Catena In Epistulam Ad Ephesios
- 7.14
” Τῷ πνεύματί” φησιν ” τοῦ νοὸς ὑμῶν, τουτέστιν, τῳ ἐν τῳ νῷ·
- 7.15
Καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον.
- 7.16
Ὁρᾷς ὅτι τὸ μὲν ὑποκείμενον ἕν ἐστι, μεταβολὴ δὲ τὸ ἐκδυόμενον καὶ ἐκδυόμενον; ” τὸν καινὸν ἄνθρωπον φησὶ, ” “ Θεὸν κτισθέντα ἐν δικαιοσύνη καὶ ὁσιότητι τῆς ἀληθείας. διατί δὲ ἄνθρωπον καλεῖ τὴν ἀρετήν; καὶ διατί ἄνθρωπον τὴν κακίαν; ὅτι χωρὶς ἐνεργείας οὐδ’ ἃν δειχθείη ἄνθρωπος· ὥστε οὐχ ἧττον τῆς φύσεως ταῦτα ἄνθρωπον δείκνυσιν εἴτε καλὸν εἴτε πονηρόν· ὥσπερ δὲ τὸ ἀποδύσασθαι καὶ ἐνδύσασθαι εὔκολον, οὕτως καὶ ἐπὶ ἀρετῆς καὶ κακίας ἔστιν ἰδεῖν· ὁ νέος ἰσχυρός ἐστιν· οὐκοῦν καὶ ἡμεῖς ἰσχυροὶ γενώμεθα πρὸς τὴν ἐνέργειαν τῶν ἀγαθῶν πράξεων· τὴν κτίσιν ὅρα τί φησι· τὴν οὐσίωσιν τῆς ἀρετῆς, τὴν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραχθεῖσαν· τι δὲ, ἐκείνη οὐ κατὰ Θεὸν ἡ κτίσις; οὐδαμῶς· ἀλλὰ κατὰ τὸν διάβολον· αὐτὸς δημιουργος τῆς ἁμαρτίας πῶς; ὁ γὰρ ἄνθρωπος οὐκ ἄπο ὕδατος οὐδὲ ἀπὸ γῆς ἐκτίσθη λοιπὸν, ἀλλ’ ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας· τί ἐστι τοῦτο; υἱὸν εὐθέως αὐτὸν ἔκτισε· τοῦτο γὰρ ἀπὸ τοῦ βαπτίσματος γίνεται· αὕτη ἐστιν ἡ οὐσία ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας· ἦν ποτε δικαιοσύνη καὶ ὁσιότης ἐπὶ Ἰουδαίων, ἀλλ’ οὐ τῆς ἀληθείας· ἀλλὰ τοῦ τύπου ἡ δικαιοσύνη ἐκείνη· τὸ γὰρ καθαρὸν εἶναι σώματι, τύπος καθαρότητος ἦν· καὶ τύπος δικαιοσύνης, οὐχὶ ἀληθεία· καὶ πρὸς τὸ ψεῦδος φησὶν, ὅτι πολλοί εἰσι παρὰ τοῖς ἔξωθεν δοκοῦντες εἶναι δίκαιοι, ἀλλὰ ψευδεῖς· δικαιοσύνη δὲ ἡ καθολικὴ ἀρετὴ λέγεται· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος “ ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον ” τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βα- ” σιλείαν τῶν οὐραανῶν.” καὶ πάλιν δίκαιος λέγεται, ὁ ἔχων λαβήν. ἐπεὶ καὶ ἐν τοῖς δικαστηρίοις, ἐκεῖνον φαμὲν δίκαιον, τὸν ὀδυνηθέντα καὶ μὴ ἀνταδικήσαντα.
- 7.17
Ὠριγένησ φησὶ τὸ μαθεῖν τὸν Χριστὸν, ταὐτόν ἐστι τῷ μαθεῖν τὴν ἀρετήν· καὶ τὸ ἀκοῦσαι αὐτὸν οὐ διαφέρει τοῦ συνεῖναι τὸν λόγον τῶν ἀναγεγραμμένων ἐπινοιῶν τοῦ Υἱοῦ τοῦ Θεοῦ. εἴτις οὖν ἔμαθε τὸν Χριστὸν καὶ ἤκουσεν αὐτὸν ὡς Θεοῦ Λόγου, παραδεξάμενος ἃ μεμάθηκε καὶ ἤκουσεν, οὐ περιπατήσει ἐν τῇ ματαιότητι τοῦ νοὸς αὐτοῦ, οὐδὲ ἔσται τῆ διανοίᾳ ἐσκοτισμένος, οὐδὲ τῆς ζωῆς τοῦ Θεοῦ ἀπηλλοτριωμένος. μάθωμεν τοίνυν τὸν Χριστὸν, καὶ ἀκούσωμεν αὐτὸν καὶ διδαχθῶμεν ἐν αὐτῷ. οὐκ ἀπογνωστέον μέντοιγε καὶ τὸ διδαχθῆναι θείᾳ δυνάμει ὑποβαλλούσῃ τῷ νῷ ἡμῶν κεκαθαρμένον λόγον τὸν περὶ Χριστοῦ τέλειον καὶ ἀληθινὸν, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ. ἐδίδαξέ τι τὸ μαθεῖν τὸν Χριστὸν καὶ ἀκοῦσαι καὶ διδαχθῆναι, εἰπὼν, ” καθώς ἐστιν ἀλήθεια ” ἐν τῷ Ἰησοῦ·’’ ἡ γὰρ τῆς ἀληθείας πρωτότυπος οὐσία, ἐν Ἰησοῦ μόνῳ λέγοντι, ” ἐγώ εἰμι ἡ ἀλήθεια. τὸ δὲ ” ” ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἀσυνάρτητον ὂν, ὅρα εἰ δυνάμεθα οὕτως ἀποκαταστῆσαι· ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰηποῦ. ἵνα ὁ νοῦς ᾖ· ὅτι ὡς ἔστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, οὕτως ἔσται καὶ ἐν ὑμῖν μαθοῦσι τὸν Χριστὸν, καὶ αὐτὸν ἀκούσασι καὶ ἐν αὐτῷ διδαχθεῖσιν, ἀποθεμένοις τὲ κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· “ παλαιὸν δὲ ἄνθρωπον ὃν δεῖ ἤδη ἀποθέσθαι, τὸν πεπαλαιωμένον ὑπὸ τῆς ἁμαρτίας λέγεσθαι νομιστέον· οὗτος γὰρ κατὰ τὴν προτέραν ἀναστροφὴν καὶ τὰς ἐπιθυμίας τῆς ἀπάτης διὰ τοῦ ἁμαρτάνειν καὶ μηδέποτε ἀφθαρσίας τί ποιεῖν, ἀλλ’ ὅλα τὰ τῆς φθορᾶς ἐργάζεσθαι, ἀεὶ φθείρεται. αἱ μὲν οὖν ἐπιθυμίαι τῆς ἀπάτης καὶ ἡ προτέρα ἀναστροφὴ, ἐνεργοῦσι τὸ φθείρεσθαι αὐτόν· καὶ οὐδέπω ἔφθαρται ὅσον ταῦτα ποιεῖ, ἀλλὰ φθείρεται· ὁ δὲ λόγος τοῦ Θεοῦ, οὐ φθείρει ἀλλ’ ἀποκτείνει τὸν παλαιὸν ἄνθρωπον ἐπὶ τῷ ζωοποινσαι· “ ἐγὼ γάρ, ’’φησιν, ” ἀποκτενῶ καὶ ζῆν ποιήσω·’’ καὶ ” ἀπέκτενεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν.
- 7.18
Ετι ζητήσεις, πῶς ὁ κατὰ τὴν κακίαν πεπαλαιωμένος παλαιὸς ἄνθρωπος λέγεται. καὶ μήποτε ὥσπερ ἀνακαινοῖ καὶ ἀνακτίζει ἡ ἀρετὴ, οὕτως ἡ ἐναντία αὐτὴ κακία παλαιοῖ· ὡς καὶ τῆς παλαιότητος σημεῖα γίνεσθαι περὶ τὴν ψυχὴν, οἱονεὶ τὰς ῥυτίδας, ὥσπερ γίνεται ἐπὶ τῶν γηρασκόντων σωμάτων. διὰ τοῦτο ἔνδοξον αὐτῷ παρίστησι τὴν Ἐκκλησίαν Χριστὸς, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἣ τι τῶν τοιούτων. ὅσον μὲν γὰρ ἔχει σημεῖα τῆς παλαιότητος, ἔχει καὶ τὴν ῥυτίδα· ὅταν δὲ ἀπόθηται τὸν παλαιὸν ἄνθρωπον ἅπαντα, ἀκμάζει καὶ πᾶσα ῥυτὶς ἐξαφανίζεται· ἀπάτης δέ ἐστιν ἐπιθυμία, ἡ μοχθηρὰ ἐπιθυμία καὶ ἡ φαύλη. ” ἀνανεοῦσθαι δὲ ” πνεύματι τοῦ νοὸς ὑμῶν. Εἰ χρὴ ἀνανεοῦσθαι κατὰ τὴν λέξιν ” τὴν οὔτε ἁπλῶς ἐν τῷ πνεύματι, οὔτε ἐν τῷ νοὶ, ἀλλ’ ἐν τῷ ” ματι τοῦ νοὸς ὑμῶν,” ζητητέον ἰδίᾳ, τίς ὁ νοῦς ἡμῶν, καὶ τι τὸ πνεῦμα αὐτοῦ· πρόσχες δὲ καὶ τῷ ” ψαλῶ τῷ πνεύματι, ψαλῶ ” καὶ τῷ νοί·· προσεύξομαι τῷ πνεύματι, προσεύξομαι καὶ τῷ ἐπιστήσει οὑν εἰ ὥσπερ ἐστὶ πολλὰ πνεύματα, καὶ ἕκαστον τινὶ ᾠκείωται, οὕτως ἐστὶν τί πνεῦμα ᾠκειωμένον ἡμῶν τῷ νοί· ὅπερ τοῦ νοὸς ἡμῶν ἀποκαθαιρομένου καὶ πᾶσαν ἀποβαλόντος ἀχλὺν, ᾠκειωμένον αὐτῷ ἀνανεοῖ ἡμᾶς. εἰ θέλομεν ” ἐνδύσασθαι τὸν ” ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα,’’ νοήσωμεν τὸ “ ” μοῦ γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ· καὶ τὸ ” ζῶ δὲ ” ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς,’’ καὶ ἁπαξαπλῶς μορφωθέντα τὸν ἐν ἡμῖν ὅλον καὶ κατὰ πᾶσαν πρᾶξιν δείξομεν. Διὸ ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ.
- 7.19
Οἱ μὲν ἁπλούστεροι, πλέον τοῦ ἠθικοῦ οὐδὲν οἰήσονται λέγεσθαι ἐκ τοῦ λεγομένου· ἡμεῖς δὲ ἐναντίον εἶναι πειθόμενοι τῇ ἀληθείᾳ τὸ ψεῦδος, τὸ ἐναντίον τῇ καθηκόντως λαλουμένῃ ἀληθείᾳ πρὸς μόνον τὸν πλησίον ζητοῦμεν ψεῦδος ἀποθέσθαι, ὅπέ ἐστιν ἡ ψευδοδοξία· ἔργον δὲ οὐ τυχόν ἐστιν πρὸς τὸ ἀποθέσθαι ἐκεῖνο τὸ ψεῦδος, καὶ τὸ οὕτως ψεῦδος ἀποθέσθαι· καὶ γὰρ δόκιμον δεῖ εἶναι τραπεζίτην καὶ πάντα δοκιμάζειν ἱκανὸν, ἵνα μόνον κατέχωμεν τὸ καλὸν, ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀπεχώμεθα· ἐναντίον δὲ τῷ κατὰ τὰς ψευδοδοξίας ψεύδει ἐστὶν ἡ σωτήριος ἀλήθεια· τὸ δὲ “λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ,’’ εἴληπται ἀπὸ τοῦ Ζαχαρίου.
- 7.20
Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε.
- 7.21
Οτι ἀπὸ τοῦ τετάρτου ψαλμοῦ τοῦτο εἴληπται, δῆλον ἐστίν· δύο δὲ σημαίνεται ἐκ τῆς ὀργίζεσθαι φωνῆς· ἢ τὸ ἀπροαίρετον, ὅπερ τινες ἐκάλεσαν προπάθειαν, ἥτις συμβήσεται καὶ τοῖς τελείοις ἀπροαίρετόν τι πάσχουσι κατὰ τὰ τοιάδε εἰς ὀργὴν ρποσκαλούμενα συμπτώματα· ἕτερον δὲ, ὅταν ἤδη ἡ συγκατάθεσις παραδέχηται τὸ καθήκειν δεῖν τιμωρεῖσθαι τὸν ἠδικημένον νομιζόμενον· ὅπερ ὡς ἐφ’ ἡμῖν τυγχάνον, κελεύει ἀποθέσθαι ὁ Ἀπόστολος ἡμᾶς. τὸ πρότερον οὖν τῶν σημαινομένων δηλοῦται ἐν τῷ “ὀργί- “ζεσθε καὶ μὴ ἁμαρτάνετε,’’ ἀντὶ τοῦ εἰ καὶ παρεδέξασθέ ποτε τὴν ὀργὴν, ἀλλ’ ἄπρακτον καταλείψατε· τοῦτο γὰρ καὶ ὁ ἅγιος φησὶν Ἀθανάσιος.
- 7.22
Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμᾷ ὑμῶν. Εὰν τὸν αἰσθητὸν ἥλιον ἀκούσωμεν λέγεσθαι, ἁμαρτησόμεθα, ὅτι ὀργιζόμεθα καὶ τηροῦμεν τὴν ὀργὴν, τοῦ ἡλίου δύνοντος· ὅπερ ἄτοπον εἰναι νομίζω. μήποτ’ οὖν ὁ ἀληθινὸς ἥλιος ὥσπερ δύσεται ἐπὶ τοὺς πονηροὺς προφήτας κατὰ τὸ εἰρημένον, “δύσεται ὁ “ ἥλιος ἐπὶ τοὺς προφήτας ὑμῶν μεσημβρίας,’’ οὕτως καὶ δύει ἐπὶ πάντας τοὺς ἁμαρτάνοντας, οὐ χαριζόμενος αὐτοῖς ἔτι ἁμαρτάνουσι τὴν ἰδίαν ἀνατολήν. ἐντέλλεται οὖν ἡμῖν ὁ Παῦλος μὴ ποιῆσαι τοιαῦτα κατὰ τὴν ὀργὴν, ὡς ἐπιδύναι ἡμῖν τὸν ἥλιον, καὶ γενέσθαι ἐν ταῖς ψυχαῖς ἡμῶν νύκτα.
- 7.23
(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, μὴ εἰς ἀναξίους λάμψας ὁ ἥλιος· εἰ γὰρ ὁ μὲν δεσπότης ἀπὸ πολλῆς ἀγαθότητος ἔπεμψεν, καὶ ἀφῆκεν σοι τὰ ἁμαρτήματα· σὺ δὲ τῷ πλησίον οὐκ ἀφίης, ὅρα πόσον τὸ κακόν;
- 7.24
Μῆ δὲ δίδοτε τόπον τῷ διαβόλῳ.
