Catena In Joannem
- 19.27
Ἀμμωνίου πρεσβυτέρου. Ἕλκει τὴν πνευματικὴν σαγήνην ὁ Πέτρος σὺν τοῖς ὄις· προσάγων τῷ Χριστῷ τὴν ἄγραν· νοοῦνται δὲ οἱ ἑκατὸν τὸ τῶν ἐθνῶν πλήρωμα, οὐδὲ πεντήκοντα τὸ κατ’ ἐκλογὴν τῶν ἐξ Ἰσραὴλ σωθὲν γένος· οἱ δὲ τρεῖς τῆς Ἀγίας τριάδος τὴν δήλωσιν ἐπαινοῦσιν, ἧς εἰς δόξαν ἡ τῶν πιστῶν ζωὴ τῶν σαγηνευθέντων νοεῖται συνεξαγμένως. Τὸ “ δεῦτε, ἀριστεύ- “ σατε” αἴνιγμα ἔχει ὁ λόγος, ὅτι μετὰ τοὺς πόνους διαδέξεται τοὺς ἁγίους ἀνάπαυσις καὶ τρυφὴ καὶ ἀπόλαυσις. Οὐκ ηὔξατο νῦν κλῶν τὸν ἄρτον, δεικνὺς ὅτι συγκαταβάσεως ἦν τὰ πρῶτα, τὰ ἀνθρώπινα δὲ ποιεῖ πρὸ τοῦ πάθους· εἰ δὲ ὁ Λουκᾶς εἶπεν, ὅτι καὶ αὐτὸς ἔφαγεν, οὐχ ὡς ἔτι τῆς σαρκὸς δεομένης, ἀλλὰ πρὸς ἐπίδειξιν τῆς ἀναστάσεως.
- 19.28
Ἡ θεωρία τῆς περικοπῆς ταύτης οὕτως ἔχει, οἱ πρὸ τῶν μαθητῶν ἐν σκοτοδινίᾳ ὄντες τῆς δαιμονιώδους πλάνης, οὐδένα ἔπεισαν, ἣ πάνυ ὀλίγους, ὅπερ ἐστὶν ἀντὶ οὐδενὸς, ἀλλ’ οὐδὲ οἱ τύποις καὶ σκιᾷ λατρεύοντες, ὅπου καὶ αὐτοὶ τοῦ νόμου καταφρονήσαντες ἐντάλμασιν ἐπείθοντο ἀνθρωπίνοις. ἀλλὰ καὶ ἡ τῶν ἐθνῶν πληθὺς ἀσαγήνευτος ἦν, μὴ δεχομένη τὰ θεῖα μαθήματα. ὅτε δὲ ἦλθεν ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ πεινῶν τὴν τῶν ἀνθρώπων σωτηρίαν, οὐδὲν εὗρε παρὰ τοῖς ἀνθρώποις βρώσιμον, καὶ λέγει τὸν εὐαγγελικὸν προβάλλεσθαι λόγον, ἥτις ἐστὶν ἡ δεξιὰ διδασκαλία, πρὸς ἣν ὁ νόμος καὶ οἱ προφῆται προβαλλόμενοι ἀριστερὰ νοεῖται· καὶ τῇ χάριτι τοῦ ἐπιτάξαντος εἵλκυσαν πολλούς· ὑπερβαίνει γὰρ τὸν ὑπὲρ τοῦτο θαῦμα τὴν τῶν Ἀποστόλων ἰσχύν. Διὰ τι εἶπε, “ τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ “ ἐγερθεὶς ἐκ νεκρῶν;” δεῖξαι θέλων ἐκ τούτου ὅτι οὐ συνεχῶς ἐπεχωρίαζεν αὐτοῖς οὐδὲ ὁμοίως· καὶ ἐνταῦθα μὲν οὐ λέγει ὅτι ἔφαγε μετ’ αὐτῶν· ὁ δὲ Λουκᾶς ἀλλαχοῦ αὐτό φησιν, ὅτι συναλιζόμενος αὐτοῖς ἦν· τὸ δὲ πῶς, οὐχ ἡμέτερον εἰπεῖν. τρόπῳ γάρ τινι παραδοξοτέρῳ ταῦτα ἐγένετο, οὐχ ὡς τῆς φύσεως δεομένης βρωμάτων, ἀλλὰ συγκαταβάσεως πρὸς ἀπόδειξιν τῆς ἀναστάσεως γενόμενον·
