Ancient Texts

← Library

Catena In Epistulam Ad Ephesios

First Thousand Years of Greek · First Thousand Years of Greek · 462 sections

  1. 2.5

    Καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ, ὑπὲρ ἄνω πάσης ἀρχῆς, καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ· τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.

  2. 2.6

    Μεγάλων ὄντως μυστηρίων καὶ ἀπορρήτων ἡμᾶς ἐποίησε κοινωνούς· καὶ ταῦτα ἄλλως οὐκ ἔνι μαθεῖν, ἀλλ’ ἣ Πνεύματος μετέχοντας χάριτος. διὰ τοῦτο καὶ Παῦλος εὔχεται· “ ὁ Πατὴρ “ τῆς δόξης’’ φησί· τουτέστιν, ὁ μεγάλα ἡμῖν δεδωκὼς ἀγαθά. ἀπὸ γὰρ τῶν ὑποκειμένων ἀεὶ αὐτὸν καλεῖ· ὡς ὅταν λέγῃ “ ὁ “ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως·” καὶ πάλιν ὁ προφήτης· “ Κύριος ἰσχύς μου καὶ βοήθειά μου.’’

  3. 2.7

    Ὁ Πατὴρ τῆς δόξης.

  4. 2.8

    Οὐκ ἔχει ἐπ’ ὀνόματος αὐτὰ παραστῆσαι, καὶ πανταχοῦ δόξαν καλεῖ· ὅπερ πάσης ἐστὶ λαμπρότητος παρ’ ἡμῖν ὄνομα καὶ προσηγορία. ἰδοὺ τῆς δόξης Πατὴρ, τοῦ δὲ Χριστοῦ Θεός· τί οὖν ἐλάττων τῆς δόξης ὁ Υ ἰός ; ἀλλ’ οὐδεὶς οὐδ’ ἃν οὐδὲ μαινόμενος εἴποι τοῦτο.

  5. 2.9

    Δώῃ ὑμῖν.

  6. 2.10

    Τουτέστιν, ἐπάραι τὴν διάνοιαν ὑμῶν καὶ ἀναπτερώσειεν· οὐ γάρ ἐστιν ἄλλως ταῦτα μαθεῖν· “ ψυχικὸς γὰρ ἄνθρωπος οὐ “ δέχεται τὰ τοῦ Πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν·’ ἄρα πνευματικῆς δεῖ σοφίας, ἵνα τὰ πνευματικὰ νοήσωμεν.

  7. 2.11

    Δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως.

  8. 2.12

    Τουτέστιν, χάρισμα ὑμῖν παράσχῃ· εἰ δὲ ἀποκαλύψεως τοῦτό ἐστιν, οὐκ ἔστι λογισμῶν εὕρεσις· ὁ γὰρ τὸν Θεὸν μαθὼν, καὶ τὸν Θεὸν γνοὺς, οὐκέτι περὶ οὐδενὸς ἀμφισβητήσει· διὰ τοῦτό φησιν,

  9. 2.13

    Ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν.

  10. 2.14

    Ὁ μαθὼν τί ἐστι Θεὸς, οὐχ ὑπὲρ τῶν ἐπαγγελιῶν ἀμφισβητήσει· οὐχ ὑπὲρ τῶν ἤδη γενομένων ἀπιστήσει· εὔχεται μὲν οὖν δοθῆναι αὐτοῖς Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως· πλὴν καὶ αὐτὸς ἀπὸ λογισμῶν ὅσα δύναται κατασκευάζει καὶ τῶν ἤδη ὑπαρξάντων· ἐπειδὴ γὰρ τὰ μὲν ἤδη γενόμενα ἤμελλε λέγειν, τὰ δὲ οὔπω συμβάντα, ἀπὸ τῶν γενομένων τὰ μὴ γενόμενα πιστοῦται· οἷόν τι λέγω· “ εἰς τὸ εἰδέναι ὑμᾶς,’’ φησι, “ τίς ἐστιν ἡ ἐλπὶς τῆς κλή- “ σεως αὐτοῦ·” ἔτι ἄδηλός ἐστι, φησὶν, ἀλλ’ οὐ τοῖς πιστοῖς.

  11. 2.15

    Καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις.

  12. 2.16

    Ἔτι καὶ τοῦτο ἄδηλον· τί δὲ δῆλον; ὅτι ἐπιστεύσαμεν ἀπὸ τῆς δυνάμεως τῆς αὐτοῦ ὅτι ἤγειρε τὸν Χριστόν· τοῦ γὰρ ἀναστῆσαι νεκρὸν, πολλῷ θαυμασιώτερον τὸ πεῖσαι ψυχάς. καὶ ἐγὼ τοῦτο πειράσομαι ποιῆσαι φανερόν. ἄκουε γὰρ, εἶπεν ὁ Χριστὸς τῷ τεθνεῶτι, “ Λάξαρε δεῦρο ἔξω,’’ καὶ εὐθέως ὑπήκουσεν· εἶπεν ὁ Πέτρος, “ Ταβιθᾶ ἀνάστηθι,’’ καὶ οὐκ ἀντεῖπεν· ἐρεῖ αὐτὸς ἐν τῇ τελευταῖᾳ ἡμέρᾳ, καὶ πάντες ἀναστήσονται, καὶ μετὰ τοσούτου τάχους, ὡς τοὺς ἔτι ζῶντας μὴ φθάσαι τοὺς κοιμηθέντας, “ ὡς “ ἐν ἀτόμῳ, ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ’’ πάντα γενέσθαι καὶ συνδραμεῖν· ἐπὶ δὲ τοῦ πιστεῦσαι, οὐχ οὕτως· ἀλλ’ ἄκουε αὐτοῦ πάλιν λέγοντος· “ ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ “ ἠθελήσατε·’’ ὁρᾷς ὅτι τοῦτο δυσκολώτερον ; ὥστε ἀπὸ τούτου τὸ πᾶν κατασκευάζει· πολλῷ γάρ ἐστι λογισμοῖς ἀνθρωπίνοις δυσκολώτερον προαίρεσιν πεῖσαι, τοῦ φύσιν ἐργάσασθαι.

  13. 2.17

    Τὸ δὲ αἴτιον, ἐπειδὴ αὐτὸς οὕτω βούλεται ἑκόντας ἡμᾶς γενέσθαι ἀγαθούς· ὄντως εἰκότως εἶπεν “ ὑπερβάλλον τὸ μέγεθος “ τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας· ὅτε γὰρ προφῆται οὐδὲν ἤνυσαν, οὔτε ἄγγελοι, οὔτε ἀρχάγγελοι· ὅτε πᾶσα ἡ κτίσις ἡ ὁρατὴ καὶ ἀόρατος· ὁρατὴ μὲν, εἰς μέσον προκειμένη καὶ μὴ ἰσχύουσα χειραγωγῆσαι ἀόρατος δὲ πολλὴ, ᾠκονόμησε τὴν αὐτοῦ παρουσίαν τότε, δεικνὺς, ὅτι θείας ἔχρηζε τὸ πρᾶγμα δυνάμεως. “ πλοῦτον δόξης·’’ τουτέστιν, ἄφατον δόξαν· ποῖος γὰρ λόγος τὴν δόξαν ἐκείνην παραστῆσαι δυνήσεται, ἧς οἱ ἅγιοι τότε μετέξουσιν ; ἀλλὰ χάριτος ὄντως δεῖ, πρὸς τὸ τὴν διάνοιαν μαθεῖν· ὅρα ὅσα εἰργάσατο· ἤγειρε τὸν Χριστόν· μικρὸν τόδε ; ἀλλ’ ὅρα καὶ πάλιν· ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ· ἄρα τίς λόγος τοῦτο παραστῆσαι δυνήσεται· τὸν ἀπὸ τῆς γῆς· τὸν τῶν ἰχθύων ἀφονώτερον· τὸν παίγνιον τῶν δαιμόνων γενόμενον, ὅρα ποῦ ἀνήγαγεν· ὄντως “ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ· καὶ θέα ποῦ ἀνήγαγεν· ἐν τοῖς ἐπουρανίοις· πάσης κτιστῆς φύσεως ἀνώτερον ἐποίησεν.

  14. 2.18

    Ὑπὲρ ἄνω πάσης ἀρχῆς καὶ ἐξουσίας.

  15. 2.19

    Ὄντως Πνεύματος χρεία, διανοίας σοφῆς, ἐν τῇ ἐπιγνώσει αὐτοῦ· ὄντως ἀποκαλύψεως χρεία. ἐννόησον ὅσην ἐστὶν ἀνθρώπου καὶ Θεοῦ φύσεως τὸ μέσον· καὶ ἀπὸ ταύτης τῆς εὐτελείας, εἰς ἐκείνην αὐτὸν ἀνήγαγε τὴν τιμήν· καὶ οὐχ ἁπλῶς εἶπεν ἄνω, ἀλλ’ ὑπὲρ ἄνω·’’ τῶν γὰρ ἄνω δυνάμεων ἀνώτερός ἐστιν ὁ Θεός· ὥστε ἐκεῖ αὐτὸν ἀνήγαγε τὸν ἐξ ἡμῶν “ ὑπὲρ ἄνω πάσης ἀρχῆς’’ οὐ τῆς μὲν ναὶ, τῆς δὲ οὔ ἀλλὰ πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ δυνά- “ μεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου·’’ εἴτι ἐστιν ἐν τῷ οὐρανῷ, πάντων ἀνώτερος γέγονε· τοῦτο περὶ τοῦ ἐκ νεκρῶν ἐγερθέντος, ὅπερ ἄξιον θαυμάσαι· περὶ γὰρ τοῦ Θεοῦ λόγος οὐδαμῶς· ὅπερ γάρ εἰσι κώνωπες πρὸς ἀνθρώπους, τοῦτο ἡ πᾶσα κτίσις πρὸς τὸν Θεόν.

  16. 2.20

    Σχόλιον. τὴν σάρκα ἣν ἤνωσεν ἑαυτῷ κα ὑπόστασιν σταυρωθεὶς καὶ ἀναστὰς ἐκ νεκρῶν· καθὸ γὰρ Θεὸς ἦν καὶ Θεοῦ Λόγος, πάσης κτίσεως ὑψηλότερος ἦν, καὶ πρὸ σαρκὸς, ἀσυγκρίτοις ὑπεροχαῖς.

  17. 2.21

    Οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.

  18. 2.22

    Ἄρα ἔστι δυνάμεων τινῶν ὀνόματα ἄσημα ἡμῖν καὶ οὐ γνωριζόμενα.

  19. 2.23

    Καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ.

  20. 2.24

    Οὐχ ἁπλῶς ἀνώτερον ἐποίησεν, ὡς προτιμᾶσθαι αὐτὸν ἐκείνων, οὐδὲ κατὰ σύγκρισιν, ἀλλ’ ὡς δούλων.

  21. 2.25

    Βαβαὶ φρικτὰ ὄντως τὰ πράγματα· ἀνθρώπου γέγονε δούλη πᾶσα ἡ κτιστή δύναμις, διὰ τὸν ἐνοικοῦντα Θεὸν Λόγον· διὰ τοῦτο εἶπεν “ ὑπὸ τοὺς πόδας αὐτοῦ,’’ τὴν ἐσχάτην λέγων ὑποταγήν.

  22. 2.26

    Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῆ Ἐκκλησίᾳ.

  23. 2.27

    Βαβαὶ πάλιν, ποῦ καὶ τὴν ἐκκλησίαν ἀνήγαγεν ; ὥσπερ διά τινος ἕλκων μηχανῆς, εἰς ὕψος αὐτὴν ἀνήγαγε μέγα. καὶ αὐτὴν ἐκάθισεν εἰς ἐκεῖνον τὸν θρόνον· ἔνθα γὰρ ἡ κεφαλὴ, ἐκεῖ καὶ τὸ σῶμα. τι δέ ἐστιν “ ὑπὲρ πάντα”; οὐκ ἄγγελον· οὐκ ἀρχάγγελον· οὐκ ἄλλον οὐδένα ἀφῆκεν ἀνώτερον. ἵνα γὰρ μὴ ἀκούσας κεφαλὴν, τὴν ἀρχὴν μόνον νομίσῃς, ἀλλὰ καὶ τὴν βεβαιότητα· οὐχ ὡς ἄρχοντα μόνον, ἀλλ’ ὡς σώματος κεφαλήν.

