Ancient Texts

← Library

Catena In Epistulam I Ad Thessalonicenses

First Thousand Years of Greek · First Thousand Years of Greek · 146 sections

  1. 6.6

    Εἴπω τι καὶ τρίτον ἕτερον· οἱ φιλοζωοῦντες καὶ σφόδρα τῶν ἐνθάδε ἐφιέμενοι ὑπὸ τῆς ἀθυμίας ἃν καὶ τῆς λύπης διεφθάρησαν. εἰ γάρ τις τῶν νέων ὅτι πρὸ τοῦ γήρως δέξεται τὴν τελευτὴν ἠπίστατο, καθάπερ τὰ νωθρότατα τῶν θηρίων, ἐπειδὰν συλληφθῇ, τοιαῦτα γίνεται προσδοκῶντα τὴν τελευτὴν, οὕτως ἃν διετέθη πρὸς τοῦτο. οὐδὲ αὐτοὶ οἱ γενναῖοι ἄνδρες μισθὸν ἃν ἔσχον. εἰ γὰρ ᾔδεισαν ὅτι πάντως μετὰ τρία ἔτη ἀπελθεῖν δεῖ, καὶ πρὸ ἐκείνων οὐ δυνατὸν, ποῖον ἃν ἔσχον μισθὸν, κατατολμῶντες τῶν δεινῶν· ὁ γὰρ ἐξ ἑκάστου κινδύνου προσδοκῶν τεθνήξεσθαι, καὶ εἰδὼς ὅτι ζήσεται μὲν μὴ παραβολευσάμενος· τεθνήξεται δὲ τοιαῦτα τολ- μῶν, τῆς αὐτοῦ προθυμίας καὶ τοῦ καταφρονεῖν τῆς ἐνθάδε ζωῆς μέγιστον ἐξήνεγκε τεκμήριον.

  2. 6.7

    Ὁρᾶτε πόσα κέρδη ἐστὶ, καὶ πλείονα τούτων ἐκ τοῦ ἀγνοεῖν τὴν τελευτήν; τέως δὲ ταῦτα ἀπόχρη μαθεῖν· διὰ τοῦτο ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται, ἵνα μὴ εἰς κακίαν ἐξάγωμεν ἑαυτοὺς, ἵνα μὴ εἰς ῥᾳθυμίαν, ἵνα μὴ τῶν μισθὸν ὑμῶν ὑποτέμητε· “ γρηγορεῖτε οὖν,’’ ὥς φησιν ὁ Σωτὴρ, “ ὅτι οὐκ οἴδατε “ ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται.’’ διὰ τοῦτο Παῦλος ἔλεγεν,

  3. 6.8

    Ὅταν δὲ λέγωσιν, εἰρήνην καὶ ἀσφάλειαν, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδῖν’ τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.

  4. 6.9

    Ἐνταῦθα τί ᾐνίξατο; ὅπερ καὶ ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ· ἐπειδὴ γὰρ οὗτοι μὲν ἦσαν ἐν θλίψεσι, ἐκεῖνοι δὲ ἐν ἀνέσει οἱ πολεμοῦντες αὐτοὺς καὶ ἐν τρυφῇ, εἰτα τούτῳ παρεμυθεῖτο τὰ παρόντα δεινὰ τῷ τῆς ἀναστάσεως λόγῳ, ἐκεῖνοι ἐπείραζον ἐκ τῶν προγονικῶν ἐνθυμημάτων φθεγγόμενοι, καὶ ἔλεγον· “ οὐαὶ οἱ λέ- “ γοντες τὸ τάχος ἐγγισάτω, ἃ ποιήσει ὁ Θεὸς ἵν ἴδωμεν, “ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰερουσαλὴμ, ἵνα γνῶμεν.’’ καὶ πάλιν· “ οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυπίου,” περὶ ταύτης φησίν· οὐ γὰρ ἁπλῶς ἐπιθυμοῦντας λέγει, ἀλλὰ τοὺς ἐκ τοῦ ἀπιστεῖν ἐπιθυμοῦντας· “ καὶ ἡ ἡμέρα Κθρίου,” φησὶ, “ σκότος καὶ οὐ “ φῶς’’ ὡσανεὶ ἔλεγε, μὴ τὸ ἐν εὐπαθείᾳ εἶναι αὐτοὺς τεκμήριον ποιείσθωσαν τοῦ μὴ παραγίνεσθαι τὸν κριτήν· οὕτω μὲν οὖν καὶ παραγίνεται·