- 7.25
Τὸ ἀλλήλους πολεμεῖν, τόπον ἐστὶ δοῦναι τῷ διαβόλῳ· οὐδέποτε γὰρ οὕτως τόπον ἔχει ὁ διάβολος, ὡς ἐν ταῖς ἔχθραις· τὰ μυρία ἐντεῦθεν τίκτεται κακά· καὶ καθάπερ ἕως μὲν ὠσιν ἡρμοσμένοι λίθοι καὶ μηδὲν διάκενον ἔχοντες, ἑστήκασιν ἀρραγεῖς· ἐὰν δὲ ῥαγάδα τριχὸς ἐπέχουσαν τόπον συμβῇ γενέσθαι, τοῦτο πάντα καταλύει καὶ ἀπόλλυσιν, οὕτω καὶ ἐπὶ τοῦ διαβόλου· ἕως μὲν ἃν ᾦμεν πεπυκνωμένοι, καὶ συνηρμοσμένοι, οὐδὲν ὅλως ἐπεισάγει τῶν αὐτοῦ· ἐπειδὰν δὲ μικρὸν ἡμᾶς διαχαυνώσῃ, καθάπερ τις χειμάμρονς ἐπεισχέεται· πανταχοῦ γὰρ ἀρχῆς αὐτῷ χρεία μόνης.
- 7.26
Ωριγένησ δέ φησιν, ὅμοιον τοῦτο ἐστὶ, τῶ ἐν τῷ Ἐκκλησιαστῇ εἰρημένῳ, ” ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἔπι “ τόπον σου μὴ ἀφῇς· ὅτι ἴαμα καταπαύσῃ ἁμαρτίας μεγάλας.” τόπον δὲ δίδομεν τῷ διαβόλῳ ἢ τῶ ἐξουσιάζοντι πνεύματι ἀναβάντι ἐφ’ ἡμᾶς, ὅτε οὐ πεπλήρωται ἡμῶν τὸ ἡγεμονικὸν ἁγίων μαθημάτων ἢ τῆς σωτηρίου πίστεως, καὶ λογισμῶν διαφερόντων καὶ συμβουλευόντων ἡμῖν τὰ ἄριστα· κατὰ γὰρ τὸν πατέρα Ἰωάννου] Ζαχαρίαν, ” ἐπὶ τὰ κλίματα τῆς ψυχῆς ἐπισκηνοῖ ὁ Σατανᾶς,’’ καὶ αἱ τοιαίδε συγκαταθέσεις, τοῖς χείροσιν αἱ ῥοπαὶ ἐπὶ τὰς συγκαταθέσεις προκαλοῦνται τὸν διάβολον εἰσελθεῖν ἡμῶν εἰς τὰς ψυχάς· καὶ ἐπὶ τοῦ Ἰούδα γοῦν γέγραπται τοῦ προδότου, ” “ τέρον μὲν τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα ” παραδῷ αὐτὸν Ἰούδα Σίμωνος Ἰσκαριώτου·” μετὰ δὲ ταῦτα ὅτι ” μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς.’’ ὡς τοῦ διαβόλου εἰς τὴν καρδίαν Ἰούδα, ἵνα παραδῷ τὸν Κύριον. πρὸς τὸ βληθὲν στὰς ὁ Ἰούδας ἦν, οὐκ ἃν ὕστερον εὑρήκει τόπον εἰς αὐτὸν εἰσελθεῖν ὁ Σατανᾶς Ρ.
- 7.27
Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ καὶ κοπιάτω, ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσὶν, ἵνα ἔχη μεταδιδόναι τῷ χρείαν ἔχοντι.
- 7.28
Ἐπείπερ ἐν ταῖς τοῦ βίου πραγματείαις ἀναστρεφόμενοι, προφάσει τοῦ πορισμοῦ τῶν ἐπιτηδείων, καὶ πολλοὶ τῶν πεπιστευκέναι νομιζομένων, κἂν δοκῶσι καθαρεύειν ἀπὸ εἰδωλολατρείας καὶ πάσης πορνείας, οὐκ εὐκόλως ἀφίστανται τοῦ βλέπειν ἐν τῷ ὠνεῖσθαι καὶ πιπράσκειν καὶ συμπραγματεύεσθαί τισι, διὰ τοῦτο οὐκ ὤκνησεν ὡς ἔτι κλεπτόντων καὶ ταῦτα ἐν Ἐφέσῳ τινῶν οἱονεὶ ἐλέγξαι, ὡς εἰδὼς τοὺς τοιούτους· τὸν δὲ δίκαιον πορισμὸν δηλοῖ αὐτοῦ, τὸ “ ἐργαζόμενος τὸ ἀγαθόν·’’ τῶν μὲν ἀδίκως ποριζόντων, . οὐ τὸ ἀγαθὸν, ἀλλὰ τὸ πονηρὸν ἐργαζομένων· τῶν δὲ μετ’ εὐλαβείας περιποιούντων αὐτοῖς τὰ ἀναγκαῖα, καὶ ἐν τούτῳ τὸ ἀγαθὸν ἐργαζομένων.
- 7.29
Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης φησὶ, ποῦ οἱ καθαροὶ οἱ λεγόμενοι, οἱ παντὸς ῥύπου γέμοντες, καὶ τοῦτο ἑαυτοὺς ὀνομάζειν τολμῶντες ; ἔτι γάρ ἐστιν ἀπολύσασθαι τὸ ἔγκλημα· οὐ τὸ στῆναι μόνον τοῦ ἁμαρτήματος, ἀλλὰ καὶ τὸ ἀγαθόν τι ἐργάσασθαι· ὁρᾶτε πῶς ἀπολύεσθαι τὰ ἁμαρτήματα χρή ; ἔκλεψαν ; τοῦτο ἔστι τὸ ἁμάρτημα· οὐκ ἔκλεψαν ; τοῦτο οὐκ ἔστι τὸ ἁμάρτημα λῦσαι· ἀλλὰ πῶς ; ἐκοπίασαν καὶ ἑτέροις μετέδωκαν, οὕτως ἔλυσαν τὰ ἁμαρτήματα· οὐχ ἁπλῶς ἡμᾶς ἐργάζεσθαι βούλεται, ἀλλ’ ὥστε κοπιᾶν· ὥστε καὶ ἑτέροις μεταδιδόναι.
- 7.30
Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω. Τί ἐστι σαπρός ; ὅν φησι καὶ ἀργόν· καταλαλία, αἰσχρολογία, εὐτραπελία, μωρολογία· ὁρᾷς πῶς τὰς ῥίζας ἐκκόπτει τῆς ὀργῆς, τὸ ψεῦδος, τὴν κλοπὴν, τὴν ἄκαιρον διάλεξιν· τὸ δὲ “ μηκέτι “ κλεπτέτω,’’ οὐκ ἐκείνοις συγγινώσκων τοιοῦτό φησιν, ὅσον τοὺς ἠδικημένους πρᾴους καθιστῶν, καὶ τὸ μηκέτι τὰ αὐτὰ παθεῖν ἀρκεῖσθαι παραινῶν· οὐ γὰρ πραγμάτων μόνον, ἀλλὰ καὶ ῥημάτων τίνομεν δίκας.
- 7.31
Ὠριγένησ φησὶν, ἀγαθὸς λόγος ἐστὶ πρὸς οἰκοδομὴν τῆς χρείας, διδοὺς “ χάριν τοῖς ἀκούουσιν,” ὁ διδασκαλικὸς, καὶ ἐπ’ ἀρέτην μὲν προτρεπτικὸς, κακίας δὲ ἀποστερητικός· “ σαπρὸς δὲ, ὁ συναύξων τὴν κακίαν καὶ ἐρεθίζων ἐπὶ τὰ χείρονα.
- 7.32
Καὶ μὴ λυπεῖτε τὸ νεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.
- 7.33
Εἴπερ ἡ λύπη πάθος ἐστὶ, καὶ καλῶς ἀποδίδοται περὶ αὐτῆς, ὅτι ἔστι δόξα πρόσφατος κακοῦ παρουσίας ἐφ’ ᾧ καθήκει συστέλλεσθαι· οὔτε δὲ δοξάζει τὸ Ἅγιον Πνεῦμα, οὔτε ἵνα δοθῇ δοξάζειν, δοξάζει τὸ κακὸν αὐτῷ παρεῖναι, οὓ λυπήσεται τὸ Ἅγιον Πνεῦμα. μήποτ’ οὖν τὸ ὅσον ἐφ’ ἡμῖν τάδε πράττοντες, λυποῦμεν τὸ Ἅγιον Πνεῦμα τοῦ Θεοῦ. καὶ ὁ Κύριος δέ φησιν ἐν τῷ Ἰεζεκιήλ· “ καὶ ” ἐν πᾶσι τούτοις ἐλύπησέ με τάδε πολλάκις ἡμῖν ἃ περὶ ὀργῆς καὶ θυμοῦ, ὕπνου τὲ καὶ τῶν ἀνθρωποπαθῶν φωνῶν χρήσιμα. καὶ εἰς τὸν λόγον τὸν περὶ τοῦ ” μὴ λυπεῖτε τὸ ” τὸ Ἅγιον τοῦ Θεοῦ.” ἐσφραγίσθημεν δὲ τῷ Ἁγίῳ ἵνα τὸν τύπον τοῦ Ἁγίου Πνεύματος δεξάμενοι, ἀμερίστου μείναντος τοῦ σφραγίσαντος, τοὺς τύπους λαβόντες τοῦ Ἁγίου Πνεύματος, ἅγιοι γενώμεθα, καὶ τὸ πνεῦμα τοῦ ἀνθρώπου Καθέκαστον ἡμῶν τὸ ἐν ἡμῖν ἅγιον γένηται· οἶμαι δὲ ὅτι καὶ ἡ ψυχή. τῷ Πνεύματι μὲν οὖν τῷ Ἁγίῳ ὁ σφραγιζόμενος σφραγίζεται, ὁ δὲ Θεός ἐστιν ὁ σφραγίζων. σφραγίζεται δὲ ὑπὸ τοῦ Πατρὸς τῷ Ἁγίῳ Πνεύματι πᾶς ὁ ἐκ τοῦ πιστεύειν τῷ Θεῷ σφραγίσας ὅτι ἀληθής ἐστιν ὁ Θεός· καὶ σφραγίζεται, ἵνα τηρήσας τὴν σφραγίδα καὶ δείξας αὐτὴν ἐν ἡμέρᾳ ἀπολυτρώσεως ἄθραυστον, τοῖς ἀπολυτρουμένοις συναριθμηθῇ.
- 7.34
(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησί· τοῦτο ὅπερ καὶ ἐν τῇ πρὸς Θεσσαλονικέας, φησὶν, ἐν Ἐπιστολῇ· ” ὁ ” ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν·’’ οὕτω καὶ ἐνταῦθα· ἃν εἴπῃς ὑβριστικὸν ῥῆμα· ἃν πλήξῃς τὸν ἀδελφὸν, οὐκ ἐκεῖνον ἔπληξας, ἀλλὰ τὸ Πνεῦμα ἐλύπησας· εἶτα καὶ ἡ προσθήκη τῆς εὐεργεσίας, ἵνα μείζων γένηται ἡ κατηγορία· ” καὶ μὴ ” τὸ Πνεῦμα τὸ Ἅγιόν,’’ φησιν, ” ἐν ᾧ ἐσφραγίσθητε ” ἀπολυτρώσεως.” τοῦτο ἡμᾶς ἔδειξεν ἀγέλην βασιλικὴν, τοῦτο ἡμᾶς πάντων τῶν πρώτων ἀπέστησε· τοῦτο οὐκ ἀφῆκεν ὑποκεῖσθαι μετὰ τῶν ὑπευθύνων τῆς ὀργῆς τοῦ Θεοῦ, καὶ σὺ αὐτὸ λυπεῖς; ὁρᾷς πῶς ἐκεῖ μὲν φοβερῶς, ” ὁ γὰρ ἀθετῶν,” φησὶν, οὐκ ” ” θρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν·’’ ἐνταῦθα δὲ ἐντρεπτικῶς δυσωπητικῶς, ” μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἁγιον,’’ φησὶν, ” ” ἐσφραγίσθητε ;” ἡ σφραγὶς αὕτη ἐπὶ τοῦ στόματος ἀνέλῃς τὰ σήμαντρα. στόμα πνευματικὸν οὐδὲν τοιοῦτον φθέγγεται ἀνάξιον τοῦ χαρίσματος. ὁ Θεὸς δὲ τῆς εἰρήνης, φυλάξει ἡμῶν καὶ τὸν νοῦν καὶ τὴν γλῶσσαν, καὶ τειχίσει ἀσφαλεῖ τειχίῳ τῷ αὐτοῦ φόβῳ· ἐν Ἰησοῦ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἄμην· τριὰς μονὰς, ἐλέησον. τόμος β'.
- 7.35
ΤΟΜΟΣ Γ.
- 7.36
Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν, σὺν πάση κακίᾳ.
- 7.37
Ὠριγένησ φησὶ, γενικὸν μὲν τινὲς πάθος ᾠήθησαν εἶναι τὴν ὀργὴν, καὶ αὐτὴν τάξαντες ὑπὸ γένος τὴν ἐπιθυμίαν. καὶ ὅρον γε ἀποδεδώκασι τῆς ὀργῆς τοιοῦτον. ὀργή ἐστιν ἐπιθυμία πονηρίας τοῦ δοκοῦντος οὐ προσηκόντως ἠδικηκέναι. εἴδη δὲ πολλὰ τῆς ὀργῆς ἀναγράψαντες, συγκατατάττουσιν αὐτοῖς, τὴν πικρίαν μὲν εἶναι ὀργὴν δυσπαράδεκτον, ἢ παραχρῆμα ἐκρηγνυμένην. εἰλῆφθαι δέ φασι τὸ δυσπαράδεκτον κατὰ τὸ μὴ ῥᾴδιον αὐτὴν εἶναι τοῖς ἐκτὸς προσδέχεσθαι· θυμὸν δὲ ὀργὴν ἐναρχομένην. ἔοικε δὲ ἡ γραφὴ σφόδρα πολλαχοῦ διαφορὰν εἰδέναι θυμοῦ καὶ ὀργῆς, ὥσπερ καὶ ἐν τῷ ” Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με·” ὁμοίως δὲ ὁριούμεθα τὸν ἐλέγχοντα θυμὸν Θεοῦ, καὶ τὸν θυμὸν διαρ- θῆναι ἀφ’ ὑμῶν· οὐδὲ τὴν παιδεύουσαν ὀργὴν Κυρίου, καὶ τὴν ἡμετέραν τροπικώτερον εἴρηται· τὰ δὲ περὶ ἡμῶν ὀνομαζόμενα ὁμολογουμένως πάθη ἐστὶ καὶ ἁμαρτήματα. κεῖται δὲ τὸ ὄνομα τῆς πικρίας καὶ ἐν τῷ Ἰερεμίᾳ, ” καὶ ἡ πικρία γάρ σου,” ἀνέβη πρός με.” οἶμαι οὖν πικρίαν μὲν νῦν λέγεσθαι παρὰ τῷ Ἀποστόλῳ, καθὸ λέγομεν τινὰς πικροὺς ἐναντίους τοῖς γλυκέσι· καὶ ἡ συνήθεια γὰρ γλυκεῖς ἀνθρώπους οἶδε καὶ πικρούς. θυμὸν δὲ τὴν ἐναρχομένην ἐπί τινα γενέσθαι ὀργὴν ἐν τῇ ψυχῇ. ὀργὴν δὲ τάχα οὐ τὸ γένος τούτων καὶ ἑτέρων παραπλησίων, ἀλλὰ τὴν ἤδη ἑτοίμην καὶ ἐνεργητικὴν πρὸς τὴν τιμωρίαν τοῦ ἠδικηκέναι νομιζομένου. καὶ ὡς ἐπίπαν παρακολουθεῖ τοῖς πάθεσι τούτοις ἡ κραυγὴ, κεκραγότων τῶν πικραινομένων καὶ θυμουμένων καὶ ὀργιζομένων, καὶ θορυβωδέστερον λαλούντων, καὶ προφερομένων λόγους καὶ πικρίας καὶ θυμοῦ καὶ ὀργῆς. διὸ πρὸς τοῖς προτέροις κεκραυ- γητέον q, ἀσκητέον ἀρθῆναι ἀφ’ ἡμῶν, ἣν προσφέρονται ἀπὸ παθῶν ὀργιζόμενοι πολλάκις, οἱ κατὰ τοῦ θείου τολμῶντες ἐν τῷ καιρῷ τῆς ὀργῆς λαλεῖν, ὅταν πᾶσα ἡ κατηγορία περὶ οὗτινος οὖν λαμβάνηται αὖθις ἐν τῇ βλασφημίᾳ. βλασφημεῖν γὰρ λέγονται οἱ κακῶς λέγοντες ἐκείνους, οὓς λέγουσι κακῶς, ἀκολούθως τοῖς περὶ πικρίας καὶ θυμοῦ καὶ ὀργῆς καὶ κραυγῆς.
