Ancient Texts

← Library

Catena In Epistulam Ad Ephesios

First Thousand Years of Greek · First Thousand Years of Greek · 462 sections

  1. 3.50

    Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγὺς, ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι, ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα.

  2. 3.51

    Οὐ δι’ ἄλλου τινὸς ἐμήνυσεν ἡμῖν, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ, ἐπειδὴ τὸ διορθῶσαι τὰ τοσαῦτα κακὰ οὐδενὸς ἑτέρου ἦν, ἀλλὰ τῆς αὐτοῦ παρουσία.; ὑπηρέτου σχεδὸν καὶ διακόνου τάξιν ἐδείξατο ὁ δεσπότης. τοὺς Ἰουδαίους φησὶν ἐγγὺς, ὡς πρὸς τοὺς Ἕλληνας, “ ὅτι “ δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι, ἐν ἑνὶ Πνεύ- “ ματὶ πρὸς τὸν Πατέρα·’’ εἰρήνην τὴν πρὸς Θεὸν φησὶν, οὐχ ὑμῖν ἔλαττον, ἐκείνοις δὲ πλέον, ἀλλὰ μιᾷ χάριτι· τὴν μὲν γὰρ ὀργὴν ἔλυσε τῷ θανάτῳ, ἐπεράστους δὲ ἡμᾶς ἐποίησε τῷ Πατρὶ διὰ τοῦ Πνεύματος.

  3. 3.52

    Σευηριανόσ φησι, εἰς τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, οὐ τὸν φραγμὸν, ἀλλὰ τὸ μεσότοιχον. τίς δὲ ὁ φραγμός ; “ ἀφελῶ τὸν “ φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν,’’ τουτέστι, τὴν ἀσφάλειαν τοῦ πνεύματος. τί δὲ τὸ μεσότοιχον ; τὸ πρὸς τοὺς Ἕλληνας ἄμικτον. κεκώλυτο γὰρ Ἕλλησιν ἐπιμίγνυσθαι Ἰουδαίους, ἵνα μὴ Ἰουδαῖοι εἰς τὴν εἰδωλολατρείαν καταπέσωσιν, οἱ καὶ χωρὶς τούτου εἰδωλολατροῦντες, καὶ τοῦτό ἐστιν ὃ λέγει Δαβίδ· “ ὁ Θεὸς “ κατοικίζει μονοτρόπους ἐν οἴκῳ.’’ ἔδει γὰρ τὸ προζύμιον ἰσχυρὸν γενέσθαι, ἱν οὕτως τὸ ὅλον τοῦ κόσμου ζυμωθῇ· τὸν νόμον τῶν ἐντολῶν, τὸν νενομισμένον λέγει, ὡς ἀπὸ τῶν ἐντολῶν Μωσαϊκῶν· ἐν δόγμασι τοῖς ἰδίοις καταργήσας, ὧν ἐστιν, “ οὐ τὰ εἰσπορευόμενα “ κοινοῖ τὸν ἄνθρωπον·” τοῦτο δὲ ἔλυσε, τὸ τόδε φαγὲ, τὸ δὲ μὴ φάγῃς, τὸ μὴ διδόναι βιβλίον ἀποστασίου, τοῦτο ὑπεναντίως εἶχε πρὸς τὸ κατὰ πᾶσαν αἰτίαν ἀφιέναι γυναῖκα· τὸ ἡμέρας παρατη- ρεῖσθαι, καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτοὺς ἐναντίον ἦν οἶς ἔδωκε Μωυσῆς· καὶ ὅλως πολλὰ τοιαῦτα ἐστὶ δογματικὰ, οἷς νόμον τῶν ἐντολῶν κατήργησεν, οὐ τὰς ἐντολὰς ὡς ἀτόπους, ἀλλὰ τὸ ἔθος ὡς οὐκέτι χρησιμεῦον. αἱ γὰρ ἐντολαὶ τιμῶνται κἂν μὴ ἐνεργῶσιν, ὁ δὲ νόμος λοιπὸν, τουτέστι τὸ ὑπὸ νόμον τῶν ἐντολῶν καθ’ ἡμᾶς ε-ι’ναι ἔπλαττε μετὰ τὴν χάριν.

  4. 3.53

    Θεόδωροσ δὲ φησὶ, ἵνα εἴπῃ διὰ τῶν ἰδίων δογμάτων τῆς ἀναστάσεως, τῆς ἀφθαρσίας, τῆς ἀθανασίας, δόγματα καλέσας ταῦτα, ὡς ἐν πράγμασιν ὄντα, τῆς θείας χάριτος ἐν ἡμῖν κατα- πραττομένης, ὡς μηδὲ προσταγμάτων ἡμᾶς δεῖσθαι καὶ ἐντολῆς, τῆς τόδε ποιεῖν, ἣ μὴ ποιεῖν βουλομένης ἡμᾶς.

  5. 3.54

    Ἴνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον.

  6. 3.55

    Σευηριανόσ φησιν, ’ Ἓλληνες μὲν γὰρ τῆς εἰδωλολατρείας ὡς ἀσεβείας, Ἰουδαῖοι δὲ τοῦ νόμου ὡς οὐκέτι χρησιμεύοντος ἀφι- στάμενοι, εἰς ἑτέραν τινὰ καινότητα εὐσεβείας ἀνοικοδομοῦνται. Ποιῶν εἰρήνην.

  7. 3.56

    Ο γὰρ νόμος οὐ βούλεται εἰρήνη, ε-ι’ναι· διατὶ ; ἵνα μὴ ἡ εἰρήνη ἡ σωματικὴ πόλεμον κατὰ τῆς εὐσεβείας ἐγείρῃ. " ἀμφοτέρους ** καταλλάξει τῷ Θεῷ·’’ ἐπειδὴ οἱ μὲν Ἓλληνες ἐπλανῶντο, οἱ δὲ bυδαῖοι παραβεβήκεσαν.

  8. 3.57

    Ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ.

  9. 3.58

    Πλάτος ἔχει τὸ νόημα ἐν συντομίᾳ ῥήματος· ἐπειδὴ γὰρ νόμος ἦν ὁ διιστῶν 1ουδαίους Ἑλλήνων κατὰ τὸ προειρημένον, ἔμελλε δὲ παύεσθαι ὁ νόμος· οὐχ ἑτέρως δὲ ἐπαύσατο, ἣ ἐπειδὴ ἐκ νεκρῶν ἀνέστη ὁ Κύριος, ᾧτ’ ἔδει συναφθῆναι τὴν ἐκκλησίαν ἑτέρῳ ἀνδρὶ μετὰ νόμον. λέγει ὅτι ἐν τῇ σαρκὶ αὐτοῦ ἐκείνην τὴν ἔχθραν ἀπέκτεινε, παύσας τὸν νόμον.

  10. 3.59

    Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς καὶ τοῖς ἐγγύς.

  11. 3.60

    Τοῦτο δείκνυσιν, ὅτι οὐκ ἀσεβῆ τὸν νόμον λέγει τὸν Μώσεως ὡς τὸ ει’δώλολατρει-ν. μακρὰν γάρ φησιν ει-’ναι τοὺς εἰδωλολάτρας, ἐγγὺς δὲ τοὺς Ἰουδαίους· τὸ δὲ ἐγγὺς καὶ μέρος εὐσεβείας δείκνυσι καὶ οὐ τέλειον. εἰ γὰρ εἰχον τὸ τέλειον, οὐκ ἠσαν ἐγγὺς, ἀλλ’ ἐν αὐτῷ· εἰ δὲ πάλιν ἦσαν ἐναντίοι, οὐκ ἦσαν ἐγγὺς, ἀλλὰ πόρρωθεν μετὰ τῶν Ἑλλήνων.

  12. 3.61

    Ωριγένησ δέ φησι, ταῦτα λέγεσθαι περὶ τῶν θειοτέρων δυνάμεων καὶ τῶν ἀπὸ ἀνθρώπων σωζομένων, τῶν μὲν θειοτέρων δυνάμεων οὐσῶν, καὶ πρότερον ἐγγὺς, τῶν δὲ ἀνθρώπων μακράν· ἐφαρμόσει δὲ τούτοις ὁ ταῦτα λέγων, τὸ ” εἰρηνοποιήσας διὰ τοῦ ” τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς “ νοῖς·” καὶ ὅλα τὰ κατὰ τὸν τόπον οὕτω διηγήσεται, τῶν μὲν κρειττόνων δυνάμεων, ὅτι ἐν φιλία ἦν πρὸς τὸν Θεὸν, τῶν δὲ ἐν κόσμῳ ἀνθρώπων, ὅτι ἐν ἔχθρᾳ ἦν πρὸς αὐτὸν, καὶ αὕτη ἡ ἔχθρα τὸ μεσότοιχον ἦν τοῦ φραγμοῦ, κωλῦον τοῦ ἑνοῦσθαι τὴν ἀνθρώπων φύσιν τῇ μακαριότητι τῶν κρειττόνων. τοῦτο τοῦτο τὸ μεσότοιχον τοῦ φραγμοῦ ἔχθρα τυγχάνον, ἐλύθη διὰ τοῦ ἐνηνθρωπηκέναι τὸν Σωτῆρα ἡμῶν· καὶ διὰ τοῦτο λέγεται λελύσθαι ἐν τῇ σαρκὶ αὐτοῦ· καὶ πρόσχες γε τῷ ἑξῆς· εἰ δύναται πληκτικώτερον λέγεσθαι ὑπὸ τοῦ οὕτω ἑρμηνεύοντος κατά γε τὸν ἀληθῆ νόμον, οὗ σκιὰ καὶ ὑπόδειγμα τὸ γράμμα Μώσεως ἦν, ἐλάτρευόν τινες ἐν τοῖς ἐπουρανίοις. καὶ ἐκεῖνος ὁ νόμος δόγματά ἐστι μᾶλλον ἣ νόμος ἐντολῶν, ἅπερ δόγματα ὁ ἀξιωθεὶς νοῆσαι τὸ καταλελύσθαι τὸ διατειχίζον αὐτὸν ἀπὸ τῶν κρειττόνων μεσότοιχον τοῦ φραγμοῦ, οὐκέτι τῷ νόμῳ τῶν ἐντολῶν ζῇ· τὸν γὰρ νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργεῖ Χριστὸς, ἵνα νοηθέντων τῶν δηλουμένων ἀπὸ τοῦ νόμου τῶν ἐντολῶν δογμάτων καταφρονηθῇ ὡς ἀποκτέννον τὸ γράμμα τοῦ νόμου τῶν ἐντολῶν. καταργηθεὶς τοίνυν ἀπὸ τοῦ Σωτῆρος ὁ νόμος τῶν ἐντολῶν διὰ τῆς τῶν ἐν αὐτοῖς δογμάτων φανερώσεως, συνήγαγεν ἀμφοτέρους, λέγω δὴ τὰς θειοτέρας δυνάμεις, καὶ τοὺς ἐξ ἀνθρώπων πιστεύοντας, εἰς ἕνα καινὸν ἄνθρωπον· ὁ δὲ καινὸς ἄνθρωπος ἐκ τοῦ ὁσημέραι ἀνακαινοῦσθαι νοεῖται, καὶ κατοικισθήσεις 1 ἐν καινῷ κόσμῳ· ὅτι ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή. δόξει δὲ τὸ ” εἰς ἕνα καινὸν ἄνθρωπον,’’ τῇ ἑρμηνείᾳ.

  13. 3.62

    Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπλοῖται πολῖται τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες

  14. 3.63

    ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ προφητῶν, ὄντως ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ ἐν ᾧ καὶ ὑμεῖς οἰκοδομεῖσθε, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.

  15. 3.64

    Πρὸς τὸ προειρημένον “ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας·’ νῦν λέγεται “ ἄρα οὐκέτι εἰσὶ ξένοι καὶ πάροικοι,’’ καὶ πρὸς τὸ “ ἀπηλ- “ λοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ·” νῦν τὸ “ ἀλλὰ συμπολῖ- “ τᾶι τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ·’’ τὰ δὲ ῥήματα ταῦτα προσακτέον ακτέον τοῖς εἰσάγουσι τὰς φύσεις. πῶς γὰρ ξένοι οἱ φύσει πολῖ- τᾶι τῶν ἁγίων, καὶ πῶς οἱ φύσει ξένοι οἰκεῖοι τοῦ Θεοῦ ; τὰ δὲ ἀπὸ τοῦ “ ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ “ προφητῶν’’ δόξει συνᾴδειν τῇ ἑρμηνείᾳ, τῇ περὶ τοῦ ἐγγὺς μὲν εἶναι τὸν Ἰσραήλ, πόρρω δὲ τὰ ἔθνη. δεήσῃ δὲ τούτοις τοῖς ῥητοῖς χρήσασθαι κατὰ τῶν διακοπτόντων τὴν θειότητα καὶ οἰομένων ἑτέρου εἶναι Θεοῦ τοὺς προφήτας, καὶ ἄλλου τοὺς Ἀποστόλους. εἰ γὰρ “ οἱ μηκέτι ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων “ καὶ οἰκεῖοι τοῦ Θεοῦ ἐποικοδομοῦνται ἐπὶ τῷ θεμελίῳ τῶν Ἀπο- “ στόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, “ ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον “ ἐν Κυρίῳ,’’ φιλοτιμητέον ἁρμονίους ἡμᾶς γενέσθαι ζῶντας λίθους τῆ πάση οἰκοδομῇ, ἵνα συνοικοδομηθέντες κατοικητήριον γενώμεθα τῷ Θεῷ, χωροῦντες εἰς αὐτοὺς πᾶσαν τὴν θεολογίαν αὐτοῦ, ὅτι δι’ αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν ἀμφότεροι ἐν ἑνὶ Πνεύματι.

  16. 3.65

    (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶ, φησὶ πάλιν τὸ “ ἐν’’ διά ἐστι· διὰ Υἱοῦ καὶ Πνεύματος, τουτέστι, προσήγαγε τῷ Πατρί. “ Ἄρα οὖν οὐκ ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται “ τῶν ἁγίων.’’ ὁρᾷς ὅτι οὐχ ἁπλῶς τῶν Ἰουδαίων, ἀλλὰ τῶν ἁγίων καὶ μεγάλων ἐκείνων ἀνδρῶν τῶν περὶ Ἀβραὰμ καὶ Μωϋσῆν καὶ Ἠλίαν εἰς τὴν αὐτὴν πόλιν ἀπεγράφημεν, εἰς ἐκείνην ἐμφανιζόμεθα· “ καὶ οἰκεῖοι τοῦ Θεοῦ,’’ ὅπερ ἔσχον ἐξ ἀρχῆς ἐκεῖνοι διὰ τοσούτων πόνων, τοῦτο ἡμῖν διὰ τῆς τοῦ Θεοῦ χάριτος κατωρθώθη.

  17. 3.66

    Ἐποικοδομηθέντες, ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν.