  5. 6.10

    Ἄξιον δὲ ἐκεῖνο ζητῆσαι, εἰ ὁ Ἀνιίχριστος ἔρχεται, καὶ Ἡλίας ἔρχεται, πῶς “ ὅταν λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τότε αὐτοῖς “ αἰφνίδιος ὄλεθρος ἐφίσταται·’’ ταῦτα γὰρ οὐκ ἀφίησιν ἐπελθεῖν τὴν ἡμέραν τεκμήρια ὄντα τῆς παρουσίας αὐτῆς, ἀλλ’ οὐδὲ τοῦτον τὸν καιρὸν βούλεται εἶναι τὸν τοῦ Ἀντιχρίστου καὶ τῆς ἡμέρας, ὅτι ἐκεῖνο σημεῖον ἔσται τῆς παρουσίας τοῦ Χριστοῦ, αὐτὸς δὲ οὐχ ἕξει σημεῖον, ἀλλ’ ἀθρόον καὶ ἀπροσδοκήτως ἥξει· καὶ τοι τῇ κυούσῃ, φησὶν, οὐκ ἐφίσταται ἀδήλως· αἱ μὲν γὰρ ἑπταμηνιαῖα ἔτεκον, αἱ δὲ ἐνναμηνιαῖα· ἄλλως τε καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα ἄδηλος· πρὸς τοῦτο οὖν ταῦτα ὁ Παῦλος, καὶ ἀκριβὴς ἡ εἰκών· οὐ τὸ ἄδηλον δὲ μόνον ἐνταῦθα ᾐνίξατο, ἀλλὰ καὶ τὸ τῆς ὀδύνης πικρόν.

  6. 6.11

    Ὑμεῖς δὲ, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβη.

  7. 6.12

    Ἐνταῦθα τὸν σκοτεινὸν καὶ ἀκάθαρτον βίον φησί· καθάπερ ἐν νυκτὶ πάντα πράττουσιν οἱ μιαροὶ καὶ πονηροὶ τῶν ἀνθρώπων, πάντας λανθάνοντες καὶ ἐν σκότω κατακλείοντες ἑαυτούς. τι οὖν οὐχὶ ὡς κλέπτης αὐτοὺς καταλαμβάνει, οὐχὶ καὶ αὐτοῖς ἀδήλως ἐφίσταται; ἀλλὰ προίσασι· πῶς οὖν λέγει ὅτι οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν; ἐνταῦθα οὐ πρὸς τὸ ἄδηλόν φησιν, ἀλλὰ πρὸς τὴν συμφορὰν, τουτέστιν, οὐκ ἐπὶ κακῷ τῷ αὐτῶν ἥξει· ἀδήλως μὲν γὰρ ἥξει καὶ αὐτοῖς, πλὴν ἀλλ’ οὐδενὶ περιβαλεῖ λυπηρῷ· ἐπὶ γὰρ τῶν ἐγρηγορότων καὶ ἐν φωτὶ ὄντων, κἂν γένηταί τις εἴσοδος λῃστοῦ, οὐδὲν λυμανεῖσθαι δυνήσεται· οὕτως καὶ ἐπὶ τῶν ὀρθῶς ζώντων, ἀλλ’ ἐκείνους τοὺς καθεύδοντας πάντων γυμνώσας ἄπεισι, τοὺς τοῖς ἐνθάδε θαρροῦντας.

