Catena In Epistulam I Ad Timotheum
- pr.1
ΤΩΝ τοῦ Ἀποστόλου μαθητῶν ὁ Τιμόθεος ἦν· καὶ μαρτυρεῖ μὲν ὁ Λουκᾶς, ὅτι θαυμαστός τις νέος ἦν, μαρτυρούμενος ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν, ὃς ἅμα τε μαθητὴς ἐγένετο καὶ διδάσκαλος· καὶ οὕτω σφόδρα συνετὸς ἦν, ὡς ἀκούων Παύλου χωρὶς περιτομῆς κηρύσσοντος, καὶ μαθὼν ὅτι καὶ Πέτρῳ ἀντέστη τούτου ἕνεκεν, ἑλέσθαι μὴ μόνον τὸ ἐναντίον κηρύξαι, ἀλλὰ καὶ τὸ παθεῖν· περιέτεμε γὰρ αὐτὸν, φησὶν, ἐν ἡλικίᾳ τοιαύτη, καὶ οὕτως αὐτῶ πᾶσαν εὐθέως τὴν οἰκονομίαν ἐνεπίστευσεν.
- pr.2
Ἥρκει μὲν οὖν ὁ τοῦ Παύλου πόθος δεῖξαι τὸν ἄνδρα ὅστις ἐστίν· ἐν πολλοῖς γὰρ αὐτῷ ἐμαρτύρησε· καὶ τὰ νῦν λεγόμενα θαυμαστὰ δείκνυσιν αὐτοῦ τὴν παρρησίαν· εἰ δέ τις ἐξετάζει, τι δήποτε Τίτῳ καὶ Τιμοθέῳ γράφει μόνοις, καίτοι γε καὶ Σίλας τῶν εὐδοκίμων ἦν, καὶ Λουκᾶς καὶ Κλήμης, ὅτι τούτοις ἤδη ἐκκλησίας ἢν ἐγκεχειρηκώς· τοσαύτη γὰρ αὐτῶν ἦν ἡ ὑπερβολὴ τῆς ἀρετῆς, ὡς μηδὲ τὴν νεότητα ἐμποδίσαι.
- toc.1
α΄. Περὶ τῆς εἰς ἀγάπην Θεοῦ ὁδηγίας, τὴν ἀπροσδεῆ νομικῆς ἀνάγ- κης.
- toc.2
β΄. Περὶ τῆς ἑαυτοῦ ἐκλογῆς εἰς εὐαγγελιστὴν ἐκ διώκτου, κατὰ χάριν Θεοῦ.
- toc.3
γ΄. Παραγγελία περὶ πιστῆς καὶ εὐσυνειδήτου διακονίας, ἧς ἄνευ κίνδυνος.
- toc.4
δ΄. Περὶ εὐχῆς, ὅτι ὑπὲρ πάντων, ὅτι πανταχοῦ ἀκάκως, ἀταράχως, σεμνῶς.
- toc.5
ε΄. Περὶ διδασκάλων, ὅτι ἄνδρας χρὴ, καὶ οὐ γυναῖκας εἶναι, διὰ τὴν φύσιν κὼ τὸ πάθος τὸ ἐξ ἀγάπης.
- toc.6
ς΄. Περὶ ἀρετῆς ἐπισκόπων.
- toc.7
ζ΄. Περὶ θείας σαρκώσεως.
- toc.8
η΄. Περὶ ἀγῶνος εὐσεβείας ἐπ’ ἐλπίδι.
- toc.9
θ΄. Περὶ ἐπιμελείας αὐτοῦ, καὶ τῆς ἐκκλησίας.
- toc.10
ι΄. Περὶ τοῦ ἁρμοζόντως ἑκάστῳ προσφέρεσθαι.
- toc.11
ια΄. Περὶ χηρῶν ἡλικίας, καὶ τρόπου, καὶ διοικήσεως.
- toc.12
ιβ΄. Περὶ πρεσβυτέρων τιμῆς.
- toc.13
ιγ΄. Περὶ χειροτονίας ἀσφαλοῦς.
- toc.14
ἱν. ὅτι οὐδὲν ἔργον λανθάνει.
- toc.15
ιε΄. Περὶ δούλων ὑπακοῆς.
- toc.16
ἲς. Κατὰ φιλοκερδῶν, καὶ ψευδοδιδασκάλων.
- toc.17
ἵζ’. Παραγγελία φοβερὰ περὶ καθαρᾶς ὑπακοῆς ἄχρι τίλους.
- toc.18
ιη΄. Πλουσίων ὁδηγία ἐπὶ τὴν ὄντως ζωήν.
- 1.1
Περὶ τῆς εἰς ἀγάπην Θεοῦ ὁδηγίας, τὴν ἀπροσδεῆ νομικῆς ἀνάγκης.
- 1.2
ΠΑΥΛΟΣ Ἀπόστολος Ἰησοῦ Χριστοῦ, κατ’ ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει.
- 1.3
Μέγα τὸ τοῦ Ἀποστόλου ἀξίωμα ἦν, καὶ πανταχοῦ ὁρῶμεν τὸν Παῦλον προτιθέντα τὰς αἰτίας τοῦ ἀξιώματος· οὐχ ὡς ἁρπάζοντα τὴν τιμὴν, ἀλλ’ ὡς ἐγχειρισθέντα καὶ ἀνάγκην ἔχοντα. ὥσπερ γὰρ ὁ ἐπιπηδῶν τῇ μὴ διδομένῃ παρὰ τοῦ Θεοῦ τιμῇ μέμψεως ἄξιος, οὕτως ὁ διακρουόμενος καὶ ἀποπηδῶν ἑτέρων ἐστὶν ἐγκλημάτων ὑπεύθυνος, παρακοῆς καὶ ἀπειθείας· τοῦτο γοῦν καὶ νῦν ἐν ἀρχῇ τῆς πρὸς Τιμόθεον ἐπιστολῆς, ὁ Παῦλός φησι, “ Παῦλος “ Ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ’ ἐπιταγὴν Θεοῦ.” οὐκ εἶπεν ἐνταῦθα, Παῦλος κλητὸς, ἀλλὰ “ κατ’ ἐπιταγὴν Θεοῦ.” ἵνα γὰρ μή τι ἀνθρώπινον πάθῃ ὁ Τιμόθεος, νομίζων ἐξίσης αὐτῷ διαλέγεσθαι καὶ τοῖς μαθηταῖς, διὰ τοῦτο οὕτως ἤρξατο. καὶ ποῦ ἐπέταξεν αὐτῷ ὁ Θεός; εὑρίσκεται τὸ Πνεῦμα λέγον ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων· “ ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν βαρνάβαν.” πανταχοῦ τοίνυν γράφων προτίθησι τὸ ὄνομα τοῦ Ἀποστόλου, παιδεύων τὸν ἀκούοντα, μὴ νομίζειν ἀνθρώπινα εἶναι τὰ λεγόμενα. “ κατ’ ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν.” καὶ μὴν οὐδαμοῦ φαίνεται ὁ Πατὴρ ἐπιτάξας, ἀλλὰ πανταχοῦ ὁ Χριστὸς αὐτῷ ἰδίᾳ λέγεται, ἀλλ’ ἅπερ ἃν ὁ Υἱὸς ἐπιτάξῃ, ταῦτα τοῦ Πατρὸς ἐπίταγμα λέγει εἶναι, ὥσπερ καὶ τὰ τοῦ Πνεύματος τοῦ Υἱοῦ. ὅρα δὲ καὶ πῶς κοινὴν αὐτὴν ἐποίησεν· ἐπήγαγε γὰρ, “ καὶ Χριστοῦ Ἰησοῦ “ τῆς ἐλπίδος ἡμῶν·” ὅρα πῶς κυρίως τὰ ἐπώνυμα τέθεικε· καὶ μὴν ὁ ψαλμῳδὸς περὶ τοῦ Πατρὸς τοῦτό φησι λέγων, “ ἡ ἐλπὶς “ πάντων τῶν περάτων τῆς γῆς·” καὶ πάλιν ὁ μακάριος Παῦλος γράφων ἑτέρωθι φησιν, “ εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, “ ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι καὶ ἀληθινῷ.”
- 1.4
Τὸν διδάσκαλον ἀναγκαῖον κινδύνους ὑπομένειν, καὶ πολλῷ τῶν μαθητῶν πλείονας· διὰ τοῦτο εὐθέως ἐκ προοιμίων αὐτοῦ τὴν ψυχὴν ἀνιστὰς, σωτῆρα ἔχομεν, φησὶ, τὸν Θεὸν, καὶ ἐλπίδα τὸν Χριστόν· πολλὰ πάσχομεν, ἀλλ’ ἔχομεν ἐλπίδας μεγάλας, ἔχομεν τὸν σώζοντα, οὐκ ἄνθρωπον, ἀλλὰ Θεόν. ἄλλοθι φησὶν, οὐ τέθεικεν ἐν ταῖς ἄλλαις Ἐπιστολαῖς τὸ “ κατ’ ἐπιταγήν·” διὰ τί νῦν τέθεικεν; ἐπειδὴ ἔμελλε νομοθετεῖν τινα καὶ ἐκκλησιαστικοὺς κανόνας ἐκτίθεσθαι, προλαβὼν πείθει, ὅτι κατ’ ἐπιταγὴν Θεοῦ μέλλει λέγειν. “ Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει.” ὅρα τὸ ἐγκώμιον ὅσον, εἴγε οὐ μόνον υἱὸν αὐτοῦ φησιν αὐτὸν, ἀλλὰ καὶ γνήσιον τέκνον· τὴν ἀκριβῆ ὑπὲρ τοὺς ἄλλους πρὸς αὐτὸν ὁμοιότητα δεῖξαι βουλόμενος, καὶ ὅτι οὐδὲν ἐνήλλακτο κατὰ τὴν πίστιν, τὸ ἐμφερὲς ἔχων εἰ δὲ τοσαύτην ἐπεδείξατο πίστιν, ὡς Παύλου γενέσθαι τέκνον, καὶ οὐχ ἁπλῶς τέκνον, ἀλλὰ καὶ γνήσιον, θαρρήσει περὶ τῶν μελλόντων· πίστις γὰρ τοῦτό ἐστι, τὸ κἂν ἐναντία ταῖς ἐπαγγελίαις ᾖ τὰ γινόμενα, μὴ καταπίπτειν μηδὲ θορυ- βεῖσθαι.
- 1.5
Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.