  24. 2.28

    Ἄλλοσ δέ φησιν, ἔδειξεν ἡμῖν, φησιν, ὁ Θεὸς ἐν Χριστῷ τὸ μέγεθος καὶ τὴν ὑπερβολὴν, ὧν ἡμῖν ἐχαρίσατο· συνήγειρε μὲν γὰρ καὶ συνεκάθισεν ἐν Χριστῷ ἐν τοῖς ἐπουρανίοις.

  25. 2.29

    Ἐπειδὴ γὰρ οὐκ ἦν τὸ σῶμα τὸ ἡμέτερον δι’ ἑαυτοῦ δεκτικὸν τῆς δυνάμεως καὶ τῆς ζωοποιοῦ ἐνεργείας, ὅτι ἦν σῶμα θανάτου, τῆς ἁμαρτίας ἐν αὐτῷ ἐγκατῳκισμένης διὰ τὴν παράβασιν, διὰ τοῦτο ἴδιον αὐτὸ ὁ μονογενὴς ἐποιήσατο, ἵνα ἀναμάρτητον αὐτὸ φυλάξας καὶ τῆς ζωῆς καὶ τῆς δόξης αὐτὸ παρασκευάσῃ γενέσθαι δεκτικόν· καὶ τοῦτό ἐστι τὸ “ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουράνιος.

  26. 2.30

    Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ, ἥτις ἐστι τὸ σῶμα αὐτοῦ.

  27. 2.31

    Ὡς μηκέτι τοὺς οὐρανίους δυνάμεις εἶναι κεφαλήν· καθὸ καὶ ὕπο ἐπιτρόπους καὶ οἰκονόμους ἦμεν, κατὰ τὴν ἱερὰν τοῦ Αποστόλου φωνήν· σῶμα δὲ αὐτοῦ ἡ Ἐκκλησία, κατὰ τὴν μετάληψιν τοῦ Ἁγίου αὐτοῦ Πνεύματος.

  28. 2.32

    Τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.

  29. 2.33

    (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησὶν, εἶτα ὡς ἀρκοῦντος τούτου δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἐγγύτητα, τί φησι ; τὸ πλήρωμα τοῦ Χριστοῦ ἡ Ἐκκλησία· καὶ γὰρ πλήρωμα κεφαλῆς σῶμα· καὶ πλήρωμα σώματος κεφαλή· οἷον ἡ κεφαλὴ πληροῦται παρὰ τοῦ σώματος. τουτέστιν, διὰ πάντων τὸ σῶμα συνέστηκε, καὶ ἓν ὃν ἑκάστου· οὐχὶ κοινὴ μόνον αὐτὸν χρήζοντα εἰσάγει· ἃν γὰρ μὴ ὦμεν πολλοὶ, καὶ ὁ μὲν χεὶρ, ὁ δὲ ποὺς, ὁ δὲ ἄλλο τι μέρος, οὐ πληροῦται ὅλον τὸ σῶμα· διὰ πάντων οὖν πληροῦται τὸ σῶμα αὐτοῦ· τότε πληροῦται ὁ κεφαλὴ, τότε τέλειον σῶμα γίνεται, ὅταν ὁμοῦ πάντες ὦμεν συνημμένοι καὶ συγκεκολλημένοι.

  30. 2.34

    Σευηριανόσ φησιν, ἡ ἀπολύτρωσις τῆς περιποιήσεως ἐστιν· ἵνα γὰρ περιποιηθῶμεν καὶ οἰκειωθῶμεν τῷ Θεῷ, ἀπολυτρούμεθα· μεμνημένοι δὲ τοῦ αἵματος οὗ ἀπελυτρώθημεν· καὶ τῆς οἰκονομίας πάσης, φανερὸν ὅτι Θεὸν τὸ κατὰ σάρκα τοῦ Χριστοῦ λέγει· οὐδαμοῦ γὰρ ἐνταῦθα τοῦ τῆς θεότητος ἀξιώματος ἐμνημόνευσεν, ἀλλὰ τῆς καθ’ ἡμᾶς οἰκονομίας· ἥτις ὡμολόγηται τῆς σαρκὸς εἶναι· δόξαν δὲ πολλάκις ἡ γράφη λέγει, αὐτὴν τοῦ Θεοῦ τὴν οὐσίαν· ἐπειδὴ γὰρ ἀψηλάφητος καὶ ἀνέφικτος, δόξαν αὐτὴν ὠνόμασεν· ἵνα μὴ λόγον ἀπαιτῇς, ἀλλὰ προσκυνῇς, πρῶτος τὴν οὐσίαν τοῦ Θεοῦ δόξαν λέγει Ἰεξεκιὴλ ἐν ὀπτασίαις θεασάμενος τὸν Θεὸν καθεζόμενον, καὶ ἐπάγων· “ τοῦτο ὁμοίωμα τῆς δόξης “ Κυρίου·’’ ὅπερ ἀλλαχοῦ ἑρμηνεύων “ ὁ Θεὸς’’ φησιν, “ ἐγὼ ὁρά- “ σεῖς ἐπλήθυνα· καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.’’ ἣν οὖν εἶπε δόξαν ὁ Ἰεζεκιὴλ, ταύτην ὁ Θεὸς φησὶ τὸ ἐγώ· λέγει δὲ Παῦλος, “ ὃς ὣν ἀπαύγασμα τῆς δόξης·’’ ποίας δόξης ; “ καὶ χαρακτὴρ “ τῆς ὑποστάσεως αὐτοῦ·’’ κἀνταῦθα ι τοίνυν τὸ μὲν Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὴν σάρκα λέγει· τὸ δὲ Πατὴρ τῆς δόξης, κατὰ τὴν φύσιν.

  31. 2.35

    Καὶ παντὸς ὀνόματος ὀνομαζομένου· οὐ μόνον ἐν τῷ αἰῶνι τούτω, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.

  32. 2.36

    Ἐν γὰρ τῷ αἰῶνι τούτῳ, ὀνομάζομεν θρόνους, ἀρχὰς, κυριότητας, ἐξουσίας, δυνάμεις, ἀγγέλους, ἀρχαγγέλους· ἐπειδὴ δέ ἐστι μυρία τάγματα ἀοράτων δυνάμεων ἡμῖν ἄγνωστα, καὶ διὰ τοῦτο ἀκατονόμαστα, μετὰ δὲ τὴν ἀνάστασιν ἔσται γνωστά· καὶ λήψεται μέτα τῆς γνώσεως καὶ τὴν παρ’ ἤμων προσηγορίαν, οια τοῦτο εἶπε, “ καὶ ἐν τῷ μέλλοντι.

  33. 2.37

    Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντων τῆ Ἐκκλησίᾳ· ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.

  34. 2.38

    Διὰ τούτου ἐδήλωσεν, ὅτι πλήρωμα τοῦ Θεοῦ λέγει τὸ σῶμα τοῦ Χριστοῦ· τουτέστι τὴν Ἐκκλησίαν· διὰ τι δὲ πλήρωμα ; ἐπειδὴ πεπλήρωται Θεοῦ· ὥσπερ γάρ, φησιν, ἐν πᾶσι τὰ πάντα πληροῖ, οὕτως καὶ ἐν τῇ Ἐκκλησίᾳ πληροῦται, κατὰ τὸ εἶναι αὐτὴν σῶμα τοῦ Χριστοῦ· Χριστοῦ οὖν σῶμα, πλήρωμα δὲ Θεοῦ ἡ Ἐκκλησία.

  35. 2.39

    τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.

  36. 2.40

    Ἔστι γὰρ ἐν οὐρανῷ· τουτέστιν ἐνεργῶν οὐχ ὡς ἐν γῇ· καὶ ἔστιν ἐν γῇ, οὐχ ὡς ἐν οὐρανῷ ἐνεργῶν· καὶ ἐν ἀγγέλοις, ἐν ἡλίῳ· ἀλλ’ ἐν ἑκάστῳ, κατὰ τὴν αὐτοῦ φύσιν· λέγει γὰρ “ ἀφ’ ὧν “ μεταλαμβάνομεν’’ ἡ γραφὴ περὶ Θεοῦ, οὐκ ἀφ’ ὡν αὐτός ἐστι· τοῦτο γὰρ ἀκατάληπτόν ἐστιν.

  37. 2.41

    Θεόδωροσ δέ φησιν εἰς τὸ “ δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ “ ἀποκαλύψεως” καὶ τὰ ἑξῆς· τοῦτο αἰτῶ, φησιν, ὡς ἃν παρασχεθείη ὑμῖν παρὰ τοῦ Θεοῦ Πνεύματος χάρις, εἰς τὸ σοφίας τὲ ὑμᾶς πλῆρωθῆναι καὶ ἐπιγνώσεως τοῦ Θεοῦ, δεξαμένους τῶν ἀπορρήτων τὴν ἀποκάλυψιν, ὥστε τὴν διάνοιαν ὑμῶν, φωτὸς δίκην τῇ ἀπὸ τοῦ Πνεύματος καταλάμπεσθαι γνώσει· τίνος ἕνεκεν ; “ εἰς τὸ εἰδέναι ὑμᾶς, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ ἀντὶ τοῦ ἐπὶ ποίαις ἐλπίσι κεκλήμεθα παρ’ αὐτοῦ, “ καὶ τίς ὁ πλοῦ- “ τος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις·’’ καὶ ὅση τίς περίεσται κτῆσις ἀγαθῶν τῆς τοῦ Θεοῦ ἁγίοις, ἐπὶ τοῦ μέλλοντος αἰῶνος. καλῶς δὲ δόξαν μὲν κληρονομίας ἐκάλεσεν, ὡς ἃν ἐπιδόξων τότε γινομένων ἡμῶν· πλοῦτον δὲ δόξης, ἵνα εἴπῃ τῶν δωρεῶν τὴν ὑπερβολήν.

  38. 2.42

    τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.

  39. 2.43

    Οὐκ εἶπεν ὅτι τὰ πάντα πληροῖ, ἅλ’ ὅτι αὐτὸς ἐν πᾶσι πληροῦται· τουτέστιν, ἐν πᾶσι πλήρης ἐστίν· ὅλος ὣν ἐν ἑκάστῳ διὰ τὸ τῆς φύσεως ἀπερίγραφον, οὐ κατὰ μέρη διαιρούμενος. ἀναγκαία δὲ καὶ ἡ τοῦ τὰ πάντα προσθήκη, δεικνύντος, ὅτι ἐν πᾶσίν ἐστιν· ὅλος ὣν ἐν ἑκάστω, καθότι ἄν τις ἐννοήσειεν, εἴτε οὐσίᾳ, εἴτε ἐνεργείᾳ, εἴτε δυνάμει, εἴτε ἐξουσίᾳ, εἴτε ὅτῳ δήποτε ἑτέρῳ, διὰ τὸ κατὰ πάντα εἶναι αὐτὸν ἀπερίγραφον, καὶ διὰ τοῦτο ἐν ἑκάστῳ ὅλον κατὰ πάντα θεωρεῖσθαι, τῷ πάντα ἐν πᾶσιν εἶναι τε αὐτὸν καὶ δύνασθαι, ὡς εἰκὸς τὸν ἑκάστω ὅλον ὄντα.

  40. 2.44

    Ὠριγένησ φησὶ, δόξει σόλοικον σόλοικον τὸ “ ἐν ἐπιγνώσει αὐ- “ τοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας,’’ εἰ μὴ ὡς ὑπερβατὸν αὐτὸ ἀποδῶμεν· δι’ ὅπερ τὸ ἑξῆς τῆς συμφράσεως οὕτως ἔχειν οἰόμεθα· “ διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν κἀς ὑμᾶς “ πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους “ τοὺς ὀφθαλμοὺς τῆς καρδίας, καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, “ οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ “ τῶν προσευχῶν μου· ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι- “ στοῦ, ὁ Πατὴρ τῆς δόξης, δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀπο- “ καλύψεως, εἰς τὸ εἰδέναι ὑμᾶς, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως ὑμῶν καὶ τὰ ἑξῆς.