  8. 6.13

    Πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας.

  9. 6.14

    Τὶοὶ ὴμέρας,” ὡς υἱοὶ ἀπωλείας, καὶ υἱοὶ γεέννης, καὶ πάλιν ὁ Παῦλος ἔλεγε· “ δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς “ τῆς ἀπειθείας,” τουτέστιν οἱ τὰ τῆς γεέννης πράττοντες, οἱ τὰ τῆς ἀπειθείας· οὕτως καὶ υἱοὶ τοῦ Θεοῦ, οἱ τὰ τῶ Θεῶ δοκοῦντα πράττοντες· καὶ υἱοὶ ἡμέρας καὶ φωτὸς, οἱ τὰ τοῦ φωτὸς πρόττοντες.

  10. 6.15

    Ἄρα οὖν μὴ καθεύδωμεν, ὡς καὶ οἱ λοιποὶ, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.

  11. 6.16

    Δείκνυσιν ἐνταῦθα ὅτι τὸ ἐν ἡμέρᾳ εἶναι ἡμῶν ἐστιν· ἐπὶ μὲν γὰρ τῆς ἡμέρας ταύτης καὶ τῆς νυκτὸς, οὐχ ἡμῶν ἐστι, καὶ μὴ βουλομένων ἡμῶν, ὁ ὕπνος ἐφίπταται· ἐπὶ δὲ τῆς νυκτὸς ἐκείνης καὶ τοῦ ὕπνου οὐκέτι, ἀλλ’ ἔξεστι δία παντὸς ἡμέραν ἄγειν, ἔξεστι διὰ παντὸς ἐγρηγορέναι. τὸν γὰρ ἀπὸ τῆς κακίας ὕπνον ἐπαγαγεῖν οὐκέτι φύσεως, ἀλλὰ προαιρέσεως. “ ἀλλὰ γρηγορῶμεν,’ φησὶ, “ καὶ νήφωμεν·” ἔστι γὰρ ἐγρηγορότα καθεύδειν, μηδὲν πράττοντα ἀγαθόν· διὰ τοῦτο ἐπήγαγε, “ καὶ νήφωμεν.” καὶ γὰρ ἐν ἡμέρᾳ, ἃν γρηγορῇ μέν τις, μὴ νήφῃ δὲ, μυρίοις περιπεσεῖται δεινοῖς, ὥστε ἐγρηγόρσεως ἐπίτασις ἡ νήψις ἐστίν.

  12. 6.17

    Οἱ γὰρ καθεύδοντες, νυκτὸς καθεύδουσι· καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσι.

  13. 6.18

    Μέθην ἐνταῦθα φησὶ τὴν ἀπὸ πάντων τῶν κακῶν· καὶ γὰρ μέθη ψυχῆς πλοῦτος καὶ χρημάτων ἐπιθυμία, καὶ σωμάτων ἔρως, κα πᾶν ὅπερ εἴπῃς μέθη ψυχῆς· διὰ τι δὲ ὕπνον τὴν κακίαν ἐκάλεσεν; ὅτι πρῶτον μὲν ἀνενέργητός ἐστι πρὸς τὴν ἀρετὴν ὁ τοιοῦτος· ἔπειτα πάντα φαντασιοῦται, οὐδὲν ἀληθὲς ὁρᾷ, ἀλλ’ ὀνειράτων ἐστὶ μεστὸς καὶ ἀτόπων πολλάκις πραγμάτων· ἃν δέ τι χρηστὸν ἴδῃ, οὐδὲν ἔχει βέβαιον οὐδὲ πεπηγός· οὐκ ἀρκεῖ δὲ τὸ ἐγρηγορέναι καὶ νήφειν, ἀλλὰ δεῖ καὶ καθοπλίζεσθαι· διό φησιν,

  14. 6.19

    Ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περακεφαλαίαν, ἐλπίδα σωτηρίας.