- 1.6
Καὶ τοῦτο ἀπὸ πολλῆς φιλοστοργίας· πλείονα γὰρ ἐπεύχεται τῷ παιδὶ, δεδοικὼς ὑπὲρ αὐτοῦ καὶ τρέμων· πλείονος γὰρ μάλιστα οἱ διδάσκαλοι δέονται τοῦ ἐλέου, “ ἀπὸ Θεοῦ πατρὸς ἡμῶν·” πάλιν ἐνταῦθα παραμυθία· εἰ γὰρ πατὴρ ὁ Θεὸς, ὡς τέκνων φεί- δεται.
- 1.7
Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσω, πορευόμενος εἰς Μακεδονίαν.
- 1.8
Ἄκουε τὸ προσηνές· πῶς οὐ διδασκάλου φωνῇ χρῆται, ἀλλ’ ἱκέτου σχεδόν. οὐ γὰρ εἶπεν ἐπέταξα, οὐδὲ ἐκέλευσα, οὐ μὴν πρὸς πάντας τοὺς μαθητὰς οὕτω διακεῖσθαι χρὴ, ἀλλὰ πρὸς τοὺς ἡμέροὺς καὶ ἐναρέστους· πρὸς δὲ τοὺς μὴ γνησίους, ἑτέρως, καθὼς καὶ αὐτός φησιν, “ ἔλεγχε αὐτοὺς μετὰ πάσης ἐπιταγῆς,” ὃ καὶ ἐνταῦθα, “ ἵνα παραγγείλῃς,” οὐχ ἵνα παρακαλέσῃς.
- 1.9
Ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν.
- 1.10
Οὐ τίθησι δὲ αὐτοὺς ὀνομαστὶ, ἵνα μὴ ἀναισχυντοτέρους ἐργάσηται τῇ τοῦ ἐλέγχου περιφανείᾳ. “ ἵνα παραγγείλῃς τισὶ, μὴ “ ἑτεροδιδασκαλεῖν·” τινὲς ἦσαν ἐς Ἰουδαίων ψευδαπόστολοι, βουλόμενοι πάλιν ἐπὶ τὸν νόμον ἕλκειν τοὺς πιστοὺς, ὃ πανταχοῦ τῶν ἐπιστολῶν αἰτιᾶται· ἐποίουν δὲ τοῦτο, οὐχ οὕτως ὑπὸ συνειδότος ἑλκόμενοι, ὡς ὑπὸ κενοδοξίας καὶ τοῦ θέλειν ἔχειν μαθητάς· καὶ τῷ μακαρίῳ Παύλῳ φιλονεικοῦντες, τουτέστιν ἡ ἑτεροδιδασκαλία.
- 1.11
Μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράν- τοῖς.
- 1.12
Μύθους—οὐ τὸν νόμον φησὶν, ἄπαγε, ἀλλὰ τὰς παραποιήσεις καὶ τὰ παραχαράγματα καὶ τὰ παράσημα δόγματα· εἰκὸς γὰρ τοὺς ἐξ Ἰουδαίων ἐν τοῖς ἀνονήτοις τὸν πάντα χρόνον ἀναλίσκειν, πάππους καὶ ἐπιπάππους ἀριθμοῦντας, ἵνα δῆθεν ἐμπειρίας πολλῆς καὶ ἱστορίας πείραν ἔχωσι. τί δέ ἐστι “ἀπεράντοις;” ἤτοι πέρας οὐδὲν ἔχουσι χρήσιμον ἣ δυσκατάληπτον ὑμῖν. οἶμαι δὲ καὶ Ἕλληνας αἰνίττεσθαι αὐτὸν εἰπόντα “ μύθοις καὶ γενεαλογίαις, ὡς τοὺς Θέους αὐτῶν καταλεγόντων.
- 1.13
(ΘΕΌΔΩΡΌΣ.) Ἄλλος δέ φησιν· οὐ διὰ τὸ παραγγέλλειν μόνον τισὶ μὴ ἑτεροδιδασκαλεῖν κατέλιπεν αὐτὸν ἐν Ἐφέσω, ἀλλὰ καὶ πάσης ἐπιμελεῖσθαι τῆς ἐκκλησιαστικῆς καταστάσεως, περὶ ἧς αὐτῷ καὶ γεγράφηκε. δῆλον δὲ ὅτι τὸ “ ἵνα παραγγείλῃς τισὶ” περὶ τῶν οἰκείων λέγει· οὐ γὰρ δὴ τοῖς ἀλλοτρίοις παραγγέλλειν ἠδύνατο· τοὐναντίον γὰρ καὶ πολλὰ κακὰ ὑπέμενον παρ’ ἐκείνων· λέγει δὲ περὶ τῶν ἐκ περιτομῆς, οἳ πολὺν ὑπὲρ τοῦ νόμου δῆθεν ποιούμενοι λόγον, τοὺς ἀπὸ ἐθνῶν ἐπεχείρουν διδάσκειν ἐναντία τοῦ Χριστιανικοῦ δόγματος. λέγει τοίνυν, πᾶσι μὲν παράγγελε, προηγουμένως δὲ τοῖς ἀπὸ ἐθνῶν μὴ προσέχειν τοῖς μύθοις τοῖς ὑπ’ ἐκείνων λεγομένοις καὶ ταῖς γενεαλογίαις· πολλὴν γὰρ ἐποιοῦντο τὴν σπουδὴν τοῦ δεικνύναι τὸν Χριστὸν οὐκ ἀκολούθως ταῖς ἐπαγ- γελίαις ἐξ Ἀβραὰμ καὶ Δαυὶδ γεγονότα· καὶ διὰ τοῦτο ἐπεχεί- ρουν καὶ τὰ γένη τὰ παλαιὰ διηγεῖσθαι δῆθεν, ἀφ’ ωτν δὴ πολλοὺς τῶν ἀπὸ ἐθνῶν πεπιστευκότων παρετάραττον, οὐδὲν τῶν ἀκριβῶς ἐπισταμένων. καλῶς δὲ αὐτὰς καὶ ἀπεράντους ἐκάλεσεν, ὡς τῶν ἐπὶ τὰ τοιαῦτα ἐκφερομένων, δυναμένων τῇδε κἀκεῖσε περιάγεσθαι τῷ λόγῳ, ὅπερ ἐν ταῖς γενεαλογίαις γίνεσθαι ἀνάγκη· νῦν μὲν τούτου λεγόντων τὸ γένος, ατυθις δὲ τὸ ἑτέρου, καὶ πάλιν ἀπὸ τούτου μεθισταμένων εἰς ἕτερον. μύθους δὲ αὐτοὺς ὠνόμασεν ὡς μὴ ἔχοντας ἀναγκαίαν διήγησιν.
- 1.14
Αἵτινες ζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν τοῦ Θεοῦ τὴν ἐν πίστει.
- 1.15
Καλῶς εἶπεν "οἰκονομίαν Θεοῦ,” μεγάλα γὰρ ἠθέλησεν ἡμῖν δοῦναι ὁ Θεὸς, ἀλλ’ οὐ δέχεται ὁ λογισμὸς τὸ μέγεθος αὐτοῦ τῶν οἰκονομιῶν· διὰ πίστεως οὖν τοῦτο γενέσθαι δεῖ· ἡ γὰρ περὶ ταῦτα σχολὴ καὶ ζήτησις οὐκ ἐᾷ γνῶναι τοῦ Θεοῦ τὴν οἰκονομίαν, καθ’ ἣν τὴν ἡμετέραν διὰ Χριστοῦ εἰργάσατο σωτηρίαν, ᾗ μᾶλλον προσέχειν ἔδει μετὰ πίστεως, ἀπὸ τῶν πραγμάτων ἔχοντας τῆς ἀληθείας τὴν ἀπόδειξιν.
- 1.16
To δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθα- ῥᾶς καρδίας.
- 1.17
ΙΩΛ́ΝΝΩΥ. Εἰπὼν " ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν,” καὶ τὸν τρόπον ὑφηγεῖται, καθ’ ὃν τοῦτο γενέσθαι δυνατόν· τίς δὴ οὑν οὗτός ἐστιν ; ἡ ἀγάπη. ὥσπερ οὑν ὅταν λέγῃ τέλος νόμου Χριστὸς, τὸ συμπλήρωμά φησι, καὶ τοῦτο ἐκείνῳ ἐνέχεται· οὕτω ἡ παραγγελία αὕτη ἐνέχεται τῇ ἀγάπῃ. τέλος ἰατρείας ὑγίεια, ὥστε ὑγιείας οὔσης, οὐ πολλῆς δεῖ κατασκευῆς· καὶ ἀγαπῆς οὔσης, οὐ πολλῆς δεῖ παραγγελίας· τὸ δὲ *’ ἐκ καθαρᾶς καρδίας” ἤτοι περὶ πολιτείας ὀρθῆς φησιν, ἣ περὶ γνησίας ἀγάπης.
- 1.18
Ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολο- γίαν.
- 1.19
Καλῶς εἶπεν " ἀστοχήσαντες,” τέχνης γὰρ δεῖ ὥστε εὐθείᾳ βάλλειν καὶ μὴ ἔξω τοῦ σκοποῦ, ὥστε ὑπὸ τοῦ Πνεύματος εὐθύ- νεσθαι· πολλὰ γὰρ τὰ τῆς εὐθείας παρεκτρέποντα, καὶ δεῖ πρὸς ἓν ὅραν·
- 1.20
Θέλοντες εἶναι νομοδιδάσκαλοι.
- 1.21
“ Ὁρᾷς καὶ ἄλλην αἰτίαν τῆς φιλαρχίας ; διὰ τοῦτο καὶ ὁ “ Χριστὸς ἔλεγεν,” ὑμεῖς δὲ μηδένα καλέσητε ῥαββί.”
- 1.22
Μῆ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περί τινων δια- βεβαιοῦνται.
