Catena In Epistulam I Ad Thessalonicenses
- hyp.1
ΤΑΥΤΗΝ ἐπιστέλλει ἀπὸ Ἀθηνῶν, ἑωρακὼς πρότερον αὐτοὺς, καὶ διατρίψας παρ’ αὐτοῖς. ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς αὕτη. ὁ ’ν πολλὰς θλίψεις παθὼν ἐν Βεροίᾳ καὶ ἐν Φιλίπποις τῆς Μακεδονίας, καὶ ἐν Κορίνθῳ, γινώσκων τε ὅσα πέπονθε καὶ ἐν Θεσσαλονίκῃ, φοβούμενος μὴ ἀκούσαντες Θεσσαλονικεῖς ἃ πέπονθεν ἐν ταῖς προειρημέναις πόλεσι, πειρασθῶσιν ὑπὸ τοῦ πειρά- ζοντος καὶ σκανδαλισθῶσι, μαθὼν δὲ ὅτι καὶ ἐπὶ τοῖς ἀποθνήσκουσι κατώδυνοι ἐγίνοντο, ἀποστέλλει Τιμόθεον πρὸς αὐτοὺς μετὰ τῆς Ἐπιστολῆς ταύτης. καὶ πρῶτον μὲν ἐπιστηρίζει αὐτοὺς ἐν τῇ πί- στει, ὥστε μὴ σαλεύεσθαι διὰ τὰς θλίψεις, καὶ μηδὲν ξένον αὐτοὺς πεπονθέναι ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων. Χριστιανῶν γὰρ ἴδιον τὸ θλίβεσθαι ἐν τῷ βίῳ τούτῳ ἔλεγε. πολλὰ δὲ παραινέσας αὐτοῖς, οὕτως ὡς παρέλαβον ἀπ’ αὐτοῦ ἀναστρέφεσθαι, γράφει περὶ τῶν τελευτώντων, παραμυθούμενος αὐτοὺς καὶ διδάσκων μὴ βαρέως φέρειν. οὐ γὰρ εἶναι τὸν θάνατον άπώλειαν, άλλ᾿ ἀλλ’ ὁδὸν ἀναστάσεως. ἔπειτα καὶ περὶ τῶν χρόνων αὐτοὺς διδάσκει, ἵνα ἄδηλον τὴν ἡμέραν γινώσκοντες, ἀεὶ ἕτοιμοι γἰνωνται, τᾶι, καὶ μηδενὶ προσέχωσιν ἐπαγγελλομένῳ περὶ αὐτῆς. ἔσεσθαι γάρ φησι τὴν παρουσίαν οὕτως, ὥστε τοὺς περιλειπομένους καὶ εὑρισκομένους ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μὴ φθάνειν τοὺς ἐκ νεκρῶν ἐγειρομένους. ἅμα γὰρ γίνεσθαι τὴν πάντων ἀλλαγήν. διδάσκει πρὸς τούτοις, προτρέπων αὐτοὺς βελτιοῦσθαι ἐν τοῖς ἤθεσι, καὶ χαίτειν τῇ ἐλπίδι, καὶ προσεύχεσθαι καὶ εὐχαριστεῖν αὐτοὺς ἀεὶ τῷ Κυρίῳ, ἐνορκίζων αὐτοὺς ἀναγνῶναι τὴν Ἐπιστολὴν ταύτην πᾶσι τοῖς ἀδελφοῖς, καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν a.
- toc.1
ά. Ἔπαινος Θεσσαλονικέων ἐπὶ τοῖς ἀξίοις τῶν Ἀπσοτόλων ἀγῶσιν.
- toc.2
β'. Πόθος αὐτῶν καὶ χαρὰ ἁ ἐν αὐτοῖς καὶ μέριμνα, ὅπως τελειωθῶσιν.
- toc.3
γ'. Εὐχὴ πρὸς Θεὸν περὶ ἀφίξεως τῆς αὐτοῦ, καὶ τῆς αὐξήσεως καὶ βεβαιώσεως Θεσσαλονικέων, ἕως τῆς παρουσίας Χριστοῦ.
- toc.4
δ'. Παραίνεσις σωφροσύνης, δικαιοσύνης, ὡς ἐπὶ κρίσει φιλσξελφίας, ἐργασίας ἰδιοπράγμονος.
- toc.5
ε'. Διδασκαλία περὶ τῆς τοῦ θανάτου καταλύσεως ἐπὶ ζώντων καὶ νεκρῶν ἐποφανείᾳ Χριστοῦ.
- toc.6
ς'. Περὶ τοῦ αἰφνιδίως ἥξειν τὸν Χριστὸν, ὥστε δεῖν εὐτρεπίζεσθαι σπουδῇ, πίστει, ἐλπίδι, ἀγάπῃ, τιμῇ, εἰρήνῃ, μακροθυμίᾳ, φιλομαθείᾳ.
- toc.7
ζ'. Εὐχὴ περὶ ἁγιασμοῦ πνεύματος, κα ψυχῆς καὶ σώματος.
- 1.1
Ἔπαινος Θεσσαλονικέων ἐπὶ τοῖς ἀξίοις τῶν Ἀποστόλων ἀγῶσιν.
- 1.2
Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος.
- 1.3
(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννς—τί δήποτε μὲν ἐπιστέλλων, καὶ τὸν Τιμόθεον ἔχων μεθ’ ἑαυτοῦ, οὐχὶ συνέταξεν ἑαυτῷ· καίτοι γνωριζόμενον παρ’ αὐτοῖς καὶ θαυμαζόμενον· “ τὴν γὰρ δοκιμὴν αὐτοῦ γινώσκετε,’’ φησὶ, “ ὅτι ὡς πατρὶ τέκνον “ σὺν ἐμοὶ ἐδούλευσεν,’’ καὶ πάλιν, “ ὅτι οὐδένα ἔχω ἰσόψυχον, “ ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει·’’ ἐνταῦθα δὲ συντάτ- τει αὐτὸν ἑαυτῷ ; ἐμοὶ δοκεῖ, ὅτι τότε μὲν ἔμελλεν αὐτὸν πέμπειν εὐθέως, καὶ περιττὸν ἦν ἐπιστέλλειν τὸν τὰ γράμματα καταλη- ψόμενον· φησὶ γὰρ, “ τοῦτον ἐλπίζω πέμψαι ἐξ αὐτῆς,” ἐνταῦθα δὲ, οὐχ οὕτως, ἀλλ’ ἐπανελθὼν ἦν εὐθέως, ὥστε εἰκότως ἀπέστελλεν· λεν· “ ἄρτι γάρ’ φησὶ, “ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς “ ὑμῶν.’’ διατί δὲ αὐτοῦ προτίθησι τὸν Σιλουανὸν, καίτοι μυρία αὐτῷ μαρτυρῶν ἀγαθὰ, καὶ πάντων αὐτὸν προτιθείς ; ἴσως μὲν ἐκείνου τοῦτο ἀξιοῦντος κατὰ πολλὴν ταπεινοφροσύνην, καὶ παρακαλοῦντος. καλοῦντος. ἐπειδὴ γὰρ τὸν διδάσκαλον ἑώρων οὕτω ταπεινοφρονοῦντα, ὡς τὸν μαθητὴν ἑαυτῷ συντάττειν, πολλῷ μᾶλλον καὶ αὐτὸς ἃν τοῦτο ἐζήτησε καὶ ἐπέδραμεν· οὐδὲν δὲ ἐνταῦθα αὐτὸς περὶ ἑαυτοῦ τίθησιν, οὐχ ὁ Ἀπόστολος, οὐχ ὁ δοῦλος· ἐμοὶ δοκεῖ διὰ τὸ νεοκατηχήτους εἶναι τοὺς ἄνδρας, καὶ μηδέπω αὐτοῦ πεῖραν εἰληφέναι· ἄλλως τε, καὶ ἀρχὴ τοῦ κηρύγματος ἔτι ἦν τοῦ πρὸς αὐτούς· ἀκούσας δὲ ἦν ὁ Ἀπόστολος θλιβομένους τοὺς Θεσσαλονικεῖς, καὶ δειλιάσας μήποτε μετατεθῶσιν ἀπὸ τῆς πίστεως, πέμπει Τιμόθεον πρὸς αὐτοὺς ἀπὸ τῶν Ἀθηνῶν· ἐκείνου δὲ ἐλθόν- τος καἰ ἀπαγγείλαντος ὡς εἰσὶν ἑδραῖοι, χαίρων γράφει πρὸς αὐτούς· ἅμα δὲ ἀκούσας, ὅτι περὶ τὸν βίον ἐλαττώματά τινα εἶχον, καὶ πρὸς ταῦτα γράφει, καὶ αὕτη ἡ ὑπόθεσις· τὸ δὲ προοίμιον προεξηγησάμεθα “ τῇ ἐκκλησίᾳ Θεσσαλονικέων, τῇ ἐν “ Πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ.’’
- 1.4
Ἰωάννου. Εἰκὸς ἦν ὀλίγους εἶναι καὶ οὐδέπω συνεστάναι· διὰ τοῦτο παραμυθεῖται διὰ τοῦ ὀνόματος τῆς ἐκκλησίας· ἔνθα μὲν γὰρ πολὺς παρεληλύθει χρόνος, καὶ τὸ τῆς ἐκκλησίας σύστημα πολὺ ἦν, οὐ τίθησι τοῦτο· ἐπειδὴ δὲ ὄνομα πλήθους ἐστὶν ὡς τὰ πολλὰ τὸ τῆς ἐκκλησίας ὄνομα, καὶ συστήματος ἤδη συγκεκροτημενου, διὰ τοῦτο αὐτὸς οὐτῶ καλεῖ.
- 1.5
Ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ.
