Ancient Textssearch the texts themselves, not just their titles

← Library

Catena In Epistulam I Ad Corinthios

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,057 sections

  1. 3.5

    Θεοδωρίτου. Ἁγίους καλεῖ τοὺς ἡγιασμένους ἐν Πνεύματι· ἀδίκους δὲ τοὺς οὕτω πεπιστευκότας ὡς ἑτοιμότατα λίαν πρὸς πᾶν ὁτιοῦν ἰόντας τῶν κακῶν· ἀνεπιτήδευτον γὰρ τῶν ἀτόπων οὐδὲν τοῖς οὔπω τὸν r φησὶ καὶ ἀληθῶς εἰδόσι Θεόν.

  2. 3.6

    Ἰωάννου. Σὺ τοίνυν ὁ μέλλων ἐκείνους τότε κρίνειν, πῶς ὑπ’ ἐκείνων ἀνέχῃ κρίνεσθαι ; κρινοῦσι δὲ οὐκ αὐτοὶ καθήμενοι καὶ λόγον ἀπαιτοῦντες· ἀλλὰ κατακρινοῦσιν· τοῦτο γοῦν δηλῶν ἐπήγαγεν. “ καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοι ἐστε κριτηρίων ἐλαχίστων ; οὐ γὰρ εἶπεν ὑφ’ ὑμῶν ἀλλ’ ἐν ὑμῖν ὥσπερ καὶ ὅταν λέγῃ “ βασίλισσα νότου ἐγερθήσεται καὶ κατακρινεῖ “ τὴν γενεὰν ταύτην.

  3. 3.7

    Σευηριανοῦ. τινὲς ἐνταῦθα, φησὶ, τοὺς ἱερέας ἀλλ’ ἄπαγε· περὶ γὰρ δαιμόνων ὁ λόγος αὐτῷ· περὶ ἐκείνων τῶν Ἀγγέλων περὶ ὧν φησὶν ὁ Χριστὸς, “ πορεύεσθε εἰς τὸ πῦρ τὸ “ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.” καὶ ὁ Παῦλος· ὅτι καὶ “ οἱ Ἄγγελοι αὐτοῦ μετασχηματίζονται “ ὡς διάκονοι δικαιοσύνης.” ὅταν γὰρ αἱ ἀσώματοι δυνάμεις ἔλαττον ἡμῶν εὑρεθῶσιν ἔχουσαι τῶν σάρκα περιβεβλημένων, χαλεπωτέραν δώσουσι δίκην.

  4. 3.8

    Ὡριγενουσ ὁμοίωσ καὶ Κυτίλλου. Εἰ δὲ ἔτι φιλονεικοῖεν τινὲς ἱερέας λέγειν αὐτὸν, ἐρώμεθα, ποίους ἱερέας ; τοὺς βιωτικῶς περιπατήσαντας πάντως ; πῶς οὖν φησὶν, “ Ἀγγέλους κρινοῦμεν, “ μήτι γε βιωτικά ” πρὸς ἀντιδιαστολὴν τῶν βιωτικῶν τιθεὶς τοὺς Ἀγγέλους εἰκότως· ἅτε τῆς τούτων χρείας ἐκτὸς γενομένους, διὰ τὴν τῆς φύσεως ὑπεροχήν.

  5. 3.9

    Θεοδωρου. Ὑφ’ ὧν ἅπας ὁ κόσμος κρίνεται· χρημάτων ἀμβισβήτησις ὑπὸ τούτων οὐ δύναται διαλύεσθαι ; ἐντρεπτικώτατον δὲ μάλιστα τὸ ” εἰ ἐν ὑμῖν” συμπεριλαβὼν καὶ τοὺς παραιτουμένους· ὡς ἂν αὐτῶν ἑαυτοὺς παραιτουμένων ἐν τῷ παραιτεῖσθαι τοὺς ὁμοπίστους· κατὰ αὔξησιν δὲ φησὶν, ” οὐκ οἴδατε ὅτι Ἀγγέ- “ λους κρινοῦμεν,” ὡς γὰρ μεῖζον τοῦτο ἐπήγαγεν· ἐπὶ μὲν οὖν τοῦ κόσμου ἐλάχιστα κριτήρια τὰ περὶ τῶν χρημάτων ἐκάλεσεν· ὡς ἄγαν ὄντα μικρὰ τῇ πρὸς ἐκεῖνον συγκρίσει. ἐπὶ δὲ τῶν Ἀγγέλων βιωτικά· ὡς ἃν ἐκείνων οὐ κατὰ τὸν βίον τοῦτον ὄντων.

  6. 3.10

    Φωτίου.“ τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων,” τούτων οὕτως φησὶ κατὰ τὸ προσῆκον ἐχόντων. καὶ τοὺς μὲν ἐν ὑμῖν ἀδελφοὺς κρίνειν ἐχόντων τὴν ἐξουσίαν· ἐπὶ δὲ τοὺς ἔξω τοῦτο πράττειν οὐ συγχωρουμένων· τολμᾷ τις τοὺς ἔξω καλεῖν κριτὰς ἑαυτοῖς γενέσθαι ὑμῖν, καὶ οὐ καταδύεται κἂν εἰς λογισμοὺς τοῦτο λαβεῖν ; οἱ πιστοὶ τοὺς πιστοὺς ἑαυτοῖς καθίσουσι κριτὰς, ἐκλέξονται δὲ ἀντὶ τῶν ἁγίων τοὺς ἀδίκους; σφοδρῶς δὲ τοῦτό φησι πανταχόθεν ἀσφαλιζόμενος περιστέλλειν ἑαυτοὺς, καὶ μὴ διδόναι τοῖς ἀπίστοις λαβὴν ἐν μηδενὶ, μήτε δικαζομένους, μήτε ἄλλο τι τῶν οὐχὶ σεμνῶν καὶ εἰρηνικῶν διαπραττομένους· τοῦτο γὰρ οὔτε τὸ ὄνομα τοῦ Θεοῦ δι’ αὐτοὺς βλασφημεῖσθαι παρεσκεύασεν· κἀκείνους ἐποίει πρὸς τὸν ἔρωτα διανίστασθαι καὶ τὸν θειασμὸν τῆς θρησκείας.

  7. 3.11

    Τοῦ Αὐτοῦ.“ Οὐκ οἴδατε ὅτι Ἀγγέλους κρινοῦμεν ” τοὺς ἐκπεπτωκότας τῆς οἰκείας τάξεως γνώμης ἰδίας μοχθηρίᾳ· εἰ τούτους κρινοῦμεν, ἤτοι ἐλέγξομεν, αὐτοὶ μετὰ σώματος ὄντες, τὸν οἰκεῖον θεσμὸν οὐκ ἐτήρησαν· ἡμεῖς δὲ κατὰ τοὺς δοθέντας ἡμῖν ὑπὸ τοῦ κυρίου νόμους, κἀκείνων ἐπηρεαζόντων ἐπολιτευσάμεθα· εἰ οὖν ἐκείνους ἐλέγξομεν καὶ ἀναπολόγητον ἑαυτοῖς καταστησόμεθα τὸ ἁμάρτημα, πόσῳ μᾶλλον ἐσμὲν ἱκανοὶ τὰ βιωτικὰ διαλύειν φιλονεικήματα, καὶ τὰς πρὸς ἀλλήλους δίκας καὶ ἔριδας ; εἰ δ᾿ οὔπω τοῖς εἰρημένοις δυσωπεῖσθε s. ἀλλ’ ἔτι νομίζετε ὅτι τῶν πιστῶν τὸ δικαστήριον ἀσθενὲς ἔτι, καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίχας ὑμῶν, καὶ τὰς φιλονεικίας, ἀλλ’ οὖν εἰ καὶ ἀσθενεῖς καθ’ ὑμᾶς καὶ ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ, καὶ ἀδύνατοι συνιδεῖν δικαιοκρισίαν, ἄμεινόν ἐστι τούτους καθίζειν δικαστὰς ὅταν ἔχητε χρείαν βιωτικῶν κριτηρίων· ἣ τοῖς ἀπίστοις εἰς κρίσιν ἑαυτοῖς ἐκδιδόναι· ἐξουθενημένους δὲ εἰπον φησὶν, ἐντρέπων ὑμᾶς καὶ αἰσχύνων· ἐπεὶ πολλοί εἰσι διαλύειν ἐν ὑμῖν δίκας ἰσχύοντες καὶ φιλονεικίας· πόσης γὰρ οὐκ ἔστιν αἰσχύνης καὶ καταγνώσεως τοῦτο ; εἰ οὐκ ἔνι σοφὸς ἐν ὑμῖν, φησὶν, οὐδὲ εἷς, ὃς δυνήσεται δικάσαι ἀνὰ μέσον ἀδελφῶν δικαζομένων ;

  8. 3.12

    Διαφόρους δὲ ἀποδείξεις τίθησιν· τὸ μὴ δεῖν καταλιπόντας τοὺς πιστοὺς, ἐπὶ τὸ τῶν ἀπίστων βαδίζειν κριτήριον· ἃ μὲν, ὅτι εἰ ἡμεῖς νῦν οὐ κρίνομεν ἐκείνους, οἱ πιστοὶ τοὺς ἀπίστους· τί γάρ μοι φησὶ καὶ τοὺς ἔξω κρίνειν ; πῶς οὐ μέγα ὄνειδος ὑπὸ τῶν ἀπίστων κρίνεσθαι τοὺς πιστους ; εἰ οἱ μὲν ἄδικοι, οἱ ’δε ἅγιοι, πῶς οὐκ ἔστιν ἠλίθιον καταλιπόντα τοὺς ἁγίους, ἐπὶ τοὺς ἀδίκους τρέχειν ; καὶ ταῦτα τυχεῖν ἐλπίζοντα τοῦ δικαίου. εἰ γὰρ οἱ ἅγιοι τὸν κόσμον ἐλέγξουσι καὶ ἀναπόδραστον αὐτοῖς τὴν δίκην παρασκευάσουσιν, ἐφ’ οἷς τῆς αὐτῆς φύσεως ὄντες καὶ τὰς ἀρετὰς πράττοντες, οὐκ ἔσχον μιμουμένους τοὺς ἐλεγχομένους· πόσῳ μᾶλλον εἰσὶ δυνατώτεροι ἀναμεταξὺ δύο δικάζειν καὶ διακρίνειν ; εἰ γὰρ Ἀγγέλους, τοὺς ἀσωμάτους δαίμονας ἐλέγχειν ἐσμὲν δυνατοὶ· πόσῳ μᾶλλον τοὺς ὁμοφυεῖς καὶ ὁμοδιαίτους;

  9. 3.13

    Εἰ καὶ μὴ ἴσχυον οἱ πιστοὶ δικάζειν, ἄμεινον ἦν καὶ οὕτως ἐπὶ αὐτῶν ἣ ἐπὶ τῶν ἀπίστων κρίνεσθαι· καὶ πρὸ τούτων εἰ τὸν κόσμον κρίνομεν φησὶ, πῶς οὐκ ἔστιν ἀνάξιον ὑμῶν κρίνεσθαι ὑπὸ τῶν ἀπίστων· τοῦτο γὰρ δηλοῖ διὰ τὸ εἰπεῖν, ” καὶ εἰ ἐν ὑμῖν κρί- “ νεται ὁ κόσμος· ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων·” παραθεὶς δὲ τὰς τοσαύτας ἀποδείξεις, ὅτι οὐ δεῖ κρίνεσθαι ἐπὶ ἀπίστων· ἐπὶ τὸ τελειότερον ἀνάγει τὸν λόγον· καὶ φησὶ, τί λέγω ὅτι οὐ δεῖ κρίνεσθαι ὑμᾶς ἐπὶ ἀπίστων ; ἄμεινον ἦν μηδὲ ἐπὶ πιστῶν· ἀλλὰ πολλῷ ἄμεινον ἦν μηδὲ δίκας ἔχειν πρὸς ἀλλήλους· αὐτὸ γὰρ τὸ αἰτιᾶσθαι πρὸς ἀλλήλους, ἥττημα ὑμῶν ἐστιν. ἄριστον μὲν οὑν μηδένα μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι· οὕτω γὰρ κοινὴ πάντων ἦν ἡ ἀρετὴ καὶ ἡ σωτηρία. εἰ δὲ δυοῖν ἀνάγκη θάτερον, αἱρετώτερον τοῦ ἀδικεῖν τὸ ἀδικεῖσθαι· τὸ μὲν γὰρ ἐκβάλλει τῆς βασιλείας, τὸ δὲ ταὐτὴν προξενεῖ. εἰ δὲ οὐ μόνον οὐχ αἱρεῖσθε ἀδικεῖσθαι, ἀλλὰ καὶ ἀδικεῖτε, καὶ τότε ἀδελφοὺς καὶ ὁμοπίστους· εἰς οἷον ὑμῖν τὰ τῆς τιμωρίας χωρήσει ;

  10. 3.14

    βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῆ ἐκκλησίᾳ, τούτους καθίζετε. πρὸς ἐντροπὴν ὑμῖν λέγω· οὕτως οὐκ ἔστιν ἐν ὑμῖν σοφὸς οὐδὲ εἷς, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τὸν ἀδελφὸν αὐτοῦ ; ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων ; ἤδη μὲν οὖν ὅλως ἥττημα ἐν ὑμῖν ἐστι, ὅτι κρίματα ἔχετε μεθ’ ἑαυτῶν. διατί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διατί οὐχὶ μᾶλλον ἀποστερεῖσθε ; ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν ;

  11. 3.15

    Θεοδωρου. “ Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξου- “ θενημένους ἐν τῇ Ἐκκλησίᾳ, τούτους καθίζετε·” καὶ ἵνα μὴ δοκῇ κελεύειν αὐτοῖς ἀληθῶς τοὺς ἁπάντων εὐτελεστέρους ἐπιζητειν οἵτινες εἰσι, καὶ τούτους ἔπι τῶν τοιούτων αἱρεῖσθαι κριτὰς, πρὸς ἐντροπὴν υμῖν, φησὶν λέγω τίνες δὲ οἱ κρίνειν όφείλοντες ἐπάγει.

  12. 3.16

    Θεοδωρίτου. Ὁ πάντων εὐτελέστατος καὶ τῆς Ἐκκλησίας ἔσχατος κρείττων ἐστὶ τῶν παρ’ ἐκείνοις νομιζομένων ἐπιστημόνων· οὐ γὰρ τοὺς εὐτελεστάτους τῆς Ἐκκλησίας κρίνειν κελεύει· καὶ τοῦτο δηλοῖ τὰ ἑξῆς· “ πρὸς ἐντροπὴν ὑμῖν λέγω οὕτως· οὐκ ἔνι ἐν ὑμῖν σοφὸς οὐδὲ εἷς, ὃς οὐ δυνήσεται ἀνακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ· ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται· καὶ τοῦτο “ ἐπὶ ἀπίστων. ” πολλὰ τὰ ἄτοπα ἔδειξεν· πρῶτον μὲν τὸ πιστὸν ὄντα δικάζεσθαι· τοῦτο γὰρ λέγει ἀδελφόν· εἶτα τῷ ὁμοπίστῳ· πάντων δὲ χαλεπώτατον τὸ καὶ ἀπίστῳ κριτῇ· εἰδέναι μέντοι χρὴ ὡς οὐκ ἐναντία ταῦτα τοῖς πρὸς Ῥωμαίους γράφεσθαι· οὐ γὰρ ἀντιτείνειν κελεύει τοῖς ἄρχουσιν· τὸ γὰρ αἱρεῖσθαι ἣ παρὰ τοῖς ὁμοπίστοις δικάζεσθαι, ἐξήρτητο γνώμης τῆς αὐτῶν.

  13. 3.17

    Κυτίλλου. Μικρὸν κομιδῆ καὶ τοῦ μηδενὸς ἄξιον τοῖς ἄγαν ἐπιεικέσιν ἐν ἐκκλησίᾳ τὸ κρίνειν ἐστὶ τὰ βιωτικά. πεπαιδεύμεθα δὲ καὶ τοῦτο παρὰ τοῦ Κυρίου· προσῄει μὲν γάρ τις αὐτῷ λέγων· “ διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μοῦ μερίσασθαι μετ’ ἐμοῦ τὴν “ κληρονομίαν·” ὁ δὲ πρὸς αὐτὸν φησὶ, “ τίς με κατέστησε “ κριτὴν ἣ μεριστὴν ἐφ’ ὑμᾶς; ” πρέποι γὰρ ἃν μᾶλλον καὶ νουνεχεστέροις ἐν ἐκκλησίᾳ τὸ κρίνειν τὰ πνευματικά· τὸ βασανίζειν εὐτέχνως τὸν περὶ πίστεως λόγον· ἐνηρίθμηται δὲ τοῦτο τοῖς ἄνωθεν καὶ διὰ τοῦ Πνεύματος ἀγαθοῖς· δίδοται γάρ τισι λόγος σοφίας καὶ λόγος γνώσεως· ἑτέροις δὲ καὶ διάκρισις πνευμάτων.