  18. 3.67

    Τουτέστι, θεμέλιος οἱ Ἀπόστολοι καὶ οἱ προφῆται. καὶ πρῶτον τίθησι τοὺς Ἀποστόλους, ἐσχάτους ὄντας τοῖς χρόνοις. Ἤ τοι οὖν τοῦτο δεικνύς φησι· τουτέστι, θεμέλιός εἰσιν ἐκεῖνοι, μία οἰκοδομὴ τὸ πᾶν, καὶ ῥίζα μία. εἶτά φησιν· ὁ τὸ πᾶν συνέχων, ὁ Χριστός. ὁ γὰρ λίθος ὁ ἀκρογωνιαῖος τοὺς τοίχους συνέχει καὶ τοὺς θεμελίους. “ ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογεῖται.’’ ὅρα πῶς αὐτὸ συνῆψε· ποτὲ μὲν ἄνωθεν κατάγοντα τὸ πᾶν σῶμα καὶ συγκροτοῦντα, ποτὲ δὲ κάτωθεν διαβαστάζοντα τὴν οἰκοδομὴν καὶ ῥίζαν ὄντα. τὸ ἔκτισεν ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, διὰ τούτου ἐδήλωσεν, ὅτι δι’ ἑαυτοῦ συνῆψεν ἑκατέρους τοίχους, ὅτι ἐν αὐτῷ ἐκτίσθη· καὶ πρωτότοκός φησι πάσης κτίσεως· τουτέστι, πάντα αὐτὸς διαβαστάζει, “ ἐν ᾧτ’ πᾶσα οἰκοδομὴ συναρμολογου- “ μένη,’’ κἂν τὸν ὄροφον εἴπῃς, κἂν τοὺς τοίχους, κἂν ὁτιοῦν ἕτερον, τὸ πᾶν διαβαστάζει. ἀλλαχοῦ δὲ αὐτὸν θεμέλιον καλεῖ· “ θεμέ- “ λιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς “ ἐστιν Ἰησοῦς Χριστός.’’ ” ἐν ᾧ πᾶσα,’’ φησὶν, “ οἰκοδομὴ συναρ- “ μολογουμένη.’’ δείκνυσι καὶ τὸ ἀκριβὲς, ὅτι οὐκ ἔνι ἄλλως τεθῆναι μὴ μετὰ πολλῆς τῆς ἀκριβείας βιώσαντα. “ αὔξει εἰς ναὸν,’’ φησὶν, “ ἅγιον ἐν Κυρίῳ· ἐν ᾧτ’ καὶ ὑμεῖς,’’ φησὶ, “ συνοικοδομεῖ- “ σθε.’’ τι δὴ βούλεται ἡ οἰκοδομή ; ὥστε τὸν Θεὸν ἐνοικῆσαι ἐν τῷ ναῷ τούτῳ· καὶ ἕκαστος ὑμῶν ναός ἐστι, καὶ κοινὴ πάντες, καὶ ὡς ἐν σώματι Χριστοῦ οἰκεῖ, καὶ ὡς ἐν ναῷ πνευματικῶς οἰκεῖ.

  19. 3.68

    Θεόδωροσ δέ φησιν, ἐπειδὴ εἰς ναὸν τοῦ Θεοῦ τελοῦμεν ἀμφότεροι, τῇ αὐτῇ δυνάμει τοῦ Πνεύματος διὰ τῆς ἀναγεννήσεως τοῦ συντελεῖν εἰς μίαν οἰκοδομὴν δεξάμενοι. τὸ δὲ “ ἐν ᾧ πᾶσα “ ἁφὴ συναρμολογομένη·” ἵνα εἴπῃ, πᾶς λίθος ὑπὸ ἁφὴν πίστεως· ἀπό τινος ἰδιώματος οὕτως εἰπών· ἐν τάξει δηλονότι ἀνθρώπου τὸν λίθον λέγων.

  20. 4.1

    Περὶ τῆς δοθείσης αὐτῷ θείας σοφίας εἰς φωτισμὸν ἐθνῶν, καὶ ἔλεγχον δαιμόνων.

  21. 4.2

    Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγρψα ἐν ὀλίγῳ.

  22. 4.3

    Βούλεται εἰπεῖν, ὅτι πάντως που ἠκούσατε τὴν παρασχεθεῖσάν μοι τῆς εἰς ὑμᾶς χάριτος κοινωνίαν, καὶ ὅτι κατὰ ἀποκάλυψιν ἐδεξάμην τοῦ μυστηρίου τούτου τὴν γνῶσιν, περὶ οὗ δὴ καὶ γεγράφηκα ὑμῖν ὡς ἐνῆν διὰ βραχέων, ἐπὶ τὸ γνῶναι καὶ ὑμᾶς τοῦ μυστηρίου τὴν σύνεσιν·

  23. 4.4

    Σευηριανὸσ δέ φησι, ἐνταῦθα βούλεται δεῖξαι, ὅτι οὐκ ἐπέρριψεν ὡς ἀλλοτρίοις καὶ ὑπὸ ἄλλων δεδιδαγμένοις, ἀλλ’ ὅτι ἐθνῶν κῆρυξ αἱρεθεὶς, ἐχρεώστει καὶ τούτοις τὸ δεῖγμα, καὶ ὅτι ὡς ὁ Κύριος ἐδίδαξε τοὺς περὶ Ἰωάννην, οὕτω κἀμὲ κατὰ ἀποκάλυψιν. ἠνίξατο δὲ, ὅτι ἠδύνατο μὲν βαθύτερόν τι εἰπεῖν, συνεμετρήσατο δὲ τὴν διδασκαλίαν πρὸς ὅπερ ἐχώρουν.

  24. 4.5

    Ὠριγένησ δέ φησιν, ὡς πρὸς τὴν φράσιν καὶ τὸ δυνατὸν ζητήσαντες σαντες ἀποκαταστῆσαι αὐτὴν φαμὲν, ὅτι οὐκ ἀνταποδέδωκε πρὸς τὸ “ τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος, τὸ τί τούτου γὰρ χάριν πεποίηκα, ἣ τί μοι γεγένηται, οὐ πάνυ τι παρέστησεν. εἰ μὴ ἄρα τοῦ μὲν ὡς πρὸς τὴν φράσιν ἀκολούθου ὡς ἰδιώτης τῷ λόγῳ ἀποπέπτωκε, τὸν δὲ ὀφειλόμενον νοῦν οὐκ εὐφραδῶς ἀποδέδωκεν, οὕτως λέξοντα ἃν, “ τούτου χάριν ἐγὼ Παῦλος, δέσμιος Χριστοῦ Ἰησοῦ, καὶ δέσμιος ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, ἐγνώρισα τὸ μυστήριον, ὑπὲρ τοῦ καὶ ὑμῖν μεταδοῦναι, ὡς καὶ αὐτὸς ἐν τοῖς πρὸ τούτων δι’ ὀλίγων ἔγραψα. ὀφείλει δὲ ἀκηκοέναι τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ, τῆς δοθείσης μοι εἰς ὑμᾶς τοὺς ἀπὸ τῶν ἐθνῶν, ὑπὲρ ὧν δέσμιος γέγονα Ἰησοῦ Χριστοῦ. Σολοικισμὸν δὲ νομίζω γεγονέναι ἐν τῷ τόπῳ. δέον γὰρ αὐτὸν εἰρηκέναι, τούτου χάριν ἐγὼ Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ ἐγνώρισα τὸ μυστήριον. ὃ δέ φησι, “ τούτου χάριν ἐγὼ Παῦλος δέσμιος, κατὰ ἀποκάλυψιν ἐγνωρίσθη “ μοι τὸ μυστήριον.’’ εἰ δέ τις δύναται παραστῆσαι πρὸς τῇ διανοίᾳ, καὶ τὴν φράσιν αὐτῷ ἐπιτετευγμένην, ἐκείνου μάλιστα ἀκουστέον· ἐν ὀλίγοις τοῖς πρὸ τούτων ἔστιν ἀληθῶς εὑρεῖν τὸν ἐπιμελῶς ἐντυγχάνοντα ἀποκάλυψιν ἐγνωρισμένην μυστηρίου ἁγίου τῶ Παύλῳ.

  25. 4.6

    Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης φησὶ, τὴν πρόρρησιν αἰνίττεται τὴν πρὸς τὸν Ἀνανίαν ῥηθεῖσαν περὶ αὐτοῦ ἐν Δαμασκῷ, ἡνίκα ἔλεγε, “ πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοι ἐστιν οὕτος, τοῦ “ βαστάσαι τὸ ὄνομα μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων.’’ οἰκονομίαν χάριτος φησὶ τὴν ἀποκάλυψιν, τουτέστιν, οὐ παρὰ ἀνθρώπου ἔμαθον, καὶ κατηξίωσεν ἐμοὶ ἑνὶ ὄντι ἀποκαλύψαι δι’ ὑμᾶς. αὐτὸς γάρ μοι εἶπε, φησὶ, “πορεύον, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.” οἰκονομία γὰρ ἦν μεγάλη τὸ μηδαμόθεν πειθόμενον ἄνωθεν καλέσαι καὶ εἰπεῖν, “ Σαῦλε, Σαῦλε, τι με διώκεις ” καὶ τὸ πηρῶσαι τῷ φωτὶ ἐκείνῳ τῷ ἀπορρήτῳ. μυστήριον δὲ καὶ τὸ τὰ ἔθνη ἐξαίφνης εἰς μείζονα τῶν Ἰουδαίων εὐγένειαν ἀγαγεῖν, καθὼς προέγραψα, φησὶν, ἐν ὀλίγῳ, διὰ βραχέων, πρὸς ὃ δύνασθε ἀναγι- νώσκοντες νοῆσαι, ὥστε οὐ τὸ πᾶν ἔγραφεν, οὐδὲ ὅσα γράψαι ἐχρῆν· ἀλλ’ ἐνταῦθα μὲν ἡ φύσις τοῦ πράγματος τοῦτο ἐποίει, ἀλλαχοῦ δὲ ἡ κακία, ὡς παρ’ Ἑβραίοις, ὡς παρὰ Κορινθίοις. “πρὸς “ ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου,’’ φησὶν, “ ἐν “ τῷ μυστηρίῳ τοῦ Χριστοῦ,’’ τουτέστι, πῶς συνῆκα, πῶς ἐνόησα, ἤτοι αὐτὰ ἃ εἶπεν ὁ Θεός. ἢ ὅτι κάθηται ἐκ δεξιῶν. εἶτα καὶ τὸ ἀξίωμα· “οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει·’’ καὶ ποῖον ἔθνος τοῦτο, ᾧτ’ ἐποίησεν οὕτως ὁ Θεός. “ ὃ ἑτέραις, φησὶ, “ γενεαῖς οὐκ ἐγνωρίσθη “ τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις Ἀπο- “ στόλοις αὐτοῦ, καὶ προφήταις ἐν τῷ Πνεύματι. Τί οὖν ; εἰπέ μοι οὐκ ᾔδεσαν οἱ προφῆται ; πῶς οὖν φησιν ὁ Χριστός ; “ ὅτι “ Μωϋσῆς καὶ οἱ προφῆται ταῦτα περὶ ἐμοῦ ἔγραψαν·’’ καὶ πάλιν· “ εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἂν τοῦτό φησιν, ὅτι πᾶσιν ἀνθρώποις οὐκ ἀπεκαλύφθη· προσέθηκε γὰρ, “ ὃ “ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη, τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν “ ἀπεκαλύφθη. ἣ ὅτι οὕτως οὐκ ἐγνωρίσθη διὰ πραγμάτων αὐτῶν καὶ ἔργων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις Ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι. ἐννόησον γάρ· ὁ ὁ Πέτρος, εἰ μὴ παρὰ τοῦ Πνεύματος ἤκουσεν, οὐκ ἃν ἐπορεύθη εἰς τὰ ἔθνη. ἄκουσον γὰρ, τι φησιν· “ ἄρα ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον, ὡς “ καὶ ἡμῖν “ τουτέστιν, ἐν Πνεύματι ἐξελέξατο ὁ Θεὸς λαβεῖν αὐτοὺς τὴν χάριν. ἔλεγον μὲν οὖν οἱ προφῆται, οὕτω δὲ ἀκριβῶς οὐκ ᾔδεσαν· ὅπου γε οὐδὲ οἱ Ἀπόστολοι μετὰ τὸ ἀκοῦσαν πολὺ γὰρ ὑπερέβαινεν ἀνθρώπινον λογισμὸν καὶ ἐλπίδα κοινὴν, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα. τοῦτό ἐστι τὸ μέγα, τὸ ἓν σῶμα εἶναι. ὅτι μὲν γὰρ κληθήσονται, ᾔδεσαν, ὅτι δὲ καὶ τοσοῦτον, ὥστε γενέσθαι σύσσωμα, οὐκέτι. τοῦτο καλεῖ μυστήριον τῆς ἐπαγγελίας. μετεῖχον οἱ Ἰσραηλῖται, συμμετεῖχον καὶ τὰ ἔθνη τῆς ἐπαγγελίας τοῦ Θεοῦ ἐν τῷ Χριστῷ, διὰ τοῦ εὐαγγελίου, τουτέστι, τὸ πεμφθῆναι πρὸς αὐτοὺς καὶ τὸ πιστεῦσαι. οὐ γὰρ ἁπλῶς, ἀλλὰ διὰ τοῦ εὐαγγελίου. καὶ ἄλλο δὲ μεῖζον ἡμῖν ἀποκαλύπτει· ὅτι οὐ μόνον ἄνθρωποι, ἀλλ’ οὐδὲ ἄγγελοι, οὐδὲ ἀρχαὶ, οὐδὲ ἄλλη τις κτιστὴ δύναμις ᾔδει τοῦτο μυστήριον γὰρ ἦν, καὶ οὐκ ἀπεκαλύφθη.

  26. 4.7

    Οὗ ἐγενήθην διάκονος, κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ, τῆς δοθείσης μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.

  27. 4.8

    Εἶπεν, ὅτι δέσμιός εἰμι. ἀλλὰ πάλιν τὸ ὅλον αὐτοῦ φησι, κατὰ τὴν δωρεὰν τῆς χάριτος, κατὰ δύναμιν δωρεᾶς γέγονε τὸ ἀξίωμα τῆς τιμῆς ταύτης, ἀλλ’ οὐκ ἤρκει ἡ δωρεὰ, εἰ μὴ καὶ δύναμιν ἐνέθηκεν.

  28. 4.9

    Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Θεοῦ, καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ.

  29. 4.10

    Καὶ ἐκ τούτων ἐστὶ μαθεῖν τῆς ταπεινοφροσύνης Παύλου τὴν Χ 2 ὑπερβολήν. ἐπειδὴ γὰρ ἔμελλε λέγειν τὸ μέγεθος τῆς χάριτος τοῦ Θεοῦ, ταῦτα φησί· καὶ οὐκ εἶπεν ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων Ἀποστόλων, ἀλλὰ “τῶν ἁγίων,’’ ὥστε κἀκεῖνο τούτου ἔλαττον. εἶτα φησὶν,

  30. 4.11

    Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ.