- 1.23
Ἐνταῦθα διαβάλλει αὐτοὺς ὡς οὐκ εἰδότας τὸν τοῦ νόμου σκοπὸν, οὐδὲ τὸν καιρὸν μέχρι τίνος κύριον εἶναι δεῖ· πῶς οὖν εἰ ἐξ ἀνοίας τὸ ἁμάρτημα, λέγεις, ὅτι διὰ τὸ θέλειν εἶναι νομουδιδασκάλους, ἀλλὰ καὶ τὸ μὴ διακατέχειν τὴν ἀγάπην, ὅτι καὶ ἡ ἄγνοια ἐκ τούτων ἐτέχθη· ὅταν γὰρ ψυχὴ πράγμασιν ἑαυτὴν δῷ σαρκι- κοῖς, πηροῦται αὐτῆς τὸ διορατικόν; οὐκ ἴσασι, φησὶ, “ περὶ τίνων “διαβεβαιοῦνται·” εἰκὸς γὰρ ἦν αὐτοὺς πολλὰ περὶ καθαρσίων καὶ τῶν ἄλλων σωματικῶν λέγειν· εἶτα ἀφεὶς διελέγξαι ἐκεῖνα ὡς οὐδὲν ὄντα ἣ σκιὰς τῶν πνευματικῶν καὶ ὑπογραμμοὺς, ὃ μᾶλλον προσηνέστερον ἦν, τοῦτο ἐργάζεται· ποῖον δὴ τοῦτο ; ἐπαινεῖ τὸν νόμον, νόμον ἐνταῦθα τὴν δεκάλογον καλῶν, ἀπὸ γὰρ τούτου κἀκεῖνα ἐξέβαλλεν· εἰ γὰρ ταῦτα αὐτὰ κολάζει τοὺς παραβαίνοντας καὶ ἄχρηστα ἡμῖν γίνεται, πολλῷ μᾶλλον ἐκεῖνα.
- 1.24
οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται, εἰδὼς τοῦτο ὅτι δικαίῳ νόμος οὐ κεῖται.
- 1.25
Τί οὖν ἐὰν μὴ νομίμως χρῆται, οὐ καλός; ναὶ, φησὶ, καὶ οὕτω καλός· ἀλλ’ ὃ λέγει, τοῦτό ἐστιν· ἐπαινεῖ αὐτὸν δι’ ἔργων· εἰσὶ γὰρ οἱ μὴ χρώμενοι, ἀλλὰ μόνον τῇ διὰ ῥημάτων διδασκαλίᾳ, τοῦτό ἐστιν ἀνόμως χρῆσθαι. χρῆται μὲν γὰρ, ἀλλ’ οὐκ εἰς οἰκείαν ὠφέλειαν. ἔστι δὲ καὶ ἄλλο, ἐὰν νομίμως χρήσῃ, παραπέμπει σε πρὸς τὸν Χριστόν· ὅταν γὰρ αὐτοῦ σκοπὸς ᾖ δικαιῶσαι τὸν ἄνθρωπον, μὴ δύνηται δὲ, παραπέμπει πρὸς τὸν δυνάμενον. καὶ νόμῳ δὲ χρῆται πάλιν νομίμως, ὁ μὴ διὰ τὴν ἐκ τῶν γραμμάτων ἀνάγκην σωφρονῶν, ὥστε μὴ διὰ τὸν ἐκείνου φόβον αὐτὸν κατορθοῦν, ἀλλὰ διὰ τὴν ἀρετήν. ὁ γὰρ μὴ ἀπὸ τοῦ φόβου αὐτὸν πληρῶν, ἀλλ’ ἀπὸ τῆς κατὰ τὴν ἀρετὴν πλείονος ἐπιθυμίας, οὗτος μᾶλλον αὐτὸν κατορθοῖ· οὐ γὰρ ὁμοίως ὁ κόλασιν δεδοικὼς καὶ ὁ τιμῆς ἐφιέμενος τὸν νόμον πληροῖ, οὐχ ὁμοίως ὁ ὑπὸ τὸν νόμον ὣν καὶ ὑπὲρ τὸν νόμον· τὸ γὰρ ὑπὲρ νόμον ζῆσαι τοῦτό ἐστι, τὸ νομίμως χρήσασθαι· νόμῳ γὰρ ἐκεῖνος χρῆται καλῶς καὶ φυλάττει, ὁ μείζονα τοῦ νόμου κατορθῶν· ὁ γὰρ νόμος ὡς τὰ πολλὰ κακῶν ἀπαγόρευσίς ἐστι, δίκαιον δὲ οὐ ποιεῖ τοῦτο, ἀλλ’ καὶ ἀγαθῶν ἐργασία.
- 1.26
Εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται.
- 1.27
Ὅτι κολάσεως ἐστιν ἐκτὸς, καὶ ὅτι οὐ περιμένει τὰ πρακτέα παρ’ ἐκείνου μαθεῖν, ἔνδοθεν ἔχων τὴν τοῦ Πνεύματος ὑπαγορεύουσαν χάριν· νόμος γὰρ ἐδόθη, ἵνα τῷ νόμῳ κολάζωνται καὶ τῇ ἀπειλῇ· οὐ δεῖ τοίνυν χαλινοῦ τῷ εὐηνίῳ ἵππῳ, οὐδὲ παιδαγωγίας ἐπὶ τὸν οὐ δεόμενον παιδαγωγοῦ.
- 1.28
(Σευηριανόσ.) Ἄλλος φησὶ, καὶ μὴν ἔχει ὁ νόμος τὰ πρακτέα, καὶ ἡ χάρις τὰ ἀπαγορευτέα, ἀλλ’ ἀπὸ τοῦ πλεονάζοντος ὠνόμασεν ἕκαστον, καὶ μάλιστα ὅτι ἐν τῇ χάριτι εἰσὶ τοῦ Σωτῆρος αἱ ἐντολαὶ, οὐ νόμοι, ἀλλὰ τῇ προαιρέσει καταλιμπάνουσαι, ἅπερ ἐὰν μὴ γένηται, οὐ πάντως κατακέκριται ὁ μὴ πεποιηκὼς, ὡσανεὶ τὸ τῆς παρθενίας κτῆμα, καὶ ἔτι a τοιοῦτο ἕτερον.
- 1.29
Ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, καὶ ἀσεβέσι καὶ ἁμαρ- τωλοῖς.
- 1.30
Καὶ οὐ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ κατ’ εἶδος διεξῆλθε τὰ ἁμαρτήματα, ὥστε πεῖσαι ἐπαισχυνθῆναι τὴν τοῦ νόμου ἐπιστασίαν. τι οὖν ; Ἰουδαῖοι εἰσιν οἱ ἀνδραποδισταὶ καὶ οἱ πατρολῶαι καὶ οἱ μητρολῶαι; τοῦτο αἰνίττεται· εἰπὲ γὰρ μοὶ, οὐχὶ συνεχῶς εἰδώλοις προσεκύνουν ; οὐ τὸν Μωσέα ἐλίθαζον; οὐ φόνων αἱ χεῖρες ἀυτῶν ἔγεμον συγγενικῶν;
- 1.31
Καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται.
- 1.32
Καλῶς εἶπεν, ἐκεῖνα πάντα πάθη ψυχῆς ἦν διεφθαρμένης.
- 1.33
Κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.
- 1.34
Ὥστε καὶ νῦν ἐπὶ βεβαιώσει τοῦ εὐαγγελίου δεῖ νόμου, τοῖς μέντοι πειθομένοις οὐ δεῖ· εὐαγγέλιον δὲ δόξης αὐτὸ καλεῖ δι’ οὐδὲν ἕτερον ἀλλ’ ἣ πρὸς τοὺς αἰσχυνομένους ἐπὶ τοῖς διωγμοῖς, καὶ ἐπὶ τῷ vaSei τοῦ Χριστοῦ· εἰ γὰρ καὶ τὰ παρόντα αἰσχύνης γέμει καὶ ὀνείδων, ἀλλὰ τὰ μέλλοντα οὐ τοιαῦτα· τὸ δὲ εὐαγγέλιον μελλόντων ἐστὶν, οὐ παρόντων, ἤτοι τῆς δόξης τὴν λατρείαν, φησὶ, τοῦ Θεοῦ, καὶ ὅτι εἰ τὰ παρόντα πάντα ἐμπέπλησται τῆς δοὺς αὐτοῦ, πολλῷ μᾶλλον τὰ μέλλοντα· ὅταν τεθῶσι, φησὶν, ὑπὸ τοὺς πόδαςαὐ τοῦ πάντες οἱ ἐχθροὶ αὐτοῦ, ὅταν ἀντικείμενον ᾖ μηδέν.
- 1.35
Θεόδωροσ. Εἰκότως δὲ μακάριον αὐτὸν ἐνταῦθα καλεῖ, ὡς ἃν αὐτοῦ μὲν τὸ μακάριον ἔχοντος ἐν τῇ φύσει διὰ τῆς ἀτρεπτό- - τητος, ἡμῖν δὲ χάριτι τοῦτο περιποιοῦντος.
- 2.1
Περὶ τῆς ἑαυτοῦ ἐκλογῆς εἰς εὐαγγελιο,ἠν, ἐκ διώκτου κατὰ χάριν Θεοῦ.
- 2.2
Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ.
- 2.3
Ἰωάννου. Τὴν ταπεινοφροσύνην πολὺ μὲν ἔχουσαν κέρδος ὁρῶμεν, οὐδαμοῦ δὲ ταχέως εὑρισκομένην. ὁ δὲ μακάριος Παῦλος οὕτως αὐτὴν μετεδίωκεν, ὡς καὶ ἐπινοεῖν πολλὰς πολλαχοῦ προ- φάσεις, πρὸς τὸ ταπεινοῦν αὐτοῦ τὴν διάνοιαν. ἐπειδὴ γὰρ μά- υστα ἐκείνους εἰκὸς ἦν κάμνειν βουλομένους ταπεινοφρονεῖν τοὺς μεγάλα συνειδότας ἑαυτοῖς κατορθώματα, πολλὴν εἰκὸς αὐτὸν βίαν πάσχειν ὑπὸ τοῦ συνειδότος τοῦ ἀγαθοῦ, καθάπερ ὕπο τινος ῥεύ- μάτος ὀγκούμενον. ὅρα τοίνυν καὶ ἐνταῦθα τί ποιεῖ· ε7πεν, ὅτι ἐπιστεύθην ἐγὼ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ Θεοῦ. ἐπεὶ οὖν ἐ̓ηρθη καὶ μέγα ἐφθέγξατο, ἅμα καὶ ἑαυτὸν καταστέλλει, καὶ τοὺς ἄλλους πείθει τὸ αὐτὸ δὴ τοῦτο ποιεῖν. ὅρα τοίνυν ποία κέχρηται ἐπιδιορθώσει ἐπάγων,
- 2.4
Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς δια- κονίαν.