  41. 2.45

    Εἰ ὁ Πατὴρ ὑποκειμένου καὶ οὐσιώδους ἐστι Πατὴρ, λέγεται δὲ καὶ τῆς δόξης Πατὴρ, δηλονότι ἡ δόξα ὑποκείμενον τί ἐστι καὶ οὐσιωμένον, καὶ μήποτε ὁ Σωτῆρ’ ἡμῶν, ὧσπέρ ἐστι Λόγος καὶ σοφία καὶ ἀλήθεια, καὶ εἰρήνη, καὶ δικαιοσύνη, οὕτω καὶ δόξα. καὶ εἴποτε ὦφθαι ἀναγέγραπται δόξα Θεοῦ, οὐκ ἄλλο τι νοητέον ὦφθαι, ἣ τὸν Υἱὸν τοῦ Θεοῦ. τὸ μὲν οὖν Πνεῦμα τῆς σοφίας, σοφὸν ποιεῖ· τὸ δὲ Πνεῦμα τῆς ἀποκαλύψεως περιαιρεῖ ἀπὸ τῆς καρδίας τὸ κάλυμμα· ἵνα ἀνακεκαλυμμένῳ τίς προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενος, τὴν αὐτὴν εἰκόνα μεταμορφοῦται ἀπὸ δόξης εἰς δόξαν. οὐδεὶς οὖν μὴ σοφὸς ἔχει Πνεῦμα σοφίας· καὶ οὐδεὶς τὸ ἡνίκα ἀναγινώσκηται Μώσης, κάλυμμα ἔστι g ἐχόντων ἐπὶ τὴν καρδίαν ἤδη, εἴληφε τὸ τῆς ἀποκαλύψεως Πνεῦμα. εἰ μὴ δρᾷ h τὸ Πνεῦμα τῆς σοφίας ποσότητι τῶν θεωρημάτων τῆς διαφόρως σοφοὺς ποίει καὶ ποσότητι τῆς περιαιρέσεως τῶν ἔπι τοῖς γράμμασι καλυμμάτων, οὐχ ὁμοίως διακονεῖ τὴν ἀποκάλυψιν, ὧν περιαιρεῖται τὸ κάλυμμα. πρὸς τούτοις ἀκουστέον, τὸ “ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρ- “ δίας·’’ εἰ γὰρ μὴ ταὐτόν ἐστι γνῶσις Θεοῦ καὶ ἐπίγνωσις Θεοῦ, ἀλλ’ ὁ ἐπιγνώσκων οἱονεὶ ἀναγνωρίζει ὃ πάλαι εἰδὼς ἐπελέληστο· ὅσοι ἐν ἐπιγνώσει γίνονται Θεοῦ, πάλαι ᾔδεσαν αὐτόν· δι’ ὅπερ “ μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ “ πέρατα τῆς γῆς·’’ ἐμφαίνει δὲ τὴν ἀσώματον φύσιν καὶ νοητὴν τοῦ ἡγεμονικοῦ ἡμῶν καὶ τοῦ ἀληθινοῦ φωτὸς, τὸ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας.

  42. 2.46

    Εἰς τὸ εἰδέναι ἡμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν.

  43. 2.47

    Ὠριγένουσ. Ἡ κλῆσις τοῦ Θεοῦ, ἐλπίδα ἔχει. ἣν χρὴ γνῶναι, ἀπὸ πολλῆς προσοχῆς βίου καὶ ἐντρεχείας νοῦ· καὶ ἡ κληρονομία αὐτοῦ πλοῦτον ἔχει δόξης πολλῆς ἐν τοῖς ἁγίοις ἄνω τόποις, ᾧ κατὰ τὴν εὐχὴν τοῦ Παύλου δίδοται “ τὸ πνεῦμα τῆς σοφίας “ καὶ τῆς ἀποκαλύψεως,’’ αὐτὸς εἴσεται τὰ ἀποκείμενα τοῖς καλουμένοις, καὶ θεωρήσει τὰ ἐλπιζόμενα ὄντα πλοῦτον δόξης τῆς κατὰ τὴν κληρονομίαν αὐτοῦ, ἣν δίδωσι τοῖς ἐπὶ τὴν ἁγίαν ταύτην καλουμένοις κληρονομίαν.

  44. 2.48

    Ζητήσεις δὲ, εἰ ἔστι καὶ αὐτὸς ὁ Θεὸς τῶν ἁγίων κληρονομία· ὡς καὶ οὕτως νοεῖσθαι τοὺς κληρονόμους τοῦ Θεοῦ· ἵν ὥσπερ λέγομεν κληρονόμους χωρίων, καὶ κληρονόμους οἰκιῶν, τὴν κληρονομίαν τάσσοντες ἐπὶ τῶν κτημάτων, οὕτως νοήσωμεν καὶ τοὺς κληρονόμους τοῦ Θεοῦ. καὶ ἔχεταί γε τοιαύτης διανοίας ὁ λέγων νόμος, “ τοῖς δὲ υἱοῖς Λευΐ, οὐ δώσεις κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν, ὅτι ἐγὼ μερὶς αὐτῶν λέγει Κύριος καὶ ἀλλαχοῦ “ Κύριος κληρονομία αὐτῶν·’’ γίνεται τοίνυν “ ὁ πλοῦτος τῆς δόξης “ τῆς κληρονομίας τοῦ Θεοῦ,’’ ἐν τῷ νῷ τῶν ἁγίων τὰ τοσαῦτα τῆς τοῦ Θεοῦ θεωρίας καὶ τοῦ λόγου αὐτοῦ χωρησόντων, ὑπερβάλλοντι μεγέθει δυνάμεως Θεοῦ τῷ εἰς τοὺς ἁγίους καὶ πιστεύοντας. οὐ γὰρ τῆς τυχούσης δυνάμεως ἀπὸ Θεοῦ ἡμῖν χρεία ἐστὶν, εἰς τὸ εἰδέναι τί ἐστιν “ ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος “ τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις,’’ ἀλλὰ μεγέθους δυνάμεως αὐτοῦ ἐγγινομένου εἰς ἡμᾶς τοὺς πιστευόντας ἀπ’ αὐτοῦ, καὶ ἐγγινομένου κατὰ τὴν ἐνέργειαν τῆς πάντων κρατούσης ἰσχύος αὐτοῦ· ἥτις i κράτος ἰσχύος αὐτοῦ, παρὰ τῷ Παύλῳ νῦν ὠνόμασται· ταύτῃ δὲ ἐνεργείᾳ τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ χρησάμενος, ἐνήργησεν ἃ ἐνήργησεν ἐν τῷ Χριστῷ, ἀναστήσας αὐτὸν ἐκ νεκρὼν·

  45. 2.49

    Καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπὲρ ἄνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῆ Ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πλῆρουμενου

  46. 2.50

    Σωματικῷ χαρακτῆρι ἡγητέον ταῦτα εἰρῆσθαι· οὐχ ὡς καθεδρῶν τινῶν ἢ θρόνων αἰσθητῶν κειμένων ἐν οὐρανοῖς, ἐφ’ ὧν καθέζεται ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἐκ δεξιῶν τοῦ Πατρός· οὕτω γὰρ νοοὺντες, οὐκ ἃν τῆς θείας φύσεως ἀξίως ταῦτα λέγοιμεν· οὐδὲ γὰρ αὐτῷ τῷ Θεῷ σωματικῶς ὑπόκειται ἡ γῆ, καθεζομένῳ ἐν οὐρανῷ ὡς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. πῶς γὰρ ὁ οὐρανὸς θρόνος εἶναι δύναται τῇ σπιθαμῇ αὐτοῦ μεμετρημένος; καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, καὶ αὐτὴ τῇ δρακὶ αὐτοῦ ἐμπεριειλημμένη; φησὶ γὰρ ὁ Ἡσαΐας, “ τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν “ σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακὶ ” ἡγοῦμαι οὖν καὶ τὸ πλησίον εἶναι Θεοῦ καὶ τὸ πόρρω αὐτοῦ, νοητά· πάντων μὲν τῶν ἁγίων καὶ κατὰ βούλημα τοῦ Πατρὸς τῶν ὅλων βιούντων καὶ ἐγγιζόντων Θεῷ· τῶν δὲ ἀσεβῶν, πόρρω αὐτοῦ τυγχανόντων· περὶ ὧν φησὶν ὁ Προφήτης, “ ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· ὥσπερ οὖν νενόηται τίς ὁ πλησίον Θεοῦ, καὶ τίς ὁ πόρρω αὐτοῦ, οὕτως ἡγητέον τοὺς μὲν ἁγίους, ἐν τοῖς δεξιοῖς εἶναι αὐτοῦ λέγεσθαι· τοὺς δὲ ἀσεβεῖς οἱονεὶ ἐν τοῖς ἀριστεροῖς· ὥσπερ καὶ ὁ Σωτῆρ’ φησι· “ στήσει τὰ πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ “ εὐωνύμων·’’ ἀλλὰ καὶ τὸ “ καθίσας ἐν δεξιᾷ, τοιοῦτόν ἐστιν· ἱδρύσας καὶ βασιλείαν αὐτῷ καὶ ἀρχὴν δωρησάμενος, καθ’ ἣν ἐπιστατεῖ καὶ ἄρχει τῶν ἁγίων, ὠφελῶν αὐτοὺς καὶ μεταδιδοὺς ἑαυτοῦ ὁ ὑπὲρ ἄνω πάντων γενόμενος Ἰησοῦς, διὰ τὴν φιλάνθρωπον εἰς πάντα οἰκονομίαν.

  47. 2.51

    Πόλλα μὲν οὖν τὰ ἄρχοντα καὶ ἡγούμενα τῶν δεομένων τῆς παρ’ αὐτοῦ ἐπιστασίας, καὶ πολλὰ τὰ ἐξουσιάζοντα καὶ πολλὰ τὰ κυριεύοντα· πολλὰ δὲ καὶ τὰ τῆς ἰδίας δυνάμεως μεταδιδόντα· τινὰ μὲν ἐν τῷ αἰῶνι τούτῳ, τινὰ δὲ καὶ ἐν τῷ μέλλοντι ἐνεργήσοντα. οὐδὲν δὲ τούτων ἄρχει ἀρχὴν ἡλίκην ὁ Υἱός· δεῖται γὰρ πάντα τὰ ἄρχοντα αὐτοῦ ἄρχοντος αὐτῶν· ἀλλὰ καὶ ἐξουσίαι βέλτιον ἐξουσιάσουσιν, ὑπὸ τὴν ἐξουσίαν ὄντες τοῦ Χριστοῦ· ὑπερεχούσης τῆς τοῦ Θεοῦ δυνάμεως παρὰ πᾶσαν τὴν λοιπὴν δύναμιν· ἀλλὰ κἀν ἄγηταί τινα ἐπὶ συμφέρουσαν δουλείαν ὑπὸ τῶν καλῶς κυριευόντων, ἀνάγκη ταῦτα τὰ κυριεύοντα λαμβάνοντα τὴν ἐπιστήμην τοῦ κυριεύειν ἀπὸ τοῦ Κυρίου τῶν κυριευόντων, κυριεύειν ὣν κυριεύει· ὅθεν “ ὁ ἐγείρας ἐκ νεκρῶν τὸν Χριστὸν, ἐκάθισεν “ αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπὲρ ἄνω πάσης ἀρχῆς “ καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος “ ὀνομαζομένου· οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῶ “ μέλλοντι. εἰκὸς γὰρ εἶναι τινὰ καὶ ἄρρητα καὶ ἀνεκδιήγητα κατὰ τὴν διάταξιν τῶν ὅλων ἡμῖν, οὐ ληπτὰ ὀνόματα ὀνομαζόμενα τινὰ μὲν ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.