- 19.29
Τίνος δὲ ἕνεκεν τοὺς ἄλλους παραδραμὼν τῷ Πέτρῳ φησὶ, “ Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον τούτων;” καὶ ἐπειδήπερ ἔγκριτος τῶν Ἀποστόλων ἦν, καὶ στόμα τῶν μαθητῶν, καὶ κορυφὴ τοῦ χοροῦ, ἅμα καὶ δεικνὺς αὐτῷ ὅτι χρὴ θαρρεῖν ὡς τῆς ἀρνήσεως ἐξειλημμένης, καὶ τὴν μὲν ἄρνησιν οὐ προφέρει οὐδὲ ὀνειδίζει, λέγει δὲ ὅτι εἰ φιλεῖς με, προίστασο τῶν ἀδελφῶν, καὶ τὴν θερμὴν ἀγάπην ἣν διὰ πάντων ἐπεδείκνυσο, καὶ νῦν δεῖξον. Ἐπεὶ οὖν ἅπαξ ἐρωτηθεὶς καὶ δεύτερον αὐτὸν τὸν ἀπόρρητα τῆς καρδίας εἰδότα μάρτυρα ἐκάλεσεν· εἰς δὲ τὸ, φησὶ, “ Κύριε, σὺ πάντα οἶδας, σὺ “ γιγνώσκεις ὅτι φιλῶ σε,” ἐγένετο βελτίων καὶ σωφρονέστερος, οὐκ αὐθαδιαζόμενος λοιπὸν, οὐδὲ ἀντιλέγων· διὰ γὰρ τοῦτο ἐταράχυη, μήποτε αὐτὸς μὲν νομίζει φιλεῖν, οὐ φιλεῖ δὲ, ὥσπερ καὶ πρότερον, πολλὰ διισχυριζόμενος ἠλέγχετο ὕστερον. τρίτον δὲ αὐτὸν ἐρωτᾷ καὶ τρίτον ἐπιτάττει τὰ αὐτὰ, δεικνὺς ὡς οὐ τιμᾶται τὴν προστασίαν τῶν οἰκείων προβάτων· εἰπὼν δὲ αὐτῷ περὶ τῆς εἰς αὐτὸν ἀγάπης προαγορεύει αὐτῷ καὶ τὸ μαρτύριον, ὅπερ ἔμελλεν ὑπομένειν, λέγων “ ὅτε ἦς νεώτερος,” καὶ τὰ ἑξῆς· πῶς δὲ τοῦτο θέλοντος αὐτοῦ τοῦ Πέτρου καὶ ἐπιθυμοῦντος, εἶπεν αὐτῷ ὁ Χριστὸς τὸ “ ὅπου οὐ θέλεις;” τῆς φύσεως λέγει τὸ συμπαθὲς καὶ τῆς σαρκὸς τὴν ἀνάγκην, καὶ ὅτι ἄκουσα ἀπορρήγνυται τοῦ σώματος ἡ ψυχὴ,τοῦτο z τοῦ Θεοῦ οἰκονομήσαντος. διὰ δὲ τοῦ εἰπεῖν “ὅτε ἠς νεώτερος, καὶ πάλιν “ὅταν δὲ γηράσῃς,” δείκνυσιν ὅτι οὔτε νέος ἦν τότε οὔτε γεγηρακὼς, ἀλλὰ τέλειος ἀνήρ. οὐκ εἶπε δὲ ποίῳ θανάτῳ ἀποθανεῖται, ἀλλὰ, “ ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν·” ὅπως μάθωμεν, ὅτι τὸ παθεῖν ὑπὲρ Χριστοῦ, δόξα τοῦ πάσχοντός ἐστι, καὶ τιμὴ καὶ ἔπαινος· διὰ δὲ τοῦ εἰπεῖν, “ ἀκολούθει μοι,” τὸ κηδεμονικὸν πάλιν αἰνίττεται καὶ τὸ σφόδρα πρὸς αὐτὸν οἰκείως διακεῖσθαι. Εἰ δὲ λέγοι τις, πῶς οὖν Ἰάκωβος τὸν θρόνον ἔλαβε τῶν Ἱεροσολύμων ; ἐκεῖνο ἃν εἴποιμεν ὅτι τοῦτον τῆς ἐχειροτόνησε διδάσκαλον.
