Catena In Epistulam I Ad Corinthios
- 4.40
Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. οὐ δεδούλω- ται ὁ ἀδελφὸς ἣ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός. τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις ; ἣ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις, ἢ μή ; ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεὸς, ἕκαστον ὡς κέκληκεν ὁ Κύριος, οὕτως περιπατείτω· καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι.
- 4.41
Θεοδωρίτου. Καὶ μὴν ὁ Κύριος ἔφη, “ οὐκ ἦλθον βαλεῖν “ εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν·” διχάσαι ἄνθρωπον ἀπὸ τοῦ πλησίον αὐτοῦ. ἀλλὰ οὐκ ἐναντίον τοῦτο ἐκείνῳ· ἑρμηνεύει δὲ ὁ Ἀπόστολος τὴν τοῦ Κυρίου διδασκαλίαν. τὸ σωτήριον γὰρ φησὶ κήρυγμα οὐ σύγχυσιν εἰς τὸν βίον εἰσάγει· ἀλλὰ μᾶλλον πραγματεύεται τὴν ἀληθῆ καὶ θεῷ φίλην εἰρήνην· διαιρεῖ μέντοι πρότερον τὴν κακὴν συμφωνίαν· καὶ τῇ διαφωνία, τὴν ἐπαινουμένην ὁμόνοιαν πραγματεύεται. οἱ γὰρ τὸ θεῖον δεξάμενοι κήρυγμα, διδάσκαλοι τῶν ἀπίστων γιγνόμενοι, εἰργάζοντο παραδόξως τὴν θαυμασίαν μεταβολὴν, καὶ τὰς καλῶς διαιρεθείσας ἐποδήγουν εἰς τὴν ἀξιέραστον συμφωνίαν· τοῦτο καὶ ἐνταῦθα φησὶ, “ τί γὰρ “ οἶδας γύναι εἰ τὸν ἄνδρα σώσεις, ἣ μή ; ἑκάστῳ ὡς ἐμέρισεν ὁ “ Θεός·” ἀνάδεξαι, φησὶν, ἐπὶ χρησταῖς ἐλπίσι τὸν πόνον· ἔχεις τὸν Θεὸν τῆς προθυμίας ἐπίκουρον· “ ἕκαστον ὡς κέκληκεν ὁ “ Κύριος, οὕτως περιπατείτω· καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πά, “ σαῖς διατάσσομαι·” ἐδίδαξεν ἐνταῦθα σαφῶς ὡς οὐκ ἀπίστοις ἀνδράσιν ἣ γυναιξὶ συνάπτεσθαι παρηγγύηκεν, ἀλλὰ τοῖς οὕτω κληθεῖσιν ἐκεῖνα νενομοθέτηκεν.
- 4.42
Θεοδωρου. Περιττὸν γὰρ οἴεσθαι ταῦτα ἐμποδῶν αὐτῷ πρὸς εὐσέβειαν γίνεσθαι· ἐν οἷς τὸ πρότερον ὣν, κληθῆναι πρὸς τὴν πίστιν οὐκ ἐκωλύθη· τοῦτο γὰρ σημαίνει τὸ “ ὡς κέκληκεν·” καὶ δεικνὺς τὸ τοῦ παραγγέλματος ἀναγκαῖον, “ καὶ οὕτως ἐν ταῖς “ ἐκκλησίαις πάσαις διατάσσομαι.”
- 4.43
Ἰωάλλου. Εἰ δὲ καὶ καθ’ ἑκάστην ἡμέραν πυκτεύει μάχεται, βουλόμενός σε πρὸς τὴν αὐτοῦ ἀγαγεῖν ἀπιστίαν· καὶ οὕτως χωρίσθητι· οὔτε γάρ φησὶ, δεδούλωσαι εἰς τὰ τοιαῦτα· ὥστε καὶ μαχόμενον βαστάζειν· καὶ δῆλον ὅτι περὶ μάχης γενομένης λέγει, “ ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός·” τοῦτ’ ἐστιν ἵνα εἰρηνεύωμεν, καὶ μὴ ᾖ ἐν ὑμῖν στάσις ἣ μάχη. ἐπεὶ οὖν μάχεται, καὶ διὰ τοῦτο ἀπαλλαγῆναι καλόν.
- 4.44
Τοῦ Αὐτοῦ.Πάλιν πρὸς τὸ ἀφιέναι μένειν ἐθέλοντα μὴ δὲ στασιάζοντα, μεταβέβηκεν, καὶ φησὶν, εἰ μὴ διαστασιάζει πρὸς σὲ, μένε μετ’ αὐτοῦ· εἰκὸς γὰρ τῷ χρόνῳ καὶ σώσεις αὐτὸν συμβουλεύουσα, καὶ πιστὸν ποιήσεις· ὅρα δὲ πῶς οὐκ ἐν ἀνάγκῃ τοῦτο γενέσθαι ἀπῄτησεν, ἵνα μὴ βάρος ἐπιθῇ· ἀλλὰ τῇ τοῦ μέλλοντος ἀδηλίᾳ καὶ τὴν ἀνάγκην ἐξεῖλεν, καὶ ταύτην μὴ ἀπογνῶναι καὶ ναρκῆσαι συμβουλεύουσαν παρεσκεύασεν.
- 4.45
Τοῦ Αὐτοῦ. Ἕως τοῦ “ ἢ μὴ,” στίξον τελείαν. ἵνα ᾖ οὕτως· ἣ τι οιοας ἄνερ, εἰ τὴν γυναῖκα σώσεις, ἣ μή ; τουτ’ ἐστιν, πόθεν οἶδας εἰ σώσεις, ἣ μὴ σώσεις ; ἄδηλον γὰρ τὸ μέλλον· ἀδήλου δὲ ὄντος, οὐ δεῖ λύειν τὸν γάμον· εἰκὸς γὰρ, φησὶν, καὶ τὸν καλὸν νομικῶς εἰπεῖν ἐξιέναι, τοῦτ’ ἐστιν τῷ σῶσαι· μὴ σώζων μὲν γὰρ, οὐκ ἐβλάβης· σώζων δὲ, ὠφελήσοις καὶ ὠφελέθῃς.
- 4.46
e Οὕτως ὁ ἐν ἁγίοις Σευηριανὸς ἔστιξεν· ἄλλως γὰρ ἐὰν στίξῃς, καὶ ἀσυνάρτητος εὑρίσκεται ἡ σύνταξις.
- 4.47
Τοῦ Αὐτοῦ.Οὕτως σε φησὶν ἐμέρισεν ὁ Θεὸς, κέκληκεν μετὰ γυναικὸς ἣ ἀνδρὸς ἀπίστου· στέργε τοιγαροῦν τὸν γάμον, καὶ μὴ διαλύσῃς διὰ τὴν πίστιν.
- 4.48
Φωτίου.“ Οὐ δεδούλωται ὁ ἀδελφὸς ἣ ἡ ἀδελφὴ ἐν τοῖς “ τοιούτοις.” οὐκ ἔχει ἀνάγκην, φησὶν, ὁ πιστὸς ἣ ἡ πιστὴ ἐν τοῖς ἀπίστοις τοιαύτην, οἷα αὐτῶ ἐπίκειται ἐπὶ τῶν πιστῶν· ἐκεῖ μὲν γὰρ παντὶ τρόπῳ χωρὶς λόγου πορνείας, οὐκ ἔξεστιν ἀπ’ ἀλλήλων τοὺς συναφθέντας χωρισθῆναι· ἐνταῦθα δὲ ἃν μὲν συνευδοκῇ τὸ ἄπιστον μέρος τῷ πιστῷ συνοικεῖν, δεῖ μὴ λύειν τὸ συνοικέσιον· ἃν δὲ στασιάζῃ, καὶ τὴν λύσιν ἐκεῖνος ποιῇ, οὐ δεδούλωται ὁ πιστὸς εἰς τὸ μὴ χωρισθῆναι, ἀλλ’ ἐλεύθερός ἐστιν f τὸ συνοικέσιον διὰ τὴν τοῦ ἀπίστου στάσιν λύειν· ἀλλ’ ἄμεινον πολλῷ ποιήσει, εἰ τὴν ἔριν εἰρήνῃ καὶ καλοκαγαθίᾳ λύσας, μὴ λύσῃ τὸν γάμον· “ ἐν γὰρ εἰρήνῃ,” φησὶ, “ κέκληκεν ἡμᾶς ὁ Θεός·” τοῦτο γὰρ, φησὶ, καὶ τῆς κλήσεως τῆς ἀπὸ Θεοῦ σημεῖον, τὸ εἰρηνικοὺς ὅσον τὸ ἐξ ὑμῶν, πρὸς πάντας εἶναι· καὶ τὸ ἐφεξῆς δέ· “ τί γὰρ “ οἶδας γύναι” καὶ ἑξῆς, ταύτῃ συνᾴδει τῇ ἑρμηνείᾳ διὰ τῆς πρὸς αὐτὴν μάλιστα ἀκολουθίαν· ἑκάστῳ ὡς ἐμὲ g ὁ Θεός· τὸ γὰρ συμφέρον αὐτὸς μόνος οἶδεν· καὶ πότερον μᾶλλον συνετέλει τὸν πιστὸν ἐξ ἀρχῆς ἀπίστῳ συναφθῆναι ἣ πιστῷ. ἐπ’ ἐνίων μὲν γὰρ συνέφερεν πιστὸν πιστῷ συνοικεῖν, καὶ συνήφθη· ἐπ’ ἐνίων δὲ πιστὸν ἀπίστῳ· καὶ γέγονεν οὕτως· καὶ τούτων οὐδείς ἐστιν ἰκανὸς συνιδεῖν τὰς αἰτίας, πλὴν τοῦ οὕτω διαταξαμένου καὶ μερίσαντος Θεοῦ· καὶ τοῦ καλέσαντος Κυρίου. εἰ δὲ ὁ Θεὸς καὶ ὁ Κύριος τὰς τοιαύτας συναφείας ἔταξεν καὶ ἐμέρισεν κατὰ τὸ ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν ἣ ἀγωνιᾶν, καὶ λύσιν ἐπιζητεῖν· ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τούτῳ ἐμμένειν καὶ περιπατεῖν·
- 4.49
Περιτετμημένος τις ἐκλήθη ; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ τίς ἐκλήθη ; μὴ περιτεμνέσθω. ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἢ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ. ἕκαστος ἐν τῇ κλήσει ἧ ἐκλήθη, ἐν ταύτῃ μενέτω.
- 4.50
Ὠριγένουσ. Λέξεις ἀκαίρως παραβεβληκέναι τῷ περὶ καὶ ἁγνείας λόγῳ, μὴ δὲ μιᾶς ζητήσεως γενομένης, περὶ τοῦ μὴ δεῖν τοὺς ἐκ περιτομῆς πιστεύοντας ἐπισπᾶσθαι. καὶ πάλιν τοὺς ἐν ἀκροβυστίᾳ περιτέμνεσθαι· καὶ τὸ περὶ τοῦ “ δοῦλος ἐκλήθης, “ μή σοι μελέτω” καὶ τὰ ἑξῆς· μὴ ποτ’ οὖν παράδειγμα ἔλαβεν τὴν δουλείαν καὶ τὴν ἐλευθερίαν τῶν γεγαμηκότων καὶ ἀγάμων, περιτετμημένον μὲν καλῶν τὸν ἀποβεβληκότα τὴν γυναῖκα, ἀπερίτμητον δὲ, τὸν γεγαμηκότα. ὡς γὰρ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· καὶ εἰσὶ μία σάρξ ἡ γυνὴ καὶ ὁ ἀνήρ· ἀποβέβληκε δὲ τὰ τῆς σαρκὸς ὁ περιτετμημένος· οὕτως ὁ ἀποβαλὼν τὴν γυναῖκα καὶ οἱονεὶ περιτέτμηται τὴν σάρκα ἑαυτοῦ· οὕτω καὶ δοῦλον καλεῖ· ἐπεὶ γὰρ, φησὶν, ἐν ἄλλοις οὐ δεδούλωται ὁ ἀδελφὸς ἣ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· ὡς δούλων ὄντων τῶν γεγαμηκότων· διὰ τοῦτο καὶ ἐνθάδε δοῦλον ὀνομάζει τὸν μετὰ τὸν γάμον κεκλημένον, ἐλεύθερον δὲ τὸν ἄγαμον.
