Catena In Epistulam Ad Ephesios
- 9.31
(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, καθάπερ σῶμα Τίς πλάττων, πρῶτον μὲν τὴν κεφαλὴν, ἔπειτα τὴν αὐχένα, εἰτα τοὺς πόδας τίθησιν, οὕτω καὶ ὁ μακάριος Παῦλος τῷ λόγῳ πρόειοιν· εἶπεν περὶ τοῦ ἀνδρός· εἶπεν περὶ τῆς γυναικὸς τῆς δευτέρας ἀρχῆς· χωρεῖ λοιπὸν ὁδῷ βαδίζων, ἐπὶ τὴν πρώτην· αὕτη δέ ἐστιν ἡ τῶν παίδων. τῆς μὲν γὰρ γυναικὸς ἄρχει ἀνήρ· τῶν δὲ παι παίδων ὁ ἀνὴρ καὶ ἡ γυνή· ὅρα οὖν τί φησι· “ τὰ τέκνα ὑπακούετε τοῖς “ γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· αὕτη γάρ ἐστιν ἐντολὴ πρώτη ἐν “ ἐπαγγελίαις·’’ οὐδὲν ἐνταῦθα περὶ Χριστοῦ διαλέγεται· οὐδὲν περὶ τῶν ὑψηλῶν· ἔτι γὰρ πρὸς ἁπαλὰς διαλέγεται διανοίας· διὸ καὶ βραχεῖαν ποιεῖται τὴν παραίνεσιν, ἅτε οὐ δυναμένων τῶν παίδων μακρῷ παρακολουθῆσαι λόγῳ· ἀλλ’ ἃ μάλιστα ψυχὴ νηπιώδης ἀκοῦσαι ποθεῖ, ταῦτα φησίν· ὅτι μακροχρόνιος ἔσται. εἰ γάρ τις ἐξετάζοι, διατί μὴ περὶ βασιλείας δίε λέχθη, ἀλλὰ τὴν ἐν τῷ νόμῳ κειμένην ἐντολὴν αὐτοῖς ἔθηκεν, ὡς ἅτε νηπιωδεστέροις οὖσιν· καὶ εἰδὼς ὅτι τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς οὕτω διακειμένων κατὰ τὸν νόμον ὃν ἔθηκεν, οὐ πολλοῦ καμάτου ἐστὶ τὰ παιδία ὑποτάξαι· ὅταν γὰρ πρᾶγμα τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν λάβῃ καλὴν, ὁδῷ πάντα καὶ νόμῳ προβαίνει λοιπόν q.
- 9.32
Πρώτην δέ φησι αὐτὴν ἐντολὴν εἶναι, οὐ τῇ τάξει, ἀλλὰ τῇ ἐπαγγελίᾳ· ἐκείναις μὲν οὖν οὐ κεῖται μισθὸς, ἅτε περὶ κακῶν διατεταγμέναις καὶ τῆς τῶν κακῶν ἀναχωρήσεως· ἐν ταύταις δὲ, ἅτε ἀγαθῶν ἐργασίας οὔσης, καὶ ἐπαγγελία κεῖται· καὶ ὅρα πῶς θαυμαστὴν κρηπῖδα τέθεικε τῇ τῆς ἀρετῆς ὁδῷ, τὴν εἰς γονέας τιμὴν καὶ αἰδῶ· ἀπαγαγὼν τῶν πονηρῶν πράξεων, καὶ μέλλων εἰς τὰ ἀγαθὰ ἐμβαίνειν, τοῦτο πρῶτον ἐπέμετὰ τὴν εἰς τοὺς γονέας τιμήν· ἐπειδὴ καὶ πρὸ πάντων, τοῦ ζῆν μετὰ τὸν Θεὸν οὗτοι γεγόνασιν αἴτιοι· παραινέσας τοίνυν ἅπερ ἐχρῆν τοῖς παισὶ, μεταβαίνει ἐπὶ τοὺς πατέρας καὶ φησὶ,
- 9.33
Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.
- 9.34
Οὐκ εἰπεν ἀγαπᾶτε αὐτά· τοῦτο γὰρ καὶ ἀκόντων αὐτῶν φύσις ἐπισπᾶται, καὶ περιττὸν ἢν περὶ τῶν τοιούτων νόμον τιθέναι· ἀλλὰ τί φησιν; “μὴ παροργίζετε τὰ τέκνα ὑμῶν·” οἷον οἱ πολλοὶ ποιοῦσιν· ἀποκληρονόμους ἐργαζόμενοι καὶ ἀποκηρύκτους ποιοῦντες, καὶ φορτικῶς ἐπικείμενοι, οὐχ ὡς ἐλευθέροις, ἀλλ’ ὡς ἀνδραπόδοις· “ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ “Κυρίου·” ὁρᾷς ὅτι τῶν πνευματικῶν ὄντων καὶ τὰ σαρκικὰ ἕψεται. βούλει εἶναι τὸν υἱὸν πειθήνιον, ἐξ ἀρχῆς αὐτὸν ἔκτρεφε ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.
- 9.35
Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα, μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι καρδίας ὑμῶν, ὡς τῷ
- 9.36
Χριστῷ μὴ κατ’ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ὡς δοῦλοι τοῦ Χριστοῦ· ποιοῦντες τὸ θέλημα τοῦ
- 9.37
Θεοῦ ἐκ ψυχῆς μετ’ εὐνοίας· δουλεύοντες τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις· εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαἐγὼ θὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου· εἴτε δοῦλος, εἴτε ἐλεύθερος.
- 9.38
Οὐκ ἐνταῦθα δίδωσιν αὐτοῖς τὴν ὑπόσχεσιν, ἀλλ’ ἐν τῷ μέλλοντι· καὶ φιλοσοφεῖν διδάσκει· εἰ γὰρ καὶ τῷ ἀξιώματι τῶν παίδων εἰσὶν ἐλάττους, ἀλλὰ τῷ φρονήματι μείζους.