- 1.6
Ἴδου πάλιν τὸ “ ἐν” ἐπὶ τοῦ Πατρὸς καὶ ἐπὶ τοῦ γὰρ ἐκκλησίαι καὶ Ἰουδαικαὶ καὶ Ἑλληνικαὶ ἦσαν, ἀλλὰ τῇ “ “ Χάρις ὑμῖν καὶ εἰρήνη. Τὸ χάρις ὑμῖν οὕτω τίθησιν, ὥσπερ ἡμεῖς τὸ χαίρειν ἐν ταῖς ἐπιγραφαῖς τῶν ἐπιστολῶν εἰώθαμεν. τὸ δὲ “ ἐν Θεῷ Πάτρι’ καὶ ἡμεῖς ἐν Κυρίῳ γράφομεν· εἴ τις δὲ ἁμαρτίας εἴη δοῦλος, οὐ δύναται λέγεσθαι ἐν Θεῷ, χάρις ὑμῖν καὶ εἰρήνη. ἴδες εὐθέως ἀπὸ ἐγκωμίων τὸ προοίμιον τῆς ἐπιστολῆς, εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν πρπσευχῶν εὐχῶν ἡμῶν. τὸ γὰρ εὐχαριστεῖν τῷ Θεῷ ὑπὲρ αὐτῶν, μαρτυροῦν. τός ἐστιν αὐτοῖς πολλὴν προκοπὴν, ὅταν μὴ μόνον ἐπαινῶνται αὐτοὶ, ἀλλὰ καὶ Θεὸς εὐχαριστεῖται ὡς αὐτὸς ἐργασάμενος τὸ πᾶν· διδάσκει δὲ αὐτοὺς καὶ μετριάζειν, μονονουχὶ λέγων, ὅτι εἰ καὶ ὑμεῖς ἐργάζεσθε, φησὶν, ἀλλὰ τῆς Θεοῦ δυνάμεως ἐστι τὸ πᾶν· τὸ μὲν οὖν εὐχαριστεῖν, τῶν κατορθωμάτων ἕνεκεν, τὸ δὲ μεμνῆσθαι αὐτῶν ἐπὶ τῶν προσευχῶν, τῆς ἀγάπης τῆς πρὸς αὐτούς. οὐ μόνον δὲ, φησὶν ἐπὶ τῶν προσευχῶν μεμνῆσθαι, ἀλλὰ καὶ “ “ λείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ “ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς, τῆς ἐλπίδος τοῦ Κυρίον “ ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν.’ τί ἐστι τοῦ ἔργου τῆς πίστεως ; ὅτι οὐδὲν ὑμῶν παρέκλινε τοῦ ἔργου πίστεως, εἰ πιστεύεις πάντα πάσχειν· εἰ δὲ μὴ πάσχῃς οὐ πιστεύεις. “ καὶ τοῦ κόπου τῆς ἀγάπης·’’ τὸ φιλεῖν άπλῶς, οὐδὲ κόπος· τὸ δὲ γνησίως φιλεῖν κόπος πολύς· ὅταν γὰρ μυρία κινῆπάντα τῆς ἀγάπης ἡμᾶς ἀφελκύσαι βουλόμενα, ἡμεῖς δὲ πρὸς πάντα ἀντιτείνωμεν, οὐχὶ κόπος πολὺς, εἰπέ μοι ;
- 1.7
Σευγριανοῦ. Καὶ ἡ μὲν πίστις ἐγείρει πρὸς καμάτους, ἡ δὲ ἀγάπη ἐπιμένειν ποιεῖ τοῖς πόνοις. “ ἔμπροσθεν τοῦ Θεοῦ “ Πατρὸς ἡμῶν, ἵνα εἴπῃ ὅτι ἀρέσκοντες τῷ Θεῷ ταῦτα ποιεῖτε, ὥστε φανῆναι Θεοῦ ἀρέσκειαν τὴν ἐπὶ τὸν Χριστὸν πίστιν καὶ τὴν περὶ αὐτὸν διάθεσιν. καὶ τῆς ὑπομονῆς, φησίν. οὐ γὰρ πρὸς ἕνα χρόνον ὁ διωγμὸς ἐκεῖνος, ἀλλὰ διὰ παντός. ταῦτα τοίνυν, φησὶ, πάντα ἀπὸ πίστεως ποιεῖτε καὶ ἐλπίδος. ὥστε οὐ τὴν ἀνδρείαν αὐτῶν μόνον ἐδήλου τὰ γινόμενα, ἀλλ’ ὅτι καὶ μετὰ πληροφορίας ἐπίστευον τοῖς ἀποκειμένοις ἐπάθλοις· διὰ γὰρ τοῦτο συνεχώρει ὁ Θεὸς εὐθέως γίνεσθαι διωγμοὺς, ἵνα μή τις εἴπῃ ὅτι ἁπλῶς καὶ κολακεία τὸ κήρυγμα συνίστατο, καὶ ἵνα τὸ θερμὸν αὐτῶν δειχθῇ, καὶ ὅτι οὐ πεισμονὴ ἀνθρωπίνη, ἀλλὰ Θεοῦ δύναμις ἦν, ἡ τὰς τῶν πιστευόντων ψυχὰς πείθουσα, ὥστε καὶ πρὸς θανάτους μυρίους παρεσκευάσθαι· ὅπερ οὐκ ἃν ἦν, εἰ μὴ εὐθέως κατὰ βάθος τὸ κήρυγμα πεπήγει, καὶ ἕστηκεν ἀκλινές.
- 1.8
Εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Θεοῦ, τὴν ἐκλογὴν ὑμῶν, ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ Πντύματοι Ἁγπῖῳ, Ἁγίῳ, καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι’ ὑμᾶς.
- 1.9
Ἐνταῦθα καὶ τῶν αὐτοῦ κατορθωμάτων ἅπτεται, ἀλλ’ ἐπεσκιθασμένως, βούλεται γὰρ πρότερον τοῖς ἐκείνων ἐγκωμίοις ὑπεξελθεῖν· τοῦτο δὲ λέγει, ᾔδειν μὲν ὅτι μεγάλων ἦτε ἀνδρῶν, ὅτι ἐκλεκτῶν· διὰ τοῦτο καὶ ἡμεῖς πάντα ὑπομένομεν δι’ ὑμᾶς· τὸ γὰρ “ οἷον ἐγενήθημεν ἐν ὑμῖν’’ τοῦτό ἐστι δηλοῦντος, ὅτι πολλῆς προθυμίας ἕτοιμοι τὰς ψυχὰς ἐκδοῦναι δι’ ὑμᾶς· καὶ τούτου δὲ οὐχ ἡμῖν χάρις, ἀλλὰ ὑμῖν, ὅτι ἐκλεκτοὶ ἦτε, ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ, ἀλλὰ καὶ ἐν δυνάμει, φησίν· οὐκ εἴπομεν, φησὶ, μόνον, ἀλλὰ καὶ θαύματα ἐπεδειξάμεθα, οὐδὲ ἐποιήσαμεν μὲν σημεῖα, οὐχ ὑπέστημεν δὲ πειρασμοὺς, ἀλλὰ διὰ πάντων ἤλθομεν, βεβαιοῦντες ὑμᾶς εἰς τὰ αὐτὰ κατορθώματα· " καὶ ὑμεῖς,’’ φησὶ, " μιμηταὶ ἡμῶν ἐγενή- " θῆτε, καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ " μετὰ χαρᾶς Πνεύματος Ἁγίου.’’
- 1.10
ἸΩΆΝΝΩΥ ΧΡΥΣΩΣTόMΩΥ. βαβαὶ, ὅσον τὸ ἐγκώμιον, οἱ μαθη- ταὶ ἐξαίφνης ἐγένοντο διδάσκαλοι· οὐκ ἤκουσαν μόνον τῶν λόγων, καὶ πρὸς αὐτὴν ἔφθασαν τὴν κορυφὴν τῷ Παύλῳ, ἀλλ’ οὐδὲν τοῦτο ἐστιν· ὅρα γὰρ, πῶς αὐτοὺς ἐνάγει λέγων, " καὶ τοῦ Κυρίου " δεξάμενοι τὸν λόγον, ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος " Ἁγίου,’’ καὶ ἔνεστι τοῦτο ἀπὸ τῶν Πραξέων τῶν Ἀποστολικῶν μαθεῖν πῶς ἐπήγειραν διωγμὸν ἐπ’ αὐτοὺς, καὶ πάντας, φησὶ, τοὺς πολιτάρχας ἐτάραξαν, καὶ τὴν πόλιν ἀνεπτέρωσαν κατ’ αὐτῶν. καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι ἐθλίβητε μὲν, καὶ ἐπιστεύσατε, ἀλγοῦντες γοῦντες δὲ, ἀλλὰ καὶ χαίροντες, ὅπερ καὶ οἱ Ἀπόστολοι ἐποίουν· “ χαίροντες ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι.’’ πῶς δὲ τοῦ Κυρίου μιμηταὶ ἐγένοντο ; ὅτι καὶ αὐτὸς πολλὰ παθήματα ὑπέμεινεν, ἀλλ’ ἔχαιρεν· ἑκὼν γὰρ ἐπὶ τοῦτο ἤρχετο, δι’ ἡμᾶς ἑαυτὸν ἐκένωσε· " μετὰ χαρᾶς,’’ φησὶ, " Πνεύματος Ἁγίου·’’ ἡ θλίψις ἐν τοῖς σωματικοῖς, καὶ ἡ χαρὰ ἐν τοῖς πνευματικοῖς· πῶς ; ὅτι τὰ μὲν γενόμενα λυπηρὰ, τὰ δὲ ἐξ αὐτῶν τικτόμενα οὐκέτι· οὐ γὰρ ἀφίησι τὸ νεῦμα· ἔθλιψαν ὑμᾶς, φησὶν, ἐδίωξαν, ἀλλ’ οὐκ ἀφῆκεν ὑμᾶς τὸ Πνεῦμα οὐδὲ ἐν ἐκείνοις. καλῶς δὲ προσέηκε τὸ " Πνεύματος Ἁγίου,’’ οὐ γὰρ ἦν ἑτέρως ἐνταῦθα λυπου- μένους χαίρειν ὑπὲρ τῶν οὐ φαινομένων, εἰ μὴ τὰ ὑπὸ Πνεύματος γενόμενα θαύματα βεβαίαν αὐτοῖς παρεῖχε τῶν μελλόντων τὴν πίστιν. " ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν " τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ·’’ καὶ μὴν ἐν ὑστέρῳ ἦλθεν πρὸς αὐτούς· ἀλλ’ οὕτως ἐλάμψατε, φησὶν, ὡς τῶν προλαβόντων διδάσκαλοι.
- 1.11
Ἀφ’ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου οὐ μόνον ἐν τῆ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαιͅᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν τι. αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.
- 1.12
τῆς πίστεως φησὶ, τοὺς πλησίον πάντας ἐνεπλήσατε· τοῦ δὲ θαύματος τὴν οἰκουμένην· τὸ γὰρ “ ἐν παντὶ τόπῳ’’ τοῦτό ἐστι, καὶ οὐ διεθρύλληται ἡ πίστις ὑμῶν, ἀλλ’ “ ἐξήχηται,’’ ὥσπερ σάλπιγγος λαμπρὸν ἠχούσης, ὁ πλησίον ἅπας πληροῦται τόπος· οὕτω λαμπρὰ τῆς ὑμετέρας ἀνδρείας ἡ φήμη· καὶ πόθεν, φησὶν, ὅτι οὐκ ἦν ὑπερβολῆς τὰ ῥήματα; καὶ γὰρ τὸ ἔθνος τοῦτο τὸ τῶν Μακεδόνων πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας εὔσημον ἦν, καὶ πανταχοῦ ᾔδειτο Ῥωμαίων μᾶλλον· καὶ Ῥωμαῖοι διὰ τοῦτο θαυμαστοὶ, ὅτι τούτους εἷλον, ὥστε εἰκότως καὶ τὰ ἐκεῖ γενόμενα πανταχοῦ ᾄδεσθαι· τῶν γὰρ ἐπισήμων οὐδὲν δύναται λαθεῖν· τοῦτο δὲ καὶ ἀπὸ τῆς σφοδρότητος αὐτῶν γέγονεν· ὥσπερ γὰρ περὶ ἐμψύχου διαλεγόμενος, οὕτως, εἶπεν, “ ἐξελήλυθεν, ὥστε μὴ χρείαν “ ἡμᾶς ἔχειν,’’ φησὶ, “ λαλεῖν τι· αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγ- “ γέλλουσιν, ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς.’’ οὐ περιμένουσιν ἀκοῦσαι παρ’ ἡμῶν, ἀλλὰ τοὺς παρόντας καὶ τεθεαμένους τὰ ἡμέτερα κατορθώματα, οἱ μὴ παρόντες μηδὲ τεθεαμένοι προλαμβάνουσι, καὶ οὐ δεηθησόμεθα τὰ ὑμέτερα διηγούμενοι, εἰς ζῆλον αὐτοὺς ἀγαγεῖν τὸν ἴσον· ἃ γὰρ ἐχρῆν αὐτοὺς παρ’ ἡμῶν ἀκοῦσαι, ταῦτα αὐτοὶ προλαβόντες λέγουσι. καὶ “ ὁποίαν εἴσοδον ἔσχομεν “ πρὸς ὑμᾶς,’’ ὅτι κινδύνων ἔγεμεν, ὅτι θανάτων μυρίων, καὶ ὡς οὐδενὸς γενομένου, οὕτως ἡμῶν εἴχεσθε ὡς οὐδὲν παθόντες κακὸν, ἀλλ’ ὡς μυρίων ἀπολαύσαντες ἀγαθῶν, οὕτως ἡμᾶς ἐδέξασθε μετὰ ταῦτα· δευτέρα γὰρ ἦν εἴσοδος αὕτη· ἀπῆλθον εἰς Βέρροιαν, ἐδιώχθησαν, καὶ μετὰ ταῦτα ἐλθόντας αὐτοὺς οὕτως ἐδέξαντο, ὡς τιμηθέντας παρ’ αὐτῶν, ὥστε καὶ τὴν ψυχὴν αὐτῶν ὑπὲρ αὐτῶν ἔθηκαν εὐκόλως καὶ μετὰ πολλῆς σφοδρότητος ἐπιτρέψαντες “ἀπὸ “τῶν εἰδώλων δουλεύειν Θεῶ ζῶντι καὶ ἀληθινῶ, καὶ ἀναμένειν,’’ φησὶ, “τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν’’ τὸν ἐσταυρωμένον, τὸν ταφέντα, “ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, 1ησοῦν τὸν ῥυόμενον ἡμᾶς,’’ φησὶν, “ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης·’’ τοῦτο καὶ καὶ παράκλησις καὶ προτροπή· εἰ γὰρ ἤγειρεν ἐκ τῶν νεκρῶν, καὶ ἐν οὐρανῷ ἐστι, καὶ ἐκεῖθεν ἔρχεται, καὶ τούτῳ ἐπιστεύσατε· οὐ γὰρ ἃν εἰ μὴ τοῦτο ἐπιστεύσατε, τοσαῦτα ἐπάθετε, ὥστε τὰ μὲν δεινὰ ἐν χερσὶν, τὰ δὲ χρηστὰ ἐν βλέψει, ὅταν ὁ Χριστὸς ἀπὸ τῶν οὐρανῶν ἔλθῃ.