- 19.30
Ισιδώρου Πηλουσιώτου. Ἡ τριπλῆ τοῦ Κυρίου πρὸς Πέτρον περὶ ἀγάπης ἐρώτησις οὐκ ἔστιν ἀγνοίας τοῦ δεσπότου ὑπόνοια· μὴ οὕτω τινὲς παραλογιζέσθωσαν, ἀλλὰ τὸ τριπλοῦν τῆς ἀρνήσεως τῷ τριπλῷ τῆς συγκαταθέσεως ὁ ἀγαθὸς ἰατὴρ ἐξωστράκισε.
- 19.31
Ἀμμωνίου πρεσβυτέρου. Ἀναζωσπυρῆσαι αὐτὸν βουλόμενος ἐκ τῆς κατὰ τὴν ἄρνησιν ῥᾳθυμίας, ἐρωτᾷ αὐτὸν, καὶ διὰ τῶν τριῶν ἐρωτήσεων καὶ καταθέσεων ἐξαλείφει τὰς τρεῖς φωνὰς τῆς ἀρνήσεως, καὶ διὰ λόγων ἐπανορθοῖ τὰ ἐν λόγοις γενόμενα πταίσματα· ἔθος δὲ γέγονεν ἐκ τούτου τρεῖς ὁμολογίας ἀπαιτεῖσθαι τοὺς μέλλοντας βαπτισθῆναι.
- 19.32
Τοῦ Χρυσοστόμου. Ἐπειδὴ γὰρ ὁ Πέτρος διὰ παντὸς ἐβούλετο εἰναι ἐν τοῖς ὑπὲρ αὐτοῦ κινδύνοις, θάρρει, φησὶν, οὕτω γὰρ ἐμπλήσω σου τὴν ἐπιθυμίαν, ὥστε ἅπερ οὐκ ἔπαθες νέος ὣν, ταῦτά σε δεῖ παθεῖν γεγηρακότα.
- 19.33
Θεοδώρου Ἡρακλείασ. Ἄξιον καὶ ἐν τούτῳ θαυμάσαι τὴν τοῦ Κυρίου πρόγνωσιν πρὸ τοσούτων ἐτῶν προειπόντος αὐτῷ, οὐ μόνον ὅτι μάρτυς a γενήσεται, ἀλλ’ ὅτι καὶ διὰ σταυροῦ ὑποστήσεται τὴν ἀναίρεσιν. Ἡ γὰρ ἔκτασις τῶν χειρῶν, καὶ ὁ δεσμὸς τῆς ζώνης, οὐδὲν ἕτερον ἐδήλου ἣ τὸ σχῆμα τοῦ σταυροῦ. Βούλεται δὲ αὐτὸν ἀκολουθεῖν αὐτῷ, μιμούμενον αὐτοῦ ἐν πᾶσι τὴν κατ’ εὐσέβειαν πολιτείαν. Οἱ γὰρ κατ’ ἴχνος τῆς ἐκείνου βαίνοντες ἀρετῆς, καὶ κατὰ δύναμιν ὁμοιούμενοι αὐτοῦ τὴν τῆς δικαιοσύνης ἀκρίβειαν, οὗτοι αὐτῷ τὸ τηνικαῦτα ἀκολουθήσωσιν ὁδηγοῦντι εἰς τὴν κατ’ οὐρανὸν βασιλείαν.