  31. 4.12

    Ἐν γὰρ τῷ Θεῷ, φησὶν, ἐκέκρυπτο “τῷ τὰ πάντα κτίσαντι διὰ “ Ἰησοῦ.’’ πόθεν οὖν τοῖς Ἀγγέλοις δῆλον γέγονε ; διὰ τῆς ἐκκλησίας. καὶ οὐδὲ ἁπλῶς εἶπεν, ἡ ποικίλη σοφία τοῦ Θεοῦ, ἀλλὰ “ πολυποίκιλος·’’ ὅτε ἡμεῖς ἐμάθομεν, τότε κἀκεῖνοι δι’ ἡμῶν. ἄκουσον γὰρ τοῦ Ἀγγέλου λέγοντος πρὸς τὸν Ἰωσὴφ, “ καλέσεις τὸ “ ὄνομα αὐτοῦ Ἰησοῦν. αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν “ ἁμαρτιῶν αὐτῶν.’’ αὐτὸς γὰρ ἀπεστάλη εἰς τὰ ἔθνη, ἐκεῖνος δὲ εἰς τὴν περιτομήν· ὥστε τὸ θαυμασιώτερον καὶ ἔκπληκτον ἐμοὶ, φησὶν, ἐδόθη τῷ ἐλαχιστοτέρῳ, οὐχ ὡς μείζονι, οὐδ’ ὡς θαυμασιωτέρῳ. καὶ τοῦτο δὲ χάριτος ἦν, τὸ τῷ μικρῷ τὰ μείζονα ἐγχειρισθῆναι, τὸ γενέσθαι τοῦτον εὐαγγελιστήν· ὁ γὰρ τῶν μειζόνων γενόμενος εὐαγγελιστὴς, ταύτῃ μέγας ἐστὶν, “εὐαγγελί- “ σασθαι ἐν τοῖς ἔθνεσι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ· εἰ ὁ πλοῦτος αὐτοῦ ἐξιχνίαστος καὶ μετὰ τὸ φανῆναι, πολλῷ μᾶλλον ἡ οὐσία· “ καὶ φωτίσαι πάντας, φησί· “ τίς ἡ οἰκονομία “ τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, “ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ”.

  32. 4.13

    Ὅτι μὲν οὖν ἐκλήθη τὰ ἔθνη, ᾔδεισαν καὶ Ἄγγελοι, ὅτι δὲ ἐπὶ τοῖς αὐτοῖς, καὶ ὥστε εἰς τὸν θρόνον καθίσαι τὸν τοῦ Θεοῦ, τοῦτο τίς ἂν προσεδόκησεν ἣ ἐπίστευσεν ; καλῶς δὲ εἶπε, διὰ Ἰησοῦ Χριστοῦ. ὁ γὰρ πάντα δι’ αὐτοῦ κτίσας, καὶ τοῦτο δι’ αὐτοῦ ἀποκαλύπτει. εἰπὼν δὲ ἀρχὰς, ἐξουσίας, καὶ τοὺς ἄνω, καὶ τοὺς κάτω εἶπε, κατὰ πρόθεσιν τῶν αἰώνων. νῦν μὲν, φησὶ, γέγονεν· οὐκοῦν δὲ ὥριστο, ἀλλ’ ἄνωθεν προτετύπωτο, κατὰ πρόθεσιν τῶν αἰώνων, ὧν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν, προειδὼς τὰ μέλλοντα, τοὺς μέλλοντας αἰῶνας. ᾔδει γὰρ τὰ ἐσόμενα, καὶ οὕτως ὥρισε.

  33. 4.14

    Σευηριανόσ φησιν εἰς τὸ “ ἵνα γνωρισθῇν ὗν ταῖς ἀρχαῖς—” εἰκότως. εἰ γὰρ ἐν τῷ Θεῷ ἐκέκρυπτο, ἠγνόουν πᾶσαι αἱ ἐξουσίαι. τὸν γὰρ “ νῦν οὐ τὸν τῆς χάριτος καιρὸν λέγει, ἀλλ’ ἀφ’ οὗ προρῆται ἦρξαν τοἀποκαλύπτειν τὰ ἐσόμενα. “ ἐν ᾧτ’ ἔχομεν,’’ φησὶ, “ τὴν παρρησίαν, καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ.

  34. 4.15

    (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, οὐχ ὡς αἰχμάλωτοι προσήχθημεν, φησὶν, οὐδὲ ὡς ἡμαρτηκότες καὶ συγγνώμης ἀξιούμενοι, ἀλλὰ “ παρρησίαν ἔχομεν ἐν πεποιθήσει·’’ τουτέστι, μετὰ τοῦ θαρρεῖν διὰ τῆς πίστεως αὐτοῦ.

  35. 4.16

    Ὠριγένησδέ φησιν, “ ἐὰν ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ, “ παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν· ” μέγα δέ ἐστιν οὐχ ἁπλῶς ἔχειν παρρησίαν, ἀλλ’ ” ἐν πεποιθήσει παρρησίαν καὶ προσαγωγὴν, διὰ τὸ βέβαιον πάλιν ἐν παρρησίᾳ. ἀρχὴ δὲ τῆς ἐν πεποιθήσει παρρησίας ἐστὶ καὶ προσαγωγῆς, ἡ πίστις ἡ εἰς τὸν Χριστόν. πολλάκις δὲ εἴπομεν, ὅτι ὁ πάντα λόγῳ ποιῶν, πεπίστευκεν εἰς τὸν Χριστὸν Λόγον. καὶ ὁ τὴν σοφίαν καταλαμβάνων, πεπίστευκεν εἰς τὸν Χριστὸν τὴν σοφίαν· καὶ ὁ τὴν ἀλήθειαν τρανῶν, πεπίστευκεν εἰς Χριστὸν τὴν ἀλήθειαν· καὶ ὁ κατὰ δικαιοσύνην βιοὺς, πεπίστευκεν εἰς Χριστὸν τὴν δικαιοσύνην.

  36. 4.17

    Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ἐμοῦ, ἥτις ἐστὶν δόξα ὑμῶν.

  37. 4.18

    Ἀγωνιζόμενος ὑπὲρ τῶν Χριστῷ μαθητευομένων, πολλὰ ἔχει τὰ θλίβοντα, “ διὸ αἰτοῦμαι,” φησὶ, ” μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί “ μου ὑπὲρ ὑμῶν· αἰσθανομένου γὰρ ἑαυτοῦ ἐστιν οἷον κινδυνεύοντος ἐκκακεῖν τῷ ταῦτα λέγειν. μετὰ ταῦτα ζητοῦμεν, τίνι ἐφαρύοσομεω τὸ, “ἥτις ἐστὶδόζαὑμῶν.” τις ἔρειο πρὸς τὰς θλίψεις ἀποδέδωκε, τὸ “ ἥτις ἐστὶ δόξα ὑμῶν,’’ ὡσεὶ ἔλεγεν, αἵτινές εἰσι δόξα ὑμῶν. διὰ δὲ τὸ ἑνικὸν τῆς δόξης, ὡς ἰδιώτης τῷ λόγῳ ἀποδέδωκεν ἀντὶ τοῦ αἵτινες τὸ ἥτις. Ἄλλος δὲ τὸ ἥτις “ ἐστὶ δόξα ὑμῶν, ἤτοι πρὸς τὴν παρρησίαν ἢ τὴν προσαγωγὴν ἢ τὴν πίστιν ἀποδώσει· καὶ γὰρ ἡ παρρησία δόξα τοῦ ἔχοντός ἐστι· καὶ ἡ προσαγωγὴ, δόξα τοῦ προσαγομένου Θεῷ· καὶ ἡ πίστις, δόξα τοῦ πιστεύοντος ἃν εἶναι λέγοιτο. δύναται δὲ τὸ “ διὸ “ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, τοιοῦτο εἶναι. διὸ αἰτοῦμαι ὑπὲρ ὑμῶν, τὸ μὴ ἐκκακεῖν ὑμᾶς ἐν ταῖς θλίψεσί μου, αἵτινές εἰσιν ὑμετέρα δόξα. καὶ δόξει γε τὰ ἑξῆς ταύτῃ μᾶλλον τῇ ἐκδοχῇ συνᾴδειν.

  38. 4.19

    Τούτου γὰρ χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι.

  39. 4.20

    Χρεία γὰρ δυνάμει κραταιωθῆναι τὸν μὴ ἐκκακήσοντα ἐπὶ θλίψεσιν. ἐρεῖ δέ τις πρὸς τὸ δεύτερον, λόγον μὲν εἶχε θλιβομένων τῶν Ἐφεσίων αἰτεῖν τὸν Παῦλον περὶ αὐτοῦ μὴ ἐκκακεῖν· γελοῖον δὲ εἶναι δόξει τὸ Παύλου θλιβομένου εὐχῆς δεῖσθαι τοὺς Ἐφεσίους, ἵνα μὴ ἐκκακῶσιν ἐν ταῖς ἐκείνου θλίψεσιν. ἀλλὰ πρὸς τοῦτο παραθετέον, “ τὸν πειρασμὸν ὑμῶν τὸν ἐν τῇ σαρκὶ μου οὐκ “ ἐξουθενήσατε, οὔτε ἐξεπτύσατε.’’ ἐμφαίνεται γὰρ διὰ τούτων, ὅτι ἐν τῇ σαρκὶ Παύλου πειρασμὸς ἑτέροις ἐγίνετο. ἄλλως δὲ καὶ ἐπιστήσωμεν, εἰ μὴ τὸ μάλιστα τὸ πολλοὺς ταράττον ἐν τοῖς περὶ προνοίας λόγοις ἐστὶν, ὅτε τοῖς μὲν ἁγιωτάτοις καὶ δικαιωτάτοις ὁρῶσι θλίψεις μυρίας καὶ περιστάσεις συμβαινούσας, τοῖς δὲ ἀνομωτάτοις τὰ νομιζόμενα καλὰ γινόμενα. ὅτι δὲ ἐν τῇ Ἐφέσω καὶ περὶ τὴν Ἀσίαν πολλὰ πέπονθεν ὁ Παῦλος, γέγραπται μὲν καὶ ἐν ταῖς τῶν Ἀποστόλων Πράξεσιν. ἔξεστι δὲ καὶ ἀπ’ αὐτοῦ μαθεῖν λέγοντος “ εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν “ Ἐφέσω, τί μοι τὸ ὄφελος, εἰ νεκροὶ οὐκ ἐγείρονται ” καὶ ἐν τῇ δευτέρᾳ τῇ πρὸς Κορινθίους· “ οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, “ περὶ τῆς θλίψεως ὑμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι κἀς “ ὑπερβολὴν κατὰ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς “ καὶ τοῦ ζῆν· ἀλλ’ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου “ ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὠμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ “ Θεῷ τῷ ἐγείροντι τοὺς νεκροὺς, ὃς ἐκ τηλικούτων θανάτων ἐρ- “ ῥύσατο ἡμᾶς καὶ ῥύεται. ὅρα γὰρ ὅσα ἦν τὰ τῶν θλίψεων αὐτοῦ, ὡς λέγειν, “ ὃς ἐκ τηλικούτων θανάτων ἐρρύσατο ἡμᾶς καὶ ῥύεται.”

  40. 4.21

    (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, πῶς ἐστι αὐτῶν ; ὅτι οὕτως αὐτοὺς ἠγάπησεν ὁ Θεὸς, ὥστε καὶ τὸν Υἱὸν ὑπὲρ αὐτῶν δοῦναι καὶ τοὺς δούλους κακοῦν. ἵνα γὰρ οὗτοι τύχωσι τοσούτων ἀγαθῶν, Παῦλος ἐδεσμεῖτο. ἄρα τοῦτο τῆς πολλῆς τοῦ Θεοῦ περὶ αὐτοὺς ἀγάπης. πῶς δὲ ἐξεκάκουν ἄλλου θλιβομένου ; τουτέστιν, ἐθορυβοῦντο, ἐταράττοντο. ταῦτα καὶ Θεσσαλονικεῦσι γράφει, “ ὥστε μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις.” οὐ μόνον γὰρ οὐκ ἀλγεῖν, ἀλλὰ καὶ χαίρειν χρή.

  41. 5.1

    Εὐχὴ ὑπὲρ τῆς Ἐκκλησίας εἰς δύναμιν καὶ ἀγάπην Θεοῦ.

  42. 5.2

    Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται.

  43. 5.3

    Χρυσοστόμου. τὴν διάθεσιν τῆς εὐχῆς τῆς ὑπὲρ αὐτῶν δείκνυσιν. οὐκ εἶπεν ἁπλῶς, εὔχομαι, ἀλλὰ τὴν κατανενυγμένην δέησιν διὰ τοῦ “ κάμπτω τὰ γόνατα ἐδήλωσεν. “ ἐξ οὗ πᾶσα “ πατρία,’’ οὐκέτι κατὰ ἀριθμὸν Ἀγγέλων φησίν· ἀλλ’ ὅταν καὶ τὰς ἄνω, καὶ τὰς κάτω ποιῇ πάντα φυλὰς, οὐχ οἷαι αἱ Ἰουδαϊκαί.

  44. 5.4

    Σευηριανόσ φησιν, ἐν οὐρανοῖς, φησιν, ἡ τῶν δικαίων διαγωγή· γωγή· ἐπὶ γῆς δὲ ἡ πάντων ἀνθρώπων. οὐ γάρ εἰσι τεταγμένοι ἐπὶ τῆς γῆς οἱ δίκαιοι οἱ μετὰ ζώντων, ἀλλ’ ἰδιάζει ὥσπερ γενεά τις ἐξαίρετος ἡ τῶν ἀνακειμένων τῷ Θεῷ. καὶ λέγεται ἐπουράνιος μὲν ἡ γενεὰ τούτων ὡς καθαρά· ἡ δὲ τῶν λοιπῶν γηίνη ὥσπερ ἐρρυπωμένη. ἐπισημαντέον δὲ ὅτι ἀφ’ ὧν ὁ Ἀπόστολος δείκνυσι τὸ ὄνομα τοῦ Πατρὸς, οὐκ ἀφ’ ἡμῶν ἀνῆλθεν ἄνω, ἀλλ’ ἄνωθεν ἦλθεν εἰς ἡμᾶς, δηλονότι ὡς φύσει ὃν, καὶ οὐκ ὀνόματι μόνον 1. δεῖ γὰρ πάντως μετὰ τὸ φυσικὸν εἶναι τὸ καταχρηστικόν· καὶ τῶν φυσικῶν πρῶτον τὸ ἄνωθεν, εἶτα τὸ κάτωθεν. ἐπισημαντέον δὲ, ὅτι πατριὰν εἶπεν, ὡς ἐπὶ συγγενείας, οὐ φρατρίαν. πανταχοῦ γὰρ ἡ θεία γραφὴ πατριὰς τὰς συγγενείας λέγει.

