Catena In Joannem
- 17.107
Ἐν παραδείσῳ τῶν καθ’ ἡμᾶς σκυθρωπῶν συμβέβηκεν ἡ ἀρχὴ, ἐν κήπῳ δὲ καὶ τὸ Χριστοῦ πάθος δέχεται τὴν ἀρχὴν, ἁπάντων ἡμῶν τῶν πάλαι συμβεβηκότων εἰσφέρει τὴν ἐπανόρθωσιν.
- 17.108
Τίονς ἕνεκεν αὐτὸς, “ἐξελθὼν εἶπεν αὐτοῖς, Τίνα ζητεῖτε;” δεῖξαι θέλων ὅτι οὐκ ἀπὸ τῆς παρουσίας τῆς ἐκείνων παριέμενε μαθεῖν τὰ ἐρχόμενα ἐπ’ αὐτὸν, ἀλλ’ ἀταράχως, καί τοι πάντα εἰδὼς ἠρώτα εἰπόντων δὲ αὐτῶν ὅτι, “Ἰησοῦν τὸν Ναζωραῖον, καὶ αὐτοῦ εἰπόντος, ὅτι “ἐγώ εἰμι,” τότε δείκνυσιν αὐτοῦ τὴν ἄμαχον δύναμιν, πηρώσας τοὺς ὀφθαλμοὺς αὐτῶν τε καὶ τοῦ προδότου. Καὶ γὰρ κἀκεῖνος εἱστήκει σὺν αὐτοῖς, ὅθεν καὶ μετ’ αὐτῶν ἔπεσεν ὕπτιος. Ὅτι γὰρ οὐ τὸ σκότος αἴτιον ἢν τοῦ μὴ ἐπιγνῶναι αὐτοὺς αὐτὸν, ἐδήλωσεν ὁ Εὐαγγελιστὴς εἰπὼν, ὅτι καὶ λαμπάδας εἶχον· ἐνδειξάμενος τοίνυν πάντα, ἅπερ ἦν ἱκανὰ αὐτοὺς τῆς ἐγχειρήσεως αὐτῶν ἀνακρούσασθαι, ἐπειδὴ ἐπέμενον τῇ κακίᾳ, τότε λοιπὸν ἑαυτὸν παραδίδωσι.
- 17.109
Κυρίλλου. Σημεῖον δ᾿ ἂν εἴη τῆς καθ’ ὅλου νοουμένης ἔθνους καταπτώσεως, τὸ μερικὸν τὸ τοῖς ἐπὶ σύλληψιν ἐλθοῦσι συμβεβηκός· καὶ γοῦν ὁ προφήτης Ἱερεμίας τοὺς Ἰουδαίους κατολοφύρεται, λέγων, “οἶκος ᾿Ισραὴλ ἔπεσεν, οὐκ ἔστιν ὁ ἀναστή- “σων.” Διδάσκει δὲ ὅτι καὶ παντὶ τῷ πονηρεύεσθαι κατὰ Χριστοῦ μελετήσαντι πάντη τε καὶ πάντως ἀποκείσεται τὸ πεσεῖν.
- 17.110
Ἀμμωνίου πρεσβυτέρου. Οὐχ ὡς ἀγνοῶν ἐρωτᾷ, ἀλλ’ ἵνα γνῶμεν ὅτι καὶ παρὼν οὐχ ἑωρᾶτο ἣ ἐγνωρίζετο, εἰ μὴ ἤθελεν. Ὡς εἰδὼς πάντα, ἀταράχως ὅλα ἐποίει καὶ ἐλάλει, καὶ οὔτε ἀπὸ τῆς φωνῆς, οὔτε ὁ Ἰούδας οὔτε οἱ λοιποὶ ἐπεγίγνωσκον αὐτὸν, εἰ μὴ ὅτε ἠθέλησε.