- 7.38
Λέγεται δεῖν ἀποτίθεσθαι καὶ τὴν βλασφημίαν· εἰ μέντοι γε καὶ τὴν βλασφημίαν τάσσοιμεν ἐπὶ πάσης φωνῆς τῆς κακῶς τὸ θεῖον λεγούσης, οὐ μόνον ἐκ λύπης καὶ ὀργῆς κατὰ τοὺς καιροὺς τῆς δυσαρεστήσεως δυσφημούντων τῶν ἀνθρώπων, ἀλλὰ πολλάκις καὶ κατὰ ἄγνοιαν τοῦ περὶ ἀληθείας λόγου, ὡς δῆλον ἐκ τῶν παρὰ τοῖς ἑτεροδόξοις δογμάτων. βλασφημεῖ δὲ καὶ ὁ τὸν ἀληθῆ λόγον ψευδῆ ἀποφαινόμενος εἶναι, ἣ τὸν ψευδῆ ἀληθῆ, καὶ μάλιστα περὶ Θεοῦ καὶ τῶν τοῦ Θεοῦ πραγμάτων. τίς οὖν οὕτως δόκιμος τραπεζίτης, ὡς εἰδέναι πάντα δοκιμάζειν, καὶ τὸ μὲν καλὸν κατέχειν, ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀπέχεσθαι; ἐπεὶ δέ τινες οἴονται εὐλόγως ποτὲ γίνεσθαι ὀργὴν, μὴ καλῶς προστιθέντες τῷ Εὐαγγελίῳ τὸ “ εἰκῆ” κατὰ τὸ ῥητὸν, ” ὃς ἂν ὀργισθῇ τῷ ἀδελφῷ αὐτοῦ, ” ἔσται τῇ κρίσει·” ἀνέγνωσαν γάρ τινες, ” ὃς ἐὰν ὀργισθῇ τῷ ” ἀδελφῷ αὐτοῦ εἰκῆ,’’ δυσωπήσωμεν αὐτοὺς ἐκ τοῦ ῥητοῦ, λέγοντες, ” πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ, καὶ ” καὶ βλασφημία ἀρθήτω ὑφ’ ὑμῶν·” σαφῶς γὰρ ἐνθάδε ἡ φωνὴ κατὰ κοινοῦ ἐπὶ πάντων εἴρηται, ὡς μηδεμιᾶς πικρίας συγχωρουμένης, μηδὲ θυμοῦ τινος ἐπιτρεπομένου, μηδὲ ὀργῆς τινος εὐλόγως συνερχομένης. καὶ ἐν τριακοστῷ ἕκτῳ ψαλμῷ, ὡς πάσης ὀργῆς ἁμαρτίας οὔσης, ὁμοίως δὲ καὶ θυμοῦ, λέγεται, ” παῦσαι ” ἀπὸ ὀργῆς καὶ ἐγκατάλειπε θυμόν.” οὐκοῦν οὐκ ἔστι ποτὲ ὀργισθῆναί τινι, καὶ οὐ μόνον γε πᾶσαν κακίαν καὶ πάντα θυμὸν, καὶ πᾶσαν ὀργὴν, καὶ πᾶσαν βλασφημίαν φιλοπονητέον ἀρθῆναι ἀφ’ ἡμῶν, ἀλλὰ ταῦτα σὺν πάσῃ τῇ κακίᾳ. κακίαν δὲ ἐκλαμβάνομεν, ἣ τὴν ἐναντίαν ἕξιν τῇ ἀρχῇ, ἣ τὴν πονηρίαν. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, πικρίαν τὴν ὕπουλον καὶ δολερὰν κατάστασιν, ὡς ἐπὶ τῶν κυνῶν τῶν ὑλακτούντων, ἀλλὰ καὶ περισαινόντων καὶ λαθραίως δακνόντων.
- 7.39
Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, Χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἥμιν.
- 7.40
Ὠριγένησ φησὶ, ἡμεῖς μὲν τὸ ἐναντίον τῷ πικρῷ γλυκὺ ὠνομάσαμεν. ἔοικε δὲ ὁ Παῦλος τὴν ἐναντίαν τάξιν τῇ πικρίᾳ χρηστότητα νῦν λέγειν μεταφορικῶς ἀπὸ τῶν βρωμάτων· οὕτως οὖν δυνάμεθα νοεῖν τὸ “ γίνεσθε εἰς ἀλλήλους χρηστοὶ,’’ ἀντὶ τοῦ εὐπρόσιτοί τινες καὶ κατὰ τὸ ἦθος γλυκεῖς τε καὶ προσηνεῖς. τοῦτο δὲ γίνεται εἰ τὸ ὠμὸν καὶ ἀνηλεὲς καὶ ἀσυμπαθὲς πρὸς τὸν πλησίον ἀποθέμενοι, εὔσπλαγχνοι πρὸς πάντας γινόμεθα· διὰ τούτων οὐ μόνον τοῖς πέλας, ἀλλὰ καὶ ἑαυτοῖς τὰ μέγιστα Χαριζόμενοι· ἑαυτοῖς ἑτέρου ὄντος, παρὰ τὸ χαριζόμενοι ἀλλήλοις, ἐπείπερ ὅσα ἂν ἐν τῷ εὐεργετεῖν ποιῶμεν ἑτέρους καλῶς, ταῦτα καὶ διὰ τὸ τέλος καὶ διὰ τὸ συσσώμους ἡμᾶς εἶναι μᾶλλον εἰς ἡμᾶς ἀναφέρεται, ἤπερ εἰς οὓς δοκοῦμεν εὖ πεποιηκέναι. ταῦτα δὲ ἑαυτοῖς χαριζόμεθα, ὅσα καὶ ὁ Θεὸς ἡμῖν ἐν Χριστῷ ἐχαρίσατο, οἱονεὶ παραδεχόμενοι αὐτὰ καὶ τηροῦντες· καὶ μιμούμενοι τὸν χαρισάμενον, καὶ τὸν τρόπον τοῦ χαρίζεσθαι αὐτόν.
- 7.41
Άλλος δέ τις, μηδὲν ἡγούμενος διαφέρειν τὸ χαριζόμενοι ἑαυτοῖς τοῦ χαριζόμενοι ἀλλήλοις, ἰσοδυναμοῦν οἰήσεται λέγεσθαι τὸ χαριζόμενοι ἀλλήλοις, μάλιστα διὰ τὸ “ καθὼς ὁ Θεὸς ἐν Χριστῷ “ ἐχαρίσατο ἡμῖν,’’ καὶ ἔνεγκε ταῦτα, ἐπὶ τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, λέγων, δεῖν ἡμᾶς ἀφιέναι τοῖς εἰς ἡμᾶς ἁμαρτάνουσιν, ὡς καὶ ἡμῖν ἀφῆκε τὰ ἁμαρτήματα ὁ Θεός. πῶς δὲ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν τὰ ἁμαρτήματα; ἢ ὅτι ἐν Χριστῷ ὣν ὁ Πατὴρ ἀφῆκεν ἡμῖν τὰ παραπτώματα· ἐν Χριστῷ δὲ ἐχαρίσατο ἡμῖν καὶ τὰ ἀγαθά· εἴ γε ἐν Χριστῷ σοφία ἐστὶν, ἣν ἐχαρίσατο ἡμῖν, καὶ ἀλήθεια καὶ δικαιοσύνη.
- 7.42
(Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης φησὶ, καὶ τοῦτο ἔχει αἴνιγμα, οὐχ ἁπλῶς ἀκινδύνως ἐχαρίσατο, φησὶν, ἀλλὰ μετὰ τοῦ κινδύνου τοῦ Υἱοῦ. ἵνα σοὶ συγγνῷ, τὸν Υἱὸν ἔθυσε. σὺ δὲ πολλάκις τὸ ἀδάπανον καὶ ἀκίνδυνον ὁρῶν, τὴν συγχώρησιν οὐ ποιῇ.
- 7.43
Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά· καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ, εἰς ὀσμὴν εὐωδίας.
- 7.44
Ἵνα μὴ νομίσῃς ἀνάγκης εἶναι τὸ πρᾶγμα, ἄκουσον τί φησιν, ὅτι ἑαυτὸν παρέδωκεν. ὡς ὁ δεσπότης σε ἠγάπησεν, ἀγάπησον σὺ τὸν φίλον, μᾶλλον δὲ οὐδὲ οὕτως δυνήσῃ, πλὴν ἀλλ’ ὡς δύνασαι. ἰδοὺ καὶ ἄλλη παράκλησις εὐγενεστέρα, “ ὡς τέκνα ἀγαπητὰ,’’ φησί· καὶ ἄλλην ἔχετε ἀγάπην τοῦ μιμεῖσθαι αὐτὸν, οὐ τὸ παθεῖν δὲ μόνον, ἀλλὰ καὶ τὸ τέκνα καλεῖσθαι, καὶ ἀγαπητά. ἐπειδὴ γὰρ οὐ πάντες τοὺς πατέρας μιμοῦνται, ἀλλὰ τὰ ἀγαπητὰ,’’ διὰ τοῦτό φησιν, “ ὡς τέκνα ἀγαπητά·’’ καὶ “ περιπατεῖτε ἐν ἀγάπῃ.’’ ἰδοῦ πάντων ἡ ὑπόθεσις ταύτης οὔσης οὐκ ὀργὴ, οὐ θυμὸς, οὐ κραυγὴ, οὐ βλασφημία, ἀλλὰ πάντα ἀνῄρηται. διὸ ὕστερον τὸ κεφάλαιον τίθησι· διὰ ταύτης ἐσώθης, διὰ ταύτης Υἱὸς γέγονας, “ καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς,’’ σὺ τῶν φίλων φείδῃ, ἐκεῖνος τῶν ἐχθρῶν. οὐκοῦν πολλῷ μεῖζον τὸ παρὰ τοῦ δεσπότου γενόμενον; τὸ γὰρ καθὼς ποῦ σώζεται, ἣ δηλονότι ἐὰν τοῖς ἐχθροῖς καὶ ἡμεῖς εὖ ποιῶμεν. “ καὶ παρέδωκεν ἑαυτὸν προσφορὰν “ καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.” ὁρᾷ, τὸ ὑπὲρ ἐχθρῶν παθεῖν, ὅτι ὀσμὴ εὐωδίας ἐστι, θυσία εὐπρόσδεκτος; κἂν ἀποθάνῃς, τότε ἔσῃ θυσία. τοῦτο μιμήσασθαι ἐστὶ τὸν Θεόν.
- 7.45
Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις· καὶ αἰσχρότης, καὶ μωρολογία, ἀλλὰ μᾶλλον εὐχαριστία. Μῆ εἴπῃς ἀστεῖα, μὴ αἰσχρὰ, μηδὲ πράξῃς, καὶ κατέσβεσας τὴν φλόγα· “ μηδὲ ὀνομαζέσθω παρ’ ὑμῖν,’’ φησί· τουτέστι, μη- δαμοῦ μηδὲ φαινέσθω· οἱ γὰρ λόγοι τῶν πραγμάτων εἰσὶν ὁδοί. εἶτα ἵνα μὴ δόξῃ φορτικός τις εἶναι καὶ βαρὺς, καὶ εὐτραπελίαν ἐκκόπτων, ἐπήγαγε καὶ τὴν αἰτίαν, εἰπὼν τὰ μὴ ἀνήκοντα· ταῦτα οὐδὲν πρὸς ἡμᾶς, φησὶν, “ ἀλλὰ μᾶλλον εὐχαριστία.’’ τί ὠφελεῖ τὸ ἀστεῖον εἰπεῖν; γέλωτα ἐκίνησας μόνον· μηδεὶς ἔστω λόγος ἀργός· οὐ διαχύσεως ὁ παρὼν καιρὸς, ἀλλὰ πένθους. ὁ Χριστὸς ἐσταυρώθη διὰ τὰ σὰ κακὰ, σὺ δὲ γελᾷς;
- 7.46
Ὠριγένησ δέ φησιν, ἡ μὲν πρὸς πόρνην κοινωνία, κατὰ τὸ ἔθος τῆς γραφῆς πορνεία ὀνομάζεται· πᾶσα δὲ ἡ κατὰ τὸν τόπον τῶν σαρκικῶν γαργαλισμῶν ἁμαρτία, οὐ μόνον κατὰ τὰς μοιχείας καὶ παιδοφθορίας, ἀλλὰ καὶ κατὰ τὰ ἄλλα, ὅσα ἐπενόησεν ἡ ἀνθρωπίνη ἀκολασία, ἐν διαφόροις καὶ παντοδαπαῖς παρατριβαῖς, ἀκαθαρσία γενικῶς ὠνόμασται. τὴν πλεονεξίαν δὲ ἤτοι ἁπλούστερον ἐκδεικτέον, ἣ ὡς ἐν ἄλλοις παρεστήσαμεν τὴν μοιχείαν· ὅτε καὶ ἐχρησάμεθα τῷ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἕκαστὸν τὸν ἀδελφὸν αὐτοῦ. πᾶσαν δὲ τὴν ἀκαθαρσίαν δεῖ φυλαξασθαι, ἐπεὶ τοῦτο πρέπει ἁγίοις· αἰσχρότης δέ τίς ἐστι, καθ’ ἕκαστον εἶδος ἀκολασίας· καὶ ὁμοίως γε αἰσχρότης ἐστὶ καὶ ἀκαθαρσία· ἐμφαίνει γὰρ καὶ τὸ ἀκάθαρτον καὶ τὸ αἰσχρὸν ἑκάστη πρᾶξις ἡ κατὰ τὸν τόπον τῆς εἰς τὸ ἀποκρίνειν ἐνεργείας· ταῦτα δὲ ἐπὶ τῶν παρὰ φύσιν λεκτέον, οὐκ ἐπὶ τοῦ γάμου. Τδωμεν δὲ τίς καὶ ἡ μωρολογία, ἣν καὶ αὐτὴν οὐδὲ ὁνμάζεσθαι χρὴ ἐν τοῖς ἁγίοις. καὶ ὁ μὲν οὖν τις φήσει ἁπλούστερον τὴν λέξιν ἐξειληφὼς, μωρολογίαν εἶναι τὴν ἀσκουμένην ὑπὸ τῶν μωρολόγων καὶ γελωτοποιῶν· ὅρα δὲ μὴ μωρολογεῖν λεκτέον, καὶ τοὺς ὁτιδήποτε σοφίας καὶ συνέσεως ἠλλοτριωμένον πάντας, καὶ μωρὸν ἐν τοῖς δογματιζομένοις ὑπ’ αὐτῶν. δόξει δὲ συνᾴδειν τῷ ἁπλούστερον ἐκδέξασθαι τὴν μωρολογίαν, ἡ ἐπιφερομένη αὐτῇ εὐτραπελία, ἥντινα ἰδιωτῶν συνήθεια τάσσει, ἀπὸ τῶν οὐ μόνον ἀπὸ μωρολογίας, ἀλλὰ καὶ ἀφ’ οἱασδήποτε αἰτίας γέλωτα κινούντων. οὐκ ἀνῆκε δὲ τοῖς ἁγίοις οὐδὲ αὐτὴ, ἀλλὰ μᾶλλον ἡ ἐν πᾶσι πρὸς Θεὸν εὐχαριστία. ἥγ᾿ οὖν εὐχαριστία, καθ’ ἣν εὐχαρίστους καὶ χαρίεντας τινὰς φαμέν. μωρολόγον μὲν οὖν καὶ εὐτράπελον οὐ δεῖ εὐχάριστον εὐχάριστον δὲ καὶ χαρίεντα· καὶ ἐπεὶ ἀσύνηθές ἐστι τὸ εἰπεῖν, “ ἀλλὰ μᾶλλον εὐχαριστία·’’ τάχα ἀντὶ τούτου ἐχρήσατο τῇ ἐπ’ ἄλλου κειμένῃ λέξει, καὶ εἶπεν, “ ἀλλὰ μᾶλλον εὐχα- “ ριστία·’’ καὶ μή ποτε ἔθος ἐστὶ τῷ ὀνόματι τῆς εὐχαριστίας, καὶ τοῦ εὐχαρίστου τοὺς ἀπὸ Ἑβραίων χρῆσθαι, ἀντὶ τῆςεὐχα- ριστίας καὶ εὐχαρίτου· τοιοῦτο δὲ ἐνομίσαμεν εἶναι καὶ τὸ ἐν Παροιμίαις οὕτως εἰρημένον, “ γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ “ δόξαν,’’ ἀντὶ τοῦ εὐχάριτος γυνή· ὀνομάζεσθαι δὲ ἂν ἐδόξαμεν τὸ “ γυνὴ εὐχάριστος” ἀντὶ τοῦ εὐχάριτος ἐκλαμβάνοντες, εἰ μὴ αἱ λοιπαὶ ἐκδόσεις συνῇδον ταύτῃ τῇ ἐκδοχῇ. ὁ μὲν γὰρ Ἀκύλας οὕτως ἡρμήνευσε· “ γυνὴ χάριτος ἀντέχεται δόξης.” Θεοδοτίων δὲ καὶ Σύμμαχος, “ γυνὴ χάριτος ἀνθέξεται δόξης.”