- 4.51
Λέγεται οὖν ὡς περὶ περιτομῆς καὶ περὶ δούλων τὰ εἰρημένα εἰς τὸν τόπον· πλὴν οὐκ ἄτοπόν ἐστι τῷ ῥητῷ χρήσασθαί ποτε πρὸς τοὺς οἰομένους μετὰ τὴν πίστιν δεῖν περιτέμνεσθαι ἐξ εὐλαβείας, εὐλαβείας δὲ τῆς οὐ κατ’ ἐπίγνωσιν διὰ τὰ ἀναγεγραμμένα ἐν τῇ παλαῖᾳ διαθήκῃ περὶ περιτομῆς· πάλιν οὐ καλόν ἐστι διά τινας τοὺς ἐκ περιτομῆς πιστεύοντας, οἰομένους αἰσχύνην φέρειν αὐτοὺς τὴν περιτομὴν καὶ βουλομένους ἀκροβυστίαν περισπᾶσθαι, χρῆσθαι ῥητῷ τῷ λέγοντι· “ περιτετμημένος τις ἐκ- “ λήθη ; μὴ ἐπισπάσθω.’ καὶ ἔχει γε λόγον λέγειν πρὸς τοὺς τοιούτους, ὅτι κατ’ αὐτὸ ἡ περιτομὴ πρᾶγμα ἀδιάφορόν ἐστιν· οὔτε οὖν περὶ περιτομῆς νῦν ἐστιν, οὔτε περὶ ἀκροβυστίας· ἀλλὰ περὶ τοῦ ἀγάμου καὶ τοῦ γεγαμηκότος· “ περιτετμημένος τις “ ἐκλήθη ; μὴ ἐπισπάσθω·” ὡσεὶ ἔλεγεν, μὴ ἐπισπάσθω γυναῖκα· ἤδη περιετμήθη· ἀπέβαλεν γυναῖκα· μὴ γαμείτω ἄλλην· ἐν ἀκροβυστίᾳ ἐκλήθη τις· μὴ περιτεμνέσθω· οἷον, ἐν γάμῳ ἐκλήθης, μὴ ἀπόβαλέ σου τὴν γυναῖκα· “ ἡ περιτομὴ οὐδέν ἐστι· καὶ ἡ “ ἀκροβυστία οὐδέν ἐστιν·” ἐπεὶ τινὲς οἴονται τὸν ἄγαμον πλέον τι ἔχειν κατὰ τοῦτο τοῦ γεγαμηκότος· τὸν δὲ γεγαμηκότα ἧττόν τι ἔχειν πα αὐτὸ τὸ γεγαμηκέναι τοῦ ἀγάμου, θέλομεν, φησὶ, διδάξαι ὅτι τῷ ἰδίῳ λόγῳ ἡ ἀγαμία ἀδιάφορόν ἐστιν, καὶ τῶ ἰδίῳ λόγῳ ὁ γάμος ἀδιάφορός ἐστιν· δυνάται γὰρ καὶ ὁ ἄγαμος ὣν, καὶ ἀληθῶς καθαρεύων ἀπὸ πάσης μίξεως, ἄλλως δὲ κακῶς βιοὺς, μὴ ὠφελεῖσθαι ἀπὸ τῆς ἀγαμίας. δύναται δέ τις καὶ ἐν γάμῳ ὦν, καὶ τὰ τοῦ γάμου πράττων, τάξει δὲ καὶ καιρῷ αὐτὰ ποιῶν τὴν ἄλλην πολιτείαν σώζων, μὴ ἐλάττων εἰναι τοῦ ἀγάμου· ὅτι γὰρ ἀδιάφορόν ἐστιν ἡ ἀγαμία καὶ αὐτὴ ἡ καθαρότης, οὕτως ἀποδείξομεν. εἰ μὲν μόνοι ἀπὸ τῆς ἐκκλησίας, ἤσκουν τὴν ἀγαμίαν, ἦν ἃν εἰπεῖν, ὅτι ἡ ἀγαμία τῷ ἰδίῳ λόγῳ καθαρόν τι καὶ θεῖον πρᾶγμά ἐστιν· νῦν δέ ἐστιν εὑρεῖν καὶ μοχθηρᾷ προθέσει ἀγάμους· οἱ γοῦν ἀπὸ Μαρκίωνος ἀσκοῦσι καὶ αὐτοὶ τὴν ἀγαμίαν καὶ τὴν καθαρότητα, ἀλλ’ οὐχ ὡς οἱ ἐκκλησιαστικοί· οὗτοι γὰρ ἵν ἀρέσωσι τῷ κτίσαντι τὸν κόσμον Θεῷ· ἐκεῖνοι δὲ, ἵνα μὴ συνεργοὶ ὦσι τῷ τοῦ κόσμου Θεῷ· κοσμεῖται δὲ ἡ ἀγαμία ἐκκλησιαστικῷ βίῳ καὶ λόγῳ, γνώσει καθαρᾷ καὶ ἀληθείᾳ· οὕτω καὶ ὁ ἄγαμος ἀδιάφορός ἐστι τῷ ἰδίῳ λόγῳ. ἔστι δὲ καὶ ἐν γάμῳ ὄντα, ἀνεγκλήτως εἶναι, καθὰ καὶ προαποδεδώκαμεν· “ ἡ περιτομὴ “ οὖν οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστι,” καὶ κατὰ τὸ ῥητὸν καὶ κατὰ τὰ προκείμενα. ἀλλὰ τί ἐστι τὸ σῶζον ; τήρησις ἐντολῶν Θεοῦ· “ πᾶς γὰρ, ὃς ἐὰν μίαν τῶν ἐντολῶν, τούτων λύσῃ “ τῶν ἐλαχίστων, καὶ διδάξει οὕτως τοὺς ἀνθρώπους,” οὐκ εἶπεν, οὐκ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐράνων· ἀλλ’ “ ἐλάχι- “ στος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐράνων.” εἰ g δὲ ὁ λύσας μίαν τῶν ἐντολῶν τῶν ἐλαχίστων ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐράνων, ὁ δύο λύσας ἐντολὰς, ποῦ εὑρεθήσεται ; “ ἕκαστος οὖν ἐν τῆ κλήσει ἧ ἐκλήθη, ἐν ταύτῃ μενέτω.” ἐκλήθης ἐν γάμῳ, μὴ ζήλου τὸν γάμον· ἐκλήθης ἄγαμος, μὴ πάντως ἐπισπῶ, εἰ δύνασαι καθαρώτερον ζῇν. Ἰωάννου. Πάλιν ἡ αὐτὴ συμβουλὴ τὸ ἐν τοῖς αὐτοῖς ἐν οἷς ἐκλήθη τις· εἰ δοῦλος οὖν ὣν ἐκλήθης, μὴ θορυβοῦ· οὐ λυμαίνεται πρὸς τὴν πίστιν ἡ δουλεία· καὶ τοσοῦτον ὅτι εἰ καὶ δύνασαι ἐλευθερωθῆναι, μᾶλλον χρῆσαι δουλεύειν· οὕτως οὐ δὲ εἷς ἔσται σοι ἐκ τῆς δουλείας ἐμποδισμός.
- 4.52
Οἰκουμενίου. Εἰκὸς γὰρ ἀπό τινος θεραπείας δύνασθαι τὸ ἀρχαῖον ἐπανελθεῖν τὴν περιτομήν· ἐν ἀκροβυστίᾳ, φησὶ, ἐκλήθης· μένε ὃ εἶ. οὔτε τοῦτο, φησὶ, πρὸς σωτηρίαν συμβάλλεται, οὔτε ἐκεῖνο λυμαίνεται· ἑνὸς γὰρ χρεία, πληροῦν τὰς ἐντολάς.
- 4.53
Θεοδωρίτου. Μήτε ἀκρόβυστός τις κληθεὶς, δεχέσθω μήτε ο περιτετμημένος πειράσθω ἑαυτὸν ἀπερίτμητον οεικνυναι· ἥτε γὰρ ἀκροβυστία τῆς φύσεως ἐστιν· καὶ ἡ περιτομὴ κατὰ τὸν παλαιὸν γεγέννηται νόμον· ἐπαινεῖται δὲ οὐ τὸ πρᾶγμα, ἀλλ’ ἡ τῆς θείας ἐντολῆς φυλακή.
- 4.54
Φωτίου. “ Περιτετμημένος τίς ἐκλήθη ” φησὶ, “ μὴ “ σπάσθω·” ὁ ἅγιος Ἐπιφάνιος τοῦτο φησὶν, ὅτι διά τινος θεραπείας φαρμακευτικῆς, δύναται τις ποίησαι ’τον εμπεριτομον ἀκρόβυστον· καὶ ὅτι ταύτης ἐπινοίας πρῶτος εὑρετὴς γέγονεν Ησαῦ· καὶ διὰ τοῦτο φησὶν ὁ Θεὸς “ τὸν Ἠσαῦ ἐμίσησα.” “ ἡ περιτομὴ οὐδέν·” οὔτε ἡ περιτομὴ, φησὶν, ὅσον τὸ καθ’ αὐτὴν δύναταί τινα ὠφελῆσαι, οὔτε ἡ ἀκροβυστία· ἡ δὲ ὠφέλεια διὰ τὴν τήρησιν τῆς ἐντολῆς παραγίνεται ὁμοίως καὶ τῇ περιτομῇ καὶ τῇ ἀκροβυστίᾳ· τῶν γὰρ ἐν ἀνθρώποις πράξεων, αἱ μὲν καθ’ αὐτὰς ἔχουσι τὸ χρήσιμον, καὶ εἰ μὴ ὦσιν ἐντολῆς ἠρτημέναι θείας· οἷον ἡ δικαιοσύνη καὶ τὰ ὅμοια· αἱ δὲ διὰ μόνην ἐντολὴν, ὡς τὰ πλεῖστα τῶν ἐν τῳ νόμῳ·
- 4.55
Δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ’ εἰ καὶ σαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν· ὁμοίως καὶ ὁ ἐλεύθερος κληθεὶς, δοῦλός ἐστι Χριστοῦ. τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. ἕκα- στος ἐν ᾧ ἐκλήθη, ἀδελφοὶ, ἐν τούτῳ μενέτω παρὰ τῷ Θεῶ.
- 4.56
Ὠριγένουσ. Δοῦλον ὠνόμασεν ἀναγκαίως τὸν γεγαμηκότα· δοῦλος γὰρ τῆς γυναικὸς ὁ ἀνὴρ, μὴ ἔχων ἐξουσίαν τοῦ ἰδίου σώματος· καὶ τοῦ ἀνδρὸς ἡ γυνὴ, οὐκ ἐξουσιάζει γὰρ τοῦ ἰδίου σώματος, ἀλλ’ ὁ ἀνήρ· *’ δοῦλος οὖν ἐκλήθης ; μή σοι μελλέτω· *’ ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι·” τοῦτ’ ἔστιν, εἰ μὴ παρανομεῖς κατὰ τὸν λόγον, δύνασαι ἐλεύθερος ε-ι’ναι· πῶς ; ἐκ συμφώνου· ἵνα σχολάσητε τῇ προσευχῇ μετὰ πάσης ὁμονοίας· “ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος Κυρίου “ἐστίν·” ο7ον· ἐκλήθης δοῦλος ; τοῦτο ἴσθι, ὅτι οὐ μόνον οὐκ δοῦλος, ἀλλὰ καὶ ἔχεις τὴν ἐλευθερίαν διὰ τὸν Κύριον· ὁ γὰρ ἀπελεύθερος, οὔτε καθαρῶς ἐλεύθερός ἐστιν· οὐ δὲ ἔτι δοῦλος· ὡς εἶναι τὸν μὲν καθαρὸν πάντη ἐλεύθερον· τὸν δὲ ἐν γάμῳ δοῦλον· ὅτ’ ἂν δὲ ἐν Κυρίῳ ᾖ δοῦλος· τότε λέγομεν ὅτι ἀπελεύθερος Κυρίου ἐστίν· ὁ δὲ ἐλεύθερος κληθεὶς, δοῦλός ἐστιν οὐ γυναικὸς, ἀλλὰ τοῦ λόγου τοῦ Θεοῦ· “τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀν- “θρώπων·” ὅση δύναμις νοήσατε τὸν ἐξαγοράσαντα ἡμᾶς, τὸν Λόγον τοῦ Θεοῦ· τὸ αἷμα τὸ ἐκχυθὲν ὑπὲρ ἡμῶν ἐξευμενίσωμεν· ἐλέγομεν ἐν τῷ λόγῳ τῷ περὶ ἀγάμων καὶ γεγαμηκότων ὅτι ἐπι- τείνει καὶ ὀνίνησι τὸν λόγον· οὕτως καὶ ἐνθάδε πεποίηκεν εἰπὼν, ** μὴ γίνεσθε δοῦλοι ἀνθρώπων.” οἱονεὶ γὰρ ἐπιτείνει καὶ σφοδρό- τερον ποιεῖ τὸν λόγον, προτρεπόμενος τοὺς κατὰ τὸ δυνατὸν οἷοί τε καθαρεύειν, καὶ καθαρεύειν ἕκαστον ἐν τῇ κλήσει ᾗ ἐκλήθη.
- 4.57
Ἰστέον δὲ ὡς οἱ λοιποὶ ἑρμηνευταὶ περὶ ἀκροβυστίας καὶ περι- τομῆς κατὰ τὸ ῥητὸν ἐκδεδώκασι τὴν ἔννοιαν· συνήθως γὰρ, φησὶν, ἀπὸ τοῦ προκειμένου εἰς ἕτερα μεταβαίνει, πᾶσι νομοθετῶν τὰ κατάλληλα.
- 4.58
Θεοδωρου. τὴν ἀφῃρημένην σάρκα οὐ δήπου δυνατόν· ὁ μακάριος δὲ Ἐπιφάνιος ὁ Κύπρου, δύνατον ἔφη τοῦτο γίνεσθαι· τὸ δὲ ὅπως, τοὺς βουλομένους εἰδέναι, παραπέμψωμεν τοῖς ὑπ’ αὐτοῦ εἰρημένοις ἐντυχεῖν.
- 4.59
Σευηριανοῦ. Οὐκ οἶδεν ἡ χάρις δουλείας καὶ διαφοράν· μὴ φύγῃς τοίνυν ὡς ἀναξίαν τῆς πίστεως τὴν δουλείαν· οὐδενὸς γὰρ ἔλαττον ἔχεις τῶν ἐν τῇ πίστει διὰ τοῦτο· εἰ δέ καὶ τοῦ τυχεῖν τῆς ἐλευθερίας εἴη δυνατὸν, φροντὶς ἔστω σοι μᾶλλον ὅπως ἃν εἰς δέον χρήσασθαι δυνηθῇς πλείονα, ὡς ἐν ἐλευθερίᾳ τοῦ καλοῦ τὴν ἐπιμέλειαν ποιησάμενος· καὶ δεικνὺς ὅτι οὔτε μὴν ὁ δοῦλος ἐλαττοῦται, τούτου γε ἕνεκεν ἐπάγει· “ὁ γὰρ ἐν “Κυρίῳ κληθεὶς δοῦλος· ἀπελεύθερος Κυρίου ἐστίν· ὁμοίως ὁ ἐλεύ- “θέρος κληθεὶς, δοῦλος ἐστι Χριστοῦ.”
- 4.60
Ἰωάννου h. Τοῦτ᾿ ἐστι, μᾶλλον δούλευε· καὶ τί δήποτε τὸν δυνάμενον ἐλευθερωθῆναι κελεύει μεῖναι δοῦλου; θέλων δεῖξαι ὅτι οὐδὲν βλάπτει ἡ δουλεία, ἀλλὰ καὶ ὠφελεῖ· καὶ οὐκ ἀγνοοῦμεν ὅτι τινὲς τὸ “μᾶλλον χρῆσαι” περὶ ἐλευθερίας φασὶν εἰρῆσθαι, λέγοντες, εἰ δύνασαι ἐλευθερωθῆναι, ἐλευθερώθητι. πολὺ δὲ ἀπεναντιας το ρημα, ει τουτο αἰνίττοιτο. οὐ γὰρ παραμυθούμενος τὸν δοῦλον καὶ δεικνὺς οὐδὲν ἠδικημένον, ἐκέλευσε γενέσθαι ἐλεύ- θερον. πῶς δὲ ὁ δοῦλος ἀπελεύθερος ; ὅτι ἠλευθέρωσέν σε οὐ τῆς ἁμαρτίας μόνης, ἀλλὰ καὶ τῆς ἔξωθεν δουλείας, μένοντα δοῦλον. καὶ πῶς ἐλεύθερός ἐστιν ὁ μένων δοῦλος ; ὅτ᾿ ἃν παθῶν ἀπηλλαγμένος ᾐ, καὶ τῶν τῆς ψυχῆς νοσημάτων· ὅτ’ ἃν χρημάτων καταφρονῇ, καὶ ὀργῆς καὶ τῶν ἄλλων τῶν τοιούτων.