- 1.13
Θεόδωροσ. Ἄλλος φησί· " λόγον Κυρίου,’’ ἐνταῦθα οὐ τὴν πίστιν λέγει· οὐ γὰρ ἡ πίστις ἀπ’ αὐτῶν ἔλαβε τὴν ἀρχὴν, ἀλλ’ ἀντὶ τοῦ πάντες ἔγνωσαν ὅσα ὑπὲρ τῆς πίστεως ἐπάθετε, καὶ πάντες ὑμῶν τὸ βέβαιον θαυμάζουσι τῆς πίστεως, ὥστε καὶ προ- τροπὴν ἑτέροις γενέσθαι τὰ ὑμέτερα· ἐπισημαντέον δὲ, φησὶν, ἐν τῇ τῶν εἰδώλων ἀναχωρήσει τὸν Θεὸν καὶ ζῶντα καὶ ἀληθινὸν προσεῖπεν πρὸς ἀντιδιαστολὴν ἐκείνων, ὥστε ὅπου πότ’ ἃν τὴν φωνὴν εὑρίσκομεν ταύτην, εἰδέναι χρὴ ὅτι μήτε ἐπὶ Πατρὸς εἰς ἀναίρεσιν λέγεται Υἱοῦ, μήτε ἐφ’ Υἱοῦ εἰς ἀναίρεσιν Πατρὸς, ὁμοίως ἀληθινοῦ Πατρὸς καὶ Υἱοῦ παρὰ τοῖς εὐσεβέσιν.
- 1.14
Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμὰς, ὅτι οὐ κενὴ γέγονε.
- 1.15
Tουτέστιν, ὅτι οὐκ ἀνθρωπίνη, οὐδὲ ἡ τυχοῦσα· ἀπὸ γὰρ κιν- δύνων ὄντες μεγάλων καὶ πληγῶν εὐθέως εἰς κινδύνους ἐνεπέσαμεν.
- 1.16
Ἀλλὰ προπαθόντες, καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαρρησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν.
- 1.17
Ὄρα πῶς πάλιν τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ " λαλῆσαι, φησὶ, *’ πρὸς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι.’’ οὐκ ἔστιν ει’πει-ν ὅτι ἐκεῖ μὲν ἐκινδυνεύσαμεν, ἐνταῦθα δὲ οὐ· ἴστε καὶ ὑμεῖς ὅσος ὁ κίνδυνος, μεθ’ ὅσης ἀγωνίας ἐγενόμεθα.
- 1.18
Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, οὐδὲ ἐν δόλῳ· ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτως λαλοῦ- μὲν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.
- 1.19
Ὅπερ ἔφην, ἀπὸ τῆς ἐνστάσεως αὐτῶν ποιεῖ καὶ τεκμήριον θεῖον εἶναι τὸ κήρυγμα· οὐ γὰρ ἃν εἰ μὴ τοῦτο ἦν, εἰ ἀπάτη ἦν, τοσούτους κινδύνους ὑπεμείναμεν ἃν, εἰ μὴ πεπείσμεθα ὅτι ἐλπίς ἐστιν ἀγαθή. ἡ γὰρ παράκλησις ἡμῶν, τουτέστιν ἡ διδαχὴ, οὐκ ἔστι δόλος οὐδὲ ἀπάτη, οὐκ ἔστιν ὑπὲρ μυσαρῶν πραγμάτων, οἷον γοήτων καὶ μάγων καὶ ἀκαθαρσίας, φησὶν, “ ἀλλὰ καθὼς δεδοκι- “ μάσμεθα ἀπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτως λα- “ λοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκι- “ μάζοντι τὰς καρδίας ἡμῶν·’’ οὐδὲν πρὸς ἀρέσκειαν ἀνθρώπων πράττομεν, φησίν· εἰ μὴ γὰρ εἶδεν ἡμᾶς ὁ Θεὸς παντὸς ἀπηλλαγμένους βιωτικοῦ, οὐκ ἂν ἡμᾶς εἵλετο. τὸ ἐδοκίμασεν ἐνταῦθα, οὐχὶ ἐρεύνης ἐστὶν, ἀλλ’ ὅπερ ἡμεῖς ἀπὸ τοῦ δοκιμάσαι πράττομεν, τοῦτο αὐτὸς χωρὶς δοκιμῆς.
- 1.20
Ὠσπερ οὖν ἡμᾶς εὗρεν δοκίμους καὶ ἐπίστευσε, οὕτως λαλοῦμεν, καὶ ἐπειδὴ αὐτοὺς ἐπῄνεσεν, ἵνα μὴ εἰς ὑποψίαν αὐτοὺς ἀγάγῃ, φησὶν,
- 1.21
Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς· οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν οὔτε ἀπ’ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι.
- 1.22
Τουτέστιν, οὐκ ἐκολακεύσαμεν, ὅπερ ἐστὶ τῶν ἀπατώντων, οὔτ’ ὅτι χρημάτων ἕνεκεν ἐπὶ τοῦτο ἥκαμεν, ὅπερ ἦν δῆλον, καὶ τούτου αὐτοὺς καλεῖ μάρτυρας, οὔτε τιμὰς ἐπιζητοῦντες καὶ κομπάζοντες, καὶ δορυφορούμενοι· καίτοι εἰ καὶ τοῦτο εἰργασάμεθα, οὐδὲν ἀλλότριον ἐποιοῦμεν. εἰ γὰρ παρὰ βασιλέων ἀποστελλόμενοί τινές εἰσιν ἐν τιμῇ, πολλῷ μᾶλλον ἡμεῖς, ὡς παρὰ Θεοῦ ἀποσταλέντες· ἀλλ’ ἐκ περιουσίας ἡμεῖς οὐδὲν τούτων πράττομεν, ἵνα τῶν ἐναντίων ἐμφράξωμεν στόματα. “ δυνάμενοι ἐν βάρει εἶναι ὡς Χρι- “ στοῦ ἀπόστολοι. τοῦτο πρὸς τὸ “ οὔτε ἐν προφάσει πλεονε- “ ξίας’’ ἀπέδωκεν, μεῖζον γὰρ ἦν τὸ καὶ ἔχοντας ἐξουσίαν ὡς Ἀποστόλους τὰ πρὸς τὴν χρείαν λαμβάνειν, μηδὲ τοῦτο ἑλέσθαι.
- 1.23
Ἀλλ’ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα. οὕτως ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε.
- 1.24
Ἰωάννου. Οὐδὲν φορτικὸν, οὐδὲν ἐπαχθὲς, οὐδὲν βαρὺ, οὐδὲν κόμπον ἔχον ἐπεδειξάμεθα. καὶ τὸ “ ἐν μέσῳ ὑμῶν,’’ ὡς ἂν εἴποι τις, ὡς εἷς ἐξ ὑμῶν, οὐχὶ τὴν ἄνω λαβόντες τάξιν· “ ὡς ἃν τροφὸς, φησὶ, “ θάλπῃ τὰ ἑαυτῆς τέκνα,’’ οὕτω δεῖ τὸν διδάσκαλον εἶναι, μὴ ἡ τροφὸς κολακεύῃ, ἵνα δόξης τύχη, μὴ χρήματα αἰτεῖ παρὰ τῶν παιδίων τῶν μικρῶν, μὴ βαρεῖα αὐτοῖς ἐστι καὶ φορτική· οὐχὶ μᾶλλον τῶν μητέρων τούτοις εἰσὶ προσηνεῖς; ἐνταῦθα τὴν φιλοστοργίαν δείκνυσιν, “ οὕτω,’’ φησὶν, “ ἱμειρόμενοι ὑμῶν,’’ οὕτως ὑμῖν προσδεδέμεθα, καὶ οὐ μόνον οὐδὲν λαμβάνομεν, ἀλλ’ εἰ δεῖ καὶ τὰς ψυχὰς μεταδοῦναι, οὐκ ἃν παρῃτησάμεθα· τὸ μὲν οὖν Εὐαγγέλιον, ἐπειδὴ ὁ Θεὸς ἐκέλευσεν, καταγγέλλομεν· τοσοῦτον δὲ ὑμᾶς φιλοῦμεν, ὅτι εἰ ἐνῆν, καὶ τὰς ψυχὰς ἃν ἐδώκαμεν.
- 1.25
Μνημονεύετε γὰρ, ἀδελφοὶ, τὸν πόνον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς, καὶ παραμυθούμενοι, καὶ μαρτυρούμενοι, εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ἡμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.
- 1.26
τὸν διδάσκαλον οὐδὲν ἐπαχθὲς χρὴ ποιεῖν τῶν εἰς σωτηρίαν τῶν μαθητῶν συντεινόντων, καὶ τὴν ἐκεῖθεν δόξαν ἐγγινομένην τῷ Θεῷ· τοῦτο καὶ ὁ μακάριος Παῦλος ὁ Ἀπόστολος εἰργάζετο, πρὸς τὸ μὴ ἐπιβαρῆσαι τοὺς μαθητευομένους.
- 1.27
Διὸ καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ’ ἡμῶν τοῦ Θεοῦ, ἐδέξασθε, οὐ λόγον ἀνθρώπων, ἀλλὰ καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.
- 1.28
Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι ἡμεῖς μὲν ἀμέμπτως πάντα πράττομεν, ὑμεῖς δὲ ἀνάξια τῆς ὑμετέρας ἀναστροφῆς ἐποιήσατε παρ’ ὑμῖν. οὐ γὰρ ὡς ἀνθρώπων ἀκούοντες ἡμῶν, ἀλλ’ ὡς αὐτοῦ τοῦ Θεοῦ παραινοῦντος οὕτω προσείχετε· καὶ πόθεν τοῦτο δῆλον ; ὅτι τοσούτους ἐφέρετε κινδύνους· καὶ ὅρα τὸ ἀξίωμα.
- 1.29
Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῆ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν, καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι, ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε· ἔφθασεν δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.