  45. 5.5

    Θεόδωροσ δέ φησι· τινὲς πατριὰν ἀνέγνωσαν, οὐ συνιέντες τὸ κείμενον. ἔστι δὲ φρατρία. πατριὰ μὲν γὰρ ἡ συγγένεια λέγεται, φρατρία δὲ τὸ σύστημα. ἐν δὲ τοῖς οὐρανοῖς συγγένεια οὐδεμία, συστήματα δὲ καὶ πολλά. τὸ τοίνυν “ τούτου χάριν ἄνωθεν μὲν ἀποδεδωκὼς πρὸς τὰ προκείμενα διήγησιν ἔχοντα τοῦ μεγέθους τῆς περὶ ἡμᾶς χάριτος τοῦ Θεοῦ· ἐνταῦθα δὲ αὐτῷ μετὰ τὰ παρεντεθέντα ἀναλαβὼν τοῦτο λέγει, ὅτι ὑπὲρ τούτων ἁπάντων, ὧν ἡμῖν παρεῖχε, καὶ ὡς προειπὼν οὕτως ὄντων μεγάλων καὶ θαυμαστῶν, στῶν, ἑκάστοτε προσπίπτω τῷ Πατρὶ τοῦ Χριστοῦ, ὃν ἅπαν σύστημα, εἴτε ἐν οὐρανοῖς, εἴτε ἐπὶ γῆς, οἰκεῖον καλεῖται καὶ ἡγεῖται δεσπότην.

  46. 5.6

    Ὠριγένησ φησὶ, τὸ κάμπτειν τὰ γόνατα σύμβολόν ἐστιν ἄλλης γονυκλισίας, τῆς γινομένης ἐν τῷ ὑποτάσσεσθαι τῷ Θεῷ, καὶ ὑποπεπτωκέναι αὐτῷ. τούτῳ γὰρ τῷ λόγῳ καὶ ὁ Ἀπόστολός φησιν· “ ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμπτῃ ἐπουρανίων “ καὶ ἐπιγείων καὶ καταχθονίων. καὶ λέγομεν μὴ πάντως τὰ ἐπουράνια ἔχειν σώματα γεγονατωμένα· ἔτι δὲ καὶ τὰ καταχθόνια ὁμοίως. πρὸς τούτοις οὐδὲ τὰς ἀπηλλαγμένας τούτου τοῦ σώματος ψυχάς. πατριὰς δὲ καὶ αὐτὸς ἐξέδωκεν, οὐ φρατρίας κατὰ Θεόδωρον m. Ἵνα δώῃ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι, διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν.

  47. 5.7

    Ἔοικεν ἡ θειότης αὐτοῦ ἰδίως κατὰ τὴν γραφὴν δόξα αὐτοῦ ὀνομάζεσθαι. πλουτεῖ δὲ θειότητι πολλῇ καὶ δυσκαταλήπτῳ οὔσῃ τῇ γεννητῇ φύσει ὁ Θεός· ἀπὸ τοῦ πλούτου δὴ τούτου, ἀπὸ τῆς θειότητος καὶ τῆς δόξης αὐτοῦ μεταδιδοὺς οἷς κρίνει μεταδιδόναι δεῖν δυνάμεως καὶ κραταιότητος, δυνάμει κραταιοῖ διὰ τοῦ Πνεύματος αὐτοῦ· κραταιοῖ δὲ κατοικίζων εἰς τὸν χωροῦντα ἔσω ἄνθρωπον τὸν Χριστόν· καὶ τὸ παραδοξότατον, ὅλος ὣν ὁ Χριστὸς κἀς ἑαυτὸν ζῶν, κατοικεῖ καὶ ἐν τοῖς μετέχουσιν αὐτοῦ, κατοικεῖ δὲ διὰ τῆς πίστεως εἰς τὸν ἔσω ἄνθρωπον, τουτέστι τῷ ἡγεμονικῷ. ἐπάγει γὰρ, “ ἐν ταῖς καρδίαις ὑμῶν.’ πῶς ; Ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ.

  48. 5.8

    Ὅπερ ἀρχόμενος ηὔξατο, τοῦτο καὶ νῦν. τι δὲ ἔλεγεν ἐν ἀρχῇ ; “ ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς “ δόξης δῴη ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει “ αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ “ εἰδέναι ὑμᾶς τι ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ· καὶ τίς ὁ “ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις· καὶ τι “ τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς “ πιστεύοντας·’’ καὶ νῦν τὸ αὐτό φησι, τουτέστι τὸ μυστήριον τὸ ὑπὲρ ὑμῶν οἰκονομηθὲν μετὰ ἀκριβείας εἰδέναι, “ καὶ τὸ πλάτος καὶ “ τὸ μῆκος καὶ τὸ βάθος καὶ τὸ ὕψος, τουτέστι τὸ μέγεθος τῆς ἀγάπης τοῦ Θεοῦ, πῶς πανταχοῦ ἐκτέταται· καὶ σωματικοῖς αὐτὴν ὑπέγραψε σχήμασι, δεικνὺς τὸν ἄνθρωπον, περιέλαβε τὰ ἄνω, τὰ κάτω, τὰ ἐκ πλαγίων. εἶπον μὲν γὰρ, φησὶν, οὐκ ἔστι δὲ τῶν ἐμῶν λόγων ταῦτα διδάξαι, ἀλλὰ τοῦ Πνεύματος τοῦ Ἁγίου. “ δυνάμει κραταιωθῆναι, ” φησὶ, πρὸς τοὺς πειρασμοὺς καὶ τὸ μὴ παραφέρεσθαι, ὥστε οὐκ ἔνι ἄλλως κραταιωθῆναι, ἀλλὰ διὰ Πνεύματος Ἁγίου, καὶ πειρασμῶν ἕνεκεν καὶ λογισμῶν. πῶς δὲ ὁ Χριστὸς κατοικεῖ ἐν ταῖς καρδίαις, ἄκουε αὐτοῦ λέγοντος τοῦ Χριστοῦ, “ ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ’ αὐτῷ “ ποιήσομεν, ἐν ταῖς καρδίαις ταῖς πισταῖς, ταῖς ἐρριζωμέναις ἐν τῇ ἀγάπῃ αὐτοῦ, ταῖς μὴ παραφερομέναις.

  49. 5.9

    Ωριγένησ φησὶ, δοκεῖ μοι σαφῶς τὰ ἑξῆς ἐν σολοικίῳ εἰρῆσθαι, ὡς πρὸς τὴν φράσιν. πρὸς γὰρ τὸ “ δώῃ ὑμῖν,’’ ἀκόλουθον ἦν εἰπεῖν ἐρριζωμένοις καὶ τεθεμελιωμένοις, ὥστε εἰναι τὸ ἑξῆς, ἵνα δῷ ὑμῖν ἐν ἀγάπῃ ἐρριζωμένοις καὶ τεθεμελιωμένοις κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ, ὥστε εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως· εἰς τὸν ἔσω ἄνθρωπον λέγω, κατὰ τὰς καρδίας ὑμῶν, τουτέστι τὰ ἡγεμονικά. ὁ δὲ θέλων ἀποκαταστῆσαι τὰ κατὰ τὸν τόπον χωρὶς σολοικίας. σκέψαι, εἰ μὴ βιάσεται οὕτω τὴν φράσιν ἀποκαταστάς· “ τού του χάριν κάμπτω τὰ γόνατά μου “ πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατρία ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς “ ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ, “ δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω “ ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρ- “ δίαις ὑμῶν, ἵνα ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε “ καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ τὰ ἑξῆς. ὥστε κατὰ ταύτην τὴν ἐκδοχὴν μεταθετέον τὸ ἵνα, ἀπὸ τοῦ ἵνα ἐξισχύσητε, ἐπὶ τὸ ἵνα ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε καταλαβέσθαι· ἐν ἀγάπῃ δὲ ἐρριζωμένοις καὶ τεθεμελιωμένοις τῇ πρὸς Θεόν· δηλονότι ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ἰσχύος, καὶ ἐξ ὅλης διανοίας, καὶ τῆς πρὸς τὸν πλησίον ἀγάπης κατοικίζεται Χριστός. καὶ ὡς φυτὰ μὲν, ἐρρίζωνται ἐν ἀγάπῃ οἱ ἐρριζωμένοι ἐν αὐτῇ, ὡς δὲ οἰκοδομὴ, τεθεμελίωνται ἐν ἀγάπῃ. ἔφη δὲ ὁ αὐτὸς Παῦλος, “ Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.’’ ἔργον δὲ ἰδεῖν, ἐπὶ τίνος νῦν εἴρηται τὸ πλάτος, καὶ ἐπὶ τίνος τὸ μῆκος, καὶ ἐπὶ τίνος τὸ βάθος, καὶ ἐπὶ τίνος τὸ ὕψος. ἔχει δὲ αὐτὰ πάντα ὁ σταυρὸς τοῦ Χριστοῦ, δι’ οὗ ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν. καὶ κατέβη εἰς τὰ κατώτατα τῆς γῆς. εἶχε γὰρ καὶ ὕψος καὶ βάθος, καὶ εἰς πᾶσαν τὴν γῆν αὐτὸς διέδραμεν, ἐπὶ τὸ πλάτος καὶ μῆκος αὐτῆς φθάσας. καὶ ὁ Χριστῷ γε συνεσταυρωμένος καὶ συνεκτεινόμενος αὐτῷ, καταλαμβάνει τὸ πλάτος, καὶ μῆκος καὶ βάθος καὶ ὕψος. ἔργον δὲ τοῦ ἁγίου καὶ τὸ γνῶναι τὴν ὑπερβάλλουσαν γνώσεως ἀγάπην τοῦ Χριστοῦ. οὐδεὶς δὲ ὑπερβάλλουσαν ἀγάπην ἔχων γνώσεως δύναται τι ἀγαπῆσαι τῶν περισπώντων καὶ περιελκόντων ἀπὸ τῆς καταλήψεως τῆς περὶ τῆς ὑπερβαλλόντως ἀγαπωμένης γνωσεως.

  50. 5.10

    Σευηριανόσ φησιν, ἐσχημάτισεν ὥσπερ τυπικώτερον εἰς σταυροῦ τύπον. βάθος γὰρ καὶ ὕψος καὶ πλάτος καὶ μῆκος, τί ἕτερον ἂν εἴη, ἢ τοῦ σταυροῦ φύσις ; διπλοῦν δέ που ἔοικε τὸν σταυρὸν λέγειν, οὐχ ἁπλῶς· ἀλλ’ ἐπειδὴ ἡ μὲν τοῦ Κυρίου οἰκονομία θεότης ἐστὶν ἄνωθεν, καὶ ἀνθρωπότης κάτωθεν, τὸ δὲ κήρυγμα ἀποστολικὸν διέτεινεν ἀπὸ ἄρκτου εἰς μεσημβρίαν, καὶ ἀπὸ ἀνατολῆς εἰς δύσιν, συναγαγὼν καὶ Κυρίου τὴν οἰκονομίαν καὶ τῶν Ἀποστόλων ὑπηρεσίαν· τὸ διπλοῦν τῆς οἰκονομίας, ὡς ἐν διπλῷ τῷ σταυρῷ ἐπιδεικνύμενος, οὕτως εἶπεν. οὐ γὰρ ἐνῆν αὐτὸν ἁπλῶς τοὺς τόπους εἰπεῖν, τὸ ἄνω καὶ τὸ κάτω, καὶ τὴν γραμμὴν, τὸ πλάτος καὶ τὸ μῆκος “ ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ “ Θεοῦ,” τουτέστι, τὴν ἐκκλησίαν. πλήρωμα γὰρ τὴν ἐκκλησίαν λέγει.

  51. 5.11

    Θεόδωρόσ φησι, τὸ “ γνῶναι” ἀντὶ τοῦ ἀπολαῦσαι λέγει, ἐπὶ πραγμάτων εἰπὼν τὴν γνῶσιν, ὡς ἐν τῷ ψαλμῷ τὸ “ ἐγνώρισάς “ μοι ὁδοὺς ζωῆς, ἀντὶ τοῦ ἐν ἀπολαύσει με τῆς ζωῆς κατέστησας· ὁμοίως δὲ καὶ τὸ “ ἐξισχύσητε καταλαβέσθαι,’ τὸ ἐν ἀπολαύσει καταστῆναι τοῦ πράγματος λέγει· καὶ τοῦτο δείκνυσι διὰ τοῦ “ σὺν τοῖς ἁγίοις. τὸ δὲ “ πλάτος καὶ μῆκος, καὶ βάθος καὶ “ ὕψος,” ἵνα εἴπῃ τῆς χάριτος τὸ μέγεθος ἀπὸ τῶν παρ’ ἡμῖν ὀνομάτων. εὔχομαι τοίνυν ὥστε ὑμᾶς συναπολαῦσαι τοῖς ἁγίοις, τῆς οὕτω μεγάλης καὶ θαυμαστῆς δωρεᾶς τοῦ Θεοῦ, ἣν ἡ πολλὴ τοῦ Χριστοῦ περὶ ἡμᾶς ἀγάπη παρέσχεν ἡμῖν.

  52. 5.12

    Tῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκπερισσοῦ σοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἥμιν.

  53. 5.13

    (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶ, κατὰ τὴν τὴν ἐνεργοῦσαν ἐν ἡμῖν, ὅτι ἐκ περισσοῦ ὧν αἰτούμεθα ἣ νοοῦμεν ἐποίησε. δῆλον ἐξ ὧν ἔγραφεν αὐτός. ἐγὼ μὲν γὰρ, φησὶ, εὔχομαι, αὐτὸς δὲ καὶ χωρὶς τῆς ἐμῆς εὐχῆς, μείζονα ἐργάσεται τῶν ἡμετέρων αἰτήσεων· οὐχ ἁπλῶς μείζονα, ἀλλ’ ἐκ περισσοῦ, οὐχ ἁπλῶς ἐκ περισσοῦ, ἀλλ’ ὑπὲρ ἐκ περισσοῦ. καὶ δῆλον ἐκ τῆς δυνάμεως τῆς ἐνεργουμένης ἐν ἡμῖν· οὔτε γὰρ ᾐτήσαμεν ποτὲ αὐτὰ, οὔτε προσεδοκήσαμεν, οὔτε ἐνενοήσαμεν. Αὐτῷ ἡ δόξα, ἐν τῆ Ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων, ἀμήν. Καλῶς εἰς εὐχὴν καὶ δοξολογίαν τὸν λόγον κατέκλεισεν. ἔδει γὰρ τὸν τὰ τοσαῦτα ἡμῖν παρασχόντα δοξασθῆναι καὶ εὐλογηθῆναι, ὥστε καὶ τοῦτο μέρος ἡμῖν τοῦ μεγέθους παρὰ τοῦ Θεοῦ τὸ δοξάζειν διὰ Ἰησοῦ Χριστοῦ. ἡ δόξα αὐτοῦ ἐστιν ἐν τῇ Ἐκκλησίᾳ· αὕτη γὰρ οἶδε μόνη μένειν εἰς τὸ διηνεκές.

  54. 6.1

    Ποραίνεσις περὶ ἀγάπης ἑνωτικῆς εἰ καὶ τὰ χαρίσματα διῄρηνται, πρὸς ὠφέλειαν.