- 7.47
Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῆ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.
- 7.48
Παρατηρητέον ὅτι ἓξ ἀπαγορεύσας ἁμαρτήματα, πορνείαν καὶ ἀκαθαρσίαν, καὶ πλεονεξίαν, καὶ αἰσχρότητα, καὶ μωρολογίαν, καὶ εὐτραπελίαν, οὐ κατὰ τὰ ἓξ ἐπιφέρει, ὥστε τὸν ἐνεχόμενον τινὶ αὐτῶν μὴ ἔχειν κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ, ἀλλὰ τρία, λέγω δὲ πορνείαν, καὶ ἀκαθαρσίαν πᾶσαν, καὶ πλεονεξίαν. εἰ γὰρ μὴ ε-ι’χον κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ, καὶ ὁ μωρολογίᾳ καὶ εὐτραπελία ἔνοχος, ὠμότερον ἄν τινι ἐφαίνετο τὸ κατὰ τὴν κρίσιν ἐπὶ μηδενὶ συγγινώσκουσαν τῇ ἀσθενεῖ ἡμῶν φύσει. ἄλλως μὲν γὰρ οὐδὲ ταῦτα ἀνῆκε, πλὴν οὐχ ὥστε πραττομένων αὐτῶν ἐκπίπτειν τινὰ τῆς κληρονομίας τοῦ Χριστοῦ καὶ Θεοῦ· λείπει καὶ περὶ τῆς αι'σχρότητος ἐπιστῆσαι δόξαις ἀρὰν εὔλογον εἶναι τὸ λέγεσθαι, πᾶς πόρνος ἣ ἀκάθαρτος, ἢ πλεονέκτης, ἣ αἰσχρὸς οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ· ἀλλὰ μήποτε ἡ αἰσχρότης ἐστιν ἐν τῷ κατὰ τὸ κρυπτὸν μόνον παθητικῶς μεμολυσμένῳ, ᾗ καὶ πυρωθεὶς τίς ἀνέστειλε τὴν ἐπὶ τὴν πορνείαν, ἢ τὴν ἐπὶ τὴν ἀκαθαρσίαν ὁρμήν· καὶ ἐν τοῖς ἀνωτέρω δὲ, τὰ μὲν κωλύοντα κληρονομίαν ἔχειν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ τοῦ Θεοῦ, κατ’ ἰδίαν ὀνομάσας φησὶ, " μηδὲ ὀνομαζέσθω ἐν ὑμι-ν.’’ Εἶτα ἐν ἰδίᾳ χώρᾳ διῃρημένῃ ἀπὸ τῶν προτέρων ἐπήνεγκε τὴν αἰσχρότητα μωρολογίαν καὶ εὐτραπελίαν. ἐπειδὴ δὲ ἐν τοῖς ἀνωτέρω ὑπενοήσαμεν τὴν πλεονεξίαν τετάχθαι ἐπὶ τῆς μοιχείας, ζητοῦμεν ἐκ τοῦ “ ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης·” πότερον ἀνατρέπεἀνατρέπεται ἐκείνη ἡ ἐκδοχὴ, ἢ ἔτι δύναται χώραν ἔχειν. εὕρομεν δὴ πολλάχου τῶν προφητῶν τὴν εἰδωλολατρίαν πορνείαν ὠνομασμένην, ἐν τῷ “ἐπόρνευον ὀπίσω τῶν εἰδώλων αὐτῶν.’’ δύναται δέ τις καὶ τὴν πορνείαν τάξαι ἐπὶ τῆς εἰδωλολατρίας, ἐκ τοῦ λέγειν, “πνεύ “ματι πορνείας ἐπλανήθησαν.’’ ἐὰν δὲ πλεονέκτης ᾖ, ὁ ὅθεν μὴ δεῖ περιποιῶν ἑαυτῷ ἀργύριον, εἰδωλολατρία λέγεται ἡ πλεονεξία, οἱονεὶ λατρευόντων τοῖς ἐγγεγραμμένοις εἰδώλοις ἐν τοῖς ἀργυρίοις· καὶ τὰ ἐν αὐτοῖς ἐντετυπωμένα εἴδωλα, οἶμαι δέ που καὶ τὴν φιλαργυρίαν εἰδωλολατρίαν ὠνομᾶσθαι παρὰ τῷ Ἀποστόλῳ.
- 7.49
(Χρυσόστομοσ.) Ὁ μακάριος Ἰωάννης φησι, ἦσαν, ὡς τινὲς καὶ παρὰ τοῖς Ἐφεσίοις, οἱ τὰς χεῖρας ἐκλύοντες τοῦ λαοῦ, καὶ τὸ παρὰ Ἐζεκιὴλ εἰρημένον εἰς ἔργον ἄγοντες, μᾶλλον δὲ τὰ τῶν ψευδοπροφητῶν ποιοῦντες, “ οἳ δρακὸς κριθῶν ἐκφαυλίζοντες “τὸν Θεὸν ἐνώπιον τοῦ λαοῦ αὐτοῦ,’’ καὶ λέγοντες, ὑπερβολῆς ἔχεσθαι τὸ ῥῆμα· ὅταν εἴπωμεν ὅτι ὁ μωρὸν καλέσας τὸν ἀδελφὸν εἰς γέενναν ἀπέρχεται, καὶ ὅτι ὁ πλεονέκτης εἰδωλολάτρης ἐστὶ, καὶ πάσας οὕτω τὰς ἐντολὰς ἐκφαυλίζοντες· τούτους αἰνιττόμενος ὁ Ἀπόστολος φησὶ, “τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος “ἤ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει “ κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.’’ ἔλα ἐπάγει, “μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις·” κενοί εἰσιν οὗτοι οἱ λόγοι. “Οἱ πρόσχαιρον ἔχοντες χάριν,’’ καὶ οὐδαμῶς ἐπὶ τῶν ἔργων δεικνύμενοι· ἀπάτη γὰρ τὸ πνεῦμα ἐστί.
- 7.50
Διὰ τοῦτο ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
- 7.51
Διὰ τὴν πορνείαν φησὶ, διὰ τὴν πλεονεξίαν, διὰ τὴν ἀκαθαρσίαν, ἢ καὶ διὰ ταῦτα καὶ διὰ τὴν ἀπάτην, ἐπειδή ἐστιν ἀπατεῶνος. υἱοὺς ἀπειθείας, τοὺς σφόδρα ἀπειθεῖς κάλει.
- 7.52
Μῆ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ.
- 7.53
Ὄρα πῶς συνετῶς προέτρεψεν· πρῶτον ἀπὸ τοῦ Χριστοῦ, ὅτι ἀγαπᾶτε ἀλλήλους καὶ μηδένα ἀδικεῖτε προτρέπει· πάλιν ἀπὸ τῆς κολάσεως καὶ τῆς γεέννης· “ἦτε γάρ ποτε σκότος,’’ φησί· “ νῦν δὲ “φῶς ἐν Κυρίῳ·’’ ὅπερ λέγει καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, “τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε;” καὶ ἀναμιμνήσκει αὐτοὺς τῆς προτέρας κακίας· τουτέστιν, ἐννοήσατε τί ἦτε ποτε ὑμεῖς, καὶ τί γεγόνατε· μὴ πάλιν δρομεῖτε πρὸς τὴν προτέραν κακίαν· μὴ δὲ ἐνυβρίζετε τοῦ Θεοῦ τὴν χάριν· ἦτε ποτὲ σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· οὐκ ἀπὸ τῆς ὑμετέρας ἀρετῆς, ἀλλὰ διὰ τῆς τοῦ Θεοῦ χάριτος τοῦτο ὑμῖν ὑπῆρξε· τουτέστιν, καὶ ὑμεῖς τῶν αὐτῶν ἄξιοι ἦτε ποτὲ, ἀλλ’ οὐκέτι.
- 8.1
Περὶ τοῦ ζῆν ἐπαξίως τοῦ ἁγιασμοῦ, ἔργοις τὴν κακίαν ἐλέγχοντας, οὐ λόγοις, πνεύματι πληρουμένους διὰ ψαλμῶν, μὴ οἴνῳ.
- 8.2
Ὡς τέκνα τοίνυν φωτὸς περιπατεῖτε. Τί δέ ἐστι “ τέκνα φωτός ;" τὸν καρπὸν τοῦ Πνεύματος φησίν· ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάση δικαιοσύνῃ καὶ ἀγαθωσύνῃ καὶ ἀληθεία.
- 8.3
Δοκιμάζοντες, τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. “ Ἐν πάσῃ,’’ φησὶν, “ ἀγαθωσύνῃ·’’ τοῦτο πρὸς τοὺς ὀργιζομένους, πρὸς τοὺς πικρούς· καὶ “ δικαιοσύνῃ πρὸς τοὺς πλεονεκτοῦντας· καὶ “ ἀληθείᾳ,’’ πρὸς τὴν ψευδῆ ἡδονήν· οὐκ ἐκεῖνα ἃ εἷπον φησὶν, ἀλλὰ τὰ ἐναντία· ἐν πᾶσι, τουτέστιν, καρπὸν φέρειν πνευματικόν· “ δοκιμάζοντες τι ἐστιν εὐάρεστον τῷ Κυρίῳ·’’ ἄρα παιδικῆς ἐκεῖνα διανοίας καὶ ἀτελοῦς.
- 8.4
Ωριφένησ φησὶ, κενοὺς ἔοικε φάσκειν λόγους, τοὺς διά τινος πιθανότητος ἀνατρέπειν θέλοντας τὸν περὶ τῶν προσαγομένων τοῖς κακῶς βεβιωκόσι κολάσεων λόγον· ἀπάτης γ᾿ οὖν φησιν εἶναι τοὺς τοιούτους λόγους καὶ κενοὺς, τῷ πάντως ἔρχεσθαι τὴν λεγομένην ὀργὴν τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· ἀπειθείας δὲ υἱοὺς ὀνομάζει τοὺς ἀπειθεῖς· οἱονεὶ τῆς κατὰ τὴν ἀπείθειαν κακίας μητρὸς γινομένης καὶ γεννώσης αὐτοὺς, ἔχοντας οἱονεὶ τὸν τῆς μητρὸς χαρακτῆρα· οὕτως καὶ υἵους καὶ τέκνα πορνείας, καὶ υἵους θανάτου, καὶ υἱοὺς γεέννης, καὶ ἄλλα τούτοις παραπλήσιά ἐστι πολλαχοῦ τῶν γραφῶν εὑρεῖν.
- 8.5
Μῆ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν.
- 8.6
Τηρήσεις τὴν μέτοχος καὶ συμμέτοχος φωνήν· μήποτε ὁ μὲν μέτοχος, ἐπὶ κρείττονος εἴρηται· ὁ δὲ συμμέτοχος, ἐπὶ χείρονος· οἷον, “ διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ “ τοὺς μετόχους σου.’’ καὶ “ μέτοχοι γὰρ Χριστοῦ γεγόναμεν, “ ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν “ κατάσχωμεν.’’ οὐ μέμνημαι δὲ ἀλλαχοῦ παρὰ τὴν ἐνεστηκυῖαν λέξιν τὸν συμμέτοχον εἰρῆσθαι· πλὴν φανερὸν ἐνταῦθα ὅτι ἐπὶ χειρόνων ἐστιν ο συμμέτοχος·
- 8.7
Ἦτε γάρ ποτε σκότος· νῦν δὲ φῶς ἐν Κυρίῳ.
- 8.8
Εἰ δυνατὸν τὸν ποτὲ σκότος μεταβαλὸν γενέσθαι φῶς, οὐκ εἰσὶν ἀπολλύμεναι φύσεις. ὥσπερ δὲ οἱ δίκαιοι φῶς εἰσὶ τοῦ κόσμου, οὕτως οἱ ἀσεβεῖς σκότος ἃν εἶναι λέγοιντο· καὶ οἱ μὲν δίκαιοι φῶς ὄντες, ἐν φωτὶ ὄψονται φῶς· οἱ δὲ ἄδικοι οκότος τυγχάνοντες, λαός εἰσι καθήμενος ἐν σκότει, μηδὲν βλέποντες. ἀπὸ δὲ τῶν καρπῶν, ἐπιγνωσόμεθα τοὺς ὄντας φῶς ἣ σκότος· πᾶς μὲν γὰρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ μὴ ἐρχόμενος πρὸς τὸ φῶς, σκότος ἐστι καὶ υἱὸς σκότους καὶ νυκτός· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἐρχόμενος πρὸς τὸ φῶς, φῶς ἐστι, καὶ υἱὸς φωτὸς καὶ ἡμέρας. πρὸς τούτοις ἐπιστήσεις, εἰ μὴ ὡς ὄντων τινῶν φώτων, ἀλλ’ οὐκ ἐν Κυρίῳ, λέγεται περὶ τῶν δικαίων τὸ “ νῦν δὲ φῶς ἐν Κυρίῳ·’’ καὶ μάλιστά γε τοῖς πεφωτισμένοις ἐν φωτὶ γνώσεως Ἐφεσίοις ἔπρεπε λέγεσθαι τὸ “ νῦν δὲ φῶς ἐν “ Κυρίῳ·’’ “ ὡς τέκνα φωτὸς περιπατεῖτε.’’ εἴπερ “ ὁ Θεὸς φῶς “ ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία,’’ τὰ τέκνα τοῦ Θεοῦ τέκνα ἐστὶ φωτός· “ ὁ γὰρ καρπὸς τοῦ φωτὸς, ἐν πάσῃ “ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ, καὶ ἀληθείᾳ.’’ πρὸς τοὺς διαχωρίζοντας τὸν δίκαιον ἀπὸ τοῦ ἀγαθοῦ, καὶ οἰομένους τὸν μὲν δημιουργὸν εἶναι δίκαιον· ὃν δὲ οἴονται ὑπὲρ αὐτὸν ἀγαθὸν Θεὸν, χρήσιμα τὰ ῥητά. ἐπείπερ ὁ τοῦ φωτὸς καρπὸς, καὶ ἐν ἀγαθωσύνῃ ἐστὶ καὶ ἐν δικαιωσύνῃ καὶ ἐν ἀληθείᾳ· ὅπου οὖν ἀγαθωσύνη, ἐκεῖ δικαιοσύνη· καὶ ὅπου ἀλήθεια, ἐκεῖ δικαιοσύνη· παρὰ δὲ τῷ ἀγαθῷ πατρὶ, ἀγαθωσύνη καὶ ἀλήθεια· παρ’ αὐτῷ ἄρα καὶ οὐ παρ’ ἄλλῳ ἐστὶν ἡ δικαιοσύνη. ἐπιστήσεις δὲ αὐτοὺς, καὶ ἐκ τοῦ τὸν Χριστὸν εἶναι δικαιοσύνην· ἐν μὲν οὖν τῷ εὐεργετικῷ, ἐμφαίνεται ἡ ἀγαθωσύνη· ἐν δὲ τῷ κατ’ ἀξίαν ἀπονεμητικῷ, ἡ δικαιοσύνη· ἐν δὲ τῷ ἐπιστημονικῷ τοῦ τῶν ὅλων λόγου, ἡ ἀλήθεια.