  14. 3.18

    Ὡριγενουσ.s. Δυσωπεῖ τοὺς ἐν Κορίνθῳ ἁμαρτάνοντας καὶ ἀσχολουμένους περὶ δικαστήρια καὶ βιωτικὰς χρείας καὶ ταλαιπωρίας, καὶ φησὶν ὅτι ἐκλήθητε ἐπὶ τοῦτο, ἵνα τελειωθέντες κρίνητε Ἀγγέλους, οὐχὶ δὲ μᾶλλον δυνήσεσθαι ἐάν ποτε ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνηται κρίνειν τὰ βιωτικὰ τῶν ἀδελφῶν· “ βιω- “ τικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε” καὶ τὰ ἑξῆς· ἀληθῶς μὲν ἐνίοτε τοιαῦτα επο t ἐστὶ τὰ τῶν κρινομένων, ὡς μὴ δεῖσθαι σοφοῦ τοῦ δικάζοντος· ἀλλὰ μᾶλλον τοὺς ἐξουθενημένους μένους ἐν τῇ ἐκκλησίᾳ. γένοιτο δ’ ἄν ποτε τὰ τῶν δικαζομένων, ὡς καὶ σοφοῦ δεῖσθαι δικαστοῦ. ὃ δὲ λέγω οὕτως ἔσται σαφὲς, ἐὰν οἱ δικαζόμενοι δεόνται νόμων κοσμικῶν καὶ ἐμπείρων δικαστῶν, οὐ γραφῆς οὐδὲ νόμου τοῦ ἐν τῇ γραφῇ, ἀλλ’ οἱονεὶ υἱῶν τοῦ αἰῶνος τούτου φρονιμωτέρων δοκῶσιν εἶναι. πιστοὶ ἔσονται κριταὶ οἱ ἐξουθενημένοι ἐν τῇ ἐκκλησίᾳ· καὶ ἔσται ψόγος τῶν κρινομένων, ὅτε δέονται καὶ τῶν ἐξουθενημένων μᾶλλον ἣ τῶν σοφῶν· ὁ μὲν γὰρ τῷ λόγῳ ἀκολουθῶν, εἰ καὶ δεῖται κριτοῦ, δεῖται μᾶλλον σοφοῦ, ἵνα νουθετηθῇ ἀπὸ τῆς σοφίας τοῦ σοφοῦ εἰσφέροντος αὐτῷ λόγους οἰκοδομοῦντας.

  15. 3.19

    “ τοὺς ἐξουθενημένους οὖν ἐν τῇ ἐκκλησίᾳ τούτους καθίζετε u. “ πρὸς ἐντροπὴν ὑμῖν λέγω οὕτως· οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς ὃς “ δυνήσεται ἀνακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ ” ἐγκαλεῖ τῇ Κορινθίων ἐκκλησίᾳ, ὅτι καίτοι ἐν μέσῃ τῇ Ἑλλάδι καθεζόμενοι, σοφοὺς οὐκ εἶχον ἀληθινούς· καίτοι γε προειπὼν ὅτι πολλοὶ ἐπαγγέλλονται σοφίαν παρ’ αὐτοῖς, δι’ οὓς καὶ εἶπεν τὸ “ ὁ δρασ- “ σόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν.” ἀλλ’ οἱ μὲν εἰσὶ σοφοὶ τοῦ αἰῶνος τούτου οἱ δὲ σοφοὶ κατὰ Θεόν. ᾔδει δὲ ὁ Παῦλος ἐκείνους· διὰ τοῦτο φησὶν οὕτως, “ οὐκ ἔνι ἐν ὑμῖν σοφὸς “ ὃς δυνήσεται ἀνακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ· ἀλλ’ “ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων ; ἔχομεν ἄρχοντας τῆς ἐκκλησίας ἐφ’ οὓς ὀφείλομεν ἀναφέρειν τὰς ἡμετέρας κρίσεις· ἵνα μὴ καταγελώμεθα ἐν τοῖς τῶν ἐθνῶν δικαστηρίοις. “ ἤδη μὲν οὖν ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε “ μεθ’ ἑαυτῶν·” οὐ μεμνημένοι τοῦ “ διατί οὐχὶ μᾶλλον ἀποστε- “ ρεῖσθε ;” ἀποστῶμεν τῶν κριμάτων, τῶν βημάτων τῶν τοῦ ἔχειν δίκας καὶ πράγματα. ὁ γὰρ κρίματα ἔχων μετὰ τοῦ ἀδελφοῦ ἤδη ἥττηται, καὶ ὁ ἀδικούμενος νενίκηκεν· ὁ τυπτόμενος καὶ κακολογούμενος μηδὲ ἀμειβόμενος τὸν ταῦτα ποιοῦντα, νενίκηκεν· φυλάττει γὰρ τὴν ἐντολὴν τὴν λέγουσαν “ διατὶ οὐχὶ “ μᾶλλον ἀδικεῖσθε ; διατὶ οὐχὶ μᾶλλον ἀποστερεῖσθε ; ἀλλ’ “ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε· καὶ τοῦτο ἀδελφούς.” πῶς μὲν οὖν ὁ ταῦτα ποιῶν ἁμαρτάνει, ὅσῳ δὲ τιμιώτερον ἔστι τὸ ἀδικούμενον πρόσωπον· τοσούτῳ τὸ ἁμάρτημα χαλεπώτερον. καὶ γὰρ εἰ ἀδικεῖ τις τὸν μακάριον δυνάμει, Χριστὸν ἀδικεῖ, καὶ Χριστὸν ἀποστερεῖ· “ ἢ οὐκ οἴδατε ὅτι ἄδικοι Θεοῦ βασιλείαν οὐ κληρονο- “ μήσουσιν·” εἰ ἡ βασιλεία τοῦ Θεοῦ ἐν Χριστῷ ἔστιν· Χριστὸς δὲ ἡ δικαιοσύνη ἐστίν· ὁ δίκαιος βασιλείαν Θεοῦ κληρονομεῖ ἐν Χριστῷ δικαιοσύνῃ ὄντι· καὶ ἀκολούθως ὁ ἐν τῇ ἐναντίᾳ καταστάσει, οὗτος οὐ κληρονομεῖ βασιλείαν Θεοῦ· “ μὴ πλανᾶσθε· “ οὔτε πόρνοι·” μηδεὶς ὑμᾶς πλανάτω πιθανοῖς λόγοις· ἐλεήμων, χρηστὸς, φιλάνθρωπός ἐστιν ὁ Θεὸς, ἀφίησι τὰ ἁμαρτήματα· “ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ “ Χριστοῦ· ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ “ ἔπραξεν· εἴτε ἀγαθὸν εἴτε κακόν·” μηδεὶς προφασιζέσθω, νέος ἤμην, ἄγαμος ἤμην, πρὶν γυναῖκα λαβεῖν πεπόρνευκα· διατί δὲ οὐκ ἔλαβες γυναῖκα· οὐ πιστεύεις, ὅτι εἰ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, τοῦτον ὁ Θεός ; “ ἀλλ’ αἴρεις τὰ μέλη τοῦ Χριστοῦ καὶ “ ποιεῖς πόρνης μέλη ;” ὁ πορνεύων εἰς τὸν τῶν ὅλων Θεὸν Φωτίου. “ βιωτικὰ μὲν οὖν ἐὰν ἔχητε κριτήρια·” τοῦτ’ ἐὰν χρείαν αὐτῶν ἔχητε· ἐὰν ἀνάγκη εἶναι αὐτὰ ἐν ὑμῖν· ἐὰν δὲ συστῆναι αὐτά· καὶ ἡ μὲν πρόχειρος ἔννοιά τε καὶ σύνταξις αὐτή· ἔνι δὲ καὶ βαθυτέραν τὴν λέξιν διελόντα συνιδεῖν καὶ τὸ νόημα ἀναπτύξαι.

  16. 3.20

    Μῆ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὔτε πλεονέκται, οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλ’ ἐδικαιώθητε, ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.

  17. 3.21

    Ὠριγένουσ. “ Μῆ πλανᾶσθε οὖν, οὔτε πόρνοι οὔτε εἰδωλο- “ λάτραι, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν·” οὕτω δὲ οὐδὲ μοιχοί. ὁ πορνεύων φθείρει τὸν ναὸν τοῦ Θεοῦ· ὁ δὲ μοιχεύων, πρὸς τούτους καὶ εἰς τὸν ἄνδρα πλημμελεῖ· οὐδὲ μοιχοὶ οὖν· ἀλλ’ οὐδὲ “ μαλακοῖ’ παρακαλοῦμεν οὖν καὶ ὑμᾶς ὦ παῖδες, τηρῆσαι τὴν ἑαυτῶν ὥραν καθαρὰν, καὶ μὴ μολυνθῆναι τοιούτῳ γυναικείῳ μολυσμῷ· οὐδὲ “ ἀρσενοκοῖται” βασιλείαν Θεοῦ κληρονομήσουσιν· ἀλλ’ ἀπείη ἐν τῇ Ἐκκλησίᾳ κἂν ἕνα τοιοῦτον εὑρεθῆναι. εἰτα ἐπικαταβαίνει καὶ ἐπὶ τὰ ἐλάττονα δοκοῦντα εἶναι ἁμαρτήματα λέγων· “ οὔτε κλέπται·” τοῦτο δὲ ἁμάρτημα τὸ τῆς κλοπῆς· σχεδὸν πάντες οἱ στρατευόμενοι ἁμαρτάνουσι· μὴ ἀρκούμενοι τοῖς ὀψωνίοις, ὡς ἐδίδαξε τὸ Εὐαγγέλιον· ἀλλὰ διασείοντες καὶ συκοφαντοῦντες· ἀλλὰ καὶ οἱ ἐν ταῖς πραγματείαις ψεῦσται εἰσὶν, οὐ κληρονομοῦντες τὴν βασιλείαν τοῦ Θεοῦ· οὕτως δὲ καὶ οἱ ἐν ταῖς πραγματείαις πλεονεκτοῦντες, πλεονέκται εἰσίν· καὶ ἄλλοι μέθυσοι· ἀλλὰ καὶ λοιδόρους φησὶ μὴ κληρονομεῖν τὴν βασιλείαν τοῦ Θεοῦ· μηδενὸς οὖν βασιλεύει ἡ ἁμαρτία· δεῖ γὰρ καθαρὰν εἶναι τὴν βασιλείαν τοῦ Θεοῦ ἀπὸ πάντων ἁμαρτημάτων καὶ πταισμάτων, ἵνα ὁ Θεὸς βασιλεύῃ.

  18. 3.22

    Θεοδωρίτου. Ἴνα δὲ μὴ τῶν πρὸ τοῦ ἁγίου μνημονεύοντες ἀπαγορεύσωσι τὴν σωτηρίαν ἀναγκαίαν, ἐπήγαγεν, “ καὶ ταῦτά τινες ἦτε· ἀλλ’ ἀπελούσασθε, ἀλλ’ ἡγιάσθητε· ἀλλ’ “ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ καὶ ἐν τῷ Πνεύ- “ ματι τοῦ Θεοῦ ἡμῶν·” σαφῶς ἔδειξε τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τὴν ἰσότητα· συνέταξεν δὲ καὶ τοῦ Θεοῦ καὶ Πατρὸς τὴν μνήμην· τῇ γὰρ ἐπικλήσει τῆς τριάδος ἁγιάζεται τῶν ὑδάτων ἡ φύσις, καὶ χορηγεῖται τῶν ἁμαρτημάτων ἡ ἄφεσις.

  19. 3.23

    Θεοδωρου. ταῦτα γάρ φησιν· εἰ καὶ πρότερον ἐπράττετε· ἀλλὰ νῦν τετυχηκότες ἁγιασμοῦ τῇ τοῦ Πνεύματος μετουσίᾳ, διὰ τῆς ἐπὶ τὸν Χριστὸν πίστεως, μετὰ πάσης ἀποφεύγειν προσήκει τῆς σπουδῆς.

  20. 3.24

    Θεοδωρίτου. Εἶτα πάλιν τὸν περὶ τῆς πορνείας λόγον· ὡς εἶναι κατὰ παρέκβασιν κείμενα τὰ πρὸς τοὺς ἀδικοῦντας μὲν, οὐκ ἐμμένοντας δὲ τοῖς ἐκκλησιαστικοῖς κριτηρίοις καὶ φησὶ “ πάντα μοι ἔξεστιν.”

  21. 3.25

    Πάντα μοι ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν· ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. τὰ βρώματα τῆ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῆ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρεν, καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.

  22. 3.26

    Θεοδωρίτου. “ Πάντα μοι ἔξεστιν ” κατ’ ἐρώτησιν εἶτα κατὰ ἀπόκρισιν, “ ἀλλ’ οὐ πάντα συμφέρει·” οὕτω δὲ καὶ τὰ ἑξῆς· “ πάντα μοι ἔξεστιν ; ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθή- “ σομαι ὑπό τινος.” τοῦτο λέγει ὅτι οὐκ ὑπὸ τῷ νόμῳ πολιτεύει, καὶ ὅτι αὐτεξούσιος εἶ, καὶ αὐθαίρετον ἔχεις τὴν γνώμην· ἀλλ’ οὐ λυσιτελεῖ σοι πανταχοῦ κεχρῆσθαι· ὅτ’ ἂν γάρ τι τῶν ἀτόπων ἐπιτελέσῃς, ἀποβάλλεις τὴν ἐξουσίαν, καὶ δοῦλος γίνῃ τῆς ἁμαρτίας.

  23. 3.27

    Θεοδωρου. Ἀλλὰ τοῦτο φὴς, φησὶν, ὅτι “ πάντα μοι ἔξεστιν·” εἶτ᾿ αὐτὸς ἐπιφέρει, “ ἀλλ’ οὐ πάντα συμφέρει·” οὐκ ἀνελὼν τὸ ἐξεῖναι τέως· ἀλλὰ τὸ μὴ δεῖν τῇ ἐξουσίᾳ κεχρῆσθαι· ἐπειδὴ γὰρ οὐ πάντα συμφέρει· δῆλον ὡς οὐ πᾶσι χρηστέον. ἀλλὰ τοῖς ὠφελοῦσι μόνοις· εἰτα πάλιν τὴν ἀντίθεσιν τεθεικὼς, ἑτέρως αὐτὴν μεθώδευσε· “ πάντα μοι ἔξεστιν· ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι “ ὑπό τινος.” ὁρῶ γάρ φησιν οὐδὲ τὴν ἐξουσίαν μοι σωζομένην ἀκέραιον, ἄνπερ δὴ πᾶσιν ἁπλῶς ὑπάγωμαι, μὴ πρὸς τὸ συμφέρον τὴν χρῆσιν ἀυτῶν ποιούμενος οὐτῶ δὲ κατὰ συγχώρησιν τοῦ πάντα ἐξεῖναι τὸ καὶ πάντα πράττειν ἀνελὼν δεῖ· οὕτω δείκνυσιν ὅτι οὐδὲ πάντα ἔξεστιν· ἀλλ’ ὅσα μὴ νόμῳ τινὶ ποιεῖν κεκωλύμεθα· κατὰ παράθεσιν, τινὰ μὲν ἐν ἡμῖν, τινὰ δὲ οὐκ ἐν ἡμῖν, ἀποφαίνων.

  24. 3.28

    Ὠριγένουσ. Ὑπὲρ ἄνω ὧν ἔλαβαν x ἐξουσίαν· ἃ καὶ ποιήσαντες οὐχ ἁμαρτησόμεθα· οὕτω γὰρ φιλοτιμότεροι πολιτευόμενοι πολιτεύονται· “ μὴ οὐκ ἔχομεν” γάρ,φησιν ὁ Ἀπόστολος, “ ἐξουσίαν “ φαγεῖν καὶ πιεῖν ; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα “ περιάγειν· ὡς καὶ οἱ λοιποὶ Ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου “ καὶ Κηφᾶς ; ἣ νόμῳ ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν μὴ “ ἐργάζεσθαι ;” ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ· οὐκ ἐξῆν μὲν τῷ Ἀποστόλῳ ταῦτα πάντα ἐν τοῖς τόποις οἷς παρεθέμην. συνεξετάζων δὲ αὐτὰ τῷ αὐτοῦ συμφέροντι καὶ τῇ οἰκονομίᾳ τῆς ἐκκλησίας, ἑώρα ὅτι ἔξεστι μέν. ἐὰν ποιήσῃ, οὐχ ἁμαρτήσεται· κρεῖττον δὲ ποιεῖ οὐ χρησάμενος τῇ ἐξουσίᾳ. καὶ πάλιν· πάσῃ παρθένῳ ἔξεστι γαμεῖσθαι· ἀλλ’ ἡ καλὴ καὶ ἀγαθὴ οὐχ ὡς μὴ ἐξὸν γαμεῖν ἀπέχεται τοῦ γαμεῖν· ἀλλ’ ἀναβᾶσα τὴν ἐξουσίαν καὶ βουλομένη καθαρὰ εἶναι, καὶ τῷ σώματι καὶ τῷ Πνεύματι παρθενεύει· ἀλλὰ καὶ ἀνδρὸς τελευτήσαντος, οὐ κεκώλυται y ἡ διγαμία παντελῶς· ἐὰν γάρ φησιν ὁ ἀνὴρ ἀποθάνῃ· ἐλευθέρα ἐστὶν ᾧτ’ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ· ἀλλ’ ἀκούσασα ἡ καλὴ γυνὴ μακαριώτερα ἐστιν, ἔαν οὕτως μείνῃ κάτα τὴν ἐμὴν γνώμην. οὐ κέχρηται τῇ ἐξουσίᾳ. “ πάντα μοι ἔξεστιν· ἀλλ’ οὐκ ἐγὼ ἐξου- “ σιασθήσομαι ὑπό τινος.” ἔχει τι ὁ λόγος ὑψηλότερον· εἰ γὰρ “ οὐκ ἔστιν ἡμῖν ἡ παλὴ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ πρὸς τὰς ἐξουσίας ὁτ’ ἀν’ η ἐξουσία κρατήσῃ, ἐξουσιάσθην ὑπ’ ἐκείνης· ἐὰν δὲ πᾶσαν ἐξουσίαν νικήσω, οὐκ ἐξουσιασθήσομαι ὑπό τινος.