  15. 6.20

    Πίστεως εἰπὼν καὶ ἀγάπης, βίον καὶ δόγμα ᾐνίξατο, οὐ τὴν τυχοῦσαν δὲ πίστιν, ἀλλ’ ὥσπερ τὸν θώρακα οὐδὲν ἃν διατέμοι ταχέως· οὕτως καὶ σὺ πίστιν καὶ ἀγάπην περιέλασον τῇ ψυχῇ, καὶ οὐδὲν τῶν πεπυρωμένων τοῦ διαβόλου βελῶν ἐμπαγῆναι δυνήσεται· ἔνθα γὰρ ἃν ᾖ προκατειλημμένη τῷ τῆς ἀγάπης ὅπλῳ τῆς ψυχῆς ἡ δύναμις, πάντα εἰκῆ καὶ μάτην κατασκευάζουσιν οἱ ἐπιβουλεύοντες· καθάπερ γὰρ ἡ περικεφαλαία τὸ καίριον σώζει τῶν ἐν ἡμῖν, τὴν κεφαλὴν περιβάλλουσα, οὕτω καὶ ἡ ἐλπὶς τὸν λογισμὸν οὐκ ἀφίησι διαπεσεῖν· τὸν γὰρ τούτοις πεφραγμένον τοῖς ὅπλοις οὐκ ἔνι ποτὲ πεσεῖν. μένει γὰρ πίστις καὶ ἐλπὶς καὶ ἀγάπη.

  16. 6.21

    Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργὴν, ἀλλ’ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν.

  17. 6.22

    Ὥστε οὐ πρὸς τοῦτο ἔκλινεν εἰς τὸ ἀπολέσαι, ἀλλ’ εἰς τὸ σῶσαι· καὶ ὅτι τοῦτο βούλεται, πόθεν δῆλον; τὸν Υἱὸν ἔδωκεν. οὕτως ἡμᾶς ἐπιθυμεῖ σωθῆναι, ὅτι τὸν Υἱὸν αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν, καὶ οὐχ ἁπλῶς, ἀλλ’ εἰς θάνατον.

  18. 6.23

    Ἴνα εἴτε γρηγοροῦμεν, εἴτε καθεύδομεν, ἅμα σὺν αὐτῷ ζήσωμεν. διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.

  19. 6.24

    πάλιν “ εἴτε γρηγορῶμεν, εἴτε καθεύδομεν,’’ ἕτερον ἐκεῖ τὸν ὕπνον φησὶ, καὶ ἕτερον ἐνταῦθα· ἐνταῦθα γὰρ τὸ “ εἴτε καθεύδομεν’’ τὸν θάνατον, φησὶ, τὸν σωματικὸν, τουτέστι τοὺς κινδύνους μὴ δείσητε, κἂν ἀποθάνωμεν, ἄν τε ζῶμεν, μετ’ αὐτοῦ ζησόμεθα.

  20. 6.25

    Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προισταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς, καὶ ἡγεῖσθε αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ, διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν ἑαυτοῖς.