- 8.9
Δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ.
- 8.10
Χρεία τοῦ μετὰ βουλῆς πάντα ποιεῖν, ἵνα περισκοποῦντες ἕκαστον τῶν πρακτέων ἀπὸ ἐξετάσεως, τὰ μὲν δοκιμαστὰ καὶ εὐάρεστα τῷ Θεῷ παραδεξώμεθα ὡς δόκιμοι τραπεζίται· τὰ δὲ ἀδόκιμα καὶ δυσάρεστα αὐτῷ ἀποσειώμεθα· ἐπεὶ δὲ ἀπήρτηται τὰ τῆς φράσεως, δοκεῖ μοι οὕτως ἃν ἀποκαταστῆναι· “ μὴ οὖν “ γίνεσθε συμμέτοχοι αὐτῶν· δοκιμάζοντες τί ἐστιν εὐάρεστον “ τῷ Κυρίῳ.’’ εἰ καὶ ἦτε ποτὲ σκότος· νῦν δὲ φῶς ὄντες ἐν Κυρίῳ, ὡς τέκνα φωτὸς περιπατεῖτε, τοὺς καρποὺς ἐπιδεικνύμενοι τοῦ φωτός· ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· καὶ μὴ “ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους·’’ καὶ ἐν ἄλλοις, τὸ μὲν τοῦ καρποῦ ὄνομα ἔταξεν ἐπὶ τοῦ Πνεύματος· τὸ δὲ τοῦ ἔργου, ἐπὶ τῆς σαρκός· εἰπὼν, “ φανερὰ δέ ἐστι τὰ ἔργα “ τῆς σαρκὸς, ἅτινά ἐστι, πορνεία,’’ καὶ τὰ ἑξῆς· “ ὁ δὲ καρπὸς “ τοῦ Πνεύματος ἐστιν, ἀγάπη, χαρὰ, εἰρήνη,’’ καὶ τὰ ἑξῆς· νῦν μέντοι γε τὰ τοῦ σκότους ἔργα, ἄκαρπα εἶναι φησὶν, οἷς κοινωνεῖ ο ποίων ἀυτὰ.
- 8.11
Μαλλὸν δὲ καὶ ἐλέγχετε.
- 8.12
Ἐν ταῖς ἐντολαῖς εἶναι νομιστέον, καὶ τὸ ἐλέγχειν. ὅπερ ποιήσει ὁ μὴ ἀκουσόμενος ἃν, “ ὑποκριτὰ, ἔκβαλε πρῶτον ἐκ τοῦ “ ὀφθαλμοῦ σου τὴν δοκὸν, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ “ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου·’’ δι’ ὅπερ καὶ οἱ προφῆται μηδαμῶς ἐλέγχοις ὑπεύθυνοι τυγχάνοντες, ἤλεγχον τοὺς ἁμαρτάνοντας.
- 8.13
Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν.
- 8.14
Τίνων αὐτῶν οὐ πάνυ σαφῶς προεῖπεν, εἰ μὴ ἄρα τίς ἀναφέρῃ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας τὴν λέξιν· ὥστε οὕτως αὐτὴν ἔχειν· τὰ γὰρ κρυφῆ γινόμενα ὑπὸ τῶν υἱῶν τῆς ἀπειθείας, αἰσχρόν ἐστι καὶ λέγειν, ἅτινα ἦν πορνεία καὶ ἀκαθαρσία. Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς, φανεροῦνται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν.
- 8.15
(χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· εἷπεν ὅτι ἐστε· τὸ δὲ φῶς ἐλέγχει τὰ ἐν τῷ σκότει γινόμενα· ἃν ἦτε, φησὶν, ὑμεῖς ἐνάρετοι καὶ θαυμαστοὶ, λαθεῖν οὐ δυνήσονται οἱ πονηροί· καθάπερ γὰρ λύχνου κειμένου πάντες φωτίζονται, καὶ ὁ λῃστὴς οὐκ ἂν ὑπεισέλθοι· οὕτως τοῦ φωτὸς ὑμῶν λάμποντος, ἁλώσονται οἱ πονηροὶ ἐλεγχόμενοι· ἄρα δὲ ἐλέγχειν δεῖ· πῶς οὖν φησι, “ μὴ κρίνετε ἵνα μὴ κριθῆτε ” περὶ τῶν ἐλαχίστων ἁμαρτημάτων τημάτων εἶπεν· ἀμέλει ἐπήγαγεν· “ τί βλέπεις τὸ κάρφος τὸ “ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ “ δοκὸν οὐ κατανοεῖς.” τί δέ ἐστιν ὁ φησιν ; ὥσπερ τὸ τραῦμα, ἕως ἃν ἐμφωλεύῃ καλυπτόμενον ἄνωθεν καὶ διὰ βάθους τρέχει, οὐδεμιᾶς ἀπολαύει τῆς ἐπιμελείας, οὕτως καὶ ἁμαρτία· ἕως μὲν ἃν κρύπτηται, καθάπερ ἐν σκότῳ μετὰ ἀδείας τολμᾶται πολλῆς· ἐπειδὰν δὲ φανερωθῇ, γίνεται φῶς· οὐχὶ αὑτὴ ἡ ἁμαρτία· πῶς γάρ ; ἀλλ’ ὁ ἐργασάμενος, ὅταν εἰς μέσον ἐνεχθῇ, ὅταν κολασθῇ, ὅταν νουθετηθῇ, ὅταν μετανοήσῃ, ὅταν ἀφέσεως τύχῃ· ἢ τοῦτο φησὶν, ἢ ἐκεῖνο· ὅτι ὁ μὲν ὑμέτερος βιὸς φανερὸς ὢν, φῶς ἐστιν· οὐδεῖς γὰρ τὸν ἄληπτον κρύπτει βίον· τὰ δὲ κρυπτόμενα, διὰ τὸ ἐσκοτίσθαι κρύπτεται.
- 8.16
Διὸ λέγει ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιψαύσεις τοῦ Χριστοῦ.
- 8.17
Kαθεύδοντα καὶ νεκρὸν, τὸν ἐν ἁμαρτίαις φησί· καὶ γὰρ δυσῳδίας πνεῖ ὡς ὁ νεκρός· καὶ ἀνενέργητός ἐστιν ὡς ὁ καθεύδων· καὶ οὐδένα ὁρᾷ ὡς ἐκεῖνος, ἀλλ’ ὀνειρώττει καὶ φαντάζεται. “ καὶ “ ἐπιψαύσεις,’’ φησὶ, “ τοῦ Χριστοῦ.’’ οἱ δὲ φασὶν, “ ἐπιφαύσει “ σοι ὁ Χριστός·” μᾶλλον δὲ τοῦτό ἐστιν· ἀπόστηθι τῆς ἁμαρτίας, καὶ δυνήσῃ τὸν Χριστὸν ἰδεῖν· ὁ γὰρ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς· ὁ τοίνυν μὴ πράττων, ἔρχεται καὶ ἐπιψαύσει τοῦ Χριστοῦ. ἀλλ’ οὐ περὶ τῶν ἀπίστων τοῦτο μόνον φησί· πολλοὶ γὰρ καὶ τῶν πιστῶν οὐδὲν ἧττον τῆς κακίας ἔχονται· εἰσὶ δὲ οἱ καὶ πολλῷ μᾶλλον· διὸ καὶ πρὸς τούτους ἀναγκαῖον εἰπεῖν, “ ἔγειρε ὁ καθεύδων, καὶ ἀνάστα ἐκ “ τῶν νεκρῶν, καὶ ἐπιψαύσει σοι ὁ Χριστός·’’ πρὸς τούτοις ἁρμόττει καὶ τοῦτο εἰπεῖν· “ ὁ Θεὸς οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων.”
- 8.18
Ωριγένησ δέ φησιν, ἐπείπερ τὰ ἐλεγχόμενα ἔργα τοῦ σκότους ὑπὸ τοῦ φωτὸς φανεροῦται, μεταβαλλόντων τῶν ἐλεγχομένων εἰς φῶς, λέγεται τοῖς καθεύδουσι καὶ ἐν νεκρότητι τυγχάνουσιν ἐκ τοῦ τὰ ἄκαρπα ἔργα τοῦ σκότους πεποιηκέναι, τὸ “ ἔγειραι “ ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ “ Χριστός.’’ ζητήσαι δ᾿ ἄν τις, τί λέγει κατὰ τὸ ἐνθάδε γεγραμμένον, “ διὸ λέγει, ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν.” ὁ μὲν οὑν τις φήσει ἔν τινι τῶν προφητῶν ἀνεγνωκότα ταῦτα τὸν Ἀπόστολον, ἐνθάδε αὐτὸν ἀναγεγραφέναι· ἕτερος δὲ αὐτὸν τὸν Ἀπόστολον προσωποποιεῖν τινὰ ἐκ τοῦ Πνεύματος λεγόμενα εἰς προτροπὴν τὴν ἐπὶ μετάνοιαν· ἔτι δὲ ζητήσεις, πῶς τῷ αὐτῷ λέγεται ὡς μὲν ζῶντι καὶ καθεύδοντι “ ἔγειρε ὁ καθεύδων·” ὡς δὲ τεθνηκότι, τὸ “ ἀνάστα ἐκ τῶν νεκρῶν·” μήποτ’ οὖν ἐπείπερ ἐστι καὶ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, ὅπερ ἐπὶ κρείττονος τετηρήκαμεν λέγεσθαι· ἔστι δέ τι καὶ δεύτερον ἡ ψυχὴ, τὸ καὶ νόσου καὶ θανάτου ἐκ τῶν ἁμαρτημάτων δεκτικὸν, τὸ μὲν “ ἔγειρε “ ὁ καθεύδων’’ λέγεται διὰ τὸ πνεῦμα· τὸ δὲ “ ἀνάστα ἐκ τῶν “ νεκρῶν,’’ διὰ τὴν ψυχήν· ἐπείπερ “ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη “ ἀποθανεῖται·’’ τοῦ δὲ πνεύματος, οὐδαμοῦ εὕρομεν θάνατον· φῶς δὲ ὢν ἀληθινὸν ὁ Χριστὸς, ἐπιφαύσει τῷ ἐγειρομένῳ ἀπὸ ὕπνου καὶ ἀναστάντι ἐκ νεκοῶν.
- 8.19
Σευηριανὸσ δέ φησι· τὸ “ ἔγειρε ὁ καθεύδων,” καὶ τὰ ἑξῆς, οὐδαμοῦ τῆς παλαιᾶς ἢ τῆς καινῆς εὑρίσκομεν γεγραμμένον· τί οὖν ἐστιν ; χάρισμα ἦν τότε καὶ προσευχῆς καὶ ψαλμῶν, ὑποβάλλοντος τοῦ πνεύματος, καθὼς λέγει ἐν τῇ πρὸς Κορινθίους· ἕκαστος ὑμῶν “ ψαλμὸν ἔχει, προσευχὴν ἔχει· τι οὖν ἐστι προσ- “ εὔξομαι τῷ πνεύματι, προσεύξομαι καὶ τῷ νοί· ψαλῶ τῷ πνεύ- “ ματι, ψαλῶ καὶ τῷ νοΐ;” δῆλον οὖν ὅτι ἐν ἑνὶ τούτων τῶν πνευματικῶν ψαλμῶν ἤτοι προσευχῶν, ἔκειτο τοῦτο ὃ ἐμνημόνευσεν. βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοὶ, ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου.
- 8.20
Ὠριγένησ φησὶν, ὁ δοκιμάζων καθ’ ἕκαστον ὧν λέγει καὶ πράττει καὶ ἐννοεῖ τὸ εὐάρεστον τῷ Κυρίῳ, δυνήσεται καὶ βλέπειν ἀκριβῶς ἐκ τῆς πολλῆς προσοχῆς, πῶς περιπατήσει· ὁ δὲ βλέπων ἀκριβῶς πῶς περιπατήσει, πάντως ἐστὶ σοφός. καὶ ἐπεὶ πρόθεσιν τινὲς ἔχουσι χρηστοτέραν, οὐ σοφοὶ δὲ τυγχάνοντες θέλουσι βλέπειν ἀκριβῶς πῶς περιπατοῦσι, προσέθηκε τὸ, “ μὴ ὡς “ ἄσοφοι, ἀλλ’ ὡς σοφοί.’’ σοφίας δὲ ἔργον τὸ βλέπειν ἀκριβῶς καὶ τὰ εὐθικὰ r, “ ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί “ εἰσιν·’’ οἱονεὶ, ἑαυτοῖς τὸν καιρὸν ὠνούμενοι ἔχοντα ὡς πρὸς τὸν ἀνθρώπινον βίον πονηρὰς ἡμέρας. ὅτε οὖν εἴς τι δέον τὸν καιρὸν καταναλίσκομεν, ὠνησάμεθα αὐτὸν καὶ ἀντηγοράσαμεν ἑαυτοῖς ὡσπερεὶ πεπραμένον τῇ τῶν ἀνθρώπων κακίᾳ. οὐδεὶς δὲ βιωτικώτερον ζῶν, καὶ ἐν φροντίσιν ἣ μερίμναις τυγχάνων, ἐώνηται ἑαυτῷ τὸν καιρὸν, ἀλλ’ ὁ μόνος εἴς τι δέον καὶ τὴν κτῆσιν τοῦ μακαρίου βίου ἀναλίσκων αὐτόν· ἐξαγοραζόαενοι δὲ τὸν καιρὸν ὄντα ἐν ἡμέραις πονηραῖς, οἱονεὶ μεταποιοῦμεν τὰς πονηρὰς ἡμέρας εἰς ἀγαθάς· καὶ ὡσπερεὶ ἑαυτοῖς ποιοῦμεν αὐτὰς εἶναι, οὐ τοῦ ἐνστῶτος αἰῶνος ἡμέρας πονηρὰς, ἀλλὰ τοῦ μέλλοντος αἰῶνος ἡμέρας ἀγαθάς.
- 8.21
Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου.
- 8.22
Διὰ ποῖον τοῦτο ἣ τὸ βλέπειν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοί ; “ μὴ γίνεσθε ἄφρονες·” εἰ γὰρ ἔσεσθε ἄφρονες, ἀκριβῶς οὐ περιπατήσετε, οὐδὲ ὡς σοφοί· προστάσσει δὲ αὐτοῖς τὸ τοῦ Κυρίου ἐξετάζειν θέλημα, καὶ συνιέναι αὐτὸ, ἵν ὅπου τι περὶ τοῦ πράττειν καταλάβοιεν, αὐτὸ πράττωσιν ὡς θέλημα Κυρίου· ὅπου δὲ πάσχουσι, φέρουσιν αὐτὸ ὡς θέλημά τι γινόμενον Κυρίου.