  55. 6.2

    Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθητε.

  56. 6.3

    Ὅρα τὸν Παῦλον τὰ πλείονα ἐν ἱκετηρίας τάξει φθεγγόμενον, καὶ οὐδὲν ἐπιτακτικὸν γράφοντα, οὐδὲν αὐθεντικὸν, ἀλλὰ συνεσταλμένον καὶ καθιέμενον. καίτοι γε οἱ παρακαλοῦντες ὑπὲρ τῶν αὐτῶν αὐτοῖς διαφερόντων παρακαλοῦσιν· ἀλλ’ ἐμοὶ καὶ τοῦτο, φησὶ, διαφέρει· καθὼς καὶ ἑτέρωθι γράφων ἔλεγε· “ νῦν ζῶμεν, “ ἐὰν ὑμεῖς ἐστήκετε ἐν Κυρίῳ·’’ σφόδρα γὰρ ἀεὶ τῆς σωτηρίας τῶν μαθητευομένων ἐφίετο. “ ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ.’’ οὐδὲν οὕτω λαμπρὸν, ὡς δέσμιος διὰ Χριστόν. εἰ τις φιλεῖτόν Χριστὸν, ἔγνω τὸ λεγόμενον· οὐδὲν τῆς ἁλύσεως ἐκείνης μακαριώτερον· εἰ αὐτὸς δι’ ἐμὲ γενόμενος δοῦλος, καὶ τὴν δόξαν κενώσας, οὐχ οὕτως ἡγεῖτο ἐν δόξῃ εἶναι, ὡς ὅτε ἐσταυροῦτο ὑπὲρ ἐμοῦ, τί ἐμὲ παθεῖν οὐ δεῖ; ἄκουε γὰρ αὐτοῦ λέγοντος, “ δόξασόν με Πάτερ. τοῦτο δόξαν καλεῖς ; ναὶ, φησὶν, ὑπὲρ γὰρ τῶν φιλουμένων ἐγὼ πάσχω. οὐ μάτην οὖν ὡς ἔοικε ταύτην ὁ Παῦλος τὴν ἅλυσιν προβάλλεται, ἀλλ’ ὡς δι’ αὐτῆς δυσωπῶν, “ ἀξίως,’’ φησὶ, “ περιπατῆσαι τῆς “ κλήσεως, ἧς ἐκλήθητε.’’ πῶς ; “ μετὰ πάσης ταπεινοφροσύνης, “ μετὰ πραότητος καὶ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν “ ἀγάπῃ·

  57. 6.4

    Οὐχ ἁπλῶς τὸ δέσμιον εἶναι καλὸν, ἀλλὰ τὸ διὰ Χριστόν. διὰ τοῦτό φησι, παρακαλῶ ὑμᾶς ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθητε. ποίας δὴ ταύτης ; σῶμα ἐκλήθητε, φησὶ, κεφαλὴν ἔχετε τὸν Χριστὸν, συνήγειρε καὶ συνεκάθισε ὑμᾶς ἐχθροὺς ὄντας καὶ μυρία ὅσα ἐργασαμένους κακά. μεγάλη ἡ κλῆσις καὶ ἐπὶ μεγάλοις, οὐχ ὅτι ἀπ’ ἐκείνων μόνον, ἀλλὰ καὶ ἐπὶ τοιαῦτα καὶ τοιούτῳ τρόπῳ. πῶς δέ ἐστιν ἀξίως περιπατῆσαι ; μετὰ πάσης ταπεινοφροσύνης, ὁ τοιοῦτος ἀξίως περιπατεῖ· τοῦτο ἀρετῆς ἁπάσης ὑπόθεσις· μετὰ πάσης, φησὶ, ταπεινοφροσύνης, μὴ τῆς ἐν ῥήμασι, μηδὲ ἐν πράγμασι μόνης, ἀλλὰ καὶ ἐν σχήματι, καὶ ἐν φθέγμασι καὶ ἐν τοῖς κατορθώμασιν. ἕσο ταπεινὸς ὁμοίως δὲ καὶ πρᾷος· ἔστι γὰρ ταπεινὸν μὲν εἶναι, ὀξὺν δὲ καὶ ὀργίλον, ἀλλ’ οὐδὲν ὄφελος· πολλάκις γὰρ ὑπὸ τῆς ὀργῆς κατεχόμενος, πάντα ἀπώλεσεν.

  58. 6.5

    Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ.

  59. 6.6

    Πῶς ἀνέχεσθαι δυνατὸν, ἃν ὀργίλος ᾖ, ἃν κακηγόρος ; εἶπε τὸν τρόπον “ ἐν ἀγάπῃ·’’ εἰ σὺ τοῦ πλησίον, φησὶν, οὐκ ἀνέχῃ, πῶς σου ἀνέξεται ὁ Θεός;

  60. 6.7

    Σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος, ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.

  61. 6.8

    Τί ἐστιν ἑνότης Πνεύματος ; καθάπερ ἐν σώματι Πνεῦμά ἐστι τὸ πάντα συνέχον, καίτοιγε ἐν διαφόροις μέλεσιν, οὕτω καὶ ἐνταῦθα· διὰ γὰρ τοῦτο, Πνεῦμα ἐδόθη, ἵνα τοὺς γένει καὶ τρόποις διαφόροις διεστηκότας ἑνώσῃ.

  62. 6.9

    Ωριγένησ φησὶ, τηρεῖ τὴν ἑνότητα τοῦ Πνεύματος ὁ κατηρ- τισμένος τῷ αὐτῷ νοὶ, καὶ τῇ αὐτῇ γνώμῃ τῆς ἀληθείας καὶ τοῦ λόγου καὶ τῆς σοφίας πρὸς τὸν πλησίον. Ὅταν δὲ μὴ τὸ αὐτὸ λέγωμεν πάντες καὶ διὰ τοῦτο μὴ] ᾖ ἐν ἡμῖν σχίσματα, οὐ σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος, διακόπτομεν αὐτὴν εἰς πλείονα· εἰ μέντοι γε ὁ Θεὸς δίδωσι διαιρέσεις χαρισμάτων, ἀλλὰ τηρεῖ τὸ αὐτὸ Πνεῦμα. καὶ εἰ χαρίζεται διαιρέσεις διακονιῶν, ἀλλὰ φυλάττει τὸν αὐτὸν Κύριον· καὶ εἰ δωρεῖται διαιρέσεις ἐνεργημάτων, ἀλλ’ αὐτὸς μένει Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ἐφεσίοις μὲν οὖν τοῖς ἤδη ἐσχηκόσι τὴν ἑνότητα τητα τοῦ Πνεύματος, καὶ δεομένοις τηρεῖν ταύτην, λέγεται “ ἐν “ ἀγάπῃ σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος·’’ τοῖς δὲ μηδέπω ἔχουσι τὴν ἑνότητα τοῦ Πνεύματος, λέγοιτο, σπουδάζοντες καταντᾶν ἐπὶ τὴν ἑνότητα τοῦ Πνεύματος. τηρεῖται δὲ ἡ ἑνότης τοῦ Πνεύματος, τῆς ἀγάπης συνδεούσης τοὺς κατὰ τὸ Πνεῦμα ἑνουμένους, καὶ εἰς ἓν σῶμα αὐτοὺς συναγούσης τοῦ Χριστοῦ.

  63. 6.10

    Θεόδωροσ δέ φησι, Πνεῦμα τὸ ἀναγεννῆσαν σῶμα, εἰς ὅπερ διὰ τῆς ἀναγεννήσεως κατέστητε.

  64. 6.11

    Κὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν.

  65. 6.12

    Μία πρόκειται ἡ τῶν προσδοκωμένων ἐλπίς.

  66. 6.13

    (Χρυσοστόμου.) ὉΜακάριοςδὲ Ἰωάννης Φησὶν, οἱ πανταχοῦ οἰκουμένης πιστοὶ, καὶ ὄντες καὶ γενόμενοι καὶ ἐσόμενοι πάλιν, καὶ οἱ πρὸ τῆς Χριστοῦ παρουσίας εὐηρεστηκότες, ἓν σῶμα εἰσί· πῶς ; ὅτι κἀκεῖνοι τὸν Χριστὸν ᾔδεσαν. πόθεν δῆλον ; “ Ἀβραάμ,’’ φησιν, “ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴ’ δῇ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ “ εἶδε καὶ ἐχάρη·’’ καὶ πάλιν· “ εἰ ἐπιστεύετε,’’ φησὶ, “ Μωσεῖ, “ ἐπιστεύετε ἃν ἐμοῖ· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.’’ καὶ οἱ προφῆται οὐκ ἃν δὲ ἔγραψαν περὶ οὗ ἠγνόουν· οὐ γὰρ ἠγνόουν ὃ ἔλεγον· εἰδότες δὲ αὐτὸν καὶ προσεκύνουν· ὥστε κἀκεῖνοι ἓν σῶμα. οὐ διέστηκεν σῶμα Πνεύματος· ἐπεὶ οὐκ ἃν εἴη σῶμα· καὶ γὰρ καὶ ἡμῖν ἔθος ἐπὶ τῶν ἡνωμένων καὶ πολλὴν τὴν ἀκολουθίαν ἐχόντων, λέγειν, ἓν σῶμά ἐστιν· οὕτω καὶ ἡμεῖς ἐπὶ τῆς ἑνώσεως τὸ σῶμα λαμβάνομεν. μία κεφαλὴ καὶ ἓν σῶμα· εἰ δὲ μία κεφαλὴ καὶ ἓν σῶμα, τὸ σῶμα ἐξ ἐντίμων καὶ ἀτίμων σύγκειται μελῶν· πλὴν ἀλλ’ οὔτε τοῦ φαυλοτάτου τὸ μεῖζον κατεξανίσταται, οὔτε τοῦτο ἐκείνου διαφθονεῖται· καίτοιγε οὐ τὴν αὐτὴν συντέλειαν τὰ πάντα εἰσφέρει, ἀλλὰ κατὰ μὲν τὸν τῆς ἀνάγκης λόγον, καὶ ὅτι πάντα ἀναγκαίως γεγένηται, καὶ εἰς χρείας διαφόρους,‘πάντα ὁμότιμα· εἰσὶ δὲ τὰ μὲν καιριώτατα, τὰ δὲ ἥττονα.

  67. 6.14

    Ἀγάπην οὖν ζητεῖ παρ’ ἡμῶν ὁ Παῦλος οὐ τὴν τυχοῦσαν, ἀλλὰ τὴν συγκολλῶσαν καὶ ἀδιασπάστως πρὸς ἀλλήλους ἔχειν ποιοῦσαν· καὶ τοσαύτην ἕνωσιν καὶ οὕτως ἀκριβῆ παρεχομένην, ὡσανεὶ μέλη πρὸς μέλη· διὰ τοῦτό φησιν, “ ἓν σῶμα.’’ καλῶς δὲ εἶπε “ καὶ ἓν Πνεῦμα·’’ δεικνὺς ὅτι ἀπὸ τοῦ ἑνὸς σώματος, ἓν Πνεῦμα ἔσται· ἣ ὅτι ἔστι μὲν σῶμα εἶναι ἓν, οὐχ ἓν δὲ Πνεῦμα· ὡσανεί τις καὶ αἱρετικῶν φίλος εἴη· ἣ ὅτι ἀπ’ ἐκείνου δυσωπεῖ· τουτέστιν οἱ ἓν Πνεῦμα λαβόντες καὶ ἐκ μιᾶς ποτισθέντες πηγῆς, οὐκ ὀφείλετε διχονοεῖν· ἣ Πνεῦμα ἐνταῦθα, τὴν προθυμίαν φησιν. εἶτα “ καθὼς ἐκλήθητε,” φησὶν, “ ἐν μία ἐλπίδι τῆς κλήσεως “ ὑμῶν.’’ ὁ Θεὸς ἡμᾶς, φησὶν, ἐπὶ τοῖς αὐτοῖς ὑμᾶς ἐκάλεσεν· οὐδὲν ἑτέρῳ πλέον ἀπένειμε τοῦ ἑτέρου· πᾶσιν ἀθανασίαν· πᾶσιν ζωὴν αἰώνιον· πᾶσιν δόξαν ἀθάνατον· πᾶσιν ἀδελφότητα· πᾶσι κληρονομίαν ἐχωρίσατο· κοινὴ πάντων ἐγένετο κεφαλή· πάντας συνήγειρε καὶ συνεκάθισεν· οἱ τοίνυν ἐν τοῖς πνευματικοῖς τοσαύτην ἔχοντες ἰσοτιμίαν, πόθεν μέγα φρονεῖτε καὶ κατεπαίρεσθε ; Εἷς Κύριος· μία πίστις· ἓν βάπτισμα.

  68. 6.15

    Ἰδοὺ ἡ ἐλπὶς τῆς κλήσεως· “ εἷς Θεὸς καὶ Πατὴρ πάντων· ὁ “ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν” αὐτός· μὴ γὰρ σοὶ μὲν ὁ μείζων, ἐκείνῳ δὲ ὁ ἐλάττων ἐπεβλήθη· μὴ γὰρ σὺ μὲν ἀπὸ πίστεως, ἐκεῖνος δὲ ἀπὸ ἔργων ἐσώθη· μὴ γὰρ σοὶ μὲν ἀφείθη διὰ τοῦ βαπτίσματος, ἐκείνῳ δὲ οὐδέν.

  69. 6.16

    Εἷς Θεὸς καὶ Πατὴρ πάντων, καὶ ἐπὶ πάντων καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν.