- 2.5
Ὁρᾷς πῶς πανταχοῦ τὸ ἑαυτοῦ κατόρθωμα κρύπτει καὶ τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ ἐπὶ τοσοῦτον ἐφ’ ὅσον τὸ αὐτεξούσιον μὴ λυμήνασθαι ; ετͅπε γὰρ ἃν ἴσως ὁ ἄπιστος, εἰ τὸ πᾶν τοῦ Θεοῦ ἐστι, καὶ οὐδὲν παρ’ ἡμῶν εἰσφέρεται, ἀλλ’ ὡς ξύλα καὶ λίθους μετακινε ῖ πρὸς ἀρετὴν ἀπὸ κακίας, τί δήποτε Παῦλον μὲν τοιοῦ- ’τον εἰργάσατο, τὸν δὲ 1ούδαν οὐκέτι ; ταύτην οὖν ἀναιρῶν τὴν ἀντίθεσιν, μετὰ συνέσεως τῷ λόγῳ κέχρηται, " ἐπιστεύθην,” εἰ- πὼν, " ἐγώ· καὶ πάλιν, " ὅτι πιστόν με ἡγήσατο·” πάντως γὰρ ἐπιστεύθη, ἐπειδὴ ἤμελλεν ἀφ’ ἑαυτοῦ χρησιμεύειν. τί δέ ἐστι " πιστόν με ἡγήσατο ;" ὅτι οὐδὲν τῶν δεσποτικῶν προεδίδου, πάντα δὲ αὐτοῦ ἔλεγεν εἶναι καὶ τὰ ἴδια· οὐ γὰρ ἐσφετερίζετο τὴν τοῦ Θεοῦ δόξαν.
- 2.6
Θεμ́ενος εἰς διακονίαν τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστία.
- 2.7
Ὄρα πῶς καὶ τὸ αὐτοῦ τίθησι καὶ τὸ τοῦ Θεοῦ· τὸ πλέον νέμων τῇ παρὰ τοῦ Θεοῦ προνοίᾳ, τὸ δὲ αὐτοῦ συστέλλων, πλὴν ὅσον μὴ λυμήνασθαι, ὡς ἔφθην εἰπὼν, τὸ αὐτεξούσ ἴον· " χάριν ** ἔχω τῷ ἐνδυναμώσαντί /ne." τί ἐστι " τῷ ἐνδυναμώσαντι με ;" φορτίον ὑπῆλθε μέγα, καὶ πολλῆς ἐδεῖτο τῆς ἄνωθεν ῥοπῆς. οὐ γὰρ ἦν ἀνθρωπίνης ἰσχύος, τοσούτοις κινδύνοις ἐπιπηδᾷν, ἀλλ’ οὐδὲ τῆς τοῦ Θεοῦ ῥοπῆς μόνον, ἀλλὰ καὶ τῆς αὐτοῦ προαιρέσεως· χάριν οὖν ἔχω, φησὶν, ὅτι κατηξίωσέ με τῆς διακονίας ταύτης· τοῦτο γὰρ τοῦ πιστόν με νομίσαι σημεῖον· εἶτα σκόπει πῶς ἐπαί- ῥεῖ τὸν ἔλεον τοῦ Θεοῦ, τὸν πρότερον αὐτοῦ βίον ἐξηγούμενος. ὁρᾷς πῶς οὐκέτι φίλαυτος ’, πῶς συνεσταλμένην ἔχει τὴν διάνοιαν ;" ** ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ·” πῶς οὖν ἀκρι- βὴς ὣν περὶ τὸν νόμον οὐδὲν ἔγνω, ἀλλ’ οἱ μὲν ἐν λίμναις καὶ ποταμοῖς διατρίβοντες καὶ τελωνίῳ, καὶ προσέδραμον καὶ ἐδέξαντο, σὺ δὲ διώκεις ὁ νομομαθής ; διὰ τοῦτο κατεγίγνωσκεν ἑαυτοῦ λέγων, ** οὔκ εἰμι ἱκανὸς καλεῖσθαι Ἀπόστολος·” διὰ τοῦτο τὴν ἄγνοιαν ὁμολογεῖ· δείκνυσι δὲ ἑαυτὸν καὶ τιμωρίας ἄξιον· ὁ γὰρ ἔλεος ἐπὶ τούτοις γίνεται.
- 2.8
Ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ὑπερεπλεόνασε μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.
- 2.9
Τί ἐστι τοῦτο ; ἵνα μὴ ἀκούσας " ἠλεήθην” τοσοῦτον μόνον νομίσῃς, “ βλάσφημος,” φησὶν, “ ἤμην, καὶ ὑβριστὴς καὶ διώ- “ κτης· οὐκοῦν καὶ κολάσεως ἄξιος· ἀλλ’ οὐκ ἐτιμωρήθην· ἠλεή- θην γάρ· οὐ μόνον γὰρ τιμωρίας ἡμᾶς ἀπήλλαξο ὁ Θεὸς, ἀλλὰ καὶ δικαίους ἐποίησε καὶ υἱοὺς, καὶ ἀδελφοὺς, καὶ φίλους, κα κληρονόμους καὶ συγκληρονόμους. διὰ τοῦτο, φησὶ, ὑπερεπλεόνασεν ἡ χάρις, ὑπερέβη καὶ τὸν ἔλεον τὰ μέτρα· ταῦτα γὰρ οὐκ ἐλεοῦντός ἐστιν, ἀλλὰ φιλοῦντος καὶ ποθοῦντος. εἰπὼν τοίνυν πολλὰ καὶ μεγάλα περὶ τῆς ἀγαθότητος τοῦ Θεοῦ, πάλιν ἐκεῖνο ἀσφαλίζεται τὸ τῶν ἀπίστων, τὸ μὴ λέγειν ὅτι ἡ προαίρεσις ἀνῄρηται, ἐπήγαγε γοὖν, “ μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ “ Ἰησοῦ.” τοσοῦτον μόνον φησὶν, ἡμεῖς εἰσηνέγκαμεν, ἐπιστεύσαμεν ὅτι δύναται ἡμᾶς σῶσαι· ἀγαπήσωμεν τοίνυν αὐτὸν διὰ τοῦ Χριστοῦ· τί ἐστὶ “ διὰ τοῦ Χριστοῦ ” ὅτι αὐτὸς ἡμῖν πρόξενος τούτου γέγονεν, οὐχ ὁ νόμος. ἰδοὺ πάλιν τὸ “ ἐν διὰ ἐστίν· οὐ γὰρ πίστεως δεῖ μόνης, ἀλλὰ καὶ ἀγάπης· ἐπεὶ πολλοὶ κα νῦν εἰσὶν, ὅτι μέν ἐστιν ὁ Χριστὸς Θεὸς, πιστεύοντες, οὐκ ἀγαπῶντες δὲ αὐτὸν, οὐδὲ τῶν ἀγαπώντων πράσσοντες.
- 2.10
Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ.
- 2.11
Οὐκ αἰσχύνεται καλῶν ἑαυτὸν ἁμαρτωλὸν, ἀλλὰ καὶ μᾶλλον ἐναβρύνεται, ὅτι τοσαύτης ἠξιώθη φιλανθρωπίας, ὅτι οὕτω μάλιστα δύναται δεῖξαι τὸ μέγα τῆς κηδεμονίας τοῦ Θεοῦ. καὶ πῶς ἀλλαχοῦ λέγων περὶ ἑαυτοῦ “ κατὰ δικαιοσύνην,” φησὶ, “ τὴν ἐν “ νόμῳ γενόμενος ἄμεμπτος,” ἐνταῦθα δὲ ἁμαρτωλὸν, καὶ πρῶτον τῶν ἁμαρτωλῶν; ὅτι πρὸς τὴν δικαιοσύνην, ἣν ὁ Θεὸς εἰργάσατο, καὶ τὴν ὄντως ζητουμένην, ἁμαρτωλοὶ καὶ οἱ ἐν τῷ νόμῳ· “ πάντες “ γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. οὐ γὰρ ἁπλῶς εἶπε δικαιοσύνην, ἀλλὰ τὴν ἐν νόμῳ. ὥσπερ γὰρ ὁ ἀργύριον πολὺ κεκτημένος, καθ’ ἑαυτὸν μὲν πλούσιος φαίνεται, κατὰ δὲ τὴν σύγκρισιν τῶν βασιλικῶν θησαυρῶν σφόδρα πένης, καὶ πρῶτος πόης, οὕτω δὴ καὶ ἐνταῦθα πρὸς τοὺς ἀγγέλους κρινόμενοι ἁμαρτωλοὶ φαίνονται καὶ οἱ δίκαιοι· πιστὸς οὖν ὁ λόγος· ἄπιστον γὰρ εἶναι ἐδόκει, εἰ δὴ ἄνθρωπος, ἅπαντα τὸν ἔμπροσθεν βίον καταδαπανηθεὶς καὶ ἀναλώσας εἰκῆ καὶ μάτην ἐν πονηραῖς πράξεσιν, ἔμελλε σώζεσθαι ὕστερον ἀπὸ πίστεως μόνης· τοσοῦτον οὑν, φη- σὶν, οὐ χρὴ ἀπιστεῖν ὅτι ἠλέησεν.
- 2.12
Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδεί- ξηται Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον.