- 17.111
Δεῖξαι δὲ θέλων τὴν μέχρις ἐσχάτης ὥρας εἰς τοὺς μαθητὰς αὐτοῦ φιλίαν, λέγει, “εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπά- “γειν.” Τὸ δὲ “ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν, ὅτι οὓς δέδωκάς “μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν.” Αὐτὸς μὲν οὐ ταύτην τὴν τοῦ παρόντος θανάτου λέγει ἀπώλειαν ἀλλ’ ἐκείνην τὴν αἰώνιον. Ὁ δὲ Εὐαγγελιστὴς καὶ ἐπὶ τοῦ παρόντος αὐτὴν παρέλαβεν. Ὡς δὲ ὁ κελευσθεὶς μὴ πήραν ο ἔχειν, μὴ δύο χιτῶνας, μάχαιραν εἶχε, φησὶ γὰρ ὁ Εὐαγγελιστὴς, “Σίμων οὖν Πέτρος ἔχων μάχαιραν,” καὶ τὰ ἑξῆς, ἐμοὶ δοκεῖ τοῦτο αὐτὸ δεδοικὼς ὁ Πέτρος παρεσκευάσθαι πάλαι. Εἰ δὲ λέγοι τις, πῶς ὁ κελευσθεὶς μηδὲ ῥαπίζειν, ἀνδροφόνος γίνεται; μάλιστα μὲν μὴ ἀμύνασθαι προσετάχθη, ἐνταῦθα δὲ οὐχ ἑαυτῷ ἠμύνατο, ἀλλὰ τῷ διδασκάλῳ, ἔπειτα οὐδὲ τέλειοί πὼς ἦσαν, οὐδὲ ἀπηρτισμένοι τότε.
- 17.112
Ἀμμωνίου πρεσβυτέρου. Διὰ τὰς τῶν μαθητῶν ἀσθενείας ἔξω ποιεῖται αὐτοὺς πειρασμῶν, ὡς Θεὸς φυλάσσει τοὺς μαθητὰς ἀεὶ, μόνον τὸν Ἰούδαν τῇ προαιρετικῇ κακίᾳ ἐάσας ἀπολέσθαι.
- 17.113
Θέλων ὑπεραποθανεῖν τοῦ διδασκάλου ἐποίησε τοῦτο. Θαρσήσας ὁ Πέτρος οἷς ἐποίησεν ὁ Ἰησοῦς, καὶ αὐτὸς ἐποίησε τοῦτο· καὶ μὴ ὡς ἀνδροφόνος τις καταιτιάσθω τὸν Πέτρον, ὅπου γε οὐχ ὡς ἑαυτῷ ἀμύνων Ρ, ἀλλὰ τῷ διδασκάλῳ ἐποίει τοῦτο, πλὴν καὶ ἔτι ἀτελεῖς ἦσαν. Διὰ τοῦ τύπου δείκνυσιν ὅτι πάσης δεξιᾶς ἀκοῆς ἔρημοι ἔσονται οἱ Ἰουδαῖοι.
- 17.114
Απολιναριου. Δοκεῖ συγχώρησις εἶναι τοῦ Κυρίου πρὸς τὸ χρήσασθαι αὐτοὺς μαχαίρᾳ. Τοῦτο γὰρ ὁ Λουκᾶς ἱστόρησεν, ὡς δηλώσαντος μὲν τοῦ Σωτῆρος ἐπιόντα πόλεμον ἐν τῷ λέγειν, ὅτι “πωλησάτω τις τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαιραν·” εἰπόντων δὲ τῶν μαθητῶν, ὅτι ἰδοὺ μάχαιραι ὧδε δύο,” πρὸς τοῦτο ἀποκριναμένου τοῦ κελεύσαντας μὴ ἀνθίστασθαι τῷ πονηρῷ, ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ δὲ τοῦ εἰρημένου, ἵν ἔργῳ δείξειεν ὅπερ λόγῳ προεδίδαξε, καὶ χρωμένους αὐτοὺς τῇ δικαίᾳ μαχαίρᾳ πρὸς τὸ ἀμύνασθαι στήσειέν τε καὶ κωλύσει, ὥστε μηκέτι ταύτῃ προσχρήσασθαι, ὡς καὶ αὐτὸς ὁ ταῦτα εἰπὼν ἱστόρηκε μετὰ ταῦτα εἰρηκέναι τον Κυριον, “ἔατε ἕως τούτου τοῦτο δὴ τὸ” ἕως ὄρον ἔχει καὶ κώλυμα τῆς κατὰ νόμον ἐφειμένης μαχαίρας, καὶ προστεθηκέ γε τῇ ἱστορίᾳ Λουκᾶς, ὅτι καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτὸν, ὅπερ ἐμφανέστατον ἦν ἔργον εἰς τὸ μὴ βλάπτειν ἀνθρώπων μηδένα.