  48. 2.52

    Πόθεν δὲ τῷ Ἀποστόλῳ τὰ ὀνόματα ταῦτα ἣ ἀπὸ τοῦ ἀποκαλύψαντος αὐτῷ Ἁγίου Πνεύματος;

  49. 2.53

    Πῶς δὲ εἴρηται καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, ἐξεταστέον. Φανεροῦ ὄντος, ὅτι μυρίοι ὅσοι εἰσὶν οἱ ἔτι ἀνυποτακτοῦντες τῷ λόγῳ τοῦ Θεοῦ· “ οὔπω γὰρ ἔτι ὁρῶμεν τὰ πάντα ὑποτεταγμένα, καὶ τὸ δεῖ δὲ αὐτὸν βασιλεύειν, ἄχρις οὑ ἃν θῇ “ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ,’’ δηλοῖ, τὸ μηδέπω πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ εἶναι· Ὃ μὲν οὖν τις ἐρεῖ, ὅτι κατὰ πρόγνωσιν εἴρηται καὶ τοῦτο, ἕτερος δὲ τὴν κατάταξιν τοῦ Θεοῦ, ᾗ κατατάσσει ἕκαστον, εἴς τι τάγμα παριστὰς, ἐρεῖ· τὸ δὲ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, ὅσα τῆς τάξεως ἐστι τῶν ὑποτασσομένων, “ καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα “ τῆ ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τοῦ τὰ πάντα ἐν πᾶσι “ πληρουμένου. σῶμα Χριστοῦ εὑρίσκοντες λεγομένην τὴν ἐκκλησίαν, ζητοῦμεν, πότερόν ποτε ὡς παρὰ τὴν κεφαλὴν τὸ λοιπὸν σῶμα, ὄργανον τῆς κεφαλῆς δεῖ αὐτὴν νοεῖν, ἣ ὥσπερ τοῦ ἀνθρώπου σῶμα, οὗ σώματος μέρος ἐστὶν ἡ κεφαλὴ, οὕτως Χριστοῦ σῶμά ἐστι ψυχούμενον ὑπὸ τῆς θειότητος αὐτοῦ, καὶ πληρούμενον ὑπὸ τοῦ Πνεύματος αὐτοῦ ἡ πᾶσα ἐκκλησία Χριστοῦ, ἣ ἄλλως πῶς δεῖ ταῦτα ἐκλαμβάνειν. ἐὰν μέν τοι γε τὸ δεύτερον ᾖ, ἔσται τὸ μὲν ἀνθρωπικότερον αὐτοῦ καὶ αὐτὸ μέρος τυγχάνον τοῦ ὅλου σώματος· τὸ δὲ θεῖον καὶ ζωοποιὸν πᾶσαν τὴν ἐκκλησίαν, ἢ ὡσπερεὶ ψυχοῦσα αὐτὴν δύναμις θεῖα.

  50. 2.54

    Πῶς δὲ ἡ Ἐκκλησία οὖσα σῶμα Χριστοῦ πλήρωμά ἐστι τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου θέλομεν γνῶναι, καὶ διατί οὐ λέγεται τοῦ τὰ πάντα ἐν πᾶσι πληροῦντος, ἀλλ’ αὐτοῦ πληρουμένου· δόξει γὰρ ἀκολουθότερον ἃν εἰρῆσθαι τὸ τὸν Χριστὸν εἶναι τὸν πληροῦντα, οὐχὶ δὲ τὸν πληρούμενον. Αὐτὸς ὃς γὰρ οὐ μόνον νόμου ἐστὶ πλήρωμα, ἀλλὰ καὶ πάντων τῶν πληρωμάτων ἀεὶ πλήρωμα, οὐκ ἃν χωρὶς αὐτοῦ τινὸς πλήρους γινομένου.

  51. 2.55

    Ὅρα δὲ, εἰ δύναται πρὸς ταῦτα οὕτως ἀπαντῆσαι ὁ λέγων, ὅτι καθάπερ διὰ τὴν πολλὴν σχέσιν καὶ κοινωνίαν τοῦ Υἱοῦ πρὸς τὰ λογικὰ, ὥσπερ πλήρωμά ἐστι πάντων τῶν λογικῶν ὁ Υἱὸς τοῦ Θεοῦ, οὕτως καὶ αὐτὸς ὡσπερεὶ πλήρωμα εἰς ἑαυτὸν ἀναλαμβάνει, πληρέστατος ἀποδεικνύμενος καθ’ ἕκαστον τῶν μακαρίων. Καὶ ἵνα γε σαφέστερον γένηται τὸ λεγόμενον, ἐννόει βασιλέα μὲν πληρούμενον τῆς βασιλείας καθ’ ἕκαστον τῶν αὐξόντων τὴν βασιλείαν· κενούμενον δὲ ταύτης ἐν τοῖς ἀφισταμένοις τούτου τοῦ βασιλέως. οὐδὲν δὲ οὕτως ἁρμοδιώτερον τῇ Χριστοῦ φιλανθρώπῳ ἐστὶ βασιλείᾳ, ἑκάστου τῶν συμπληρούντων αὐτὴν εὐεργετουμένων ὑπ’ αὐτοῦ λογικῶν καὶ τελειουμένων, οἵτινες προσφεύγοντες αὐτῷ συμπληροῦσιν αὐτοῦ τὸ σῶμα, κενόν πὼς ὂν, ὅτε λείπει τῶν εὐργετουμένων. διὸ πληροῦται ἐν πᾶσι τοῖς προσιοῦσιν ὁ Χριστὸς, λείπων τοὐτοις πρὶν προσέλθωσιν.

  52. 3.1

    Περὶ τῆς τῶν ἐθνῶν καὶ Ἰουδαίων οἰκειώσεως πρός Θεὸν διὰ Χριστοῦ ἐπ’ ἐλπίδι κατὰ χάριν.

  53. 3.2

    Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν, ἐν αἷς ποτὲ περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας του ἀέρος του πνεύματος του νυν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνετράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦτες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί· ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει διὰ πολλὴν ἀγάπην αὐτοῦ, ἢν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ.

  54. 3.3

    Τὸ ἑξῆς ἐστι· καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν, συνεζωοποίησε τῷ Χριστῷ, ὁ Θεὸς, πλούσιος ὣν ἐν ἐλέει διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἧμας νέκρους τοῖς παραπτώμασιν, ἐν οἷς ποτε περιεπατήσαμεν, κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνετράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν φύσει τέκνα ὀργῆς, συνεζωοποίησε τῷ Χριστῷ. τὸν ” δέ’ σύνδεσμον τὸν ὅπου, ” ὁ δὲ Θεὸς πλούσιος ” ἐλέει·’’ ἡγούμεθα ἤτοι παρεμβεβλῆσθαι μάτην ἐν τοῖς ἣ ὡς ὑπὸ ἰδιώτου τῷ λόγῳ Παύλου μὴ τεθεωρῆσθαι παρέλκοντα. σαφῶς δὲ θάνατος τῆς ψυχῆς εἶναι λέγεται τὰ ἁμαρτήματα· ἐκ τοῦ καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν. καὶ ἐπεὶ ἴδιόν ἐστι τῆς γραφῆς ὄνομα τὸ παράπτωμα, ἐξεταστέον εἰ διαφέρει τῆς ἁμαρτίας, καὶ μάλιστα ἐπειδὴ ἐνθάδε συμπεπλεγμένως εἴρηται τὸ ” καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παρα- ” πτώμασιν καὶ ταῖς ἁμαρτίαις ὑμῶν. καὶ ζητοῦμεν, εἰ τὰ ἡμῖν ἤδη τετελεσμένα ἁμαρτίαι ἡμῶν λέγονται· αἱ δὲ ἀρχαὶ τούτων οἱονεὶ μηδέπω πτώματα οὖσαι ἀλλ’ ὁδεύουσα ἐπὶ τὸ πεσεῖν ἡμᾶς, παραπτώματα. καὶ τάχα διὰ τοῦτο, ἐν τῷ ὀκτωκαιδεκάτῳ λέγεται ψαλμῷ, ” παραπτώματα τίς συνήσει ;” τῷ τὸν συνιέντα τὰς ῥίζας καὶ τὰς ἀρχὰς ἁμαρτημάτων οὔσας παραπτώματα, δύνασθαι ἃν καὶ φυλάττεσθαι πρὸς τὸ μὴ ὑποπεσεῖν καὶ ταῖς ἁμαρτίαις.

  55. 3.4

    Τί ἐστι ” κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου περιπατεῖν, οὐχὶ κατὰ τὸν αἰῶνα τοῦ κρείττονος κόσμου ἐφ’ ὃν οἱ ἅγιοι σπεύδουσιν; ὁ μὲν οὖν τις ἁπλούστερον αἰῶνα τοῦ κόσμου τούτου ἡγήσεται, τὸν συμπαρεκτεινόμενον χρόνον τῇ τούτου τοῦ κόσμου ἀπ’ ἀρχῆς μέχρι τέλους κατασκεύῃ· ἄλλος δὲ, ἐκ τοῦ ἑξῆς ὑπονοήσει, μὴ ἄρα ὁ αὐτός ἐστιν ὁ ἄρχων τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, καὶ ὁ αἰὼν τοῦ κόσμου τούτου· ἐπείπερ ὡς καθ’ ἑνὸς τέτακται ταῦτα πάντα, λέγοντος Παύλου ” ἐν οἷς ποτὲ περιεπατήσατε κατὰ τὸν ” τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ” τοῦ πνεύματος καὶ ἐν τῇ πρὸς Γἀλάτας δὲ, τὸ ” ” λῆται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ,’’ νομίσει ὅτι ζῶον πονηρόν ἐστιν ὁ ἐνεστὼς αἰὼν, ὁ αὐτὸς ὣν τῷ ἄρ- χοντι τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος· πλὴν ἔχει ἀντεπεχείρησιν τὸ ἐκ τῆς πρὸς Γαλάτας Ἐπιστολῆς ῥητόν· ἐπεὶ καὶ περὶ ἡμερῶν λέγεται τῶν ὁμολογουμένων ὡς οὐκ οὐσῶν ἐμψύχων, τοιοῦτό τι· ” ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι “εἰσι·” καὶ ” μικραὶ καὶ πονηραί εἰσιν αἱ ἡμέραι ἃς ἐπὶ τῆς γῆς, φησὶν ὁ Τακώβ· καὶ τὸ ” δι’ οὑ ἐποίησε “ αἰῶνας” κείμενον, δόξει κτίσμα λέγειν τοὺς αἰῶνας· ὤν δύναται εἱς ἀποστατικῶς πονηρὸς γεγονέναι, καὶ λέγεσθαι αἰὼν τοῦ κόσμου τούτου καὶ ” ἄρχων τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος, ” νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ἐν οἷς καὶ ἡμεῖς ” πάντες ἀνεστράφημέν ποτε·’’ καὶ παρατηρητέον γε, ὅτι οὐκ κατὰ τὸν ἄρχοντα τοῦ ἀέρος, ἀλλὰ τῆς ἐξουσίας τοῦ ἀέρος· οὐκοῦν ζητητέον τὴν τοῦ ἀέρος ἐξουσίαν, ἵν οὕτως ἴδωμεν τὸν ἄρχοντα ταύτης.

  56. 3.5

    Δύναται δὲ ἡ λέξις καὶ τοιοῦτό τι δηλοῦν· κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας του πνεύματος· ὅπερ πνεῦμα ἀέρος ἐστι, τὸ πνεῦμα τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. ἐπεὶ οὖν ὁ ἄρχων τινός ἐστιν ἄρχων, ἐπιστήσεις μήποτε πάσης ἐξουσίας ἄρχων ἐστι τῆς περὶ τὸν ἀέρα, ὁ νῦν λεγόμενος· ἥτις ἐνεργεῖ, διατρίβουσα περὶ τὸν ἀέρα εἰς τοὺς τῆς ἀπειθείας υἱούς· καὶ πᾶς δὲ ὁ καταγγελλομένων θείων δογμάτων ἀπειθῶν αὐτοῖς, δι’ αὐτοῦ τοῦ ἀπειθεῖν, υἱὸς ἀπειθείας ἀναφαίνεται. καὶ μή ποτε πρὸς ταύτης ἡμῖν τὰς ἐξουσίας ἡ πάλη· ἀνθισταμένοις ταῖς ἐνεργείαις αἷς βούλονται ἐμποιεῖν καὶ εἰς ἡμᾶς, θέλουσαι ἡμᾶς ποιῆσαι υἱοὺς ἀπειθείας. οὐ θαυμαστὸν δὲ ταύτας τὰς ἐξουσίας ἐν τοῖς ἐπουρανίοις εἶναι λέγεσθαι· ὥσπερ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας ἐν τοῖς ἐπουρανίοις, τοῦ περὶ ἡμᾶς ἀέρος, κατά τινα συνήθειαν τῆς γραφῆς, οὐρανοῦ ὀνομαζομένου· λέγεται γὰρ πετεινὰ οὐρανοῦ· σαφὲς δὲ ὅτι ταῦτα κατὰ τὸν ἀέρα λέγεται.