- 9.39
Εὐθέως δὲ τὴν λελυπημένην ἀνέστησε ψυχήν· εὐθέως παρεμυθήσατο· ὄνομα δουλείας ἐστὶ μόνον· κατὰ σάρκα ἡ δεσποτεία ἐστὶν πρόσκαιρος καὶ βραχεῖα· ὅπερ γὰρ ἃν ᾖ σαρκικὸν, ἐπίκαιρόν ἐστι· “μετὰ φόβου” φησὶ “καὶ τρόμου· ὁρᾷς ὅτι οὐ τὸν αὐτὸν ἀπαιτεῖ παρὰ γυναικὸς καὶ δούλων φόβον; ἐκεῖ μὲν γὰρ ἁπλῶς εἶπεν, “ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα,” ἐνταῦθα δὲ, μετ’ ἐπιτάσεως, ἐν ἁπλότητι” φησὶ “καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ·” συνεχῶς τοῦτο λέγει· εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσεσθαι κελεύω διὰ τὸν τοῦ Θεοῦ φόβον, καθάπερ ἀνωτέρω ἔλεγεν, ’ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ·” εἰ γὰρ τὴν γυναῖκα προστάσσω φοβεῖσθαι τὸν ἄνδρα, πολλῷ μᾶλλον τὸν οἰκέτην. οὐ γὰρ δυσγένεια τὸ πρᾶγμα ἐστὶν, ἀλλ’ ἡ πρώτη εὐγένεια τὸ εἰδέναι ἐλαττοῦσθαι καὶ μετριάζειν καὶ εἴκειν τῷ πλησίον· “ἐν ἁπλό- “τητη,” φησὶ, “καρδίας·” ἐπειδὴ ἔνι καὶ μετὰ φόβου καὶ τρόμου δουλεύειν, οὐκ ἐξ εὐνοίας δὲ, ἀλλὰ κακουργοῦντας τοὺς αὐτῶν δεσπότας· καὶ ταύτην ἀναιρεῖ τὴν κακουργίαν, λέγων· “ἐν ἁπλότητι “δίας ὑμῶν ὡς τῷ Χριστῷ· μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπω- πάρεσκοι, ἀλλ’ ὡς δοῦλοι τοῦ Χριστοῦ· ποιοῦντες τὸ θέλημα τοῦ “Θεοῦ ἐκ ψυχῆς μετ’ εὐνοίας· δουλεύοντες τῷ Κυρίῳ καὶ οὐκ “ἀνθρώποις·” ὁρᾷς πόσον ἐδεήθη, ὥστε τοῦτο ἐμφυτεῦσαι τὸ καλὸν τὸ μετ’ εὐνοίας λέγω; ὁρῶμεν γὰρ πολλοὺς, φόβῳ καὶ ἀπειλῇ πολλὰ ποιοῦντας· αὐτὸς δεῖξον, φησὶν, ὅτι ὡς Χριστοῦ δοῦλος δουλεύεις· ποίησον εἶναι σὸν τὸ κατόρθωμα, μὴ τῆς ἀνάγκης, ὡς Θεῷ δουλεύων καὶ οὐκ ὡς ἀνθρώποις ἀρέσκων· εἰ γὰρ ἀνθρώποις ἀρέσαι βούλει, Χριστοῦ δοῦλος οὐκ εἶ· ἀπὸ προαιρέσεως, μὴ ἐξ ἀνάγκης.
- 9.40
Εἰδότες ὅτι ὃ ἄν τις ἐργάσηται ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ Κυρίου εἴτε δοῦλος εἴτε ἑ ἐλεύθερος. Επειδὴ εἰκὸς ἦν πολλοὺς τῶν δεσποτῶν ἀπίστους ὄντας, μὴ ἀμείβεσθαι τοὺς οἰκέτας τῆς ὑπακοῆς, ὅρα πῶς αὐτοὺς παρεμυθήσατο· ὥστε μὴ ὑποπτεύειν τὴν ἀνταπόδοσιν, ἀλλὰ σφόδρα θαρρεῖν ὑπὲρ τῆς ἀμοιβῆς.
- 9.41
Καὶ οἱ κύριοι τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτοὺς, ἀνιέντες τὴν ἀπειλήν· εἰδότες ὅτι καὶ αὐτῶν καὶ ὑμῶν, Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστι παρ’ ἀυτῶ.
- 9.42
Γα αυτα” ποῖα; μετ’ εὐνοίας δουλεύετε ἀλλ’ οὐκ εἶπεν δουλεύετε· καίτοιγε εἰπὼν “ τὰ αὐτὰ”, τοῦτο ἐδήλωσεν, δουλεύει γὰρ καὶ ὁ δεσπότης· μὴ ὡς ἀνθρωπάρεσκοι φησίν· μετὰ φόβου καὶ τρόμου τοῦ πρὸς Θεόν· δεδοικότες, μήποτε ὑμῖν ἐγκαλέσῃ ὑπὲρ τῆς εἰς τοὺς δούλους ἀμελείας· “ ἀνιέντες” φησὶ, “ τὴν ἀπει- “ λήν·” ἀντὶ τοῦ μὴ φορτικοὶ, μηδὲ ἐπαχθεῖς· “ εἰδότες ὅτι καὶ “ αὐτῶν ὑμῶν Κύριός ἐστιν ἐν οὐρανοῖς·” τουτέστιν “ τᾧ μέτρῳ “ μετρεῖς, ἀντιμετρηθήσεταί σοι·” “ καὶ προσωποληψία φησὶν, “ οὐκ ἔστι παρ’ αὐτῷ·” μὴ νομίσῃς ὅτι τὰ εἰς δοῦλον γινόμενα ὡς εἰς δοῦλον οὕτως ἀφήσει· οἱ μὲν γὰρ ἔξωθεν νόμοι διαφορὰν ἴσασι τούτων τῶν γενῶν, ἅτε ἀνθρώπων ὄντες νόμοι· ὁ δὲ νόμος ὁ τοῦ κοινοῦ δεσπότου, οὐδεμίαν οἶδεν διαφοράν· ἅτε κοινὴ πάντας εὖ ποιῶν, καὶ πᾶσι τῶν αὐτῶν μεταδιδούς.
- 9.43
Ωριγένησ δέ φησιν, τίνα “ τὰ αὐτὰ” τῶν προειρημένων ; οἶμαι οὖν ὅτι “ ἐν ἁπλότητι καρδίας·” καὶ τὸ “ ποιοῦντες τὸ “ θέλημα τοῦ Θεοῦ,” καὶ τὸ “ ἐκ ψυχῆς καὶ μετ’ εὐνοίας” τῆς πρὸς τοὺς οἰκέτας.
- 10.1
Εν σχήματι ὁπλίσεως περὶ τῆς κατὰ Χριστόν δυνάμεως. Τὸ λοιπὸν, ἀδελφοί μου ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.
- 10.2
Τὸ “ δυναμοῦσθε ἐν Κυρίῳ,” δυναμοῦσθαι ἐστὶν ἐν λόγῳ καὶ ἐν σοφίᾳ, καὶ τῇ τῆς ἀληθείας θεωρίᾳ, καὶ πάσαις ταῖς Χριστοῦ οὗ μέγιστόν ἐστι τὸ τῆς ἰσχύος κράτος, καὶ κραταιόἐπινοἰακς· τερον ἀρετῆς καὶ τῶν εἰδῶν αὐτῆς· ἅτινα πάντα εἰσὶ δυνάμεις, ὥσπερ αἱ κακίαι ἀδυναμία· ἔστι δέ τις τῶν ἀρετῶν, ὡς φασὶν οἱ περὶ ταῦτα δεινοὶ, ἀθεώρητος, ἡ καλουμένη ἰσχύς· ὠνομασμένη οὕτως, τῷ ἀναλογίαν τινὰ ἔχειν πρὸς τὴν σωματικὴν ἰσχύν· καὶ ἄλλη θεωρητὸς, κάλλος ἀπὸ τοῦ σωματικοῦ ὠνομασμένη, καθ’ ὃ κάλλος λέγεται, “ περιζῶσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν “ σου δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου· καὶ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων πρὸς τὴν νύμφην, “ ὅλη καλὴ εἰ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί·” καὶ πάλιν ἐν τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ “ καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.”
- 10.3
Χρυσοστόμου. Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, “ ἐνδυναμοῦσθε “ ἐν Κυρίῳ·” τί ἐστιν ἐν Κυρίῳ ; ἐν τῇ ἐλπίδι τῇ εἰς αὐτὸν, διὰ τῆς αὐτοῦ βοηθείας· ἐπειδὴ γὰρ πολλὰ ἐπέταξεν, ἅπερ ἔδει γενέσθαι, μὴ δείσητε, φησίν· ἐπιρρίψατε, φησὶν, τὴν ἐλπίδα ἐπὶ τὸν Θεὸν, καὶ πάντα ἐξευμαρίσει.
- 10.4
Καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ, ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου.