- 2.13
Ὅρα πῶς πάλιν ταπεινοῖ καὶ καταγγέλλει ἑαυτὸν, ἑτέραν εὐτελεστέραν λέγων αἰτίαν· μέγα μὲν γὰρ καὶ μεθ’ ὑπερβολῆς, ὥστε εἰπεῖν πρῶτός εἰμὶ ἐγὼ τῶν ἁμαρτωλῶν, καὶ βλάσφημος καὶ διώκτης, καὶ ὅσα εἴρηκεν, οὐδὲν δὲ ὡς τοῦτο ταπεινὸν ἐσφετερίζετο, καὶ δῆλον ἐπὶ ὑποδείγματος ἔσται. ἔστω γὰρ πόλις πολυάνθρωπος πάντας τοὺς πολίτας ἔχουσα κακοὺς, τοὺς μὲν πλέον, τοὺς δὲ ἔλαττον· εἷς δέ τις ἐν τοῖς πολλοῖς ἐκείνοις πάντων μᾶλλον ἔστω κολάσεως ἄξιος καὶ τιμωρίας, καὶ πᾶν ἐπελθὼν εἶδος κακίας· κἂν τοίνυν λέγῃ τις, ὅτι πᾶσιν ἀφεῖναι βούλεται ὁ βασιλεὺς, οὐχ οὕτω τῷ λόγῳ πιστεύουσιν, ὡς ἐὰν ἴδωσι τὸν πάντων ἁμαρτωλότερον αὐτῶν τούτου τυχόντα, οὐκ ἔστι γὰρ λοιπὸν ἀμφισβήτησις. τοῦτο καὶ ὁ Παῦλος φησὶν, ὅτι βουλόμενος ὁ Θεὸς πληροφορῆσαι τοὺς ἀνθρώπους, ὅτι πάντα αὐτοῖς ἀφίησι, τὸν πάντων ἁμαρτωλότερον εἵλετο· μηδεὶς τοίνυν ἀμφιβαλέτω, φησὶν, ὁπότε ἐγὼ ἐσώθην· καὶ ὅρα τὴν ταπεινοφροσύνην τοῦ μακαρίου· οὐκ εἶπεν ἵνα ἐνδείξηται ἐν ἐμοὶ τὴν μακροθυμίαν, ἀλλὰ “ τὴν πᾶσαν μα- “ κροθυμίαν,” ὡς ἂν εἰ ἔλεγε, μᾶλλον ἐμοῦ ἐπ’ ἄλλῳ οὐκ εἶχεν μακροθυμῆσαι, οὐδὲ εὑρεῖν οὕτως ἁμαρτωλὸν, παντὸς δεόμενον αὐτοῦ τοῦ ἐλέους, πάσης τῆς μακροθυμίας, οὐ μέρους. “ πρὸς ὑπο- “ τύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον,” τουτέστι, πρὸς παράκλησιν, πρὸς προτροπὴν, ἐπειδὴ μέγα τι περὶ τοῦ Υἱοῦ ἐφθέγξατο, ἵνα μή τις νομίσῃ ἀπεστερῆσθαι τὸν Πατέρα, ἀναφέρει καὶ αὐτῷ δόξαν, ἐπάγων,
- 2.14
Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
- 2.15
Ὑπὲρ δὴ τούτων φησὶν, οὐ τὸν Υἱὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα δοξάζομεν· ἐρώμεθα οὖν τοὺς αἱρετικούς· ἰδοὺ, μόνῳ Θεῷ εἴρηκεν· ἤ οὑν οὐ Θεὸς ὁ Τὶός; καὶ μόνῳ ἀφθάρτῳ, ἄρ οὐν οὐκ ἄφθαρτος ὁ Υἱὸς; καὶ οὗ δίδωσιν ἡμῖν μετὰ ταῦτα, αὐτὸς οὐκ ἔχει; ναὶ, φησὶ, καὶ Θεὸς καὶ ἄφθαρτος, ἀλλ’ οὐ τοιοῦτος οἷος ὁ Πατήρ. οὐκοῦν καὶ ἀφθαρσίας ἐλάττονος ; τι δαί ἐστὶν ἐλάττων καὶ ἥττων ἀφθαρσία ; ἡ γὰρ ἀφθαρσία οὐδὲν ἄλλο ἐστιν ἣ τὸ μὴ διαφθείρεσθαι· δόξα μὲν γὰρ μείζων καὶ ἥττων ἐστίν· ἀφθαρσία δὲ μείζων καὶ ἐλάττων οὐκέτι· ἣ γὰρ φθείρεσθαι τι δεῖ ἢ οὐδόλως. τί οὖν, φησὶν, ἡμεῖς καὶ ὁ Θεὸς ὡσαύτως ; οὐδαμῶς· μὴ γένοιτο· διὰ τί; ὅτι αὐτὸς μὲν φύσει τοῦτο ἔχει, ἡμεῖς δὲ ἐπεισάκτως. ἄρ οὖν καὶ ἐπὶ τοῦ Υἱοῦ ὄντως; οὐδαμῶς, ἀλλὰ καὶ αὐτὸς φύσει· τίνος οὖν ἕνεκεν ἡ διαφορά; ὅτι αὐτὸς μὲν, φησὶ, παρ’ οὐδενὸς ἐγένετο τοιοῦτος, ὁ δὲ Υἱὸς παρὰ τοῦ Πατρός· καὶ ἡμεῖς τοῦτο ὁμολογοῦμεν· οὐδὲ γὰρ ἡμεῖς ἀρνούμεθα ὅτι ἐκ Πατρὸς ὁ Υἱὸς ἄφθαρτός ἐστιν.
- 2.16
Ἄλλοσ δέ φησιν· ὑπὲρ ἁπάντων ἐκεῖνον ὑμνεῖσθαι δίκαιον παρ ἡμῶν, τὸν τοσούτων ἡμῖν αἴτιον γεγονότα ἀγαθῶν· καὶ βασιλέα μὲν τῶν αἰώνων ἐκάλεσε τὸν Θεὸν, διὰ τὸ τῶν μελλόντων ἀτελεύτητον· ἄφθαρτον δὲ διὰ τὴν προσδοκωμένην περιέσεσθαι ἡμῖν ἀφθαρσίαν· ἀόρατον δὲ διὰ τὸ μὴ φαίνεσθαι τὰ προσδοκώμενα, ὥστε ἀπὸ τῶν τῷ Θεῷ προσόντων τὰ ἡμῖν περιεσόμενα πη αὐτοῦ πιστευθῆναι.
- 3.1
Παραγγελία περὶ πιστῆς καὶ εὐσυνειδήτου διακονίας, ἧς ἄνευ κίνδυνος.
- 3.2
ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἣν τινὲς ἀπωσάμενοι, περὶ τὴν πιστιν ἐναυάγησαν.
- 3.3
Τὸ τῆς διδασκαλίας καὶ τῆς ἱερωσύνης ἀξίωμα, μέγα τέ ἐστι καὶ θαυμαστὸν, καὶ ὄντως τῆς τοῦ Θεοῦ δεόμενον ψήφου, ὥστε τὸν ἄξιον εἰς μέσον παραγαγεῖν· οὕτω τὸ παλαιὸν ἐγίνετο· οὕτω καὶ νῦν γίνεται, ὅταν χωρὶς πάθους ἀνθρωπίνου τὰς αἱρέσεις ποιώ. μέθᾳ, ὅταν πρὸς μηδὲν ὁρῶντες βιωτικόν· εἰ γὰρ καὶ μὴ τοσούτου Πνεύματος μετέχομεν, ἀρκεῖ προαίρεσις ἀγαθὴ τοῦ Θεοῦ τὴν χειροτονίαν ἐπισπάσασθαι· “ προφητείας” δὲ πολλὰς, φησὶν, ἐκείνην τε ἴσως, μεθ’ ἧς αὐτὸν ἔλαβεν, ὅτε περιέτεμε, καὶ ὅτε ἐχειροτόνει, καθὼς καὶ αὐτός φησι, “ μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος.” διανιστὰς τοίνυν αὐτὸν καὶ νήφειν παρασκευάζων, ἀναμιμνήσκει τοῦ ἑλομένου καὶ χειροτονήσαντος, ὡς ἃν εἰ ἔλεγεν, ὁ Θεός σε ἐξελέξατο, αὐτός σοι ἐνεπίστευσεν, οὐκ ἀνθρωπίνῃ γέγονας κρίσει, ὑβρίσῃς, μηδὲ καταισχύνῃς τοῦ Θεοῦ τὴν ψῆφον· εἶτα, ἐπειδὴ παραγγελίαν ἔφησε, καὶ φορτικώτερον ἢν, τι φησι; “ ταύτην “ τὴν παραγγελίαν παρατίθεμαι σοι, τέκνον Τιμόθεε,” ὡς τέκνῳ καὶ γνησίῳ παραγγέλλει, οὐ μετὰ ἐξουσίας· τὸ δὲ παραθέσθαι τῆς φυλακῆς τὸ ἀκριβὲς δηλοῖ καὶ τὸ οὐχ ἡμέτερον· οὐ γὰρ ἡμεῖς αὐτὸ ἐκτησάμεθα, ἀλλὰ Θεὸς ἡμῖν ἐχαρίσατο· “ πίστιν,” φησὶ, “ καὶ ἀγαθὴν συνείδησιν·” εἰ μὴ αὐτὸς ἦλθεν, οὔτε ἡ πίστις αὕτη ηὑρίσκετο, οὔτε ὁ βίος ὁ καθαρός· ὡσανεὶ ἔλεγεν, οὐχὶ ἐγώ εἰμι ὁ παραγγέλλων, ἀλλ’ ὁ ἑλόμενος· τί δὴ παραγγέλλει; ἵνα στρατεύῃ, φησὶν, αὐτὴν τὴν καλὴν στρατείαν· ἔστι γὰρ κακὴ στρατεία, περὶ ἧς φησιν “ ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν ὅπλα τῇ ἁμαρτίᾳ καὶ τῇ ἀκαθαρσίᾳ “ ἐκεῖνοι ὑπὸ τυράννῳ στρατεύονται, σὺ ὑπὸ βασιλεῖ· στρατείαν δὲ τὸ πρᾶγμα καλεῖ, δηλῶν ὅτι πόλεμος ἐγήγερται σφοδρὸς, πᾶσι μὲν, μάλιστα δὲ τῶ διδασκάλῳ. “ ἔχων, φησὶ, πίστιν καὶ ἀγαθὴν συνείδησιν” τὸν γὰρ διδάσκαλον ἑαυτοῦ χρὴ εἶναι διδάσκαλον, ἵνα οὕτω τῶν ἄλλων προειστήκῃ· “ ἣν τινὲς,” φησὶν, “ ἀπωσάμενοι, περὶ τὴν πίστιν “ ἐναυάγησαν·” εἰκότως· ὅταν γὰρ ᾖ βίος ἀπεγνωσμένος, καὶ δόγμα τίκτεται τοιοῦτο, καὶ δείκνυσι τοῦτο ἀπὸ τοῦ ὑποδεί- γματος.
- 3.4
Ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος.
- 3.5
Καὶ ἀπὸ τούτων ἡμᾶς σωφρονίζει, ἀλλ’ οὐδὲ βίον ἃν ἔχῃ τις τῶν ἐκπεσόντων ἀπὸ τῆς πίστεως, κερδαίνει τι ἐκεῖθεν· τῆς γὰρ κεφαλῆς διεφθαρμένης, τί τοῦ λοιποῦ σώματος ὄφελος;
- 3.6
Οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλα- σφημεῖν.