  25. 3.29

    Σευηριανοῦ. Οὐ προσώπου λέγει, ἀλλὰ πράγματος ἀπὸ περὶ τούτων γὰρ ὁ λόγος “ τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία “ τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει.”

  26. 3.30

    ἸωάννουΖ. Κοιλίαν ἐνταῦθα οὐ τὴν γαστέρα, ἀλλὰ τὴν γαστριμαργίαν λέγει· ὡς ὅτ’ ἃν λέγῃ “ ὧν ὁ Θεὸς ἡ κοιλία,” οὐ περὶ τοῦ μέλους λέγων, ἀλλὰ περὶ τῆς ἀδηφαγίας. τι δέ ἐστι “ τὰ “ βρώματα τῇ κοιλίᾳ ” τὰ βρώματά φησι πρὸς τὴν γαστριμαργίαν ἔχει φιλίαν, καὶ αὕτη πρὸς ταῦτα· καὶ οὐ δύναται πρὸς τὸν Χριστὸν ἡμᾶς ἄγειν· ἀλλὰ πρὸς ταῦτα ἕλκει· πάθος γὰρ χαλεπὸν καὶ θηριῶδες ἐστίν· καὶ δούλους ποιεῖ, καὶ ταύτῃ διακονεῖσθαι παρασκευάσει· “ ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει·” οὐ τὴν γαστέρα λέγων, ἀλλὰ τὴν ἄμετρον ἐπιθυμίαν· οὐδὲ τὴν τροφὴν ἀλλὰ τὴν τρυφήν· πρὸς γὰρ ἐκεῖνα οὐ δυσχεραίνει· ἀλλὰ καὶ νομοθετεῖ περὶ αὐτῶν λέγων οὕτως· ” ἔχοντες τροφὰς καὶ “ σκεπάσματα· τούτοις ἀρκεσθησόμεθα·” τινὲς δὲ φασὶν ὅτι προφητεία τὸ εἰρημένον ἐστὶ, τὴν ἐν τῷ μέλλοντι αἰῶνι κατάστασιν δηλοῦσα· καὶ ὅτι οὐκ ἔστιν ἐκεῖ φαγεῖν οὐδὲ πιεῖν· εἰ δὲ τὸ σύμμετρον ἕξει τέλος, πολλῷ μᾶλλον τῆς ἀμετρίας ἀπέχεσθαι δεῖ.

  27. 3.31

    Ὠριγένουσ.a. Μῆ νομίσῃς ὅτι ὥσπερ ἡ κοιλία γέγονεν τοῖς βρώμασι καὶ τὰ βρώματα τῇ κοιλίᾳ. οὕτω καὶ τὸ σῶμα γέγονε διὰ συνουσιασμόν· εἰ θέλεις τὸν προηγούμενον λόγον μαθεῖν διὰ τι γέγονεν, ἄκουε· ἵνα ναὸς ᾗ τῷ Κυρίῳ· καὶ ἵνα ἡ ψυχὴ ἁγία καὶ μακαρία οὖσα τὸ Πνεῦμα τὸ Ἅγιον ὡσπερεὶ θεραπεύουσα, ἱερεὺς γένηται τοῦ ἔνδον Ἁγίου Πνεύματος· καὶ ὁ Ἀδὰμ γὰρ σῶμα εἶχεν ἐν τῷ παραδείσῳ· ἀλλ’ ὅμως ἐν αὐτῷ τῷ παραδείσῳ οὐκ ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ· ἀλλ’ ὅτε ἐξεβλήθη μετὰ τὴν παρακοήν· ταῦτα δὲ λέγω οὐ περιγράφων τὸν γάμον· οἰδα γὰρ ὅτι εἴ τις οὐκ ἐγκρατεύεται, γαμεῖν ὀφείλει· κρεῖσσον γάρ ἐστι γαμεῖν, ἣ πυροῦσθαι· ἀλλ’ εἰ καὶ συγκεχώρηται τὸ πρᾶγμα· οὐ προηγουμένως, ἀλλὰ δι’ ἀσθένειαν· τὸ γὰρ προηγούμενον ἁγνεύειν καὶ καθαρεύειν καὶ σχολάζειν τῇ προσευχῇ.

  28. 3.32

    Θεοδωρίτου. Κεφαλὴν ἡμῶν πολλάκις τὸν Κύριον προσηγόρευσεν· τούτῳ τοίνυν ὡς κεφαλῇ συνῆπται τὸ σῶμα οὐ γὰρ ὥσπερ ἡ γαστὴρ τροφῆς δοχεῖον ἐγένετο· οὕτως τὸ σῶμα διὰ τὴν πορνείαν δεδημιούργηται· ” ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρεν· καὶ “ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ·” μὴ καταφρονήσῃς ὡς νεκροῦ τοῦ δεσπότου· ἐγήγερται γάρ· ἐγερεῖ δὲ ἡμᾶς ὁ τοῦτον ἐγείρας Θεὸς, τῇ τοῦ ἐγερθέντος δυνάμει· ἐδίδαξε τοίνυν σαφῶς ὡς ἠγέρθη μὲν κατὰ τὸ ἀνθρώπινον, ἐγερεῖ δὲ ἡμᾶς ὡς Θεός. Θεοδωρου. Οὐδὲ συγκαταλύεσθαι τῷ παρόντι βίῳ τὸ ἡμέτερον νομίζομεν σῶμα· ὁ γὰρ τὸν Χριστὸν ἀναστήσας, καὶ ἡμᾶς ἀναστήσει πάντως· ὥσπερ γὰρ ἐπὶ τοῦ ἐσθίειν ἐξουσίαν ἔδωκεν, ἀπό τε τοῦ πρὸς τοῦτο γεγενῆσθαι, καὶ ἀπὸ τοῦ παύεσθαι πάντως· οὕτως ἐπὶ τοῦ πορνεύειν τὸ μὴ ἐξεῖναι συνέστησεν, ἀπό τε τοῦ μὴ πρὸς τοῦτο γεγενῆσθαι, καὶ ἀπὸ τοῦ τὸ σῶμα μετὰ τὴν ἀνάστασιν ἔσεσθαι πάλιν.

  29. 3.33

    Ἰωάλλου b. Σφόδρα εὐκαίρως ἐνταῦθα τῆς ἀναστάσεως ἀνέμνησεν, ταῖς ἐλπίσιν ἐκείναις καταστέλλων τῆς ἀδηφαγίας τὴν τυραννίδα· καὶ μονονουχὶ λέγων, ἔφαγες, ἔπιες ἀσώτως· καὶ τί τὸ πέρας ; οὐδέν· ἀλλ’ ἣ φθορὰ μόνη.

  30. 3.34

    Ὠριγένουσ. τοῦ γὰρ ἤδη ἐγερθέντος μετὰ Χριστοῦ καὶ γενομένου τῇ ἀναστάσει αὐτοῦ καὶ τῆ καινότητι τῆς ζωῆς, τὸ σῶμα ὀφείλει εἶναι οὐδενὸς ἢ τοῦ Κυρίου.

  31. 3.35

    Οἰκουμενίου. Ἢ καὶ ἔτι νηπίοις οὖσιν ἔδει καὶ πρὸς τὴν νηπιότητα αὐτῶν λαλεῖν.

  32. 3.36

    Φωτίου. Εἰ μὲν ἁπλῶς βρώματα τὴν τροφὴν δεῖ ἐκλαβεῖν, καὶ κοιλίαν τὴν ὑποδοχὴν τῶν σιτίων, ἄμεινον εἰς προσαγόρευσιν τοῦ μέλλοντος ἐκδέχεσθαι τὸ ἐπαγόμενον· οἷον, ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει· τοῦτ’ ἐστιν ἀλλὰ ταῦτα ἐν τῇ ἀναστάσει ἀργὰ καὶ ἀχάριστα ἔσται, εἰς ἀφθαρσίαν ἡμᾶς τοῦ Θεοῦ μεταστοιχιοῦντος· καὶ μήτε τροφῆς δεῖσθαι, μήτε πρὸς ὑποδοχὴν σιτίων παρασκευάζοντος· καὶ εἴη ἃν καὶ ὁ νοῦς τοῦ τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασι τοιούτως· ἀλλήλων ἐστὶ φησὶν, ἐρεθιστικὰ καὶ ἐπιζητικά· ἥτε γὰρ ἐν τῇ κοιλίᾳ ὄρεξις ἐπιζητεῖ τὰ σιτία· τὰ δὲ σιτία τὰ ἐν ἡμῖν πάλιν ὄρεξιν ἐρεθίζει καὶ διεγείρει· ὁ δὲ Θεὸς, φησὶν, ἄμφω ἐν τῇ ἀναστάσει ἀργὰ καὶ ἄχρηστα ἀποδείξει· οὐ χρὴ οὖν περὶ τῶν μελλόντων ἔσεσθαι ἀχρήστων λίαν σπουδάζειν· εἰ δὲ βρώματα μὲν τὸ ἀκό b ρεστον τῶν βρωμάτων, κοιλίαν δὲ τὴν ἀπληστίαν τῆς κοιλίας ἐκληψώμεθα· οὐδὲν γὰρ κωλύει καὶ ταῦτα δηλοῦσθαι ὑπὸ τῶν λέξεων, οὐ προαγορεύσεως ἔννοιαν δίδωσι τὸ ἐπαγόμενον, ἀλλὰ μᾶλλον ἀρᾶς καὶ δίκης· καταργήσει αὐτὰ, φησὶν, ὁ Θεός· ἀπελάσει ταῦτα ἀφ’ ἡμῶν ἐκδιώξει τὴν ἀδηφαγίαν καὶ γαστριμαργίαν· ἐλευθέρους τούτων ἀποδείξει τῶν κακῶν· εἰ δὲ ἀρὰς αὐτοῖς ἐπάγομεν, καὶ ἑαυτοὺς τούτων ἐλευθερωθῆναι εὐχόμεθα· πῶς οὐχὶ βδελυξόμεθα ;

  33. 3.37

    Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν ; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη; μὴ γένοιτο. οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστιν ; ἔσονται γάρ, φησιν, οἱ δύο εἰς σάρκα μίαν· ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν Πνεῦμά ἐστι· φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήση ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.

  34. 3.38

    Θεοδωρου. Μέλη Χριστοῦ πάντες ὑμεῖς, οἱ διὰ τῆς τοῦ Πνεύματος ἀναγεννήσεως τὴν πρὸς αὐτοὺς δεξάμενοι συνάφειαν, ἐλπίδι τοῦ καὶ ἀναστήσεσθαι ὁμοίως αὐτῷ.

  35. 3.39

    Θεοδωρίτου. Οὐ καθάπερ νύμφη νυμφίῳ συνήφθητε τῷ Χριστῷ ;

  36. 3.40

    Ὠριγένουσ. Ψυχῆς ὄργανα ἐστὶ τὰ ἀνθρώπων σώματα· καὶ ἀρχούσης τῆς ψυχῆς, ὑπηρετεῖται τὸ σῶμα, καὶ χρῆται αὐτῷ εἰς ἃ βούλεται· ἰδίως δὴ ὁ λόγος θέλει ἡμῶν τὰ σώματα μηκέτι ὑπὸ τῆς ψυχῆς ἐνεργεῖσθαι τῆς ἡμετέρας· ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ Χριστοῦ· διὸ λέγει ὁ Παῦλος· “ ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῆ δὲ ἐν ἐμοὶ Χριστός·” μέλη οὖν τότε γίνεται Χριστοῦ, ὅτι πάντα κατὰ τὸν αὐτοῦ λόγον κινοῦμεν·

  37. 3.41

    Κυτίλλου. Πῶς ἂν εἶεν μέλη Χριστοῦ τὰ ἡμῶν ; αὐτὰ ἐν ἑαυτοῖς αἰσθητῶς τε καὶ νοητῶς· κατοικεῖ μὲν γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος· μετεσχήκαμεν δὲ καὶ τῆς ἁγίας αὐτοῦ σαρκός. ἡγιάσμεθά τε διττῶς, καὶ κατῴκηκεν ἐν ἡμῖν ὡς ζωὴ καὶ ζωοποιὸς, ἵνα τὸν τοι] μέλεσιν ἡμῶν ἐπισκήψαντα θάνατον καταργήσῃ δι’ ἑαυτοῦ. εἰ τοίνυν αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ἡμεῖς ἄρα ἐσμὲν οἱ καθέκαστα μέλη· ὅτ’ ἃν οὖν εἰς ἀτόπους ἡδονὰς καταπίπτωμεν, τότε δὴ τότε πλημμελήσομεν εἰς αὐτὸν, οὗ καὶ γεγόναμεν μέλη· πόρνας γὰρ ὥσπερ τὰ αὐτοῦ χαρισόμεθα.

  38. 3.42

    Θεοδωρίτου. Σφόδρα τὸ παράνομον ηὔξησε, μέλη Χριστοῦ τὰ ἡμέτερα σώματα προσαγορεύσας· οὐκ ἔτι σά φησίν ἐστιν, ἀλλὰ Χριστοῦ· πῶς τοίνυν αὐτὰ μέλη πόρνης ποιεῖς ; εἶτα τούτου διδάσκει τὸν τρόπον· “ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν “ σῶμά ἐστιν ; ἔσονται γάρ’ φησὶν, “ οἱ δύο εἰς σάρκα μίαν· “ ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν Πνεῦμά ἐστιν.” οὐκ ἀπεικότως τὸ περὶ τῆς γαμικῆς συναφείας εἰρημένον τέθεικεν ἐπὶ τῆς πορνείας· ἓν γὰρ καὶ τοῦτο κἀκεῖνο τῇ φύσει τοῦ πράγματος· τὸ δὲ ἔννομον καὶ παράνομον δείκνυσι, τὴν διαφόραν λέγει οὖν· ἐὰν συναφθεὶς τῷ Κυρίῳ πάλιν πρὸς ἐκεῖνον ἀπέλθῃς· εἰς αὐτὸν χωρεῖ τὸν δεσπότην ἡ παροιμία· τὰ μέλη γὰρ αὐτοῦ προσάγεις τῇ πόρνῃ, καὶ ἀποφαίνεις μέλη πόρνης.

  39. 3.43

    “ Φεύγετε τὴν πορνείαν.” οὐκ εἶπεν μισεῖτε καὶ ἀποστρέφεσθε· ἀλλὰ φεύγετε· εἰδὼς τὴν τῆς ἁμαρτίας ταύτης ὀξύτητα· διδάσκει δὲ καὶ τὸ τοῦ πράγματος μυσαρόν· “ πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ “ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων, εἰς τὸ ἴδιον “ σῶμα ἁμαρτάνει·” μυρία γάρ τις ἕτερα ἁμαρτάνων, καὶ ὅρκους παραβαίνων, καὶ βλασφημίᾳ μολύνων τὴν γλώσσαν, καὶ σφετεριζόμενος τὰ μηδαμόθεν προσήκοντα· οὐ τοσαύτην αἴσθησιν λαμβάνει τῆς ἁμαρτίας· ὁ δὲ τῆς ἀσελγείας δοῦλος γεγενημένος, εὐθὺς μετὰ τὴν ἁμαρτίαν αἰσθάνεται τοῦ κακοῦ, καὶ αὐτὸ τὸ σῶμα βδελύττεται· διά τοι τοῦτο καὶ λουτροῖς κεχρημένοι ἀπορρύπτουσι τὸ σῶμα, ἐκβάλλειν οὕτω πῶς τὸ μύσος ὑπολαμβάνοντες.

  40. 3.44

    Θεοδωρου. Τὰ μὲν λοιπὰ φησὶν ἁμαρτήματα ἕτερα βλάπτειν δοκεῖ· τοῦτο δὲ πρὸ τῶν λοιπῶν πάντων τὸν διαπραττόμενον· τὸ οἰκεῖον γὰρ οὗτος μολύνει σῶμα.

  41. 3.45

    Σευηριανοῦ. Ὅπερ ἄν τις ἁμάρτῃ πρὸς τὸ τρέφειν ἣ τὸ σῶμα ποιεῖ καὶ κατακοσμεῖν καὶ τὴν χρείαν αὐτῷ πληροῦν καὶ πρὸς τιμὴν τοῦ σώματος· ὁ μέντοι τῇ πόρνῃ d κολλώ μένος ἓν σῶμα αὐτῇ ποιῶν τὸ ἴδιον σῶμα, ὑβρίζει αὐτὸ καὶ ἀτιμάζει.

  42. 3.46

    Ὠριγένουσ. Ζητήσει τις, εἰ πᾶν ἁμάρτημα ἐκτὸς τοῦ μάτος ἐστιν· ἐρεῖ γάρ τις· ἁμάρτημά ἐστι τὸ μεθύειν· ἁμάρτημά ἐστι τὸ ἑαυτὸν ἐξάγειν ἐκ τοῦ βίου δι’ ἀγχόνης, διὰ κρημνοῦ· ἄρ οὖν ἐκτὸς τοῦ σώματός ἐστι καὶ τοῦτο τὸ ἁμάρτημα ; ἀλλ’ εὐγνωμόνως δεῖ ἀκοῦσαι, πῶς εἴρηται τοῦτο· ἀφορμὴν δὲ ληψόμεθα τοῦ νοῆσαι τὰ κατὰ τὸν τόπον ἐκ τοῦ Λευϊτικοῦ e. ἐκεῖ γὰρ λέγεται ὅτι ἐκ τῆς ῥύσεως συνέστηκεν τὸ σῶμα αὐτοῦ· ἐπεὶ οὑν ἡ σύστασις f τοῦ σώματος ἀπὸ σπερμάτων ἐστί· διὰ τοῦτο ἁμαρτάνων κατὰ τὴν πρόρρυσιν g τῶν σπερμάτων, εἰς τὸ σῶμα τὸ ἑαυτοῦ ἁμαρτάνει· καὶ ἔστιν ἡ ἁμαρτία αὕτη ἀπὸ τούτων γινομένη, ἀφ’ ὧν καὶ ἡ ἀρχὴ τῆς συστάσεως τοῦ σώματος.