- 10.5
Τί ἐστι μεθοδεία ; μεθοδεῦσαι ἐστὶ τὸ ἀπατῆσαι καὶ διὰ συντόμου ἑλεῖν· ὅπερ καὶ ἐπὶ τῶν τεχνῶν γίνεται, καὶ ἐν λόγοις καὶ ἐν ἔργοις καὶ ἐν παλαίσμασιν ἐπὶ τῶν παραγόντων ἡμᾶς· οἷόν τι λέγω· “ οὐδέποτε φανερὰ προτίθησιν τὰ ἁμαρτήματα, ἀλλ’ “ ἑτέρως αὐτὰ κατασκευάζει ὁ ἐχθρὸς μεθοδεύων·” τουτέστιν, πιθανὰ κατασκευάζων, ἐπικαλύμμασι κεχρημένος.
- 10.6
Ὠριγένησ δέ φησιν, ἐκ τῶν ἑξῆς καὶ τῶν περὶ τοῦ Σωτῆρος ἀναγεγραμμένων, ἔστιν εἰπεῖν πανοπλίαν εἶναι τοῦ Θεοῦ τὸν Χριστόν· ὥστε ταὐτὸν εἶναι τὸ “ ἐνδύσασθε τὴν πανοπλίαν τοῦ “ Θεοῦ,” τῷ “ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν·” ἡ γὰρ ζώνη μέν ἐστιν ἡ ἀλήθεια· θώραξ δὲ ἡ δικαιοσύνη· ὁ Σωτῆρ’ δέ ἐστιν ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνη· δηλονότι ὁ Σωτῆρ’ ἐστιν ἡ ζώνη καὶ ὁ θώραξ.
- 10.7
Ἀνάλογον δὲ τούτοις αὐτοῖς ἂν εἴη ἡ ἑτοιμασία τοῦ Εὐαγγελιου τῆς εἰρήνης, καὶ ὁ τῆς πίστεως θυρεὸς, καὶ ἡ τοῦ σωτηρίου περικεφαλαία, καὶ ἡ τοῦ Πνεύματος μάχαιρα· ὅπερ ἐστι ῥῆμα Θεοῦ ὁ ζῶν λόγος καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. ποίαν δὲ κἂν ἐπινοῆσαι ἄλλην ἔστιν λέγεσθαι πανοπλίαν Θεοῦ, ἣν χρὴ ἐνδύσασθαι τὸν ἐνστησάμενον πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, ἣ τὴν ἀρετὴν ἥτις ἐστιν ὁ Χριστός ; τοῦτον γὰρ κατὰ πάσας τὰς ἐπινοίας αὐτοῦ ἐνδυσάμενος, ἱκανὸς ἔσται στῆναι πρὸς πάσας τὰς μεθοδείας τῆς κακίας, ἐνεργουμένας ὑπὸ τοῦ πατρὸς αὐτῆς διαβόλου.
- 10.8
Καὶ καθὸ μὲν τὴν ἀλήθειαν ἔζωσταί τις, οὐκ ἐξελκυσθήσεται ἐπὶ τοῦ συγκαταθέσθαι τοῖς ὑπὲρ τοῦ ψεύδους πιθανοῖς καὶ σομισματώδεσι λόγοις· καθὸ δὲ τὴν δικαιοσύνην ἠμφίεται, ἄτρωτος ἔσται ἀπὸ τῶν βελῶν τῆς ἀδικίας, οὐδενὸς αὐτῶν καθικνουμένου καὶ ἄδικον ποιοῦντος τὸν ἐνδεδυμένον τὴν δικαιοσύνην· καὶ ὁ ὑποδησάμενος δὲ καλὰ ὑποδήματα τῆς ἑτοιμασίας τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ὡς ἕτοιμος καὶ ἑτοιμάσας εἰς τὴν ἔξοδον τὰ ἔργα αὐτοῦ, καὶ διὰ τοῦτο εἰρήνης ἄνθρωπος γεγονὼς, οὔτε πολεμικόν τι καὶ στασιῶδες ἐργάσεται, οὔτε τοῖς ἀνετοίμοις συγκαταδικασθήσεται· χώραν τὲ οὐχ ἕξει ἡ ἐχθρὰ τῇ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων γένους ἀπιστία, ἔνθα ὁ τῆς πίστεως ἐστὶ θυρεός· ἄθραυστός τε διαφυλαχθήσεται τὴν κεφαλὴν τῆς ψυχῆς, ἐν ᾗ ἐστι τὰ θεῖα καὶ νοητὰ αἰσθητήρια, ὁ τὴν περικεφαλαίαν τοῦ σωτηρίου περικείμενος· ἀλλὰ καὶ ὡς γενναῖος στρατιώτης, πάντα τὰ πολέμια τῇ ἀληθείᾳ δόγματα κατακόψει καὶ ἀνελεῖ ὁ τὴν μάχαιραν τοῦ Πνεύματος, ὁ ἐστιν ῥῆμα Κυρίου, κρατῶν.
- 10.9
Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας· πρὸς τοὺς κοσμοκράτορας του σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.
- 10.10
Νομίζω πρὸς αἷμα καὶ σάρκα εἶναι, πειρασμοὺς τοὺς λεγομένους παρ’ αὐτῷ ἀνθρωπίνους πειρασμούς· ὅτε ἡ σὰρξ ἐπιθυμοῦσα κατὰ τοῦ πνεύματος, προσκαλεῖται ἡμᾶς ἐπὶ τὸ ποιῆσαι τὰ ἔργα αὐτῆς· οὐκέτι δὲ ἀνθρώπινος πειρασμὸς, οὐδὲ πρὸς αἷμα καὶ σάρκα ἡ πάλη, ὅτι ἤτοι ὁ Σατανᾶς μετασχηματιζόμενος εἰς ἄγγελον φωτὸς, ἀγωνίζεται ἡμᾶς πεῖσαι προσέχειν αὐτῷ ὡς ἀγγέλῳ φωτὸς, ἣ τι τῶν παραπλησίων τούτοις, ἃ γίνεται ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους, καὶ ἐν πάση ἀπάτῃ ἀδικίας· καὶ εἰ πεῖσαι δέ τινα ὁ ἐχθρὸς παραδέξασθαι αὐτὸν ὡς Κύριον, ἐροῦντα ἐν αὐτῷ, τάδε λέγει Κύριος· ὥστε καὶ ὑπολαβεῖν τινὰ ἑαυτὸν προφήτην γεγονέναι τοῦ τῶν ὅλων Θεοῦ, ταῦτ’ ἃν ποιῆσαι, οὐχ ὡς αἷμα καὶ σὰρξ ἣ ἀνθρώπινος πειρασμὸς παλαίσας τῷ μέχρι τούτων ἑαυτὸν φρουρήσαντι· δι’ ὅπερ, οὐδαμῶς δοτέον τῷ διαβόλω.