- 3.7
Πῶς ὁ Σατανᾶς αὐτοὺς παιδεύει μὴ βλασφημεῖν; καὶ εἰ τοὺς ἄλλους παιδεύει μὴ βλασφημεῖν, πολλῷ μᾶλλον ἐχρῆν ἑαυτόν· εἰ δὲ ἑαυτὸν μέχρι τοῦ νῦν οὐ δύναται παιδεῦσαι, οὐδὲ τοὺς ἄλλους. οὐκ εἶπεν, ἵνα παιδεύσῃ αὐτοὺς μὴ βλασφημεῖν, ἀλλ’ “ ἵνα παιδευθῶσιν·” οὐκ ἐκεῖνος τοῦτο ἐργάζεται, ἀλλὰ τοῦτο ἐκβαίνει, ὥσπερ ἀλλαχοῦ ἐπὶ τοῦ πεπορνευκότος φησὶ, “ παρά- “ δότε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ “ πνεῦμα σωθῇ,” οὐχ ἵνα σώσῃ τὸ πνεῦμα· τοῦτο δὲ ἀπρόσωπόν ἐστι· πῶς οὖν τοῦτο γίνεται; ὥσπερ οἱ δήμιοι μυρίων γέμοντες κακῶν τοὺς ἄλλους σωφρονίζουσιν, οὕτω καὶ ἐνταῦθα ἐπὶ τοῦ πονητὸν δαίμονος· καὶ διὰ τι μὴ οὗτος αὐτοὺς ἐκόλασεν ὥσπερ ἐκεῖνον τὸν Βαριησοῦν, ὥσπερ Κηφᾶς Ἀνανίαν, ἀλλὰ τῷ Σατανᾷ παρέδωκε; καίτοι αὐτὸς ἔχων ἰσχὺν, ὡς ὅταν λέγῃ, “ ἐν ῥάβδῳ ἔλθω “ πρὸς ὑμᾶς ” καὶ πάλιν, φησὶν, “ οὐκ εἰς καθαίρεσιν, ἀλλ’ εἰς “ οἰκοδομήν.” τί οὖν τὸν Σατανᾶν καλεῖ πρὸς τὴν τιμωρίαν ; ἵνα μετὰ τῆς σφοδρότητος καὶ τῆς κολάσεως καὶ ἡ ὕβρις ᾖ μείζων, μᾶλλον δὲ τοὺς μὲν ἀπίστους αὐτοὶ ἐπαίδευον, τοὺς δὲ ἐκτραπέντας τῷ Σατανᾷ παρεδίδουν· καὶ γὰρ καὶ ὁ Ἀνανίας ἔτι ἄπιστος ἦν πειράζων· ἵνα μάθωσι τοίνυν οἱ ἄπιστοι ὅτι οὐ δύνανται λαθεῖν, διὰ τοῦτο δι’ ἑαυτῶν αὐτοὺς ἐτιμωροῦντο. ἄλλως τε, οὐδὲ μικρὸν ἦν τὸ δύνασθαι ἐπιτάττειν τῷ διαβόλῳ· τοῦτο γὰρ δεικνύντος ἦν ὅτι δουλεύει καὶ εἴκει καὶ ἄκων τοῖς Ἀποστόλοις ὁ διάβολος. πῶς δὲ παρεδίδοτο τῷ Σατανᾷ ; ἐξεβάλλετο τοῦ κοινοῦ συνεδρίου, καὶ ἀπεσχίζετο τῆς ἀγέλης, ἐγίνετο ἔρημος, προεδίδοτο τῷ λύκῳ, ὥσπερ ἡ νεφέλη τὸ στρατόπεδον τῶν Ἰουδαίων, οὕτω τὴν ἐκκλησίαν τὸ Πνεῦμα ἐγνώριζεν· εἴ τις τοίνυν ἐκτὸς ἐγίνετο, κατεκαίετο, οὕτως καὶ ὁ Κύριος παρέδωκε τὸν Ἰούδαν τῷ Σατανᾷ· εὐθέως γὰρ μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς. ἔστι δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι οὓς μὲν διορθώσασθαι ἐβούλοντο, οὐκ ἐκόλαζον αὐτοὶ, τοὺς δὲ ἀδιορθώτους αὐτοὶ ἐτιμωροῦντο· ἣ εἰ μὴ τοῦτο, ὅτι φοβερώτεροι μᾶλλον ἦσαν ἑτέροις ἐκδιδόντες αὐτούς· οὕτως καὶ ὁ Ἰὼβ παρεδόθη τῷ Σατανᾶ, οὐχ ὑπὲρ ἁμαρτημάτων, ἀλλ’ ὑπὲρ πλείονος εὐδοκιμήσεως. πολλὰ τοιαῦτα γίνεται καὶ νῦν. ἐπειδὴ γὰρ οἱ ἱερεῖς οὐκ ἴσασι τοὺς ἁμαρτωλοὺς καὶ ἀναξίως τῶν μυστηρίων μετέχοντας, ὁ Θεὸς πολλάκις τοῦτο ποιεῖ καὶ παραδί- δωσιν αὐτοὺς τῷ Σατανᾷ. ὅταν γὰρ νόσοι, ὅταν ἐπιβουλαὶ, ὅταν πένθη καὶ συμφοραὶ συμβαίνωσι, διὰ τοῦτο γίνεται· καὶ τοῦτο ὁ Παῦλός φησιν, οὕτω λέγων, “ διὰ τοῦτο ἐν ὑμῖν ἀσθενεῖς καὶ “ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί.”
- 4.1
Περὶ εὐχῆς, ὅτι ὑπὲρ πάντων, ὅτι πανταχοῦ ἀκάκως, ἀταράχως, σεμνῶς.
- 4.2
Παρακαλῶ οὖν πρῶτον ἁπάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάση εὐσεβείᾳ καὶ σεμνότητι.
- 4.3
Ὥσπερ κοινός τίς ἐστι πατὴρ τῆς οἰκουμένης ὁ ἱερεὺς, πάντων τοίνυν ἄξιον αὐτὸν κήδεσθαι, καθάπερ καὶ ὁ Θεὸς, ᾧτ’ ἱερᾶται. δύο γὰρ ἐντεῦθεν γίνεται τὰ ἀγαθὰ, τό τε ἔχθος ὃ πρὸς τοὺς ἔξωθεν ἔχομεν, καταλύεται· οὐδεὶς γὰρ πρὸς τοῦτον ἀπεχθῶς ἔχειν δυνήσεται, ὑπὲρ οὗ δεήσεις ποιεῖται, αὐτοί τε ἐκεῖνοι βελτίονες γόνονται, τότε εὐχὰς ὑπὲρ αὐτῶν γίνεσθαι, τῷ τε μὴ ἐκθηριοῦσθαι πρὸς ἡμᾶς. τί δέ ἐστι τὸ “ πρῶτον ἁπάντων; ” τουτέστιν ἐν τῇ λατρείᾳ τῇ καθημερινῇ. ἀλλ’ ἴσως ἐρεῖ τις, ὅτι ὑπὲρ ἁπάντων οὐ πάντων εἶπεν, ἀλλὰ τῶν πιστῶν· τί οὖν ὅταν λέγῃ ὑπὲρ βασιλέων; οὐ γὰρ δὴ τότε θεοσεβεῖς ἦσαν βασιλεῖς, ἀλλὰ μέχρι πολλοῦ διῆλθον, ἀσεβεῖς διαδεχόμενοι· εἶτα ἵνα μὴ κολακεία τὸ πρᾶγμα ᾖ, προλαβὼν εἶπεν, “ ὑπὲρ πάντων,” καὶ τότε “ ὑπὲρ βασι- “λέων·” εἶτα ἐπειδὴ εἰκὸς ἦν τὴν τοῦ Χριστιανοῦ ψυχὴν ναρκᾷν ταῦτα ἀκούουσαν, εἴγε ὑπὲρ τοῦ Ἕλληνος ἐν τῷ τῶν μυστηρίων καιρῷ δεῖ δεήσεις προσφέρειν, τίθησι τὸ κέρδος, ἵνα κἂν οὕτω δόξῃ τὴν παραίνεσιν· “ ἵνα ἤρεμον καὶ ἡσύχιον,” φησὶ, “ βίον “ διάγωμεν,” τουτέστιν ἡ ἐκείνων σωτηρία, ἡμῶν ἀμεριμνία ὑπάρχει· εἰ γὰρ μὴ ἐσώζοντο, μηδὲ εὐδοκίμουν ἐν τοῖς πολέμοις, ἀνάγκη καὶ τὰ ἡμέτερα ἐν ταραχαῖς εἶναι καὶ θορύβοις· δεῖ δὲ, φησὶ, καὶ εὐχαριστεῖν τῷ Θεῷ ὑπὲρ τῶν εἰς ἄλλους γινομένων ἀγαθῶν, οἷον, “ ὅτι τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, “ καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.” ὁ γὰρ ἀναγκαζόμενος εὐχαριστεῖν τῷ Θεῷ ὑπὲρ τῶν εἰς ἄλλους γινομένων ἀγαθῶν, καὶ φιλεῖν αὐτοὺς ἀναγκάζεται· εἰ δὲ ὑπὲρ τῶν τοῦ πέλας εὐχαριστεῖν δεῖ, πολλῷ μᾶλλον ὑπὲρ τῶν εἰς ἡμᾶς, καὶ ὑπὲρ τῶν δοκούντων εἶναι λυπηρῶν. καὶ γὰρ πρὸς τὸ ἀγαθὸν ὁ Θεὸς ἡμῖν ἅπαντα οἰκονομεῖ. “ ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ “ καὶ σεμνότητι.” ἠρεμίαν λέγει καὶ ἡσυχίαν, καὶ τὴν ἀπὸ τῶν πονηρῶν λογισμῶν· συντελεῖ δὲ πρὸς ταύτην, καὶ ἡ κοινὴ εἰρήνη. εἰ δέ τις ἡσυχίας οὔσης ταράττεται, σφόδρα ἄθλιός ἐστιν· οὗτος γὰρ ὁ πόλεμος τῶν ἄλλων ἐστὶ χαλεπώτερος· καὶ διὰ τοῦτο προσέθηκεν, “ ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.” μὴ τοίνυν φοβηθῇς ὑπὲρ Ἑλλήνων εὐχόμενος· εἰ δὲ ὑπὲρ Ἑλλήνων εὔχεσθαι χρὴ καὶ ὑπὲρ αἱρετικῶν, δηλονότι ὑπὲρ πάντων ἀνθρώπων εὔχεσθαι δεῖ, οὐ διώκειν πολλοὶ γὰρ τῶν ἀνθρώπων διὰ φιλονεικίαν τὴν πρὸς ἀνθρώπους ἀπέστησαν τοῦ Θεοῦ. εἰς ἐπίγνωσιν δὲ, φησὶν, ἀληθείας, τῆς εἰς αὐτὸν πίστεως· ἐπειδὴ προλαβὼν εἶπε, παράγγελε μὴ ἑτεροδιδασκαλεῖν, ἵνα μὴ ὡς ἐχθροῖς αὐτοῖς προσέχῃ, μηδὲ μάχας ἀπὸ τούτου πλέκῃ· τι φησι; “ πάντας ἀνθρώπους θέλει “ σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.” τί δὴ τοῦτο, ἐπήγαγεν, “ εἷς γὰρ Θεὸς καὶ εἷς μεσίτης Θεοῦ καὶ ἀνθρώπων. εἰπεν “ εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐλθεῖν,” δεικνὺς ὅτι οὐκ ἔστιν ἡ οἰκουμένη ἐν ἀληθείᾳ· καὶ πάλιν “ εἷς Θεὸς,” οὐ πολλοὶ, καθὼς οὗτοι νομίζουσι, δεικνὺς ὅτι θέλει σωθῆναι πάντας. εἶπεν ὅτι καὶ μεσίτην τὸν ΥἹὸν ἔπεμψε· τί οὖν; ὁ Υἱὸς οὐ Θεός; καὶ σφόδρα· πῶς οὖν, φησὶν, εἷς ; πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων, οὐ πρὸς τὸν Υἱόν· περὶ γὰρ ἀληθείας καὶ πλάνης ὁ λόγος ἦν αὐτῷ· ὁ δὲ μεσίτης ὀφείλει ἀμφοτέροις κοινωνεῖν ὧ,. ἐστι μεσίτης· εἰ τοίνυν μὴ ἔχεται τῆς τοῦ Πατρὸς φύσεως, οὐκ ἔστι μεσίτης ἀλλ’ ὑπεσχοίνισται· ὥσπερ γὰρ τῆς τῶν ἀνθρώπων ἔχεται φύσεως, ἐπειδὴ πρὸς ἀνθρώπους ἤρχετο, οὕτω καὶ τῆς τοῦ Θεοῦ, ἐπειδὴ παρὰ Θεοῦ ἤρχετο· ἐπειδὴ γὰρ δύο φύσεων μέσος γέγονεν, ἐγγὺς τῶν δύο φύσεων αὐτὸν εἰναι δεῖ. ὥσπερ οὑν ἄνθρωπος γέγονεν, οὕτω καὶ Θεὸς ἦν. ὥσπερ ἐκεῖ, φησὶν, “ εἷς Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος “ Ἰησοῦς Χριστὸς,” οὕτω καὶ ἐνταῦθα εἷς καὶ εἷς· οὐ τίθησι γὰρ δύο, ἐπειδὴ περὶ πολυθεΐας διελέγετο.