  43. 3.47

    Κυτίλλου. Τὰ μέλη τοῦ σώματος ἡμῶν διὰ τῆς ἁγνείας Χριστοῦ μέλη μεμενηκότα μεθέξουσι πάντως τῆς παρ’ αὐτοῦ ζωῆς τε καὶ δόξης μετασχήματι· εἰ γὰρ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ εἰ δὲ γένοιτο πόρνης μέλη· πῶς ἃν λάβοι τὸν μετασχηματισμὸν καὶ τὴν τῆς πρὸς αὐτὸν συμμορφίας λαμπρότητα νοητήν ;

  44. 3.48

    Οἰκουμενίου. Ἢ ὅτι τὰ λοιπὰ ἁμαρτήματα ἐκ ψυχικοῦ πάθους γίνεται· οἷον ὀργῆς ἐπὶ ἀνδροφόνῳ· κενοδοξίᾳ ἐπὶ τῶν πλουτεῖν ἐθελόντων· ἡ δέ γε πορνεία ἐξ αὐτοῦ τοῦ σώματος τὰς πηγὰς ἔχει τῆς ἐπιθυμίας· ἐξάραι δὲ ἐβουλήθη τὸ πρᾶγμα, ἐπειδὴ πέρι αὐτοῦ πρόσκειται η παραίνεσις αὐτῷ· οὐ γὰρ πάντως πάντων χεῖρον ἡ πορνεία.

  45. 3.49

    Τοῦ Αὐτοῦ. Εἶπεν εἰς τοῦτο πλείους ἑρμηνείας ὁ Σευηριανὸς τεύχει νζ΄ λόγῳ γ΄ κεφαλαίῳ ιθ΄. i ταύτην τε αὐτὴν εἰπὼν τῇ τοῦ ἐν ἁγίοις Ἰωάννου καὶ ἄλλην· ὅτι φησὶν ὁ πορνεύων. εἰς τὴν ἰδίαν σύστασιν, καὶ εἰς αὐτὴν τὴν τοῦ σώματος τοῦ ἀνθρωπίνου κατασκευὴν πλημμελεῖ· ἐνυβρίζων εἰς τὸ τοῦ σώματος ἡμῶν ἐργαστήριον· καὶ ἄλλην, ὅτι σῶμα Χριστοῦ καὶ μέλη Χριστοῦ ἐστιν ὁ ἄνθρωπος· ὁ οὖν εἰς τὸ ἴδιον σῶμα πλημμελῶν· εἰς Χριστὸν πλημμελεῖ, τὴν κεφαλὴν ἡμῶν· οὗ καὶ ναός ἐστι τὸ σῶμα μετὰ πάντων· καὶ ταῦτα δέξαι εἰ βούλει· ἐξᾶραι βουλόμενος τὸ τῆς πορνείας ἁμάρτημα, τοιοῦτόν τινα λέγει σκοπὸν, ὅτι μυρίων ἄξιος τιμωριῶν ὁ πόρνος· ὁ γὰρ τοῦ μολυσμοῦ τοῦ ἰδίου σώματος μὴ φειδόμενος, πῶς ἄλλους φείσοιτο ; ὁ γὰρ ἑαυτῷ κακὸς, τίνι ἀγαθός ;

  46. 3.50

    Καὶ ἄλλως. γέγραπται περὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς, “ ἔσονται οἱ δύο εἰς σάρκα μίαν·” ὁ οὖν μὴ νόμῳ ἐπιτετραμμένος καὶ θείῳ γάμῳ, ἀλλὰ πορνεύων, δέον ἔχειν τίμιον γάμον καὶ κοίτην ἀμίαντον, ἐκ τῆς πορνείας καὶ τῆς ἔνθεν ἀκαθαρσίας ἐνυβρίζει τόν τε γάμον καὶ τὴν γυναῖκα. ὁ δέ γε τοῦτο ποιῶν, εἰς ἴδιον σῶμα ἁμαρτάνει, εἰς τὴν γυναῖκα ἁμαρτάνων· ἥτις ἓν σῶμά ἐστι μετὰ τοῦ ἀνδρὸς, καὶ σῶμά ἐστι τοῦ ἀνδρὸς καθὰ πλευρὰ αὐτοῦ ἐστιν, καὶ ἐξ αὐτοῦ ἐλήφθη· τὴν τελευταίαν νομίζω καλλίστην εἶναι· ἀνελλιπῆ γὰρ τὴν τοῦ ῥητοῦ διάνοιαν σώζει· εὑρίσκεται γὰρ οὕτως πᾶν ἁμάρτημα ὃ ἐὰν πράξῃ ἄνθρωπος, ἐκτός ἐστι τῆς πρὸς τὴν γυναῖκα ἐπὶ μίξει παροινίας καὶ ἀκαθαρσίας· ὁ δὲ πορνεύων εἰς τὴν γυναῖκα ἁμαρτάνει, ἀκαθαρσίας αὐτὴν ἀναπιπλὰς καὶ αἰσχρότητος· ἔστι πρὸς τούτοις ἅπασι καὶ τοῦ ἁγίου Ἀθανασίου ἑρμηνεία ἐν τῷ περὶ σεμνοῦ γάμου. πρὸς ὅλοις τούτοις ἑρμήνευσέ τις καὶ οὕτως· πρὸς ἁβροδιαίτους καὶ φιλοσάρκους γράφων ὁ Παῦλος· τῇ αὐτῶν φιλοσαρκίᾳ συνεργῷ ἐχρήσατο πρὸς τὴν τῆς πορνείας παραίτησιν τοῦτο λέγων, ὅτι τὰ λοιπὰ ἁμαρτήματα ψυχὴν ἀδικεῖ, καὶ εἰς αὐτὴν μόνην τὴν βλάβην παραπέμπει· ὁ δέ γε πορνεύων σὺν τῇ ψυχῇ καὶ τὸ σῶμα ἀδικεῖ, φθείρων αὐτὸ καὶ ἐκδυναμῶν, καὶ τὸν ψυχικὸν καὶ ζωτικὸν καθαιρῶν νοῦν1· ὡσεὶ εἰπεν, φείσασθε κἂν τοῦ σώματος ὑμῶν, ὃ περιέπετε καὶ θάλπετε, καὶ οὗ πρόνοιαν πλείστην ποιεῖσθε· (ἐρωτηματικῶς) τί γὰρ ὁ φθόνος ; οὐ τήκει τὸ σῶμα ; τι οὖν μονὴν τὴν πορνείαν τοῦτο ποιεῖν φησίν k;

  47. 3.51

    Τοῦ Αὐτοῦ.Λίαν ἀσφαλῶς εἶπεν ὁ Ἀπόστολος. “ πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός “ ἐστιν·” ὁ δὲ φθόνος οὐ γίνεται παρ’ ἡμῶν· ἀλλ’ ἐνεργεῖται εἰς ἡμᾶς· πάσχομεν οὖν, ἀλλ’ οὐ ποιοῦμεν τὸν φθόνον· καὶ πάθος ἐστὶν, ἀλλ’ οὐκ ἐνέργεια· περὶ ἐνεργείας δὲ νῦν ὁ λόγος τῷ Ἀπο- στόλῳ· φησὶ γὰρ “ πᾶν ἁμάρτημα ὃ ἃν ποιήσῃ ἄνθρωπος·” οὐ μὴν περὶ πάθους.

  48. 3.52

    Ἰωάννου 1. Πάλιν ἐπὶ τὴν προκειμένην ἦλθεν παραίνεσιν τὴν κατὰ τῆς πορνείας· ὅρα δὲ οὐκ εἶπεν ζεύξω πόρνῃ· ἀλλ’ ὅπερ ἢν φρικῶδες τὸ ἆραι τὰ ἑαυτοῦ μέλη τοῦ εἶναι Χριστοῦ, καὶ ποιῆσαι εἰναι πόρνης.

  49. 3.53

    Τοῦ Αὐτοῦ.Εἰς μαρτυρίαν φέρει τὴν παλαιάν· πῶς εἰς σάρκα μίαν ; ὅτι ἡ σύνοδος οὐκ ἀφίησι τοὺς δύο εἶναι δύο, ἀλλ’ ἕνα ποιεῖ.

  50. 3.54

    Τοῦ Αὐτοῦ. Ὅρα πῶς διὰ γυμνῶν τῶν ὀνομάτων τῆς πόρνης καὶ τοῦ Χριστοῦ προσάγει τὴν κατηγορίαν, δεινοποιῶν αὐτήν.

  51. 3.55

    Τοῦ Αὐτοῦ. Ὅτι, φησὶν, ὁ τοιοῦτος, κἂν Πνεῦμα γίνεται μόνον, τὸ μηδὲν ποιεῖν σαρκικόν. Τοῦ Αὐτοῦ.Ἐπὶ τῆς πορνείας, φησὶν, ὅλον σῶμα· ὅθεν καὶ ἐπὶ βαλανεῖα τρέχειν ἔθος τοῖς πορνεύουσιν· ὁ δέ γε ἀνδροφόνος καὶ ἅρπαξ, χεῖρα μολύνουσι μόνον· τὸ δὲ “ φεύγετε” τὴν μετὰ σπουδῆς ἀποχὴν δηλοῖ.

  52. 3.56

    Φωτίου. “ Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι·” ἐστιν, ὅλος γίνεται πνευματικὸς τῇ πρὸς τὸν Κύριον ἑνώσει· οὐκ ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόν τινα, Θεῷ δουλεύων καὶ μαμωνᾶ· ἀλλ’ ὅλος ἑνιαῖός ἐστι καὶ ὅλος πνευματικός· εἰς ἑνότητα συναγόμενος Πνεύματος.

  53. 3.57

    Τοῦ Αὐτοῦ. Ὁ δὲ πορνεύων, εἰς τὸ σῶμα μερίζει τὸ ἴδιον σῶμα· καὶ εἰς ἑαυτὸν ἀλλ’ οὐκ εἰς ἄλλην τὴν ἀδικίαν ἐπιδείκνυται· ὅπερ ἐπ’ οὐδενὶ τῶν ἄλλων ἐστὶν εὑρεῖν ἁμαρτημάτων· πάντες γὰρ ἄλλους βλάπτοντες ἁμαρτάνουσιν, ὁ δὲ πορνεύων ἑαυτὸν βλάπτει καὶ κακοποιεῖ.

  54. 3.58

    ἘΚ Τοῦ Αὐτοῦ. Ἡ ἐπαγωγὴ δείκνυσι τὴν ἔννοιαν αὐτοῦ ῥητοῦ τοιαύτην εἶναι· εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. οἷον εἰς αὐτὸ, φησὶ, τὸ ἴδιον τοῦ δεσπότου σῶμα· καὶ γὰρ ἐπάγει “ ἣ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ Ἄγ’ ἴου “ Πνεύματός ἐστιν ” καὶ πάλιν· “ καὶ οὐκ ἐστὲ ἑαυτῶν.” καὶ πρὸ βραχέος “ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη τοῦ “ Χριστοῦ ;” ὥστε ὁ πορνεύων εἰς τὰ ἴ’ δία μέλη τοῦ καὶ εἰς τὸ σῶμα αὐτοῦ πλημμελεῖ· τί οὖν, φησὶν, οἱ λοιπὰς πλημμελοῦντες ἁμαρτίας οὐχὶ κατὰ τοῦτον ’τον λόγον κα αὐτοὶ εἰς τὸ τοῦ Χριστοῦ σῶμα πλημμελοῦσιν ; καὶ φαμὲν ὅτι οὐχ οὕτως· εἰ γὰρ καὶ διά τινος μέλους ὁ κλέπτων ἣ ὁ φονεύων τὴν ἁμαρτίαν ποιεῖ, ἀλλ’ οὐχὶ εἰς τὸ αὐτοῦ μέλος τὴν ἁμαρτίαν ποιεῖ· ἀλλ’ ἐκτὸς αὐτὴν καὶ εἰς ἄλλον τινὰ κακουργεῖ· ὁ δὲ πορνεύων, καὶ διὰ τῶν μελῶν ὥσπερ ἐκεῖνοι καὶ εἰς αὐτὰ τὰ μέλη καὶ ὅλον τὸ σῶμα τὴν βλάβην καὶ τὴν ἀδικίαν ἐπιδείκνυσιν.

  55. 3.59

    Εἰσ τὸ αὐτὸ Ἰσιδώρου τοῦ Πηλουσιώτου. Καὶ πρώτην μὲν ταύτην οὐκ εἶπεν διὰ τοῦ σώματος ἁμαρτάνειν, ὅπερ οἱ πολλοὶ νομίζοντες πράγματα παρέχουσι τοῖς ἑρμηνεύουσιν· ἀλλ’ εἰς αὐτὸ ἁμαρτάνει· εἰς αὐτὸ σφάλλει· αὐτὸ μολύνει· αὐτὸ ἐναγὲς ἀποφαίνει· ὡς ἄν τις εἶποι· ὁ δεῖνα ἑαυτὸν ὑβρίζει, ἄλλον δοκῶν ὑβρίζειν· νῦν γὰρ βλέπει τῷ Ἀποστόλῳ ὁ λόγος οὐ πρὸς μετὰ ταῦτα ἑψομένην τῷ ἁμαρτήματι τιμωρίαν, ἀλλὰ πρὸς τὴν ἐν τῇ πράξει γινομένην τῷ σώματι ἐκ τῆς συμπλοκῆς ὕβριν, τοῦτ’ ἔστιν τὸν μολυσμόν· ὁ μὲν γὰρ φονεύων, ἄλλον φονεύει· ὁ δὲ πορνεύων ἑαυτὸν καθυβρίζει· καὶ ὁ τὰ ἄλλα πταίσματα δρῶν, εἰς ἄλλον δρᾷ· ὁ δὲ λαγνεύων ἑαυτὸν καταισχύνει· ἑαυτὸν μιαίνει· ὅθεν καὶ ἀπολούονται τὸν μολυσμὸν ἐννοοῦντες, καὶ τὴν ἀτοπίαν βδελυττόμενοι· τὰ μὲν γὰρ ἄλλα πλημμελήματα, καὶ εἰς τὸν ἀδικούμενον βλέπει· τοῦτο δὲ εἰς τὸν ἀδικοῦντα· τὰ ἄλλα ἐκτὸς τοῦ σώματός ἐστι τοῦ δρῶντος· τοῦτο δὲ τὸν δρῶντα μολύνει· ἐν τοῖς ἄλλοις ἄλλους ἀδίκει· ἐν δὲ τῇ πορνείᾳ ἑαυτόν.