- 10.11
Ερεῖ δέ τις τὸ “ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας καὶ τὰ ἑξῆς, λέγεσθαι, ἵνα διδασκώμεθα μηδὲ τὰ νομιζόμενα ἀπὸ τοῦ φρονήματος ἔρχεσθαι τῆς σαρκὸς ἡμῖν ἁμαρτήματα, πρῶτον νομίζειν ἔρχεσθαι ἡμῖν ἀπὸ τῆς σαρκὸς καὶ τοῦ αἵματος, ἀλλ’ ἀπό τινων δυνάμεων ταῦτα ἐνεργουσῶν· εἰσὶ γάρ τινες δαίμονες ἐνεργοῦντες τοὺς ἔρωτὰς καὶ τὰ φίλτρα, ὡς δηλοῖ καὶ ὁ προφήτης λέγων· “ πνεύμαται “ πορνείας ἐπλανήθησαν·” τόδ’ ὅμοιον εἰπεῖν, καὶ περὶ ἄλλων δαιμόνων, θυμὸν καὶ ὀργὴν ἐμποιούντων· οὓς ἀνακόπτοντες καὶ οἱ περίεργοι λέγονται θυμοκάτοχά τινα ποιεῖν· τὸ μισεῖν δὲ, οὐ χωρὶς τῶν ἐνεργούντων ποιοῦμεν, ὅτε μισοῦμεν, δαιμόνων—καὶ τοῦτο δέ τις ἐκ τῶν λεγομένων μισήτρων οὐκ ἀτόπως κατασκεύασει. ἐπεὶ οὖν βούλεται φησὶν, ἡμᾶς ὁ Ἀπόστολος διδάξαι, οὐκ ἀπὸ τῆς φύσεως τοῦ σώματος ἔρχεσθαι ἡμῖν τὸ ἁμαρτάνειν, διὰ τοῦτο λέγει, “ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, “ άλλὰ πρὸς τὰς άρχὰς πρὸς τὰς ἐξουσίας” καὶ τὰ ἐξῆς. ζητοῦντες δὲ ἀπὸ ποίων παλαίων ὠφελημένος γράφων ὁ Παῦλος ταῦτα φησὶν ἀποκαλυφθεισῶν αὐτῷ καὶ φανερωθεισῶν, στοχαζόμεθα ὅτι ἐκ τῶν ἀναγεγραμμένων περὶ πολέμων καὶ μονομαχιῶν· οἷον τοῦ Δαβὶδ πρὸς τὸν Γολίαθ, καὶ τῶν υἱῶν Ἰσραὴλ πρὸς τοὺς ἀλλοφύλους, ἣ τὰ ἔθνη οἷς ἀνταγωνιζόμενοι νενικήκασιν· εἰκὸς γὰρ ἕκαστον ἐκείνων, σύμβολον εἶναι πνευματικῶν ἀρχῶν ἡττωμένῶν η περιγινομενων.
- 10.12
Ἡ πάλη οὖν ἐστιν ἡμῖν πρὸς ἐξουσίας οὐχ ὁρατάς τινας καὶ σαρκίνας καὶ κοσμοκράτορος τοῦ περιέχοντος τὸ τῶν ἀνθρώπων γένος σκότους, καὶ πρὸς τὰ τῆς πονηρίας πνεύματα οἰκοῦντα ’τον ἐπουράνιον τόπον, τουτέστιν τὸν ἀέρα· καὶ ἐν ἄλλοις γοῦν εἶπεν· “ ἐν οἷς περιεπατήσατε ποτὲ κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου· “ κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ “ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας.” ἔοικεν γὰρ ὁ περικεχυμένος ἡμῖν ἀὴρ, πεπληρῶσθαι δυνάμεων ἀντικειμένων· “ ὅτι “ οὐκ ἔστιν ἡμῖν ἡ πάλη” φησὶν, “ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ “ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας ‘ τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονη- “ ρίας ἐν τοῖς ἐπουρανίοις.”
- 10.13
Εν τοῖς ἐπουρανίοις, φησὶν, ἡ μάχη κεῖται, οὐ περὶ χρημάτων οὐδὲ περὶ δόξης, ἀλλ’ ὑπὲρ ἀνδραποδισμοῦ ὁ ἀγών· ἣ τὸ “ ἐν τοῖς ἐπουρανίοις, ἀντὶ του ὕπερ τῶν ἐπουρανίων οὐχ ἴνα αὐτοὶ τινος τύχωσι νικήσαντες, ἀλλ’ ἵνα ἡμᾶς ἀποστερήσωσιν· ὡσανεὶ ἔλεγεν· ἡ συνθήκη, ἐν τίνι κεῖται ; ἐν χρυσῷ ; τὸ “ ἐν” ὑπέρ ἐστιν· τὸ “ ἐν” διά ἐστιν· διεγείρει οὖν ἡμᾶς ἡ δύναμις τοῦ ἐχθροῦ, τὸ εἰδέναι περὶ μεγάλων ὄντα τὸν κίνδυνον καὶ ὑπὲρ μεγάλων τὴν νίκην· τοῦ γὰρ οὐρανοῦ ἡμᾶς ἐκβάλλειν σπουδάζει· ἀρχάς τινάς φησι καὶ ἐξουσίας καὶ κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου· ποίου σκότους ; ἄρα τῆς νυκτός ; οὐδαμῶς· ἀλλὰ τῆς πονηρίας· ἦμεν γάρ ποτε σκότος φησι. τὴν πονηρίαν λέγω τὴν ἐν τῷ παρόντι βίῳ· οὐ γὰρ ἕξει περαιτέρω χώραν· οὐκ ἐν οὐρανῷ· οὐκ ἐν τῷ μετὰ ταῦτα αἰῶνι· κοσμοκράτορας δὲ αὐτοὺς φησίν· οὐχ ὡς τοῦ κόσμου κρατοῦντας· ἀλλ’ οἶδε τὸν κόσμον τοῦτον καλεῖν ἡ γραφὴ, τὰς πονηρὰς πράξεις· ὡς ὅταν λέγῃ ὁ Χριστός· “ ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου·” καὶ πάλιν, “ ὁ κόσμος “ ἐμὲ μισεῖ, ὑμᾶς δὲ οὐ δύναται μισεῖν·” πάλιν τὰς πονηρὰς πράξεις λέγων· οὕτω κόσμον ἐνταῦθα, τοὺς πονηροὺς ἀνθρώπους φησίν· οἱ δὲ δαίμονες μάλιστα τούτων κρατοῦσι· “ πρὸς τὰ “ πνευματικά” φησι “ τῆς πονηρίας, ἐν τοῖς ἐπουρανίοις.
- 10.14
Ἀρχὰς δὲ καὶ ἐξουσίας φησὶ, καθάπερ καὶ ἐπὶ τῶν ἐπουρανίων· θρόνοι, κυριότητες, ἀρχαὶ, ἐξουσίαι. διὰ τοῦτο φησὶν “ ἀναλάβετε “ τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ “ τῇ πονηρᾷ· καὶ ἅπαντα κατεργασάμενοι, στῆναι· ἡμέραν πάλιν πονηρὰν, τὸν παρόντα βίον φησί· καὶ αἰῶνα πονηρὸν τοῦτον φησὶν, ἀπὸ τῶν ἐν αὐτῷ γινομένων κακῶν· τουτέστιν, ἀεὶ ὁπλίζεσθε· “ καὶ “ ἅπαντα,” φησὶ, “ κατεργασάμενοι· τουτέστιν καὶ πάθη καὶ ἐπιθυμίας ἀτόπους, καὶ τὰ ἐνοχλοῦντα ἡμῖν ἅπαντα· οὐχ ἁπλῶς ἐργάσασθαι εἶπεν, ἀλλ’ ὥστε κατεργάσασθαι, ὥστε ἀνελεῖν· οὐ δεῖ δὲ ἀνελεῖν μόνον, ἀλλὰ καὶ στῆναι μετὰ τὸ ἀνελεῖν· πολλοὶ γὰρ τὴν νίκην ταύτην νικήσαντες, πάλιν ἔπεσον.
- 10.15
Ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῆ πονηρᾷ.