- 17.115
Διὰ τί δὲ καὶ ὄνομα τέθεικε τοῦ δούλου ὁ Εὐαγγελιστής; ὥστε τοῖς τότε ἀναγιγνώσκουσι ἐξεῖναι ζητῆσαι καὶ περιεργάσασθαι εἰ ὄντως γέγονε τὰ γεγενημένα.
- 17.116
Οὐχ ἁπλῶς δὲ καὶ τὸ δεξιὸν ὠτίον λέγει, ἀλλ’ ἐμοὶ δοκεῖ τὴν ὁρμὴν εἰπεῖν τοῦ Ἀποστόλου ὅτι ἐπ’ αὐτὴν ὥρμηται τὴν κεφαλήν. θαυματουργεῖ δὲ ἐνταῦθα ὁ Χριστὸς, ὁμοῦ τε παιδεύων ὅτι τοὺς ποιοῦντας κακῶς εὐεργετεῖν χρὴ, ἔτι δὲ καὶ τὴν δύναμιν ἐκκαλύπτων τὴν ἑαυτοῦ. Ὅπερ δὲ ἐπὶ τοῦ νιπτῆρος ἐποίησε, δι’ ἐπειλῆς τὸν τόνον χαλάσας τοῦ Πέτρου, τοῦτο καὶ ἐνταῦθα ποιεῖ εἰπὼν, “βάλε τὴν μάχαιραν εἰς τὴν θήκην, τὸ ποτήριον ὃ δέδωκέ μοι ὁ “Πατήρ μου, οὐ μὴ πίω αὐτό;” δεικνὺς ὅτι οὐ τῆς ἐκείνων δυνάμεως ἦν τὰ γινόμενα, ἀλλὰ τῆς αὐτοῦ συγχωρήσεως.
- 17.117
Ἀπολιναρίου. Τὸ ἀποκόπτεσθαι δούλου ἀρχιερέως ὠτάριον δεξιὸν, σκέψαιτο ἄν τις ὡς τῆς ἐπικληθείσης αὐτοῖς ἀνηκουστίας σημεῖον ἦν, καὶ τοῦ μὴ ἐξεῖναι q ἐν τῷ ἀκούειν οὖς· “πώρωσις γὰρ “τῷ Ἰσραὴλ γέγονε, καὶ ἀκούοντες οὐκ ἀκούουσι,” διὰ τὴν κατὰ τοῦ Σωτῆρος ἀσέβειαν ἡ τῶν ἀρχιερέων μάλιστα γέγονε. Διὸ καὶ περὶ οἰκέτην ἀρχιερέως ἦν τὸ σύμβολον τῆς τοῦ ὠτὸς ἀφαιρέσεως. εἰ δέ με δεῖ καὶ τοῦτο προσθεῖναι διὰ τὴν ἱστορίαν τὴν Λουκᾷ, καὶ τὸ περὶ τῆς ἀποκαταστάσεως τοῦ ὠτίου, φαίην ἂν δηλοῦσθαι τὴν ὕστερον ἀποκατάστασιν τῆς συνέσεως τῆς νῦν ἀφαιρουμένης τοῦ Ἰσραὴλ, ὅτε συνήσουσιν ὃν ἠγνόησαν, καὶ ἀκούσονται τυχόντες τοῦ κηρύσσοντος Ἠλιοῦ· “ἀποκατασταθήσεται γὰρ διὰ πατέρων πρὸς υἱοὺς” κατὰ τὸν Μαλαχιὴλ, “καὶ “συναφθήσονται ἡμῖν τοῖς δευτέροις ἐκείνοις πρότερον κατὰ τὸν “χρόνον ὄντες, καὶ πατέρες ἀριθμηθήσονται μετὰ υἱῶν.”
