδοτροφοῦσαν ὡς χρὴ, ἀλλ’ εἴ τις τέκνα μὴ ἔχῃ, τουτέστιν ἡ μεμονωμένη οὖσα· εἶτα παραμυθεῖται αὐτὴν ὡς οὐκ ἔχουσαν τέκνα, εἰπὼν, ὅτι τοῦτο μάλιστά ἐστι χήραν εἶναι, ὅταν μὴ τῆς παρὰ τοῦ ἀνδρὸς παραμυθίας, ἀλλὰ καὶ τῆς παρὰ τῶν τέκνων ἀπεστερημένη οὔσα τύχῃ· ἔχει γὰρ τὸν Θεὸν ἀντὶ πάντων. “ ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν.” ἐπειδὴ γὰρ πολλαὶ τὴν χηρείαν αἱροῦνται, οὐχ ἵνα τοῦ βίου τὰς ἀφορμὰς περικόψωσιν, ἀλλ’ ἵνα μᾶλλον ἑαυτὰς ἐξάψωσιν, ἵνα μετὰ πλείονος αὐθεντείας ἅπαντα πράττωσι, καὶ κοσμικαῖς μᾶλλον ἐκδοῖεν ἑαυτὰς ἐπιθυμίαις τοῦτο, φησὶν, οἱ γὰρ ζῶντες τὰ τῆς ζωῆς ἐνεργοῦσι τῆς μελλούσης, περὶ ἧς ἡμᾶς ἠσχολῆσθαι προσήκει τὸν ἅπαντα χρόνον, ἐπεὶ εἰ μὴ τοῦτο προσῄει, τῶν τεθνεώτων οὐδὲν χεῖρον ἔσονται.
- 11.9
Εἰ ’δε τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων.
- 11.10
Πρόνοιαν πᾶσαν λέγει, τὴν κατὰ ψυχὴν, τὴν κατὰ σῶμα, ἐπεὶ καὶ αὐτὴ πρόνοιά ἐστιν· ὁ δὲ τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων, τουτέστι τῶν πρὸς γένος διαφερόντων μὴ προνοῶν, ἀπίστου, φησὶ, χείρων ἐστίν· ὃ λέγει καὶ Ἡσαΐας “ἀπὸ τῶν οἰκείων τοῦ σπέρ- “ματός σου οὐχ ὑπερόψει.” ὁ γὰρ τούτους περιορῶν, πῶς ἔσται περὶ τοὺς ἄλλους φιλόστοργος; “καὶ ἔστι,” φησὶν, “ἀπίστου “χείρων,” ὅτι ἐκεῖνος εἰ καὶ μὴ τοὺς ἀλλοτρίους, τοὺς γοῦν ἐγγὺς οὐ περιορᾷ· πῶς δὲ τὴν πίστιν ἤρνηται; “Θεὸν,” φησὶν, “ὁμο- “λογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται·” τι δὲ ἐπέταξεν ὁ πιστευθεὶς Θεός; τοὺς οἰκείους τοῦ σπέρματος μὴ περιορᾷν· ἄρα οὐ τοῦτο πίστεως ὁμολογία μόνον τὸ πιστεύειν, ἀλλὰ καὶ τὸ ἔργα ἐπιδείκνυσθαι ἄξια.
- 11.11
Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα ἑνὸς ἀνδρὸς γυνὴ, ἐν ἔργοις καλοῖς μαρτυρου- μένη.
- 11.12
Εἶπεν ἅπερ μὴ ἔχουσα, ἀνάξιός ἐστι τοῦ καταλόγου τῶν χηρῶν, λέγει ἐνταῦθα, τι δεῖ ἔχειν· τί οὖν ἀπὸ τῶν χρόνων αὐτὴν ἐκκρινοῦμεν; καὶ ποῖον τοῦτο κατόρθωμα; οὐ γὰρ αὐτῆς ἐστι τὸ ξ΄ ἐτῶν γεγονέναι· οὐκ ἀπὸ τῆς ἡλικίας μόνον, φησὶν, ὡσανεὶ καὶ ἐκείνην παρέλθοι τὴν ἡλικίαν, φησὶ, μὴ ἔχουσα τὸ ἔργον, μηδὲ τότε καταλεγέσθω.