- 8.23
(Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης φησιν, οὐχὶ ποικίλους ἡμᾶς καὶ παντοδαποὺς εἶναι βουλόμενος ταῦτα παραινεῖ· ἀλλὰ τι φησιν ; οὐκ ἔστιν ὑμέτερος καιρός· νῦν πάροικοί ἐστε καὶ παρεπίδημοι καὶ ξένοι, καὶ ἀλλότριοι· μὴ ζητεῖτε τιμὰς, μὴ ζητεῖτε δόξαν, μὴ δυναστείαν, μηδὲ ἐκδίκησιν· πάντα φέρετε, καὶ τούτῳ τὸν καιρὸν ἐξαγοράζεσθε· πολλὰ πάθετε, πᾶν ὁ τι οὖν θέλωσιν. ἐννόησον τινὰ οἰκίαν ἔχοντα λαμπρὰν, εἶτα τινὰς ἐπεισερχομένους. ὥστε αὐτὸν ἀνελεῖν, κἀκεῖνον πολλὰ διδόντα καὶ ἐξαιρούμενον ἑαυτὸν, τότε λέγομεν, ὅτι ἐξηγόρασεν ἑαυτόν. οὕτω καὶ σὺ οἰκίαν ἔχεις μεγάλην καὶ πίστιν ἀληθῆ· ἐπέρχονται ὥστε λαβεῖν πάντα· δὸς ὁ τι οὖν ἀπαιτήσει τις, μόνον τὸ κεφάλαιον διάσωσον, τὴν πίστιν λέγω. “ ὅτι αἱ ἡμέραι πονηραί εἰσιν·’’ οὐ τὴν οὐσίαν ἣ τὰ κτίσματα διαβάλλει, ἀλλὰ τὰ ἐν αὐτοῖς γινόμενα, καθάπερ ἡμῖν ἔθος λέγειν, χαλεπὴν ἡμέραν διήγαγον.
- 8.24
Σευηριανὸσ δέ φησιν, ὁ ἐξαγοραζόμενος τὸν ἀλλότριον δοῦλον, ἐξαγοράζεται καὶ κτᾶται αὐτόν. ἐπεὶ οὖν ὁ καιρὸς ὁ παρὼν δουλεύει τοῖς πονηροῖς, ἐξαγοράσασθε αὐτὸν, ὥστε καταχρήσασθαι αὐτῷ πρὸς εὐσέβειαν.
- 8.25
Καὶ μὴ μεθύσκεσθε οἴνω, ἐν ὧ ἐστιν ἀσωτία· ἀλλὰ πληροῦσθε ἐν Πνεύματι.
- 8.26
Ωριγένησ φησὶ, δύναται μὲν καὶ ἁπλούστερον ταῦτα νοεῖσθαι, ἀσωτίας οὔσης ἐν τῇ χρήσει τοῦ μεθύειν ποιοῦντος οἴνου. δύναται δὲ καὶ οἶνος, ἐν ᾧ ἐστιν ἀσωτία, νοεῖσθαι, περὶ οὗ ἐν ᾠδῇ μεγάλῃ λέγεται· “ θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς “ ἀσπίδων ἀνίατος,’’ ὅν τινα πάντες οἱ ἐξιστάμενοι καὶ μεθύοντες τὸν λογισμὸν πίνουσι, πολλὴν ἔχοντα τὴν ἀσωτίαν. πρὸς ἀντιδιαστολὴν δὲ ἐκείνου τοῦ οἴνου τοῦ μεθύσκοντος, ἐν ᾧ ἐστιν ἀσωτία, ἐναντίος νοεῖται ὁ πεπληρωμένος πνεύματι, καὶ πᾶν ὃ χωρεῖ τοῦ θειοτέρου λαμβάνων. πολλάκις δὲ τετηρήκαμεν τῷ ὀνόματι τοῦ πνεύματος χωρὶς προσθήκης γεγραμμένον, ὅτι ἐπὶ κρείττονος εἴρῃται, ὅπερ καὶ ἐνθάδε σημαίνεται.
- 8.27
(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, καὶ τούτου ἀμετρία θυμώδεις ποιεῖ καὶ θρασεῖς καὶ ἀκροσφαλεῖς, ὀργίλους τε καὶ χαλεπούς· εἰς εὐφροσύνην ὁ οἶνος δέδοται, οὐκ εἰς μέθην. “ δότε γάρ’ φησὶν, “ οἶνον τοῖς ἐν λύπῃ, καὶ μέθην τοῖς ἐν ὀδύνῃ. εἰκότως τὸ γὰρ τραχὺ καὶ σκυθρωπὸν οἶδε μαλάττειν· “ ὀλὸς γὰρ εὐφραίνει καρδίαν ἀνθρώπου.’’ οὐκ ἄρα ἐκ τοῦ οἴνου ἡ μέθη, ἀλλ’ ἐκ τῆς ἀμετρίας. ὁ οἶνος δι’ οὐδὲν ἕτερον ἡμῖν δέδοται, ἣ δι’ ὑγίειαν σώματος, ἀλλὰ καὶ πρὸς τοῦτο ἐμποδίζει ἡ ἀμετρία· ἄκουε δὲ καὶ τοῦ μακαρίου τούτου γράφοντος Τιμοθέῳ “ ὀλίγῳ “ οἴνῳ χρῶ, διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθε- “ νείας.
- 8.28
Ἀλλὰ πληροῦσθε Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ, εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί· ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
- 8.29
Βούλει, φησὶν, εὐφραίνεσθαι ; βούλει τὴν ἡμέραν ἀναλίσκειν ; ἐγώ σοι δίδωμι πότον πνευματικόν. μάθε ψάλλειν, καὶ ὄψει τοῦ Πνεύματος τὴν ἡδονήν· οἱ ψάλλοντες γὰρ νεύματος πληροῦνται Ἁγίου, ὥσπερ οἱ ᾄδοντες τὰς σατανικὰς ῲδὰς πνεύματος ἀκαθάρτου. τί ἐστιν ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ ; τουτέστι, μετὰ συνέσεως προσέχοντες. οἱ γὰρ οὐ προσέχοντες, ἁπλῶς ψάλλουσι τὰ ῥήματα φθεγγόμενοι, τῆς καρδίας ῥεμβομένης ἑτέρωθι· “ πάν- “ τότε, φησὶν, “ ὑπὲρ πάντων εὐχαριστοῦντες·’’ “ ἐν ὀνόματι,’’ φησὶ, “ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῷ Θεῷ καὶ Πατρὶ, “ ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ·’’ “ τὰ αἰτήματα “ ὑμῶν,’’ φησὶ, “ μετὰ εὐχαριστίας γνωριζέσθω πρὸς τὸν Θεόν.’’ οὐδὲν γὰρ οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς ὅταν ᾖ τις εὐχάριστος. μάλιστα δὲ δυνάμεθα εὐχαριστεῖν, ἀπάγοντες τῶν προειρημένων τὴν ψυχὴν τὴν ἡμετέραν, διακαθαίροντες αὐτὴν τούτοις οἷς εἶπον. “ ἀλλὰ πληροῦσθε,’’ φησὶν, “ ἐν Πνεύματι.” ἄρα ἐν ἡμῖν τοῦτο· καὶ γὰρ ἐν ἡμῖν· ὅταν γὰρ ψεῦδος, ὅταν ὀργὴν, ὅταν πικρίαν, ὅταν πορνείαν, ὅταν ἀκαθαρσίαν, ὅταν πλεονεξίαν ἀποσοβήσωμεν τῆς ψυχῆς τῆς ἡμετέρας, ὅταν γενώμεθα χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καὶ πᾶσαν ἀρετὴν ἐπιτηδεύσωμεν, τί τὸ κωλῦον τὸ Πνεῦμα τὸ Ἅγιον ἐπελθεῖν καὶ πληρῶσαι τὴν καρδίαν ἡμῶν ; Ωριγένησ δέ φησιν, οἱ μὲν ὕμνοι δύναμιν καὶ θειότητα καταγγέλλουσι τοῦ Θεοῦ· καὶ εἴη ἃν ὁ ἐπιστήμων τοῦ θεολογεῖν ἐν ὕμνοις πνευματικοῖς· τάχα δὲ ὁ περὶ τῶν πρακτέων διαλαμβάνων, καὶ τῶν οἷς δεῖ ἐνεργεῖν διὰ τοῦ ὡς ψαλτηρίου ὀργάνου σωματικοῦ ἡμῶν· οὗτος ἐν ψαλμοῖς ἐστι πνευματικοῖς. ὁ δὲ ἄλλως φυσιολογῶν περὶ τῆς τοῦ κόσμου τάξεως, καὶ τῶν λοιπῶν δημιοργημάτων, οὗτος ἐν ᾠδαῖς πνευματικαῖς· καὶ χρή γε ᾄδειν κατὰ τὴν φυσιολογίαν, καὶ ψάλλει, κατὰ τὴν περὶ τῶν ἠθῶν διέξοδον τῷ Κυρίῳ, διακείμενον γνησίως πρὸς τὰ λεγόμενα· τοῦτο γάρ ἐστι τὸ ψάλλειν καὶ ᾄδειν τῇ καρδίᾳ τῷ Κυρίῳ.
- 8.30
Εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ πατρί. καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς προτέρᾳ φησί· “ πάντοτε “ χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε.” ταύτην δὴ τηρήσει τὴν ἐντολὴν ὁ διειληφὼς περὶ τῆς προνοίας φθανούσης καὶ ἐπὶ τὰ β ἀσσαρίων πωλούμενα πέντε στρουθία, ὠτὶ ἓν οὐ πίπτει εἰς παγίδα, χωρὶς τοῦ ἐν οὐρανοῖς Πατρός. τὸ δὲ ἐν παντὶ εὐχαριστεῖν, καὶ ὑπὲρ πάντων εὐχαριστεῖν ἐστιν· οὐκοῦν καὶ ἐπὶ ταῖς περιστάσεσιν εὐχαριστητέον· ἔπει περ καὶ αὑται τῶν ἐφ’ οἷς δεῖ εὐχαριστεῖν εἰσί· καὶ ὥσπερ δεῖ εὐχαριστεῖν τὸν ἐν τῷ κόσμῳ ἐν τῷ μεταλαμβάνειν τοῦ κόσμου, καὶ καταθεᾶσθαι τοῦ κάλλους αὐτοῦ καὶ θεωρεῖν ὅσα n “ διὰ τὸ λογικόν· οὕτω καὶ ἐπὶ τοῖς ἐν μέρει εὐχαριστητέον. τὸν δὲ εὐχαριστοῦντα τῷ Θεῷ καὶ Πατρὶ, ἐν τῷ μεσίτῃ Θεοῦ καὶ ἀνθρώπων εὐχαριστεῖν χρὴ, ὥστε ἡμᾶς ποιῆσαι τὸ ο ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐχαριστεῖν τῷ Θεῷ καὶ Πατρὶ, “ ὑποτασσόμενοι, φη- “ σὶν, ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.’’ πάνυ τοῦτο καθαιρετικόν ἐστιν τοῦ φίλαρχον εἶναι καὶ φιλόπρωτον. πᾶσι γὰρ ἀυτὴ οεδοται ἐντολή· “ ἐλεύθερος γὰρ ὣν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, “ ἵνα πάντας κερδήσω.’’ ἀλλὰ καὶ ἢ λέγουσα ἐντολὴ “ δουλεύετε “ ἀλλήλοις,” προτάσσει τοῦτο. διόπερ διὰ τῆς ἀγάπης ἐδούλευσαν ταῖς ἐκκλησίαις οἱ Ἀπόστολοι, λειτουργοῦντες καὶ ὑπηρετοῦντες τῇ τῶν ἀνθρώπων σωτηρίᾳ· καὶ αὐτὸς δὲ ὁ Σωτῆρ’ τὴν δούλου μορφὴν ἀνείληφεν, οὐ τοσοῦτον δι’ ἄλλο τι, ὅσον διὰ τὸ δεδουλευκέναι τοῖς μαθηταῖς, ὥστε καὶ βαλόντα ποτὲ αὐτὸν ὕδωρ εἰς τὸν νιπτῆρα πλύνειν τοὺς πόδας τῶν μαθητῶν. ἀλλὰ καὶ τὸ “ ὁ θέλων ἐν ὑμῖν εἶναι μέγας, ἔσται πάντων δοῦλος,’’ ὁ νοήσας ὑποτάσσεται κατὰ τὸ δουλεύειν οἷς δεῖ. ἔξεστι μέντοι γε τὸν δουλεύοντα ποιεῖν τὰ ἐν τῷ δουλεύειν τὰ πρόσφορα τοῖς δουλευομένοις δοκεῖν μὴ ὑποτάσσεσθαι, ὅτε παρ’ αὐτὸ μὴ ἐπίστασθαι τὰ συμφέροντα οἱ δουλευόμενοι, ἐπιτάσσουσι τοῖς δουλεύειν ἐθέλουσι ποιεῖν τὰ μὴ κατάλληλα αὐτοῖς· πλὴν καὶ τότε ὁ πρὸς τὸ συμφέρον ποιῶν καὶ δουλεύει καὶ ὑποτάσσεται τῇ χρείᾳ τοῦ ᾧτ’ δουλεύει, διὰ τὸν κατὰ τὸν λόγον τοῦ Θεοῦ ἀπαθῆ καὶ μακαριοποιὸν φόβον. τοῦτο γὰρ νομίζω δηλοῦσθαι ἐκ τοῦ, “ ἐν φόβῳ ριστοῦ.
- 9.1
Διάταξις οἰκειακῶν καθηκόντων ἀρχομένοις καὶ ἄρχουσιν κατὰ Χριστόν. Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν ὡς τῷ Κυρίῳ· ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας.
- 9.2
Πᾶσαν συζυγίαν ἀνδρὸς καὶ γυναικὸς, ὁ λόγος οὗτος σύμβολον εἶναι θέλει Χριστοῦ καὶ ἐκκλησίας· τοῦ μὲν ἀνδρὸς, εἶτα τοῦ γάμου κατὰ λόγον οἰκονομεῖ, μιμούμενος Χριστὸν τὸν τῆς ἐκκλησίας νυμφίον· τῆς δὲ γυναικὸς, ἐὰν δεόντως τῷ ἀνδρὶ συνοικῇ, ζηλούσης τὴν, ἵν οὕτως εἴπω, συμβίωσιν πρὸς τὸν Χριστὸν τῆς ἐκκλησίας· οὕτω γὰρ ὁ ἀνὴρ ἔσται κεφαλὴ τῆς γυναικὸς, ὁμοίως τῷ καὶ τὸν Χριστὸν τῆς ἐκκλησίας. εἰ μέντοι γε μὴ οὕτω συναρμοσθεῖεν ἀλλήλοις ἀνὴρ καὶ γυνὴ, οὐκ ἂν λεχθείη ἐπὶ τούτων, ὅτι ὁ δέ τις κεφαλή ἐστι τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς τῆς ἐκκλησίας. φιλοτιμείσθω οὖν ἕκαστος ἀνὴρ ἀνὴρ πρὸς τὴν γυναῖκα, ὡς ὁ Χριστὸς πρὸς τὴν ἐκκλησίαν· καὶ ἑκάστη πρὸς τὸν ἄνδρα, ὡς ἡ ἐκκλησία πρὸς τὸν Χριστόν· καὶ πάντα δὲ τὰ Χριστοῦ νοείτω καὶ ποιείτω ἀνὴρ, καὶ τὰ τῆς ἐκκλησίας ἡ γυνή.