- 4.61
Τοῦτο Θεοδωρίτου.ΚΑΙ Κυτίλλου. τινὲς ὡς εἰκὸς τῶν ἐκ περιτομῆς διελογίζοντο κἀς ἑαυτούς· πῶς ἐσόμεθα δεκτοὶ, καὶ τὴν ἐν χριστῷ ζωὴν τιμήσομεν, ἔχοντες ἤδη τὴν περιτομήν ; δεήσει τάχα ποῦ καὶ ἐπισπᾶσθαι, τοῦτ’ ἐστι πάλιν δρομεῖν εἰς ἀκροβυστίαν· καὶ τὴν τῆς σαρκὸς καταβιάζεσθαι φύσιν ; οἱ γε μὴν ἐξ Ἑλληνικῆς ἐρχόμενοι πλάνης παρὰ τῶν ἔτι τὴν ἐν νόμῳ τιμώντων σκίαν, τάχα ποῦ μανθάνοντες ὡς ἔστι χρῆμα τίμιον ἡ περιτομὴ, καὶ πᾶσιν ἁγίοις τετηρημένον· καίτοι τὴν πίστιν ἔσθ’ ὅτε παραδεξάμενοι ἐπετελοῦντο σαρκί· καθάπερ ἀμέλει καὶ τῶν ἐν Γαλατίᾳ τινὲς, οἷς καὶ ὁ θεσπέσιος Παῦλος ἐπιπλήττει λέγων· “ἐναρ- “ξάμενοι Πνεύματι· νῦν σαρκὶ ἐπιτελεῖσθε;” ἔδει τοίνυν σαφεῖ καὶ ἐναργεστάτῳ κηρύγματι τῆς ἀληθείας αὐτῆς ἀνευρῆναι τὴν ὁδόν· καὶ ὡς ἡ περιτομὴ οὐδέν ἐστι, τῶν ἄλλων ἐντολῶν τοῦ Θεοῦ ἐστερημένη· ὁμοίως δὲ καὶ ἡ ἀκροβυστία οὐδέν ἐστι, μὴ εὐαγγελικῷ βίῳ κεκοσμημένη. προσήκει τοίνυν τὸν κεκλημένον ἐν τῇ κλήσει μένειν, ὅπως ἃν ἔχοι σχήματος
- 4.62
Μέτεισι δὲ ἀναγκαίως ἐπὶ τὸ χρῆναι πάλιν δυσφημίαν ἑτέραν, μόνον οὐχὶ ἀποσοβεῖν τοῦ θείου κηρύγματος· πνεῦμα μὲν γὰρ δουλείας ἦν ἐν τοῖς ὑπὸ νόμον. τὸ δὲ θέσπισμα τὸ εὐαγγελικὸν τῆς υἱοθεσίας τὸ πνεῦμα τοῖς πιστεύειν ἐθέλουσιν ἐνιέσθαι φησὶ, καὶ οὐκ ἔτι καλοῦν εἰς δουλείαν, ἀλλ’ εἰς ἐλεύθερον ἀξίωμα. οὐκοῦν κεκλημένοι διὰ τῆς πίστεως εἰς ἐλευθερίαν, τινὲς τὴν πνευματικὴν τῆς κατὰ σάρκα δουλείας ἀποφοιτᾶν ἐπεχείρουν· οἷς καὶ δι’ ἑτέρων ἐπιστέλλων φησὶ, μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί.
- 4.63
Παραμυθεῖται δὲ αὐτοὺς καὶ διὰ τούτων αὐτῶν λέγων· “δοῦ- “λος ἐκλήθης ; μή σοι μελέτω· ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος “γενέσθαι, μᾶλλον χρῆσαι· τοῦτ’ ἔστι, κἂν εἰς τὸν τῆς δουλείας τῆς κατὰ σάρκα ζυγὸν ἐπηρτημένον ἔχων ἐκλήθης διὰ τῆς πίστεως εἰς ἐλευθέραν υἱότητα· κἂν εἰ τῆς θείας φύσεως γέγονας κοινωνὸς, ἄμεινον ἔσω μικροψυχίας, οὐκ ἄμισθον εὑρήσεις τὸν ἐπὶ τῇ δουλείᾳ πόνον. δεῖ γὰρ πάντως τοὺς πεπονθότας ἔκ τινος πλεονεξίας τὴν δουλείαν, ἀποφορτίσασθαι τὸ κακὸν, μεταστοιχιοῦντας ἅπαντα κατὰ τὸν αἰῶνα τὸν μέλλοντα πρὸς τὸ ἐν ἀρχαῖς τοῦ Κυρίου· ἐλευθέραν γὰρ τὴν φύσιν ὁ δημιουργὸς πεποίηται· καὶ οὕτως ἔσται, ὡς ἔφην, κατὰ τὸν αἰῶνα τὸν μέλλοντα· καὶ “ἔσται “ ὁ λαὸς ὡς ὁ ἱερεύς· καὶ ὁ παῖς ὡς ὁ κύριος· καὶ ἡ θεράπαινα ὡς ἡ κυρία” κατὰ τὴν ‘Ησαΐου προφητείαν. Οὐκοῦν κἂν εἰ δύναιο, φησὶν, ἐλεύθερος γενέσθαι· μᾶλλον χρῆσαι· καὶ γάρ ἐστιν, ὡς ἔφην, οὐκ ἀκερδὴς ὁ ζυγὸς τοῖς ἀγαθῇ κεχρημένοις εὐνοίᾳ, καὶ ὀρθῶς ἐν αὐτῷ διαγεγονόσιν· ἄλλως τε, φησὶν, οὐκ ἃν εἴη τῶν ἐνδεχομένων ἀνθρώπους ὄντας ἡμᾶς τὸ τῆς δουλείας ὄνομα φυγεῖν· δοῦλον γὰρ ἅπαν ἐστὶ τὸ πεποιημένον· ὥστε καὶ ὁ δοῦλος ἀπελεύθερός ἐστι Χριστοῦ· δοῦλος δὲ πάντως καὶ ὁ κεκλημένος εἰς ἐλευθερίαν· καθά φησὶν ὁ ψαλμὸς “ὄντι τὰ σύμπαντα δοῦλά σα.”
- 4.64
Ἀποφαίνει γε μὴν ὁ μυσταγωγὸς καὶ καθ’ ἕτερον τρόπον ὠφελουμένους χριστῷ τοὺς δι’ αὐτὸν σεσωσμένους· ταύτῃ τοι φησὶ, “τιμῆς ἠγοράσθητε.” μὴ γίνεσθε δοῦλοι ἀνθρώπων· ἠγοράσμεθα μὲν γὰρ τιμῆς ὁμολογουμένως, τεθεικότος ὑπὲρ ἡμῶν τὸ ἴδιον αἰμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἐξῃρήμεθα δὲ τῆς τοῦ διαβόλου πλεονεξίας, τῆς τῶν δαιμονίων ὠμότητος· κεκλήμεθα δὲ πρὸς ἐλευθερίαν διὰ Χριστοῦ· οὐκοῦν ὡς ἠγορασμένοι, μένοι, καὶ τῷ πριαμένῳ τὴν ἑαυτῶν ὀφείλοντες ζωήν· “μὴ γίνεσθε” φησὶ, “δοῦλοι “ἀνθρώπων.” καὶ οὔτι φαμὲν ὡς τῆς κατὰ σάρκα δουλείας ἀποπηδᾶν πηδᾶν ἀναπείθει· διδάσκει δὲ μᾶλλον ἐκεῖνο, καὶ μάλα ὀρθῶς, μὴ δουλεύειν τοῖς ἀποφέρειν τοὺς πεπιστευκότας ἐπιχειροῦσιν εἰς νομικὴν ἐπιτήρησιν, καὶ τῆς ἀρχαίας ἀπάτης ἐκχέουσι τὸν ἰὸν ταῖς τῶν ἁπλουστέρων ψυχαῖς· καὶ ἡμέρας καὶ μῆνας ἐπιτηρεῖν ἀναπείθουσι· καὶ τὴν καλουμένην ἐθελοθρησκείαν ἐπιτηδεύουσι, καὶ ἑτέροις ἑλέσθαι πληροῦν συμβουλεύουσιν· ἐπειδὴ τοίνυν φησὶ “τιμῆς “ἠγοράσθητε· καὶ οὐ φθαρτοῖς ἀργυρίῳ ἣ χρυσίῳ ἐλυτρώθητε· “τιμίῳ δὲ μᾶλλον αἵματι ὡς ἀμώμου καὶ ἀσπίλου Χριστοῦ·” τοῖς αὐτοῦ μᾶλλον ὑποταττώμεθα νόμοις.
- 4.65
Οἰκοτμενίου. Σὺ δὲ τάχα, φησὶν, καὶ πλέον ἔχεις· ἀπελεύθερος λεύθερος γὰρ εἶ Χριστοῦ· αὐτὸς γάρ σε πάσης νοητῆς δουλείας ἠλευθέρωσεν. ὅμως ἐκ τῆς περιουσίας τῶν λέξεων, θέλει δεῖξαι τὸ ἴσον δούλου καὶ δεσπότου· ἐπειδὴ πάντες ἀπελευθεροί τε ἐσμὲν Χριστοῦ, καθὸ ἠλευθέρωσεν ἡμᾶς τῆς τυραννίδος τοῦ Σατανᾶ· καὶ δοῦλοι ἐσμὲν Χριστοῦ· καθὸ ἐκεῖθεν ἐλευθερώσας, ὑπὸ τὴν οἰκείαν ἤγαγεν βασιλείαν.
- 4.66
Φωτίου. Ἵνα μὴ τοῖς δούλοις ἐμπόδιον πρὸς τὴν εὐσέβειαν καὶ δουλείαν νομισθῇ· διαρρήδην φησὶν ὅτι τοῦτο τοσοῦτον ἀπέχει τοῦ ἐμποδῶν εἶναι, ὥστε οὐδὲ ἐν φροντίδι εἶναι δεῖ περὶ αὐτῆς. μὴ μελέτω σοι φησὶν, ἀλλ’ εἰ καὶ δύνασαι διά τινος σπουδῆς καὶ ἐπιμελείας ἐλεύθερος γενέσθαι, ἔα τοῦτο, καὶ κέχρησο μᾶλλον τῇ δουλείᾳ· οὐδ’ οὕτως οὐδὲν ἐλαττοῦσαι τοῦ δεσπότου· ἀπελεύθερος γὰρ εἶ, ὥσπερ κἀκεῖνος τοῦ κοινοῦ δεσπότου· δοῦλος μὲν γὰρ εἶ τοῦ κοίνου δεσπότου, ὥσπερ κἀκεῖνος· καὶ ἀπελεύθερος πάλιν ὥσπερ ἐκεῖνος. τι οὖν σοι τῆς σωματικῆς μέλει δουλείας· τῆς μήτε ἐλαττούσης μήτε τῷ δουλευωμένῳ μεῖζόν τι προστιθείσης. ἁλλ’ ἑκάτερον μηδὲν εἰς τὸ τυχεῖν τῶν ἴσων παραβλαπτούσης
- 4.67
Περὶ δὲ τῶν παρθένων, ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. νομίζω οὖν, τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. δέδεσαι γυναικί ; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναι- κός; μὴ ζήτει γυναῖκα. ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν· θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι.
- 4.68
Θεοδωρου. Δῆλον ὅτι καὶ περὶ τούτου γεγραφηκόσιν ἀποκρίνεται· ἀμφότερα πάντως μαθεῖν βουληθέντων αὐτῶν· καὶ εἰ τοὺς ἐν γάμῳ προσῆκεν ἀλλήλων ἀπέχεσθαι· καὶ εἰ τοὺς μηδέπω πειραθέντας μεῖναι ἐπὶ τοῦ προτέρου σχήματος. ὅτ’ ἃν οὖν εἴπῃ περὶ τῶν παρθένων, δῆλον ὅτι περὶ τῆς παρθενίας λέγει· τὰ ὅμοια καὶ ἐπὶ τούτου πέρι τε τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν φθευγομενος.
- 4.69
Θεοδωρίτου. Ὁ γὰρ Κύριος, τῶν Ἀποστόλων εἰρηκότων “εἰ “οὕτως ἐστιν ὁ νόμος τῆς γυναικὸς, συμφέρει μὴ γῆμαι,” ἀπεκρίνατο· “οὐ πάντες χωροῦσι τοῦτον τὸν λόγον.” καὶ πάλιν, “ὁ “δυνάμενος χωρεῖν, χωρείτω.” διά τοι τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος ἔφη, “ἐπιταγὴν Κυρίου οὐκ ἔχω·” εἰ τοίνυν οὐκ ἐδέξω νόμον, τί σοι βούλεται ὁ λόγος; “γνώμην δὲ δίδωμι,” οὐ νόμον εἰσφέρω· καὶ γὰρ ὁ Κύριος τὰ κατὰ φύσιν νομοθετήσας, ἐπὶ τὰ ὑπὲρ φύσιν προτρέπει· ἐπειδὴ δὴ εἰκὸς ἦν τινὰς ἀντιλέγειν ὡς καινοτομίᾳ τῇ συμβουλῇ, ἀναγκαίως προτέθηκεν “ὡς ἠλεημένος “ὑπὸ Κυρίου πιστὸς εἶναι·” μετὰ τῆς συνήθους μετριότητος τὴν ἀποστολικὴν ἀξίαν ὑπέδειξεν· ἀξιόχρεως, φησὶν, εἰμὶ σύμβουλος· διὰ μέντοι πολὺν τοῦ δεσπότου κληθεὶς ἔλεον, ἐπιστεύθην τὸ κήρυγμα.
- 4.70
Τοῦ Αὐτοῦ. Τὸ “νομίζω” προστέθηκεν οὐκ ἀμφιβάλλων ὡς ἡ παρθενία καλὸν καὶ τῶν τεχνῶν κάλλιστον, ἀλλ’ ίνα μὴ νόμος ἡ παραίνεσις γένηται, τὴν ἀμφιβολίαν προσέθηκεν. ἕπεται γὰρ τῷ νόμῳ καὶ φυλακὴ καὶ παράβασις καὶ τῶν παραβαινόντων ἡ κόλασις· διὰ τοῦτο οὐ νομοθετεῖ τὰ μεγάλα, ἀλλ’ ἐπὶ ταῦτα προτρέπει. καὶ εἰρηκὼς “μὴ ζήτει γυναῖκα,” ἐπήγαγεν· “ἐὰν δὲ “καὶ γήμῃς οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρ- “τεν.” καὶ τί δήποτε συμβουλεύεις μὴ γῆμαι, εἴπερ ἄρα ὁ γάμος ἁμαρτίας ἐλεύθερος ; “θλίψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ “τοιοῦτοι.” τοιοῦτοι. καὶ τί σοι τοῦτο μέλει ; “ἐγὼ δὲ ὑμῶν φείδομαι. καὶ τὴν πατρικὴν φιλοστοργίαν ἐγύμνωσεν· καὶ τῆς ἀγαμίας τὸ χρήσιμον ἔδειξεν· εἰδέναι μέντοι χρὴ, ὡς οὐ περὶ τῶν ἅπαξ ἄπο. ταξαμένων τῷ βίῳ ἴῳ εἴρηκεν “καὶ ἐὰν γήμῃ ἡ παρθένος οὐχ ἡμαρ- “τεν,” ἀλλὰ περὶ τῶν μηδέπω μήτε τοῦτο μήτε ἐκεῖνο προελομένων, ἀλλ’ ἐν μεθορίῳ γάμου καὶ ἀγαμίας ἑστώτων.