- 10.16
Ὠριγένησ. Ὁ ἀντιστῆναι ζητῶν ἐν τῆ ἡμέρᾳ τῇ πονηρᾷ, ὀφείλει ἔχειν τὴν πανοπλίαν τοῦ Θεοῦ, ἣν ἐξέθετο ὁ Ἀπόστολος· δι’ ἣν ὁ ἐξ ἐναντίας ἐντραπήσεται οὐδὲν ἔχειν περὶ ἡμῶν λέγειν φαῦλον ὁ διάβολος καὶ κατήγορος τῶν ἀδελφῶν ἡμῶν καὶ ἀπατῶν εἰς ἰδίους καὶ τῆς μερίδος αὐτοῦ γεγενημένους τοὺς ἁμαρτωλούς. ἄλλος δέ τις ἐρεῖ, τὸν ἐνεστῶτα αἰῶνα εἰναι πονηρὰν ἡμέραν· τρίτος δὲ, παρὰ τὰς δύο ἐκδοχὰς ἔσται τίς λόγος λέγων, μὴ πέρας ἔχειν τὸν ἀγῶνα τῷ τὸν βίον τοῦτον ἐξεληλυθότι, ἀλλὰ καὶ τὸν ἐνταῦθα νενικηκότα, καὶ ἐν ἄλλῃ πονηρᾷ ἡμέρᾳ μέλλειν ἀγωνίζεσθαι, πρὸς τὰς ἀντικειμένας ἐνεργείας ἐπιφαινομένας. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφῦν ὑμῶν ἐν ἀληθεία.
- 10.17
Καὶ ἐν τῷ κατὰ Λουκᾶν γέγραπται· “ ἔστωσαν, αἱ ὀσφύες “ ὑμῶν περιεζωσμέναι·” τίς δὲ ἡ ζώνη νῦν γινώσκομεν· ὁ τὰ τῆς γεννήσεως συστείλας πράγματα, καὶ μηκέτι αὐτῇ ὑπηρετῶν, ἀλλὰ σπεύδων ἐπὶ τὴν ἀθανασίαν, τὴν ὀσφῦν ζώννυται.
- 10.18
Καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης.
- 10.19
Ωσπερ δυσπαθέστερός ἐστιν ὁ βαλλόμενος ὑπὸ τῶν ἐχθρῶν, ὁ θώρακα ἐνδυσάμενος, καὶ μάλιστα κατὰ τὰ κυριώτερα δυσπαθέστερος, οὕτως ὁ τὴν δικαιοσύνην ἠμφιεσμένος, οὐκ ἃν τρωθείη· οὔτε ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἦπαρ· οὔτε γὰρ εἰς θυμὸν, οὔτε εἰς ἐπιθυμίαν ἐμπεσεῖται, ἀλλὰ καὶ καθαρὸς τὴν καρδίαν μενεῖ, τῷ ἐνδεδύσθαι τῆς δικαιοσύνης τὸν θώρακα, κεχαλκευμένον αὐτῷ ἀπὸ τοῦ τεχνίτου τῶν ὅλων Θεοῦ· ὅστις ἑκάστῳ τῶν ἀξίων κατασκευάσαι δίδωσι τὴν πανοπλίαν.
- 10.20
Καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης.
- 10.21
Παρατήρει, ὅτι δύναμίν τινα τῆς ψυχῆς πόδας ὠνόμασεν· οἷς οἱονεὶ ὁδεύομεν βαδίζοντες, κατὰ τὸν εἰπόντα ἐγώ εἰμι ἡ ὁδός οὕστινας ὑποδῆσαι δεῖ τῇ ἑτοιμότητι τοῦ τῆς εἰρήνης Εὐαγγέλίου· οἶμαι δὲ τούτων τῶν ὑποδημάτων σύμβολα εἶναι τὰ ἐν τῇ Εξοδῳ ἐνγεγραμμένα ὑποδήματα, ἅπερ ἐχρῆν ἔχειν τοὺς ἐσθιόντας τὸ Πάσχα, καὶ ἑτοίμους ὄντας περὶ τὴν ὁδοπορίαν· οὕτω γάρ φησι, “ φάγεσθε αὐτὸ, αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ “ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ὑμῶν ἐν “ ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· Πάσχα ἐστὶ “ Κυρίου.” ἑτοιμότητος γὰρ καὶ τὸ ἐσθίειν μετὰ σπουδῆς, καὶ τὸ ὑποδεδεμένον ἐσθίειν· ἵνα ἰσχυροποιηθέντες ὑπὸ τῶν τροφῶν, ὁδεῦσαι δυνηθῶσιν. ὁ μὲν οὖν ὁδεύων, ὑποδεδέσθω· ὁ δὲ φθάσας ἐπὶ τὴν ἁγίαν γῆν, ὑπολυέσθω· “ λῦσαι,” γάρ φησι, “ τὸ ὑπόδημα ἐκ τῶν “ ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας, γῆ ἁγία ἐστί.” διὰ τοῦτο ὁ μὲν μὴ Ἀπόστολος, ὑποδεδέσθω τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· ὁ δὲ Ἀπόστολος, μηκέτι ὑποδήματα αἰρέτω εἰς ὁδόν· ἤδη τελειωθεὶς καὶ ὣν ἐν τῷ τόπῳ, ὅπου καὶ ἑστηκὼς καὶ περιπατῶν ἐν γῇ ἁγίᾳ ἐστὶ, ζῶν ἐν Χριστῷ.
- 10.22
(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, συντάξας τὸ στρατόπεδον τοῦτο καὶ διεγείρας αὐτῶν τὴν προθυμίαν, λοιπὸν αὐτοὺς καθοπλίζει καὶ ἵστησιν εὐτάκτως. πρῶτον τὸ τακτικὸν εἶδος· τὸ εἰδέναι ἑστάναι καλῶς. διὰ τοῦτο πολλὰ περὶ τοῦ διαλέγεται, καὶ ἑτέρωθι λέγων· “ στήκετε· γρηγορεῖτε·” πάλιν οὕτως· “ στήκετε ἐν Κυρίῳ·” ὁ ἑστὼς, ὀρθὸς ἕστηκεν· ὁ διακεχυμένος, οὐκ ἔτι, κλινόμενος τινί. ὁ τρυφῶν, οὐχ ἕστηκεν ὀρθός· ὁ λάγνος, ὁ φιλοχρήματος, ἀλλὰ κέκλιται. “ στῆτε οὖν” φησι “ περιζωσάμενοι τὴν ὀσφῦν ὑμῶν ἐν ἀληθείᾳ·” τί δὲ τὸ ζώννυσθαι; ; τὸν στρατιώτην διαρρέοντα καὶ διακεχαλασμένον ταῖς ἐπιθυμίαις καὶ χαμαιπετεῖς λογισμοὺς ἔχοντα συρομένους, ἀναστέλλει διὰ τῆς ζώνης, οὐκ ἐῶν αὐτὸν ἐμποδίζεσθαι ὑπὸ τῶν ἱματίων· συμπλεκόμενον ταῖς κνημῖσιν, ἀλλ’ εὐλύτοις τοῖς ποσὶν ἀφεὶς τρέχειν. ὀσφῦν δὲ ἐνταῦθα φησὶν, καθάπερ ἐπὶ τῶν νηῶν ἡ τρόπις, οὕτως καὶ ἐφ’ ἡμῶν ἡ ὑπόθεσις παντὸς τοῦ σώματος ἡ ὀσφὺς ὥσπερ θεμέλιός ἐστι· καὶ ἐπ’ αὐτῷ τὸ πᾶν οἰκοδομεῖται. καὶ ἡ ζώνη διὰ τοῦτο γίνεται ἐν τοῖς πολέμοις, ἵνα συγκρατῇ καὶ συνέχῃ τὸν θεμέλιον τὸν ἐν ἡμῖν· διὰ τοῦτο καὶ τρέχοντες ζωννύμεθα· ἐκείνη ἀσφαλίζεται τὸ ἐν ἡμῖν ἰσχυρόν· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς γινέσθω, καὶ πᾶν ὁτιοῦν ποιοῦντες, ἰσχυροὶ ἐσόμεθα· ζώννυται δὲ ἡ ψυχὴ, τῷ κεφαλαίῳ τῶν λογισμῶν. τί ἐστιν “ ἐν ἀλη- “ θείᾳ·” μηδὲν ψεῦδος ἀγαπῶμεν· πάντα τὰ πράγματα μετέωμεν ἐν ἀληθείᾳ, δόγματά τε καὶ βίον· τὰ γὰρ μὴ ἀληθῆ, ἀπὸ τῆς γῆς ἐστιν.