  21. 6.26

    Ἐπειδὴ εἶπεν, “ οἰκοδομεῖτε εἷς τὸν ἕνα,’’ ἵνα μὴ νομίσωσιν ὅτι εἰς τὸ τῶν διδασκάλων ἀξίωμα αὐτοὺς ἀνήγαγεν, ἐπήγαγε· πλὴν ὁρᾶτε ὅτι καὶ ὑμῖν ἐπέτρεψα οἰκοδομεῖν ἀλλήλους· οὐ γὰρ δυνατὸν πάντα τὸν διδάσκαλον εἰπεῖν· “ τοὺς κοπιῶντας,’’ φησὶν, “ ἐν “ ὑμῖν,’’ καὶ προισταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς· καὶ πῶς οὐκ ἄτοπον, φησὶν, ἂν μὲν ἄνθρωπος προστῇ, πρὸς ἄνθρωπον πάντα πράττεις, πᾶσαν ὁμολογεῖς χάριν· οὗτος δὲ πρὸς τὸν Θεὸν προίσταται σου, καὶ οὐχ ὁμολογεῖς χάριν; καὶ πῶς προίσταται, φησίν; ὅτι εὔχεται ὑπὲρ σοῦ, ὅτι τῇ πνευματικῇ δωρεᾷ τῇ τοῦ βαπτίσματος ὑπηρετεῖται, ἐπισκέπτεται, παραινεῖ καὶ νουθετεῖ, πρὸς τοῦτο ἑαυτὸν ἀπησχόλησεν· “ ἡγεῖσθε,’’ φησὶν, “ αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε “ ἐν ἑαυτοῖς·’ μὴ ἁπλῶς φησιν, ἀγαπᾶτε, ἀλλ’ “ ὑπὲρ ἐκπερισ- “ σοῦ,’’ ὡσανεὶ παῖδες πατέρας· διὰ γὰρ αὐτῶν ἐτέχθητε τὴν γέννησιν τὴν αἰώνιον· δι’ αὐτῶν τῆς βασιλείας ἐπετύχετε· δι’ αὐτῶν πύλαι οὐρανοῦ ὑμῖν ἀνοίγονται· μηδεὶς στασιαζέτω, μηδεὶς φιλο- νεικειτω.

  22. 6.27

    Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.

  23. 6.28

    Ἐνταῦθα πρὸς τοὺς ἄρχοντας διαλέγεται· μὴ ἀπ’ ἐξουσίας, φησὶ, μηδὲ αὐθαδείας ἐπιπλήττετε, ἀλλὰ μετὰ νουθεσίας· ὁ γὰρ αὐστηρὸς καὶ ἀπεγνωκὼς ἑαυτὸν, θρασύτερος γίνεται καταφρονῶν καὶ ἐπιπληττόμενος· διὰ τοῦτο τῇ νουθεσίᾳ χρὴ ἡδὺ κατασκευά- ζειν τὸ φάρμακον. τίνες δέ εἰσιν οἱ ἄτακτοι ; πάντες οἱ παρὰ τὸ τῷ Θεῷ δοκοῦν πράττοντες. ἔστι δὲ καὶ ἕτερον εῃος τῶν κακῶν, οὐ τοιοῦτο μὲν, κακία δὲ καὶ αὐτὸ, ἡ μικροψυχία· καὶ γὰρ καὶ αὐτὴ ὁμοίως τῇ ῥᾳθυμίᾳ ἀπόλλυσιν· ὁ μὴ φέρων ὕβριν ἣ πειρασμὸν, ὀλιγόψυχος, οὗτός ἐστιν ὁ ἐπὶ τῆς πέτρας σπαρείς. ἔστι καὶ ἄλλο ει-’δος, τὸ τῆς ἀσθενείας· ἐν ἀσθενείᾳ δὲ γίνεται περὶ πίστιν· ἀλλ’ ὅρα πῶς οὐκ ἀφίησιν ἀύτουν διαπτύσθαι, καὶ ἀλλα- χοῦ δὲ γράφων ἔλεγε, " τοὺς ἀσθενοῦντας τῇ πίστει προσλαμ ** βάνεσθε. " μακροθυμεῖτε,’ φησὶ, " πρὸς πάντας,’’ καὶ πρὸς τοὺς ἀτάκτους, καὶ σφόδρα· οὐδὲν γὰρ τούτου τοῦ φαρμάκου ἴσον, διδασκάλῳ μάλιστα· οὐδὲν οὕτω τοῖς ἀρχομένοις ἐπιτήδειον, πάν- τως ἐντρέψαι δύναται.

  24. 6.29

    Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ.

  25. 6.30

    Εἰ κακὸν ἀντὶ κακοῦ οὐ χρὴ ἀποδιδόναι, πολλῷ μᾶλλον ἀντὶ ἀγαθοῦ.