- 4.4
Ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων.
- 4.5
Καὶ ὁ μὲν Χριστὸς ἀπέθανε καὶ ὑπὲρ Ἑλλήνων, σὺ δὲ εὔξασθαι οὐκ ἀνέχῃ; πῶς οὖν, φησὶν, οὐκ ἐπίστευσαν; ὅτι οὐκ ἠθέλησαν· τὸ δὲ ἑαυτοῦ μέρος ἐγένετο, τὸ μαρτύριον δὲ τὸ πάθος, φησίν· ἦλθε γὰρ μαρτυρήσων τῇ ἀληθείᾳ τοῦ Πατρὸς, καὶ ἐσφάγη, ὥστε οὐχ ὁ Πατὴρ αὐτῷ μαρτυρεῖ μόνον, ἀλλὰ καὶ αὐτὸς τῷ Πατρί. μέχρι θανάτου τοίνυν ἐμαρτύρησε· “ καιροῖς ἰδίοις,” τουτέστι τοῖς προσήκουσι.
- 4.6
Εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ Ἀπόστολος· ἀλήθειαν λέγω, οὐ ψεύδομαι, διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
- 4.7
Ἐν πίστει πάλιν, ἀλλὰ μὴ νομίσῃς ἐπειδὴ ἐν πίστει ἤκουσας, ὅτι ἀπάτη τὸ πρᾶγμά ἐστιν. ὁρᾷς τὴν χάριν ἐκτεταμένην; τοῖς γὰρ Ἰουδαίοις αἱ εὐχαὶ οὐχ ὑπὲρ τοιούτων ἐγίνοντο· “ ὁ δοὺς ἑαυτὸν “ ἀντίλυτρον·” πῶς οὖν παρεδόθη ὑπὸ τοῦ Πατρός ; ἄρα τῆς αὐτοῦ ἀγαθότητος γέγονεν· ἀντίλυτρον τί ἐστιν; ἔμελλε τιμωρεῖσθαι αὐτοὺς, ἀπόλλυσθαι ἔμελλον, ἀλλ’ ἀντ’ ἐκείνων τὸν αὐτοῦ ἔδωκεν Υἱὸν ὥστε κηρύττειν τὸν σταυρόν. ἱκανὰ ταῦτα ἐπισπάσασθαι πάντας, καὶ τὴν ἀγάπην ἐνδείξασθαι τοῦ Χριστοῦ.
- 4.8
βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλο- γισμων.
- 4.9
Καὶ πῶς ὁ Κύριός φησι “ σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς “ τὸ ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν σου, πρόσευξαι·” ὁ δὲ Παῦλος, “ βούλομαι προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ;” ἀλλ’ οὐκ ἔστιν ἐναντίον ἐκείνοις τοῦτο, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα συνᾷδον· πῶς καὶ τίνι τρόπῳ; δεῖ δὲ πρότερον εἰπεῖν, τί ἐστιν, “ εἴσελθε εἰς τὸ ταμιεῖόν σου,” καὶ εἰ ἐν ἐκκλησίᾳ μὴ εὔχεσθαι, καὶ ἐν ἄλλῳ μηδενὶ τῆς οἰκίας μέρει, ἀλλ’ ἐν τῷ ταμιείῳ μόνον. τὸ κενόδοξον δεικνὺς ἐνταῦθα ὁ Χριστὸς, μὴ λάθρα, φησὶν, ἁπλῶς, ἀλλὰ κεκρυμμένως τὰς εὐχὰς ποιοῦ, ὥσπερ καὶ ἐπὶ τῆς ἐλεημοσύνης “ μὴ γνώτω ἡ ἀριστερὰ τι ποιεῖ ἡ δεξιά σου, οὐ περὶ χειρῶν διαλέγεται ἁπλῶς, ἀλλὰ τὴν ὑπερβολὴν τῆς κενοδοξίας παρέστηκε· οὕτω δὴ καὶ ἐνταῦθα τοῦτο αἰνίττεται· οὐ τοίνυν εἰς τὸν τόπον περιώρισε τὴν εὐχήν. ὁ δὲ Παῦλος πρὸς ἀντιδιαστολὴν τῆς Ἰουδαϊκῆς εὐχῆς ταῦτά φησι οὐδὲ γὰρ ἐχρῆν ἀλλαχοῦ προσιέναι τῷ Θεῷ καὶ θύειν τοὺς Ἰουδαίους, ἀλλ’ εἰς ἕνα τόπον. “ χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.” τίς γὰρ εὐχόμενος ὀργίζεται; τουτέστι, χωρὶς μνησικακίας καθαρὰ ἔστω τοῦ εὐχομένου ἡ διάνοια, πάθους παντὸς ἀπηλλαγμένη καὶ διαλογισμοῦ· οὐ δεῖ γὰρ ὅλως ἀμφιβάλλειν, ὅτι ἀκουσθησόμεθα, καὶ τὸ “ ἀφίετε δὲ, “ καὶ ἀφεθήσεται ὑμῖν,” τοῦτό ἐστι “ χωρὶς ὀργῆς καὶ διαλο- “ γισμοῦ·” “ ὁσίας χεῖρας,’· καθαρὰς πάσης ἁμαρτίας, ἐλεημοσύνας ἐργαζομένας· ἃν γὰρ οὕτως προσίῃς πάντως ἐπιτεύξῃ τῆς αἰτήσεως· “ ὡσαύτως καὶ τὰς γυναῖκας,” μὴ ταῖς ἐπιθυμίαις “ ταῖς ἑαυτῶν ἐξακολουθεῖν·” ὁσίους χεῖρας καὶ τὰς γυναῖκας ἔχειν φησί.
- 4.10
Μετὰ αἰδοῦς καὶ σωφροσύνης, ἐν καταστολῇ κοσμίῳ κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἣ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ’ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν δι’ ἔργων ἀληθῶν.
- 4.11
Καταστολή τίς ἐστι; τουτέστι τὴν ἀμπεχόνην πάντοθεν περιεστάλθαι καλῶς, κοσμίως, μὴ περιέργως· ἐκεῖνο γὰρ κόσμιον, τοῦτο δὲ ἄκοσμον.
- 5.1
Περὶ διδασκάλων, ὅτι ἄνδρας χρὴ, καὶ οὐ γυναικὸς εἶναι, διὰ τὴν φύσιν κοὶ τὸ πάθος τὸ ἐξ ἀγάπης.
- 5.2
Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω, ἐν πάση ὑποταγῇ. γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρὸς, ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ. Ἆδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὖα. καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα, ἐν παραβάσει γέγονε· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.