- 4.71
Σευηριανοῦ. Ἔδειξεν ὅτι τὴν παρθενίαν εἰσάγει, οὐ κατηγορίαν γάμου, ἀλλ’ ὅτι διὰ φειδῶ τῶν ἁγίων εἰσηγεῖται τὴν παρθενίαν, ὡς τὴν σάρκα ὠδίνων καὶ καμάτων πληροῦντος τοῦ γάμου.
- 4.72
Ὡριγενουσ. τῶν ἐντολῶν αἱ μὲν εἰσὶν ἐπιτεταγμέναι, αἱ οὐκ ἐπιτεταγμέναι· ἀλλ’ αὐτεξούσιοι καὶ τῇ προαιρέσει ἐπιτερταμμέναι ὑπὸ τοῦ Θεοῦ· αἱ μὲν γὰρ αὐτῶν ὧν οὐκ ἔστιν ἄνευ σωθῆναι, αὐταὶ εἰσὶν αἱ προστεταγμέναι· αἱ δὲ μείζονες τῶν προστεταγμένων, ἃς κἂν μὴ ποιήσωμεν, σωζόμεθα, οὐκ εἰσὶν ἐπίταγμα τοῦ Θεοῦ· ἄκουε γὰρ, φησὶν, τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ διδάσκοντος ἐν αὐτῷ καὶ λέγοντος· “ὅτ᾿ ἃν ποιήσετε πάντα τὰ “διατεταγμένα ὑμῖν, ὀφείλετε λέγειν, δοῦλοι ἀχρεῖοι ἐσμέν· ὃ “ὀφείλομεν ποιῆσαι πεποιήκαμεν.” καὶ εἰ ἐὰν ποιήσω πάντα τὰ διατεταγμένα, δοῦλός εἰμι ἀχρεῖος, πότε φεύξομαι τὸ εἶναι δοῦλος ἀχρεῖος ; ἐὰν φιλοτιμώτερος ὣν, ἐὰν ἐπαναβαίνῃς ἀπὸ τῶν διατεταγμένων· οἷον τὸ “ οὐ μοιχεύσεις ἐὰν τηρήσω, καὶ τὸ “μὴ ἐμβλέψαι γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι,” ὃ ὤφειλον ποιῆσαι u πεποίηκα· ἐὰν δὲ παρθένος μείνω, οὐ κελευσθεὶς οὐδὲ διαταχθείς· οὐκ ἔτι λέγω ἐπὶ τῷ τῆς παρθενίας κατορθώματι, δοῦλοι ἀχρεῖοι ἐσμὲν, ὃ ὀφείλομεν ποιῆσαι πεποιήκαμεν· οὕτως καὶ ἐπὶ τῶν λοιπῶν ἐντολῶν, ἐὰν μὴ βλέψω ἢ πλεονεκτῶ, ὀφείλομεν λέγειν ἀχρεῖοι δοῦλοι ἐσμέν· “ἐὰν δὲ πωλήσω πάντα τὰ ὑπάρχοντά μου, “καὶ δώσω πτωχοῖς,” οὐκ ἔτι λέγω ἀχρεῖός εἰμι, ὃ ὤφειλον ποιῆσαι πεποίηκα· διὰ τοῦτο λέγει ὁ Ἀπόστολος, “περὶ δὲ τῶν “παρθένων παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι, ὡς “ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι.” ἐν γὰρ τῷ λέγειν τοῖς μαθηταῖς τὸν Κύριον, “οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ’ οἷς δέδοται, καὶ ἐπιφέρει ὁ δυνάμενος χωρεῖν, χωρείτω, οὐκ έπέταξενη ἀλλ’ αὐτεξούσιον εἴασεν· “γνώμην” οὖν φησὶν ὁ Ἀπόστολος “δίδωμι·” καὶ ἵνα παραστήσῃ ὅτι Κύριος ἐν αὐτῷ λέγει, εἶπεν, “ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι.”
- 4.73
“ Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγ- “κην· ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι.” ἀνάγκην φησὶν τὴν ἐν τῷ σώματι διατριβήν· ὡς καὶ ἑτέρωθι φησὶν, “τὸ δὲ ἐπιμεῖναι “τῇ σαρκὶ, ἀναγκαιότερον δι’ ὑμᾶς·” τετράκις δὲ ἐν τῷ τόπῳ τὸ καλὸν ὠνόμασεν ὁ Ἀπόστολος· φησὶ γὰρ “πρῶτον μὲν καλὸν “ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι·” δεύτερον δὲ, “καλὸν αὐτοῖς “ἐὰν μείνωσιν, ὡς κἀγώ.” τρίτον, “νομίζω οὖν τοῦτο καλὸν “ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην·” τέταρτον, “καλὸν ἀν- “θρώπῳ τὸ οὕτως εἶναι.” ὁρᾷς, ὅσα περὶ ἁγνείας εἴρηται· ταῦτα μετὰ τοῦ καλοῦ ὠνόμασται. ὅσα δὲ περὶ τοῦ γάμου, μετὰ τοῦ μὴ ἁμαρτάνειν τὸν γαμοῦντα, “δέδεσαι γυναικὶ ; μὴ ζήτει λύσιν· “λέλυσαι ἀπὸ γυναικός ; μὴ ζήτει γυναῖκα.” διόλου τοῦ λόγου καθὰ εἴρηται, ἐπιτείνει καὶ ἀνίησιν· ἵνα ὁ ἀκροατὴς ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ λαβὼν, κρίνῃ εἴ τι δύναται, καὶ ποίᾳ ἀσκήσει ἑαυτὸν ἐπι- δοῦναι δυνηθῇ. οὕτως οὖν καὶ ἐνθάδε ἀπέτρεψε μὲν τοῦ λύειν τὸν γάμον, προτρέπεται δὲ πάλιν καθαρεύειν· οὐκοῦν δεδεμένον μὲν εἶπεν τὸν ἄνδρα τὸν γεγαμηκότα· εἰ δὲ περίστασίς ἐστι τὸ δέδεσθαι, καὶ δεῖ φεύγειν τὰς περιστάσεις, ὅση δύναμις· καὶ τὸ δεδέσθαι γυναικὶ, μὴ ζήτει λύειν· ὁ δὲ μὴ δεδεμένος ὀφείλει φυλάττεσθαι, ἵνα μὴ δεθῇ. ἀληθῶς γὰρ εὑρήσεις αὐτοὺς δεδεμένους τῷ φίλτρῳ τῷ γαμικῷ· οὐκ ἔξεστιν οὖν τὸν ἐν γάμῳ προληφθέντα, ζητῆσαι ἄκαιρον ἐλευθερίαν· ἀλλὰ μένειν ἐν τῇ δουλείᾳ. καὶ εἰ λέλυταί τις, μὴ ζητεῖν γυναῖκα· “ἐὰν δὲ καὶ “γήμῃς” φησὶν, “οὐχ ἥμαρτες·” οὐκ εἶπεν ἐὰν γαμήσῃς καλὸν, ἀλλ’ “ἐὰν γήμῃς οὐχ ἥμαρτες.” τήρει τὴν διαφοράν· “καὶ ἐὰν “γήμῃ ἡ παρθένος οὐχ ἥμαρτεν·” οὐκ εἶπεν πάλιν καλὸν, ἀλλ’ οὐχ ἥμαρτεν·
- 4.74
Θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· πῶς γὰρ οὐχ ἕξουσι θλῖψιν, ὅτε τὰ εἰρημένα πρὸς τὴν γυναῖκα ἔρχεται ἐπὶ τὴν γεγα- μημένην ; “ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ “ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει.” τούτων δὲ πάντων ἐλευθέρα ἐστὶν ἡ παρθένος, ἐλευθερωθεῖσα ἀπὸ τῆς καθαρότητος, νυμφίον εὐλογίας περιμένουσα. πᾶς γάμος ἐν σκότῳ γίνεται, διὸ “μὴ κοίταις καὶ ἀσελγείαις·” ὁ δὲ Χριστοῦ γάμος, ὅτ’ ἃν ἀπολάβῃ αὐτοῦ τὴν Ἐκκλησίαν, ἐν τῷ φωτὶ γίνεται· διὰ τί γὰρ μετὰ λαμπάδων καὶ ἐλαίου διαρκοῦντος εἰσέρχονται παρθένοι εἰς τὸν γάμον ; διότι εὐσχημοσύνης ἐστὶν ὁ γάμος ἐκεῖνος ὁ σαρκὶ κολλώμενος, ἓν σῶμά ἐστιν, πνεύματι δὲ ὁ κολλώμενος, ἓν πνεῦμά ἐστιν· τί δὲ εὐσχημονέστερον ψυχῆς πνεύματι κολλωμένης, καὶ ἑνουμένης, καὶ μηκέτι οὔσης ψυχῆς, ἀλλὰ γινομένης ὅπερ τὸ πνεῦμα ; ἐπὶ γὰρ τοῦ γάμου εἴρηται, “ἔσονται οἱ δύο εἰς σάρκα “μίαν. ἐπὶ δὲ τοῦ “ὁ κολλώμενος τῷ Κυρίῳ ἔσται ἓν πνεῦμα. Οἰκοτμενίου. Ἐπειδὴ εἰς μείζονα φιλοσοφίαν ἔρχεται, φοβεῖται αὐτὸ καθαρῶς ἐπιτάξαι, τὴν ἀποτυχίαν τῶν μετιόντων δεδοικώς· διὰ τοῦτο οὐχ ὡς ἐπιταγὴν, ἀλλ’ ὡς συμβουλὴν δίδωσιν.
- 4.75
Τοῦ Αὐτοῦ. Τὰ περὶ παρθένων ἀμελέστερον ἡρμήνευσεν ὡς ἐν μονοβίβλῳ· “ἠλεημένος” φησὶν “εἰς τὸ εἶναι πιστὸς” οἷον κῆρυξ καὶ γνωμοδότης.
- 4.76
Τοῦ Αὐτοῦ. Ὥρα πάλιν πῶς τὴν ἐξ ἀνάγκης ἐπιταγὴν κολάζει· “νομίζω γάρ” φησίν· τι δὲ νομίζω ; καλὸν τὸ ἄνευ γάμου εἶναι διὰ τὰς ἓν αὐτῷ δυσκολίας καὶ τὰ τοῦ γάμου κακά. Τοῦ Αὐτοῦ. Ἐπιδιορθοῦται αὐτὸ, τὸ ἀσθενὲς τῶν ἀκροατῶν δεδοικὼς, ὡς οὐ χωρούντων τὴν παρθενίαν· παρθένον ἐνταῦθα φησὶν οὐ τὴν ἀφιερωμένην Θεῷ, ἀλλὰ τὴν ἔτι ἄγαμον κόρην· ὡς ἥ γε U 2 ἀφιερωθεῖσα Θεῷ εἰ γήμει, μοιχὸν ἐπεισφέρει τῷ Χριστῷ ᾧτ’ νενύμφευται.
- 4.77
Τοῦ Αὐτοῦ. Οἱ γαμοῦντες, φησὶ, θλῖψιν ἕξουσιν, διὰ τὰς ἐν τῷ γάμῳ λύπας· ἐγὼ δὲ, φησὶ, φείδομαι ὑμῶν ὡς τέκνων, καὶ βούλομαι ἐλευθέρους εἶναι καὶ ἀλύπους. τέως γὰρ ἐν δεσμοῖς εἰσίν δέδεσαι γὰρ, φησὶ, γυναικί. ε7τα καὶ ἑαυτῶν οὐκ ἐξουσιάζουσιν, ὡς ἄνω φησίν.
- 4.78
Φωτίου. “ Ὡς ἠλεημένος ὑπὸ Κυρίου” ἀξιόπιστος εἶναι εἰς τὸ παραινεῖν ὑμᾶς καὶ διδάσκειν τὰ συμφέροντα· καὶ ταύτην ὑμῖν ἀποφαίνω τὴν ἐμὴν βουλὴν καὶ γνώμην. “διὰ τὴν ἐνεστῶσαν “ἀναγκήν·” τὸν διωγμὸν ο-ι’μαι λέγειν αὐτὸν ἐνταῦθα, τὸν ἀπὸ τῶν ἀπίστων τοῖς πιστοῖς ἐπανακείμενον· καὶ τὰς ἄλλας ἐπηρείας καὶ κακώσεις ἃς ὑπέμενον· τοῦτο γὰρ ἀκόλουθον ἐνεστῶσαν ἀνάγκην αὐτὸν καλεῖν· ἐπειδὴ γὰρ παραίνεσιν ὑψηλὴν καὶ μεγάλην ἠθέ- λησεν ποιήσασθαι, μετὰ περιστάσεως ἔδειξεν αὐτὴν εἰσάγειν. καλὸν, φησὶν, ἡ παρθενία, καὶ διὰ τὴν ἐνεστῶσαν τῶν πειρασμῶν συμφοράν· ῥᾷον γὰρ καὶ ἀκοπώτερον ταύτας οἴσομεν, ἣ γυναῖκας καὶ τέκνα ἐν διωγμοῖς καὶ μυρίαις ταλαιπωρίαις συνεπαγόμενοι· καταμεριζομένης γὰρ εἰς πολλὰ πάθη τῆς ψυχῆς, ἐν ἀφορήτῳ κακῷ ἀνάγκη καταβαπτισθῆναι τὸν ἄνθρωπον· μόνον δὲ ὄντα καὶ τοῖς ἑτέρων πάθεσι μὴ κατατεμνόμενον, εὐχερὲς τῆς τῶν κακῶν ὑπερανασχεῖν τρικυμίαν· εἶτα ἵνα μή τις εἴπῃ, οὐκ οὖν καὶ ὁ φθάσας γάμῳ κοινωνῆσαι, ἄμεινον ποιήσει λύων τὸν γάμον ; ἐπή- γαγεν, μὴ γένοιτο· τοῦτο γὰρ δηλοῖ διὰ τὸ εἰπεῖν “δέδεσαι “γυναικὶ ; μὴ ζήτει λύσιν·” ἀλλ’ ὥσπερ, φησὶν, ὁ δεδεμένος οὐκ ὀφείλει λύσιν ζητεῖν· οὕτως οὐδὲ ὁ λελυμένος δεσμὸν ἑαυτῷ ὀφεί- λει περινοεῖν. τὸ δὲ “λέλυσαι,” διχῶς ἐστιν ἐκλαβεῖν· ἣ ὅτι οὔπω ὅλως ἐδέθης· ἢ ὅτι λυθεὶς ἀφ’ οὗ ἐδέθης δεσμοῦ, οὐκ ὀφεί- λεις ἄλλῳ γυναικὸς δεσμῷ πάλιν συνδεθῆναι.