- 9.3
Θεόδωροσ δέ φησιν, ἣν γὰρ ἐπέχει τάξιν ὁ Χριστὸς τῇ ἐκκλησίᾳ, τὸ αὐτό ἐστιν ὁ Σωτῆρ’· ἀντὶ τοῦ ὁ τὴν αἰτίαν παρασχόμενος τῆ συστάσει τοῦ ἐκκλησιαστικοῦ σώματος, ταύτην ἐπέχει τὴν τάξιν ὁ ἀνὴρ τῇ γυναικί· ἅτε δὴ τὸ εἷναί τε καὶ συνεστάναι ἐκεῖθεν λαβούσῃ.
- 9.4
(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησι· πῶς οὖν λέγει, “ ἐὰν μή τις ἀποτάξηται καὶ γυναικὶ καὶ ἀνδρὶ, οὐ “ δύναται ἀκολουθῆσαί μοι.’’ Εἰ γὰρ ὡς τῷ Κυρίῳ ἀποτάσσεσθαι χρὴ, καὶ διὰ τὸν Κύριον ἀφίστασθαι ἀεὶ καὶ σφόδρα μὲν οὖν χρὴ, ἀλλὰ τὸ ὡς οὐ πάντως πανταχοῦ ἰσοτιμίας ἐστίν. ἢ τοῦτό φησιν, ὡς εἰδυῖαι, ὅτι τῷ Κυρίῳ δουλεύετε, ὅπερ ἀλλαχοῦ φησιν, ὅτι εἰ καὶ μὴ διὰ τὸν ἄνδρα, ἀλλὰ προηγουμένως διὰ τὸν Κύριον, ὅταν ὑπείκῃς τῷ ἀνδρὶ, ὡς τῷ Κυρίῳ δουλεύουσα. εἰ γὰρ ὁ ἀρχαῖς ταύταις ἔξωθεν ταῖς πολιτικαῖς ἀντιτασσόμενος τῇ Κυρίου καὶ θεοῦ διαταγῇ ἀνθείκῃς· πολλῷ μᾶλλον ἡ τῷ ἀνδρὶ μὴ ὑποτασσομένη. οὕτως ἐξ ἀρχῆς ἠθέλησεν ὁ Θεός. πειθώμεθα οὖν τὸν μὲν ἄνδρα κεῖσθαι ἐν τάξει κεφαλῆς, τὴν δὲ γυναῖκα ἐν τάξει σώματος. εἰτα καὶ ἀπὸ λογισμῶν “ ὅτι ἀνὴρ κεφαλή ἐστι τῆς γυναι- “ κὸς,’’ φησὶ, “ καθὼς καὶ ὁ Χριστὸς τῆς ἐκκλησίας, καὶ αὐτός “ ἐστι σωτὴρ τοῦ σώματος.’’ καὶ γὰρ ἡ κεφαλὴ τοῦ σώματος σωτηρία ἐστίν. ἤδη προκατεβάλετο τῷ ἀνδρὶ τῆς ἀγάπης τὴν ὑπόθεσιν καὶ τὴν πρόνοιαν, ἑκάστῳ τὴν προσήκουσαν ἀπονέμων χώραν· τούτῳ μὲν τὴν ἀρχικὴν καὶ προνοητικὴν, ἐκείνῃ δὲ τὴν ὑποτακτικήν.
- 9.5
Ως οὖν “ ἡ ἐκκλησία, ὑποτάσσεται τῷ Χριστῷ·’’ τι ἐστιν ἡ ἐκκλησία ; ἄνδρες καὶ γυναῖκες· οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν, ὡς τῷ Θεῷ.
- 9.6
Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν.
- 9.7
Ηκουσας τῆς ὑποταγῆς τὴν ὑπερβολήν ; ἐπῄνεσας τὸν Παῦλον ἅτε ὡς συγκροτοῦντα τὸν βίον ἡμῖν ; ἀλλ’ ἄκουσον ἃ καὶ παρὰ σοῦ ἀπαιτεῖ. πάλιν γὰρ τῷ αὐτῷ ὑποδείγματι κέχρηται, “ οἱ “ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε “ τὴν ἐκκλησίαν.’’ εἶδες μέτρον ὑπακοῆς ; ἄκουσον καὶ μέτρον ἀγάπης. βούλει τὴν γυναῖκα ὑπακούειν ὡς τῷ Χριστῷ τὴν ἐκκλησίαν ; προνόει καὶ αὐτὸς αὐτῆς, ὡς ὁ Χριστὸς τῆς ἐκκλησίας, κἂν τὴν ψυχὴν ὑπὲρ αὐτῆς δοῦναι δέῃ· μὴ παραιτήσῃ, κἂν ταῦτα πάθῃς. οὐδὲν οὐδέπω πεποίηκας οἷον ὁ Χριστός. σὺ μὲν γὰρ ἤδη συναφθεὶς ταῦτα ποιεῖς· ἐκεῖνος δὲ ὑπὲρ ἀποστρεφομένης αὐτὸν καὶ μισούσης, καὶ ὥσπερ οὕτως αὐτῆς διακειμένης, οὐκ ἀπειλαῖς οὐδὲ ὕβρεσιν, οὐδὲ φόβῳ, οὐδὲ ἑτέρῳ οὐδενὶ τοιούτῳ, ὑφ’ ἑαυτὸν αὐτὴν ἐποιήσατο. οὕτω καὶ σὺ πρὸς τὴν γυναῖκα ἔχε. δυνήσῃ γὰρ αὐτὴν ὑπὸ τοὺς πόδας ἀγαγεῖν τοὺς σοὺς, τῇ πολλῇ περὶ αὐτὴν προνοίᾳ, τῇ ἀγάπῃ, τῇ φιλίᾳ. οὐδὲν γὰρ τούτων τυραννικώτερον τῶν δεσμῶν· καὶ μάλιστα ἀνδρὶ καὶ γυναικί. κἂν πάθῃς τι ὑπὲρ αὐτῆς, μὴ ὀνειδίσῃς· οὐδὲ γὰρ ὁ Χριστὸς τοῦτο ἐποίησε· καὶ ἑαυτὸν, φησὶν, παρέδωκεν ὑπὲρ αὐτῆς, “ ἴνα αὐτὴν ἁγιάσῃ καθαρί- “ σας.” ἄρα ἀκάθαρτος ἦν, ἄρα μῶμον εἶχεν, ἄρα ἄμορφος ἦν, ἄρα εὐτελής. οἵαν ἃν λάβῃς γυναῖκα, οὐ τοιαύτην λήψῃ νύμφην, οἵαν ὁ Χριστὸς τὴν ἐκκλησίαν, οὐδὲ τοσοῦτον σοῦ ἀπέχουσαν, ὅσον ἡ ἐκκλησία τοῦ Χριστοῦ· ἀλλ’ ὅμως οὐκ ἐβδελύξατο, οὐκ ἐμίσησε διὰ τὴν ὑπερβολὴν τῆς ἀμορφίας, καἰ τοιαύτην λαβὼν, καλλωπίζει αὐτὴν καὶ λούει. καὶ οὐδὲ τοῦτο παραιτεῖται. Ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον, τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
- 9.8
Τῷ λουτρῷ λούει αὐτῆς τὴν ἀκαθαρσίαν· ἐν ῥήματι, φησί· ποίῳ ; ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος· καὶ οὐχ ἁπλῶς αὐτὴν ἐκόσμησεν, ἀλλ’ ἔνδοξον ἐποίησε, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων. “ οὕτως ὀφείλουσιν οἱ ἄνδρες, φησὶν, “ ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα. τί δὴ τοῦτό ἐστιν ; ὡς εἰς μείζονα εἰκόνα καὶ σφοδρότερον ἦλθεν ὑπόδειγμα, ἣ οὐ τοῦτο, ἀλλ’ ὡς ἐγγύτερον καὶ σαφέστερον καὶ δικαίωμα ἕτερον· ἐκεῖνο γὰρ οὐκ ἦν πολλῆς ἀνάγκης· ἐκεῖνο Χριστὸς ἦν καὶ Θεὸς ἦν, καὶ ἑαυτὸν παρέδωκεν· ἑτέρωθεν αὐτὸ μεθοδεύει λοιπὸν λέγων, “ οὕτως ὀφείλουσιν·” οὐ γὰρ χάρις ἐστὶ τὸ πρᾶγμα, ἀλλ’ ὀφειλή· καὶ “ ὡς τὰ ἑαυτῶν σώματα·’’ καὶ διατὶ ;
- 9.9
Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτήν.
- 9.10
Τουτέστιν θεραπεύει μετὰ πολλῆς τῆς ἐπιμελείας· πῶς αὐτοῦ ἐστὶ σάρξ ; “ τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου,’’ φησὶν, “ καὶ “ σὰρξ ἐκ τῆς σαρκός μου.’’ ἀπὸ γὰρ τῆς ἡμετέρας γέγονεν ὅλης· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ “ καὶ ἔσονται,’’ φησὶν, “ οἱ δύο εἰς σάρκα μίαν·
- 9.11
“ Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαμ·” πάλιν ἐπὶ τὸ πρῶτον ὑπόδειγμα ἦλθεν, ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ· ὥσπερ γὰρ ἄπο του Ἀδὰμ ἐκ τῆς σαρκὸς καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ ἡ γυνὴ γέγονε, ταῦτα γάρ ἐστιν ἡμῖν τὰ κυριώτατα σάρκες καὶ ὀστᾶ· τὰ μὲν ὧσπέρ τις τρόπις ὑποκείμενα, τὰ δὲ ὥσπερ οἰκοδομία· ἀλλ’ ἐκεῖνο μὲν δῆλον· λον· τοῦτο δὲ πῶς ; ὥσπερ ἐκεῖ τοσαύτη ἐγγύτης ἐστὶν, οὕτω, φησὶ, καὶ ἐνταῦθα· τι ἐστιν “ ἐκ τῆς σαρκὸς αὐτοῦ ;" τουτέστιν, γνησίως ἐξ αὐτοῦ. καὶ πῶς τοῦ Χριστοῦ μέλη οὕτως ἐσμεν ; ὅτι κατ’ αὐτὸν γεγενήμεθα· καὶ πῶς ἐκ τῆς σαρκὸς αὐτοῦ ; ἴστε ὅσοι μετέχετε μυστηρίων· “ ὅτι ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται φησίν· ἐκ τούτου εὐθέως ἀναπλαττόμεθα· καὶ πῶς, πάλιν ἄκουε τοῦ μακαρίου τούτου λέγοντος, “ ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵ- “ μάτος καὶ σαρκὸς, παραπλησίως καὶ αὐτὸς μετέσχεν τῶν αὐτῶν· ἀλλ’ ἐνταῦθα οὗτος ἡμῖν ἐκοινώνησεν, οὐχ ἡμεῖς αὐτῷ· πῶς οὖν ἐκ τῆς σαρκὸς αὐτοῦ ἔσμεν καὶ ἐκ τῶν ὀστέων αὐτοῦ ; τινὲς τὸ αἶμα φασὶ καὶ τὸ ὕδωρ· οὐκ ἔστιν δέ· ἀλλ’ ὥσπερ ἄνευ συνουσίας ἐκεῖνος γεγένηται ἐκ Πνεύματος Ἁγίου, τοῦτο καὶ ἡμεῖς γινόμεθα ἐν τῷ λουτρῷ.
- 9.12
Ὄρα ποῖα ὑποδείγματα ὥστε πιστευθῆναι τὴν γέννησιν ἐκείνην· πῶς οὑν ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ ; τουτέστιν, ἐξ ὁλοκλήρου τῆς οὐσίας αὐτοῦ ἐπλάσθη ὁ Ἀδάμ· ἐτέχθη Χριστὸς, πῶς ἐκ τῆς πλευρᾶς αὐτοῦ ἔλαβεν· ἐν τῷ σταυρῷ ἡ ἀναίρεσις ἐγένετο, καὶ ἡμεῖς τῆς αὐτῆς οὐσίας αὐτῷ. Σευηριανόσ δέ φησιν, ἐπειδὴ προσήχθη ἁμνὸς, καὶ τὸ σῶμα αὐτοῦ ἐσθίομεν, φιλεῖ δὲ ἀναδίδοσθαι ἡ τροφὴ εἰς τὸ σῶμα τοῦ ἐσθίοντος, δηλονότι πνευματικῶς τὸ σῶμα αὐτοῦ ἐσθιόμενον, ἀναδίδοται ἡμῶν εἰς τὸ σῶμα· καὶ οὕτως σὰρξ ἐκ τῆς σαρκὸς, καὶ ὀστοῦν ἐκ τῶν ὀστῶν αὐτοῦ.
- 9.13
Θεόδωροσ δέ φησιν, ὥσπερ μέρος ἐγένετο τοῦ Ἀδὰμ ἡ γυνὴ ἐκ τῶν ὀστῶν αὐτοῦ καὶ ἐκ τῆς σαρκὸς αὐτοῦ ληφθεῖσα, οὕτως καὶ ἡμεῖς τοῦ δεσποτικοῦ σώματος ἐσμὲν μέλη, ὥσπερ ἐκ τῆς σαρκὸς αὐτοῦ κα ἐκ τῶν ὀστέων αὐτοῦ γεγονοτες.
- 9.14
Ὠριγένησ φησὶν, εἰ οὕτως δεῖ τὰς γυναῖκας ὑποτάσσεσθαι τοῖς ἀνδράσιν, ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, ἁγίως καὶ ἀπαθῶς καὶ ἀναμαρτήτως δεήσει βιούσας τὰς γυναῖκας ὑποτάσσεσθαι τοῖς ἀνδράσιν, ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, ἁγίως καὶ ἀπαθῶς καὶ ἀναμαρτήτως βιοῦσα· σπίλοι δέ εἰσιν, οἷον φακοὶ γινόμενοι ἐπὶ τοῦ σώματος καὶ μελανίαι καὶ ἀλφοὶ καὶ μυρμηκίαι· τούτων γὰρ περιαιρεθέντων, ὡραιοτέρα γένοιτ’ ἃν γυνή· καὶ τὰ ἀνάλογον αὐτοῖς νοείσθω γινόμενα καὶ περὶ τὴν ψυχήν· ἅτινα οὐδενός ἐστιν ἢ τοῦ λόγου περιελεῖν. Ἵνα παραστήσῃ ἑαυτῷ τὴν ἰδίαν νύμφην, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἢ τί τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
- 9.15
Ῥυτίδες δὲ, σημεῖον εἰσὶ γήρως· οὕτως εἰ τις ἴχνη τοῦ παλαιοῦ ἐπιμένοι ἔχων, μὴ ἀεὶ ἀνακαινούμενος, ῥερυτιδῶσθαι ἃν λέγοιτο κατὰ τὴν ψυχήν.
- 9.16
Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
- 9.17
Παρατηρητέον ὥσπερ καὶ ἐν ἄλλοις πεποιήκαμεν, ὅτι πολλάκις οὐκ αὐταῖς λέξεσιν ἐκτίθενται τὴν παλαιὰν γραφὴν οἱ τὴν καινὴν διαθήκην γράφοντες· καὶ περὶ μὲν τούτου, ἐν μὲν τῇ Γενέσει οὕτω γέγραπται· “ ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα “ αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν “ γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν·’’ ἐνθάδε δὲ, ἀντὶ τοῦ “ ἕνεκεν τούτου,’’ πεποίηκεν ὁ Παῦλος “ ἀντὶ τούτου·’’ παραλέλοιπέν τε τὸ μετὰ “ τὸν πατέρα’’ εἰρημένον, “ αὐτοῦ,’’ καὶ μετὰ τὸ “ τὴν μητέρα’’ δεύτερον εἰρημένον, “ αὐτοῦ·’’ ἀλλὰ καὶ τὸ “ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ.’’