- 10.23
Καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης. Καθάπερ ὁ θώραξ ἄτρωτός ἐστιν, οὕτω καὶ ἡ δικαιοσύνη· δικαιοσύνην δὲ ἐνταῦθα, τὸν καθολικὸν καὶ ἐνάρετον βίον φησίν· τὸν τοιοῦτον, οὐδεὶς οὐδέποτε δυνήσεται καταβαλεῖν· ἀλλὰ τιτρώσκουσι μὲν πολλοὶ, διατέμνει δὲ οὐδείς. Καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης.
- 10.24
Ἐπειδὴ γὰρ πολέμου ἐμνήσθη καὶ μάχης, δείκνυσιν ὅτι τὴν μάχην, πρὸς τοὺς δαίμονας ἔχειν δεῖ· τὸ γὰρ Εὐαγγέλιον εἰρήνης ἐστίν· ἐκεῖνος ὁ πόλεμος, ἕτερον καταλύει πόλεμον τὸν πρὸς Θεόν· ἃν τῷ διαβόλῳ πολεμῶμεν, εἰρηνευόμεν τῷ Θεῷ· μὴ δείσῃς τοίνυν ἀγαπητὲ, εὐαγγέλιόν ἐστιν· ἤδη ἡ νίκη γεγένηται.
- 10.25
Ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως.
- 10.26
Ενταῦθα οὐ τὴν γνῶσιν φησίν· οὐ γὰρ αὐτὴν ὑστέραν ἔταξεν, ἀλλὰ δι’ ἧς τὰ σημεῖα γίνεται· εἰκότως τὴν πίστιν ὀνομάζει θυρεόν· καθάπερ γὰρ ἐκεῖνος προβέβληται τοῦ παντὸς σώματος, ὥσπερ τεῖχος ὢν, οὕτω δὴ καὶ ἡ πίστις· πάντα γὰρ αὐτῇ εἴκει. Ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι.
- 10.27
Οὐδὲν γὰρ δύναται τῷ θυρεῷ τούτῳ· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος πρὸς τοὺς μαθητάς· “ ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινά- “ πεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβή- “ σεται.” πῶς δὲ ἕξομεν τὴν πίστιν ; ὅταν ἐκεῖνα κατορθώσωμεν· βέλη δὲ αὐτοῦ, καὶ τοὺς πείρας φησὶ, φησὶ, καὶ τὰς ἐπιθυμίας τὰς ἀτόπους· εἰ γὰρ δαίμοσιν ἐπέταξεν ἡ πίστις, πολλῷ μᾶλλον τοῖς πάθεσι τῆς ψυχῆς.
- 10.28
Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε.
- 10.29
Τουτέστιν τῆς σωτηρίας ὑμῶν· περιφράττει γὰρ αὐτούς.
- 10.30
Καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.
- 10.31
Ητοι τὸ Πνεῦμά φησιν, ἤτοι ἐν τῇ μαχαίρᾳ τῇ πνευματικῇ· διὰ γὰρ ταύτης, πάντα τέμνεται· καὶ τὴν κεφαλὴν τοῦ δράκοντος διατέμνομεν διὰ ταύτης.
- 10.32
Θεόδωροσ. Καλῶς τὸ “ ὁ ἐστι ῥῆμα Θεοῦ,” εἰς παράστασιν τοῦ δυνατοῦ τῆς ἐνεργείας τοῦ Πνεύματος· ῥῆμα γὰρ Θεοῦ λέγει, ἀντὶ τοῦ Θεοῦ ἐνέργεια· ὡς τὸ “ τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστε- “ ρεώθησαν·” ἀντὶ τοῦ τῇ ἐνεργείᾳ καὶ τῇ δυνάμει τοῦ Θεοῦ ταῦτα συνέστη οὕτως καὶ παρὰ τοῖς προφήταις κεῖται συνεχῶς, τὸ ῥῆμα του Θεοῦ ὃ ἐγένετο καὶ λόγος Κυρίου ὃς ἐγένετο ἀντὶ τοῦ ἡ ἀποκάλυψις ἡ κατ’ ἐνήργειαν τοῦ Θεοῦ εὐαποτεθεῖσα· κἀνταῦθα τοίνυν Θεοῦ ῥῆμα, τὴν τοῦ Πνεύματος ἐκάλεσεν ἐνέργειαν.
- 10.33
Σευηριανὸσ δέ φησι, εἰ ἡ μάχαιρα ῥῆμα Θεοῦ, Πνεύματος δὲ ἡ μάχαιρα, Θεὸς ἄρα τὸ Πνεῦμα, οὗ ἡ μάχαιρα· εἴτε ῥῆμα Θεοῦ τὸ Πνεῦμα τὸ Ἄγ’ ἴον εἶπε, δηλονότι ὡς Λόγος ὁ Υἱὸς τοῦ Θεοῦ, οὕτως καὶ ῥῆμα τοῦ Θεοῦ τὸ Πνεῦμα. μάχαιραν δὲ τοῦ Πνεύματος εἶπεν, τὴν τιμωρητικὴν ἐνέργειαν τοῦ Πνεύματος.
- 10.34
Ωριγένησ φησὶ, βέλη τοῦ πονηροῦ, οἱ πονηροί εἰσι διαλογισμοί· οὐδὲ τὴν ἀρχὴν οὖν βαλεῖν εἰς τὴν καρδίαν δυνήσεται, ἐπὰν τίς σκεπόμενος τῷ τῆς πίστεως θυρεῷ σβεννυμένων πάντων τῶν πεπυρωμένων τοῦ ἐχθροῦ βελῶν ἐν αὐτῷ· ἐρεῖ δὲ τὸν θυρεὸν τῆς πίστεως περικείμενος, “ ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε “ τῇ ψυχῇ μου, μεταναστεύου ἐπὶ τὰ ὄρη, ὡς στρουθίον ; ὅτι ἰδοὺ “ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον· ἡτοίμασαν βέλη εἰς φαρέτραν, “ τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.” πεποιθότος γάρ μου, φησὶν, ἐπὶ τῷ Κυρίῳ, πῶς μοι συμβουλεύετε μὴ ἵστασθαι πρὸς τὰ ὕπο τῶν ἁμαρτωλῶν ἐντεινόμενα κατ’ ἐμοῦ τόξα καὶ ἑτοιμαζόμενα ὑπ’ αὐτῶν βέλη ἐν φαρέτραις, θελόντων τρῶσαι τοὺς εὐθεῖς τῇ καρδίᾳ ; ἰδοὺ γὰρ καὶ ἕστηκα, καὶ οὐ μεταναστεύω· καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα ὅσον οὔπω σβεσθήσεται.