- 4.79
Τὸ “ἐὰν δὲ καὶ γήμῃς οὐχ ἥμαρτες καὶ ἐφεξῆς, τοῖς κα ὑπερβατὸν συντακτέον· οἷον· καλὸν ἀνθρώπῳ τὸ οὕτως εἽναι. ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες καὶ ἑξῆς. οὐ γὰρ δεῖ συνάπτειν αὐτὸ τῷ θελῆσαι ἄτερ γυναικὸς, μὴ ζήτει γυναῖκα, ἐὰν δὲ καὶ γήμῃς οὐχ ἥμαρτες. πρῶτον μὲν γὰρ ἀνακόλουθος οὕτως λαμβα- νομένη ἡ ἔννοια. τι γὰρ τῷ γεγαμηκότι ἤδη καὶ διαλυθέντι προσήκει λέγειν, ἐὰν δὲ καὶ γήμῃς ; τοῦτο γὰρ τοῖς μήπω γεγαμηκόσιν ἁρμόδιον· ἔπειτα δὲ καὶ μέγα ἐστὶν ἁμάρτημα λυσάμενον ἀπὸ τῆς γυναικὸς, ἄλλην γήμασθαι· ὥστε οὐκ ἐγχωρεῖ οὕτως συνάψαι τὸ χωρίον, ἀλλ’ ὡς πρότερον εἴρηται· καὶ γὰρ καὶ πρὸ ὀλίγου φησὶν, “ἐὰν δὲ καὶ καὶ χωρισθῇ· μενέτω ἄγαμος·” διά τε οὖν τὰ προειρημένα καὶ τὸ νῦν εἰρημένον, ἵνα μὴ ἐναντία λέγειν ἑαυτῷ δόξῃ, καθ’ ὑπερβατὸν συντακτέον· “εἰ δὲ λέλυνσαι” οὐχὶ πρὸς τοὺς συναφθέντας, εἶτα διαλυθέντας, ἀκούσεις· ἀλλ’ ἁπλῶς πρὸς τοὺς μὴ συνελθόντας ὅλως εἰς γάμου κοινωνίαν, ἀλλὰ λελυμένους ὄντας τοῦ τοιούτου δεσμοῦ ἐγχωρεῖ καὶ κατὰ πόδα ἡ σύνταξις.
- 4.80
τοῦτο δὲ φημὶ, ἀδελφοὶ, ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσιν· καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες· καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι. παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου
- 4.81
Σευηριανοῦ. Ἄλλην αἰτίαν λέγει, δι’ ἣν προτιμᾷ τὴν παρθενίαν. πανταχοῦ δεικνὺς ὅτι οὐ κατηγορεῖ γάμου, τὴν ἁγιωσύνην προτιμῶν· ὅτι πρὸς τῷ τέλει ὁ κόσμος· καὶ δεῖ εἰδέναι ὅτι ἃ ἔχομεν οὐκ ἔχομεν· ἀφιέμεν γὰρ αὐτῷ αὐτά· ἵνα καὶ οἱ ἔχοντες, “ὡς μὴ ἔχοντες.” εἰ καλόν ἐστι τοῖς ἔχουσιν οὕτως ἔχειν, ὡς μὴ ἔχουσιν, πῶς οὐ μᾶλλον τῇ παρθένῳ μηδὲ προσελθεῖν γάμῳ ; “καὶ “οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι·” τὴν ἄμετρον ἀπόλαυσιν ἐκβάλλει διὰ τούτου· τὴν μέντοι χρείαν καταλιμπάντε· τὸ “παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου·” δείκνυσιν ὅτι οὐχ ὁ κόσμος παρέρχεται, ἀλλὰ τὸ σχῆμα τοῦ παρόντος βίου μεταβάλλεται· ἡ φθορὰ, εἰς ἀφθαρσίαν· αἱ πόλεις, τὰ τείχη· οἱ νόμοι, αἱ γεωργίαι, αἱ τέχναι· ταῦτα γὰρ ὥσπερ μορφή τις ἐπίκειται τῷ βίῳ τούτῳ, ἥτις λαμβάνει μεταβολήν.
- 4.82
Οἰκοτμενίου. Ἐπειδὴ εἶπεν ὅτι θλῖψιν τῇ σαρκὶ ἕξουσιν, ἵνα μή τις εἴπῃ ἀλλὰ καὶ ἡδονὴν, ἐκ τοῦ συνεσταλμένου καιροῦ πειρᾶται τὰ τῆς ἡδονῆς ὑποτεμεῖν. διὰ τοῦτο γὰρ, φησὶ, λέγω ὅτι θλῖψιν ἕξουσιν· ἐπειδὴ μήτε ἡδονὴν δύνανται ἔχειν ἐν τῷ τὸν καιρὸν οὕτω συνεστάλθαι καὶ πρὸς λύσιν i ἐπείγεσθαι· ἤδη γὰρ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· καὶ λοιπὸν ἀποδημεῖν πρὸς αὐτὸν κελευ- όμεθα
- 4.83
Τοῦ Αὐτοῦ. Ἢ ὅτι καὶ περὶ τὴν μίξιν ἐγκρατεῖς εἶναι βού- λεται
- 4.84
Τοῦ Αὐτοῦ. Διὰ τὴν τοῦ καιροῦ βραχύτητα πάντα τὰ ἐν σπουδῇ τισιν ὑπάρχοντα ὡς οὐκ ὄντα, φησὶν, ὀφείλομεν ἡγεῖσθαι· καὶ τὸ ἔχειν γυναῖκα, καὶ τὸ χαίρειν, καὶ τὸ λυπεῖσθαι· ὅτ’ ἃν γὰρ ἐγγὺς ὁ θάνατος, τι δεῖ τοῖς ἐνταῦθα εμφιλοχωρεῖν καὶ νομίζειν ζειν εἶναί τι γάμον ἣ ἀγορασίαν K. ἣ τὸ ὅλως χρᾶσθαι τῷ κόσμῳ ;
- 4.85
Τοῦ Αὐτοῦ. Τὸ πάνυ τῇ τοῦ κόσμου ἀπολαύσει, οἷον τρυφῇ καὶ πλούτῳ καὶ δυναστείᾳ κεχρῆσθαι, παράχρησιν καλεῖ· τοῦτ’ ἔστι τὸ μὴ κεχρῆσθαι αὐτῷ καθὼς πρέπει σημαίνων· οὐ γὰρ διὰ τοῦτο παρήχθημεν ἐν κόσμῳ, ἵνα ταῦτα πράττωμεν· ἐπ’ ἔργοις γὰρ ἀγαθοῖς ἐκτίσμεθα. ὁ οὖν τὰ ἐν οἷς ἐπλάσθη ἀφεὶς, καὶ ἑτέρως τῳ κόσμῳ χρώμενος, παραχρᾶται αὐτῷ·
- 4.86
Ἰωάννου 1. Παρέρχεται καὶ τέλος ἕξει, φησὶν, ὁ κόσμος ὁ νῦν ὁρώμενος· τί οὖν ἔχεσθαι δεῖ τοῦ λυομένου ; σχῆμα δὲ ἐκάλεσεν· ἐμφαίνων ἄχρι ὄψεως εἶναι τὰ τοῦ παρόντος κόσμου, καὶ οὐκ ἔχειν μόνιμόν τι ἢ βέβαιον.
- 4.87
Σετηριανοῦ. Ἔδειξε διατὶ εἶπεν τὸ “ἐγὼ δὲ ὑμῶν φείδομαι·” ἵνα μὴ ἐν τοῖς μὴ μένουσι κενώσητε τὰς φροντίδας· καὶ τὰ ἑξῆς τοῦτο μᾶλλον δείκνυσιν.
- 4.88
Θεοδώρου. Παρενθεὶς τὴν καθόλου παραίνεσιν, ἐπὶ τὴν οἱκείαν ἀκολουθίαν ἀνατρέχει, ἑρμηνεύων τὸ “διὰ τὴν ἐνεστῶσαν ἀνάγκην καὶ τὸ θλῖψιν τῇ σαρκὶ ἕξουσιν.
- 4.89
Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί. μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος· ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ἦ ἁγία καὶ σώματι καὶ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί. τοῦτο δὲ πρὸς τῶν ὑμῶν αὐτῶν συμφέρον λέγω· οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπρόσεδρον τῷ Κυρίῳ ἀπερισπάστως.
- 4.90
Σευηριανοῦ. Ἀπέδωκεν τὴν αἰτίαν δι’ ἣν τοῦ γάμου προτιμοτέρα ἡ παρθενία· οὐ παρὰ τὴν κοίτην ἢ τὴν ἀποχὴν τῆς κοίτης, ἀλλὰ παρὰ τὸ τὸν γάμον γέμειν φροντίδων· τὸ κατὰ Θεὸν ἀσχολεῖν εἰς τὴν εὐσέβειαν τὸν νοῦν.
- 4.91
Οἰκοτμενίου. Ὄρα πῶς τῇ τῆς μερίμνης διαφορᾷ ἐπὶ παρθενίαν παρακαλεῖ· τὸ γὰρ “τὰ τοῦ Κυρίου μεριμνᾶν” οὐκ ἔστιν μερίμνα, ἀλλὰ σωτηρία· ὅθεν ἄνω λέγει· “θέλω δὲ ὑμᾶς ἀμεριμνους εἶναι·”
- 4.92
Τοῦ Αὐτοῦ. “Μεμερίσται·” τοῦτ’ ἔστιν οὐ τὴν αὐτὴν ἔχουσι φροντίδα· ἀλλὰ μεμερισμέναι εἰσὶ ταῖς σπουδαῖς. “ἡ μὲν γὰρ,” φησὶ, “παρθένος τὰ τοῦ Κυρίου μεριμνᾷ· ἵνα ᾐ σώματι καὶ “πνεύματι ἁγία.” σώματι μὲν διὰ τὴν ἁγνείαν· πνεύματι δὲ διὰ τὴν πρὸς Θεὸν οἰκειότητα, καὶ τὴν ἐνοίκησιν τοῦ παρακλήτου Πνεύματος· ἡ δὲ τὰ τοῦ κόσμου μεριμνᾷ· ἀνδρὶ γὰρ ἀρέσαι βούλεται. τί ἐστι τὰ τοῦ κόσμου ; ἴσως καὶ εὔοπτος εἶναι βούλεται καὶ οἰκουρὸς καὶ μηδὲ τῷ δεομένῳ ἁπλοῦσα χεῖρα φιλάνθρωπον.
- 4.93
Τοῦ Αὐτοῦ. Τοὺς δὲ περὶ παρθενίας λόγους φησὶν, ἐκίνησα, τοῦτο ὑμῖν συμφέρον εἰδώς· οὐχ ἵνα ἀναγκάσω ὑμᾶς καὶ θέλοντας καὶ μὴ παρθενεύειν, τὴν γὰρ ἀνάγκην “βρόχον” καλεῖ.
- 4.94
Τοῦ Αὐτοῦ. Οὐ γὰρ λέγω, φησὶν, ταῦτα, ἵνα βρόχον καὶ ἀνάγκην ὑμῖν ἐπιβάλω· ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ ἀπερισπάστως εὐπρόσεδρον τῷ Κυρίῳ ἀγαγεῖν ὑμᾶς βουλόμενος.
- 4.95
Οἰκοτμενίου. Πῶς δ᾿ ἂν εἴημεν ἀμέριμνοι, εἰ ἄγαμοι ὦμεν; τὰς γὰρ τοῦ κόσμου φροντίδας τίς ἀγνοεῖ;
- 4.96
Τοῦ Αὐτοῦ. Γυναῖκα φησὶν τὴν γεγαμηκυῖαν.
- 4.97
Τοῦ Αὐτοῦ. Τί γὰρ παρθένου καὶ τοιαύτης ζωῆς εὐσχημο- νέστερον ;
- 4.98
Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθενίαν αὐτοῦ νομίζει, ἐὰν ἦ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιήτω, οὐχ ἁμαρτάνει· γαμείτωσαν. ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῆ καρδίᾳ, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῆ καρδίᾳ αὐτοῦ, τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιεῖ. ὥστε καὶ ἐκγαμίζων, καλῶς ποιεῖ· ὁ δὲ μὴ ἐκγαμίζων, κρεῖσσον ποιεῖ.
- 4.99
Σετηριανοῦ. Νομίζουσι τίνες, ὅτι αὐτόν τινα ἑαυτοῦ περὶς ἀσχημονεῖν λέγει· ἀντὶ τοῦ ἐπὶ τῇ ἑαυτοῦ παρθενίᾳ, εἴ τις ἀσχημονεῖν νομίζοι· οὐκ ἔστι δὲ οὕτως· καὶ τὰ ἑξῆς δείκνυσιν· λέγει γὰρ, “ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ· ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ οὐδεὶς δὲ ἑαυτὸν ἐκγαμίζει, ἀλλ’ ὑφ’ ἑτέρου δίδοται.
- 4.100
Θεοδωρίτου. Πἀλιν ἐνταῦθα περὶ τῶν μηδέπω τὴν παρθενίαν ἑλομένων παρεκελεύσατο.
- 4.101
Θεοδωρου. Καλῶς παρέθηκε τὸ “μὴ ἔχων ἀνάγκην·” ἐκχωρεῖ γὰρ πολλάκις προειλῆφθαί τινας μνηστείας ἐγγύην, ὑφ’ ἧς ἐπὶ τὴν ἔκδοσιν συνωθεῖται τῆς οἰκείας παιδός· ἔστιν δὲ ὅτι καὶ οἰκέτης ὦν φυλάττειν μὲν βούλεται, οὐ δύναται δὲ τῷ τὸν δεσπότην πρὸς γάμον ἐκδοῦναι βούλεσθαι.
- 4.102
Θεοδωρίτου. Καὶ τῶν τοῦ γάμου κατηγορούντων αἱρετικῶν τὰς γλώττας ἐπέδησε· καὶ τὸ κάλλιστον τῆς παρθενίας ὑπέδειξεν· ἀναγκαῖον δὲ νενόμικεν καὶ ταῖς χήραις συμβουλεύσαι τὰ πρόσφορα.