  26. 6.31

    Πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας.

  27. 6.32

    Αὕτη μείζων φιλοσοφία, μὴ μόνον κακοῖς ἀμύνεσθαι τὰ κακὰ, ἀλλὰ καὶ ἀγαθοῖς· καὶ ἵνα μὴ νομίσῃς, ὅτι περὶ τῶν πιστῶν τοῦτο εἴρηται, διὰ τοῦτο ε7πε, " καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας.’’

  28. 6.33

    Πάντοτε χαίρετε.

  29. 6.34

    τοῦτο περὶ τῶν πειρασμῶν τῶν θλῖψιν ἐμβαλλόντων· ε7τα καὶ τὴν ὁδὸν ἔδειξεν.

  30. 6.35

    Ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε, τοῦτο γὰρ θέλημα Θεοῦ.

  31. 6.36

    To ἀεὶ δηλονότι εὐχαριστεῖν, τοῦτο φιλοσόφου ψυχῆς.

  32. 6.37

    To Πνεῦμα μὴ σβέννυτε· προφητείας μὴ ἐξουθενεῖτε. πάντα δοκιμάζοντες, τὸ καλὸν κατέχετε. ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.

  33. 6.38

    Ἐπεὶ νὺξ ἐστὶν, ὡς εἶπεν, ἀσέληνος ὁ παρὼν βίος, καὶ ἐν ταύτῃ τῇ νυκτὶ βαδίζομεν, ἔδωκεν ἡμῖν λαμπάδα φαιδρὰν ὁ Θεὸς, τοῦ Πνεύματος τοῦ Ἁγίου τὴν χάριν, ἀνάψας ἐν ταῖς ἡμετέραις ψυχαῖς· ἀλλὰ τοῦτο τὸ φῶς οἱ μὲν δεξάμενοι λαμπρότερον εἰργά- σαντο καὶ φαιδρότερον, οἷον, ὡς Πέτρος, ὡς Παῦλος, ὡς οἱ ἅγιοι πάντες· οἱ δὲ καὶ ἔσβεσαν, ὡς αἱ πέντε παρθένοι, ὡς ἐκεῖνοι οἱ περὶ τὴν πίστιν ναυαγήσαντες, ὡς ὁ ἐν Κορίνθῳ πεπορνευκώς. διὰ τοῦτο ὁ Παῦλός φησι, “ τὸ Πνεῦμα μὴ σβέννυτε,’’ τουτέστι, τὸ χάρισμα· σβέννυσι δὲ αὐτὸ βίος ἀκάθαρτος· ἄν τε γὰρ γήινα καὶ τῶν διαρρεόντων πραγμάτων φροντίδας κατασκεδάσῃς, ἔσβεσας τὸ Πνεῦμα· ἄν τε σὺ μὲν μηδὲν ἐργάσῃ τοιοῦτον, ἑτέρωθεν δέ ποθεν πειρασμὸς ἐμπεσὼν προσβάλῃ σφοδρῶς καθάπερ τι πνεῦμα, καὶ μὴ σφοδρὰ δὲ ᾖ φλὸξ καὶ πολὺ τὸ ἔλαιον ἔχουσα, ἣ τὴν ὀπὴν μὴ ἐμφράξῃς, ἣ τὴν θύραν μὴ προσκλείσῃς, πάντα ἀπόλωλεν. τίς δέ ἐστιν ἡ ὀπή; ὥσπερ ἐπὶ τοῦ λύχνου ὀφθαλμὸς καὶ ἀκοή· μὴ ἀφῇς ταύταις προσπίπτειν πνεῦμα σφοδρὸν πονηρίας, ἐπεὶ ἔσ βεσες τὸν λύχνον, ἀλλ’ ἀπόφραξον τῷ φόβω τοῦ Θεοῦ. θύρα τὸ στόμα εστι· πρόσκλεισον, ἴνα καὶ τὸ φῶς παρέχῃ καὶ ἀποκρούηται τὴν ἔξωθεν προσκοπήν· οἷον, ὕβρισέ τις ; ἐλοιδόρησεν ;σὺ κλεῖσον τὸ στόμα· ἃν γὰρ ἀντίπνοια μὴ γένηται, οὐδὲν ἴσχυσεν ὁ ἄνεμος· μὴ τοίνυν αὐτὸ σβέσωμεν. καὶ ὅταν ἐλεημοσύνην μὴ ποιῶμεν, σβέννυται τὸ Πνεῦμα. οὐ γὰρ μένει παρὰ ψυχῇ ἀνελεήμονι τοῦ Πνεύματος ἡ χάρις.