  57. 3.6

    Τὸ δὲ ” καὶ ἐν οἷς ἡμεῖς πάντες ἀνεστράφημεν ποτε,’’ τίσιν, ἣ τοῖς παραπτώμασι; καὶ γὰρ οὐκ ἀπέδωκε τί πρὸς τὰ παραπτώματα, ἀλλὰ πρὸς μόνας τὰς ἁμαρτίας· εἰπὼν γοῦν ” καὶ ”ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν,’’ ἐπιφέρει τὸ ” ἐν οἷς ποτὲ περιεπατήσατε.’’ νῦν δὲ πρὸς τὸ τοῖς παραπτώμασιν ὑμῶν, τὸ ” καὶ ἐν οἱς καὶ ἡμεῖς “πάντες ἀνεστράφημέν ποτε· ἵνα μὴ δόξῃ εἰπὼν τὸ ” ἐν οἷς ” περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου,’’ δὲ ἀποσιωπῶν, οἷον ἀλαζονεύεσθαι δοκεῖν· οἶδε δέ τινα αὐτὸς ὁ Παῦλος ἐπιθυμίαν τῆς σαρκὸς, καὶ ἑτέραν ἐπιθυμίαν τοῦ πνεύματος, λέγων· ” ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ ” πνεῦμα κατὰ τῆς σαρκός.’’ ἀναστραφέντες δὲ ἐν τοῖς ἐπεὶ ἥμεθα ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ἐποιοῦμεν οὐχ ἕν τι, ἀλλὰ πλείονα θελήματα· καὶ οὐ μόνον τῆς σαρκὸς, ἀλλὰ καὶ τῶν διανοιῶν. ζητοῦμεν δὲ, τίνα τὰ θελήματα τῶν διανοιῶν, ἕτερα ὄντα τῶν θελημάτων τῆς σαρκός· καὶ στοχαζόμεθά γε τῷ μὲν ποιεῖν τὰ ἔργα τῆς σαρκὸς, καὶ φιληδονεῖν, ποιεῖ τίς τὰ θελήματα τῆς σαρκός· τῷ δὲ ἀποπεπτωκέναι τῆς ὑγίους δόξης καὶ τῆς ὀρθῆς διανοίας, ποιοῦμεν τὰ θελήματα τῶν διανοιῶν.

  58. 3.7

    Εἰς δὲ τὸ ἥμεθα φύσει τέκνα ὀργῆς ὡς καὶ οἱ λοιποὶ, οὐκ οἴ δάμεν ὁ τι ποτε ἐροῦσιν οἱ τὰς πνευματικὰς ἀρχῆθεν φύσεις εἰσάγοντες· πῶς γὰρ ὁ φύσει Υἱὸς Θεοῦ, φύσει εἶναι λέγεται υἱὸς ὀργῆς, ἀποκρινέσθωσαν. ἡμεῖς δὲ οἰόμεθα διὰ τὸ σῶμα τῆς ταπεινώσεως, γεγονέναι τέκνα φύσει ὀργῆς· ὅτε ἐνέκειτο ἡμῶν ἡ διάνοια ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος· κατὰ γὰρ τὸν Σολομῶντα ” οὐκ ἐστὶ δίκαιος ἐπὶ τῆς γῆς, ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ άμαρ- ἁμαρτησεται.

  59. 3.8

    (Χρυσόστομου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, πανταχοῦ παραμυθεῖται τὸν ἀκροατὴν ὁ Ἀπόστολος, μὴ βαρῶν αὐτόν· ἐπειδὴ γὰρ εἰπεν εἰς ἔσχατον κακίας ἠλάσατε· τοῦτο γάρ ἐστι νεκρωθῆναι· ὥστε μὴ σφόδρα βαρύναι αὐτοὺς, αἰσχύνονται γὰρ οἱ ἄνθρωποι τῶν προτέρων κακῶν εἰς μέσον φερομένων· κἂν ἀπολλύμενα ᾖ καὶ κίνδυνον οὐκ ἔχοντα, δίδωσιν αὐτοῖς συνεργὸν, ὥστε μὴ νομισθῆναι τὸ πᾶν αὐτῶν εἶναι, καὶ συνεργὸν ἰσχυρόν· τίνα δήπου, τὸν διάβολον· διὰ τι δὲ αὐτὸν ἄρχοντα τοῦ αἰῶνος τούτου φησίν; ἐπειδὴ πᾶσα σχεδὸν ἡ ἀνθρωπίνη φύσις ἐκείνῳ δέδωκεν ἑαυτὴν, καὶ πάντες αὐτῷ δουλεύουσιν, ἑκόντες καὶ προτρεπόμενοι, καὶ τῷ μὲν Χριστῷ μυρία ἐπαγγελλομένῳ ἀγαθὰ οὐδὲ προσέχει τίς· ἐκείνῳ δὲ οὐδὲν ὑπισχνουμένῳ τοιοῦτο, ἀλλ’ εἰς γέενναν παραπέμποντι, πέμποντι, πάντες ὑπείκουσιν· ἀλλ’ ἡ ἀρχὴ ἐν τῷ αἰῶνι τούτῳ· καὶ πλείους οὗτος ἔχει τοῦ Θεοῦ, διὰ τὴν ῥαθυμίαν τὴν ἡμετεραν.

  60. 3.9

    Κατὰ τὴν ἐξουσίαν τοῦ ἀέρος τοῦ πνεύματος.

  61. 3.10

    τοῦτο πάλιν φησὶν, ὅτι τὸν ὑπουράνιον ἔχει τόπον, καὶ πνεύματα πάλιν ἀέρια, ἀσώματοι δυνάμεις εἰσὶν, αὐτοῦ ἐνεργοῦντος· ἔστι γὰρ αἰώνιος ἡ ἀρχή· τουτέστιν, τῷ παρόντι αἰῶνι συγκαταλυομένη· λυομένη· ἄκουσον ἐν τῷ τέλει τῆς Ἐπιστολῆς λέγοντος αὐτοῦ· ” οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα· ἀλλὰ πρὸς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους ” τοῦ αἰῶνος τούτου.’’ ἵνα γὰρ μὴ κοσμοκράτορα ἀκούσας, καὶ ἄκτιστον αὐτὸν εἶναι φῆς, εἶπε τοῦ ” αἰῶνος τούτου·’’ καὶ πονηρὸν αἰῶνα καλεῖ, τὸν καιρὸν τὸν διεστραμμένον· οὐ περὶ τῶν κτισμάτων λέγων· ἐμοὶ γὰρ δοκεῖ γενόμενος ἄρχων ὑπὸ τὸν οὐρανὸν, μὴ μεταπεπτωκέναι τῆς ἀρχῆς καὶ μετὰ τὴν παράβασιν.

  62. 3.11

    τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας.

  63. 3.12

    Ὁρᾷς ὅτι οὐ βίᾳ, οὐδὲ τυραννίδι, ἀλλὰ πειθοῖ τοὺς πάντας ἐφέλκεται; καὶ οὐ τούτῳ μόνον αὐτοὺς παραμυθεῖται τῷ δοῦναι κοινωνὸν, ἀλλὰ καὶ τῷ ἑαυτὸν τάξαι μετ’ ἐκείνων. “ καὶ ἦμεν φύσει ” τέκνα ὀργῆς·” τὸ φύσει, τὸ γνήσιον ἐνταῦθα παρίτησιν· “ ὡς καὶ ” οἱ λοιποὶ πάντες·’’ τουτέστιν, οὐδὲν πνευματικὸν φρονοῦντες· ἵνα μὴ τὴν σάρκα διαβάλῃ καὶ μὴ δὲ μέγα τις εἶναι νομίσῃ τὸ πλημμέλημα, ὅρα πῶς ἀσφαλίζεται· τὰ θελήματα τῆς σαρκὸς ἡμῶν, φησὶ, καὶ τῶν διανοιῶν ποιοῦντες· τουτέστιν τὰ τῆς ἡδονῆς πάθη· παρωξύναμεν τὸν Θεὸν καὶ παρωργίσαμεν· τουτέστιν, ὀργὴ ἦμεν, καὶ οὐδὲν ἕτερον. ὥσπερ γὰρ ἀνθρώπου ὣν τέκνον φύσει ἄνθρωπός ἐστιν, οὕτω καὶ ἡμεῖς, ὡς καὶ οἱ λοιποί.

  64. 3.13

    Άλλόσ φησιν, ὑμᾶς φησὶ, τοὺς ἐξ ἐθνῶν ἐξαιρέτως ὄντας τοῦ θανάτου διὰ τὴν ἁμαρτίαν ἐν ᾗ ἐζῆτε, ὑπὸ τοῦ πονηροῦ δαίμονος τοῦ ἄρξαντος διὰ τῶν εἰσπνεομένων ἡμῖν πονηρῶν ἐννοιῶν, ἐλέου ἀξίωσας ὁ Θεὸς καὶ χάριτος ἑκουσίου, τὴν ἀντὶ ἁμαρτίας νεκρότητα ἡμῶν μετέβαλεν εἰς ζωὴν, κοινωνίᾳ τῇ πρὸς τὸν Χριστόν. ὅπερ γάρ ἐστιν ἐν Χριστῷ, τοῦτο εἰς ἡμᾶς χωρεῖ συναπτομένους αὐτῷ· καὶ τοὺς ἔχοντας δὲ νόμον, τὰ ὁμοία τῶν ἐθνῶν πεπονθέναι φησὶν, ἐν ἁμαρτίαις, ἵνα τὸ μέγεθος ἐνδείξηται τῆς δωρεᾶς τοῦ Θεοῦ, ὅτι τοὺς πάντας κρατουμένους ὑπὸ τῆς φθορᾶς διέσωσεν.

  65. 3.14

    Σευηριανὸσ δέ φησι, κόσμος, διττῶς λέγεται· καὶ ἡ σύστασις ἡ δημιουργικὴ, καὶ τῶν ἀνθρώπων τὸ σύστημα τὸ πονηρόν. νυνὶ δὲ διεῖλε τοῖς ἀνόμοις τὰ πράγματα· αἰῶνα καλέσας, τῶν ἀνθρώπων τὴν πονηρίαν καὶ τὴν ἁμαρτίαν· κόσμον δὲ τὴν σύστασιν τοῦ παντός· καθὼς καὶ ἐν τῇ πρὸς Γαλάτας λέγει, ” ” ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ.’’ τοῦτον νῦν αἰῶνα λέγει. τὴν οὑν κοινὴν ἀπόστασιν τῶν ἀνθρώπων καὶ πλάνην, αἰῶνα ὠνόμασεν· ἧς μέρος ἦσαν ποτὲ, καὶ οἱ νῦν πιστεύσαντες τῷ Χριστῷ.

  66. 3.15

    Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύ- πνεύματος.