- 4.103
Ἰωαννου m. Ἀσθένια φύσεως ἀνθρώπου τὸ νομίζειν ἀσχημονεῖν· εἴ γε τὴν ἑαυτοῦ θυγατέρα φυλάττει παρθένον καὶ Θεῷ ἀφιεροῖ.
- 4.104
Οἰκουμενίου. Οὕτω πῶς ὃ θέλει, φησὶν, ποιείτω· εἴτε ἐγγαμισάτω· εἴτε τηρείτω παρθένον· οὐδέτερον γὰρ ἁμαρτία· εὐδοκιμεῖ δὲ μᾶλλον ὁ φυλάττων παρθένον, ὡς προιὼν φησίν.
- 4.105
Τοῦ Αὐτοῦ. Ὁρᾷς πῶς ἐκ προοιμίων θαυμάζει τὸν τηροῦντα αὐτὴν παρθένον ; “ὃς ἕστηκε,” φησὶν, “ἑδραῖος ἐν τῇ καρδίᾳ·” δῆλον ὅτι ἐκεῖνος ὁ διὰ τὴν δοκοῦσαν ἀσχημοσύνην καθυφεὶς καὶ ἐγγαμίσας, οὐκ ἕστηκεν ἑδραῖος εἰς τὸ ἔργον τοῦ Θεοῦ.
- 4.106
Τοῦ Αὐτοῦ. Οὐκ ἔχει, φησὶν, ἀνάγκην μὴ ἐγγαμίσαι αὐτήν· ἣ γὰρ ἂν οὔτε οὕτω θαυμάσιος ἦν μὴ ἐγγαμίζων, τῇ γὰρ ἀνάγκῃ καὶ οὐκ αὐτῷ τὸ ἔργον ἐλογίζετο· νυνὶ δὲ φιλοτιμία ἐστὶν αὐτῷ τὸ πᾶν, καὶ θεοφιλὴς προαίρεσις.
- 4.107
Τοῦ Αὐτοῦ. Ἑδραῖόν τινα ὑποτίθεται ἄνθρωπον· ὃν οὐκ ἴσχυσεν σαλεῦσαι ἡ δοκοῦσα παρὰ τοῖς ἀνθρώποις ἀσχημοσύνη, ἐπὶ τῶν φυλαττόντων παρθένους τὰς θυγατέρας.
- 4.108
Τοῦ Αὐτοῦ. Καὶ ἐκεῖνο μὲν φησὶν καλόν· οὐ γὰρ ἁμαρτία τὸ ἐγγαμίζειν· πᾶν δὲ ὃ οὐκ ἁμαρτία, καλόν· ὁ δέ γε μὴ ἐγγαμίζων, καὶ κατόρθωμά τι πράττει, ὃ κρεῖττόν ἐστιν· ὅρα δὲ πῶς ἐκ τῆς συγκρίσεως, τὸ μὴ ἐγγαμίζειν συμβουλεύει.
- 4.109
Φωτίου. Εἰ δέ τις φησὶν, ἀσχημοσύνην νομίζει φέρειν αὐτῷ, ἀνέκδοτον γάμῳ φυλάττειν οἴκοι τὴν θυγατέρα παρθενεύουσαν, καὶ οἴεται οὕτως μᾶλλον ὀφείλειν γίνεσθαι, οἷον ἐκδοῦναι, ποιείτω ὃ θέλει· οὐ γὰρ κεκώλυται ὁ γάμος, μὴ γένοιτο, εἰ καὶ ὑψηλότερον ἡ παρθενία· ὥστε εἰ βούλονται, ἐκγαμείτωσαν αὐτάς, φησιν· εἰ δέ τις ἕστηκεν ἐν ταύτῃ τῇ γνώμῃ ἑδραῖος, ἤτοι εἰς τὸ μὴ γαμίσαι αὐτὴν, μὴ ποιῶν τοῦτο ὡς ἐξ ἀνάγκης καὶ ἀπὸ νόμου κωλυόμενος. ὁ γὰρ οὕτως τοῦτο ποιῶν λίαν ἁμαρτάνει· ἐὰν οὖν τις τοῦτο ὡς μὴ ἔχων ἀνάγκην ποιεῖ, ἀλλ’ ὡς κύριος μὲν οὖν ἑκατέρου θελήματος ἀπὸ τοῦ νόμου· αὐτὸς δὲ αἱρετώτερον κρίνων τὸ μὴ ἐγγαμίζειν, καὶ οὕτως καλῶς ποιεῖ φυλάττων παρθένον καὶ ἀμερίμνον τὴν ἑαυτοῦ θυγατέρα. δύναται τὸ μὴ ἔχειν ἀνάγκην καὶ ἄλλως οὐδὲν ἧττον οἰκείως ἐκληφθῆναι· οἷον μὴ ἀναγκαζόμενος τὸ ἐναντίον ποιεῖν ὑπὸ τῆς θυγατρός.
- 4.110
Ἐὰν ὁρᾷ γὰρ τὰ τῆς θυγατρὸς εἰς τὸ ἐγγαμίζειν αὐτὸν ἀναγκάζοντα, οὐκ ὀφείλει παρθένον αὐτὴν τηρεῖν· εἰς τὸ ἐναντίον αὐτὴν καὶ τῆς ὁρμῆς καὶ τῆς γνώμης ἐκβιαζόμενος· ἑκούσιον γὰρ ἀλλ’ οὐκ ἀκούσιον τὸ τῆς παρθενίας· ἐπεὶ μετὰ τοῦ ἀκουσίου καὶ εἰς χεῖρον ἃν ἀποκλίνειεν· ἑαυτῇ μὲν συγγνώμην φέρουσα, εἰς δὲ τὸν βιασάμενον παρθενεύειν τῆς ἀτοπίας τὴν αἰτίαν ἀναφέρουσα· ἢ τὸ μὴ ἔχων ἀνάγκην, καὶ τοῦτο ἃν ὑποδηλώσειεν· μὴ ἔχων, φησὶν, ἀνάγκην τοῦτο ποιεῖν· ἣ ὥσπερ ὁ ἀφιερώσας τῷ Θεῷ καὶ ἀναθεὶς παρθενεύειν· ἣ ὡς τῆς θυγατρὸς ἐπὶ τοῦτο καταναγκαζούσης· τὸ γὰρ ὑπό τινος τῶν εἰρημένων ἀνάγκην ἔχοντι μὴ ἐγγαμίζειν· οὐδὲ βουλεύσασθαι ἄλλως ἔνι, οὐδὲ κρίσιν ἄλλην ἐν τῇ καρδίᾳ μελετῆσαι· ἀλλ’ οὐδὲ ἐπιτελοῦντι τηλικοῦτος ὁ ἔπαινος, ὅσον μὴ ἐπιτελοῦντι τὸ κατάκριμα, ἀλλὰ πολλαπλάσιον· ὃς δὲ χωρὶς ἀνάγκης X ἐν τῇ καρδίᾳ τοῦτο κέκρικεν ποιεῖν· παρθένον μὲν ἔχειν, μέγα κατώρθωσεν· ἐγγαμίσας δὲ, οὐδὲν ὅλως ἥμαρτεν.
- 4.111
Γυνὴ δέδεται νόμῳ ἐφ’ ὅσον χρόνον ζῆ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. μακαριωτέρα ’δε ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.
- 4.112
Θεοδωρίτου. “Γυνὴ δέδεται νόμῳ ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ “αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμη- “θῆαι· μόνον ἐν Κυρίῳ·” τοῦτ’ ἐστι νόμῳ πιστῷ, εὐσεβεῖ· σωφρόνως, ἐννόμως· ” μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτως μείνῃ κατὰ “τὴν ἐμὴν γνώμην·” πάλιν οὐ νόμον τέθεικεν, ἀλλὰ συμβουλὴν εἰσήνεγκεν· ἀξιόπιστον δὲ ταύτην ποιῶν, ἐπήγαγεν, “δοκῶ δὲ “κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.” οὐκ ἐμοῦ φησὶ, τὰ ῥήματα, ἀλλὰ τῆς τοῦ Ἁγίου Πνεύματος χάριτος· ὄργανον γὰρ ἐκείνου ἐγώ· ἐπισημήνασθαι μέντοι χρὴ, ὡς οὐχ ἁπλῶς μακαρίαν τὴν ἐγκρατευομένην, ἀλλὰ μακαριωτέραν ἐκαλέσεν· διδάσκων ὡς οὐδὲ ἡ δευτέροις ὁμιλοῦσα γάμοις ἀθλία, ἀλλὰ καὶ αὐτὴ μακαρία κατὰ τὸν ἀποστολικὸν νόμον συναπτομένη· ἡ γὰρ σύγκρισις κἀκείνην μακαρίαν ἀπέφηνεν. ἱκανὴ δὲ καὶ αὕτη τῶν Ναβάτου κατηγορία, οἳ τῆς διγαμίας ὡς πορνείας κατηγοροῦσιν, ἄντικρυς τοῖς n ἀποστολικοῖς ἐναντιούμενοι νόμοις. Σετηριανοῦ. Τὸ τοῦ μακαρίου τούτου κρεῖττον τὸ οὕτω μεῖναι· τὸ μὲν γὰρ σωματικῆς ἐστιν ἀναπαύσεως· τὸ δὲ τελειοτέρας εὐσεβείας.
- 4.113
Ἰωαννου. Μετὰ σωφροσύνης φησὶ, μετὰ κοσμιότητος· ἐπὶ παιδοποιίᾳ καὶ προστασίᾳ, μὴ ἐν πάθει ἐπιθυμίας.
- 4.114
Τοῦ Αὐτοῦ. Ἴνα μή τις νομίσῃ τὰς τοιαύτας συμβουλὰς Παύλου εἶναι, καὶ διὰ τοῦτο ἀνθρωπίνας, ἐπάγει “ὅτι Πνεῦμα “Θεοῦ ἔχω.” δεικνὺς ὅτι νομοθεσίαι εἰσὶ τοῦ παρακλήτου.
- 4.115
Οἰκοτμενίου. Νόμῳ λέγει τὸ περὶ τῶν μοιχῶν· τοῦτο γὰρ κατέχεται εἰς τὸ μὴ συμπλακῆναι ἑτέρῳ· εἰπὼν δὲ δέδεται, ἔργῳ δείκνυσιν, ὅτι ὁ μὴ ἐγγαμίζων κρεῖσσον ποιεῖ· δεσμοῦ γὰρ αὐτὴν ἐλευθεροῖ.
- 4.116
Τοῦ Αὐτοῦ. Ἐλευθέρωται γὰρ καὶ ἐκ τοῦ πρώτου δεσμοῦ καὶ νόμου, καὶ λέλυται· εἰπὼν δὲ καὶ ὅτι ἐλύθη, προετρέψατο μὴ πάλιν γῆμαι καὶ δεθῆναι.
- 4.117
Τοῦ Αὐτοῦ. Ἵνα μὴ ἀνάγκης τὸ πρᾶγμα εἶναι νομίσῃς, φησὶ, “κατὰ τὴν ἐμὴν γνώμην.” ὅσον ἐγὼ γινώσκω φησίν.
- 4.118
Τοῦ Αὐτοῦ. Πόλλης ταπεινοφροσύνης τὸ δοκῶ· τοῦτ’ ἐστιν ἡγοῦμαι, ὑπονοῶ.
- 4.119
Φωτίου. “Κατὰ τὴν ἐμὴν γνώμην·” κατὰ τὴν ἐμὴν παραίνεσιν νεσιν καὶ συμβουλήν· οὐ κατά τινα νομοθεσίας ἀνάγκην· εἶτα ἵνα μή τις εἴπῃ, οὐκοῦν ἐμή ἐστιν νομοθεσία, τι χρὴ ὅλως τινὰ κατὰ τὴν παραίνεσιν ποιεῖν ; ἐπήγαγεν, ὅτι καὶ ταῦτα ἐκ τοῦ Παναγίου Πνεύματος παραινοῦμεν· εἰ καὶ μὴ εἰς νόμου ἀνάγκην, διὰ τὴν ἀσθένειαν ὑμῶν, τὴν συμβουλὴν κατακλείομεν.
- 5.1
Περὶ διαφορᾶς ἐδεσμάτων, καὶ ἀποχῆς δαιμονικοῦ σεβάσματος.
- 5.2
Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν, ὅτι πάντες γνῶ- σιν ἔχομεν· ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ· εἰ δέ τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκεν καθὼς δεῖ γνῶναι· εἰ ’δε τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται υπ αὐτοῦ.
- 5.3
Ἰωαννου. Πολλοὶ παρὰ τοῖς Κορινθίοις μαθόντες ὅτι “οὐ “τὰ εἰσπορευόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα· καὶ ὅτι τὰ εἴδωλα, ξύλοι καὶ λίθοι καὶ δαίμονες, οὔτε βλάψαι οὔτε ὠφελῆσαι δυνάμενοι, ἀμέτρως τῇ τελειότητι τῆς γνώσεως ταύτης ἐκέχρηντο καὶ εἰς τὴν ἑτέρων καὶ εἰς τὴν ἑαυτῶν βλάβην· καὶ γὰρ εἰς εἰδωλεῖα εἰσήεσαν, καὶ τῶν αὐτόθι μετεῖχον τραπεζῶν, καὶ μέγαν ἐντεῦθεν τὸν ὄλεθρον ἔτικτον· οὔτε γὰρ ἔτι τὸν τῶν εἰδώλων ἔχοντες φόβον, καὶ οὐκ εἰδότες αὐτῶν καταφρονεῖν, μετεῖχον τῶν δείπνων ἐκείνων· ἐπειδὴ τοὺς τελειοτέρους ἑώρων τοῦτο ποιοῦντας· καὶ τὰ μέγιστα ἐντεῦθεν ἐβλάπτοντο· οὐδὲ γὰρ μετὰ τῆς αὐτῆς ἐκείνοις νόμοις γνώμης ἥπτοντο τῶν προκειμένων· ἀλλ’ ὡς εἰδωλοθύτων· καὶ ὁδὸς ἐπὶ εἰδωλολατρείαν τὸ πρᾶγμα ἐγίνετο· αὐτοί τε οὗτοι πάλιν οἱ δῆθεν τελειότεροι, οὐχ ὡς ἔτυχεν ἠδικοῦντο, δαιμονικῶν ἀπολαβόντες τραπεζῶν.