- 19.34
Ἀναστασίου Ἀντιοχείασ. “ Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέ- “ πεῖ τὸν μαθητὴν,” καὶ τὰ ἑξῆς, μεγάλων ὑπὸ τοῦ Σωτῆρος δεδωρημένων τῷ Πέτρῳ, καὶ οἷς οὐδὲν ἕτερον ἐξισωθῆναι δυνατόν ἐστι. Τί γὰρ τοῦ ἀκολουθεῖν Χριστῷ τιμιώτερον ; καὶ τὸ ἐξιχνιάζειν τὰς αὐτοῦ πορείας γλυκύτερον ἢ ποθεινότερον ; εἰδὼς οὖν ὁ Πέτρος τὸ μέγεθος τῆς δεδομένης αὐτῷ χάριτος, καὶ μεμνημένος τῆς σχέσεως ἧς εἶχεν ὁ Ἰησοῦς πρὸς Ἰωάννην, ὅτι παρὰ πάντας ἀγαπώμενος ἐλέγετο, καὶ τοσοῦτον ὅσον μόνος ἐνόμισεν ἀναπεσεῖν ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, δειπνοῦντος οὖν αὐτοῦ αὐτοῖς πρὸ τοῦ πάθους, καὶ ἐπηρώτησεν αὐτὸν, λέγων, “ τίς ἐστιν ὁ παραδιδούς “ σε;” τοῦτον οὖν ὁ Πέτρος ἰδὼν ἀκολουθοῦντα, φησὶ περὶ αὐτοῦ πρὸς τὸν Ἰησοῦν, καὶ μεγάλα καὶ δεδοξασμένα περὶ ἐμοῦ λελάληκας, καὶ ὧν οὐδεὶς ἦν ἄξιος εἰ μὴ σὺ, δι’ ἀγαθότητα πολλὴν ἐδωρήσω· οὗτος δὲ ὁ συμμαθητὴς, ὃν ἠγάπας ; τί, ἀποκρίνεται ὁ Ἰησοῦς, καὶ λέγει αὐτῷ· “ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, “ τί πρὸς σέ ; σύ μοι ἀκολούθει,” τὸν ἐμὸν δηλονότι μιμούμενος θάνατον, ὑπὲρ ἧς μέλλεις κηρύσσειν ἀληθείας· τοῦτον δὲ τὸν φιλούμενον μαθητὴν, “ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός “ σε;” τουτέστιν ἐν τῇ παρούσῃ ζωῇ, σὺ μοὶ ἀκολούθει.
- 19.35
Τίνος ἕνεκεν ἀνέμνησεν ἡμᾶς ὁ Εὐαγγελιστὴς τῆς ἀνακλίσεως ἐκείνης ; φησὶ γὰρ, στραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν, καὶ τὰ ἑξῆς· οὐδ’ ἁπλῶς, οὐδ’ ὡς ἔτυχεν, ἀλλὰ δεικνὺς, ὅσην ὁ Πέτρος ἔσχε τὴν παρρησίαν μετὰ τὴν ἄρνησιν· ὁ γὰρ πρὸ τούτου μὴ τολμῶν ἐρωτῆσαι, ἀλλ’ ἑτέρῳ ταῦτα ἐπιτρέπων, οὗτος καὶ τὴν προστασίαν ἐνεπιστεύθη τῶν ἀδελφῶν, καὶ οὐ μόνον ἑτέρῳ τὰ καθ’ ἑαυτὸν οὐκ ἐπιτρέπει, ἀλλὰ καὶ αὐτὸς ὑπὲρ ἑτέρου προσάγει τῷ διδασκάλῳ πεῦσιν· σφόδρα γὰρ ἐφίλει τὸν Ἰωάννην ὁ Πέτρος· καὶ τοῦτο ἐκ τῶν μετὰ ταῦτα δῆλον, καὶ διὰ τοῦ Εὐαγγελίου δὲ πάντως δείκνυται τούτων ὁ σύνδεσμος καὶ ἐν ταῖς Πράξεσιν.