  70. 6.17

    Τί δέ ἐστι “ πάντων καὶ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν “ πᾶσιν ἡμῖν ” ἐπὶ πάντων, τουτέστιν ὁ Κύριος· καὶ ἐπάνω πάντων, των, τουτέστιν ὁ προνοῶν καὶ διοικῶν· καὶ ἐν πᾶσι, τουτέστιν ὁ οἰκῶν· καίτοι τοῦ Υἱοῦ τοῦτο εἶναι φασὶν, ὥστε εἰ ἐλαττώσεως ἦν, οὐκ ἂν περὶ τοῦ Σωτῆρος ἐρρήθη. τί οὖν φησι ; πόθεν τὰ χαρίσματα τὰ διάφορα ; ἀκριβέστερον μὲν οὖν αὐτὸ ἐν τῆ πρὸς Κορινθίους Ἐπιστολῇ ἐπεξέρχεται· νῦν δὲ ἐνταῦθα μόνον ᾐνίξατο· καὶ ὅρα τί φησι· κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ· τὰ πάντων κεφαλαιωδέστερά φησι, κοινὰ πάντων ἐστὶ, τὸ βάπτισμα· τὸ διὰ πίστεως σωθῆναι· τὸ τὸν Θεὸν ἔχειν πατέρα· τὸ τοῦ αὐτοῦ Πνεύματος ἅπαντας μετέχειν. εἰ δέ τι ὁ δεῖνα πλέον ἔχει ἐν τῷ χαρίσματι, μὴ ἄλγει· ἐπεὶ καὶ ὁ πόνος αὐτῷ πλείων ἐστιν, καὶ ὁ τὰ πέντε τάλαντα λαβὼν, πέντε ἀπῃτεῖτο· ὁ δὲ τὰ δύο, δύο μόνον προσήνεγκε, καὶ οὐδὲν ἔλαττον ἔσχεν ἐκείνου· διὰ τοῦτο ἐνταῦθα ἀπὸ τῆς αὐτῆς αἰτίας παραμυθεῖται τὸν ἀκούοντα· “ πρὸς καταρ- “ τισμὸν τῶν ἁγίων,’’ φησι, “ εἰς ἔργον διακονίας· εἰς οἰκοδομὴν “ τοῦ σώματος τοῦ Χριστοῦ.’’ διὰ τούτου δείκνυσιν, ὅτι οὐκ ἀπὸ τῆς οἰκείας ἀξίας ὁ μὲν πλέον ὁ δὲ ἔλαττον ἔλαβεν· ἕκαστος γὰρ, πρὸς τὴν οἰκοδομὴν συντελεῖ· καὶ δι’ ἑτέρους ἔλαβεν, ὡς αὐτὸς ἐμέτρησεν· ἐπεὶ καὶ ἀλλαχοῦ λέγει· “τὰ δὲ μέλη ἔθετο ἓν ἕκαστον, " καθὼς αὐτὸς ἠθέλησεν· καὶ οὐ λέγει τὸν λόγον, ἵνα μὴ καταβάλῃ τὰ φρονήματα τῶν ἀκουόντων· διὸ λέγει, Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδω κεν δόματα τοῖς ἀνθρώποις.

  71. 6.18

    Tουτέστιν, τι μέγα φρονεῖς ; τοῦ Θεοῦ τὸ πᾶν γέγονεν· ὁ μὲν προφήτης φησὶν ἐν τῷ ψαλμῷ, *’ ἔλαβες δόματα ἐν ’’ αὐτὸς δὲ φησὶν, ἔδωκες δόματα ἐν ἀνθρώποις τοῦτό ἐστιν ποίων ταὐτὸν.

  72. 6.19

    Τὁ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς ; ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπὲρ ἄνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώση τὰ πάντα.

  73. 6.20

    Tαῦτα ἀκούων, μὴ μετάβασιν νόμιζε· ὅπερ γὰρ ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολὴ κατασκευάζει, τοῦτο καὶ ἐνταῦθα· καθάπερ γὰρ ἐκεῖ περὶ ταπεινοφροσύνης παραινῶν, παράγει τὸν Χριστὸν, οὕτω δὴ καὶ ἐνταῦθα. ἀπὸ δὲ τοῦ ἀναβῆναι, τὴν κατάβασιν αἰνίττεται· τὰ δὲ κάτω μέρη τῆς γῆς, τὸν θάνατον φησὶν, ἀπὸ τῆς τῶν ἀνθρώπων ὑπονοίας· καθάπερ καὶ ὁ Ἰακὼβ ἔλεγε· ** κατάξετε " τὸ γῆρας μου μετ’ ὀδύνης εἰς ᾅδου·’’ καὶ πάλιν ἐν τῷ ψαλμῷ· " καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον·’’ τουτέστιν, τοῖς ἀποθανοῦσιν ἐνταῦθα. ποίαν αἰχμαλωσίαν φησι ; τὴν τοῦ διαβόλου· αἰχμάλωτον τὸν τύραννον ἔλαβε τὸν διάβολον καὶ τὸν θάνατον καὶ τὴν ἀρὰν καὶ τὴν ἁμαρτίαν· ὁρᾷς σκύλα καὶ λάφυρά ; “ τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη;” τοῦτο πρὸς τοῦς Παύλου τοῦ Σαμωσάτεως. εἰς τὰ κατώτερα μέρη κατέβη τῆς γῆς, με ὃ οὐκ ἔστιν ἑτέρα· " καὶ ἀνέβη ὕπερ ἄνω πάντων τῶν οὐρά- " νῶν, ἵνα πληρώσῃ τὰ πάντα,’’ μεθ’ ὃ οὐκ ἔστιν ἕτερόν τι· τουτέστιν τῆς δεσποτείας αὐτοῦ καὶ τῆς ἐνεργείας· καὶ γὰρ πάλαι πάντα πεπλήρωτο.

  74. 6.21

    Θεόδωροσ δέ φησι, μήτε τὸ εἷς Κύριος ἐπ’ ἀναιρέσει Πατρὸς νοητέον, μήτε τὸ ε7ς Θεὸς ἐπ’ ἀναιρέσει τοῦ Υἱοῦ· ἀλλ’ ἵνα εἴπῃ, οὐ διαφόρους Κυρίους· οὐ δὲ διαφόρους νομίζομεν θεούς. ἀδιάσπαστος γὰρ ἡμῖν τῆς θεότητος καὶ τῆς κυριότητος ἡ ὁμολογία· οὐ διαιρουμένων τῶν γνώμων ἡμῶν κατὰ τὸν τῶν προσώπων ἀριθμὸν, ἀλλὰ τὴν ὁμοίαν ἀποδιδόντων προσκύνησιν. “ ὁ ἐπὶ πάντων δὲ, ἵνα εἴπῃ ὁ πάντων ὑπερέχων, καὶ διὰ πάντων ἡμῶν, τὴν οἰκείαν ἐπιδεικνύμενος πρόνοιαν, ἐν πᾶσι τὲ ἡμῖν εἶναι καὶ οἰκεῖν πιστευόμενος. καὶ ἐπειδὴ διὰ πάντων ἔδειξεν αὐτοῖς τὴν ὁμόνοιαν, ἐδόκει δέ τις αὐτοῖς εἶναι διαφορὰ ἀπὸ τῆς τῶν χαρισμάτων ποικιλίας, ἐπιφέρει,

  75. 6.22

    Ενὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.

  76. 6.23

    Εἰ δὲ ἴδιόν τι χάρισμα ἕκαστος ἡμῶν ἔχει, ἡ διαφορὰ γέγονε, καθὼς τὴν ἑαυτοῦ δωρεὰν ἑκάστῳ ἡμῶν ὁ δεσπότης ἐπεμέτρησε Χριστός.

  77. 6.24

    Ὅ τε γὰρ δεδωκὼς ἡμῖν εἷς, καὶ τὸ δοθὲν ἡμῖν Πνεῦμα ἕν· ὑπαλλάξας δὲ τὸ “ ἔλαβε δόματα’’ οὕτως ἐν τῳ ψαλμῷ κείμενον, “ ἔδωκε δόματα’’ εἶπε, τῇ ὑπαλλαγῇ περὶ τὴν οἰκείαν χρησάμενος ἀκολουθίαν· ἐκεῖ μὲν γὰρ πρὸς τὴν ὑπόθεσιν τὸ ἔλαβεν ἥρμοττεν, ἐνταῦθα δὲ τῷ προκειμένῳ τὸ ἔδωκεν ἀκόλουθον ἦν. βούλεται δὲ εἰπεῖν, ὅτι ἀγῶνα ὑπὲρ ἡμῶν ἐνστησόμενος πρὸς τὸν διάβολον, καὶ ὥσπερ πολέμου νόμῳ νικήσας αὐτόν· ἐπειδὴ ἀφεῖλεν ἑαυτὸν τοῦ θανάτου, πρότερος ἀναστὰς, κοινὴν ἐπὶ πάντων ἡμῶν τοῦ θανάτου τὴν λύσιν ἐποιήσατο· ὥσπερ αἰχμαλώτους τινὰς τοὺς ἀνθρώπους καὶ ὑπὸ τὴν τοῦ διαβόλου τυραννίδα κατεχομένους, τῆς ἐκείνου καταδυναστείας αὐτοὺς ἀφελὼν, ἀνῆλθεν εἰς τοὺς οὐράνους.

  78. 6.25

    Ωριγένησ δέ φησι· διὰ τοὺς συγχέοντας Πατέρα καὶ Υἱὸν, τὸ μὲν Κύριος τέτακται ἐπὶ τοῦ Υἱοῦ, τὸ δὲ εἷς Θεὸς, ἐπὶ τοῦ Πατρός· καὶ πρὸς τοὺς ἀπὸ Οὐαλεντίνου δὲ δύο διδόντας βαπτίσματα χρηστέον τῷ ῥητῷ, “ ἓν βάπτισμα·’’ πάντων δέ ἐστιν ὁ Θεὸς καὶ Πατήρ· τὸ τινῶν μὲν εἶναι Θεὸς καὶ μὴ Πατὴρ, τινῶν δὲ Θεὸς καὶ Πατήρ· ὡς εἴτις δείξας δέκα τινὰς τὸν ἀριθμὸν ἀνθρώπους· ὧν οἱ μὲν πέντε τοῦδε τινὸς υἱοὶ εἰσὶν, οἱ δὲ πέντε δοῦλοι, ἔλεγεν οὗτος τῶν δέκα κύριος ἐστὶ καὶ πατήρ· πρὸς τούτοις, ἐξεταστέον τὴν διαφορὰν τῶν προθέσεων, τῆς “ ἐπὶ’’ καὶ τῆς “ διὰ,’’ καὶ τῆς “ ἕν·’’ καὶ σωματικῇ γε εἰκόνι χρηστέον τοιαύτῃ· τὸ πῶς ὁ ἥλιος ἐπὶ πάντων ἐστὶ, φέρε εἰπεῖν, τῶν ἐπὶ γῆς, ταῖς δὲ αὐγαῖς λέγοιτ’ ἃν εἶναι διὰ πάντων· εἰ δὲ καὶ εἰς τὸ βάθος ἑκάστου στου ἔφθανεν ἡ δύναμις τοῦ φωτὸς αὐτοῦ, ἐλέγετο ἃν εἶναι καὶ ἐν πᾶσιν· οὕτως τοίνυν καὶ κατὰ τὰ νοητά· τὴν μὲν ὑπεροχὴν οἰόμεθα δηλοῦσθαι διὰ τὸ “ ἐπὶ πάντων·’’ “ τὸ δὲ διαρκὲς πρὸς ἕκαστον, ἐν “ τῷ διὰ πάντων· τὸ δὲ καὶ φθάνειν ἐν πᾶσι, τῆς δυνάμεως ἐστι τοῦ Θεοῦ· ὥστε μηδένα εἶναι κενὸν πάντη αὐτοῦ διὰ τοῦ ἐν πᾶσιν n.

  79. 6.26

    Καὶ τῷ ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Οὕτω νενοῆσθαι νομίζομεν· οὐκ ἐκ μέτρου μὲν δίδωσι τὸ Πνεῦμα καὶ τὴν χάριν ὁ Θεὸς “ οὗ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ “ ἔστι πέρας·’’ μέτρον δὲ δίδωσι, φειδόμενος τῶν λαμβανόντων, μὴ χωροῦντος ἑκάστου πλέον, οὗ συμφερόντως λαμβάνει. πλὴν ἐπεὶ χάρις ἐστὶν ἡ διδομένη, καὶ οὐκ ἐξ ἔργων ἐστὶν, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις, δίδοται ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ εἰ καὶ μὴ ἐξ ἔργων δὲ, ἀλλ’ ἐπὶ τινός γε τῶν ἐφ’ ἡμῖν· ἐκ πίστεως γὰρ δίδοται ἡ χάρις, ἐπὶ τῷ συνεργούσης αὐτῆς τὴν πίστιν κατακοσμηθῆναι καὶ τοῖς ἔργοις ὡς εἰπεῖν τὸν λαμβάνοντα τὴν χάριν· “ καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ, οὐκ εἰς κενὸν “ ἐγενήθη, ἀλλὰ τοσόνδε ἐκοπίασα·’’ Παῦλος δὲ ἔλεγεν τὸ “ ἀλλὰ “ καὶ περισσότερον αὐτῶν πάντων ἐκοπίασα.”

  80. 6.27

    Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστου. Ἐχομένως τῶν προκειμένων καὶ ταῦτα ἐπιφέρει. εἰ γὰρ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ἐστὶν ὁ Χριστὸς, ἀλλ’ ἑκάστων στων ἁγίων ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χρι-30 στοῦ, ὥστε τοὺς μέν τινας εἶναι Ἀποστόλους, τοὺς δὲ καὶ ἄλλους εὐαγγελιστὰς, καὶ μετὰ τούτους ποιμένας, καὶ ἐπὶ πᾶσι διδασκάλους. εἴπερ οὖν διδάσκαλον εἶναι χάρισμά ἐστι διδόμένον, κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ δηλονότι, καὶ ποιμένα ποιμαίνοντα μετὰ ἐπιστήμης χρὴ, πῶς δὲ καὶ εὐαγγελιστὴς τίς ἔσται, οὗ μὴ εἰσὶν ὡραῖοι ἵν οὕτως εἴπω, οἱ πόδες τῆς ψυχῆς; ἀλλὰ καὶ προφήτην ἀπίστους ἐλέγχοντα καὶ ἀνακρίνοντα. τοιοῦτος γάρ ἐστιν ὁ τῆς κοινῆς διαθήκης προφήτης, ὃν ἀπὸ Θεοῦ καθίστασθαι τῆ Ἐκκλησίᾳ νομιστέον. εἰ δὲ ταῦτα δυνατὸν ἀεὶ εἶναι ἐν τῇ Ἐκκλησίᾳ, μή ποτε καὶ Ἀποστόλους, οἶς δίδοται τὰ σημεῖα τοῦ Ἀποστόλου κατεργάζεσθαι, δυνατὸν εὑρεθῆναι καὶ νῦν· χρεία δὲ Ἀποστόλων καὶ προφητῶν, καὶ τῶν ἑξῆς εἰς τὸν καταρτισμὸν τῶν ἁγίων, ἵνα καταρτίζωνται κατὰ τὸ ἔργον τῆς Χριστοῦ διακονίας, ὅπως οἰκοδομῆται, ἐνεργεῖται τὸ σῶμα τοῦ Χριστοῦ ἐκ τῶν ζώντων λίθων.

  81. 6.28

    Μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· ἵνα μηκέτι ὦνμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῆ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ἐστιν ἡ κεφαλὴ Χριστοῦ.