- 5.4
Τὸ μὲν οὖν ἔγκλημα τοῦτο ἦν· ὁ δὲ μακάριος οὗτος μέλλω, αὐτὸ διορθοῦν, οὐκ εὐθέως καταφορικῶς κέχρηται τῷ λόγῳ. καὶ γὰρ ἀνοίας μᾶλλον ἣ κακίας ἦν τὸ γιγνόμενον. δι’ ὃ καὶ παραινέσεως ἐν ἀρχῇ μᾶλλον ἐδεῖτο ἣ ἐπιπλήξεως σφοδρᾶς καὶ ὀργῆς. σκοπεῖ τοίνυν αὐτοῦ τὴν σύνεσιν· πῶς εὐθέως ἄρχεται τῆς νουθεσίας· περὶ δὲ τῶν είδωλούθων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν πρῶτον μὲν οὖν κοινὸν αὐτὸ ποιεῖ· ἐπειδὴ ἐκεῖνοι, αὐτῶν αὐτὸ εἶναι ἐνόμιζον μόνων· ἔπειτα ποιήσας κοινὰ, οὐ τίθησιν ἑαυτὸν ἐν τῇ κοινωνίᾳ μόνον· ἐπεὶ καὶ οὕτως ἃν μᾶλλον αὐτοὺς ἐπῆρεν. ὥσπερ γὰρ τὸ μόνον ἔχειν ἐπαίρει· οὕτω τὸ κοινωνὸν ἕνα που καὶ δεύτερον ἔχειν τῶν ὑπερεχόντων, οὐκ ἔλαττον τοῦτο ποιεῖ· διὰ τοῦτο οὐχ ἑαυτὸν τίθησιν, ἀλλὰ πάντας· οὐ γὰρ εἶπεν, ὅτι καὶ ἐγὼ γνῶσιν ἔχω, ἀλλ’ “οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν.”
- 5.5
Σευηριανοῦ. Ἐπειδὴ οἱ Κορίνθιοι τὰ εἰδωλόθυτα ἤσθιον, λέγοντες, ὅτι ἡμῖν οὐκ ἔστιν εἰδωλόθυτον· ἁγιάζω γὰρ αὐτὰ τῇ ἐπονομασίᾳ τοῦ Χριστοῦ, καὶ ἐσθίω· δείκνυσιν αὐτὸς ὅτι οὐκ αὐτοὶ μόνοι ὡς σοφοὶ ἴσασι τοῦτο· καὶ λέγει· “οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν ὥστε ὃ οἴδατε, οἴδα ὃ ’δε πάσχετε, οὐ πάσχω.
- 5.6
Θεοδωρου.Καὶ Θεοδωρίτου. Μετά τινος εἰρωνείας αὐτοῖς τὴν γνῶσιν προσεμαρτύρησεν· ὅτι γὰρ οὐκ ἀληθῶς ταύτην αὐτοὺς ἔχειν εἴρηκεν, διδάσκει τὰ μετὰ ταῦτα· λέγει γάρ· “εἰ δέ τις “δοκεῖ εἶναι τί· οὐδέπω οὐδὲν ἔγνωκεν καθὼς δεῖ γνῶναι·” εἰρωνικῶς τοίνυν τέθεικεν τὸ “οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν·’ εἶτα ἐπάγει· “ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ·” κρείττων ἡ ἀγάπη τῆς γνώσεως· ἡ μὲν γὰρ ἐπαίρει πολλάκις τοὺς οὐ καλῶς αὐτῇ κεχρημένους· ἡ δὲ προμηθεῖται τῆς τοῦ πέλας εὐεργεσίας· τοῦτο γὰρ λέγει, “οἰκοδομεῖ·” κατηγορεῖ δὲ αὐτῶν ὁ λόγος ὡς ἀγάπης ἐστηρημένων· εἰ γὰρ ταύτην ἐκέκτηντο, τῆς τῶν ασθενεστέρων ἂν ὠφελείας ἐπεμελήθησαν.
- 5.7
Σευηριανοῦ. τοῦτο μὲν, ὃ οἶδα καὶ οἶδα, οὗ δεῖ σκοπεῖν· ὃ δὲ οἶδα, ὅτι δεῖ διὰ τὸν ἀσθενῆ μὴ ἐσθίειν, τοῦτο οὐκ οἴδατε ὑμεῖς· ἐγὼ δὲ οἶδα· τί οὖν φυσιοῦσθε ὑπὲρ τῆς γνώσεως τῆς οὐ τοσοῦτον ἐχούσης, ὅσον ἡ ἐμὴ γνῶσις ; ἐπάγει γοῦν, “εἰ δέ τις “δοκεῖ εἰδέναι τι ἐν ὑμῖν, οὐδέπω ἔγνωκεν καθὼς δεῖ γνῶναι· αὐτίκα ὃ ἐγὼ ὄιδα, σὺ οὐδέπω οίδας· εἰ δέ τις ἀγαπᾷ τὸν Θεὸν, “οὗτος ἔγνωσται ὑπ’ αὐτοῦ. ἡμεῖς μὲν ὅπερ ὡς ἄνθρωποι οἰηθῶμεν εἰδέναι, οὐδέπω οὐδὲν οἴδαμεν. τί δέ ἐστι τὸ μακάριον ; τὸ ἀγαπᾶν τὸν Θεὸν, καὶ γινώσκεσθαι ὑπ’ αὐτοῦ· οὐκ ἐπειδὴ ἀγνοεῖ τοὺς μὴ ἀγαπῶντας, ἀλλ’ ὅτι οἰκειοῦται τοὺς ἀγαπῶντας. λαμβάνεται γὰρ τὸ τῆς γνώσεως καὶ ἐπὶ οἰκειώσεως· ὥσπερ τὸ τῆς ἀγνοίας καὶ ἐπὶ ἀλλοτριώσεως· οἷόν ἐστι τὸ ὑπὸ τοῦ Κυρίου ῥηθὲν τὸ ἀπέλθετε, οὐδέποτε ἔγνων ὑμᾶς. Θεοδωρίτου. Πόλλης ἡμῖν δεῖ γνώσεως, καὶ ταύτην λαβεῖν τελείαν κατὰ τὸν παρόντα βίον, τῶν ἀδυνάτων· ἀγαπήσωμεν τοίνυν τὸν Θεὸν, ἵνα τῆς παρ’ αὐτοῦ τύχωμεν προμηθείας. καὶ γὰρ τοῦτο μετὰ πολλῆς τέθεικεν ἀκριβείας· οὐ γὰρ εἶπεν ὁ ἀγαπῶν τὸν Θεὸν, ἔγνων αὐτόν· ἀλλ’ “ἔχυνστατι ἔγνωσται ὑπ’ αὐτοῦ·” ἀντὶ τοῦ τῆς παρ’ αὐτοῦ κηδεμονίας τυγχάνει· οὕτω γὰρ καὶ ὁ μακάριος ἔφη Μωϋσῆς πρὸς αὐτὸν τὸν τῶν ὅλων Θεὸν, “σύ μοι εἴπας, εὗρες χάριν “παρ’ ἐμοὶ, καὶ οἶδά σε παρὰ πάντας·” οὐκοῦν τὸ “ἔγνωσται “ὑπ᾿ αὐτοῦ” τὴν πλείονα τοῦ Θεοῦ κηδεμονίαν δηλοῖ.
- 5.8
Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος εἰ μὴ εἷς. καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ τῆς γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί· ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ.
- 5.9
Ἰωαννου. Οὐκ ἔστιν οὖν εἴδωλα; οὐκ ἔστιν ξοάνα; ἔστιν μὲν, ἀλλ’ οὐκ ἔχει τινὰ ἰσχύν· οὐδὲ θέοι εἰσιν, ἀλλὰ λίθοι καὶ δαίμονες· πρὸς γὰρ ἀμφοτέρους ἀποτείνεται νῦν, καὶ τοὺς παχυτέρους αὐτῶν καὶ τοὺς δοκοῦντας φιλοσοφεῖν· ἐπειδήπερ οἱ μὲν οὐδὲν πλέον τῶν λίθων ἴσασιν, οἱ δὲ λέγουσι καὶ δυνάμεις τινὰς οἰκεῖν ἐν αὐτοῖς, ἃς καὶ θεοὺς καλοῦσιν. πρὸς μὲν ἐκείνους φησὶν, ὅτι “οὐδὲν εἴδωλον ἐν κόσμῳ·” πρὸς δὲ τούτους, ὅτι οὐδεὶς Θεὸς εἰ μὴ εἷς· ὁρᾷς πῶς οὐχ ἁπλῶς δογματίζων γράφει ταῦτα, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῶν ἔξωθεν; καὶ γὰρ τοῦτο πανταχοῦ χρὴ παρατηρεῖν, εἴτε ἀπολελυμένον λέγει τὶ, εἴτε πρός τινας ἱστάμενος· οὐδὲ γὰρ τὸ τυχὸν πρὸς τὴν τῶν λεγομένων κατανόησιν· “καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, “ὥσπερ οὖν εἰσι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί·” ἐπειδὴ εἶπεν οὐδὲν εἴδωλον καὶ οὐδεὶς Θεὸς ἕτερος. ἦν δὲ καὶ εἴδωλα, ἦσαν δὲ καὶ θεοὶ λεγόμενοι θεοὶ, ὥσπερ οὖν καί εἰσιν. οὐχ ἁπλῶς εἰσὶν, ἀλλὰ “λεγόμενοι· οὐκ ἐν πράγματι, ἀλλ’ ἐν ῥήματι τοῦτο ἔχοντες· “εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς·” ἐν οὐρανῷ τὸν ἥλιον λέγων καὶ τὴν σελήνην καὶ τῶν λοιπῶν τῶν ἄστρων χορόν· καὶ γὰρ καὶ ταῦτα προσεκύνησαν Ἕλληνές· ἐπὶ γῆς δὲ δαίμονας καὶ τοὺς ἐξ ἀνθρώπων θεοποιηθέντας ἅπαντας.
- 5.10
“Ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατήρ· ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς “εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα· “καὶ ἡμεῖς δι’ αὐτοῦ.” πρότερον θεὶς χωρὶς τοῦ πρός τι, καὶ εἰπὼν οὐδεὶς Θεὸς ἕτερος εἰ μὴ εἷς, νῦν τοῦτο προστίθησιν, ὅτε παντελῶς ἐκείνους ἐξέβαλεν· εἶτα καὶ ὅπερ ἐστὶ δεῖγμα θεότητος, καὶ τοῦτο ἐπάγει· “ἐξ οὗ τὰ πάντα.” τοῦτο γὰρ δεικνύει κἀκείνους οὐκ ὄντας θεούς. θέοι γὰρ φησιν, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ εποίησαν, ἀπολέσθωσαν· εἶτα καὶ τὸ τούτου οὐκ ἔλαττον προστίθησιν. “καί ἡμεῖς εἰς αὐτόν. ὅτ’ ἂν μὲν γὰρ εἴπῃ ἐξ οὑ τὰ πάντα, τὴν δημιουργίαν λέγει, καὶ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγήν· ὅτ’ ἂν δὲ εἴπῃ “καὶ ἡμεῖς εἰς αὐτὸν,” τὴν τῆς πίστεως καὶ τῆς οἰκειώσεως λέγει λόγον. ὃ καὶ ἔμπροσθεν ἔλεγεν, “ἐξ αὐτοῦ δὲ ὑεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ.” διπλῶς γάρ ἐσμεν ἐξ αὐτοῦ· καὶ τὸ μὴ ὄντες, γενέσθαι, καὶ τὸ πιστοὶ γενέσθαι· καὶ γὰρ τοῦτο κτίσις· ὃ καὶ ἀλλαχοῦ φησὶν, “ἵνα τοὺς δύο κτίσῃ “ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον.”
- 5.11
“Καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς “δι’ αὐτοῦ.” καὶ ἐπὶ τοῦ Χριστοῦ πάλιν ὁμοίως νοητέον· δι’ αὐτοῦ γὰρ, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἰναι παρήχθη τὸ τῶν ἀνθρώπων γένος, καὶ ἀπὸ πλάνης εἰς ἀλήθειαν ἐπανῆλθεν. ὥστε τὸ “ἐξ οὗ” τοῦτο οὐκ ἔστι χωρὶς τοῦ Χριστοῦ· ἐξ αὐτοῦ γὰρ διὰ τοῦ Χριστοῦ ἐδημιουργήθημεν· οὐ τοίνυν οὐδὲ τὰ ὀνόματα ὡς ἀποκεκληρωμένα διεῖλεν τῷ μὲν υἱῷ τὸ Κύριος· τῷ δὲ Πατέρι τὸ Θεὸς προσνέμων· οἶδεν γὰρ αὐτὸ καὶ ἐναλλάττειν ἡ γραφὴ πολλάκις· ὡς ὅτ’ ἃν λέγῃ “εἰπεν ὁ Κύριος τῷ Κυρίῳ μου.” καὶ πάλιν, “διὰ “τοῦτο ἔχρισέν σε ὁ Θεὸς, ὁ Θεός σου.” καὶ “ἐξ ὧν ὁ Χριστὸς, “τὸ κατὰ σάρκα, ὁ ὣν ἐπὶ πάντων Θεός·” καὶ πολλαχοῦ ἃν ἴδοις ταῦτα τὰ ὀνόματα μεταβαίνοντα· εἰ δὲ ἀποκεκληρωμένα ἦν ἑκάστῃ φύσει, καὶ οὐχὶ Θεὴ ἦν ὁ Υἱὸς, καὶ Θεὸς ὡς ὁ Πατὴρ, μένων Υἱός· εἰπὼν, “ἀλλ’ ἡμῖν εἷς Θεός·” περιττῶς προσετέθη τὸ “Πατὴρ,” βουλόμενος γνωρίσαι τὸν ἀγέννητον. ἤρκει γὰρ τὸ “Θεός·” εἴγε αὐτοῦ μόνου ἦν γνωριστικὸν τοῦτο δηλῶσαι. οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερόν ἐστιν εἰπεῖν· εἰ γὰρ λέγεις, ἐπειδὴ εἷς Θεὸς εἴρηται, οὐχ ἁρμόσει τῷ Υἱῷ τὸ Θεὸς, ὅρα καὶ ἐπὶ τοῦ Υἱοῦ τὸ αὐτὸ κείμενον· καὶ γὰρ ὁ Υἱὸς εἷς Κύριος εἴρηται. καὶ οὐ διὰ τοῦτο αὐτῷ μόνῳ τὸ Κύριος ἁρμόττειν φαμέν· ὥστε ἣν ἔχει ἰσχὺν τὸ εἷς ἐπὶ τοῦ Χριστοῦ, ταύτην καὶ ἐπὶ τοῦ Πατέρος. καὶ καθάπερ οὐκ ἐξωθῇ τὸν Πατέρα τὸ Κύριον εἶναι, οἷος ὁ Υἱός ἐστι Κύριος, διὰ τὸ ἕνα αὐτὸν λέγεσθαι Κύριον τὸν Υἱόν· οὕτως οὐδὲ τὸν Υἱὸν ἐκβάλλει Θεὸν, τοῦ εἶνια Θεὸν, οἷός ἐστι Θεὸς ὁ Πατήρ· διὰ τὸ ἕνα Θεὸν λέγεσθαι τὸν Πατέρα.