  34. 6.39

    Ἔστι δὲ καὶ ἄλλη ἐξήγησις. πολλοὶ παρ’ αὐτοῖς οἳ μὲν προεφήτευον ἀληθῶς, οἱ δὲ ἐψεύδοντο· τοῦτο καὶ ἐν τῇ πρὸς Κορινθίους φησὶ, διακρίσεις πνευμάτων διὰ τοῦτο δεδωκέναι· μιαρὸς γὰρ ὣν ὁ διάβολος ἠθέλησε διὰ τοῦτο πᾶν ἀνατρέψαι τῆς Ἐκκλησίας. ἐπειδὴ γὰρ ἀμφότεροι περὶ μελλόντων προὔλεγον καὶ ὁ δαίμων καὶ τὸ Πνεῦμα, ἀλλ’ ὁ μὲν ψευδόμενος, τὸ δὲ ἀληθεῦον, καὶ οὐδαμόθεν ἦν ἑκατέρου τεκμήριον λαβεῖν, ἀλλ’ ἀνευθύνως ἑκάτεροι ἔλεγον, ἔδωκε διακρίσεις πνευμάτων. ἐπεὶ οὖν καὶ τότε παρὰ Θεσσαλονικεῦσι πολλοὶ προεφήτευον, οὓς καὶ αἰνίττεται λέγων, μήτε διὰ λόγου μήτε δι’ ἐπιστολῆς, ὡς δι’ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Κυρίου· τοῦτο λέγει ἐνταῦθα· μὴ ἐπειδὴ τινὲς ψευδοπροφῆται παρ’ ὑμῖν εἰσίν· μὴ δι’ ἐκείνους καὶ τούτους κωλύσητε, μὴ ἀποστραφῆτε αὐτοὺς, τοῦτό ἐστι “ προφητείας μὴ “ ἐξονθενῆτε.’’ ὁρᾷς ὅτι τοῦτό ἐστι; “ πάντα δοκιμάζετε,’’ ἐπειδὴ εἰπε “ προφητείας μὴ ἐξουθενῆτε,’’ ἵνα μὴ νομίσωσιν ὅτι πᾶσιν ἀνέῳξε τὸ βῆμα· “ πάντα,’’ φησὶ, “ δοκιμάζετε,’’ τουτέστι, τὰς ὄντως προφητείας· τὸ δὲ “ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους “ πονηροῦ ἀπέχεσθε,’’ καὶ τὰ ψευδῆ καὶ τὰ ἀληθῆ, ἵνα πάντα μετὰ δοκιμασίας διακρίνητε, καὶ ἐκείνων ἀπέχεσθε καὶ τούτων ἔχεσθε· οὕτω γὰρ κἀκείνων σφοδρὸν τὸ μῖσος ἔσται, καὶ τούτων ἡ ἀγάπη γίνεται, ὅταν μὴ ἁπλῶς μηδὲ ἀνεξετάστως ἅπαντα πράτ- τωσιν.

  35. 6.40

    ΚΕΦ. Z.

  36. 6.41

    Εὐχὴ περὶ ἁγιασμοῦ πνεύματος καὶ ψυχῆς καὶ σώματος.

  37. 6.42

    Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῆ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.