- 1.30
Οὐδὲν, φησὶ, θαυμαστὸν εἰς ὑμᾶς ταῦτα πράττειν αὐτοὺς, ὅπου γε καὶ εἰς τοὺς συμφυλέτας αὐτῶν· τοῦ τὸ κήρυγμα εἰναι ἀληθὲς οὐ μικρὸν τεκμήριον· ὅπου γε καὶ Ἰουδαῖοι πάντα ἠνέσχοντο ὑπομεῖναι, ὅτι καὶ ὑμεῖς, φησὶ, τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων. ἔχει τι πλέον τὸ εἰπεῖν κἀκεῖνοι, οἱ ἐν τῇ Ἰουδαίᾳ, φησίν· καὶ τι θαυμαστὸν πάλιν εἰ καὶ εἰς ὑμᾶς, ὅπου γε καὶ εἰς τὸν δεσπότην τοιαῦτα τολμῶσιν ; ὁρᾷς πῶς αὐτὸ εἰσήγαγε μεγάλην ἔχον παραμυθίαν ; καὶ συνεχῶς τοῦτο στρέφει, καὶ ἐν πάσαις σχεδὸν εὕροι τις ἃν αὐτὸ ταῖς Ἐπιστολαῖς, ἀκριβῶς ἐξετάζων, πῶς ἐν τοῖς πειρασμοῖς ἀεὶ τὸν Χριστὸν παραφέρει διαφόρως. ἀλλ’ ἠγνόησαν ἴσως αὐτόν· μάλιστα μὲν οὖν ᾔδεσαν· τι οὖν; καὶ τοὺς ἰδίους προφήτας ἀπέκτειναν καὶ ἐλιθοβόλησαν, ὧν καὶ τὰ τεύχη περιφέρουσι. “ καὶ πᾶσιν ἀνθρώποις, φησὶν, ἐναντίων πῶς ; εἰ γὰρ τῇ οἰκουμένῃ δεῖ λαλῆσαι, οὗτοι δὴ κωλύουσι· κοινοὶ τῆς οἰκουμένης εἰσὶν ἐχθροί. τὸν Χριστὸν ἐφόνευσαν, τοὺς προφήτας, τὸν Θεὸν ὑβρίζουσιν, ἡμᾶς ἐλαύνουσι, τοὺς ἐπὶ σωτηρίᾳ παραγενομένους. τί θαυμαστὸν, εἰ καὶ εἰς ὑμᾶς τοιαῦτα ἐπεδείξαντο ; " εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε ἔφθασε δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος οὐκέτι, φησὶν, ἔσται τοιαῦτα οἷα τὰ πρότερον, οὐκέτι ἐπάνοδος, οὐκέτι πέρας, ἀλλ’ ἐγγὺς ἐφέστηκεν ἡ ὀργή.
- 2.1
Πόθος αὐτῶν καὶ χαρὰ ἐν αὐτο7ς καὶ μέριμνα, ὅπως τελειωθῶσιν.
- 2.2
Ἡμεῖς δὲ, ἀδελφοὶ, ἀπορφανισθέντες ἀφ’ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπου- δάσαμεν τὸ πρόσωπον ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ.
- 2.3
Ἐπειδὴ ε-ι’πεν ἀνωτέρω, ὁ σωτὴρ τέκνα, ὡς τροφὸς, ἐνταῦθα ἕτερόν φησιν, " ἀπορφανισθέντες,’’ ὅπερ ἐστὶ παίδων πατέρα ζη- τούντων, καὶ μὴν ἐκεῖνο, ἀπορφανίσθησαν, οὔ φησιν, ἀλλ’ " ἡμεῖς.’’ εἰ γάρ τις τὸν πόθον ἐξ,ετάσειεν, καθάπερ παιδία μικρὰ ἀπρο- στάτευτα ἄωρον ὀρφανίαν ὑποστάντα, ἐν πολλῷ πόθῳ τῶν γονέων ἐστὶν, οὐ διὰ τὴν φύσιν μόνον αὐτὴν, ἀλλὰ καὶ διὰ τὴν ἐρημίαν· οὕτω δὲ καὶ ἡμεῖς· καὶ ταῦτα, φησὶν, οὐκ ἔνι εἰπεῖν ὅτι πολὺν χρόνον ἀνεμείναμεν, ἀλλὰ πρὸς καιρὸν, καὶ ταῦτα προσώπῳ, οὐ καρδίᾳ· ἀεὶ γὰρ ὑμᾶς ἔχομεν ἐν τῇ διανοίᾳ· ὁρᾷς ὅση ἀγάπη ; καὶ τοι γε ἔχων αὐτοὺς διὰ παντὸς ἐν καρδίᾳ, καὶ τὴν κατ’ ὄψιν ἐζήτει παρουσίαν.
- 2.4
Διὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος, καὶ ἅπαξ καὶ δὶς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς,
- 2.5
Πειρασμούς τινας ἀπροσδοκήτους φησὶ καὶ ἐφόδους· γενομένης γὰρ αὐτῷ, φησὶν, ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων, κατείχετο ἐν τῇ Ἑλλάδι τρεῖς μῆνας· τὴν οὖν ἀπὸ τῶν πραγμάτων ἐγκοπὴν τοῦ Σατανᾶ ἐκάλεσε τῷ μέλλειν ὠφελεῖσθαι Θεσσαλονικέας ἀπὸ τῆς αὐτοῦ παρουσίας, ὡς ἃν ἀναγκαίως πάντων τῶν βλαβερῶν ἀνατι- θεμένων τῷ Σατανᾷ.
- 2.6
τίς γὰρ ἡμῖν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως ’, lΩΛ́ΝΝοΥ. Οὐ γὰρ ἤρκει τὸ στέφανος ὄνομα δεῖξαι τὴν λαμ- πρότητα, ἀλλὰ καὶ καυχήσεως. πόσης πυρώσεως τοῦτο ; οὐκ ἄν ποτε μήτηρ, οὐδὲ πατὴρ, εἴγε ὁμοῦ συνῆλθον καὶ τῶν ἑαυτῶν ἀνέμιξαν πόθον, ἠδυνήθησαν δεῖξαι ἰσόρροπον ὄντα τῷ Παύλῳ τὸν ἑαυτῶν πόθον· χαρὰ, φησὶ, καὶ στέφανός μου· μᾶλλον ἐφ’ ὑμῖν, φησὶν, ἀγάλλομαι ἣ ἐπὶ στεφάνῳ· ἐννόησον γὰρ, ὅσον ἐστὶν ἐκκλησίαν ὁλόκληρον παρεῖναι φυτευθεῖσαν καὶ ῥιζωθεῖσαν ὑπὸ Παύλου· τίς οὐκ ἃν ἐπὶ τοσαύτῃ πολυπαιδίᾳ καὶ εὐπαιδίᾳ ἀγάλλοιτο; ; ὥστε οὐδὲ τοῦτο κολακείας ἐστίν. οὐ γὰρ εἶπεν ὑμεῖς, ἀλλὰ καὶ ὑμεῖς μετὰ τῶν ἄλλων.
- 2.7
Διὸ μηκέτι στέγοντες, ηὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι.
- 2.8
Ἀντὶ τοῦ εἱλόμεθα, “ καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν “ ἡμῶν καὶ διάκονον τοῦ Θεοῦ καὶ συνεργὸν ἡμῶν ἐν τῷ εὐαγγελίῳ “ τοῦ Χπιστοῦ·” ὡσανεὶ ἔλεγεν, ἀποσπάσαντες ἀπὸ τῶν ἔργων, ἐπέμψαμεν πρὸς ὑμᾶς διάκονον τοῦ Θεοῦ καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ.
- 2.9
Εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν, τῷ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις.
- 2.10
Τί δὴ ἐνταῦθα φησίν ; ἐπειδὴ τῶν διδασκάλων οἱ πειρασμοὶ θορυβοῦσι τοὺς μαθητὰς, τότε δὲ πολλοῖς περιέπεσε πειρασμοῖς. “ εἰς τὸ στηρίξαι ὑμᾶς,” φησιν, οὐχ ὡς ἐλλείποντάς τι τῆς πίστεως, οὐδὲ ὀφείλοντάς τι μαθεῖν, “ καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν·
- 2.11
Σευηριανοῦ. Οὐκ εἶπε τῷ μηδένα ὀκλάζειν, ἵνα μὴ δόξῃ κατηγορεῖν, ἀλλ’ ἔθηκε λέξιν τὴν μὴ δυναμένην ἐλεγκτικὴν εἶναι τῆς ἐνδόσεως, “ σαίνεσθαι“ εἰπὼν τὸ μηδένα ξενίζεσθαι.
- 2.12
Αὐτοὶ γὰρ οἴδατε, ὅτι εἰς τοῦτο κείμεθα· καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν, ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε.
- 2.13
Οὐδὲν ξένον ἣ παρ’ ἐλπίδας συμβαίνει, ὥστε οὐ δεῖ θορυβεῖσθαι· εἰς τοῦτο γὰρ κείμεθα, ὥστε οὐχ ὑπὲρ τῶν παρελθόντων μόνον, ἀλλ’ οὐδὲ ὑπὲρ τῶν μελλόντων ἔτι συμβαίνει τοῦτο, οὐ δεῖ θορυβεῖσθαι.
- 2.14
διὸ κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ᾽ ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς, διὰ τοῦτο παρεκλήθημεν ἀδελφοὶ ἐφ᾽ ὑμῖν, ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν. διὰ τῆς ὑμῶν πίστεως· ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ.
- 2.15
Τί λέγεις; ὁ τοσαῦτα εἰδὼς, ὁ ἀπόρρητα ἀκούσας ῥήματα, ὁ μέχρι τρίτου ἀνελθὼν οὐρανοῦ, οὗτος οὐκ οἶδε, καὶ ἐν Ἀθήναις ὢν, ἀλλ᾽ ἀναγκάζεται πέμψαι Τιμόθεον εἰς τὸ γνῶναι τὴν πίστιν αὐτῶν; τί οὖν ἄν τις εἴποι; ὅτι οὐ πάντα ᾔδεσαν οἱ ἅγιοι, καὶ τοῦτο πολλαχόθεν ἄν τις καταμάθοι, καθάπερ Ἐλισσαῖος περὶ τῆς γυναικὸς ἠγνόησε, καθάπερ Ἠλίας ἔλεγε πρὸς τὸν Θεὸν, "κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου," διὰ τοῦτο ἤκουσε παρὰ τοῦ Θεοῦ ὅτι κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας· ὁ Σαμουὴλ πάλιν, ἡνίκα ἀπεστάλη χρίσαι τὸν Δαυίδ· διὸ ἔλεγεν, "οὐχ ὡς ὄψεται ἄνθρωπος, οὕτως ὄψεται καὶ ὁ Θεός." τοῦτο δὲ γίνεται κατὰ πολλὴν τοῦ Θεοῦ κηδεμονίαν, αὐτῶν τε ἕνεκεν τῶν ἁγίων καὶ τῶν πιστευόντων αὐτοῖς· διὰ τοῦτο καὶ διωγμοὺς συγχωρεῖ γίνεσθαι· καὶ πάλιν, ἵνα μὴ κἀκεῖνοι μεγάλα τινὰ περὶ αὐτῶν φαντάζωνται, καὶ τοῦτο αὐτός φησιν, "ἵνα μή τις εἰς ἐμὲ λογίσῃ τε ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ·" καὶ πάλιν, ἵνα μή τις ἔχῃ λέγειν, ὅτι οὐχὶ ἄνθρωποι ὄντες κατώρθωσαν, καὶ οὕτω πάντες ὕπτιοι γένωνται· διὰ τοῦτο δείκνυσιν αὐτῶν τὴν ἀσθένειαν, διὰ τοῦτο ἀγνοεῖ, διὰ τοῦτο καὶ πολλάκις προθέμενος οὐκ ἔρχεται.
- 2.16
τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν, ἐπὶ πάσῃ τῇ χαρᾷ, ᾗ χαίρομεν δι᾽ ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν; νυκτὸς καὶ ἡμέρας, ὑπὲρ ἐκπερισσοῦ δεόμενοι, εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν.