- 5.3
Πόλλην ἀπαιτεῖ παρὰ τῶν γυναικῶν τὴν αἰδῶ ὁ μακάριος Παῦλος, πολλὴν τὴν κοσμιότητα, οὐ μέχρι σχημάτων καὶ καταστολῆς, ἀλλὰ καὶ σιγῆς· μηδὲ φθεγγέσθω, φησὶν, ἐν ἐκκλησίᾳ γυνὴ, μὴ μόνον περὶ βιωτικῶν, ἀλλὰ μηδὲ περὶ πνευματικῶν. ἃν γὰρ οὕτως ἑαυτὴν περιστέλλῃ, δυνήσεται καὶ μετὰ πολλῆς τῆς εὐκοσμίας τὰς εὐχὰς ποιεῖσθαι· “ γυναικὶ δὲ διδάσκειν οὐκ ἐπι- “ τρέπω,” μηδὲ διδασκέτωσαν, φησὶν, ἀλλὰ τὴν τῶν μαθητευομένων ἐχέτωσαν δόξαν· οὕτω γὰρ διὰ τῆς γῆς καὶ τὴν ὑποταγὴν δείξουσιν. “ Ἀδὰμ γάρ’ φησὶ, “ πρῶτος ἐπλάσθη, εἶτα Εὖα, καὶ “ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα, ἐν παραβάσει γέ- “ γονε.” τί οὖν ταύτας πρὸς τὰς νῦν ; ναὶ, φησὶ, πρῶτον ἐχέτω ἀπὸ τῆς πλάσεως τὴν τιμὴν ὁ ἀνήρ· δεύτερον δὲ καὶ ἀπὸ τῶν ἤδη γενομένων, ἐδίδαξε γάρ ποτε ἡ γυνὴ τὸν ἄνδρα, καὶ πάντα κατέστρεψε, καὶ τῇ παρακοῇ ὑπεύθυνον κατέστησε· διὰ τοῦτο αὐτὴν ὑπέταξεν ὁ Θεὸς τότε τῷ ἀνδρὶ, ἐπειδὴ τότε τῇ ὁμοτιμίᾳ κακῶς ἐχρήσατο, εἰπὼν, “ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου·” πρὸ δὲ τούτου οὐκ εἴρητο τοῦτο· πῶς δὲ Ἀδὰμ οὐκ ἠπατήθη; οὐκοῦν οὐ παρήκουσεν, εἴ γε μὴ ἠπατήθη, καὶ ἡ μὲν γυνὴ, φησὶν, “ ὁ ὄφις ἠπάτησέ με.” ὁ δὲ Ἀδὰμ, οὐ λέγει ἡ γυνὴ ἠπάτησέ με, ἀλλ’ ὅτι “ αὐτὴ ἔδωκέ μοι καὶ ἔφαγον ” οὐκ ἔστι δὲ ἴσον παρὰ τῆς συγγενοῦς καὶ ὁμοφύλου δέξασθαι τὴν ἀπάτην, καὶ παρὰ θηρίου τοῦ δούλου τοῦ ὑποτεταγμένου. πρὸς οὖν τὴν σύγκρισιν τῆς γυναικὸς φησὶν αὐτὸν μὴ ἠπατῆσθαι. πάλιν δὲ οὐ περὶ τοῦ Ἀδὰμ εἴρηται, ὅτι εἶδε τὸ ξύλον, ὅτι καλὸν εἰς βρῶσιν, ἀλλὰ περὶ τῆς γυναικὸς, ὅτι ἔφαγε καὶ ἔδωκε τῷ ἀνδρὶ αὐτῆς, ὥστε οὕτος οὐκ ἐπιθυμίᾳ ἐνδοὺς παρέβη· “ ἡ δὲ γυνὴ ἀπατηθεῖσα, ἐν παραβάσει γέγονεν.” ἐνταῦθα λοιπὸν περὶ τῆς φύσεως διαλέγεται· οὐ γὰρ εἶπεν, ἡ δὲ Εὖα ἀπατηθεῖσα, ἀλλ’ “ ἡ γυνὴ, ὅπερ ἐστιν ὄνομα τοῦ κοινοῦ γένους· καὶ ὥσπερ περὶ τοῦ Ἀδὰμ. φησὶν, “ ἐν ὁμοιώματι τῆς παρα- “ βάσεως Ἀδὰμ,” οὕτω καὶ ἐνταῦθα, τουτέστι, τὸ γυναικεῖον γένος παρέβη, οὐ τὸ ἀνθρώπινον.
- 5.4
(Θεόδωροσ.) Ἄλλος δέ εἰς τὸ, “ γυναικὶ δὲ διδάσκειν ἐν “ ἐκκλησίᾳ οὐκ ἐπιτρέπω·” φησὶ, δηλονότι περὶ τῆς ἐν κοινῶ καταστάσεως λέγει, ὡς ἃν οὐ δέον ἐν ἐκκλησίᾳ αὐτὰς διδάσκειν. περὶ γάρ τοι τῆς κατ’ οἶκον ἀναστροφῆς αὐτῶν ταῦτα νομοθετῆσαι οὐκ ἄν ποτε ἠνείχετο Παῦλος· οὐδ’ ἃν ἐκώλυσε γυναῖκας, ἣ ἀσεβοῦντας τοὺς ἄνδρας παιδεύειν τὴν εὐσέβειαν, ἣ μὴ δεόντως πολιτευομένους ἐπὶ τὰ τῆς ἀρετῆς ἔργα προάγειν· καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἐπειδὴ ἐκείνου μὲν τῆς ἀπάτης τὴν αἰτίαν εἶχεν αὕτη, αὐτὴ δὲ ἐπ’ ἐκεῖνον τὴν αἰτίαν στρέφειν οὐκ ἠδύνατο.
- 5.5
Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν τῆ πίστει καὶ τῆ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης.
- 5.6
Ιωάννου Χρυσοστόμου. Ὠς ἂν εἰ ἔλεγε, μὴ κατηφιῆτε αἱ γυναῖκες, ὅτι τὸ γένος ὑμῶν διαβέβληται, ἔδωκεν ὑμῖν ὁ Θεὸς καὶ ἑτέραν ἀφορμὴν σωτηρίας, τὴν παιδοτροφίαν· ὥστε μὴ μόνον δἰ ἑαυτῶν, ἀλλὰ καὶ δι’ ἑτέρων σώζεσθαι. ὅρα πόσα κατὰ ταὐτὸν ζητήματα τίκτεται· “ ἡ δὲ γυνὴ ἀπατηθεῖσα,” φησὶν, “ ἐν παραβάσει γέγονε.” τίς; ἡ Εὖα· αὕτη οὖν σωθήσεται διὰ τῆς τεκνογονίας; οὐ τοῦτο, ἀλλ’ ἡ φύσις, φησὶν, ἢ γυναικεία σωθήσεται. αὕτη ἐν παραβάσει γέγονεν, ἀλλὰ παρέβη μὲν ἡ Εὖα· σωθήσεται δὲ τὸ γυναικεῖον γένος διὰ τῆς τεκνογονίας. διὰ τί γὰρ μὴ καὶ τῆς οἰκείας ἀρετῆς; μὴ γὰρ ἐκείνη ταῖς ἄλλαις ἐξέκλεισε· τί οὖν πρὸς τὰς παρθένους ; τί πρὸς τὰς στείρας; τὶ πρὸς τὰς χήρας τὰς πρὶν ἣ τεκεῖν τοὺς ἄνδρας ἀποβαλούσας; τί ποτε οὖν βούλεται εἰπεῖν; ὥσπερ τὸ πᾶν γένος ὑπέταξεν ἀπὸ τῆς διαπλάσεως, διὰ τῶν εἰς τὴν πρώτην γενομένων γυναῖκα· οὕτως ἄρα ἐπειδὴ καὶ παρέβη καὶ τὸ λοιπὸν γένος ἐν παραβάσει; ἀλλ’ οὐκ ἔχει λόγον· ἐκεῖ μὲν οὖν τῆς τοῦ Θεοῦ δωρεᾶς γέγονε τὸ πᾶν· τοῦτο δὲ τῆς ἁμαρτίας τῆς γυναικός· καὶ μὴν διὰ τοῦτο πάντες ἀπέθανον, φησὶν, ἐπειδὴ ὁ εἷς ἥμαρτε· τουτέστι, μηδὲν ἀλγείτω ἡ γυνή· ἔδωκεν αὐτῇ ὁ Θεὸς παραμυθίαν οὐ μικρὰν τὸ τεκεῖν παῖδας, ἀλλὰ τοῦτο τῆς φύσεως, καὶ ἐκεῖνο τῆς φύσεως· οὐ γὰρ τὸ τῆς φύσεως μόνης, ἀλλὰ καὶ τὸ τῆς παιδοτροφίας κεχάρισται· ἐὰν γὰρ ἐπιμείνωσι, φησι, τῇ πίστει καὶ τῇ ἀγάπῃ καί τῷ ἁγιασμῷ μετὰ σωφροσύνης, τουτέστιν, ἐὰν αὐτοὺς ἐναγάγῃ μετὰ τὸ τεκεῖν ἐν τούτοις, οὐ μικρὸν ἔχει τοῦτον μισθὸν, ὅτι ἀθλητὰς ἔθρεψε τῷ Χριστῷ.
- 5.7
ΆΛΛΟΣ φησί· σώζεται τὸ γυναικεῖον γένος, καὶ πᾶσα δὲ ἡ τῶν ἀνθρώπων φύσις, διὰ τοῦ ἐξ αὐτῆς κατὰ σάρκα τικτομένου Χριστοῦ, “ ἐὰν ἐπιμείνωσι,” δηλονότι τῇ πίστει καὶ τῇ ἀγάπῃ, καὶ “ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης·” πιστεύσασαι γὰρ εἰς τὸν Χριστὸν καὶ ἔργων προνοησάμεναι ἀγαθῶν, σωθήσονται,
- 5.8
Πιστὸς ὁ λόγος.
- 5.9
Ἰωάννου Χρυσοστόμου. Πρὸς τοῦτο εἴρηται· οὐ πρὸς τὸ “ εἴ τις ἐπισκοπῆς ὀρέγεται” ἐπειδὴ γὰρ τοῦτο ἀμφιβαλλόμενον ἦν, καὶ διὰ τοῦτο λέγει “ πιστὸς ὁ λόγος,” ὅτι δυνήσονται πατέρες ἀπολαύειν τῆς τῶν παίδων ἀρετῆς καὶ μητέρες ὅταν αὐτοὺς ἐκθρέψωσι, καλῶς.
- 5.10
(Σευηριανόσ.) Ἄλλος δέ φησιν· ἀπὸ τοῦ ὀνείδους τῆς βάσεως, “ σωθήσεται διὰ τῆς τεκνογονίας·” τοῦτο γάρ φησιν ὁ Ἀπόστολος, οὐχ ἵνα ὀνειδίσῃ ἀλλ’ ἵνα προτρέψῃ εἰς εὐσέβειαν, καὶ εἰς τὸ τὰ τέκνα ἀναστρέφειν ἐν πίστει.
- 6.1
Περὶ ἀρετῆς ἐπισκόπων.
Next → — showing 1–100 of 276
First Thousand Years of Greek. CTS URN tlg4102.tlg034.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.