  56. 3.60

    Εἰ δὲ καὶ δευτέραν βούλει σοι ἀνοιγῆναι θύραν· ἐννόει, ὅτι ἐπειδὴ πολλάκις ἀνθρώπῳ οὐ συγνώμης μεῖζον ἔχοντι ἐλάττονα παραινοῦντες λέγομεν, ἀδελφὲ, ἀπόστηθι τούτου τοῦ νοσήματος· τοῦτο πάντων ἐστὶν κάκιον· οὐκ ἐπειδὴ πάντα ὑπερβαίνει· ἀλλ’ ὅτι κἀκείνου αὐτὸν ἀπαλλάξαι βουλόμεθα· μήποτε καὶ ὁ Ἀπόστολος ἐπὶ τῆς πορνείας τοῦτο ἔφη· τὸν γὰρ πορνεύσαντα παρὰ Κορινθίοις σωφρονῆσαι βουλόμενος, ταύτην ἔρρηξε τὴν φωνήν. εἰ δὲ καὶ τρίτην· ἐννόει, ὅτι ὥσπερ ὁ εἰς θάλασσαν σῖτον ἣ ἕτερον ῥίπτων σπέρμα εἰς τὸν σπόρον ἁμαρτάνει, κωλύων αὐτὸν εἰς γέννησιν ἐλθεῖν· οὕτω καὶ ὁ εἰς ἑτέραν ῥίπτων τὸ ἑαυτοῦ σπέρμα εἰς τὸ οἰκεῖον σῶμα ἁμαρτάνει· ἐκεῖνης οὐ τεχθὲν ἀναιρούσης μόνον· ἀλλὰ καὶ τεχθῆναι κωλυούσης· εἰ δὲ καὶ τετάρτην· ἐννοεῖν χρῆ, ὅτι ἡ δρᾷ καὶ πάσχει· εἰ μὲν γὰρ μὴ ἔπαθεν, οὐκ ἂν ἔρρευσεν· εἰ δὲ ἔρρευσεν, ἐφθάρη· εἰ δὲ ἐφθάρη, ὑβρίσθη· ἀμέλει ἐπ’ οὐδεμίᾳ ἄλλῃ πράξει, ἢ ἔπι μόνῃ τῇ ἀνδρὸς πρὸς γυναῖκα συνόδῳ λέγεται, ἔφθαρται τὴν παρθένον καὶ τὸν νεανίσκον πειραθέντας· εἰ δὲ καὶ πέμπτην· ἐννόει, ὅτι τῷ πόρνῃ συνερχομένῳ, εἰ τεχθείη παιδίον, εἰς πορνεῖον ἀνατρέψεται· καὶ ὁ ὁρῶν μετὰ ταῦτα λέξει, ὄντως ἑαυτὸν ἐκεῖνος ἠδίκησεν· ἰδοὺ γὰρ τὸ σπέρμα, μᾶλλον δὲ τὸ σῶμα αὐτοῦ πορνεύει· εἰ δὲ καὶ ἕκτην· ἐπίστησαι, ὅτι εἰ δούλῃ τίς κοινωνήσειεν, δοῦλος ἔσται τὸ τικτόμενον· πῶς οὖν οὐκ εἰς ἑαυτὸν ἁμαρτάνει, ὁ δοῦλον σπουδάζων τεκεῖν· εἰ δὲ καὶ ἑβδόμην· ὅρα ὅτι καὶ τὸ τικτόμενον ἀδικεῖται νόθον καλούμενον καὶ ἄτιμον πανταχοῦ γινόμενον· κἂν ἐν βουλευτηρίῳ, κἂν ἐν δικαστηρίῳ δέοι εἰσελθεῖν, ἐκβάλλεται· δι’ οὗ καὶ ὁ φυτευσάμενος συναπολαύει τῆς αἰσχύνης. ὑπόμνημα γὰρ τῆς οἰκείας λαγνείας κατέλειψεν. εἰ δὲ καὶ ὀγδόην· δοκίμασον τὸ ῥηθησόμενον· ἐπειδὴ ὁ πορνεύων ἒν πρὸς τὴν πορνεύουσαν γίνεται· ὁ τὰ οἰκεῖα μέλη ποιῶν μέλη πόρνης, εἰς ἑαυτὸν τῷ ὄντι ἁμαρτάνει· φόνῳ μὲν γὰρ εὖ τινὲς ἐχρήσαντο, ὡς Μώσης, καὶ Φινεὲς· καὶ ὀργῇ, ὡς Πέτρος καὶ Παῦλος· πορνείᾳ δὲ οὐδεὶς πώποτε εὖ ἐχρήσατο· εἰ δὲ καὶ ἐνάτην· ἐννόει, ἐπειδὴ σῶμα ἕν ἐστιν ἡ ἐκκλησία· ὁ δεκαθέῖς m ἀλλήλων μέλη, ὁ πορνεύων, εἰς πάντας ἁμαρτάνει· ἀνατρέχει γὰρ αὐτοῦ τὸ σφάλμα ἐπὶ τὸ τῆς Ἐκκλησίας πλήρωμα· οὗ καὶ ἐκκοπῆναι αὐτὸν προσέταξεν, ἕως ἂν μετανοήσῃ. εἰ δὲ καὶ δεκάτην βούλει· λεχθείη ἂν, ὅτι ἐπειδὴ οἱ νόμῳ τοῦ τιμίου γάμου συνιέντες, ἓν σῶμα γίνονται· “ ἔσονται γάρ’ φησὶν, “ οἱ δύο εἰς σάρκα μίαν·” διὸ καὶ ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ὁ ἀνὴρ, ὡσαύτως δὲ καὶ ὁ ἀνήρ· εἰκότως ὁ πορνεύων μὲν ἀνὴρ εἰς τὴν γαμετὴν, τοῦτ’ ἐστιν εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει· ὡσαύτως καὶ ἡ γυνή· ἐπὶ μόνῃ γὰρ ταύτῃ τῇ ἁμαρτίᾳ μόνον ἔθετο ὁ Χριστὸς χωρίζεσθαι αὐτοὺς ἀπ’ ἀλλήλων.

  57. 3.61

    Ἢ οὐκ οἴδατε, ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν ; ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ.

  58. 3.62

    Κυτίλλου. “ Κατῴκηκε γὰρ ἐν ὑμῖν τὸ τῆς υἱοθεσίας πνεῦμα, “ τοῦτ’ ἐστι τὸ Ἅγιον, ἐν ᾧτ’ κράξομεν ἀββᾶ ὁ πατήρ· ἠγοράσμεθα “ δὲ καὶ τιμῆς·” τεθεικότος ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχὴν τοῦ πάν. τῶν ἡμῶν Σωτῆρος Χριστοῦ· ἐσμὲν οὖν ἆρα ναοὶ Θεοῦ ζῶντος. ἐναυλίζεται γὰρ ἡμῖν δι’ Ἁγίου Πνεύματος Χριστὸς ἔχων ἐν ἰδίᾳ φύσει καὶ τῶν ἐξ οὖ πέφηνεν οὐσιωδῶς Πατέρα καὶ Θεόν· ἔφη γὰρ αὐτὸς “ ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μοῦ τηρήσει, καὶ ὁ “ Πατήρ μου ἀγαπήσει αὐτόν· καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ “ μονὴν παρ’ αὐτῷ ποιησόμεθα.” ἀπέστω δὴ οὖν τῶν ἡμετέρων διανοιῶν ὡς ἀπὸ ναοῦ Θεοῦ ἡ κάκοσμος ἡδονή. ἀναφοιτάτω δὴ μᾶλλον καθάπερ ἐν τάξει θυμιαμάτων τῆς ἐγκρατείας ἡ εὐοσμία. “ καὶ παραστήσωμεν τὰ σώματα ἡμῶν θυσίαν ζῶσαν ἁγίαν εὐά- “ ρεστον τῷ Θεῷ τὴν λογικὴν λατρείαν ἡμῶν· ἠγοράσθημεν γὰρ “ οὐ φθαρτοῖς ἀργυρίῳ ἣ χρυσίῳ· ἀλλὰ τιμίῳ αἵματι,” κατὰ τὸ γεγραμμένον· οὐκ οὖν τῷ πριαμένῳ δουλεύσωμεν αὐτῷ· παραστήσωμεν ἑαυτοὺς εἰς ὑπακοήν· καὶ τὰ μέλη ἡμῶν, ὅπλα δικαιοσύνης τῷ Θεῷ· γέγραπται γὰρ ὅτι τόδε σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ· καὶ ὁ Κύριος τῷ σώματι· ὅτ’ ἃν τοίνυν τηρῶμεν τὰ μέλη τοῦ σώματος τὸν ἐκ τῆς φιλοσαρκίας οὐκ ἔχοντα μολυσμόν· τότε καὶ ὁ Κύριος ἔσται τῷ σώματι· κατοικεῖ γὰρ ἐν ἁγίοις ἅγιος ὦν κατὰ φύσιν ὡς Θεός.

  59. 3.63

    Ὠριγένουσ.n. Καλῶς ἀνθυποφορὰν ὑπειδόμενος καὶ προφυλαξάμενος εἶπεν τὸ “ οὐκ ἐστὲ ἑαυτῶν·” ἐρεῖ γάρ τις εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνω, ἐξουσίαν ἔχω τοῦ ἰδίου σώματος· εἶτα φησὶν “ ἣ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ Θεοῦ ἐν ὑμῖν “ Ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ·” εἰς τὸ Πνεῦμα τὸ Ἅγιον ἀσεβοῦμεν, καὶ δι’ αὐτοῦ εἰς Πατέρα καὶ Υἱὸν, εἰς οὓς βεβαπτίσμεθα· ἐὰν πορνεύωμεν, εἰς Χριστὸν μὲν, ὅτ’ ἃν “ ἄρας τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη·” εἰς τὸ Ἅγιον δὲ Πνεῦμα, ὅτε τὸν ναὸν τοῦ ἐν ἡμῖν Ἁγίου Πνεύματος φθείρῃ τίς. εἰς τὸν Πατέρα δὲ, ὅτε τὸν ναὸν τοῦ Θεοῦ φθείρω· πρὸς τούτοις οὖν ὅσα ἃν ἁμαρτάνωμεν, κἂν φόνους ποιήσωμεν, ἄφθοροι δὲ ὦμεν φθορᾶς, μὴ γευσάμενοι τῆς κατὰ τὴν συνουσίαν, οὐ λεγόμεθα, ἔφθαρται ἐκ τοῦ πεφονευκέναι· ἀλλ’ ἐπεὶ καὶ ἡ ἀφθαρσία καὶ ἡ φθορὰ περὶ τὴν φύσιν τὴν ἄγευστον συνουσίας τῆς περὶ τὰ ἀφροδίσια ἐστίν· ἐφθάρη γὰρ ἡ παρθένος λέγομεν· καὶ πάλιν ἄφθορος ὁ νεανίσκος ἢ ἐφθάρη· “ πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, “ ἐκτὸς τοῦ σώματός ἐστιν·” ἐπειδὴ οὖν ἐδόθη λύτρον ὑπὲρ ὑμῶν τὸ αἷμα τοῦ Χριστοῦ, καὶ ἔλαβεν ὑμᾶς ἀπὸ τῆς ἐξουσίας τοῦ διαβόλου, “ δοξάσατε τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν,” ἵνα γένηται τὸ σῶμα ὑμῶν ἄξιον μακαριότητος, ὡς ἀγαπησάντων τὴν ἀφθαρσίαν· ὡς καὶ ὁ Ἀπόστολος λέγει· “ ἡ χάρις τοῦ Θεοῦ μετὰ “ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν “ ἀφθαρσίᾳ.”

  60. 3.64

    Θεοδωρίτου. Εἶπεν ἄνω τὸ σῶμα τοῦ Θεοῦ· εἶπεν αὐτὰ τὰ μέλη Χριστοῦ· νῦν πάλιν τοῦ Ἁγίου Πνεύματος ὀνομάζει ναόν· Πνεῦμα δὲ προσαγορεύει τὸ χάρισμα. καὶ διὰ πάντας μανθάνομεν τὴν τῆς τριάδος ἰσότητα.

  61. 3.65

    Σευηριανοῦ. “ Δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν “ καὶ ἐν τῷ πνεύματι ὑμῶν·” μὴ μόνον ἐν τῷ χαρίσματι, ἀλλὰ καὶ ἐν τῷ σώματι· ἵνα καὶ φύσις καὶ προαίρεσις καἰ χάρις διὰ συμφωνίας δοξάσῃ τὸν εὐεργέτην· ἄλλοι δὲ τὸ πνεῦμα τὴν ψυχὴν ἐξειλήφασιν.

  62. 4.1

    Περὶ γάμου καὶ χηρείας καὶ ἀγαμίας.

  63. 4.2

    Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἔχετω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. τῆ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω· ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ἡ γυνή.

  64. 4.3

    ᾿Ὠριγένουσ.ο. Οἱ ἄνθρωποι ἁμαρτάνοντες γενικῷ λόγῳ διχῶς ἁμαρτάνουσιν· ὑποβαίνοντες τὰς ἐντολὰς ἣ ὑπερβαίνοντες. ὅτ’ ἃν γὰρ μὴ ἀπὸ ἐπιστήμης πολιτευώμεθα, μηδὲ γινώσκοντες τὰ μέτρα τῆς δικαιοσύνης σφαλλώμεθα, καὶ ἐσθ’ ὅτε ὑπερβαίνοντες τὸν κανόνα φαντασίᾳ τοῦ ποιεῖν τι κρεῖττον, ἐκπίπτομεν τοῦ προκειμένου· στάθμιον οὖν ἐστὶν ὃ οὔτε μέγα ἐστὶν οὔτε μικρὸν, ἀλλὰ σύμμετρον, τὸ εἰδέναι πῶς δὴ βιοῦν· δέδεσαι μετὰ γυναικὸς, ἓν στάθμιον μέγα ποιεῖς· οὐ φροντίζεις τῆς γυναικὸς, ἀλλὰ λέγεις ἐγὼ δύναμαι ἐγκρατεύεσθαι καὶ ζῆν καθαρώτερον. ἀλλ’ ὅρα ὅτι ἡ γυνή σου ἀπόλλυται, οὐ δυναμένη φέρειν τὴν καθαρότητά σου δι’ ἦν Χριστὸς ἀπέθανεν.

  65. 4.4

    Τοιοῦτόν τι γέγονεν ἐν Κορίνθῳ· καὶ ἦν ἀκαταστασία ἐν ταῖς οἰκίαις τῶν ἀδελφῶν· πῆ μὲν ἀνδρῶν, πῆ δὲ γυναικῶν ἐγκρατεύεσθαι πειρωμένων καὶ ἀλλήλων κατεξανισταμένων. ἔγραψαν οὐν περὶ τούτου ἐπιστολὴν οἱ ἐν Κορίνθῳ τῷ Ἀποστόλῳ· καὶ πρὸς τὴν ἐπιστολὴν ταύτην ἀντιγράφει ὁ Ἀπόστολος τὰ προγεγραμμένα. καὶ οὔτε ἐπέτεινεν τὸν περὶ ἁγνείας λόγον, καὶ ἀνεῖλεν τὸν περὶ γάμου, οὔτε τὸν περὶ γάμου προκρίνας, ἀνεῖλεν τὸν περὶ παρθενίας, ὡς καλὸς οἰκονόμος. ἀλλὰ τηρεῖ δι’ ὅλου τοῦ λόγου τὸ βούλημα αὐτοῦ τινὰ τρόπον, καὶ προτρέπεται καθαρεύειν· καἰ συγχωρήσας συγκαταβαίνειν, προτρέπεται πάλιν ἀσκεῖν τὴν ἁγνείαν· καὶ προτρεψάμενος ἀσκεῖν τὴν ἁγνείαν, πάλιν φέρει ἐπὶ τῷ δεῖν τῆ ἀσθενεία συγκαταβαίνειν τῶν ἀσθενεστέρων· ἤρξατο δὲ οὐκ ἀπὸ τῶν ὑποδεεστέρων, οὐ γὰρ ἔπρασσεν· ἀλλ’ ἀπὸ τῶν τελειοτέρων πραγμάτων, λέγων· “ περὶ δὲ ὧν ἐγράψατέ μοι· καλὸν “ ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι·” οἷον, ἐπαινῶ ὑμᾶς ὅσον ἐπὶ τῷ ἠθεληκέναι ἁγνεύειν τοὺς ἀποστάντας τῆς μίξεως τῆς πρὸς τὴν γυναῖκα· ἀλλὰ λογίσασθε μὴ τὸ ἑαυτῶν μόνον, ἀλλὰ καὶ τὸ τῆς γυναικὸς· ἡ γὰρ ἀγάπη οὐ ζητεῖ τὰ ἑαυτῆς.

  66. 4.5

    Διὰ γοῦν τὰς πορνείας, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω· (??) καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα· οὐ διὰ τὴν ἑαυτοῦ πορνείαν ο ισχυρότερος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, ἀλλὰ μήπως πορνεύσῃ τῇ ἐγκρατείᾳ τῆς γυναικὸς ὁ ἀνήρ· αἱρετώτερον γὰρ τοὺς δύο σωθῆναι, εὑρισκομένους ἐν τοῖς ἔργοις τοῦ γάμου. ἣ τῇ προφάσει τοῦ ἑνὸς τὴν ἑτέραν ἐκπεσεῖν τῆς ἐλπίδος τῆς ἐν Χριστῷ· πῶς γὰρ καὶ σωθήσεται ἔνοχος ὢν τῷ θανάτῳ τῆς γυναικός· οὐκ ἔστι οὖν καθαρὰ ἡ σεμνότης τῆς τοῦ ἀνδρὸς, ὅτε μὴ ἐκ συμφωνίας τῆς γυναικὸς γίνηται ἡ ἄσκησις ἀμφοτέροις ὑπὲρ τοῦ σχολάσαι ταῖς κατὰ Θεὸν εὐχαῖς· τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω· ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. προενοήσατο καὶ τοῦ θεραπεύσαι τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην, καὶ τὸ εὐσχημονέστατα οἰκονομῆσαι τὸ κατὰ τοὺς τόπους. διόπερ εἶπεν ὀφειλὴν ὀφείλεσθαι ἀπὸ τοῦ ἀνδρὸς, καὶ τῷ ἀνδρὶ ἀπὸ τῆς γυναικός. εἶτα ἵνα μὴ δυσωπήσῃ τοὺς ἐν γάμῳ ὡς δούλους ἀλλήλων τυγχάνοντας· μὴ χωρὶς συμφωνίας ἥκειν ἐπὶ τὴν ἄσκησιν τῆς καθαρότητος φησίν· “ ἡ “ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ὁ ἀνήρ· ὁμοίως “ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ἡ γυνή.” ἐξουσίαν οὖν ἔχει ὁ ἀνὴρ τοῦ σώματος τῆς γυναικός· καὶ ἐξουσίαν ἔχων, ἐὰν θέλῃ, μὴ χρήσθω τῇ ἐξουσίᾳ. ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ φησὶν ὁ Ἀπόστολος. οἶμαι τοῦτο διδάσκων τὸ λέγειν, “ μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν· ὡς “ καὶ οἱ λοιποὶ Ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς ” ἐξουσίαν οὖν ἔχει ἡ γυνὴ τοῦ σώματος τοῦ ἀνδρός· καὶ οὐ δύναται μὴ χρήσασθαι τῇ ἐξουσίᾳ· τὸ δὲ ὁμοίως δὶς κείμενον, δίδωσι νοεῖν ὅτι μὴ νομιζέτω ὁ ἀνὴρ ἐν τοῖς κατὰ τὸν γάμον πράγμασιν ὑπερέχειν τῆς γυναικός· ὁμοιότης ἐστὶ καὶ ἰσότης τοῖς γεγαμηκόσι πρὸς ἀλλήλους.