- 19.36
Επεὶ οὖν μεγάλα τῷ Πέτρῳ προεῖπεν ὁ Χριστὸς, καὶ τὴν οἰκουμένην ἐνεχείρισεν αὐτῷ, καὶ τὸ μαρτύριον προανεφώνησε, βουλόμενος καὶ τοῦτον λαβεῖν κοινωνὸν, φησὶν, “ οὗτος δὲ τί;” ὡσανεὶ ἔλεγεν, οὗτος αὐτὴν ἡμῖν ὁδὸν ἥξει ; ὅθεν ἐπειδὴ σφόδρα κηδόμενος ταῦτα ἔλεγε, καὶ μὴ βουλόμενος αὐτοῦ διασπασθῆναι, διαιρῶν αὐτοὺς τῆς ἀκαίρου συμπαθείας, λέγει αὐτῷ, “ ἐὰν αὐτὸν θέλω “ μένειν ἕως ἔρχομαι, τί πρός σε;” τουτέστιν, ἔργον ἐνεχειρίσθης, αὐτὸ σκόπει καὶ ἄνυε καὶ ἄθλει. Τί γὰρ εἰ καὶ μὴ βούλομαι τοῦτον μεῖναι ἐνταῦθα, σὺ τὰ σεαυτοῦ σκόπει καὶ μερίμνα.
- 19.37
Επειδὴ γὰρ ἔμελλον τῆς οἰκουμένης ἐπιτροπὴν ἀναδέχεσθαι, οὐκ ἔδει λοιπὸν συμπεπλέχθαι ἀλλήλοις· κατανοήσωμεν δὲ κἀνταῦθα τὸ ἄτυφον τοῦ Εὐαγγελιστοῦ· εἰπὼν γὰρ τὴν δόξαν τῶν μαθητῶν ἣν ἔσχον περὶ αὐτοῦ, τουτέστιν, ὅτι οὐκ ἀποθνήσκει, διορθοῦται αὐτὴν ὡς οὐ συνεωρακότων αὐτῷ, ὅπερ εἶπεν ὁ Χριστός· ἐπήγαγε γὰρ ὅτι “ οὐκ εἶπεν αὐτῷ ὅτι οὐκ ἀποθανεῖται,” καὶ τὰ ἑξῆς.
- 19.38
Τί δήποτε τῶν ἄλλων Εὐαγγελιστῶν οὐδενὸς τοῦτο πεποιηκότος, λέγω δὴ αὐτοῦ μαρτυρήσαντος, οὗτος δεύτερον ἑαυτῷ μαρτυρεῖ λέγων, “ οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τού- “ τῶν;” ὁ γὰρ γράψας ταῦτα λέγεται ὕστερος πρὸς τὸ γράφειν ἐλθεῖν, τοῦ Χριστοῦ κινήσαντος αὐτὸν ἐπὶ τοῦτο καὶ διεγείραντος. Διὰ τοῦτο οὖν καὶ δείκνυσιν αὐτοῦ τὴν ἀγάπην, συνεχῶς αἰνιττόμενος τὴν αἰτίαν, ἀφ’ ἧς ἐπὶ τὸ γράφειν ὥρμησεν.
- 19.39
Ὁ δεσπόζων ἐν τῆ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, καὶ τῆς ζωῆς τῶν ἀνθρώπων ταμίας, τὸ ἐνδεχόμενον ἔφη περὶ Ἰωάννου πρὸς Πέτρον, οὐχ ὅτι οὐκ ἀποθνήσκει, καθὼς ἐν τοῖς ἀδελφοῖς ἠγγέλθη περιηχηθεὶς ὁ λόγος· πᾶς γὰρ ὅστις διὰ γενέσεως ῥύπος εἰσελήλυθεν εἰς τὸν κόσμον, ἀνάγκη πάντως τοῦτον διὰ θανάτου τὴν ζωὴν ἀποθέσθαι· οὐκ εἶπεν οὖν ὅτι οὐκ ἀποθνήσκει, ἀλλ’ ὅτι θέλοντος αὐτοῦ, δηλονότι τοῦ Ἰησοῦ, διαρκέσει ἕως τῆς αὐτοῦ παρουσίας ὁ Ἰωάννης. Οὐδὲν γὰρ τῇ δυνάμει τοῦ πατρὸς ἀδύνατον· ἴσως δὲ καὶ περὶ αὐτοῦ λέγει, περὶ ἧς προεῖπεν αὐτοῖς, ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν, καὶ πάλιν, ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς, “ ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε μετ’ ἐμοῦ.” τὰ γὰρ καθ’ ἕκαστον τῶν ἀξίων παραγίνεται, καὶ παραλαμβάνει πρὸς ἑαυτὸν τοὺς πάντα τὸν βίον ἀνατεθεικότας αὐτῶ.