- 11.13
(Θεόδωροσ.) Καὶ ἄλλος φησιν· οὐ περὶ τῶν εἰς διακονίαν προαχθῆναι ὀφειλουσῶν διαλέγεται, ἀλλὰ περὶ τῶν εἰς τὸ χηρικὸν ἐγκαταλεγῆναι· οὐδὲ γὰρ ἡλικία τῶν εἰς κλῆρον προαγομένων ὁρίζεσθαι χρὴ, ὥσπερ οὐδὲ ἐπ’ αὐτοῦ Τιμοθέου ὁ Ἀπόστολος τοῦτο παρεφυλάξατο, ἀλλὰ τῇ ἀρετῇ τὴν δοκιμασίαν χαρακτηρίζειν. ἀλλ’ ἐπειδὴ κατελέγοντο χῆραι διὰ τὸ τῆς ἐκκλησιαστικῆς ἐπιμελείας ἀξιοῦσθαι, οὐκ ἀρετῆς ἐπιθυμίᾳ τὴν χηρείαν μετιοῦσαι, ἀλλ’ ὥστε ἀμερίμνως τὰς σωματικὰς ἐκ τῆς ἐκκλησίας πορίζεσθαι χρείας· ἐκ δὲ τούτου πλεῖστα ὡς εἰκὸς ἐπετελεῖτο κακά· διὰ τοῦτο ἡλικίᾳ καὶ ἀρετῇ ὡρίσατο τὴν εἰς τὸν κατάλογον τῶν χηρῶν συντελεῖν ὀφείλουσαν· “γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή·” ἀντὶ τοῦ μὴ δεύτερον ἀγαγομένη, ἀλλ’ ἐκείνῳ μόνῳ προσκαρτερήσασα, καὶ σωφρόνως βιώσασα, εἴτε ἕνα τοῦτον εἶχεν, εἴτε καὶ δεύτερον ἠγάγετο.
- 11.14
Εἰ ἐτεκνοτρόφησεν.
- 11.15
Ἡ γὰρ τῶν οἰκείων μὴ ἐπιμελησαμένη τέκνων, δήλη πάντως ἐστὶ πολλὴν ἐπὶ τῆς ψυχῆς τὴν ἀπανθρωπίαν ἔχουσα.
- 11.16
Εἰ ἐξενοδόχησε.
- 11.17
Πιστοὺς δηλονότι καὶ ἐν γάμῳ καταλεγομένη.
- 11.18
Εἰ ἁγίων πόδας ἔνιψεν.
- 11.19
τοῦτο προσέθηκεν ἐπὶ τὸ δεῖξαι ὅτι καὶ μετ’ ἐπιμελείας αὐτοὺς ὑποδέχεσθαι χρή· δῆλον δὲ ὅτι καὶ τὰ κατὰ δύναμιν ἀπαιτῶν ταῦτα πάντα φησίν· οὐ γάρ ἐστι τῆς τοὺς δύο ὀβολοὺς καταβαλούσης ἀπορωτέρα· “εἰ ἁγίων πόδας ἔνιψεν.” τοῦτο οὐκ ἔστι δαπάνης, “εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολ.ούθτͅσεν,” οἶον τὴν σωματικὴν λέγει ἐνταῦθα ὑπηρεσίαν εἰσφέρειν· πρὸς γὰρ θεραπείαν μάλιστα ἐπιτηδείως ἔχουσιν αἱ γυναῖκες, κλίνην στρῶσαι, ἀναπαῦσαι. ποίους δὲ ἁγίους φησί; τοὺς ἀγνῶτας· ἔστι γὰρ καὶ ἁγίους εἶναι, καὶ πολλῆς ἀπολαύειν αὐτοὺς θεραπείας.