  67. 4.6

    Ἰωάλλου Ρ. Ἔγραψαν αὐτῷ εἰ δεῖ ἀπέχεσθαι γυναικὸς ἢ οὐ. τὸ μὲν καλὸν, φησὶν, καὶ τὸ ὑπερέχον ἐστὶν, τὸ ὅλως μὴ ἄπτεσθαι γυναικός· τὸ δὲ ἀσφαλὲς καὶ βοηθοῦν ἡμῶν τῇ ἀσθενείᾳ ἐστὶν, τὸ τῇ νομίμῳ κεχρῆσθαι γυναικὶ καὶ τῷ νομίμῳ ἀνδρί. αὕτη τῆς συγχωρήσεως αἰτία εἰς ἐγκράτειαν παρακαλεῖ.

  68. 4.7

    Τοῦ Αὐτοῦ. Ἔδειξε χρέος οὖσαν τὴν εὔνοιαν καὶ οὐ δωρεὰν παρεχομένην· ἐπειδὴ εἶπεν τὴν ὀφειλομένην εὔνοιαν, ἡρμήνευσε ποῖά ἐστιν ἡ ὀφειλομένη εὔνοια· αὕτη φησὶν, οὔτε ἀνὴρ, οὔτε γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζουσιν. ἀλλὰ τὴν τούτου ἐξουσίαν ὁ ἕτερος εἶχε τί δήποτε δὲ ἐν μὲν τοῖς ἄλλοις τὸ πλέον δίδωσι τῷ ἀνδρὶ, ἔνθα περὶ ὑποταγῆς ἣ ἐξουσίας ὁ λόγος αὐτῶν, νυνὶ δὲ ἰσότητα ἔδωκεν ; καὶ φαμὲν ὅτι ἐκεῖ μὲν περὶ τοῦ ἀρχικοῦ ὁ λόγος αὐτῷ· νυνὶ δὲ περὶ σωφροσύνης, ἐν ᾗ οὐδεὶς τὸ πλέον ἣ τὸ ἔλαττον ἔχειν ὀφείλει.

  69. 4.8

    Μῆ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ’ ἐπιταγήν. θέλω γὰρ πάντας ἀνθρώπους εἶναι, ὡς καὶ ἐμαυτόν· ἀλλ’ ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως.

  70. 4.9

    Ὠριγένουσ.q. Ὀφείλετε γὰρ ἀμφότεροι εἰδέναι, ὅτι οὐκ ἔστιν ἡ αὐτὴ εὐχὴ ἀπὸ καθαρότητος ἀνδρὸς καὶ γυναικὸς, καὶ εὐχὴ ἀπὸ κοινωνίας· εἰ γὰρ ἐπὶ τῶν εἰδώλων Ἕλληνες ἔστιν ὅτε ἁγνεύουσι, πόσῳ πλέον σὺ ὁ τῷ Θεῷ τῶν ὅλων εὐχόμενος· καλὸν οὖν ἐστι συγκαταβαίνειν μὲν διὰ τὴν ἀσθένειαν, ἀνέχειν δὲ διὰ τὰς εὐχάς· καὶ Μωϋσῆς μὲν ἁγνίζει τὸν λαὸν, καὶ λέγει, “ τρεῖς ἡμέρας μὴ “ προσέλθητε γυναικί.” ἵνα δυνηθῶσιν ἐκ τοῦ προκεκαθαρευκέναι ἀκροαταὶ γενέσθαι τοῦ Θεοῦ. καὶ ἐν ταῖς βασιλείαις δὲ ἁγίους ἄρτους βούλεται παραστῆσαι τῷ Δαβὶδ, φεύγοντι τὴν τοῦ Σαοὺλ ἐπιβουλὴν, Ἀβιάθαρ ἢ Ἀβιμέλεχ ὁ ἱερεύς. καὶ βουλόμενος ἁγίους ἄρτους παραθεῖναι, τι φησι ; “ πλὴν εἰ καθαρὰ τὰ παιδάρια ἀπὸ “ γυναικός·” οὐχ οἷον δὲ ἀπὸ ἀλλοτρίας γυναικὸς, ἀλλ’ ἀπὸ γαμετῆς· εἶτα ἵνα μὲν ἄρτους προθέσεως λάβῃ r, καθαρὸς εἶναι ὀφείλει ἀπὸ γυναικός. ἵνα δὲ τοὺς μείζονας τῆς προθέσεως λάβῃ ἄρτους, ἐφ’ ὡν ἐπικέκληται τὸ ὄνομα τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, οὐ πολλῷ πλέον ὀφείλει τις εἶναι καθαρώτερος· ἵνα ἀληθῶς εἰς σωτηρίαν λάβῃ τοὺς ἄρτους, καὶ μὴ εἰς κρίμα ;

  71. 4.10

    Θεοδωρου. Ἀκρασίαν οὐ τὴν ἀσέλγειαν λέγει, ἀλλὰ τὸν κρατεῖν οὐ δυνάμενον εἰς πορνείαν καταφέρεσθαι.

  72. 4.11

    Θεοδωρίτου. Ὅτι δὲ τῇ τῶν ἀνθρώπων ἀσθενείᾳ τοὺς ἐμέτρησεν, ἐδίδαξεν διὰ τῶν ἑξῆς· “ τοῦτο δὲ λέγω κατὰ συγ- “ γνώμην, οὐ κατὰ ἐπιταγήν. θέλω γὰρ πάντας ἀνθρώπους εἶναι “ ὡς καὶ ἐμαυτὸν ἐν ἐγκρατείᾳ·” καὶ τὴν τελειότητα ὑπέδειξε. καὶ τὰ ἐλάττονα συνεχώρισεν, “ ἀλλ’ ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως. παρεμυθήσατο καὶ τοὺς ἐν γάμῳ· χάρισμα Θεοῦ τὸν γάμον προσαγορεύσας.. ὑπ’ ἐκείνης γάρ τις τῆς χάριτος βοηθούμενος, καὶ τὴν ἐν γάμῳ κατορθοῖ σωφροσύνην· ἐπικουρεῖ δὲ ἡ χάρις τοῖς τὴν ἀγαθὴν εἰσφέρουσι προθυμίαν.

  73. 4.12

    Θεοδωρου. Οὐκ εἰπεν αὐτῷ γνώμης κατόρθωμα, ἀλλὰ θείας χάριτος ἔργον. εἰκότως, τὸν γὰρ ἐναντία τῇ φύσει κατορθοῦν αἱρούμενον, οὐ τῆς ἡμετέρας δυνάμεως, ἀλλὰ τοῦ τῆς φύσεως ποιητοῦ· οὕτω καὶ ὁ Κύριος, “οὐ πάντες,” φησὶν,“χωροῦσι τὸν λόγον, “ἀλλ᾿ οἷς δέδοται δόσιν αὐτὸ καὶ χάριν καὶ αὐτὸς προσειπών.

  74. 4.13

    Ὠριγένουσ. Οἱ πολλοὶ μὲν οἴονται τὸ ἀποστερεῖν ἐπὶ χρυσίου ἣ ἀργυρίου ἣ τινὸς τῶν τοιούτων λέγεσθαι. σαφῶς δὲ ὁ Ἀπόστολος καὶ ἐπὶ τῶν ἐν γάμοις ὄντων καὶ ἀκαίρως καὶ χωρὶς συμφωνίας ἁγνείαν ἀσκούντων, ἀποστέρησιν ὠνόμασεν. ἅπαξ δὲ ἁπλῶς ὁ τὸ ὀφειλόμενον μὴ ἀποδιδοὺς, ἀποστερεῖ ἐκεῖνον ᾧ ὀφείλει, μὴ ἀποδιδοὺς τὸ ὀφειλόμενον· ἐνίοτε δὲ συγκλείεται ὁ ἄνθρωπος εἰς τὸ μὴ δύνασθαι ἅμα δύο ὀφειλὰς ἀποδιδόναι διὸ γέγραπται, ἵνα τὴν ἀναγκαίαν ἀποδῷ ὀφειλήν. ὃ δὲ λέγω, οὕτως ἔσται σαφές. οὐκ ἔνεστι καὶ Θεῷ ἀποδιδόναι δεόντως τὰς εὐχὰς, καὶ ἀποδοῦναι τὴν ὀφειλὴν τὸν γεγαμηκότα τῇ γυναικί· διόπερ τὸ ὀφείλημα τὸ εἰς Θεὸν ἐὰν ἐπείγῃ, δεῖ τὸ ἕτερον ἀποστερεῖν· ἄκουε γὰρ αὐτοῦ λέγοντος ; “ μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἃν ἐκ συμφώνου “ πρὸς καιρόν· ἵνα σχολάσητε τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ “ αὐτὸ ἦτε·” ὡς μὴ καθαρᾶς ἀναπεμπομένης τῆς εὐχῆς τοῖς καὶ συνεληλυθόσιν, εἰ καὶ νομίμως συνεληλύθασιν. ἀπέχεσθαι δὲ δεῖ γυναικὸς καὶ ἐν καιρῷ τῆς ἀφέδρου· καὶ εἰς μέγα γε ἔγκλημα λογίζεται τὸ συνέρχεσθαι γυναικὶ οὔσῃ ἐν τῇ ἀφέδρῳ· ἐν γοῦν τῷ καταλόγῳ τῶν ἀνδραγαθημάτων καὶ τὸ καταλόγῳ τῶν ἁμαρτημάτων παρὰ τῷ Ἐζεκιὴλ s ἀναγέγραπται· “ ὅτι καὶ πρὸς γυναῖκα “ ἐν χωρισμῷ οὐ μὴ προσέλθῇ,” καὶ δεῖ καθαρεύειν πάντως καὶ ἀπὸ τῆς ἰδίας γυναικὸς ἐν καιρῷ εὐχῆς καὶ νηστείας.

  75. 4.14

    Καὶ πάλιν φησὶ, “ ἐπὶ τὸ αὐτὸ ἦτε· ἵνα μὴ πειράζῃ ὑμᾶς “ ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν· τοῦτο δὲ λέγω κατὰ συγ- “ γνώμην· οὐ κατ’ ἐπιταγήν·” πανταχοῦ ἀνίησι διὰ τὴν ἀσθένειαν τὸν λόγον· καὶ πάλιν ἐπιτείνει διὰ τὸ ἐπιστρέψαι τοὺς ἀκούοντας τὸν λόγον· “ θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· “ ἀλλ’ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ· ὃς μὲν οὕτως· ὃς “ δὲ οὕτως.” πνέει χαρίσματος ὁ γάμος, ὅτε τὰ μέτρα τηρεῖται τοῦ ἐκ συμφωνίας· καὶ ἀληθῶς ἐστὶν εἰπεῖν ἐπὶ τινῶν· ὅτι τούτῳ ὁ γάμος χάρισμά ἐστιν· ὅτε οὐκ ἀκαταστασία, ὅτε πᾶσα εἰρήνη, πᾶσα συμφωνία· εἰπεῖν μέντοι γε ὅτι χάρισμα ἐκ Θεοῦ ἐστιν ὁ γάμος πιστοῦ πρὸς ἐθνικὸν καὶ ἐθνικοῦ πρὸς πιστόν, τοῦτο οὐκ ἃν εἴποιμι· οὐ γὰρ δύναται τὸ χάρισμα τοῦ Θεοῦ φθάνειν ἐπὶ τοῖς ἐθνικοῖς· ἐὰν πιστεύσῃ, ἐὰν σωθῇ, τότε ἀρχὴν λήψεται τοῦ χαρίσματος·

  76. 4.15

    Χρῶνται δὲ τῷ ῥητῷ τούτῳ καὶ οἱ ἀπὸ Μαρκίωνος. καὶ ἀναισθήτως κωλύουσι τὸν γάμον· λέγοντες, τὴν ἁγνείαν πρόσταγμα εἶναι τοῦ ἄλλου Θεοῦ, ὃν ἃν ἔπλασαν παρὰ τὸν δημιουργόν. πλὴν ἐκ τοῦ ῥητοῦ ἐστιν αὐτοὺς συμβιβάσαι, ὅτι κακῶς κωλύουσι τὸν γάμον, κακῶς καὶ διαιροῦσι τὴν θεότητα. εἰ γὰρ χάρισμά ἐστι “ τὸ μὲν οὕτως, τὸ δὲ οὕτως·” χάρισμά ἐστι καὶ ὁ γάμος. εἰ χάρισμα καὶ ὁ γάμος· κακῶς κωλύεται τὸ χάρισμα ὁ γάμος. εἰ ὁ μὲν οὕτως, ὁ δὲ οὕτως ἀπὸ Θεοῦ· δῆλον ὅτι εἷς Θεὸς ὁ δεδωκὼς τὴν ἁγνείαν καὶ ὁ δεδωκὼς τὸν γάμον· καὶ εἷς ὁ τοῦ νόμου καὶ τοῦ Εὐαγγελίου Θεός ἐστιν, ὃν κατήγγειλαν πρότερον μὲν οἱ προφῆται, ὕστερον δὲ Χριστὸς Ἰησοῦς.

  77. 4.16

    Ἰωάλλου t. Μὴ ἐγκρατευέσθω φησὶ θάτερος, θατέρου μὴ βουλομένου. μήπως πορνεία γένηται πρόξενος τῷ ἑτέρῳ μέρει ἡ σὴ ἐγκράτεια· “ πρὸς καιρὸν,” φησὶν, τοῦτ’ ἐστι κατὰ καιρὸν τὸν προσήκοντα. εὐκαιρία δέ ἐστιν ἀποχῆς ἡ νηστεία καὶ ἡ προσευχή· τοῦτο δὲ φησὶν, οὐ τοὺς συνόντας γυναικὶ εὔχεσθαι ἣ νηστεύειν κωλύων, ἀλλὰ ὅπως ἡ εὐχὴ καὶ ἡ νηστεία σπουδαιοτέρα γένηται. ἀπέχεσθε γὰρ, φησὶν, “ ἵνα σχολάσητε τῇ νηστείᾳ καὶ τῇ προσ- “ ευχῇ,” ὡς τῆς μίξεως ἀσχολίαν οὐκ ἀκαθαρσίαν ίαν ποιούσης· μίξεως δὲ τῆς πρὸς τὴν νομίμην γυναῖκα, ἵνα μάθῃς ὅτι οὐχ ὁ διάβολος μόνος αἴτιος τῆς πορνείας, ἀλλὰ καὶ ἡ ἡμῶν ἀκρασία· ἐπάγει “ διὰ τὴν ἀκρασίαν ὑμῶν·” δεικνὺς ἔνθεν μᾶλλον ἡ ἐκ τοῦ διαβόλου γίνεσθαι. ἐπειδὴ σφόδρα αὐτῶν κατηγόρησεν εἰπὼν “ διὰ “ τὴν ἀκρασίαν ὑμῶν,” νῦν σπουδάζει παραμυθήσασθαι αὐτοὺς ὅτι φησὶν, τὸ εἰναι παρθένον, χάρισμά ἐστιν ἀπὸ Θεοῦ· οὐκ ἐπειδὴ τῆς ἡμετέρας οὐ δεῖται σπουδῆς τὸ πρᾶγμα· αὐτὸς γὰρ ἵνα τις ἀξιωθῇ χαρίσματος, πολλὰ κοπιᾷ· ἀλλ’ ὡς εἴρηται, παραμυθεῖται αὐτοὺς ὑπὲρ τῆς ὕβρεως. ὁ μὲν καὶ παντελῶς ἀπέχεται μίξεως· ὁ δὲ ἀρχὴν τῆς γαμετῆς ἵσταται.

  78. 4.17

    Οἰκουμενίου. οὐ γὰρ ὥσπερ τὸ “οὐ μοιχεύσεις, οὐ ἤδη καὶ τὸ μὴ ἀποστερεῖν ἀλλήλους ἐπιταγή τις ἐστὶν καὶ ἐπαινετὸς ὁ τοῦτο ποιῶν ὡς μόνον πληρῶν· κατὰ συγγνώμην, φησὶ, τοῦτο εἶπον, συγκαταβὰς τῇ ἀσθενείᾳ ὑμῶν. ἐκ δὲ τοῦ εἰπεῖν “ συγγνώμην,” ἔδειξεν ὅτι καὶ κατεγνωσμένον πράττει πρᾶγμα ὁ μόνον ἐν τῇ νηστείᾳ καὶ τῇ προσευχῇ ἀπεχόμενος.

  79. 4.18

    Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐστιν, ἐὰν μείνωσιν ὡς κἀγώ. εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖσσον γάρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι. τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ’ ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι· ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.

  80. 4.19

    Ὠριγένουσ u. τινὲς τῶν καθ’ ἡμᾶς ὑπὲρ ἃ γέγραπται διδάσκουσι, καὶ οἰόμενοί τι ποιεῖν, δέον προτρέπειν ἐπὶ μονογαμίαν μετὰ τοῦ μὴ βρόχον ἐπιτιθέναι τοῖς μὴ δυναμένοις· τοῦτο μὲν οὐ ποιοῦσιν· ἀνάγκην δὲ ἐπιτιθέασι, καὶ θέλουσι μὴ συνάγειν τοὺς διγάμους, μηδὲ κοινωνεῖν αὐτοῖς ὡς παραβεβηκόσιν. οὐκ αἰδούμενοι οὐδὲ τὰς τοῦ Ἀποστόλου φωνάς· ὁ γὰρ λέγων τοῖς καὶ ταῖς χήραις “ εἰ οὐκ ἐγκρατεύονται γαμησάτωσαν.” ἄντικρυς ἐπετρεψάμεθα τὸν πρῶτον γάμον μετὰ τοῦ χηρεῦσαι, γυναῖκα γαμῆσαι, μετὰ τοῦ λοιδορῆσαι τὴν γαμουμένην· εἶπεν γὰρ “ εἰ οὐκ “ ἐγκρατεύονται γαμησάτωσαν·” ὅρα γὰρ εἰ μὴ ἤδη κατηγορία ἐστὶν τὸ μὴ ἐγκρατεύεσθαι· οἷον ἔστιν λέγεσθαι ἀνθρώποις Χριστιανοῖς κάλλιον γαμῆσαι ἢ πυροῦσθαι· πύρωσιν ὀνομάσαντος u (??) Cod. αὐτοῦ τὴν ἐπιθυμίαν τῆς σαρκὸς μὴ σβεννυμένης ὑπὸ τοῦ λόγου· ἀλλὰ κρατοῦσαν τῆς ψυχῆς τοῦ ἁμαρτωλοῦ.