- 10.35
Διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν νεύματι καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάση προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων καὶ ὑπὲρ ἐμοῦ.
- 10.36
Ὁ ὑγιαίνων λόγος ἀπὸ Θεοῦ Πνεύματος ῥεῖ· ὁ δὲ ἐναντίος ἐκ τῆς γῆς λαλεῖ· “ ὁ γὰρ ὣν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς “ γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν· καὶ “ ὃ ἑώρακεν καὶ ἤκουσεν, τοῦτο μαρτυρεῖ· ὁ δὲ ἐκ τοῦ Πνεύματος λόγος μάχαιρά ἐστιν. δι’ ὅπερ ἐνταῦθα, φησὶν ὁ Παῦλος τὴν μάχαιραν τοῦ Πνεύματος εἶναι ῥῆμα Θεοῦ. “ ζῶν γὰρ ὁ λόγος “ τοῦ Θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν “ δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ Πνεύμα- “ τος.” τέμνει τε καὶ διαιρεῖ ἀνύων καὶ διὰ τῆς προσευχῆς καὶ δεήσεως ἐν τοῖς παντὶ καιρῷ προσευχομένοις, καὶ προσευχομένοις πνεύματι κατὰ τὸ “ προσεύξομαι πνεύματι· καὶ ἀνύει τοῖς ὑπὲρ τοῦ πλουτῆσαι ἐν ῥήματι Θεοῦ· ἀγρυπνοῦσι καὶ προσκαρτεροῦσι τῇ τούτου κτήσει, ἐπὶ τῷ καὶ ἄλλους ὠφελῆσαι, καὶ τοῖς ὠφελοῦσι διὰ τῶν εὐχῶν ἐνεργῆσαι· παρατήρει δὲ καὶ τὸ τοῦ Ἀποστόλου μέτριον, αἰτοῦντος ἀπὸ τῶν Ἐφεσίων δεήσεις γενέσθαι ὕπερ αὐτοῦ·
- 10.37
Σευηριανὸσ φησὶν, “ προσευχόμενοι Πνεύματι οὐκ ἁπλῶς εἶπεν· ἀλλ’ ἐπειδὴ καθ’ ὃ δεῖ προσεύξασθαι οὐκ οἴδαμεν, φησὶν, ἀλλαχοῦ, αὐτὸ τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν· ἵνα αὗται αἱ αἰτήσεις ὑμῶν μηδὲν ἔχωσι σαρκικόν· πνευματικὰς δὲ αἰτήσεις ἔχομεν τῇ δυνάμει τοῦ Πνεύματος βοηθουμένας.
- 10.38
(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, καθώπλισεν αὐτοὺς μετὰ πάσης ἀσφαλείας· τι οὖν δεῖ λοιπόν ; τὸν βασιλέα καλεῖν καὶ παρακαλεῖν ὥστε ὀρέξαι χεῖρα. “ δι’ ἁπάσης προσευχῆς, φησὶν, “ καὶ δεήσεως· προσευχόμενοι ἐν παντὶ καίρῳ ἐν Πνεύ- “ ματι.” ἔστι γὰρ μὴ προσεύχεσθαι ἐν Πνεύματι, ὅταν τις βαττολόγῃ· “ καὶ εἰς αὐτὸ” φησὶ “ ἀγρυπνοῦντες·” τουτέστιν, νηφόντες· τοιοῦτον εἶναι χρὴ τὸν καθωπλισμένον, τὸν παρὰ τὸν βασιλέα ἑστῶτα ἄγρυπνον, νηφάλιον.
- 10.39
Ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων ἁγίων καὶ ὑπὲρ ἐμοῦ ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματος μου.
- 10.40
Οὐκ ἄρα ἐμελέτα ἅπερ ἔλεγεν· ἀλλὰ καθὼς εἶπεν ὁ Χριστὸς “ ὅταν παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἤ τι λαλήσητε· δοθή- “ σεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τι λαλήσητε· οὕτως πάντα πίστει ἔπραττε, πάντα χάριτι. “ ἐν παρρησίᾳ” φησὶν “ γνωρίσαι “ τὸ μυστήριον τοῦ Εὐαγγελίου· τουτέστιν ἵνα ἀπολογήσωμαι ὡς χρὴ, μετὰ παρρησίας, μετὰ συνέσεως, μετὰ ἀνδρείας.
- 10.41
Ωριγένησ. Ὅταν ἀνοιχθῇ τὸ στόμα δοθέντος λόγου, τότε παρρησίᾳ γνωρίζεται τὸ μυστήριον τοῦ Εὐαγγελίου, καὶ οὐκ ἔτι ἐν παροιμίαις καὶ παραβολαῖς· ὡς καὶ ὁ Σωτῆρ’ φησὶν, “ ἔρχεται “ ὥρα, ὅτε οὐκ ἔτι ὑμῖν ἐν παροιμίαις λαλήσω, ἀλλὰ παρρησίᾳ “ περὶ τοῦ Πατέρος ἀπαγγελῶ ὑμῖν· τὸν δὲ ἐν παρρησίᾳ λόγον, μόνος καὶ πᾶς χωρῆσαι δύναται, ὁ τὴν καρδίαν ἔχων μὴ καταγινώσκουσαν, “ ἐπεὶ ἐὰν ἡ καρδία μὴ καταγινώσκῃ, παρρησίαν ἔχο- “ μὲν πρὸς τὸν Θεόν· καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν πη αὐτοῦ· ὅθεν καὶ σπάνιος ὁ ἐν παρρησίᾳ γνωρίζων τὸ μυστήριον, τῷ σπάνιον εἶναι τὸν παρρησίαν ἔχοντα πρὸς Θεόν· τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν ; ἣ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίων ;
- 10.42
Ἴνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ τί πράσσω, πάντα ὑμῖν γνωρίσει τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυριῷ· ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.
- 10.43
Ἐπεὶ πᾶς ὁ τοῦ Ἀποστόλου βίος καὶ πᾶσα πράξις αὐτοῦ καὶ ἐνεργεία λόγῳ Θεοῦ ἐγίνετο, ζῶντος ἐν αὐτῷ τοῦ Χριστοῦ, διὰ τοῦτο πέμπει τὸν τυχικὸν, τὸν κανόνα τοῦ βίου καὶ τὴν τάξιν τῶν πράξεων αὐτοῦ ἀπαγγελοῦντα τοῖς Ἐφεσίοις καὶ ἔπρεπε γε τῳ Ἀποστόλῳ ὑπὲρ τοῦ ἔχειν παράδειγμα πολιτείας ἀγαθῆς τοὺς Ἐφεσίους, πέμψαι δι’ αὐτὸ τοῦτο τὸν τυχικόν· ἔμελλον δὲ καὶ παρακαλεῖσθαι τὰ ἀρίστα καὶ τὰ Ἀποστόλῳ ἁρμόζοντα κατορθοῦσθαι μανθάνοντε στῷ Παύλῳ.