  67. 3.16

    Φανερῶς διὰ τούτου δείκνυσιν ὁ Ἀπόστολος, ὅτι οὐκ ἀπ’ οὐρανοῦ ἄγγελος ἦν ὁ διάβολος, ἀλλ’ ἀέριον τὸ πονηρὸν πνεῦμα· κἂν ὁ Κύριος λέγῃ ” εἰδον τὸν Σατᾶναν ὡς ἀστραπὴν πεσόντα ἐκ οὐρανοῦ,” οὐχὶ τὸν τόπον δείκνυσιν ὅθεν ἔπεσεν, ἀλλ’ ἐπειδὴ ἄνωθεν ἡ ἀστραπὴ ὀξέως πίπτει, τὴν ὀξύτητα τῆς διαβολικῆς πτώσεως ἀστραπῇ παρέβαλε, λέγων ὡς ἀστραπὴ ἐξ οὐρανοῦ ὀξέως φέρεται, οὕτως ἔιδον τὴν πτῶσιν αὐτοῦ ὀξεῖαν. ” τοῦ νῦν “ γοῦντος.’’ ἐδήλωσεν ὅτι οὐ πάντοτε τὴν ἰσχὺν ὁ διάβολος ἔχει, ἀλλ’ ἡ ἀσθένεια τῶν ἀνθρώπων ἰσχὺς αὐτῷ γέγονεν. Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος.

  68. 3.17

    Ἀντὶ τοῦ ἀερίου πνεύματος.

  69. 3.18

    Ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν.

  70. 3.19

    Ἐκ τούτου δείκνυται, ὅτι οὐκ ἀντίκειται ἡ σὰρξ τῇ ψυχῇ, συνεφώνει γὰρ εἰς τὴν ἁμαρτίαν.

  71. 3.20

    Καὶ ἦμεν τέκνα φύσει ὀργῆς.

  72. 3.21

    Ωσπερ υἱοὶ γεέννης, οὕτω καὶ τέκνα ὀργῆς.

  73. 3.22

    Ο δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει.

  74. 3.23

    Οὐχ ἁπλῶς ἐλεήμων, ἀλλὰ πλούσιος· καθὰ καὶ ἐν ἑτέρῳ φη- σίν· ’• ἐν τῷ πλήθει τοῦ ἐλέου σου·’’ καὶ πάλιν· " ἐλέησόν με κατὰ τὸ μέγα ἔλεος σου.

  75. 3.24

    Διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς.

  76. 3.25

    Πόθεν ἡμᾶς ἠγάπησε ; ταῦτα γὰρ οὐκ ἀγάπης ἄξια, ἀλλ’ ὀργῆς καὶ τιμωρίας τῆς ἐσχάτης ’ καὶ τοῦτο οὖν ἀπὸ πολλοῦ ἐλέους.

  77. 3.26

    Καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι, συνεζωο- ποίησε τῷ Χριστῷ.

  78. 3.27

    Πἀλιν ὁ Χριστὸς μέσος· καὶ τὸ πρᾶγμα ἀξιόπιστον· εἰ γὰρ ἡ ἀπαρχὴ ζῆ, καὶ ἡμεῖς· ἐζωοποίησε κἀκεῖνον, καὶ ἡμᾶς· ὁρᾷς ὅτι περὶ τοῦ κατὰ σάρκα πάντα εἴρηται ; εἶδες τὸ ὑπερβάλλον μέγε- θος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας ; τοὺς νεκροὺς, τοὺς ὀργῆς υἱοὺς, τούτους ἐζωοποίησεν· εἶδες τὴν ἐλπίδα τῆς κλή- σεως ; συνήγειρε καὶ συνεκάθισεν· ε-ι’δες τὴν δόξαν τῆς κληρονο- μίας αὐτοῦ ; τὸ μὲν συνήγειρε δῆλον, τὸ δὲ συνεκάθισεν ἡμᾶς le^ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, πῶς ἕστηκεν ; ὡς τὸ συνή- γειρεν· οὐδέπω γὰρ οὐδείς ἐστιν ἐγηγερμένος· εἰ μὴ ὅτι τῆς κεφαλῆς ἀναστάσης, καὶ ἡμεῖς ἠγέρθημεν· ὡς καὶ ἐκεῖ τοῦ προσκυνήσαντος, καὶ ἡ γυνὴ προσεκύνησε τὸν 1ωσήφ· οὐκοῦν οὕτω *’ καὶ συνεκάθισε,’’ τῆς κεφαλῆς καθεζομένης καὶ τὸ σῶμα συγκά- θῆται. Διὰ τοῦτο γὰρ ἐπήγαγεν, " ἐν Χριστῷ \r\aov’’’^ ἣ εἰ μὴ τοῦτο, ἀλλὰ συνήγειρε διὰ τοῦ λουτροῦ. πῶς οὖν συνεκάθισεν ; εἰ γὰρ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν· εἰ ἀπεθάνομεν, καὶ συζήσομεν. ὄντως Πνεύματος χρεία καὶ ἀποκαλύψεως, ὥστε τὸ βάθος νοῆσαι τῶν μυστηρίων τούτων. ε-ι’τα ἵνα μὴ ἀπιστήσῃς, ὅρα τι ἐπάγει,

  79. 3.28

    Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ· ἐν χρηστό- τητι ἐφ’ ἡμᾶς, ἐν Χριστῷ Ἰησοῦ.

  80. 3.29

    Ἐπειδὴ γὰρ ε7πε τὰ περὶ τοῦ Χριστοῦ, ταῦτα δὲ οὐδὲν ἦν πρὸς ἡμᾶς· τι γάρ, φησι, πρὸς ἡμᾶς, εἰ ἐκεῖνος ἀνέστη ; ἔδειξε μὲν οὑν, ὅτι καὶ πρὸς ἡμᾶς, εἴγε οὕτως ἡμῖν ἥνωται. πλὴν ἀλλὰ καὶ τὰ ἡμῶν κατ’ ἰδίαν φησίν· " ὄντας γὰρ ἡμᾶς νεκροὺς τοῖς παραπτώ- “ μασι, συνήγειρε καὶ συνεκάθισεν·’’ ὥστε ὅπερ ἔφην, μὴ ἀπίστει, ἀπό τε τῶν προτέρων, ἀπό τε τῆς κεφαλῆς, ἀπό τε τοῦ βούλεσθαι ἐνδείκνυσθαι αὐτὸν τὴν ἀγαθότητα, λαβὼν τὴν ἀπόδειξιν. πῶς γὰρ ἐνδείξηται, ἂν τοῦτο μὴ γένηται; καὶ ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις. νῦν μὲν γὰρ λῆρος εἶναι δοκεῖ τοῖς ἀπίστοις τὰ λεγόμενα, τότε δὲ πάντες εἴσονται.

  81. 3.30

    Ὠριγένησ δέ φησι· τὸ “ συνήγειρε καὶ συνεκάθισεν,’’ ὃ μὲν ἁπλούστερον ἐκλαμβάνων, κατὰ πρόγνωσιν καὶ προορισμὸν Θεοῦ φήσει εἰρῆσθαι, ὡς ἤδη γενόμενον τὸ ἑπόμενον· ὁ δὲ νοητὴν θεωρῶν τὴν Χριστοῦ βασιλείαν, οὐκ ὀκνήσει λέγειν τὸν ἤδη ἅγιον, ὥσπερ οὐκ εἶναι ἐν σαρκὶ, καὶ ὑπὸ τῶν ἁπλουστέρων λέγηται εἶναι ἐν σαρκὶ, οὕτως οὐκ εἶναι ἐπὶ γῆς, κἂν κατὰ τὸ αἰσθητὸν βλέπηται ἐπὶ γῆς τυγχάνων. ὁ γὰρ ἐν Πνεύματι, οὐκ ἔστιν ἐπὶ γῆς, καὶ οὐδεὶς τῶν ἐν τοῖς ἐπουρανίοις ἐστὶν ἐν σαρκὶ, ἀλλ’ ἤδη ἐν Πνεύματι. ματι. αἱ γ᾿ οὖν τοιαίδε διαθέσεις καὶ ἡ τῶν τηλίκων γε καὶ τοιῶνδε κατάληψις οὐκ ἔστιν ἐπίγειος, ἀλλ’ ἐπουράνιος· πάντων τῶν ἤδη τὸ πολίτευμα ἐν οὐρανοῖς ἐχόντων τῶν συγκαθισάντων τῷ Χριστῷ ἐν τοῖς ἐπουρανίοις, εἴπερ καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ἐστιν, ἵν οὕτως ὦμεν κεκαθικότες ἐν τοῖς ἐπουρανίοις, συγκαθήμενοι θήμενοι τῷ Χριστῷ καὶ συνιδρυμένοι τῇ σοφίᾳ καὶ τῷ λόγῳ τοῦ Θεοῦ. τῇ γὰρ χάριτι ἐστε σεσωσμένοι, διὰ πίστεως.]

  82. 3.31

    (Χρυσοστόμοσ.) Ὁ μακάριος Ἰωάννης φησὶ, ἵνα μὴ πάλιν αὐτεξούσιον λυμήνηται, ἔθηκε καὶ τὸ ἡμῶν, καὶ πάλιν αὐτὸ ἀνεῖλε, καὶ φησὶ, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, οὐδὲ ἡ πίστις φησὶν ἐξ ἡμῶν. εἰ γὰρ μὴ ἦλθεν, εἰ γὰρ μὴ ἐκάλεσε, πῶς ἠδυνάμεθα πιστεῦσαι; Θεοῦ τοίνυν τὸ δῶρον· μὴ γὰρ ἤρκει ἡ πίστις σῶσαι, φησὶν, ἀλλ’ ἵνα μὴ ἀργοὺς μηδὲ καινοὺς σώσῃ, ταύτην ἐζήτησεν ὁ Θεὸς, φησί· τοῦτο αὐτὸ Θεοῦ δῶρόν ἐστιν, ἵνα μή τις καυχήσῃ τι, ἵνα εὐγνώμονας περὶ τὴν χάριν ποιήσῃ. τί οὖν αὐτὸς ἐκώλυσεν ἐξ ἔργων δικαιωθῆναι; οὐδαμῶς, ἀλλ’ οὐδεὶς ἐξ ἔργων, φησὶ ἐδικαιώθη, ἵνα δειχθῇ τοῦ Θεοῦ ἡ χάρις καὶ ἡ φιλανθρωπία· οὐχὶ ἔχοντας ἔργα ἀπώσατο, ἀλλὰ προδεδομένους ἀπὸ τῶν ἔργων χάριτι ἔσωσεν, ὥστε μηδένα λοιπὸν ἔχειν καυχᾶσθαι. εἶτα ἵνα μὴ ἀκούσας, ὅτι οὐκ ἐξ ἔργων, ἀλλὰ πίστει τὸ πᾶν κατωρθώθη, ἀργὸς γένῃ, ὅρα τι ἐπήγαγεν.

  83. 3.32

    Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

  84. 3.33

    Τὴν ἀναγέννησιν ἐνταῦθα αἰνίττεται· ὄντως ἡ κτίσις ἑτέρα ἐστὶν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθημεν· ὅπερ ἦμεν πρότερον, ἀπεθάνομεν, τοῦτέστιν, ὁ παλαιὸς ἄνθρωπος· ὅπερ ἐγενόμεθα, οὐκ ἦμεν πρότερον· ἄρα ἡ κτίσις τὸ πρᾶγμά ἐστι καὶ τῆς ἑτέρας τιμιωτέρα. ἐξ ἐκείνης μὲν γὰρ τὸ ζῆν, ἐκ δὲ ταύτης τὸ καλῶς ἡμῖν ζῆν περιγέγονεν· ” ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ “ ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.’’ Διαρκοῦσι γὰρ ἡμῖν χρεία τῆς ἀρετῆς, οὐχὶ ἵνα ἀρξώμεθα, ἀλλ’ ἵνα περιπατήσωμεν· οὐδὲ γὰρ εἰ βαδίζειν ὁδὸν ἔδει, εἰς πόλιν φέρουσαν βασιλικήν· εἶτα τὸ πλέον αὐτῆς ἀνύσαντες, περὶ τὸ τέλος αὐτὸ μαλακισθέντες ἐκαθίσαμεν, ὤνησεν ἀν’ ἧμας ἀυτὴ η ἐλπὶς τῆς κλήσεως· επ ἔργοις γὰρ φησὶν, ἀγαθοῖς. οὐδὲν οὖν ἃν ὤνησεν ἡμᾶς τὸ πρᾶγμα. οὕτω δὴ καὶ ἐνταῦθα· οὐχ ἵνα ἓν ἔργον ἐργασώμεθα, προστάττει, ἀλλ’ ἵνα πάντα.