  81. 4.20

    Ἡμεῖς οὖν διδαχθέντες ὑπὸ τοῦ Ἀποστόλου, οὐ κωλύομεν τὴν διγαμίαν· συγκρίσει γὰρ πυρώσεως, αἱρετωτέρα διγαμία· ὅτ’ ἂν δὲ κακοῖς συγκρινόμενον κρεῖττον εἶναί τινος νομίζεται· ἐκεῖνο ἄντικρυς οὐκ ἔστι καλόν· οὐκ ἔστιν σωφροσύνη ὁ δεύτερος γάμος· οὐκ ἔστιν κατὰ φύσιν Ἀδὰμ τῷ πρώτῳ πλαστῷ. οὐ γὰρ δύναται τῇ δευτέρᾳ λέγεσθαι γυναικὶ “ τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν “ μοῦ, καὶ σὰρξ ἐκ τῆς σαρκός μου.” ἔσχεν Ἀβραὰμ καὶ τὴν Ἄγαρ· γέγονεν καὶ μετὰ τῆς Χιττούρας· ὅτε δὲ ἐτελεύτα, οὐδεμία ἐτέθη σὺν αὐτῷ, ἀλλὰ ἡ φύσει γυνή. Ἀβραὰμ γὰρ καὶ Σάρρα ἦν ἐν τῷ μνημείῳ· καὶ Ἰακὼβ δὲ, εἰ καὶ ἔσχεν μετὰ Ῥαχὴλ καὶ μετὰ Αἴας, γεγένηται καὶ μετὰ τῶν παιδισκῶν· ἀλλ’ ἐν τῷ μνημείῳ μόνη Αἴα ἐγένετο σὺν αὐτῷ.

  82. 4.21

    Μετὰ τοῦ τῆς τῶν πατέρων ἔσεσθαι οἰκονομίας μυστικῆς. οὐ δήπου δὲ καὶ νῦν ὁ λαμβάνων δευτέραν λέγει, ὅτι τελῶ οἰκονομίαν μυστικήν. ἐλεύσεται γὰρ ὁ Παῦλος λέγων· “ λέγετέ “ μοι οἱ τῶν τὸν νόμον ἀναγινώσκοντες, τὸν νόμον οὐκ ἀκούετε ; γέγραπται γὰρ ὁ δεῖνα δύο υἱοὺς ἔσχεν καὶ τὰ ἑξῆς. οὐ μέλλει καὶ ἐπ’ αὐτοῦ λέγεσθαι, “ ἅτινά ἐστιν ἀλληγορούμενα· καὶ “ αὗται γάρ εἰσι δύο διαθῆκαι· ταῦτα γὰρ τυπικῶς συνέβαινεν “ ἐκείνοις· ἐγράφη δὲ δι’ ἡμᾶς εἰς οὓς τὰ τέλη τῶν αἰώνων “ κατήντηκεν·” λέγω δὲ ταῖς χήραις καὶ τοῖς ἀγάμοις· “ καλὸν “ αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ·” τοῦτο δεύτερον καλόν ἐστιν· ἔστι γὰρ πρῶτον τούτου ἄλλο καλόν· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· ποῖον δεύτερον καλὸν, “ καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς “ κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖττον γάρ “ ἐστι γαμῆσαι ἢ πυροῦσθαι·” διὰ τοῦτο οἱ ἐν γάμοις πρώτοις ὄντες, μηδέπω πεπειραμένοι δευτέρων, ἀσκείτωσαν τὴν ἁγνείαν, ἵνα ἐὰν γένηταί τι ἀνθρώπινον, μὴ ἀνάσκητοι καταληφθέντες ἀσχημονήσωσιν κρεῖττον οὑν τὸ γαμῆσαι δεύτερον γάμον οὐ γὰρ τὸν πρῶτον λέγει ἐνθάδε· ὡς δῆλόν ἐστιν ἐκ τῆς λέξεως τῆς “ πυροῦσθαι.”

  83. 4.22

    Ἐντεῦθεν εἰς ἑτέραν μεταβαίνει νομοθεσίαν “ τοῖς δὲ γεγαμη- “ κόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ’ ὁ Κύριος·” ἡ νομοθεσία ἡ πρὸς τοὺς γεγαμηκότας οὐκ ἀπ’ ἐμοῦ ἐστιν, ἀλλ’ ἀπὸ τοῦ Κυρίου· ἅμα δὲ τηρεῖ ἀναγκαῖον παρατήρημα. ὅτι γεγαμηκότες ὠνόμασεν· ὅτ’ ἂν ἀμφότεροι ὦσι πιστοὶ καὶ ὁ ἀνὴρ καὶ ἡ γυνή· ὅσοι δὲ τοὺς ἄλλους, ὅσοι ἑτεροζυγοῦσιν, οὐκ ὠνόμασεν ἐν γεγαμηκόσιν. δῆλον ἐκ τοῦ ἐπιφέρειν αὐτὸν “ τοῖς δὲ λοιποῖς λέγω ἐγὼ, οὐχ ὁ Κύριος· οὐκ οὖν οἱ λοιποὶ οὐκ εἰσὶ γεγαμηκότες· οὐ γὰρ μετρεῖ αὐτοὺς γεγαμηκότας· οὐ γὰρ ἐπὶ τούτων ἁρμόζεται γυνὴ ἀνδρὶ παρὰ Θεοῦ· ἐπὶ δὲ τῶν πιστῶν, ὅτε ἀμφότεροι κοινωνοῦσι καὶ εὐχῶν καὶ παιδοποιίας ἁγίας, καὶ πάντων ὧν Χριστιανοὺς κοινωνεῖν δεῖ, λέγει ὅτι ὁ γάμος οὐκ ἀλλότριός ἐστι Θεοῦ· “ παραγγέλλω οὖν “ οὐκ ἐγὼ ἀλλ’ ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρίζεσθαι.” τὸ γὰρ μὲν προηγούμενον τοῦτό ἐστιν, συζυγίαν φθάσασαν δέδεσθαι μὴ λυθῆναι· ἐὰν δὲ καὶ χωρισθῇ, πολλὰ γὰρ ἃν γένοιτο αἴτια τοῦ καὶ χωρισθῆναι, οἷον πορνεία, ἐὰν γένοιτο τῇ γυναικὶ, ἁμαρτία ἐστιν κατέχειν τὴν πεπορνευκυῖαν γυναῖκα· ἔαν οὑν καὶ χωρισθῇ καὶ γένοιτό τι ὂν χωρισμοῦ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· ὁμοίως δὲ καὶ ’ν θέλω τοιοῦτον εἶναι.

  84. 4.23

    Ἵνα μὴ ἀφίη γυναῖκα· “ τοῖς δὲ λοιποῖς λέγω ἐγὼ οὐχ ὁ “ Κύριος·” τοῖς μὲν γεγαμηκόσιν οὐκ ἐγὼ νομοθετῶ, ἀλλ’ ὁ Κύριος· τοῖς δὲ μὴ γεγαμηκόσιν ἀλλ’ ἑτεροζυγοῦσιν ἀπίστοις· οὐκ ἔχω νόμον δοῦναι ἀπὸ Θεοῦ, οὐδὲ γὰρ ἄξιοι εἰσιν νόμων Θεοῦ· ἀλλ’ ἀκουέτωσαν ἡμῶν· καὶ χρήσομαι εἰς τὸ νοηθῆναι τὰ κατὰ τὸν τόπον γεγραμμένοις ἐν τῷ νόμῳ· οἱ νόμοι οἱ κατὰ Μωσέα· οἱ μὲν Θεοῦ εἰσιν· οἱ δὲ Μώσεως· καὶ τοῦτο ἐπιστάμενος ὁ Κύριος διαφορὰν νόμων Θεοῦ καὶ νόμου Μώσεως, Μωσέως, ἐπὶ μὲν τῶν ὑπὸ Θεοῦ νενομοθητημένων· ὁ γὰρ Θεὸς εἶπεν “ τίνα τὸν πατέρα καὶ “ τὴν μητέρα·” ἐπὶ δὲ τῶν ὑπὸ Μώσεως, “ Μωϋσῆς διὰ τὴν “ σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολύσαι τὰς γυναῖκας·” τηρήσας γοῦν τὰς τοῦ βιβλίου τοῦ ἀποστασίου, εὑρήσεις οὐκ ἐκ προστάγματος Κυρίου τὸν νόμον γεγραμμένον· Μωῦσῆς μὲν οὖν ὑπηρετῶν Θεῷ· νόμους ἔδωκεν δευτέρους παρὰ τοὺς νόμους τοῦ Θεοῦ· Παῦλος δὲ ὑπηρετῶν τῷ Εὐαγγελίῳ. νόμους ἔδωκεν δευτέρους τοῖς ἐκκλησιαστικοῖς μετὰ τοὺς νόμους τοῖς ἀτὲρ x Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ. καὶ καλόν ἐστιν ἀκούειν νόμον ἀπὸ Κυρίου, ἣ ἀκούειν νόμων Παύλου τοῦ Ἀποστόλου· κἂν γὰρ ἅγιος ᾗ, ἀλλὰ πολλῷ ὑποδεεστέρους y ἔχει νόμους τῶν νόμων τοῦ Κυρίου. Σευηριανοῦ. τὴν “ γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι·” ἃν εἶπεν περὶ τῶν διὰ τὸ ἀποτάσσεσθαι καὶ ἀνακεῖσθαι τῷ Χριστῷ χωριζομένων· “ ἣ τῷ ἀνδρὶ καταλλαγήτω, ἢ μενέτω ἄγαμος,” περὶ τῶν διά τινα μάχην διισταμένων δείκνυται.

  85. 4.24

    Θεοδωρίτου. Τῆς εὐαγγελικῆς νομοθεσίας ἀνέμνησεν. ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη “ πᾶς ὁ ἀπολύων τὴν “ γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευ- “ θῆναι·” διὰ τοῦτο προστέθεικεν “ οὐκ ἐγὼ, ἀλλ’ ὁ Κύριος·” τὸ δέ γε “ μενέτω ἄγαμος, ἣ τῷ ἀνδρὶ καταλλαγήτω,” οὐκ ἔστιν ἐναντίον τῷ “ μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἃν ἐκ συμφώνου.” ἐκεῖνα γὰρ τοῖς μὴ δι’ ἄλλην πρόφασιν χωριζομένοις, ἀλλὰ διὰ μόνην ἐγκράτειαν εἴρηται· ἐνταῦθα δὲ τοῖς περὶ ἑτέρων πραγμάτων ζυγομαχοῦσιν νομοθετεῖ· καὶ πειρᾶται μὲν ἀρραγῆ φυλάξαι τοῦ γάμου τὴν ζεύγλην. συγκατιὼν δὲ τῇ ἀσθενείᾳ, τῷ χωριζομένῳ νομοθετεῖ τὴν ἐγκράτειαν, καὶ ταύτῃ κωλύων τοῦ γάμου διαίρεσιν· ἀπείργων γὰρ ἑτέρῳ συνάπτεσθαι, πρὸς τὸν πρότερον γάμον μέρος ἑκάτερον ἐπανελθεῖν συνωθεῖ.

  86. 4.25

    Ἰωάλλου z. Ὅρα σοφίαν· καὶ βελτίονα δείκνυσι τὴν ἐγκράτειαν, καὶ οὐκ ἀναγκάζει τὸν μὴ φθάνοντα, δεδοικὼς μή τι μεῖζον παράπτωμα γένηται· ἐνέφηνεν ὅση τῆς ἐπιθυμίας ἡ τυραννίς. εἰ πολλὴν, φησὶν, ὑπομένεις βίαν καὶ πύρωσιν, ἀπαλλάγηθι καὶ γάμισον, μή ποτε περιτραπῇς. ἐπειδὴ ῥητῶς νόμον ὑπὸ τοῦ Κυρίου τεθέντα λέγειν μέλλει, διὰ τοῦτο φησὶν, “ οὐκ ἐγὼ ἀλλ’ “ ὁ Κύριος·” τοῦδε ὁ νόμος, μὴ γίνεσθαι διαίρεσιν “ παρεκτὸς “ λόγου πορνείας.” καὶ τὰ μὲν ἔμπροσθεν εἰρημένα, εἰ καὶ μὴ ὀνομαστὶ ὁ Κύριος εἶπεν, ὅμως καὶ αὐτῷ τῷ Κυρίῳ καλῶς ἔχειν δοκεῖ, τῷ διὰ τοῦ στόματος Παύλου λαλοῦντι· πλὴν ἐπειδὴ τὸ τοῦ χωρισμοῦ ῥητῶς ὁ Κύριος εἴρηται παρέδωκεν, τούτου χάριν φησὶν, οὐχ ὁ Κύριος ὥστε τὸ ἐγὼ καὶ “ οὐκ ἐγὼ, ταύτην ἔχει τὴν διαφοράν· ἵνα γὰρ μὴ τὰ αὐτοῦ ἀνθρώπινα εἶναι νομίσῃς, ἐπάγει κατωτέρω, “ δοκῶ κἀγὼ πνεῦμα Θεοῦ ἔχειν.”

  87. 4.26

    Κυτίλλου. Ἐλαφροὶ καὶ εὐπάροιστοι κατεφορῶντο λίαν πᾶν ὁ τι οὖν τῶν σφισὶ καθ’ ἡδονὴν οἱ ἐξ Ἱερουσαλήμ· ταύτῃ τοι δικαίως τὸ χρῆναι γνωμοδοτεῖν παρήρηντο τῷ νόμῳ. ἐπ’ αὐτῶν γὰρ, φησὶν, οὐκ ἔστιν προσθεῖναι καὶ ἁπάντων οὐκ ἔστιν ἀφελεῖν· οἱ δέ γε τῶν εὐαγγελικῶν θεσπισμάτων εἰσηγηταὶ βεβηκότα τὸν νοῦν ἔχοντες εἰς τὸ ἀγαθὸν, καὶ αὐτὸν ἐν ἑαυτοῖς ἐσχηκότες λαλοῦντα Χριστὸν, ἐθαρσήθησαν εἰκότως ἐπ’ ἐξουσίας ποιεῖσθαι πολλῆς τοὺς τῆς ὑφηγήσεως λόγους· κἂν εἰ μήτι κέοιτο τῶν πρακτέων παρά γε τοῖς ἱεροῖς γράμμασιν. τοιοῦτός τις ὑπάρχων καὶ ὁ θεσπέσιος Παῦλος, “ λέγω δέ’ φησὶν, “ τοῖς ἀγάμοις καὶ “ ταῖς χήραις· καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγὼ” καὶ τὰ ἑξῆς· ἔνθα μὲν γὰρ οὐ θεῖος ἡμῖν νόμος, τὸ “ λέγω” τέθεικεν, οὐδὲ Χριστὸς ὁ προστάττων ἦν· τὸ “ παραγγέλλω” φησὶν, προσεπάγων εὐθὺς τὸ οὐκ ἐγὼ ἀλλ’ ὁ Κύριος. τι ’δε ἄρα παρῶπται τῶν ἀναγκαίων νομοθετοῦντι Χριστῷ; ἐπινοοῦσι δέ τι τὸ ἄμεινον οἱ μυσταγωγοί ; καίτοι πῶς οὐκ ἀμαθὲς καὶ ἀπόπληκτον παντελῶς τὸ μὴ ἀρτίως ἔχειν οἴεσθαι τὰ παρὰ Χριστοῦ ;

  88. 4.27

    Τί οὖν ἐροῦμεν ; οὐκ ἀπέφησεν τὸν γάμον τὸ εὐαγγελικὸν καὶ θεσπέσιον κήρυγμα. ἐπιμετροῦντος οἶμαι που τοῦ Θεοῦ τῇ ἀνθρώπου φύσει τὴν ἐντολήν· ἔφη γὰρ τοῖς πειράζουσι Φαρισαίοις ὁ Κύριος, ἐρωτήσασιν αὐτὸν εἰ ἔξεστιν ἀπολύσαι τὴν γυναῖκα αὐτοῦ· “ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι·” πρὸς ταῦτα λέγουσιν αὐτῷ οἱ μαθηταί· “ εἰ οὕτως ἐστι τοῦ ἀνθρώπου “ ἡ αἰτία μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γαμῆσαι· ὁ δὲ εἶπεν “ αὐτοῖς· εἰσιν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώ- “ πων· καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχησαν ἑαυτοὺς διὰ τὴν “ βασιλείαν τῶν οὐρανῶν· ὁ δυνάμενος χωρεῖν χωρείτω·” προύθηκε γὰρ τοῖς ἐθέλουσι κατορθοῦν· οὐ μὴν ὑπήγαγε νόμῳ, ὅτι μὴ πάντας ἠπίστατο τῶν τῆς σαρκὸς κινημάτων κατευμεγεθεῖν δύνασθαι.