- 2.17
Οὐχὶ ζωῆς μόνον αἴτιοι ἡμῖν γεγένησθε, ἀλλὰ καὶ εὐφροσύνης πολλῆς, καὶ τοσαύτης ὡς μηδὲ εὐχαριστῆσαι δύνασθαι τῷ Θεῷ κατ’ ἀξίαν. τὸ ὑμῶν κατώρθωμα, δῶρον εἶναι, φησὶ, τοῦ Θεοῦ ἡγούμεθα, τοιαῦτα ἡμᾶς εὐηργετήσατε ὡς Θεοῦ νομίζειν εἶναι, μᾶλλον δὲ καὶ ἔργον Θεοῦ· οὐ γὰρ ἀνθρωπίνης ψυχῆς οὐδὲ σπουδῆς τοσοῦτον φρόνημα· “ νυκτὸς, φησὶ, “ καὶ ἡμέρας ὑπὲρ ἐκπερισσοῦ δεό- “ μενοι.’’ καὶ τοῦτο τῆς χαρᾶς σημεῖον, τὸ ποθεῖν καὶ ὄψει τὴν τοσαύτην ἰδεῖν ἡδονήν. “ καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως “ ὑμῶν·’’ ἐνταῦθα πολὺ τὸ ζήτημα· εἰ γὰρ νῦν ζῇς, ὅτι ἑστήκασι, καὶ Τιμόθεος εὐηγγελίσατο τὴν πίστιν αὐτῶν καὶ τὴν ἀγάπην, καὶ τοσαύτης ἦν χαρᾶς μεστὸς, ὡς μηδὲ δύνασθαι τῷ Θεῷ κατ’ ἀξίαν εὐχαριστῆσαι, πῶς ἐνταῦθα τὰ ὑστερήματα τῆς πίστεως εἶναι φής ; τι οὖν ἐστιν ; οὐ πάσης ἀπέλαυσαν τῆς διδασκαλίας, καὶ τοῦτο δηλοῖ πρὸς τῷ τέλει, ἴσως ἐξηγεῖτο παρ’ αὐτοῖς περὶ τῆς ἀναστάσεως, καὶ πολλοὶ ἦσαν οἱ θορυβοῦντες αὐτοὺς, οὐκέτι πειρασμοῖς οὐδὲ κινδύνοις, ἀλλ’ ὑποκρινόμενοι τοὺς διδασκάλους διὰ τοῦτο εἶπε “ τὰ ὑστερήματα,” καὶ οὐκ εἶπεν εἰς τὸ στηριχθῆναι, ἀλλ’ ἔνθα μὲν περὶ τῆς πίστεως ἐδεδοίκει, “ ἔπεμψα,’’ φησὶ, “ Τιμόθεον εἰς τὸ στηριχθῆναι ὑμᾶς,’’ ἐνταῦθα δὲ τὸ ὑστεροῦν καταρτίσαι, ὃ διδασκαλίας μᾶλλόν ἐστιν ἣ βεβαιώσεως· τὸ γὰρ μὴ κατηρτισμένον ἐστὶν ὃ ὀλίγον τι λείπει, τοῦτο δὲ καταρτιζεται.
- 3.1
Εὐχὴ πρὸς Θεὸν περὶ ἀφίξεως τῆς αὐτοῦ, καὶ τῆς αὐξήσεως καὶ βεβαιώσεως Θεσσαλονικέων ἕως τῆς παρουσίας Χριστοῦ.
- 3.2
Αὐτὸς δὲ Θεὸς καὶ πατὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς· ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ πρὸς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς.
- 3.3
τοῦτο ὑπερβαλλούσης ἀγάπης τὸ μὴ μόνον ἐκεῖ εὔχεσθαι, ἀλλὰ καὶ ἐν τῇ Ἐπιστολῇ τὴν εὐχὴν ἐντιθέναι· τοῦτο οὖν, φησὶν, αὐτὸς ὁ Θεὸς ἐκκόψει τοὺς πειρασμοὺς τοὺς πανταχοῦ περιέλκον- τὰς ἡμᾶς, ὥστε ἐλθεῖν πρὸς ὑμᾶς. “ αὐτὸς δὲ ὁ Κύριος πλεονάσαι “ καὶ περισσεῦσαι,” ἀντὶ τοῦ αὐξῆσαι· τὸ μὲν ἡμέτερον ἤδη ἐστὶ, τὸ δὲ ὑμέτερον ἀξιοῦμεν γενέσθαι.
- 3.4
Εἰς τὸ στηριχθῆναι ὑμῶν τὴν καρδίαν ἀμέμπτως ἐν ἁγιωσύνῃ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων τῶν ἁγίων αὐτοῦ.
- 3.5
βούλομαι, φησὶ, πλεονάσαι τὴν ἀγάπην ταύτην, ἵνα μηδεὶς μῶμος γένηται· οὐκ εἶπεν, ὑμᾶς στηρίξαι, ἀλλὰ “ τὰς καρδίας “ ὑμῶν’’ ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροὶ, ἔνεστι γὰρ μηδὲν πράττοντα πονηρὸν εἶναι, οἷον, βασκανίαν ἔχειν, ἀπιστίαν, δόλον, τὸ χαίρειν ἐπὶ τοῖς κακοῖς, τὸ μὴ εἶναι φιλάνθρωπον, τὸ δόγματα ἔχειν διεστραμμένα· ταῦτα πάντα τῆς καρδίας ἐστὶν, ἁγιωσύνη δὲ, τὸ τούτων καθαρεύειν· κυρίως μὲν γὰρ ἁγιωσύνη λέγεται ἡ σωφροσύνη, ἐπειδὴ καὶ ἀκαθαρσία ἡ πορνεία καὶ ἡ μοιχεία· καθολικῶς δὲ πᾶσα ἁμαρτία ἀκαθαρσία, καὶ ἡ πᾶσα ἀρετὴ καθαρότης· “ μακάριοι γὰρ,” φησὶν, “ οἱ καθαροὶ τῇ “ καρδίᾳ·’’ ὅτι γὰρ πορνεία μολύνει τὴν ψυχὴν, ἄκουε τοῦ προφήτου τοῦ λέγοντος, “ λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε κἀς πονηρίας “ ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν·’’ ὥστε πᾶσα ἁμαρτία μολύνει τὴν ψυχήν· “ ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ “ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων τῶν ἁγίων·’’ κριτὴς ἄρα τότε ἔσται ὁ Χριστὸς, οὐκ ἔμπροσθεν δὲ αὐτοῦ, ἀλλὰ καὶ τοῦ Πατρὸς παρεστήκαμεν κρινόμενοι, ἣ τοῦτο, φησὶν, ἢ ὅτι ἀμέμπτους ἔμπροσθεν τοῦ Θεοῦ γενέσθαι, ὅπερ ἀεὶ, φησὶ τὸ ἐνώπιον τοῦ Θεοῦ· αὕτη γὰρ ἡ ἀρετὴ εἰλικρινής· οὐκ ἐνώπιον ἀνθρώπων ἄρα ἡ ἀγάπη ἀμέμπτους ποιεῖ.
- 4.1
Παραίνεσις σωφροσύνης, δικαιοσύνης, ὡς ἐπὶ κρίσει φιλαδελφίας, ἐργασίας ἰδιοπράγμονος.
- 4.2
Λοιπὸν οὖν, ἀδελφοὶ, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ, καθὼς παρελάβετε παρ’ ἡμῶν, τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον· οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου Ἰησοῦ. τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν.
- 4.3
Ὅταν πρὸς τὰ κατεπείγοντα στῇ, καὶ πρὸς τὰ ἐν χερσὶ, καὶ μέλλῃ εἰς τὰ διηνεκῆ ἐμβαίνειν, λοιπὸν καὶ ἃ συνεχῶς ἀκοῦσαι χρὴ, τοῦτο προστίθησι τὸ ῥῆμα “ τὸ λοιπὸν, τουτέστιν, ἀεὶ καὶ εἰς διηνεκές· “ ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ·” βαβαὶ, οὐδὲ εἰς τὸ παρακαλεῖν ἑαυτὸν ἀξιόπιστον εἶναι, φησὶν, ἀλλὰ τὸν Χριστὸν παραλαμβάνει· διὰ τοῦ Θεοῦ παρακαλοῦμεν ὑμᾶς, φησὶν, ἵνα “ καθὼς παρελάβετε παρ’ ἡμῶν·” τὸ “ παρελάβετε’’ οὐχὶ ῥημάτων ἐστὶ μόνον, ἀλλὰ καὶ πραγμάτων, “ τὸ πῶς δεῖ “ ὑμᾶς περιπατεῖν,” πᾶσαν ἐν τούτῳ τὴν ἀναστροφὴν τοῦ βίου δηλοῖ) “ καὶ ἀρέσκειν τῷ Θεῷ, ἵνα περισσεύητε μᾶλλον,’’ ρουτέστιν ἐκ πλέονος περιουσίας, μὴ μέχρι τῶν ἐντολῶν ἵστασθαι, ἀλλ’ ἵνα καὶ ὑπερβαίνητε. τοῦτο γὰρ προκοπὴ τὸ ὑπερβαίνειν τὰς ἐντολάς· οὐκέτι γὰρ ἀπὸ τῆς διδασκαλικῆς ἀνάγκης, ἀλλ’ ἀπὸ τῆς οἰκείας προαιρέσεως γίνεται τὸ πᾶν· εἰκὸς οὐν αὐτὸν μετὰ πολλοῦ φόβου καὶ τρόμου παρηγγελκέναι αὐτοῖς· καὶ ἀναμιμνήσκει διὰ τῶν γραμμάτων τούτων ἐκείνης αὐτοὺς τῆς εὐλαβείας. “ οἴδατε γάρ’ φησὶ, “ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ “ τοῦ Κυρίου Ἰησοῦ· τοῦτο γὰρ ἐστὶ θέλημα Θεοῦ, ὁ ἁγιασμὸς “ ὑμῶν.’’ καὶ ἀλλαχοῦ γράφων, φησὶν, “ εἰρήνην διώκετε μετὰ “ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. καὶ Τιμοθέῳ δὲ γράφων ἔλεγεν, “ ἑαυτὸν ἁγνὸν τήρει,” καὶ ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ· “ ἐν ὑπομονῇ πολλῇ, ἐν νηστείαις, ἐν “ ἁγνότητι·’’ καὶ πολλαχοῦ ἄν τις εὕροι τοῦτο· ὄντως γὰρ πάντας τοῦτο λυμαίνεται τὸ κακόν· “ τοῦτο γάρ ἐστι,’’ φησὶ, “ θέλημα Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ πάσης πορνείας. πολύτροποι γὰρ καὶ πολυποίκιλαι τῆς ἀσελγείας αἱ ἡδοναί· εἰπὼν δὲ, “ ἀπὸ πάσης πορνείας” καταλιμπάνει τοῖς εἰδόσιν.
- 4.4
Εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν.
- 4.5
Ἄρα μαθήσεως ἐστι τὸ πρᾶγμα, καὶ πολλῆς, ὥστε μὴ ἀσελγαίνειν· ἄρα ἡμεῖς αὐτὸ κτώμεθα, ὅταν ᾖ καθαρὸν, ὅταν δὲ ἀκάθαρτον ᾖ ἁμαρτία· εἰκότως· οὐ γὰρ ἃ βουλόμεθα πράττει, ἀλλὰ ἃ ἐκείνη ἐπιτάττει· “ μὴ ἐν πάθει έπιθυμίασ,“ φησί· ἐνταῦθα δείκνυσι καὶ τὸν τρόπον, καθ’ ὃν δεῖ σωφρονεῖν, ὥστε τὰ πάθη τῆς ἐπιθυμίας ἐκκόπτειν· καὶ γὰρ τρυφὴ καὶ πλοῦτος καὶ ῥᾳθυμία καὶ ἀγρία καὶ σχολὴ, καὶ πάντα ταῦτα εἰς ἐπιθυμίαν ἡμᾶς ἐξάγει τὴν ἄτοπον, “ καθάπερ,” φησὶ, καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα “ τὸν Θεόν.’’ ἐκεῖνοι γὰρ τοιοῦτοί εἰσιν, οἱ μὴ προσδοκῶντες δώσειν δίκην.
- 4.6
(Θεόδωροσ) Ἄλλος φησί· σκεῦος τὴν ἰδίαν ἑκάστου τὴν ὀνομάζει, ἐν ἁγιασμῷ κτᾶσθαι αὐτὸ εἰρηκώς· ὅταν μὴ πρὸς ἑτέραν ῥυπαίνηται· ἐμφατικώτερον δὲ, τὸ “ μὴ ἐν πάθει ἐπι- “ θυμίας,” ὡσὰν τοῦτο ποιοῦντος, οὐκέτι ταύτῃ ὡς γυναικὶ συνόντος, ἀλλὰ διὰ μίξιν μόνην ἁπλῶς· ὅπερ πάθος ἐπιθυμίας ἐκάλεσε.