- 9.18
(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, ἰδοὺ καὶ δικαίωμα· ὅτι καὶ τοὺς γεννησαμένους τίς ἀφεὶς, καὶ ἐξ ὧν ἔφυ, ἐκείνη συμπλέκεται· καὶ λοιπὸν ἡ σὰρξ, ὁ πατὴρ καὶ ὁ παῖς καὶ ἡ μητήρ ἐστιν ἐκ τῆς ἑκατέρου συνουσίας συγχυθείσης· καὶ γὰρ μιγέντων τῶν σπερμάτων, πάλιν τίκτεται ὁ παῖς· ὡστε τοὺς τρεῖς εἶναι μίαν σάρκα· ἀλλὰ πάλιν γίνεται μία σὰρξ διὰ τῆς συνουσίας, ἀναδιδομένη πάλιν· καὶ πολλῷ μᾶλλον αὐτὴ ἣ τὸ παιδίον· τί δήποτε ; ὅτι ἐξ ἀρχῆς οὕτω γέγονεν· μή μοι λέγε τάδε ἐστὶν καὶ τάδε ἐστίν. οὐχ ὁρᾷς ὅτι καὶ ἐν τῇ σαρκὶ πολλὰ ἔχομεν ἐλαττώματα ; ὁ μέν ἐστι χωλός· ὁ δὲ, διεστραμμένους ἔχει τοὺς πόδας· ἕτερος χεῖρας ἔχει ξηράς· ἄλλος ἄλλο τι μέλος ἀσθενὲς, καὶ οὐκ ἀλγεῖ οὐδὲ ἐκκόπτει, ἀλλὰ καὶ προτίθησιν αὐτὸ πολλάκις τοῦ ἄλλου· εἰκότως· αὐτοῦ γάρ ἐστιν. ὅσην γὰρ ἕκαστος πρὸς ἑαυτὸν ἀγάπην ἔχει, τοσαύτην πρὸς τὴν γυναῖκα ἡμᾶς βούλεται ἔχειν· φύσεως μιᾶς κοινωνοῦμεν, ἀλλὰ πλέον τοῦτο ἡμῖν τὸ δικαίωμα τὸ πρὸς τὴν γυναῖκα, ἐπειδὴ δύο σώματα· ἀλλ’ ὁ μὲν κεφαλὴ, ὁ δὲ σῶμα· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός· οὕτω καὶ ἐγὼ φημι, ὅτι ὥσπερ ἓν σῶμα, οὕτω Χριστὸς καὶ Πατὴρ εὑρίσκεται ἅρα καὶ ὁ Πατὴρ κεφαλὴ ἡμῶν ὣν, δύο τίθησιν ὑποδείγματα, τὸ τοῦ σώματος, τὸ τοῦ Χριστοῦ.
- 9.19
Τὸ μυστήριον τοῦτο, μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
- 9.20
Μέγα φησὶ καὶ θαυμαστὸν ᾐνίξατο ὁ μακάριος Μωϋσῆς, μᾶλλον δὲ ὁ Θεός· τέως μέντοι φησὶν εἰς Χριστὸν λέγω, ὅτι καὶ αὐτὸς τὸν Πατέρα ἀφεὶς, κατῆλθε καὶ ἦλθε πρὸς τὴν νύμφην, καὶ ἐγένετο εἰς πνεῦμα ἕν· ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι· καὶ καλῶς εἰπε μέγα μυστήριον· ὡσανεὶ ἔλεγε· πλὴν οὐχ ἡ προσηγορία ἀνατρέπει τὴν ἀγάπην· “ ἡ δὲ γυνὴ, ἵνα φοβῆται τὸν “ ἄνδρα·” ἀρχὴ δευτέρα ἐστὶν, ἡ γυνή· μήτε αὕτη τὴν ἰσοτιμίαν ἀπαιτείτω, ὑπὸ γὰρ τὴν κεφαλήν ἐστιν· μήτε ἐκεῖνος ὡς ὑποτεταγμένης καταφρονείτω· σῶμα γάρ ἐστι· κἂν καταφρονῇ τοῦ σώ.
- 9.21
Mάτος ἡ κεφαλὴ, καὶ αὐτὴ προσαπολεῖται· ἀλλ’ ἀντίρροπον τῆς ὑπακοῆς εἰσαγαγέτω τὴν ἀγάπην· καὶ πὼς ἀν’ γένοιτο ἀγάπη φησὶ, φόβου ὄντος ; μάλιστα τότε ἃν γένοιτο· ἡ γὰρ φοβουμένη, καὶ ἀγαπᾷ· ἡ ἀγαπῶσα, καὶ φοβεῖται· ὡς κεφαλὴν ἀγαπᾷ, ὡς μέλος.
- 9.22
Ἐπεὶ καὶ ἡ κεφαλὴ, μέλος ἐστὶ τοῦ παντὸς σώματος, διὰ τοῦτο τὴν μὲν ὑπέταξε, τὸν δὲ ἐπέθηκεν, ἵνα εἰρήνη ᾖ· ἔνθα γὰρ ἰσοτιμία, εἰρήνη οὐκ ἄν ποτε γένοιτο· ἀλλὰ ἀνάγκη μίαν εἶναι τὴν ἀρχὴν ἐπὶ τῶν σωματικῶν· ἐπεὶ ἐὰν ὦσι πνευματικοὶ, ἔσται εἰρήνη.
- 9.23
Θεόδωροσ δέ φησιν, ὅπερ φησὶν εἴρηται ἐν ἀρχῇ τῆς δημίουργιας πέρι τῶν γυναίκων καὶ τῶν ανδρῶν, τοῦτο μυστικώτερον ἐπὶ τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας πεπλήρωται· πάντες γὰρ τῆς ἐξ πατρὸς καὶ μητρὸς γεννήσεως ἔξω γενόμενοι, ἅτε δὴ καὶ θανάτῳ χωρισθέντες τῆς ζωῆς ἐκείνης, πνευματικῇ τῇ ἀναγεννήσει τὴν ἀνάστασιν δεχόμεθα· ἀπορρήτῳ λόγῳ τῷ Χριστῷ συναπτόμενοι, καὶ τὴν πρὸς αὐτὸν ὁμοιότητα τῆς ἀθανασίας ἀκριβῆ λαμβάνοντες.
- 9.24
Σευηριανὸσ φησὶν, οὐ τὸ μυστήριον, ἀλλ’ ὁ Θεός· τί οὖν ἐστιν ὃ λέγει ; ὅτι αὕτη ἡ πλάσις τοῦ Ἀδὰμ καὶ τῆς Εὔας τῆς ἐξ αὐτοῦ, καὶ ἡ συνάφεια, τύπος γέγονε τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας· δι’ ὅπερ φησὶν, “ ὀστοῦν ἐκ τῶν ὀστέων αὐτοῦ ἐσμὲν, “ καὶ σὰρξ ἐκ τῆς σαρκὸς αὐτοῦ, ” εἰ ἐκ τοῦ Ἀδὰμ ἦν ἡ Εὔα· τὸ οὑν ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν, τὸ τοῦ γάμου μυστήριον λέγει· ἀντὶ τοῦ τύπος ἐστὶν τὰ κατὰ τὸν γαμικὸν νόμον καὶ τὴν ἐξ ἀρχῆς δημιουργίαν τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας· διὰ τοῦτο ἐπήγαγεν,
- 9.25
Πλὴν Πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα. ἵνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπᾷ ὡς ἑαυτόν.
- 9.26
Διὰ τι εἶπεν οἱ καθ’ ἕκαστον ; ἐπειδὴ τὰ κατὰ τὸν Ἀδὰμ τὴν τύπος τῆς Ἐκκλησίας καὶ τῶν Χριστοῦ, διὰ τοῦτο εἶπεν, “ καὶ “ ὑμεῖς οἱ κα ἕκαστον’’ ἀγαπᾶτε· τὸ μὲν γὰρ μυστήριον οὗ ἦν τύπος ὁ γάμος, γεγένηται καὶ ἀληθές ἐστιν· δεῖ δὲ καὶ τὸν τύπον αὐτῶν πληροῦσθαι, καὶ ἕκαστον ἀγαπᾶν τὴν ἑαυτοῦ γυναῖκα. Τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γάρ ἐστι δίκαιον· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ· ἵνα εὖ σοι γένηται καὶ ἔση μακροχρόνιος ἐπὶ τῆς γῆς.
- 9.27
Ωριγένησ φησὶν, ἀμφίβολόν ἐστι τὸ ῥητόν· ἤτοι γὰρ τοῖς ἐν Κυρίῳ γονεῦσιν χρὴ ὑπακούειν τὰ τέκνα, ἣ ἐν Κυρίῳ δεῖ ὑπακούειν τὰ τέκνα τοῖς γονεῦσιν· καὶ οὐδετέραν γε τῶν ἐκδοχῶν ἀποδοκιμαστέον· τοῖς τε γὰρ ἐν Κυρίῳ γονεῦσιν ὁποῖος ὁ Παῦλος ἦν Κορινθίων, ὑπακουστέον· ἀλλ’ ἐν Κυρίῳ προστάττουσιν οὐκ ἐναντία τῷ τοῦ Κυρίου βουλήματι· δίκαιον δὲ τὸ ὑπακούειν καθ’ ἕτερον· ἅμα δὲ καὶ σημειώσῃ πρὸς ἑτεροδόξους διαχωρίζοντας δίκαιον Θεὸν ἀπὸ ἀγαθοῦ, ὅτι τοῖς μαθηταῖς τοῦ ὡς φασὶν ἀγαθοῦ προστάσσει τὸ ὡς ἂν ἐκεῖνοι λέγοιεν πρόσταγμα τοῦ ἑτέρου Θεοῦ, εἴγε ὁ ἕτερος δίκαιος ἐστιν· καὶ φησὶν ὁ Παῦλος δίκαιον εἶναι τὸ τὰ τέκνα ὑπακούειν τοῖς γονεῦσιν ἐν Κηίῳ· ἣ ἐν Κυρίῳ ὑπακούειν τοῖς γονεῦσιν.
- 9.28
Τὸ δὲ ῥητὸν, εἴληπται ἀπὸ τῆς Ἐξόδου οὕτως ἔχον· “ τίμα “ τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ “ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου “ δίδωσί σοι·’’ καὶ ἐνθάδε δὲ ἐκτιθέμενος ὁ Ἀπόστολος τὴν λέξιν, παραλέλοιπεν τὰ μετὰ “ τὴν μητέρα σου’’ καὶ πεποίηκεν, ἀντὶ τοῦ “ καὶ ἵνα μακροχρόνιος γένῃ,’’ “ καὶ ἔσῃ μακροχρόνιος· παραλέλοιπέν τε μετὰ τὸ ἐπὶ τῆς γῆς, τὸ ἧς Κύριος ὁ Θεός σου “ δίδωσι σοι.’’ ἔστι δὲ ἡ ἐντολὴ πέμπτη τῆς Δεκαλόγου· διὸ ζητητέον, πῶς δεῖ ἐκλαβεῖν τὸ “ ἥτις ἐστὶν ἐντολὴ πρώτη·’’ πρώτῆς εἰρημένης ἐντολῆς, τὸ “ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν “ έμοῦ·” τινὲς μὲν οὑν οὕτως ἀνέγνωσαν· ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ· ὡς τῶν πρὸ αὐτῆς ἐντολῶν οὐ περιεχουσῶν ἐπαγγελίαν. ἐπὶ γὰρ ταύτης οἴονται πρώτην ἐπαγγελίαν κεῖσθαι, τὴν ἴνα εὑ σοι γένηται, καὶ ἴνα μακροχρόνιος γένῃ ἔπι τῆς γῆς “ ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι.’’
- 9.29
Εοίκασιν δὲ οὗτοι, μὴ τετηρηκέναι ἐπαγγελίαν κειμένην καὶ ἐπὶ τῆς δευτέρας ἐντολῆς, “ οὐ ποιήσεις γάρ,’’ φησι, “ σεαυτῷ “ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν “ τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς· οὐ προσ- “ κυνήσεις αὐτοῖς, οὐδ’ οὐ μὴ λατρεύσῃς αὐτοῖς. ἐγὼ γάρ εἰμι “ Κύριος ὁ Θεός σου· Θεὸς ζηλωτὴς, ἀποδιδοὺς ἁμαρτίας πατέρων “ ἐπὶ τέκνα, ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσι με· καὶ “ ποιῶν ἔλεος εἰς χιλιάδας, τοῖς ἀγαπῶσι με, καὶ τοῖς φυλάσ- “ σουσι τὰ προστάγματά μου.’’ παρατήρει γὰρ ὅτι ἐπαγγελία ἐστὶ τὸ “ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με καὶ τοῖς “ φυλάσσουσι τὰ προστάγματά μου.’’ μήποτ’ οὖν ἐπεὶ ἡ Δεκάλογος πρώτη τῷ λαῷ νομοθεσία μετὰ τὸ ἐξελθεῖν τὴν Αἴγυπτον, εἴρηται, ἑκάστη τῶν δέκα ἐντολῶν πρώτη ἐστὶν ἐν πρώτοις τῶν ἑξῆς εἰρημένη. ὁ μέντοιγε θέλων ἐπιμένειν τῇ ἀποδόσει τοῦ “ ἥτις “ ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ,’’ ἐρεῖ, ὅτι ἰδία μέν ἐστι τῆς “ τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ἐντολῆς ἡ ἐπαγγελία, ἡ “ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός “ σου δίδωσί σοι·’’ οὐκ ἰδία δὲ τῆς “ οὐ ποιήσεις σεαυτῷ εἴδωλον “ οὐδὲ παντὸς ὁμοίωμα, ” ἣ “ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσι “ με, καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου·’ πάλιν δὲ αὖ καὶ πρὸς τοῦτο ἐνστήσεται, ὁ τὴν δεκάλογον ὅλην περιέχειν πρώτας ἐντολὰς διηγούμενος· ἐρεῖ γὰρ τὸ μακροχρόνιον γενέσθαι ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεὸς δίδωσι τοῖς ἁγίοις, οὐ διὰ μόνην δίδοσθαι τὴν “ τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ἐντολὴν, ἀλλὰ καὶ δι’ ἄλλας μυρίας· δεήσει τε τὸν τοιοῦτον συναγαγεῖν ἐντολὰς, αἷς ἐπιφέρεται τὸ “ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ “ Θεός σου δίδωσι σοι.
- 9.30
Μετὰ ταῦτα ζητητέον περὶ τῆς χαριζομένης ἐπαγγελίας τὸ μακροχρόνιον ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεὸς δίδωσι τοῖς ἁγίοις· καὶ οὐκ ἀγνοητέον γε, ὅτι κατὰ τὸ ῥητὸν ἡγοῦνται τοῦτο γίνεσθαι οἱ Ἰουδαῖοι· ἀλλ’ ὁρῶμεν οὐ πάντως τοῦτο ἀληθές· φησὶ δὲ καὶ ὁ προφήτης· “ οἴ μοι ὅτι ἡ παροικία μου ἐμακρύνθη.’’ ζητητέον οὖν τὴν ἀγαθὴν γῆν ἣν Κύριος ὁ Θεὸς ἐν ἐπαγγελίᾳ δι’ δῶσι τῷ καταλιπόντι τὴν πνευματικὴν Αἴγυπτον, καὶ μετὰ πάσης μακροθυμίας καὶ ὑπομονῆς ὁδεύσαντι τὴν πνευματικὴν ἔρημον, τὴν πολλὴν καὶ φοβερὰν, καὶ νικήσαντι οὓς πατάσσει Κύριος βασιλεῖς μεγάλους, καὶ οὓς ἀνεῖλεν Κύριος βασιλεῖς κραταιούς.
← Previous · Next → — showing 301–400 of 462
First Thousand Years of Greek. CTS URN tlg4102.tlg020.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.