  89. 4.28

    Καὶ τοῦτο εἰς ἅπαν ἔχει τι τοιοῦτον καὶ ἡ κατὰ νόμον σκία· προστέταχε μὲν γὰρ τοὺς τῶν θυσιῶν ποιεῖσθαι τρόπους εἰς δόξαν Θεοῦ· τοῦτο μὲν ὑπὲρ ἁμαρτίας καὶ ἀγνοημάτων· τοῦτο δὲ εἰς καθαρισμὸν καὶ ἀπόρριψιν ῥύπου, καὶ μὴν καὶ τὰς ἐν σαββάτῳ, τὰς κατὰ νουμηνίαν, τὰς ἐν ταῖς ἑορταῖς. ἠφίει γεμὴν πρὸς τούτοις καὶ ἑκουσιάζεσθαι τινὰς, τοῦτ’ ἐστι προσκομίζειν Θεῷ τὰ ἑκούσια. καὶ ταῦτα δὲ ἦσαν τὰ ὑπὲρ τὸν νόμον, ὡς ἐξ ἀγαθῆς καὶ φιλοθέου φιλοτιμίας καρποί· ἀλλ’ ἦν μὲν οὐ θέμις τῶν ἐν νόμῳ διατεταγμένων ῥαθυμῆσαι θυσιῶν· ἐπαίνου γεμὴν ἀξίους ἡγεῖτο Θεὸς τοὺς προστιθέντας ἐκείνοις τὰ οἴκοθέν τε καὶ ἀπὸ γνώμης ἰδίας· τοῦτό τι καὶ νῦν ἐξῳκονομῆσθαι φαμέν· οὐκ ἀπέφησε μὲν γὰρ ὁ Χριστὸς τὸ εἴπερ τις ἕλοιτο καὶ τῆς κατὰ νόμον ἅπτεσθαι κοινωνίας· κατορθοῦν δὲ τὸ μεῖζον ἡμᾶς ἀπείρξειεν ἃν οὐδὲν ἐκ τῆς εἰς λῆξιν εὐκλείας μεταποιεῖσθαι σπουδάζομεν b.

  90. 4.29

    Ἄριστα οὖν ὁ Παῦλος “ λέγω μὲν τοῖς ἀγάμοις καὶ ταῖς χή- “ ραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· τοῖς δὲ γεγαμηκόσι “ παραγγέλλω οὐκ ἐγὼ ἀλλ’ ὁ Κύριος” καὶ τὰ ἑξῆς. παρακομίζει δὲ εἰς ὑποτύπωσιν τῆς ἐξειλεγμένης ἀπερισπάστου ζωῆς τὰ καθ’ ἑαυτόν· πάντως που τὴν ἀγαμίαν τοῦ ἑτέρου προσθείς· οὐκοῦν εἰ καὶ ἀπεδύσατό τις τὸν τοῦ νόμου ζυγὸν, μενέτω, φησὶν, ἐν ἐγκρατείᾳ. κληρονομήσει γὰρ οὕτω τὴν τῶν οὐρανῶν βασιλείαν. καὶ

  91. 4.30

    λέγων ὁ τῶν στεφάνων διανομεὺς, ” τάδε λέγει Κύριος τοῖς “ εὐνούχοις, ὅσοι ἂν φυλάξωνται τὰ σάββατά μου, καὶ ἐκλέξων- “ ται ἃ ἐγὼ θέλω, καὶ ἀντέχωνται τῆς διαθήκης μοῦ· δώσω αὐτοῖς “ ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν, κρείσσων “ υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει. οὐκοῦν τῆς ἐγκρατείας ἀξιόληπτος ὁ μισθός· τοῖς γεμὴν ἤδη τῷ γάμῳ κατειλημμένοις, ἀποφοιτᾶν οὐκ ἀφίησι τῆς ἅπαξ συνῳκισμένης, ἵνα μὴ θορύβων ἔμπλεων τὴν ὑπουρανὸν τὸ σωτήριον ἀποφήνῃ κήρυγμα· οὐκ ἐπαινοῦντος τὸ χρῆμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· εἰ καὶ ὁ νόμος οἰκονομικὸς ἐφῆκε τοῖς ἀρχαιοτέροις τὸ ποιεῖν διὰ τὴν σκληροκαρδίαν αὐτῶν· καθά φησιν αὐτὸς ὁ Σωτῆρ’· ὅτι δὲ ἀσφαλέστεροί τε καὶ ἀλκιμώτεροι τῶν ἀρχαιοτέρων οἱ ἐν Χριστῷ, κἀντεῦθεν ἰδεῖν τοῖς ἐθέλουσι ῥᾷον. ὁ μὲν γὰρ νόμος τοῖς ἐξ Ἱερουσαλὴμ ἀπέφησε τὸ δεῖν ἀλλοφύλοις συνιέναι τε καὶ γαμικῶς ἀναπλέκεσθαι, ἡμῖν δὲ ὁ Παῦλος “ εἴ τις “ ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον” καὶ τὰ ἑξῆς.

  92. 4.31

    τοῖς δὲ λοιποῖς ἐγὼ λέγω, οὐχ ὁ Κύριος, εἴ τις ἀδελ- φὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· καὶ γυνὴ, ἥτις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς, μὴ ἀφιέτω αὐτόν. ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῆ γυναικὶ, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστι, νῦν δὲ ἅγιά ἐστιν.

  93. 4.32

    Θεωδωρίτου. To “ἐγὼ λέγω,” ἀντὶ τοῦ, οὐχ εὗρον τοῦτον τὸν νόμον τοῖς θείοις Εὐαγγελίοις ἐγγεγραμμένον· ἀλλὰ νῦν αὐτὸν τίθημι. ὅτι δὲ οἱ τοῦ Ἀποστόλου νόμοι τοῦ δεσπότου Χριστοῦ νόμοι, δῆλόν ἐστιν τοῖς τὰ θεῖα πεπαιδευμένοις· αὐτοῦ γάρ ἐστι φωνὴ, *’ εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ.” καὶ οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις ἡ σὺν ἐμοί καὶ λέγω διὰ τῆς χάρι- “τος τῆς δοθείσης μοι.” οὕτω κἀνταῦθα νομοθετεῖ, τοῦ Παναγίου Πνεύματος δι’ αὐτοῦ φθεγγομένου.

  94. 4.33

    Κυτίλλου. Ἐκείνοις μὲν γὰρ ὁ νοῦς ἦν σαθρὸς καὶ σεσαλευ- μένος· ἡμεῖς δὲ οὐχ οὕτως· κεχρίσμεθα γὰρ εἰς υἱοθεσίαν τῷ Ἁγίῳ Πνεύματι, καὶ κατῴκηκεν ἐν ἡμῖν ὁ Χριστός. βεβηκότες δὴ οὖν οὕτως πρὸς πᾶν ὅτι οὖν τῶν ἀγαθῶν, δεδίαμεν κατ’ οὐδένα τρόπον τὸ συνεῖναί τινι τῶν ἀπίστων ἔτι· τεθαρρήκαμεν δὲ μᾶλλον ὅτι σαγηνεύσομεν εἰς εὐσέβειαν· καὶ οὐχ ἡμεῖς τῆς ἐνούσης ἐκεί- νοις ἀμαθείας ἐσόμεθα θήραμα. καὶ εὐλογοῦμεν μᾶλλον τοὺς οὔπω πιστεύσαντας, ἢ μολυνόμεθα παρ’ αὐτῶν. ’* ἡγίασται γάρ’ φησὶν, “ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί.” οὕτως εἰσὶν ἅγια καὶ τὰ τέκνα ἡμῶν, νικῶντος πάντως που τοῦ ἐν τοῖς πιστεύουσιν ἁγιασ- μοῦ, τῶν οὔπω πεπιστευκότων τὸν ῥύπον· “εἰ δὲ ὁ ἄπιστος χωρί- ** ζεται,” φησὶ, “χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἣ ἡ ** ἀδελφὴ ἐν τοῖς τοιούτοις·” οἰχέσθω γὰρ εἰ δοκεῖ τοῦ ἁγιάζοντος ὁ μεμολυσμένος, γνώμης ἰδίας ὀψώνιον ἔχων τὴν ἔν γε τούτῳ ζημίαν· ἀνυπαίτιοςb δὲ παντελῶς ὁ ταῖς θείαις ἑπόμενος ἐντολαῖς. εὐλογηθήσεται γὰρ ὡς εὐήνιος παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ,

  95. 4.34

    Ὡριγενουσ.c. Ὡς κράσις τις γίνεται τῶν δύο, ἀνδρὸς καὶ γυναικὸς εἰς σάρκα μίαν, ὥσπερ οἴνου καὶ ὕδατος καὶ ὡσπερ μεταδίδωσιν ὁ πιστὸς ἁγιασμοῦ τῇ ἐθνικῇ γαμετῇ· ἢ τὸ ἐναντίον ἡ πιστὴ τῷ ἀπίστῳ ἀνδρί· οὕτω καὶ ὁ ἄπιστος μεταδίδωσι μολυσμοῦ τῇ πιστῇ γυναικί· ἢ τῷ πιστῷ ἀνδρὶ ἡ ἄπιστος γυνή. διὰ τι γὰρ φησὶν, ἡγίασται ἡ ἄπιστος ἢ ὁ ἄπιστος τῷ λαμβάνειν τι ἀπὸ τοῦ πιστοῦ, ἢ ἀπὸ τῆς πιστῆς· καὶ οὐχὶ βεβηλοῦται τῷ λαμβάνειν τι ἀπὸ τοῦ ἀπίστου μέρους ; ἕκαστος γὰρ ἐκ τοῦ περισσεύματος τῆς καρδίας διαλεγόμενος τῷ ἑτέρῳ, ἢ μεταδίδωσιν, ἢ μεταλαμβάνει· καὶ τῷ χρόνῳ πάντως νικᾷ τὸ ἕτερον· καί τις χρεία, φησὶ, τοιούτου ἀγῶνος τε καὶ κινδύνου ; ἢ γὰρ ἐπιτεύξεται, ἢ ἀποτεύξεται· καὶ ἤτοι τὴν ψυχὴν αὐτοῦ προσαπολέσει, ἢ πολλὰ καμὼν, μόγις κερδῆσαι δυνήσεται. διὰ τοῦτο καλόν ἐστι πρὶν προληφθῆναι ἄνθρωπον ἐπιμελῶς οὐ μόνον τοῦτο, ἀλλὰ καὶ τὸ μέλλον σκοπεῖν· καὶ σκοπήσαντα, ἢ μὴ γαμεῖν, ἢ γαμοῦντα, ἐν Κυρίῳ γαμεῖν· “ γυνὴ γὰρ δέδεται, ἐφ’ ὅσον χρόνον “ ζῇ ὁ ἀνήρ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθηναι, μόνον ἐν Κυρίῳ οὐκ ἀκούομεν τοῦ μόνον ἐν Κυρίῳ ἀλλὰ τὸ “ ἐλευθέρα ἐστὶν, ᾧ θέλει γαμηθῆναι” ἀναγινώσκομεν· οὐκ ἔτι δὲ συνετάξαμεν τοῦ μόνον ἐν Κυρίῳ· καί τοι γε κακεῖ, ὅτε εἶπεν “ μόνον ἐν Κυρίῳ,” πάλιν ἀνέκρουσεν τὸν λόγον εἰπών· “ μακα- “ ριωτέρα δέ ἐστιν, ἐὰν οὕτως μείνῃ κατὰ τὴν ἐμὴν γνώμην·” τὸ οὖν εὐφημότερον εἰπὼν ὁ Ἀπόστολος τὸ “ ἁγίαζεται γάρ’ ἀφῆκεν ἡμῖν τὸ ἄλλο νοεῖν.

  96. 4.35

    Σευηριανοῦ. Οὐ τὸ λαμβάνειν ἄπιστον φησὶν, ἀλλὰ τὸ ἀνέχεσθαι ἀπίστου.

  97. 4.36

    Ἰωάννου. τοῦτο εἶπεν, οὐχ ἵνα δείξῃ ἐκεῖνον ἅγιον, ἀλλ’ ἵνα ἐκ περιουσίας ἐξέλῃ τὸν φόβον τῆς γυναικός· κἀκεῖνον εἰς ἐπιθυμίαν ἀγάγῃ τῆς ἀληθείας· οὐ γὰρ τῶν σωμάτων τὸ ἀκάθαρτόν ἐστιν ἡ κοινωνία· ἀλλὰ τῆς προαιρέσεως, καὶ τῶν λογισμῶν· εἶτα καὶ ἀποδείξις. εἰ γὰρ ἀκάθαρτος μένων γεννᾷ· τὸ δὲ παιδίον οὐκ ἄτερ σοῦ μόνης, ἀλλὰ καὶ ἐξ ἐκείνου· ἀκάθαρτον ἄρα τὸ παιδίον, ἣ ἐξ ἡμισέας καθαρόν νυνὶ δὲ οὐκ ἔστιν ἀκάθαρτον, διὸ καὶ επη- γαγεν· “ἐπεὶ τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν.” τοῦτ’ ἔστιν οὐκ ἀκάθαρτα. αὐτὸς δὲ ἅγια ἐκάλεσεν, τῇ περιουσίᾳ τῆς λέξεως πάλιν ἐκβάλλων τῆς τοιαύτης ὑποψίας τὸ δέος.

  98. 4.37

    Θεοδωρίτου. Περὶ τῶν πρὸ τοῦ κηρύγματος συναφθέντων ἐνταῦθα φησίν· συνέβαινεν γὰρ τὸν μὲν ἄνδρα πιστεῦσαι, τὴν δὲ γυναῖκα τῇ ἀπιστίᾳ προσμεῖναι, ἣ τοὐναντίον· καὶ παρεγγυᾶ τοῖς ὑγιαίνουσι φέρειν τὴν τῶν ὁμοζύγων ἀσθένειαν· καὶ τὴν τούτων πραγματεύσασθαι σωτηρίαν· τὸ γὰρ “ἡγίασται ὁ ἀνὴρ ὁ ἄπιστος *’ ἐν τῇ γυναικί· καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρὶ,” βού- λεται σημάναι, ὡς ἔχει σωτηρίας ἐλπί δᾶ· εἰ δὲ καὶ αὐτὸς ἢ αὐτὴ ἐπιμένῃ τῇ νόσῳ, τὸ ἐκείνου σπέρμα μεθέξει τῆς σωτηρίας.

  99. 4.38

    Θεοώρου. Κατὰ τὸ ἡμέτερον δῆλον ὅτι ἀγόμενον βούλημα ἅγιον εἶναι δύναται· ὑπερβολικώτερον δὲ ταῦτα τέθεικεν, πείθων μὴ καταλιπεῖν τὴν συνάφειαν.

  100. 4.39

    Φωτίου. “Εἰ τις γυναῖκα ἔχει ἄπιστον·” ἵνα διασπασθῶσιν ι οἱ γάμοι, καὶ λοιπὸν συγχύσεως καὶ ταραχῆς καὶ οἴκων ἀνατροπῆς ἡ εὐσέβεια νομισθῇ τοῖς πολλοῖς. διὰ τοῦτο τοὺς φθάσαντας ἀπίστοις συνοικεῖν κωλύει διαιρεῖσθαι. “ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ “ἄπιστος.” καὶ αὐτὸ δὲ τοῦτο τὸ ἀνέχεσθαι τὸν ἄπιστον, καὶ μὴ ἀποπηδᾶν συνοικεῖν τῷ πιστῷ, ἐγγύς ἐστι τοῦ πρὸς τὴν εὐσέ- βειαν ὁρᾷν. ἀλλ’ εἴποι τις ἂν ἴσως· οὐκ οὖν τὸ αὐτὸ νοοῦντες καὶ περὶ τοῦ πιστοῦ, ἐγγὺς αὐτοὶ εἶναι φαίημεν ἃν τοῦ πρὸς ἀσέβειαν ὁρᾶν ; πρὸς ὃ φαμὲν, ὡς οὐκ ἔστιν ἴσον οὐδὲ πολλοῦ δεῖ. ὁ μὲν γὰρ πιστὸς συνοικῶν τῷ ἀπίστῳ, τῆς πίστεως ἐντολὴν καὶ νόμον πληροῖ. ὥστε καὶ ταύτῃ μᾶλλον ᾠκείωται τῇ πίστει, καὶ διΐστα- τᾶι τῆς ἀπιστίας· ὁ δὲ ἄπιστος μόνῃ τῇ πρὸς τὸν ἐνικοῦντα στοργῇ δεδεμένος, τὴν συνάφειαν οὐ λύει· ἀλλ’ οὐχὶ νόμον τὸν ἀπὸ τῆς οἰκείας ἀπιστίας αὐτοῦ ἐκτελῶν, στέργων δὲ τὸν συνοι- κοῦντα, χειραγωγηθήσεταί ποτε καὶ πρὸς τὴν αὐτοῦ πίστιν δι’ αὐτοῦ· καὶ τὸ στέργειν δὲ αὐτὸ τῆς εὐσεβοῦς ἐστι νομοθε- σίας, ἀλλ’ οὐχὶ τῆς ἀσεβείας. ὥστε καὶ ταύτῃ ἐγγύς ἐστι τοῦ εὐσεβεῖν αὐτὸν, καὶ ἡγίασται διὰ τῆς συνοικήσεως τοῦ πίστοῦ.

← Previous · Next → — showing 301400 of 1,057

First Thousand Years of Greek. CTS URN tlg4102.tlg012.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.