- 4.7
Τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφόν.
- 4.8
Καλῶς εἶπε, “ τὸ μὴ ὑπερβαίνειν,” ἑκάστῳ ὁ Θεὸς ἀπένειμε γυναῖκα, ὀροὺς ἔθηκε τῇ φύσει, τὴν μίξιν ἐκείνην τὴν πρὸς τὴν μίαν, ὥστε ἡ πρὸς τὴν ἑτέραν παράβασίς ἐστι καὶ πλεονεξία· οὐ γὰρ οὕτως ἀλγοῦμεν τῶν χρημάτων ἡμῖν ἐκφορουμένων, ὡς τοῦ γάμου διορυττομένου· ἀδελφὸν καλεῖς, καὶ πλεονεκτεῖς ; καὶ ἐν οἷς οὐ χρὴ, περὶ μοιχείας φησὶν, ἀνωτέρω δὲ καὶ περὶ πορνείας ἁπάσης.
- 4.9
Διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων.
- 4.10
Παρεκάλεσε πρῶτον, ἐνέτρεψεν εἰπὼν, “ καθάπερ καὶ τὰ ἔθνη.’’ εἶτα ἀπὸ λογισμῶν τὸ ἄτοπον ἔδειξε τὸ πλεονεκτεῖν τὸν ἀδελφόν· ἐπάγει λοιπὸν τὸ κεφάλαιον, “ διότι,’’ φησὶν, “ ἔκδικος ὁ Κύριος “ περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυ- “ ράμεθα·” οὐδὲ γὰρ ἀτιμωρητὶ ταῦτα πράττομεν.
- 4.11
Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ’ ἐν ἁγιασμῷ.
- 4.12
Ἐπειδὴ εἰς αὐτὸν ὕβρισεν, αὐτὸς ἐκάλεσεν.
- 4.13
τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ Ἅγιον εἰς ἡμᾶς.
- 4.14
Οὐ τὰ ἀδικούμενα, φησὶν, ἐκδικεῖ πρόσωπα, ἀλλ’ ἑαυτόν· σὺ γὰρ ὁμοίως ἐμολύνθης, ὁμοίως τὸν Θεὸν ὕβρισας.
- 4.15
Περὶ δὲ τῆς φιλαδελφίας, οὐ χρείαν ἔχετε τοῦ γράφεσθαι ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους· καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλη τῆ Μακεδονίᾳ, καὶ εἰς τοὺς ἄλλους πάντας.]
- 4.16
Σφόδρα ταῦτα ἐντρεπτικὰ πρὸς τὸ ποιεῖν αὐτὸ, καὶ οὐχ ἁπλῶς λέγω ὅτι “ θεοδίδακτοί ἐστε,’’ ἀλλ’ οἶδα ἀφ’ ὧν ποιεῖτε.
- 4.17
Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περισσεύειν μᾶλλον, καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν, καὶ πράττειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν, καθὼς καὶ παρηγγείλαμεν ὑμῖν· ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδαμῶς χρείαν ἔχητε.
- 4.18
Δείκνυσιν ὅσων μὲν ἡ ἀργία κακῶν αἰτία, ὅσων δὲ ἡ ἐργασία καλῶν· καὶ ποιεῖ αὐτὸ σαφὲς ἀπὸ τῶν παρ’ ἡμῖν, ὃ πολλαχοῦ ποιεῖ, καὶ τοῦτο συνετῶς· μᾶλλον γὰρ τούτοις ἐνάγονται οἱ πλείους, ἣ τοῖς πνευματικοῖς· ἀγάπης γάρ ἐστι τῆς εἰς τοὺς πλησίον, οὐχὶ παρ’ ἐκείνων λαμβάνειν, ἀλλ’ ἐκείνοις παρέχειν. καὶ θέα· μέλλων παρακαλεῖν καὶ παραινεῖν, μέσον τὸ κατόρθωμα τίθησιν, ἵνα καὶ ἀπὸ τῆς προτέρας προαινέσεως ἀναπνεύσωσι, καὶ τῆς ἀπειλῆς, ἡνίκα ἔλεγε “ τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον “ ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν,’’ καὶ πρὸς ταύτην μὴ ἀποσκιρτήσωσι· τοῦτο δὲ ἀπὸ τοῦ ἐργάζεσθαι γίνεται, ὥστε μὴ λαμβάνειν μηδὲ ἀργεῖν, ἀλλ’ ἐργαζόμενον ἑτέροις παρέχειν· “ μακάριον γάρ ἐστι,’’ φησὶ, “ διδόναι μᾶλλον ἣ λαμβάνειν·” “ καὶ ἐργάζεσθαι,” φησὶ, “ ταῖς χερσὶν ὑμῶν· ποῦ εἰσιν οἱ τὸ ἔργον ζητοῦντες τὸ πνευματικόν ; ὁρᾷς πῶς αὐτοῖς πᾶσαν πρόφασιν ἀνεῖλεν, εἰπὼν “ ταῖς “ χερσὶν ὑμῶν ;” ἆρα νηστείαν τις ἐργάζεται ταῖς χερσίν ; παννυχίδας ; ἀλλὰ χαμευνίας ; οὐδεὶς τοῦτο ἂν εἴποι, ἀλλὰ περὶ ἔργου, φησὶ, Κυρίου· πνευματικὸν γὰρ ὄντως ἐστὶ τὸ ἐργαζόμενον ἑτέροις παρέχειν· “ ἵνα περιπατῆτε, φησὶν, εὐσχημόνως.” οὐκ εἶπεν, ἵνα μὴ ἀσχημονῆτε ἐπαιτοῦντες, ἀλλὰ τὸ αὐτὸ μὲν ῇνίξατο· πραότερον δὲ αὐτὸ τίθησιν ὥστε καὶ πλῆξαι καὶ μὴ σφόδρα τοῦτο ποιῆσαι. εἰ γὰρ οἱ παρ’ ἡμῖν σκανδαλίζονται τούτοις, πολλῷ μᾶλλον οἱ ἔξωθεν μυρίας εὑρίσκοντες κατηγορίας καὶ λαβὰς, ὅταν ἄνθρωπον ὑγιαίνοντα καὶ ἑαυτῷ ἀρκέσαι δυνάμενον ὁρῶσιν ἐπαιτοῦντα καὶ ἑτέρων δεόμενον· διὸ καὶ χριστεμπόρους καλοῦσιν ἡμᾶς, “ διὰ τοῦτο, τὸ ὄνομα,’’ φησὶ, “ βλασφημεῖται τοῦ Θεοῦ,’’ ἀλλ’ οὐδὲν τούτων ἔθηκεν, ἀλλ’ ὃ μάλιστα αὐτῶν καθάψασθαι ἴσχυσε, τὸ τῆς ἀσχημοσύνης.
- 5.1
Διδασκαλία περὶ τῆς τοῦ θανάτου καταλύσεως ἐπὶ ζώντων καὶ νεκρών ἐπιφανείᾳ Χριστοῦ.
- 5.2
Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.
- 5.3
Ἐνταῦθα τὸν περὶ ἀναστάσεως λόγον κινεῖ, καὶ ἕτερόν τι αἰνιττόμενος μυστήριον· ποῖον δὴ τοῦτο ; “ ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περι- “ λειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς “ κοιμηθέντας.” ἱκανὸς μὲν καὶ ὁ τῆς ἀναστάσεως λόγος παραμυθήσασθαι τὸν ἐν ὀδύνη· ἱκανὸν δὲ τὸ νῦν λεγόμενον μάλιστα ἀξιόπιστον ποιοῦν τὴν ἀνάστασιν· ὅρα δὲ πῶς καὶ ἐνταῦθα ἡμέρως· οὐκ εἶπεν οὕτως ἀνόητοί ἐστε, καθάπερ πρὸς Κορινθίους “ ἄφρονες, ὅτι “ εἰδότες ἀνάστασιν ὡς μὴ πιστεύοντες, οὕτω λυπεῖσθε,” ἀλλὰ σφόδρα ἡμέρως τὴν ἄλλην αὐτῶν ἀρχὴν αἰδούμενος· καὶ οὐκ εἰπε περὶ τῶν ἀποθανόντων, ἀλλὰ τῶν κεκοιμημένων, εὐθέως ἀπὸ προοιμίων τὴν παράκλησιν καταβαλλόμενος· “ ἵνα μὴ λυπῆσθε,” φησὶν, “ ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα·’’ ἄρα τὸ κατακόπτεσθαι καὶ θρηνεῖν ἀφορήτως τῶν οὐκ ἐχόντων ἐστὶν ἐλπίδα, μηδὲ προσδοκώντων ἀνάστασιν· ὑμεῖς δὲ, φησὶ, προσδοκῶντες ἀνάστασιν τί δή ποτε θρηνεῖτε; οἱ γὰρ περὶ τῶν χρόνων καὶ τῶν καιρῶν ζητοῦντες δηλονότι ᾔδεσαν· εἰ γὰρ πιστεύομεν, φησὶν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. ποῦ εἰσιν οἱ τὴν σάρκα ἀθετοῦντες ; εἰ γὰρ μὴ ἀνέλαβε σάρκα, οὐδὲ ἀπέθανεν, οὐδὲ ἀνέστη· πῶς οὖν ἡμᾶς ἀπὸ τούτων προτρέπει εἰς πίστιν ; ἄρα οὐ λῆρος μᾶλλον ἢν κατ’ αὐτοὺς καὶ ἀπατεών ; εἰ γὰρ τὸ ἀποθανεῖν ἁμαρτίας ἐστὶν, ὁ δὲ Χριστὸς οὐχ ἥμαρτε, πῶς ἡμᾶς προτρέπεται ; ὥστε πάντα ταῦτα ἕωλα αὐτοῖς· “ πρωτότοκος,” φησὶν, “ ἐκ τῶν ωεκρῶν,” ἀπαρχὴ,οὐκοῦν καὶ λοιποὺς εἶναι δεῖ; καὶ ὅρα πῶς οὐδὲν ἐνταῦθα ἀπὸ λογισμῶν τίθησιν, ἐπειδὴ προσηνεῖς ἦσαν. Κορινθίοις μὲν γὰρ γράφων πολλὰ καὶ ἀπὸ λογισμῶν ἐκίνησε, καὶ τότε τοῦτο ἐπήγαγε· “ ἄφρων “ σὺ, ὃ σπείρεις οὐ ζωογονεῖται·” κυριώτερον γὰρ τοῦτο· ἀλλ’ ὅταν τῷ πιστῷ διαλέγηται, πρὸς δὲ τὸν ἔξω, ποίαν ἃν ἰσχὺν ἔχοι τοῦτο ; “ οὕτω,” φησὶν, “ ὁ Θεὸς καὶ τοὺς κοιμηθέντας ἄξει σὺν αὐτῷ·’’ πάλιν “ κοιμηθέντας,” οὐδαμοῦ τοὺς ἀποθανόντας· ἀλλ’ ἐπὶ μὲν τοῦ Χριστοῦ τὸ ἀπέθανεν ἔθηκεν, ἐπειδὴ καὶ τὸ τῆς ἀναστάσεως ἕπετο, ἐνταῦθα δὲ “ τοὺς κοιμηθέντας·” πῶς διὰ τοῦ Χριστοῦ ; ἢ διὰ Ἰησοῦ κοιμηθέντας, ἣ διὰ τοῦ Ἰησοῦ ἄξει τοὺς μὲν κοιμηθέντας διὰ τοῦ Ἰησοῦ, τουτέστιν, τοὺς πιστούς· ἐνταῦθα οἱ αἱρετικοί φασιν, ὅτι τοὺς βαπτισθέντας· τὸ γὰρ οὕτως ποῦ ἵπταται ; ὁ γὰρ Ἰησοῦς οὐκ ἐκοιμήθη διὰ τοῦ βαπτίσματος· τίνος ἕνεκεν, φησὶ, “ τοὺς κοι- “ μηθέντας;” ὥστε οὐ περὶ καθολικῆς, ἀλλὰ περὶ μερικῆς ἀναστάσεως σεως διαλέγεται· τοὺς γὰρ κοιμηθέντας διὰ τοῦ Ἰησοῦ, φησὶ, καὶ πολλαχοῦ οὕτως λέγει· προσεκτέον δὲ, ὅτι ἐπὶ μὲν τοῦ Ἰησοῦ τὸ ἀπέθανεν εἶπεν, ἐπὶ δὲ τῶν λοιπῶν τοὺς κοιμηθέντας· ὡς ἐκεῖ μὲν θανάτου ὄντος διὰ τὸ μηδέπω λελύσθαι· ἐνταῦθα δὲ κοιμήσεως διὰ τὸ ἤδη λελύσθαι· “ τοῦτο γὰρ ὑμῖν,” φησὶ, “ λέγομεν ἐν “ λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν πα- “ ρουσίαω τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας,” περὶ τῶν πιστῶν λέγων· καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ, ἔπειτα οὐ περὶ ἀναστάσεως αὐτῷ λόγος μόνον ἦν, ἀλλὰ καὶ περὶ ἀναστάσεως ἐν δόξῃ. ἀναστάσεως μὲν οὖν πάντες ἀπολαύσονται, φησίν· ἐν δόξῃ δὲ οὐ πάντες ἔσονται, ἀλλ’ οἱ ἐν Χριστῷ. ἐπεὶ οὖν παραμυθήσασθαι βούλεται αὐτοὺς, οὐ τούτῳ μόνον παραμυθεῖται, ἀλλὰ καὶ τῇ τιμῇ τῇ πολλῇ καὶ τῷ τάχει, ἐπεὶ ἐκεῖνο ᾔδεσαν· διὰ τοῦτο γὰρ καὶ προιὼν φησί· “ καὶ πάντοτε σὺν Κυρίῳ ἐσόμεθα·” πῶς δὲ οἱ πιστοὶ διὰ τοῦ Ἰησοῦ κοιμῶνται ; τουτέστιν, Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς· τὸ δὲ “ ἄξει σὺν αὐτῷ’’ δείκνυσι πολλαχόθεν ἀγομένους.