- 19.40
Τὸ δὲ “ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ,” φησὶν, ἐπειδὴ πᾶσι παρῆν, καὶ οὐδὲ σταυρουμένου τοῦ Χριστοῦ ἀπελιμπάνετο, ἀλλὰ γὰρ καὶ τὴν μητέρα ἐνεχειρίσθη, ἅπερ ἅπαντα σημεῖα τῆς εἰς αὐτὸν ἀγάπης ἦν, καὶ τοῦ μετὰ ἀκριβείας εἰδέναι πάντα. Εἰ γὰρ μὴ πιστεύουσιν οἱ πολλοὶ, ἔξεστιν ἀπὸ τοῦ εἰρημένου αὐτοῖς πιστεῦσαι. λέγει γὰρ, “ ἔστι δὲ καὶ ἄλλα “ πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς,” καὶ τὰ ἑξῆς· ὅθεν δηλονότι οὐκ ἃν ἐχαρισάμην, φησὶν, ὁ γὰρ τοσούτων ὄντων, οὐδὲ τοσαῦτα εἶπεν ὅσα οἱ λοιποὶ, ἀλλὰ τούτων μὲν τὰ πλείονα παραλιπὼν, τὰς δὲ ἐπιβουλὰς τὰς Ἰουδαϊκὰς, τὰς καταλεύσεις, τὸ μῖσος, τὰς ὕβρεις, τὰς λοιδορίας εἰς μέσον προθεὶς, εὔδηλον ὅτι οὐκ ἃν· ἐχαρισάμην· τὸν γὰρ χαριζόμενον τοὐναντίον ἔδει ποιεῖν, τὰ μὲν ἐπονείδιστα ἀποκρύπτεσθαι, τὰ δὲ λαμπρὰ προτιθέναι· εἰ δὲ τοσαῦτα ἔφησε γεγενῆσθαι, μηδεὶς θαυμαζέτω, ἀλλ’ ἐννοήσας τὴν ἄφατον τοῦ ποιοῦντος δύναμιν, δεχέσθω μετὰ πίστεως τὸ εἰρημένον. ὥσπερ γὰρ ἡμῖν εὔκολον φθέγγεσθαι, οὕτω τῷ δεσπότῃ Χριστῷ, μᾶλλον δὲ πολλῷ ῥᾷον, ποιεῖν ἅπερ εἰργάζετο· ἤρκει γὰρ θελῆσαι μόνον, καὶ πάντα εἵπετο. προσέχωμεν τοίνυν ἀκριβῶς τοῖς εἰρημένοις, καὶ μὴ διαλείπωμεν ἀναπτύσσοντες αὐτὰ καὶ διερευνώμενοι. Ἀπὸ γὰρ τῆς συνεχοῦς ἐντεύξεως τὸν βίον ἑαυτῶν ἐκκαθᾶραι δυνησώμεθα, ἵνα καὶ διὰ τῆς τῶν κακῶς ἀπαλλαγῆς, καὶ διὰ τῆς τῶν ἀγαθῶν ἐργασίας, τελειωθέντες ἐπιτύχωμεν τῶν αἰωνίων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
← Previous — showing 901–914 of 914
First Thousand Years of Greek. CTS URN tlg4102.tlg005.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.