  85. 3.34

    Θεόδωροσ δέ φησιν, ” εἰς τὸ αὐτοῦ γάρ ἐσμεν ποίημα, ” σθέντες ἐπ’ ἔργοις ἀγαθοῖς.” ἐνταῦθα οὐ κατὰ τὴν λέγει δημιουργίαν, ἀλλὰ κατὰ τὴν δευτέραν, καθ’ ἣν ἀνακτιζόμεθα διὰ τῆς ἀναστάσεως, ἵν, ἅπερ ἀπὸ τῆς οἰκείας προαιρέσεως κατορθῶσαι οὐδαμῶς οἷοί τε ἐγενόμεθα, τῷ τὴν φυσικὴν ἀντιπράττειν ἡμῖν ἀσθένειαν, ταῦτα δίχα πόνου παντὸς σὺν εὐμαρείᾳ πολλῇ χάριτι τοῦ πρὸς τοῦτο ἡμᾶς ἀνακτίζοντος, ἐπιτελέσαι ἡμῖν ἐγγένηται.

  86. 3.35

    Σευηριανόσ δέ φησιν, ἐπειδὴ κτισθέντες λέγει, ἡ κτίσις έστι· τὸ δὲ ” έπὶ ἔργοις ἀγαθοῖς” ἐπήγαγεν, ἵνα σαυτὸν οἰκοδομῇς . . . . . .

  87. 3.36

    Τῶν εἰς τὴν πρὸς Ἐφεσίους Ἐπιστολὴν Παύλου τοῦ Ἀποστόλου ἐξηγητικῶν ἐκλογῶν τόμος ά.

  88. 3.37

    ΤΟΜΟΣ B.

  89. 3.38

    Διὸ μνημονεύετε, ὅτι ὑμεῖς ποτε τὰ ἔθνη οἱ λεγόμενοι ἀκροβυστία, ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποίητου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλωτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι, ἐν τῷ κόσμῳ.

  90. 3.39

    (Χρυσοστόμοσ.) Ὁ μακάριος Ἰωάννης φησὶ, πολλὰ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν· πρῶτον, ὅτι δι’ ἑαυτοῦ ἔσωσε, καὶ δι’ ἑαυτοῦ τρόπῳ τοιούτῳ· δεύτερον, ὅτι τίνας ὄντας ἔσωσε· πρῖτον, ὅτι ποῦ ἀνήγαγε· καὶ πάντα ταῦτα κινεῖ νῦν γράφων ὁ Παῦλος. εἶπεν, ὅτι νεκροὺς ὄντας τοῖς παραπτώμασι καὶ τέκνα ὀργῆς ἔσωσε. νῦν λέγει, τίνων ἐποίησεν ἴσους. ” διὸ’’ ” μνημονεύετε,’’ ἔθος γὰρ ἡμῖν ἅπασιν, ὅταν ἐκ τῆς εὐτελείας εἰς ἀντίρροπον, εἰ καὶ μείζονα τιμὴν ἀναχθῶμεν, μηδὲ μεμνῆσθαι τῶν προτέρων. διὰ τοῦτό φησι· ” διὸ “διὶ” ποῖον; ἐπειδὴ ἐκτίσθημεν ἐπὶ ἔργοις ἀγαθοῖς· τοῦτο δὲ ἱκανὸν ἡμᾶς πεῖσαι τῆς ἀρετῆς ἐπιμελεῖσθαι, καὶ εὐγνώμονας περὶ τὸν εὐεργέτην ποιῆσαι, ὅτι ὑμεῖς ποτε τὰ ἔθνη οἱ λεγόμενοι· ἐν ῥήμασιν ἦν ἡ τιμή· ἐν σαρκὶ τὸ προτέρημα·” οὐδὲν γάρ ἐστιν ἡ “ἀκροβυστία, οὐδὲν ἡ περιτομὴ, ” ὑπὸ τῆς λεγομένης “ τομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ “ Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, “ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας· ἐλπίδα μὴ ἔχοντες, “ ἄθεοι ἐν τῷ κόσμῳ.’’ Ὑμεῖς ὑπὸ Ἰουδαίων τοῦτο καλούμενοι. τί δή ποτε δὲ μέλλων δεικνύναι τὴν εὐεργεσίαν αὐτῶν ἐν τούτῳ γενομένην· ἐν τῷ κοινωνῆσαι αὐτοῖς τῷ Ἰσραὴλ, πάλιν τὸ ἀξίωμα τὸ Ἰσραηλιτικὸν οὐ καθαιρεῖ, ἀλλ’ ἐν τούτοις ἐπαίρει αὐτὸ ἐν τοῖς ἀναγκαίοις· ἐν τούτοις δὲ καθαιρεῖ, ἐν οἷς οὐκ ἐκοινώνησαν. προϊὼν γὰρ, φησὶ, συμπολῖται τῶν ἁγίων ἐστὲ, καὶ οἰκεῖον τοῦ Θεοῦ. ὁρᾷς πῶς οὐ καθαιρεῖ; ταῦτα, φησὶ, ἀδιάφορά ἐστι. μὴ νομίσητε ὅτι περιτομῆς οὐκ ἐτύχετε, ἀλλ’ ἀκροβυστία ἐστὲ, διαφοράν τινα εἶναι. τὸ γὰρ χαλεπὸν τοῦτο ἦν, τὸ χωρὶς Χριστοῦ εἰναι, τὸ τῆς πολιτείας ἀπηλλοτριῶσθαι· τοῦτο δὲ οὐ πολιτεία. τὸ δὲ ξένους εἶναι τῶν διαιθηκῶν τῆς ἐπαγγελίας, τὸ ἐλπίδα μὴ ἔχειν τὴν μέλλουσαν, τὸ ἀθέους εἰναι ἐν τῷ κόσμῳ τούτῳ, ταῦτα πάντα ἐκείνων ἦν. εἶπε περὶ τῶν οὐρανίων πραγμάτων, λέγει δὲ περὶ τῶν ἐπὶ γῆς, ἐπειδὴ μεγάλην εἶχον περὶ αὐτὸν δόξαν οἱ Ἰουδαῖοι· οὕτω καὶ ὁ Χριστὸς παραμυθούμενος τοὺς μαθητὰς, μετὰ τὸ εἰπεῖν ὅτι “ μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν “βασιλεία τῶν οὐρανῶν,’’ τὸ ἔλαττον τίθησιν· ” φησὶν, ” ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.’’ τοῦτο γὰρ πρὸς μὲν τὸ μέγεθος ἔλαττόν ἐστι, πρὸς δὲ τὸ ἐγγὺς εἶναι καὶ πιστεῦσαι, μέγα καὶ ἱκανὸν, καὶ πολλὴν ἔχει τὴν ἰσχύν. ἄρα τοῦτο ἢν τὸ πολιτεύεσθαι· πολλὴ δὲ τῶν ῥημάτων ἡ ἔμφασις, πολὺν δεικνῦσα τὸν χωρισμόν· “ ἀπηλλοτριωμένοι,’’ φησὶ, ” καὶ ξένοι “ διαθηκῶν,’’ ἐπεὶ καὶ Ἰσραηλῖται τῆς πολιτείας ἦσαν ἐκτός· ἀλλ’ οὐχ ὡς ἀλλότριοι, ἀλλ’ ὡς ῥᾴθυμοι καὶ τῶν διαθηκῶν ἐξέπεσον, οὐχ ὡς ξένοι. τίνες δὲ αἱ διαθῆκαι τῆς ἐπαγγελίας; ” σοὶ “ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην,’’ καὶ ὅσα ἕτερα “ ἐλπίδα,’’ φησὶ, ” μὴ ἔχοντες, καὶ ἄθεοι·’’ Θέους προσεκύνουν, ἀλλ’ οὐκ ἦσαν. οὐ γὰρ ἐστί τι εἴδωλον.

  91. 3.40

    Ωπιγένησ φησὶ πρὸς τοὺς νομίζοντας μὴ τὴν τοῦ Ἰσραὴλ πολιτείαν πολιτεύεσθαι τοὺς εἰς Χριστὸν πεπιστευκότας, ἀλλὰ ἄλλην τινὰ καινὴν, καὶ οὐδὲν πρὸς ἐκείνην κοινὸν ἔχουσαν, καλὸν παρατήρημα ἐντεῦθεν ἔστι λαβεῖν, “ ἦτε’’ γὰρ, φησὶν, ” ἐν “ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ “ Ἰσραήλ, ὡς νῦν οὐκέτι αὐτῶν ὄντων χωρὶς Χριστοῦ, ἀλλ’ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ· τοῖς γὰρ νοοῦσι τὸν πνευματικὸν νόμον, καὶ κατ’ αὐτὸν βιοῦσι, πᾶσιν ὑπάρχει τὸ οἰκειῶσθαι τῇ πολιτείᾳ τοῦ Ἰσραήλ· καὶ μᾶλλον τῶν σωματικῶν Ἰουδαίων, ἀκόλουθόν ἐστι τὸν χωρὶς Χριστοῦ καὶ ἀπηλλοτριωμένον τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένον νομίζειν εἶναι τῶν διαθηκῶν τῆς ἐπαγγελίας. ζητήσεις δὲ, μή ποτε διὰ τοῦτο εἴρηται ” ἄθεοι, “ τῷ κόσμῳ τούτῳ κ·” ἐπεὶ ὅσον ἐπὶ τῇ προγνώσει τοῦ Θεοῦ ἦσαν ἄθεοι, οἷς γράφεται ἡ Ἐπιστολή.

  92. 3.41

    Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ, ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν, ἐγεννήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.

  93. 3.42

    Τὸ μακρὰν καὶ τὸ ἐγγὺς ὠνομάσθη ἀπὸ τῶν τοπικῶς μακρὰν ἣ ἐγγὺς; εἰς παράτασιν τῆς πόρρω τοῦ Θεοῦ προαιρέσεως, καὶ τῆς ἐγγιζούσης τῷ θελήματι αὐτοῦ· γινόμεθα δὲ ἐγγὺς, καθαρθέντες τῷ αἵματι τοῦ Χριστοῦ, καὶ ταύτης τῆς τιμῆς ἀγορασθέντες. ” αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν.’’ τηρητέον, ὅτι ὥσπερ ἐστὶ ὁ Χριστὸς καὶ σοφία καὶ δύναμις καὶ ζωὴ, οὕτω καὶ εἰρήνη· καὶ συνακτέον γε πάντα ἀπὸ πάσης γραφῆς, ἃ ὀνομάζεται, ἵνα αὐτὸν ἀκριβέστερον νοήσωμεν. ὥσπερ οὖν ὁ ἔχων αὐτὸν ἔχει λόγον· ὅτε αὐτὸν ζητήσας εὗρεν ὡς λόγον, τὸ δὲ ἀνάλογον καὶ ἐπὶ σοφίας καὶ δικαιοσύνης ἔχει, οὕτω ζητήσωμεν αὐτὸν καὶ ὡς εἰρήνην· ἵνα αὐτὸν ἔχωμεν, καθώς ἐστιν εἰρήνη, καὶ εἰρήνη πάντων τῶν λογικῶν· ὁ δὲ μὴ ἔχων τὴν εἰρήνην οὐκ ἔχει τὸν Χριστόν.

  94. 3.43

    Σευηπιανόσ δέ φησιν· οὐκ εἶπεν ἐγγύτερον τῶν πιστευσάντων ἀπὸ περιτομῆς, ἀλλ’ ἐγγύς.

  95. 3.44

    Θεόδωποσ δέ φησι, νῦν ὁ τοῦ Χριστοῦ θάνατος τὴν ἀνάστασιν χαρισάμενος, καὶ ἕτερον ἀντὶ τοῦ παρόντος ἐπεισαγαγὼν βίον, συνῆψεν ὑμᾶς τοὺς ἀφεστῶτας πολύ· πῶς καὶ τίνα τρόπον; ” γάρ ἐστιν ἡ εἰρήνη ἡ ἡμῶν, καὶ τὰ ἑξῆς. ὁ Χριστὸς τὴν διὰ τῆς ἀναστάσεως ἀθανασίαν ἡμῖν παρασχὼν, κατέλυσε τὴν διαίρεσιν ταύτην. ἐν γὰρ ἀθανάτῳ φύσει περιτομὴ μὲν οὐκ ἃν γένοιτο. τούτου δὲ οὐκ ὄντος, οὐδὲ μία φανήσεται ἀκροβύστου καὶ περιτετμημένου διάκρισις, ἀλλὰ μὴν καὶ αὐτῶν τῶν ἐντολῶν τὸν νόμον ἐντεῦθεν ἔπαυσε· περιττὴ γὰρ τότε πᾶσα τοῦ νόμου διάταξις.