  82. 6.29

    Τίνες πάντες καταντήσομεν εἰς τὴν ἑνότητα τῆς πίστεως. ζητητέον, πότερον πάντες ἁπαξαπλῶς ἄνθρωποι ἢ ἡμεῖς οἱ κληρωθέντες ἐν Χριστῷ. δόξει δὲ πρὸς τὸ πρότερον ἀποδεδόσθαι, διὰ τὸ πολλοὺς ἀνόμους εἶναι τῆς διδασκαλίας, τοὺς κλυδωνίζοντας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, σχεδὸν τοὺς πάντας ἣ τοὺς πλείστους. πλὴν φιλοτιμητέον ἐπὶ τὴν ἑνότητα τῆς πίστεως καταντῆσαι, καὶ πρὸς τῇ ἑνότητι τῆς πίστεως γενέσθαι, καὶ ἐν τῇ ἑνότητι τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, ὡν ἓν γενομένων, πᾶσαν νηπιότητα ἀποθέμενοι, ἄνδρες χρηματίσωμεν τέλειοι, τὸ μέτρον τῆς ἐν κρυπτῷ ἡλικίας, ἄκρως ἀπειληφότες, ὅπερ μέτρον ἡλικίας πληρώματος μέτρον ἐστὶ τοῦ Χριστοῦ, πάντων τῶν ἐπὶ τὸ μέτρον τῆς προειρημένης ἡλικίας ἐφθακότων, τὸ πλήρωμα τοῦ Χριστοῦ κεχωρηκότων, ὅτε οὐκέτι ἔσονται νήπιοι, οὐδὲ διὰ τὸ περὶ τῶν δογμάτων ἀνερμάτιστὸν καὶ ἀμφίβολον περὶ αὐτῶν ἐν νηπίων ἕξει πατοῦσιν, ὥσπερ ὑπὸ κλύδωνος τῶν ὑπὲρ ἑκάστου ψεύδους πιθανῶν περιφερόμενοι, καὶ παντὶ ἀνέμῳ διδασκαλίας ἐπιδιδόντες ἑαυτούς· τινῶν μὲν ἀνθρώπων ο οὐ διακειμένων ἀλλὰ κυβευτικῶς διδασκόντων, ἄλλων δὲ μετὰ πάσης πανουργίας καὶ συντρεχείας ἀπατώντων τῶν τὴν πλάνην μεθόδοις χρῆσθαι μυρίαις καθ’ ἡμῶν. καὶ ὅταν γε καταντήσωσιν οἱ ἅγιοι εἰς τὸν προειρημένον τέλειον ἄνδρα, τότε τῷ νενοηκέναι τὴν ἀγάπην ἀληθεύοντες, ἐν αὐτῇ αὐξήσωμεν εἰς τὸν Χριστόν· πάντα τὰ δοθέντα αὐτοῖς τῆς ἀληθείας σπέρματα Χρώμενοι, ὡς σῶμα κεφαλῇ τῷ Χριστῷ.

  83. 6.30

    Ἐπειδὴ δέ φησιν, ” ἵνα μηκέτι ὦμεν νήπιοι, ” ταῦτα κατὰ μετριότητα εἶπε, συμπεριλαμβάνων ἑαυτὸν οὐκ ὄντα νήπιον, ἣ ὁρῶν ὅσον ἀπολείπεται ὁ ἐκ μέρους γινώσκων καὶ ἐκ μέρους προφητεύων τῆς τελειότητος, ἀλήθω ςφησιν εἶναι νήπιος. πλὴν ὁ λέγων αὐτὸν κατὰ νηπιότητα ταῦτα εἰρηκέναι, χρήσεται τὸ ” ὅτε ἤμην ὡς νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς ” ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα καὶ τοῦ νηπίου.’’ ὁ δὲ πρὸς τοῦτο ἀποκρίνεται, ὅτι συγκρίσει μὲν τῶν πολλῶν, ἐγεγόνει μὲν ὁ Παῦλος ἀνήρ· πρὸς δὲ τὰ ἀποκείμενα τοῖς ἁγίοις τέλη, ἔτι νήπιος ἦν. καὶ πάντας γὰρ ὁ προφητικὸς λόγος παιδία ὀνομάζει λέγων· ” ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ μετὰ ταῦτα ἐπιστήσεις εἰ μὴ κατὰ μετριότητα ὁ Παῦλος οὐ μόνον νήπιος εἶναι φησὶν, ἀλλὰ καὶ κλυδωνιζόμενος καὶ περιφερόμενος παντὶ ἀνέμῳ διδασκαλίας, καὶ τὰ ἑξῆς. ὁ μέντοιγε καὶ τοῦτο λέγων, μὴ ἀπὸ μετριότητος αὐτὸ εἰρῆσθαι φήσει, ὅτι ἄνθρωπος ἦν ὀξὺς καὶ εὐεπήβολος, καὶ ἑώρα τοὺς ἐπὶ ἑκάτερα ἐπιχειρουμένους λόγους ἱκανοὺς ὄντας περισπᾶσαι καὶ ἐν κλύδωνι ποιῆσαι γενέσθαι τὸν θεωροῦντα τὰς πιθανότητας. διὰ τοῦτο δὲ καὶ ὡς ἄνθρωπος περιεφέρετο παντὶ ἀνέμῳ διδασκαλίας, οὐ κατασπώμενος μὲν οὐδὲ ναυαγῶν, ὥσπερ δὲ ναῦς παλαίων ποικίλοις πνεύμασιν. ἑώρα δὲ καὶ τοὺς τῶν ἀντικειμένων λόγους, οἱονεὶ ἐν κυβείᾳ δμδάσκοντας, οὐκ ὄντας εὐκαταφρονήτους, ἀλλὰ πανουργότατα λεγομένους, ὥστε ἱκανοὺς εἶναι πλανῆσαι, καὶ ἤλπιζε τάξεσθαί ποτε τῆς ἀπὸ τοῦ Θεοῦ βοηθείας πρὸς τὸ ἀποθέσθαι πάντα περισπασμὸν καὶ ἀληθεῦσαι ἀπερισπάστως, καὶ ἐν ἀγάπῃ αὐξῆσαι εἰς τὸν Χριστὸν, ὃν ᾔδει αὐτοῦ ὄντα κεφαλὴν καὶ παντὸς τοῦ τῆς ἐκκλησιας σώματος.

  84. 6.31

    (Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης φησιν, “ “ ἑνότητα,” φησὶ, ” τῆς πίστεως,” τουτέστιν, ἕως ἂν πάντες τὴν πίστιν ἔχοντες, ὅταν πάντες ὁμοίως τὸν σύνδεσμον ἐπιγινώσκωμεν, μέχρι τότε ἐργάζεσθαι χρή· ἀλλαχοῦ δὲ νηπίους ἡμᾶς φησὶ, καὶ ὅταν τέλειοι ὦμεν, ἀλλὰ πρὸς ἕτερον ὁρῶν. ἐκεῖ μὲν γὰρ πρὸς τὴν μέλλουσαν γνῶσιν, νηπίους ἐκάλεσεν· ἐνταῦθα δὲ πρὸς ἕτερον εἶπε, πρὸς τὸ ἀμετάπτωτον· ὥσπερ καὶ ἀλλαχοῦ φησι· “ τελείων δέ ἐστιν ἡ στερεὰ τροφή.’’ ὅρα γὰρ κἀκεῖ πῶς τελείους. ὥσπερ οὖν καὶ ἐνταῦθα, ὡς διὰ τῶν ἐπαγομένων δηλοῖ, ” ἵνα μηκέτι ὦμεν νήπιοι.” αὐτὸ φησι τὸ μέτρον τὸ ὀλίγον, ἐλάβομεν, ἵνα κατέχωμεν μετὰ πάσης σπουδῆς, μετὰ στερρότητος καὶ βεβαιώσεως. “ ἵνα μηκέτι” τὸ μηκέτι, δείκνυσι πάλαι τοῦτο παθόντας. καὶ τίθησι καὶ ἑαυτὸν, καὶ ἐν τάξει διηγήσεως διορθοῦται. ἐπεξῆλθε δὲ τῇ τροπῇ, δεικνὺς τὰς δισταζούσας ψυχὰς, ἐν οἵῳ κινδύνῳ εἰσίν, παντὶ “ ἀνέμῳ, φησὶν, ἐν τῆ κυβείᾳ τῶν ἀν- “ θρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν πλάνης.’’ κυβευταὶ λέγονται οἱ τοῖς πεττοῖς κεχρημένοι. τοιοῦτοί εἰσιν οἱ πανοῦργοι· ἐπειδὰν ἀφελεστέρους λάβωσι· καὶ γὰρ κἀκεῖνοι μετατιθέασι καὶ μεταφέρουσιν ἅπαντα. ἐνταῦθα καὶ βίου ἥψατο.

  85. 6.32

    Ἀληθεύοντες ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ, ὁ Χριστὸς, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον, διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπη.

  86. 6.33

    Ο φησι, τοῦτό ἐστι. καθάπερ τὸ σῶμα τὸ πνεῦμα τὸ ἀπὸ τοῦ ἐγκεφάλου καταβαῖνον τὸ διὰ τῶν νεύρων, τὸ αἰσθητικὸν οὐχ ἁπλῶς δίδωσι πᾶσιν, ἀλλὰ κατὰ ἀναλογίαν ἑκάστου μέλους, τῷ μὲν δυναμένῳ πλέον δέξασθαι, πλέον· τῷ δὲ ἔλαττον, ἔλαττον· οὕτω καὶ ὁ Χριστὸς, καθάπερ μελῶν, τῶν ψυχῶν εἰς αὐτὸν ἀνηρτημένων, ἡ πρόνοια αὐτοῦ καὶ ἡ χορηγία τῶν χαρισμάτων κατὰ ἀναλογίαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέλους αὔξησιν ποιεῖται. τι δέ ἐστι ” διὰ τῆς ἁφῆς τῆς ἐπιχορηγίας ;” τουτέστι, διὰ τὸ γὰρ πνεῦμα ἐκεῖνο τὸ ἐπιχορηγούμενον τοῖς μέλεσιν ἀπὸ τῆς κεφαλῆς ἑκάστου μέλους ἁπτόμενον οὕτως ἐνεργεῖ, ὡς ἄν τις εἴποι, τὸ σῶμα ἀντιλαμβανόμενον τῆς ἐπιχορηγίας κατὰ ἀναλογίαν τῶν ἐν αὐτῷ μελῶν, οὕτω ποιεῖται τὴν αὔξησιν. ἢ ἑτέρως· τὰ μέλη κατὰ τὴν ἀναλογίαν τοῦ οἰκείου μέτρου δεχόμενα τὴν ἐπιχορηγίαν, οὕτως αὔξεται. ἢ καὶ ἑτέρως· τὸ πνεῦμα ἄνωθεν ἐπιρρεόμενον ἀφθόνως, καὶ πάντων ἁπτόμενον τῶν μελῶν καὶ χορηγούμενον, ὡς ἕκαστον δύναται δέξασθαι, οὕτως αὔξεται.

  87. 6.34

    Τίνος δὲ ἕνεκεν προσέθηκεν ” ἀγάπῃ ;” οὐ γὰρ ἐκεῖνο τὸ πνεῦμα, μὴ οὔσης ἀγάπης. καθάπερ γὰρ εἰ τύχοι, χεὶρ ἀποσπασθεῖσα τοῦ σώματος, τὸ πνεῦμα τὸ ἀπὸ τοῦ ἐγκεφάλου τὴν συνέχειαν ἐπιζητοῦν, καὶ μὴ εὑρὸν οὐκ ἀπάλλεται τοῦ σώματος καὶ διατρῆσαν πρὸς τὴν χεῖρα ἔρχεται, ἀλλ’ ἐὰν μὴ εὕρῃ κείμενον οὐχ ἅπτεται, οὕτω καὶ ἐνταῦθα, ἐὰν μὴ ὦμεν τῇ ἀγάπῃ συνδεδεμένοι. ταῦτα δὴ πάντα πρὸς ταπεινοφροσύνην αὐτῷ εἴρηται. τί γά(??) φησι ; εἰ πλέον λαμβάνει ὁ δεῖνα, τὸ αὐτὸ πνεῦμα ἔλαβεν ἀπὸ τῆς αὐτῆς κεφαλῆς ἐκπεμπόμενον, ὁμοίως ἐνεργοῦν, ὁμοίως ” ἁπτόμενον, συναρμολογούμενον καὶ συμβιβαζόμενον,’’ τουτέστι, πολλῆς ἀπολαῦον τῆς ἐπιμελείας· οὐ γὰρ ἁπλῶς, ἀλλὰ σφόδρα τεχνικῶς δεῖ κεῖσθαι τὸ σῶμα· ὡς ἐὰν τὸν τόπον ἐκβῇ, οὐκέτι κεῖται. ὥστε οὐχ ἡνῶσθαι τῷ σώματι δεῖ, ἀλλὰ καὶ τοῦ οἰκείου τόπου ἐπέχειν· ὡς ἂν ὑπερβῇς, οὐχ ἥνωσαι, οὐδὲ δέχῃ τὸ πνευμα.

  88. 7.1

    Περὶ σωφροσύνης κὼ δικαιοσύνης ποιούσης ἡμᾶς θεοειδεῖς. τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῆ διανοίᾳ· ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς· διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν· οἵτινες ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ· εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. Ὠριφένησ φησὶν, ὅτε μὲν οὖν ὁ νοῦς ἤτοι πρὸς τοῖς βιωτικοῖς ἐστι, τῇ δυνάμει ἑαυτοῦ πρὸς ταῦτα καταχρώμενος· ἣ πρός τισι δόγμασιν ἀναπεπλασμένοις ὡς ἀληθέσιν, οὐκ οὖσιν ἀληθέσιν, ἐν ματαιότητι ἐστίν· ματαία γὰρ καὶ πᾶσα φροντὶς βιωτικὴ, καὶ πάντες οἱ προσποιούμενοι εἶναι ἀληθείᾳ ψευδεῖς λόγοι· ὅτε δὲ ἡ διάνοια, ἥτις ἐστὶν διέξοδος λογικὴ ὑποσυγκέχυται, οὔτε τὴν φύσιν τῶν λεγομένων θεωροῦσα, οὔτε ἐφέπεσθαι τοῖς ποικίλοις τῶν λεγομένων δυναμένη, τότε ἐσκοτῶσθαι εὐλόγως ἂν λέγοιτο· οὔτ’ οὖν ἐν ματαιότητι τοῦ νοὸς εἶναι δεῖ, οὔτε ἐσκοτισμένους τῇ διανοίᾳ· ἵνα μὴ ἀπηλλοτριωμένοι τυγχάνωμεν τῆς ζωῆς τοῦ Θεοῦ, ἀγνοίας ἐνυπαρχούσης ἡμῖν καὶ πωρώσεως καρδίας. ταῦτα δὲ ἐὰν ἐπιπλέον νεμηθῇ τὴν ψυχὴν ἡμῶν, λέγω δὲ ματαιότης νοὸς καὶ σκότωσις διανοίας, τὰ ἀλλοτριοῦντα τῆς ζωῆς τοῦ Θεοῦ, καὶ παρείσδυσιν διδόντα ἀγνοίᾳ P πώρωσίν τε τῆς καρδίας ἐπιτρέπονται τότε εἰς ἀναισθησίαν ἐμπεσούμεθα, συνωθοῦντες ἡμῶν τὸ συνειδὸς ἐπὶ τοῖς ἁμαρτανομένοις, καὶ παραδώσομεν ἑαυτοὺς, οὐδὲ κατὰ ποσὸν ἀνθιστάμενοι, ταῖς σαρκικαῖς ἐπιθυμίαις, τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας ἁπάσης μετὰ τοῦ πλεονεκτεῖν· ἐκείνους δὲ, ὧν τοὺς γάμους νοθεύομεν.