- 11.20
Νεωτέρας δὲ χἠ ῥᾶς παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν.
- 11.21
Τί ἐστιν “ὅταν καταστρηνιάσωσιν;” ὅταν ἀκκισθῶσιν, ὅταν θρύπτωνται, καθάπερ ὅταν ἐπὶ ἀνδρὸς τίς ἐπιεικοῦς λέγοι, ὅτι ἀφεῖσα αὐτὸν ἑτέρου γέγονε· δείκνυσι τοίνυν ὅτι καὶ τὴν χηρείαν ἁπλῶς εἵλοντο, οὐ κρίνασαι· ἄρα καὶ ἡ χήρα τῷ Χριστῷ ἁρμόζεται ἐν τῇ χηρείᾳ.
- 11.22
Ἅλλοσ δέ φησιν· ἐπειδὰν ταῖς χήραις ἐγκαταλεγῶσι ἐκκλησίας καὶ ἀξιωθῶσιν ἐπιμελείας, πρὸς στρήνους ἐντεῦθεν χειραγωγηθεῖσαι, τῷ μηδὲν ἔχειν ὅπερ μεριμνῶσι ταπεινοῦσθαι δύνανται τὴν διάνοιαν, μακρὰν χαίρειν εἰποῦσαι τῇ οἰκείᾳ ἐπαυγενίᾳ μελετῶσι γάμον, καὶ τὰ λεχθέντα ἐφεξῆς διαπράττονται, ἀμερίμνως τὰ τῆς χρείας ποριζόμεναι.
- 11.23
Ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. “Πίστιν,” συνθήκην λέγει· ἀντὶ τοῦ παρέβησαν τὰς συνθήκας· “ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι·” πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξεν ἡ ἀργία· οὐ τούτῳ οὖν, φησὶ, τῷ κρίματι μόνον εἰσὶν ὑπεύθυνοι, ἀλλὰ καὶ ἑτέρων ἁμαρτημάτων.
- 11.24
Οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύαροι, καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα, βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν.
- 11.25
Τί οὖν; ὅταν καὶ ἡ τοῦ ἀνδρὸς μέριμνα ἀποστῇ, καὶ ἡ τοῦ Θεοῦ μὴ κατέχῃ, εἰκότως ἀργαὶ, λάλοι, περίεργοι γίνονται· ὁ γὰρ τὰ αὑτοῦ μὴ μεριμνῶν, τὰ ἑτέρων μεριμνήσει πάντως. “λα- “λοῦσαι τὰ μὴ δέοντα,” οὐδὲν οὕτως ἀνάρμοστον γυναικὶ, ὡς τὰ ἑτέρων περιεργάζεσθαι μάλιστα· ἀναισχυντίας γὰρ καὶ ἰταμότητος τεκμήριον τοῦτο μέγιστον· “βούλομαι οὑν ἐπειδὰν καὶ αὐταὶ βούλονται, “νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, τουτέστιν οἰκουρεῖν· πολλῷ γὰρ τοῦ ποιεῖν ἐκεῖνα τοῦτο βέλτιον.
- 11.26
Μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας Χάριν [μηδὲ λαβήν τινα,] ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.
- 11.27
Κωλύει τοίνυν τὰς χηρείας τὰς τοιαύτας· οὐ βουλόμενος μὴ εἶναι χήρας νεωτέρα,, ἀλλὰ μὴ βουλόμενος μοιχαλίδας εἶναι, μηδὲ ἀργὰς ἢ περιέργους, ἣ λαλούσας τὰ μὴ δέοντα, μὴ βουλόμενος τὸν διάβολον ἀφορμὴν λαμβάνειν.
- 11.28
Εἰ δέ τις πιστὸς ἢ πιστὴ ἔχει χήρας, ἐπαρχείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκῆ.