  96. 3.45

    (Χπυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν οὐ τοῦτο λέγει, ὅτι εἰς ἐκείνην τὴν εὐγένειαν ἡμᾶς ἤγαγε, ἀλλ’ ὅτι καὶ ἡμᾶς κἀκείνους εἰς μείζονα· πλὴν ἡμῖν μείζων ἡ εὐεργεσία. τοῖς μὲν γὰρ καὶ ἐπήγγελτο, καὶ ἐγγυτέρω ἦσαν, ἡμῖν δὲ οὐδὲ ἐπήγγελτο, καὶ πορρωτέρω ἦμεν. διό φησι, ” τὰ δὲ ” ἔθνη ὑπὲρ ἐλέου δοξάσαι τὸν Θέον.’’ ἐπηγγείλατο μὲν τοῖς ἀλλ’ ἀνάξιοι ἦσαν· τούτοις δὲ οὐδὲ ἐπήγγελτο, ἀλλὰ ξένοι ἦμεν, οὐδὲν κοινὸν εἴχομεν πρὸς αὐτούς· καὶ ἐποίησεν ἡμᾶς ἓν, οὐχ ἡμᾶς ἐκείνοις συνάψας, ἀλλὰ καὶ ἐκείνους καὶ ἡμᾶς εἰς ἓν συνάψας. Ὑπόδειγμα δὲ ἐρῶ. Ὑπόδειγμα εἶναι ἀνδριάντας δύο, τὸν μὲν ἐξ ἀργύρου, τὸν δὲ ἐκ μολύβδου, εἶτα ἀμφοτέρους καταχωσθέντας ἀνελθεῖν χρυσοῦς τοὺς δύο ἰδοὺ τοὺς δύο ἓν ἐποίησεν. ἔστω πάλιν ὁ μὲν δοῦλος ὁ δὲ υἱοποίητός, ἀμφότεροι δὲ αὐτὸν προσκυνείτωσαν· ὁ μὲν ἀποκήρυκτος ὣν παῖς, ὁ δὲ δραπέτης, καὶ οὐδὲ ἐγνωκὼς τὸν πατέρα. εἶτα ἀμφότεροι γινέσθωσαν κληρονόμοι καὶ γνήσιοι παῖδες. ἰδοὺ εἰς μίαν ἤχθησαν τὴν τιμήν· οἱ δύο γεγόνασιν ἕν, ὁ μὲν πόρρωθεν ἐλθὼν, ὁ δὲ ἐγγύθεν.

  97. 3.46

    Τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας.

  98. 3.47

    Ποῖον ἔστι τὸ μεσότοιχον; τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ· τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας. τινὲς φασὶ τὸ μεσότοιχον τῶν Ἰουδαίων πρὸς τοὺς Ἕλληνας, ὅτι οὐκ ἀφίησιν αὐτοὺς ἀναμίγνυσθαι. ἐμοὶ δὲ οὐ τοῦτο δοκεῖ, ἀλλὰ τὸ μεσότοιχον τοῦτο κοινὸν εἶναι τὴν ἔχθραν· τοῦτο μεσότοιχον ἦν διαφράσσον, καθὼς ὁ προφήτης φησίν· ” οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνάμεσον “ ὑμῶν καὶ ἐμοῦ·’’ μεσότοιχον ἦν, ἔχθρα ἦν, καὶ πρὸς καὶ πρὸς Ἕλληνας εἶχε· τοῦ δὲ νόμου ὄντος, οὐ μόνον οὐκ ἐλύετο, ἀλλὰ ηὔξετο. ” ὁ γὰρ νόμος,’’ φησὶν, ” ὥσπερ οὖν ἐκεῖ λέγων ὁ νόμος, ὀργὴν κατεργάζεται, οὐκ αὐτὸ τὸ πᾶν ἐπιγράφει, ἀλλ’ ἐπειδὴ παρέβημεν, ὑπακούεται. οὕτω δὲ ἐνταῦθα μεσότοιχον αὐτὸν φησὶν, ἐπειδὴ παρακουόμενος ἔχθραν ἐποίει. φραγμὸς ὁ νόμος ἦν· ἀλλ’ οὗτος ἐγένετο μὲν ἀσφαλείας ἕνεκεν. διὸ καὶ φραγμὸς ὠνόμασται. ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, ” καὶ φραγμὸν αὐτῷ περιέθηκαν,’’ καὶ πάλιν ” “τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευό- “ μένοι τὴν ὁδόν·’’ ἐκεῖ τὴν ἀσφάλειαν φησίν· ” “ φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα·’’ γέγονε δὲ οὐκέτι αὐτοὺς ἐν ἀσφαλείᾳ καθιστῶν, ἀλλὰ χωρίζων αὐτοὺς ἀπὸ τοῦ Θεοῦ.

  99. 3.48

    Τοιοῦτο γὰρ τὸ μεσότοιχον τὸ ἀπὸ τοῦ φραγμοῦ ὅπερ ἔλυσεν ὁ Χριστὸς, οἶον δὴ τοῦτό ἐστι τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. πῶς; σφαγεὶς καὶ λύσας ἐκεῖ τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ· οὐ τούτῳ δὲ μόνον, ἀλλὰ καὶ τῷ φυλάξαι αὐτὸν, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας. βαβαὶ, ἔδωκεν ἡμῖν νόμον, ἵνα φυλάσσωμεν· ἐπειδὴ οὐκ ἐφυλάξαμεν, δέον κολασθῆναι· τὸν νόμον κατέλυσεν, ὡς ἃν εἴ τις παιδίον ἴδιον παραδοὺς παιδαγωγῷ, ἐπειδὴ μὴ ὑπακούῃ, καὶ τοῦ παιδαγωγοῦ ἐλεύθερον ποιήσῃ καὶ ἀπάγοι. τί ἐστιν, ” ἐν δόγμασι καταργήσας ;” πολλὴν γὰρ φησὶν ἐντολῆς καὶ δογμάτων, ἣ τὴν πίστιν αὐτήν φησιν δόγμα καλῶν, ἀπὸ γὰρ πίστεως μόνης ἔσωσεν, ἢ τὴν παραγγελίαν, καθὼς ἔλεγεν ὁ Χριστός· ” ἐγὼ δὲ λέγω ὑμῖν, μηδὲ ” ὅλως·’’ τουτέστιν, ἐὰν πιστεύσης, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν νεκρῶν, σωθήσῃ· καὶ πάλιν ” ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν ” στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου. μὴ εἴπῃς, τίς ἀναβήσεται ” εἰς τὸν οὐρανὸν, ἣ τίς καταβήσεται εἰς τὴν ἄβυσσον, ἣ ” αὐτὸν ἀνήγαγε ἐκ νεκρῶν ;” ἀντὶ βίου πίστιν γὰρ μὴ εἰκῆ σώσῃ, ἀπῄτησεν αὐτοὺς τὴν πίστιν διὰ δογμάτων, ἵνα τοὺς δύο κτίση ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην.

  100. 3.49

    Ὁρᾷς οὐχὶ τὸν Ἕλληυνα γινόμενον Ἰουδαῖον, ἀλλὰ τοῦτον κἀκεῖνον εἰς ἑτέραν κατάστασιν ἥκοντας, οὐχὶ ἵνα τοῦτον ἕτερον ἐργάσηται, ἀλλὰ τοὺς δύο κτίσῃ. καὶ καλῶς πανταχοῦ τῷ ὀνόματι κέχρηται τῶ κτίσει; καὶ οὐκ εἶπε, μεταβάλῃ, ἵνα δείξῃ τὸ ἐναργὲς τοῦ γενομένου, καὶ ὅτι εἰς ὁρατὸν ἡ κτίσις, ἀλλ’ ἐκείνης οὐκ ἐλάττων, καὶ ὅτι ὡς ἀπὸ φυσικῶν πραγμάτων ἀποπηδᾷν ἡμᾶς οὐ χρὴ λοιπόν. ἵνα τοὺς δύο κτίση, φησὶν, ἐν αὐτῷ, τουτέστι, δι’ ἑαυτοῦ· οὐκ ἄλλω τοῦτο ἐπέταξεν, ἀλλὰ δι’ ἑαυτοῦ καὶ τοῦτον κἀκεῖνον χωνεύσας, ἕνα ἀνήνεγκε θαυμαστὸν, αὐτὸς πρῶτος τοῦτο γινόμενος, ὅπερ τῆς προτέρας κτίσεως ἐστι μεῖζον, αὐτὸς πρῶτος τύπον παρασχὼν καὶ ὑπόδειγμα. ἔνθεν γὰρ τὸν Ἰουδαῖον κατασχὼν, καὶ ἔνθεν τὸν Ἕλληνα, μέσος αὐτὸς γενόμενος καὶ συμμίξας αὐτοῖς, καὶ πᾶν αὐτῶν τὸ ἠλλοτριωμένον ἀφανίσας, ἀνέπλασεν ἄνωθεν διὰ πυρὸς καὶ ὕδατος, οὐ δι’ ὕδατος καὶ γῆς. γέγονεν Ἰουδαῖος περιτμηθεὶς, γέγονεν ἐπικατάρατος, γέγονεν Ἕλλην, ἐκτὸς νόμου—καὶ ὑπὲρ Ἕλληνας καὶ Ἰουδαίους εἰς ἕνα καινὸν ἄνθρωπον, φησὶν, ποιῶν εἰρήνην, πρὸς τὸν Θεὸν, ἢ καὶ πρὸς ἀλλήλους, μᾶλλον δὲ πρὸς τὸν Θεόν· τὸ γὰρ ἑξῆς τοῦτο δηλοῖ. Τί γάρ φησι; ” ” ἀποκαταλλάξει τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ ” σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. οὐκ εἶπε, ἀλλ’ ἀποκαταλλάξει, δεικνὺς, ὅτι ἡ ἀνθρωπίνη φύσις ἀκατάλλακτος ἦν, οἷον ἐπὶ τῶν ἁγίων, καὶ πρὸ τοῦ νόμου· ἐν ἑνὶ σώματι, φησὶ, τῷ αὐτοῦ, τῷ Θεῷ. πῶς τοῦτο γίνεται ; τὴν ὀφειλομένην φησὶν δίκην αὐτὸς ὑποστάς. “ Διὰ τοῦ σταυροῦ, “ ἀποκτείνας τὴν ἔχθραν ἐν ἑαυτῷ.’’ οὐδὲν κυριώτερον τῶν λέξεων, οὐδὲν ἐμφαντικώτερον. ὁ θάνατος αὐτοῦ, φησὶ, τὴν ἔχθραν ἀπέκτεινεν, ὥστε μηκέτι αὐτὴν ἀναστῆναι. πῶς οὐν ἀνίσταται ; ἀπὸ τῆς πολλῆς ἡμῶν κακίας, ἕως ἃν μένωμεν ἐν τῷ σώματι τοῦ Χριστοῦ, ἕως ἃν ὦμεν ἡνωμένοι, οὐκ ἀνίσταται, μᾶλλον δὲ ἐκείνη οὐδέποτε ἀνίσταται, κἂν ἑτέραν τέκωμεν, οὐκέτι παρὰ τὸν τὴν προτέραν ἀνελόντα καὶ ἀπολύσαντα· σὺ δὲ ὠδίνεις ἑτέραν· τὸ γὰρ φρόνημα, φησὶ, τῆς σαρκὸς, ἔχθρα εἰς Θεόν· ἃν μηδὲν φρονῶμεν σαρκικὸν, οὐ τεχθήσεται ἑτέρα.

← Previous · Next → — showing 101200 of 462

First Thousand Years of Greek. CTS URN tlg4102.tlg020.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.