- 5.4
τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου.
- 5.5
τοῦτο ξένον ἔμελλε λέγειν· διὰ τοῦτο καὶ τὸ ἀξιόπιστον τίθησιν· ἀπὸ τοῦ λόγου τοῦ Θεοῦ, φησὶ, τουτέστιν, οὐκ ἀφ’ ἑαυτῶν, ἀλλὰ παρὰ τοῦ Χριστοῦ μαθόντες λέγομεν, ἀντὶ τοῦ κατὰ ἀποκάλυψιν· οὐ γὰρ ἦν περὶ μελλόντων πιστεύεσθαι λέγοντα, μὴ ἐκεῖθεν μαθόντα.
- 5.6
Ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας.
- 5.7
Ὅπερ καὶ ἐν τῆ πρὸς Κορινθίους φησὶν, “ ὅτι ἐν ἀτόμῳ, ἐν “ ῥιπῇ ὀφθαλμοῦ,’’ ἐνταῦθα καὶ τὸ ἀξιόπιστον τῇ ἀναστάσει καὶ τῷ τρόπῳ παρέστησεν· ἐπειδὴ γὰρ δοκεῖ τὸ πρᾶγμα δύσκολον εἶναι, ὥσπερ ἐστὶ, φησὶν, εὔκολον τοὺς ζῶντας ἀρθῆναι, οὕτω καὶ τοὺς ἀπελθόντας· τὸ δὲ “ ἡμεῖς” οὐ περὶ ἑαυτοῦ φησιν· οὐ γὰρ ἔμελλε μέχρι τῆς ἀναστάσεως μένειν, ἀλλὰ τοὺς πιστοὺς λέγει· διὰ τοῦτο προσέθηκεν “ οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ “ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας·” ὡσανεὶ ἔλεγε, μὴ νομίσῃς ἐργωδίαν εἶναι, Θεός ἐστιν ὁ ποιῶν, οἱ ζῶντες τότε, τοὺς διαλυθέντας, τοὺς σαπέντας, τοὺς μυρία ἔτη ἔχοντας, οὐ μὴ προλάβωσιν, ἀλλ’ ὥσπερ εὔκολον ἐκείνους τοὺς ἀπηρτισμένους ἀγαγεῖν, οὕτω καὶ τοὺς διαλελυμένους. ἀλλ’ εἰσί τινες οἳ διαπιστοῦσι τῷ πράγματι, ἐπειδὴ τὸν Θεὸν οὐκ ἴσασι· τί γὰρ, εἰπέ μοι, εὐκολώτερον, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν, ἣ διαλυθέντα ἀναστῆσαι πάλιν ; ἆρα ἀγνοοῦσιν ὅτι πᾶσα ζωὴ ἀπὸ φθορᾶς γίνεται ; πάντα φυτὰ, πάντα σπέρματα· καὶ ὅτι ἡ συκῆ ἡ τοιαύτη καὶ τηλικαύτη ἀπὸ τῆς κέγχρου γίνεται ἐκείνης τῆς καταβληθείσης καὶ αὐτῆς διαφθαρείσης πρῶτον; κἂν μὴ σαπῇ καὶ διαλυθῇ οὐδὲν τούτων ἔσται τῶν ἐν αὐτῇ· εἰπέ μοι, πόθεν τοῦτο γίνεται ; ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων φυτῶν. τί δὲ, εἰπέ μοι· οὐχὶ ὕδωρ ἐστὶν ἓν τὸ ἄνωθεν καταφερόμενον ; πόθεν εἰς τοσαῦτα μεταβάλλεται ; τοῦτο γὰρ τῆς ἀναστάσεως θαυμασιώτερον· πῶς μίαν ἔχον ποιότητα καὶ μίαν φύσιν εἰς τοσαῦτα τρέπεται ; ἐπὶ δὲ του αὐτοῦ εἶπε μοι, ἐγγύτερον γάρ· τοῦτο τὸ σπέρμα τὸ καταβαλλόμενον, πῶς εἰς ἕκαστον τῶν ἐν ἡμῖν μορίων τρέπεται τε καὶ μεταβάλλεται ; πῶς εἰς ὀφθαλμούς ; πῶς εἰς ὦτα ; πῶς εἰς χεῖρας ; πῶς εἰς τοσαῦτα ῥυθμίζεται καὶ διαπλάττεται ; ἆρα οὐ πολλῷ σοι δοκεῖ τούτων εἶναι τοῦτο ἀπορώτερον ; οὔχι καθ’ εκαστην ἡμέραν ὁρᾷς ἀνάστασιν καὶ θάνατον ἐν ταῖς ἡλικίαις γινομένην; ποῦ ἡ νεότης ἀπῆλθεν; πόθεν τὸ γῆρας ἦλθεν ; πῶς ὁ γεγηρακὼς ἑαυτὸν μὲν νέον ποιῆσαι οὐ δύναται, ἕτερον δὲ παιδίον τίκτει νεώτατον, καὶ ὃς αὐτῷ οὐ δύναται παρασχεῖν, ἑτέρῳ παρέχει ; ὅταν οὖν ὁ Θεὸς δημιουργῇ, πάντα ὑποχωρείτω.
- 5.8
Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ.
- 5.9
Ιωάννου. “ τότε γὰρ,” φησὶν, “ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευ- “ θἠσονται·” τί δήποτε ἐν σάλπιγγι ; καὶ γὰρ καὶ ἐν τῷ Σιναίῳ ὄρει τοῦτο ὁρῶμεν, καὶ Ἀγγέλους καλεῖ· τι δαὶ βούλεται ἡ φωνὴ τοῦ Ἀρχαγγέλου ; καθάπερ ἐπὶ τῶν παρθένων ἔλεγεν, ἐγείρεσθε, ἦλθεν ὁ νυμφίος· ἤ τοι τοῦτο φησὶν, ἢ καθάπερ ἐπὶ βασιλέως, οὕτω καὶ τότε ἔσται, Ἀγγέλων πρὸς τὴν ἀνάστασιν ὑπηρετουμένων· λέγει γὰρ, ἀναστῶσιν οἱ νεκροὶ, καὶ γίνεται τὸ ἔργον, οὐ τῶν Ἀγγέλων πρὸς τοῦτο ἰσχυόντων, ἀλλὰ τοῦ ῥήματος αὐτοῦ. τοῦτο καὶ ἀλλαχοῦ λέγει ὁ Χριστὸς, “ ἀποστελεῖ τοὺς Ἀγγέλους αὐτοῦ “ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς “ αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρων οὐρανῶν, ἕως ἄκρων “ αὐτῶν.’’ τὸν οὖν Ἀρχάγγελον οἶμαι, τὸν ἐφεστῶτα εἶναι τοῖς ἀπεσταλμένοις βοῶντα τοῦτο· ὅτι ἑτοίμους ποιεῖτε πάντας, πάρεστι γὰρ ὁ κριτής. τί ἐστιν “ ἐν τῇ ἐσχάτῃ σάλπιγγι ;" δείκνυδιν ἐνταῦθα πολλὰς τὰς σάλπιγγας γενομένας, καὶ πρὸς τῇ ἐσχάτῃ καταβαίνοντα τὸν κριτήν.
- 5.10
Ἄλλοσ φησί· σάλπιγγι παρεικάζειν εἴωθεν ἡ γραφὴ τοὺς τὸ τοῦ Χριστοῦ κηρύττοντας θέσπισμα· καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς τῶν προφητῶν τοῖς Ἰουδαίων δήμοις, “ καθέστακα ἐφ’ ὑμᾶς “σκοπούς· ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος, καὶ ε7παν, ἀκου- “ σόμεθα·’’ σάλπιγξ ἦν Μωυσῆς καὶ πάντες οἱ προφῆται καὶ Ἀπόστολοι, καὶ οἱ τῆς ἐκκλησίας διδάσκαλοι· " σαλπιοῦσι γὰρ τῇ ’^^ (sakniyyi τῇ μεγάλῃ, ’ κατὰ τὸν HaaYav περὶ τῆς ἐπιδημίας τοῦ Χριστοῦ προφητεύοντα· ἔφη δὲ καὶ Εαχαρίας περὶ τῆς ἐσχάτης σάλπιγγος, " Κύριος παντοκράτωρ σάλπιγγι σαλπιεῖ·’’ ταύτης σύμβολον ὑπῆρχον αἱ ἐν τῇ Ιεριχὼ γενόμεναι σάλπιγγες, δι’ ωτν αὐτή τε καὶ τὰ τείχη ταύτης αὐτομάτως κατέπεσον· καὶ τῷ Ἠσαίᾳ, φησὶν, *’ ὡς σάλπιγγι ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγ- ’* γειλον τῷ λαῷ τὰ ἁμαρτήματα αὐτῶν·’’ ἐσχάτη τοίνυν σάλ- πιγξ ἡ ἐπὶ συντελείᾳ τῶν αἰώνων τοῦ κριτοῦ τὴν παρουσίαν σημαίνουσα.
- 5.11
Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.
- 5.12
Ἰπάννου. Εἶ’ μέλλει δὲ καταβαίνειν, τίνος ἕνεκεν ἁρπαγησό. μέθᾳ ; τιμῆς ἕνεκεν. καὶ γὰρ βασιλέως εἰς πόλιν εἰσελαύνοντος, οἱ μὲν ἔντιμοι πρὸς ἀπάντησιν ἐξίασιν, οἱ δὲ κατάδικοι ἔνδον μένουσι τὸν κριτήν· καὶ πατρὸς φιλοστόργου παραγινομένου, οἱ μὲν παῖδες καὶ ἄξιοι παῖδες ε7ναι ἐπ’ ὀχήματος ἐξάγονται, ὥστε ἰδεῖν καὶ καταφιλῆσαι· οἱ δὲ προσκεκρουκότες τῶν οἰκιῶν ἔνδον μένου- σιν. ἐπὶ τοῦ ὀχήματος φερόμεθα τοῦ πατρός· καὶ γὰρ αὐτὸς ἐν νεφέλαις ὑπέλαβεν αὐτὸν, καὶ ἡμεῖς ἐν νεφέλαις ἁρπαγησόμεθα. ὁρᾷς τὴν τιμὴν ὅσην καὶ τὴν ἀπάντησιν καταβαίνοντι ποιούμεθα, καὶ τὸ πάντων μακαριώτερον, οὕτω σὺν αὐτῷ ἐσόμεθα.