- 10.44
(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης οὕτως φησὶν, ἐπειδὴ δεσμῶν ἐμνήσθη, ἀφίησί τι καὶ τῷ τυχικῷ παρ’ ἑαυτοῦ διαλεχθῆναι. ἃ μὲν γὰρ ἦν δογμάτων καὶ παρακλήσεως, ταῦτα διὰ τῆς Ἐπιστολῆς ἐδήλου· ἃ ἀπ’ ἀγγελίας ψιλῆς, ταῦτα τῷ κομίζοντι τὴν Ἐπιστολὴν ἐπέτρεπεν· “ ἵνα γνῶτε,” φησὶ, “ τὰ “ περὶ ἡμῶν,” τουτέστιν ἵνα μάθητε· τοῦτο καὶ αὐτοῦ τὴν ἀγάπην ἐδήλου τὴν πρὸς αὐτοὺς καὶ τὴν ἐκείνων.
- 10.45
Εἰρήνη τοῖς ἀδελφοῖς, καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
- 10.46
Εὔχεται αὐτοῖς εἰρήνην εἶναι ἀγάπην μετὰ πίστεως. καλῶς εἶπεν, οὐκ ὥστε ἁπλῶς ἔχειν τὸν τῆς ἀγάπης λόγον, καὶ τοῖς ἑτεροπίστοις ἑαυτοὺς ἀναμιγνύναι· ἣ τοῦτο, ἣ ἐκεῖνο φησίν· ὥστε καὶ πίστιν αὐτοὺς ἔχειν καὶ θαρρεῖν περὶ τῶν μελλόντων. ἡ εἰρήνη πρὸς τὸν Θεὸν καὶ ἡ ἀγάπη· ἐὰν γὰρ εἰρήνη, καὶ ἀγάπη ἔσται· καὶ ἐὰν ἀγάπη, καὶ εἰρήνη ἔσται· “ μετὰ πίστεως·” οὐδὲν γὰρ ὄφελος ἀγάπης, πίστεως χωρίς. μᾶλλον δὲ οὐδ᾿ ἃν γένοιτο ἀγάπη ἑτέρως.
- 10.47
Ωριγένησ φησὶν, εἰ καὶ τί ἄλλο δῶρον ἔστι διδόμενον ἀπὸ Θεοῦ Πατρὸς καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ εἰρήνη, ὅπερ ἓν τῶν τιμιωτάτων ἐστὶ δώρων, ἡ ὑπερέχουσα πάντα νοῦν· ἥτις φρουρήσει τὰς καρδίας καὶ τὰ νοήματα τῶν ἁγίων· γαλήνη τις καὶ εὐδία οὖσα ψυχῆς, παντὸς χειμῶνος καὶ πάσης ἀκαταστασίας καὶ πάθους ἀλλοτρία· ὁμοίως δὲ τῇ εἰρήνῃ καὶ ἡ μετὰ πίστεως ἀγάπη δῶρον ἐστὶ διδόμενον ἀπὸ Θεοῦ καὶ τοῦ Κυρίου Ιησοῦ Χριστοῦ· ἀγάπη δὲ πρὸς Θεὸν μὲν, ὡς γέγραπται “ ἐξ ὅλης “ καρδίας,” καὶ τῶν ἑξπης· πρὸς τὸν πλησίον δὲ ὡς ἑαυτόν· ἀλλὰ καὶ πρὸς τοὺς ἐχθροὺς ὁ λαβὼν δῶρον τὴν ἀγάπην ἐπιφαίνει αὐτὴν, οὐδένα μισῶν καὶ ὑπὲρ τῶν ἐπηρεαζόντων εὐχόμενος. “ ἡ χάρις “ μετὰ πάντων ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν “ ἀφθαρσίᾳ. διηγήσαντό τινες εἶναι τὸ ἀγαπᾶν αὐτὸν ἐν ἀφθαρσίᾳ, καθαρεύοντα ἀπὸ τῶν ἔργων τῆς φθορᾶς· ἔργα δὲ τῆς φθορᾶς ἔστι τὰ κατὰ τὴν συνουσίαν· ὅθεν καὶ ἡ συνήθεια ἀφθόρους ὀνόμάζε τοὺς καθαροὺς ἀπὸ συνουσίας, καὶ ἐφθαρμένους, τοὺς μίξεως γευσαμένους· ὑπερτείνοντες δέ τινες τὸ “ εἴ τις τὸν ναὸν τοῦ Θεοῦ “ φθείρει, φθερεῖ αὐτὸν ὁ Θεός.”
- 10.48
Χρυσοστόμου. Οὕτως ἐδείξαντο οὐ δυνάμενοι τούτῳ ὁμοίωσαι τὸ ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ ὁ μὲν οὕτως, ὁ δὲ οὕτως· ὅρα δὲ εἰ δύναται πᾶσα μὲν ἁμαρτία φθορὰ εἶναι ψυχῆς· ἡ δὲ παντελὴς αὐτῆς ἀποχὴ ἀφθαρσία· ὥστε τοὺς ἀγαπῶντας τὸν Κύριον ἡμῶν Ἰησοῦν χριστὸν ἐν ἀφθαρσίᾳ εἶναι, τοὺς πάσης ἁμαρτίας ἀπεχομένους· μεθ’ ὧν πάντων ἐστὶ τοῦ Θεοῦ χάρις. ὡς ὄντων μέντοι γέ τινων τῶν ἀγαπώντων μὲν τὸν Κύριον, οὐ μὴν ἐν ἀφθαρσίᾳ ἀγαπώντων αὐτὸν, φησὶν ὁ Παῦλος, “ ἡ χάρις μετὰ “ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν “ ἀφθαρσίᾳ.” Θεοῦ φησίν· πᾶσι δὲ προσείη τοῦ Θεοῦ ἡ χάρις τοῖς ἀγαπῶσι τὸν Χριστὸν καὶ ἐν ἀφθαρσίᾳ πολιτευομένοις. ἔοικεν δὲ μὴ εἰρηκέναι ἡ χάρις μεθ’ ὑμῶν συνήθως· ἀλλ’ ἁπλῶς τῶν ἀγαπώντων τὸν Κύριον ἐν ἀφθαρσίᾳ, ἐπὶ τῷ παιδεῦσαι αὐτοὺς, πολλὴν τούτου ποιεῖσθαι τὴν ἐπιμέλειαν· ὡς ἂν τῶν τοιούτων καὶ τῆς παρὰ τοῦ Θεοῦ χάριτος ἀπολαύειν δυναμένων· ὡς γὰρ φησὶν καὶ Σευῃριανὸς, τῆς φθορᾶς τίς ἀπαλαττόμενος ἀπὸ τοῦ διαβόλου, ἐν ἀφθαρσίᾳ δέχεται τὴν χάριν τοῦ Πνεύματος.
- 10.49
(Χρυσοστόμου.) Καὶ ὁ μακάριος Ἰωάννης, τι ἐστιν ἐν ἤτοι ἐν κοσμιότητι ὑπὲρ τῶν ἀφθάρτων πραγμάτων· οἷον μὴ ἐν πλούτῳ ἀλλ’ ἐν ἐκείνοις τοῖς ἀφθάρτοις. τὸ “ ἐν” διά ἐστιν· διὰ ἀφθαρσίας φησίν· τουτέστι δι’ ἀρετῆς. “ πᾶσα γὰρ ἁμαρτία “ φθορὰ ἦν. ῥωθείημεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν “ Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατέρι, ἅμα τῷ Ἁγίῳ Πνεύματι, “ δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. “ Ἀμήν.”
← Previous — showing 401–462 of 462
First Thousand Years of Greek. CTS URN tlg4102.tlg020.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.