  89. 7.2

    Εἰ δὲ θέλομεν νοῆσαι τὸ ” οἵτινες ἀπηλγηκότες ἑαυτοὺς ” δῶκαν τῇ ἀσελγείᾳ,’’ συγκρίνομεν τοὺς δυσσυνειδητοῦντας βασανιζομένους, ἐπὶ τῷ συνεγνωκέναι τι ἑαυτοῖς φαῦλον, τοῖς μετὰ πάσης ἀδείας πολλὰ πλασίονα πταίουσιν. οἱ μὲν γὰρ οὐδέπω ἀπηλγήκασιν, ἀλλ’ ἔτι ἀλγοῦσιν· διόπερ δύνατόν ἐστιν τυχόντας αὐτοὺς βοηθείας λογικῆς, θεραπευθῆναι· ὥστε τὸν ἑξῆς βιῶσαι ἀνεπιλήπτως χρόνον. οἱ δὲ οὐκέτι ἀλγοῦσιν ἁμαρτάνοντες· διόπερ μηδὲ ἐπὶ ποσὸν ἀντιτείνοντες, μὴ δὲ ἐγκρατευόμενοι, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἔργον ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ· πλὴν, εἰς ταῦτα πάντα κίνδυνος ἐμπεσεῖν, παντὶ τῷ ἐν ματαιότητι τοῦ νοὸς τυγχάνοντι καὶ ἐσκοτισμένῳ τῇ διανοίᾳ. ὅθεν τοῦ νοῦ καὶ τῆς διανοίας ἡμῖν ἐπιμελητέον. ἵνα ἡ μὲν διανοία ἦ πεφωτισμένη· λυομένου τοῦ σκότους ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς, ὅπερ ἐστιν ὁ τοῦ Θεοῦ λόγος· ὁ δὲ νοῦς ἀπὸ τῆς περὶ τὰ μάταια προσπαθείας ἀνατρεπόμενος, προηγεῖτο τῷ Θεῷ διὰ τοῦ λόγου τῆς σοφίας.

  90. 7.3

    Εἰ μέντοιγε διὰ τὴν ἄγνοιαν καὶ πώρωσιν τῆς καρδίας ἀπολλοτριοῦνται τῆς ζωῆς τοῦ Θεοῦ οἱ ἀπηλλοτριωμένοι αὐτῆς, τῷ ἐν ματαιότητι γεγονέναι αὐτῶν τὸν νοῦν καὶ ἐν σκοτισμῷ τὴν διάνοιαν, οὐκ ἐκ φύσεως ἀλλ’ ἐξ αἰτιῶν τῶν παρ’ ἡμῶν γινομένων, ἐκ τοῦ ἐφ’ ἡμῖν, ἀλλοτριοῦνται τῆς ζωῆς ἐκεῖνοι οἱ ἀλλοτριούμενοι αὐτῆς. ἀκαθαρσίαν δὲ ἐν πλεονεξίᾳ, τὴν μοιχείαν οἴομαι εἴομαι ἀλλαχοῦ γὰρ τοῦτό φησιν ἐν τῇ πρὸς Θεσσαλονικεῖς προτέρᾳ, ἐν ᾗ ταῦτα· ” τοῦτό γάρ ἐστι τὸ θέλημα τοῦ Θεοῦ, ἀπέχεσθαι “ ἀπὸ τῆς πορνείας· εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ “ κτᾶσθαι, ἐν ἁγιασμῷ καὶ τιμῇ· μὴ ἐν πάθει ἐπιθυμίας, “ περ καὶ τὰ ἔθνη, τὰ μὴ εἰδότα τὸν Θεόν·’’ τὸ μὴ “ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ· διότι ἔκδικος “ ὁ Κύριος περὶ πάντων τούτων καθὼς προείπομεν ὑμῖν καὶ “ μαρτυράμεθα· οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ “ ἀλλ’ ἐν ἁγιασμῷ καὶ τιμῇ· τοιγαροῦν ὁ ἀθετῶν, οὐκ “ ἀθετεῖ, ἀλλ’ ἆτόν Θεὸν τὸν διδόντα τὸ Πνεῦμα αὐτοῦ τὸ Ἅγιον “ εἰς ὑμᾶς.’’ παρατήρει δὲ, ὅτι προτρεπόμενος ἐπὶ τὴν ἡμᾶς, πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφόν φησιν, εἴτις τὴν τοῦ ἀδελφοῦ λαμβάνοι γυναῖκα· πλὴν ἔκδικος Κύριος περὶ πάντων τούτων τῶν πεπλεονεκτημένων, εἴτε ἀδελφῶν εἴτε καὶ ἀπίστων. Χρυσοσυόμωσ. Ὁ μακάριος Ἰωάννης φησὶν, εἰ οὖν ἄγνοιά ἐστιν, εἰ πώρωσίς ἐστι, τι ἐγκαλοῦνται; τὸν γὰρ ἀγνοοῦντα, οὐ κακῶς πάσχειν δεῖ, οὐδὲ ἐγκαλεῖσθαι· ἀλλὰ μανθάνειν δίκαιόν ἐστιν ἅπερ ἀγνοεῖ. ἀλλ’ ὅρα πῶς αὐτοὺς εὐθέως ἀφαιρεῖται τῆς συγγνώμης· ” οἵτινες,” φησὶν, ” ἀπηλγηκότες, “ ἀσελγείᾳ·’’ δείκνυσιν ἐνταῦθα, ὅτι τῆς πωρώσεως ὁ βίος γέγονεν αὐτοῖς αἴτιος· ὁ δὲ βίος, ἐξ οἰκείας γέγονε ῥαθυμίας καὶ ἀναλγησίας· “ οἵτινες,” φησὶν, ·‘ ἀπηλγηκότες ἑαυτῶν, ἑαυτοὺς “ δωκαν.’’

  91. 7.4

    Οταν οὖν ἀκούσῃς ὅτι παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, τούτου μέμνησο τοῦ ῥήματος, ὅτι ” ἑαυτοὺς παρέδωκαν·’’ εἰ γὰρ ” ἑαυτοὺς παρέδωκαν,’’ πῶς ὁ Θεὸς αὐτοὺς παρέδωκεν; εἰ ὁ Θεὸς αὐτοὺς παρέδωκε, πῶς ” ἑαυτοὺς παρέδωκαν ;” παρέδωκε, τουτέστι συγκεχώρηκεν. ὁρᾷς πῶς αὐτοὺς ἀποστερεῖς συγγνώμης, ἐργασίαν ἀκαθαρσίας εἰπών; οὐ παραπέσοντες, φησὶν, ἥμαρτον, ἀλλ’ εἰργάζοντο αὐτὰ τὰ δεινὰ καὶ μελέτῃ τῷ πράγματι ἐκέχρηντο. ἐν πάσῃ ἀκαθαρσίᾳ· ποίας λέγει ἀκαθαρσίας; πᾶσα πορνεία, μοιχεία, παιδεραστία, φθόνος· πᾶσα ἁμαρτία, ἀκαθαρσία ἐστιν.

  92. 7.5

    Θεόδωροσ δέ φησι· τοῦτο λέγει συντόμως. οὐ δίκαιον ὑμᾶς ἀκόλουθα πράττειν τοῖς ἔθνεσιν, οἳ μηδὲν ἐπιστάμενοι τῶν δεόντων, ὥσπερ ἐν σκότῳ διάγουσι, τῆς εὐσεβείας μακρὰν τυγχάνοντες, καὶ τῆς τοῦ Θεοῦ ζωῆς ἀλλότριοι καθεστῶτες· ἵνα εἴπῃ, τῆς προσδοκωμένης ἀναστάσεως· τὸ δὲ ” ἀπηλγηκότες,’’ ὥσπερ τῶν πάθους τινὸς μέρη πολλάκις τοῦ σώματος νενεκρωμένων· οἷς οὐ μόνον ἄλγος οὐδὲν ἐκεῖθεν ἐγγίνεται, ἀλλ’ οὐδὲ ἡ τοῦ μέρους ἀφαίρεσις αἴσθησιν ἐμποιεῖ.

  93. 7.6

    Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, εἴγε αὐτὸν ἠκούσατε.

  94. 7.7

    Tοῦτο λέγει, ὅτι πάντως ποῦ καὶ ἠκούσατε καὶ ἐδιδάχθητε περὶ τοῦ Χριστοῦ ταῦτα, ἅπερ δὴ καὶ ἀληθῆ καθέστηκε καὶ οὕτως ἔχει· ποῖα;

  95. 7.8

    Ἀποθέσθαι ὑμᾶς, κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης αὐτοῦ· ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνη καὶ ὁσιότητι τῆς ἀληθείας.

  96. 7.9

    Επειδὴ τοῖς θνητοῖς ἕπεται τὸ ἁμαρτάνειν, ἀθάνατοι δὲ γενόμενοι ἐπὶ τοῦ μέλλοντος αἰῶνος ἁμαρτεῖν οὐκ ἐπιδεχόμεθα· σύμ- βολον δὲ ἐκείνου ἡ τοῦ Πνεύματος ἀναγέννησις, ἣν ἐν τῷ βαπτίσματι πληροῦμεν, ὥσπερ ἀνακτιζόμενοι ἐντεῦθεν ἤδη καὶ ἀναγενωώμενοι κατὰ τύπον ἐλπίδι τῶν προσδοκωμένων, τοῦτο λέγει· ὅτι πάντως οὐκ ἀγνοεῖτε ὅτι λέλυται μὲν ὁ παλαιὸς ἄνθρωπος ὁ θνητὸς ἐκεῖνος, καινὸς δέ τις ἀντεπεισῆκται ἄφθαρτος, οὗπερ εἰς τύπον ἐπὶ τοῦ βαπτίσματος ἀνακαινισμὸν ἐδέξασθε τὴν τοῦ Πνεύματος ἀπαρχὴν κομισάμενοι· ὥστε δίκαιον ὑμᾶς ἀκόλουθα τούτοις καὶ φρονεῖν καὶ πολιτεύεσθαι.

  97. 7.10

    Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης ὧδε λέγει, ἄρα καὶ τοῦτο μαθεῖν ἐστιν τὸν Χριστὸν, τὸ ὀρθῶς βιοῦν· ὁ γὰρ πονηρῶς βιοὺς, ἀγνοεῖ Θεὸν, καὶ ἀγνοεῖται παρ’ αὐτοῦ· ἄκουε γὰρ αὐτοῦ ἀλλαχοῦ λέγοντος, “ Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις “ ἀρνοῦνται.”

  98. 7.11

    Καθώς ἐστιν ἀληθεία ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον. Τουτέστν, οὐκ ἐπὶ τούτοις συνέθου· οὐ γὰρ ματαιότης τὰ παρ’ ἡμῖν, ἀλλ’ ἀλήθεια· ὥσπερ τὰ δόγματα ἀληθῆ, οὕτω καὶ ὁ βίος· ματαιότης γὰρ, ἡ ἁμαρτία ἐστὶν καὶ ψεῦδος· οὗ δὲ βίος ὀρθὸς, ἀλήθεια· ἔχει γὰρ τέλος μέγα· ἡ δὲ ἀκολασία εἰς οὐδὲν τελευτᾷ· “ τὸν φθειρόμενον” φησὶ “ κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης αὐτοῦ. Ὥσπερ αἱ ἐπιθυμίαι αὐτοῦ φθείρονται, οὕτω καὶ αὐτός. πῶς αἱ ἐπιθυμίαι αὐτοῦ φθείρονται ; τῷ θανάτῳ πάντα λύεται· ἄκουε γὰρ τοῦ προφήτου λέγοντος “ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἀπολοῦνται " πάντες οἱ διαλογισμοὶ αὐτοῦ· καὶ οὐ τῷ θανάτῳ μόνῳ ἀλλὰ καὶ ἄλλοις πολλοῖς· οἷον· τὸ κάλλος καὶ νόσου καὶ γήρως ἐπελθόντος, ὑπεξέστη καὶ ἀπέθανεν καὶ ἐφθάρη· ἡ ῥώμη τῆς ἰσχύος, τοῖς αὐτοῖς πάλιν ἁλίσκεται· ἡ τρυφὴ, οὐδὲ αὕτη τὴν αὐτὴν ἔχει ἐν γήρᾳ ἡδονὴν οὐδὲ τὴν αὐτὴν ἰσχύν· ἣ ἑτέρως. πάλιν τοῦτο αὐτὸν φθείρει καὶ ἀπόλλυσιν, ἡ ἐπιθυμία· καθάπερ γὰρ τὸ ἔριον, ἀφ’ ὧν τίκτεται, ἀπὸ τούτων ἀπόλλυται, οὕτω καὶ ὁ παλαιὸς ἄνθρωπος· καὶ γὰρ δόξης ἔρως ἀπόλλυσι, καὶ ἡδοναὶ πολλάκις ἀπώλεσαν· τέσσαρας δὲ ἀνθρώπους ἡμῖν ἐνταῦθα ὑπογράφει· δύο μὲν, οὕτω λέγων ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον, ἀνανεοῦσθε δὲ τῷ Πνεύματι τοῦ νοὸς ὑμῶν· καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον. ἐν δὲ τῇ πρὸς Ῥωμαίους, ἄλλους δύο· ὡς ὅταν λέγῃ· “ βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσι μου, ἀντιστρατευόμενον “ τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς “ ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσι μου·’’ ὁ νοῦς καὶ ἡ σάρξ· καὶ οὗτοι πρὸς ἐκεῖνα ἔχουσι τὴν συγγένειαν· πρὸς μὲν ’τον ἔσω, ὁ καινός· πρὸς δὲ τὸν ἔξω, ὁ παλαιός. ἀλλ’ ὅμως οἱ τρεῖς διεφθάρησαν· μᾶλλον δὲ τρεῖς εἰσὶ, καινὸς καὶ παλαιός· καὶ οὗτος, οὐσιώδης καὶ φυσικός.

  99. 7.12

    Ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν.

  100. 7.13

    Ἵνα μή τις νομίσῃ ὅτι ἐπεισάγει ἄνθρωπον, εἰπὼν παλαιὸν καὶ καινὸν, ὅρα τί φησιν· “ ἀνανεοῦσθαι·’’ ἀνανεοῦσθαι δέ ἐστιν, ὅταν αὐτὸ τὸ γεγηρακὸς ἀνανεοῦται ἄλλο ἐξ ἄλλου γενόμενον· ὥστε τὸ μὲν ὑποκείμενον τὸ αὐτό· ἡ δὲ μεταβολὴ πρὸς τὸ συμβεβηκός· πῶς δ’ ἃν γένοιτο ἡ ἀνανέωσις; ” ἐν τῷ Πνεύματι τοῦ νοὸς ὑμῶν’’ φησιν· ὃς ἐὰν οὖν ἔχῃ πνεῦμα παλαιὸν, οὐδὲν ἐργάζεται· οὐ γὰρ ἀνέχεται τὸ πνεῦμα παλαιῶν πράξεων.

← Previous · Next → — showing 201300 of 462

First Thousand Years of Greek. CTS URN tlg4102.tlg020.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.