- 5.13
βαβαὶ, ὅσων ἀγαθῶν τὸ γένος ἠξίωσε τὸ ἀνθρώπινον ; πρῶτοι οἱ τελευτήσαντες ἐγείρονται, καὶ οὕτως ὁμοῦ ἡ ἀπαντὴ γίνεται, ὥστε οὐδὲν ἔσται πλέον ἐκείνοις κατὰ τοῦτο, ἀλλ’ ὁ διαφθαρεὶς ὁ τοσαῦτα ἔτη ἔχων ἐν τῇ γῇ, μετ’ ἐκείνων ἀπαντῆσαι· εἰ γὰρ ἐκεῖνοι ἡμᾶς ἀνέμειναν, ἵνα στεφανωθῶμεν, τοῦ Κυρίου περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν, πολλῷ μᾶλλον καὶ ἡμεῖς ἐκείνους, μᾶλλον δὲ ἐκεῖνοι μὲ, αγεμει- νᾶν, ἡμεῖς δὲ οὐκέτι. ἐν γὰρ ἀτόμῳ ἡ ἀνάστασις γίνεται, ἐν ῥιπῇ ὀφθαλμοῦ· τὸ δὲ λέγειν ὅτι συνάγονται, ἀνίστανται μὲν, φησὶ, πανταχοῦ· συνάγονται δὲ ὑπὸ τῶν Ἀγγέλων· τὸ μὲν οὖν τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον ἐστὶ, τῇ γῇ κελεύοντος ἀφεῖναι τὴν παρα- καταθήκην, καὶ οὐδεὶς ὁ ὑπηρετούμενος· ὥσπερ τότε ἐκάλεσε τὸν άζαρον, δεῦρο ἔξω· τὸ δὲ ἀγαγεῖν τῶν ὑπηρετῶν γίνεται. ἀλλ’ εἰ συνάγουσι καὶ προτρέπουσιν Ἄγγελοι, πῶς ἐνταῦθα οὗτοι ἁρπά- ζονται ; μετὰ τὸ καταβῆναι ἁρπάζονται, μετὰ τὸ συναχθῆναι· καὶ ὅταν ταῦτα γένηται, τότε καὶ ἡ φωνὴ τοῦ Ἀρχαγγέλου ἔσται τοῖς Ἀγγέλοις ἐπιτάττοντος καὶ βοῶντος, καὶ σάλπιγγες, μᾶλλον δὲ ὁ τῶν σαλπίγγων ἦχος.
- 5.14
Δῆλον μέντοι κἀκεῖνο, ὅτι ὅταν εἴπῃ, οἱ νεκροὶ ἐν Χριστῷ ἀνα- στήσονται πρῶτον, οὐκ ἀναιρῶν τοὺς πρὸ τῆς Χριστοῦ παρουσίας δικαίους λέγει· πῶς γάρ ; ὁ γε σαφῶς ἐν τῇ πρὸς Ἐβραίους λέγων, ’* καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως “ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι “προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν,’’ ὡς δῆλον, ὅτι σὺν αὐτοῖς τελειοῦσθαι μέλλουσιν· ἀλλ’ ἐπειδὴ μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν ταῦτα ἔγραφεν, ὡς πρὸς τοὺς μὴ πεπιστευ- κότας, τὸ ἐν Χριστῷ διαστέλλων λέγει.
- 5.15
ΣΕΥBΡ1ΛΝὸΣ δὲ . . . ζῶντας ἔτι τινὰς βούλεται καταλαμβά- νεσθαι ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ, καὶ τοῦτο δηλοῦσθαι ἐκ τοῦ " ἡμεῖς οἱ περιλειπόμενοι ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου·’’ καὶ τοιοῦ- τόν ἐστιν ὁ φησιν ὁ Σωτῆρ’, " ὥσπερ γὰρ ἐν ταῖς ἡμέραις τοῦ " Νῶε ἦσαν γαμοῦντες καὶ γαμισκόμενοι, καὶ ἐξαπίνα ἦλθεν “κατακλυσμὸς, καὶ ἔλαβε πάντας, οὕτως ἔσται ἡ παρουσία τοῦ “υἱοῦ τοῦ ἀνθρώπου·’’ οὐκοῦν, φησὶ, ζῶντες καταλαμβάνονται τινες.
- 5.16
Ἐν κελεύσματι καὶ ἐν φωνῇ ἀρχαγγέλου, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται.
- 5.17
τοῦτο αὐτὸς ὁ Κύριος λέγει ἐν τῷ Εὐαγγελίῳ· *’ μέσης δὲ ** οὔσης νυκτὸς,’’ φησὶ, " φωνὴ ἐγένετο, ὁ νυμφίος ἔρχεται.’’ ὅτι δὲ ζῶντες καταλαμβάνονται οἳ καὶ ἀναλαμβάνονται μετὰ τῶν κοιμηθέντων, ὁ Κύριος δηλοῖ ἐν τῷ Εὐαγγελίῳ λέγων, " δύο ἔσον- “ τᾶι ἐν κλίνῃ, ὁ εἷς παραληφθήσεται, καὶ ὁ εἷς ἀφεθήσεται, καὶ “ δύο ἔσονται ἀλήθουσαι, ἡ μία παραληφθήσεται, καὶ ἡ μία ἀφε- “ θήσεται·“ καὶ ὁ Κύριος δὲ καὶ ὁ Παῦλος αἰνίττονται ὅτι νυκτὸς ἔσται η παρουσία·
- 6.1
Περὶ τοῦ αἰφνιδίως ἥξειν τὸν Χριστὸν, ὥστε δεῖν εὐτρεπίζεσθαι σπουδῇ, πίστει, ἐλπίδι, ἀγάπῃ, τιμῇ, εἰρήνη, μακροθυμίᾳ, φιλομαθείᾳ.
- 6.2
Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν· αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ ἔρχεται.
- 6.3
Πόλλα ἐπείγεται μανθάνειν ἤδη καὶ καταλαμβάνειν ἡμῶν ἡ διάνοια, ὡς περίεργος καὶ λίχνος πρὸς τὴν τῶν ἀφανῶν καἲ τῶν κεκωλυμένων μάθησιν· τοῦτο δὲ σημαίνει ἀπὸ τοῦ θρύπτεσθαι, καὶ ἀπὸ τοῦ μηδὲν ἔχειν ποιεῖν, μάλιστα δὲ τὸν περὶ τῆς συντελείας καιρόν· καὶ τί θαυμαστὸν εἰ ἡμεῖς, ὅπου γε καὶ αὐτοὶ οἱ ἅγιοι ἐκεῖνοι μάλιστα τοῦτο πεπόνθασι· πρὸ γὰρ τοῦ πάθους προσελθόντες οἱ Ἀπόστολοι λέγουσι τῷ Χριστῷ, “ εἰπὲ ἡμῖν, πότε “ ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς “ συντελείας τοῦ αἰῶνος ” μετὰ δὲ τὸ πάθος καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἔλεγον πρὸς αὐτόν· “ εἰπὲ ἡμῖν, εἰ ἐν τῷ χρόνῳ τούτῳ “ ἀποκαθιστάνεις τὴν βασιλείαν τῶν Ἱερουσαλήμ.’’ καὶ οὐδὲν πρὸ τούτου αὐτὸν ἤροντο, ἀλλ’ οὐ μετὰ ταῦτα οὕτως, ὅτε τοῦ Πνεύματος τοῦ Ἁγίου κατηξιώθησαν· οὐ μόνον γὰρ αὐτοὶ οὐκ ἐρωτῶσιν, οὐδὲ ἀσχάλλουσι πρὸς τὴν ἄγνοιαν, ἀλλὰ καὶ τοὺς ταύτην τὴν ἄκαιρον νοσοῦντας πολυπραγμοσύνην καταστέλλουσιν. ἄκουσον γοῦν οἷα νῦν ὁ μακάριος Παῦλός φησι, “ περὶ δὲ τῶν χρόνων “ καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔγετε γράφεσθαι ὐμῖν·” ἀντὶ τοῦ περισσὸν καὶ ἀσύμφορον ζητεῖτε· τί γὰρ πρὸς ἡμᾶς; οὐχὶ ἑκάστου ἡ συντέλεια, τὸ τῆς ζωῆς αὐτοῦ πέρας ἐστίν; τι οὖν πολυπραγμονοῦμεν; ἀφέντες γὰρ τὸ οἰκεῖον ἕκαστος τέλος μεριμνᾶν, τὴν κοινὴν βουλόμεθα κατάλυσιν μαθεῖν.
- 6.4
Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται.
- 6.5
Οὐχ ἡ κοινὴ, ἀλλὰ καὶ ἡ ἑκάστου ἰδία, αὐτὴ γὰρ ἐκείνη μι- μεῖται· ἡ γὰρ αὐτή ἐστι καὶ συγγενής. ὅπερ γὰρ ἀθρόως ἐκείνη, τοῦτο αὐτὴ κατὰ μέρος ποιεῖ· καὶ τῆς συντε λείας ὁ καιρὸς ἀπὸ τοῦ Ἀδὰμ ἔλαβε τὴν ἀρχὴν, καὶ νῦν οὐκ ἃν ἁμαρτάνοι τις, συν- τέλειαν εἰπών. ὅταν γὰρ μυρίοι καθ’ ἑκάστην ἡμέραν τελευτῶσι καὶ ἀναμένωσ ι τὴν ἡμέραν ἐκείνην ἅπαντες, καὶ πρὸ ἐκείνης μηδεὶς ἀνίσταται, οὐχὶ ἐκείνης τὸ ἔργον ἐστίν ; εἰ δὲ βούλεσθε μαθεῖν διὰ τί ἀποκέκρυπται αὕτη, καὶ διὰ τι ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται, ἐγὼ ὡς ἐμαυτῷ δοκῶ, καλῶς ἔχειν ἐρῶ. οὐδεὶς ἃν ἀρετῆς ἐπεμελήθη ποτὲ παρὰ τὸν ἅπαντα βίον· ἀλλ’ εἰδὼς αὐτοῦ τὴν τελευταίαν ἡμέραν, καὶ μυρία ἐργασάμενος δεινὰ, καὶ τῷ λουτρῷ τότε προσελθὼν, οὕτως ἃν ἀπῆλθεν· εἰ γὰρ νῦν τοῦ τῆς ἀδηλίας φόβου κατασείοντος τὰς ἁπάντων ψυχὰς, πάντες τὸν ἔμπροσθεν βίον ἐν κακίᾳ καταναλώσαντες εἰς ἐσχάτας ἀναπνοὰς τῷ βαπτί- σματι διδόασιν ἑαυτοὺς, εἰ καὶ σφόδρα ἦσαν ὑπὲρ τούτου πεπει- κότες ἑαυτοὺς, τίς ἄν ποτε ἀρετῆς ἐπεμελήσατο ’, καὶ ἕτερον δὲ πάλιν· πολλοὺς ὁ τοῦ θανάτου φόβος κατέχει νῦν καὶ ὁ τῆς ζωῆς ἔρως, εἰ ᾔδει ἕκαστος ὅτι αὔριον πάντως τεθνήξεται, οὐδὲν ἃν παρῃτήσατο τολμῆσαι πρὸ τῆς ἡμέρας ἐκείνης, ἀλλὰ καὶ ἔσφαξεν οὓς ἃν ἠθέλησε, καὶ ἀνεκτήσατο ἑαυτὸν, τοὺς ἐχθροὺς ἀμύνων.
Next → — showing 1–100 of 146
First Thousand Years of Greek. CTS URN tlg4102.tlg023.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.