  38. 6.43

    Μετὰ τὴν παραίνεσιν, καὶ εὐχὴν ἐπάγει· δεῖ γὰρ καὶ συμβουλῆς καὶ εὐχῆς· τὸ πνεῦμα τί φησιν ἐνταῦθα ; τὸ χάρισμα· ἃν μὲν γὰρ ἔχοντες λαμπρὰς τὰς λαμπάδας ἀπέλθωμεν, εἰσελευσόμεθα εἰς τὸν νυμφῶνα, ἃν δὲ ἐσβεσμένας, οὐκέτι. διὰ τοῦτό φησιν, “ ὁλό- “ κληρον ὑμῶν τὸ πνεῦμα·’’ ἐκείνου γὰρ μένοντος ἀκεραίου, καὶ τοῦτο μενεῖ, καὶ ἡ ψυχὴ, φησὶ, καὶ τὸ σῶμα· οὔτε γὰρ αὐτή τι πονηρὸν δέχεται, οὔτε ἐκεῖνο.

  39. 6.44

    Ἀλλοσ φησὶν, οὐδέποτε ἐπὶ ἀπίστου τὰ τρία τέθεικε, πνεῦμα, ψυχὴν καὶ σῶμα, ἀλλ’ ἐπὶ μόνων τῶν πιστευόντων, ὧν ψυχὴ μὲν καὶ σῶμα τῆς φύσεως, τὸ δὲ πνεῦμα τῆς εὐεργεσίας, τουτέστι τὸ χάρισμα τῶν πιστευόντων. καὶ οὐκ εἶπεν ἄμεμπτα τηρηθείη, ἵνα μὴ νομίσῃς ὅτι καὶ ὑπὲρ τοῦ χαρίσματος εὔχεται, ἀλλ’ “ ἀμέμπτως τηρηθείη,’’ δηλαδὴ ἡμῶν ἀμέμπτως διαγόντων καὶ διατηρούντων, καὶ πνεῦμα καὶ ψυχὴν καὶ σῶμα ἐν τῇ τῆς εὐσεβείας διαγωγῇ.

  40. 6.45

    Ἀδελφοὶ, προσεύχεσθε καὶ περὶ ἡμῶν.

  41. 6.46

    βαβαὶ, πόση ταπεινοφροσύνη;

  42. 6.47

    Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν ἁγίῳ φιλή- ματι.

  43. 6.48

    Ἅγιον λέγει, τὸ μετὰ γνησίας τῆς ἀγάπης γινόμενον· ἐπειδὴ αὐτὸς φιλήματι τούτου ἀσπάσασθαι ἀπὼν οὐκ ἠδύνατο, δι’ ἑτέρων αὐτοὺς ἀσπάζεται, ὡς ὅταν λέγωμεν φίλησον αὐτὸν ἀντ’ ἐμοῦ· οὕτως καὶ αὐτός· κατέχετε τὸ πῦρ τῆς ἀγάπης, οὐδὲ γὰρ ἀνέχεται τῶν διαστημάτων, ἀλλὰ καὶ διὰ μέσων τῶν ὁδῶν ἑαυτὴν ἐκτείνει, καὶ πανταχοῦ πάρεστιν.

  44. 6.49

    Ὁρκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν, πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς.

  45. 6.50

    Καὶ τοῦτο πόθου μάλιστα, οὐ διδασκαλίας τοσοῦτον, ἵνα κἀκείνοις ὦ διαλεγόμενος. ὁρκίζει δὲ ἀπὸ θερμῆς διανοίας, ἵνα κἂν αὐτοῦ καταφρονήσωσι, διὰ τὸν ὁρκισμὸν πράξωσι τὸ ἐπιταχθέν· μέγαν γὰρ εἶχον φόβον τοῦ πράγματος.

  46. 6.51

    Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν. Ἀμήν.

← Previous — showing 101146 of 146

First Thousand Years of Greek. CTS URN tlg4102.tlg023.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.