- 11.29
Δύο γὰρ ἐγίνοντο τὰ μέγιστα· καὶ ἐκεῖναι ἀφορμὴν ἐλάμβανον τοῦ εὖ ποιεῖν, καὶ αὐταὶ διετρέφοντο καλῶς, καὶ ἡ ἐκκλησία οὐκ ἐβαρεῖτο. καλῶς δὲ προσέθηκεν, “εἴ τις πιστὸς,” τὰς γὰρ τῶν ἀπίστων οὐκ ἔδει παρ’ ἐκείνων τρέφεσθαι, ἵνα μὴ δόξωσι δεῖσθαι αὐτῶν.
- 12.1
Περὶ πρεσβυτέρων τιμῆς.
- 12.2
Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκακίᾳ. λέγει γὰρ ἡ γραφὴ, βοῦν ἀλοῶντα οὐ φιμώσεις· καὶ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.
- 12.3
τιμὴν ἐνταῦθα τὴν θεραπείαν λέγει, τὴν τῶν ἀναγκαίων χορηγίαν. ἄρα καὶ ὅταν λέγῃ “χήρας, τίμα τὰς ὄντως χήρας·” ταὐτὸν λέγει περὶ τῆς τῶν ἀναγκαίων τροπῆς· τίθησι τὸ τοῦ νόμου, τίθησι τὸ τοῦ Χριστοῦ, ἀμφότερα συμφωνοῦντα· ἄρα δεῖ μετὰ ἀφθονίας ἐπιρρεῖν τοῖς διδασκάλοις τὴν τῶν ἀναγκαίων χορηγίαν, ἵνα μὴ περὶ τὰ μικρὰ σχολάζοντες, τῶν μεγάλων ἀποστερῶσιν ἑαυτοὺς, καὶ τῶν πνευματικῶν. τι δάι ἐστι “διπλῆς τιμῆς;” ἣ τῆς πρὸς τὰς χήρας ἢ τῆς πρὸς τοὺς διακόνους. ἢ ἁπλῶς πολλῆς, φησί· μὴ τοίνυν τοῦτο μόνον σκοπῶμεν, ὅτι διπλῆς τιμῆς αὐτοὺς ἠξίωσεν, ἀλλ’ ὅτι προσέθηκε τοὺς καλῶς προεστῶτας· καλῶς δὲ προΐστανται τᾶι οἱ τιθέντες τὴν ἑαυτῶν ψυχὴν ὑπὲρ τῶν προβάτων, καὶ πάντα ποιοῦντες πρὸς κηδεμονίαν του ποιμνίου συντείνοντα.
- 12.4
Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων.
- 12.5
Κατὰ γὰρ ἑτέρου τινὸς κατηγορίαν δεῖ παραδέχεσθαι ἐκτὸς μαρτύρων; οὐχὶ μετὰ ἀκριβείας δεῖ πάντοτε τὰς κρίσεις ποιεῖσθαι; οὐδὲ ἐπὶ ἄλλου, φησὶ, μάλιστα δὲ ἐπὶ πρεσβυτέρου· πρεσβύτερον γὰρ ἐνταῦθα φησὶν, οὐ τὸ ἀξίωμα ἀλλὰ τὴν ἡλικίαν· ἐπειδήπερ εὐκολώτερον ἁμαρτάνουσιν οἱ νέοι τῶν πρεσβυτέρων,
- 12.6
τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι.
- 12.7
τουτέστι μὴ ταχέως ἔκκοπτε, ἀλλὰ μετὰ πολλῆς τῆς ἀκριβείας περιεργάζου ἅπαντα· ὅταν μέντοι μάθῃς σαφῶς, σφοδρῶς ἐπέξιθι, ἵνα καὶ οἱ λοιποὶ σωφρονισθῶσιν· ὥσπερ γὰρ τὸ ἁπλῶς κατακρίνειν βλαβερὸν, οὕτω τὸ μὴ ἐπεξιέναι τοῖς φανεροῖς ἁμαρτήμασι, ὁδὸν ἐστὶ δοῦναι τοῖς ἄλλοις τοῦ ταῦτα ποιεῖν.
← Previous · Next → — showing 101–200 of 276
First Thousand Years of Greek. CTS URN tlg4102.tlg034.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.