- 5.12
Εἰ δέ τινες λέγοιεν, τίνος ἕνεκεν Πνεύματος οὐκ ἐμνημόνευσεν ; ἐκεῖνο ἃν εἴποιμεν, ὅτι πρὸς εἰδωλολάτρας ἦν ὁ λόγος αὐτῷ· καὶ περὶ θεῶν πολλῶν ὁ ἀγὼν, καὶ περὶ κυρίων πολλῶν. διὸ καὶ Θεὸν τὸν Πατέρα εἰπὼν, Κύριον τὸν Υἱὸν ἐκάλεσεν· εἰ τοίνυν τὸν Πατέρα οὐκ ἐτόλμησεν καλέσαι Κύριον, νῦν μετὰ τοῦ Υἱοῦ, ἵνα μὴ δύο παρ’ ἐκείνους ὑποπτεύηται λέγειν Κυρίους· οὐδὲ τὸν Υἱὸν Θεὸν μετὰ τοῦ Πατέρος, ἵνα μὴ δύο νομίζηται λέγειν Θέους, τί θαυμάζεις εἰ τοῦ Πνεύματος οὐκ ἐμνημόνευσεν ; πρὸς γὰρ ἐκείνους ἦν αὐτῷ τέως ὁ ἀγὼν, καὶ τὸ δεῖξαι, ὅτι οὐκ ἔστι πολυθεία παρ’ ἡμῖν. διὰ τοῦτο τὸ εἷς συνεχῶς κατέχει λέγων, “ οὐδεὶς Θεὸς “ἕτερος, εἰ μὴ εἷς.” καὶ “ἡμῖν εἷς Θεὸς καὶ εἷς Κύριος.” ὅθεν δηλονότι φειδόμενος τῆς ἀσθενείας τῶν ἀκουόντων, ταύτῃ ἐχρήσατο τῆ διασκευῇ· καὶ διὰ τοῦτο οὐδὲ τοῦ Πνεύματος ἐμνημόνευσεν. ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν· οὐδὲ ἀλλαχοῦ μνησθῆναι ἔδει τοῦ Πνεύματος, οὐδὲ συντάττεσθαι αὐτὸ Πατέρι καὶ Υἱῷ. εἰ γὰρ ἀπέρριπται Πατέρος καὶ Υἱοῦ· πολλῷ μᾶλλον ἐπὶ τοῦ βαπτίσματος αὐτὸ συντάττεσθαι οὐκ ἔδει, ἔνθα μάλιστα φαίνεται τὸ ἀξίωμα τῆς θεότητος, καὶ δωρεαὶ δέδονται Θεῷ προσήκουσαι μόνῳ παρέχειν. ’γὼ μὲν οὖν τὴν αἰτίαν εἶπον, δι’ ἣν ἐνταῦθα σεσίγηται· σὺ δὲ εἰ μὴ τοῦτό ἐστιν, εἰπὲ, διατί ἐν τῷ βαπτίσματι συντάττεται ; ἀλλ’ οὐκ ἃν ἔχοις ἑτέραν αἰτίαν εἰπεῖν, ἣ τὸ ὁμότιμον αὐτὸ εἶναι· ὅτ’ ἂν οὖν μηδὲ μίαν ἔχῃ τοιαύτην ἀνάγκην, ὅρα πῶς αὐτὸ συντάττει οὕτω λέγων· “ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, “καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατέρος, καὶ ἡ κοινωνία τοῦ Ἁγίου “Πνεύματος εἴη μετὰ πάντων ὑμῶν·” καὶ πάλιν “διαιρέσεις δὲ “χαρισμάτων εἰσί· τὸ δὲ αὐτὸ Πνεῦμα. καὶ διαιρέσεις διακονιῶν “εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, “ὁ δὲ αὐτὸς Θεός.” ἀλλ’ ἐπειδὴ πρὸς Ἓλληνας ὁ λόγος, καὶ τοὺς ἐξ Ἑλλήνων ἀσθενεστέρους, διὰ τοῦτο ταμιεύεται τέως. ὅπερ οὖν καἰ οἱ προφῆται ποιοῦσιν ἐπὶ τοῦ Υἱοῦ, οὐδαμοῦ σαφῶς αὐτοῦ μεμνημένοι, διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων.
- 5.13
Θεοδωρίτου. Ὁ θεῖος Ἀπόστολος τὴν ἰσότητα δείκνυσιν· καὶ τὸ εἷς ὁμοίως ἐπὶ Πατέρος καὶ Υἱοῦ τεθεικὼς, καὶ τὴν Κύριος φωνὴν ἰσοδυναμοῦσαν τῇ Θεὸς ἐπιδείξας. οὕτω δὲ καὶ ἡ παλαιὰ γραφὴ τὰς προσηγορίας πάσας δείκνυσι συνημμένας· “ἐγὼ γάρ “εἰμι Κύριος σοῦ, ὁ ἐξάγων σε ἐκ τῆς Αἰγύπτου·” καὶ “ἄκουε “Ἱερουσαλήμ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστίν.” καὶ μυρία τοιαῦτα. ὁ τοίνυν οὕτως Θεὸς πάντως καὶ Κύριος. καὶ ὁ ὄντως Κύριος πάντως καὶ Θεός. ἀλλ’ ὥστε οὐδὲ ἔστιν ἄλλος Θεὸς Πατήρ· εἷς γὰρ Θεὸς Πατήρ· οὐδὲ ἄλλος Κύριος Ἰησοῦς Χριστός· “εἷς γὰρ Κύριος Ἰησοῦς Χριστός·” τὸ δὲ “ἡμεῖς εἰς “αὐτόν·” ὅτι τοῦ πρὸς αὐτὸν ἀπεστράφθαι ὀφείλομεν εἰς αὐτὸν ἀφορᾶν, αὐτὸν διηνεκῶς ἀνυμνεῖν· τὸ δὲ “καὶ ἡμεῖς δι’ αὐτοῦ· οὐ τὴν δημιουργίαν, ἀλλὰ τὴν σωτηρίαν αἰνίττεται· δι’ αὐτοῦ μὲν γὰρ τὰ πάντα. ἡμεῖς δὲ οἱ πεπιστευκότες, δι’ αὐτοῦ τῆς σωτηριας τετυχήκαμεν.
- 5.14
Φωτίου. “Ἐν κόσμῳ εἴδωλον οὐδέν ἐστιν” τοῦτ’ ἔστιν οὐδέν ἐστι τῶν ἐν κόσμῳ ὄντων τί εἴδωλον· ἐπινοίας δὲ ματαίας ἀναπλασμὸς καὶ ἀνατύπωσις· διὸ ἐν μόναις ταῖς τοιούτων διανοίαις ἡ τῶν εἰδώλων ὕπαρξις ἵδρυται· ἐν ἄλλῳ οὐδενὶ δυνάμενοι ἔχειν τὴν ὑπόστασιν.
- 5.15
Ἀλλ᾿ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται
- 5.16
Ἰωαννου. Ποῖα αὕτη ; ἡ περὶ τοῦ Θεοῦ· ἣ περὶ τῶν εἱδωλοθύτων; ἣ γὰρ τοὺς Ἓλληνας αἰνίττεται ἐνταῦθα τοὺς πολλοὺς λέγοντας θεοὺς καὶ κυρίους, καὶ οὐκ εἰδότας τὸν ὄντα Θεόν. ἣ τοὺς ἐξ Ἑλλήνων ἀσθενεστέρους ἔτι· τοὺς οὐδέπω σαφῶς εἰδότας ὅτι οὐ χρὴ δεδοικέναι τὰ εἴδωλα· καὶ ὅτι “οὐδὲν εἴδωλον ἐν “κόσμῳ·” τοῦτο δὲ εἰπὼν, ἠρέμα παρεμυθήσατο καὶ ἐπῆρεν τούτους· οὐδὲ γὰρ πάντα καθάπτεσθαι ἔδει, καὶ μάλιστα μέλλοντα αὐτῶν καθικνεῖσθαι σφοδρότερον· “τινὲς δὲ τῇ συνειδήσει τοῦ “εἰδώλου, ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσιν· καὶ ἡ συνείδησις “αὐτῶν ἀσθενὴς οὖσα μολύνεται·” ἔτι τρέμουσι τὰ εἴδωλα· μὴ γάρ μοι τὴν παροῦσαν εἴπῃς κατάστασιν, καὶ ὅτι ἐκ προγόνων τὴν εὐσέβειαν ἐδέξω· ἀλλὰ παράπεμψον τὴν διάνοιαν εἰς ἐκείνους τοὺς χρόνους· καὶ ἐννόησον ἄρτι τοῦ κηρύγματος καθισταμένου, καὶ τῆς ἀσεβείας ἔτι κρατούσης, καὶ βωμῶν καιομένων· καὶ θυσιῶν καὶ σπονδῶν ἐπιτελουμένων· καὶ τῶν πλειόνων Ἑλλήνων τοὺς ἐκ προγόνων διαδεξαμένους τὴν ἀσέβειαν· καὶ πολλὰ παρὰ τῶν δαιμόνων παθόντας κακὰ, ἀθρόον μεταστάντας, πῶς εἰκὸς ἦν διακεῖσθαι ; πῶς δεδοικέναι καὶ τρέμειν τὰς τῶν δαιμόνων ἐπιβου- λάς ; οὓς καὶ αἰνιττόμενος ἔλεγεν, “τινὲς δὲ τῇ συνειδήσει τοῦ “εἰδώλου, ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσιν.” τοῦτ’ ἔστιν μετὰ τῆς αὐτῆς διανοίας μεθ’ ἧς τὸ πρότερον· “καὶ ἡ συνείδησις αὐ- “τῶν ἀσθενὴς οὖσα μολύνεται·” οὐδέπω δυναμένη καταφρονῆσαι, οὐδὲ καθάπαξ αὐτῶν καταγελάσαι, ἀλλ’ ἔτι διακρινομένη· ὥσπερ ἃν εἴ τις τοῦ νεκροῦ ἅπτεσθαι νομίζων μολύνειν ἑαυτὸν κατὰ Ιουδαϊκὴν συνήθειαν ἑτέρους ὁρῶν ἁπτομένους μετὰ καθαροῦ συνειδότος, μὴ ἁπτόμενος μετὰ τῆς αὐτῆς γνώμης μολύνοιτο· οὕτω κἀκεῖνοι τότε ἔπασχον· “τινὲς γάρ’ φησὶ, “τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι οὐχ ἁπλῶς τὸ ἕως ἄρτι τέθεικεν, ἀλλ’ ἵνα δείξῃ ὅτι οὐδὲν ᾕρησαν μὴ συγκαταβαίνοντες. οὐδὲ γὰρ οὕτως αὐτοὺς ἐνάγειν ἐχρῆν, ἀλλ’ ἑτέρως πῶς λόγῳ πείθοντας καὶ διδα- σκαλία. Υ
- 5.17
βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν· οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθ. βλέπετε δὲ μή πὼς ἢ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν· ἐὰν γάρ τις ἴδη σε, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶς ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν ; καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῆ σῆ γνώσει, δι’ ὃν Χριστὸς ἀπέθανεν
- 5.18
Ἰωαννου. Ἴνα μὴ οἷα εἰκὸς, εἴπωσιν, ἐγὼ καθαρᾷ ἐσθίω συνειδήσει· καὶ τί μοί μέλει, εἰ τις δι’ ἀσθένιαν σκανδαλίζεται ; δείκνυσιν ὅτι καὶ αὐτὸ τὸ φαγεῖν ὡς ἐπὶ καταφρονήσει τῶν εἰδώλων οὐδὲν ὂν γενναῖον· κἂν γὰρ, φησὶν, μὴ ἠδικεῖτο ὁ ἀσθενῶν ἀδελφός. οὐδὲ οὕτω τι τῶν ἐπαινουμένων ἐποίεις, ἢ τῶν εἰς τὴν βασιλείαν εἰσαγαγεῖν δυναμένων· τί γάρ ἐστι φαγεῖν, ἢ μὴ φαγεῖν ; “οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύομεν·” τοῦτ’ ἔστιν εὐδοκιμοῦμεν παρὰ τῷ Θεῷ ὡς ἀγαθόν τι ποιήσαντες καὶ μέγα· “οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα·” τοῦτ’ ἐστιν οὐκ ἔλαττόν τι ἔχομεν· “βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν “φάγωμεν, περισσεύομεν· οὔτε ἐὰν μὴ φάγωμεν, ὑστεροῦμεν·” ἔδες πῶς αὐτὸ ἐξευτέλισεν, ὃ ἐδόκουν ποιεῖν ἀπὸ θείας γνώσεως.
- 5.19
Σευηριανοῦ. Τὸ μὲν κατορθούμενον ὑμῖν οὐδέν. τὸ δὲ βλάπτον τοὺς ἀσθενεστέρους μέγα. βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη, πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν· διδάσκει δὲ καὶ τῆς βλάβης τὸν τρόπον· “ἐὰν γάρ τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν “ἐν εἰδωλείῳ κατακείμενον. οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς “ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν ἐσθίειν;” ὑπέδειξεν δὲ τῆς βλάβης τὸ μέγεθος. “καὶ ἀπολεῖται ὁ ἀσθενῶν “ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει δι’ ὃν Χριστὸς ἀπέθανεν.”
- 5.20
Θεοδωρίτου. Ηὔξησε τὴν κατηγορίαν, ἵνα παύσῃ τὴν βλάβην. ὑπὲρ τούτου γάρ, φησιν, οὐ καταφρονεῖς ἀδελφοῦ ; θάνατον ὃν Χριστὸς κατεδέξατο· σὺ δὲ παρὰ τοῦ Χριστοῦ τὴν γνῶσιν δεξάμενος ἀναιρεῖς τῷ δώρῳ τῶν ὑπ’ αὐτοῦ σεσωμένων ; πάλιν μέντοι κατ’ εἰρωνείαν τὸ “ἐπὶ τῇ σῇ γνώσει” τέθεικεν· οὐ γὰρ γνῶσιν αὐτῷ προσμαρτυρεῖ, ἀλλὰ μισαδελφίαν καὶ γαστριμαργιαν καὶ τὰ τοιαύτα.
← Previous · Next → — showing 401–500 of 1,057
First Thousand Years of Greek. CTS URN tlg4102.tlg012.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.