- 17.118
Δήσαντες δὲ τὸν δεσπότην ἡμῶν οἱ παράνομοι καὶ Θεὸν, τίνος ἕνεκεν αὐτὸν πρὸς Ἄνναν ἤγαγον πρῶτον; ὑπὸ τῆς ἡδονῆς ἐμπομπεύοντες τοῖς γινομένοις, ὡς δὴ τρόπαιον στήσαντες.
- 17.119
Τῆς δὲ τοῦ Καϊάφα προφητείας μέμνηται, δεῖξαι θέλων ὅτι ὕπερ σωτηρίας του κόσμου ταύτα ἐγένετο, καὶ ὅτι τοσαύτη τῆς ἀληθείας ἐστὶν ἡ ὑπερβολὴ, ὡς καὶ τοὺς ἐχθροὺς ταῦτα προαναφωνεῖν. Ἵνα γὰρ μὴ δεσμοὺς ἀκούσας ὁ ἀκροατὴς θορυβῆται, ἀναμιμνήσκει τῆς προφητείας ἐκείνης ὁ Εὐαγγελιστὴς, ὅτι ἡ σωτηρία τῆς οἰκουμένης ὁ θάνατος αὐτοῦ ἦν.
- 17.120
Τίνος ἕνεκεν καὶ νῦν ὁ Εὐαγγελιστὴς οὐ λέγει ἑαυτὸν ὀνομαστί; “ἠκουλήθησε γὰρ, φησὶ Πέτρος τῷ Ἰησοῦ, καὶ ὁ ἄλλος “μαθητής·” ὅτε μὲν γὰρ ἐπὶ τὸ στῆθος ἀνέπεσεν, εἰκότως ἑαυτὸν κρύπτει· νῦν δὲ τίνος ἕνεκεν; τῆς αὐτῆς χάριν αἰτίας· καὶ γὰρ ἐνταῦθα μέγιστον θαῦμα διηγεῖται, ὅτι πάντων ἀποπηδησάντων αὐτὸς ἐπηκολούθει. Διὰ τοῦτο οὑν κρύπτει ἑαυτὸν καὶ προτίθησιν ἑαυτοῦ τὸν Πέτρον. Ἠναγκάσθη δὲ καἰ ἑαυτοῦ ἐπιμνησθῆναι, ἵνα μάθωμεν ὅτι ἀκριβέστερον διηγεῖται τῶν ἄλλων τὰ κατὰ τὴν αὐλὴν, ἅτε ἔνδον ὤν. Διὰ τοῦτο δὲ καὶ μέμνηται ὅτι γνωστὸς ἦν τῷ ἀρχιερεῖ, ἵνα μή τις λέγῃ πῶς τῶν ἄλλων ἀναχωρησάντων, οὗτος ἐνδοτέρω καὶ τοῦ Σίμωνος εἰσῆλθεν, ἅμα δὲ καὶ ἵνα μὴ θαυμάζῃ αὐτόν τις διὰ τὸ συνεισελθεῖν, μηδὲ ἐπ’ ἀνδρίᾳ αὐτὸν ἀνακηρύττει.
- 17.121
Τὸ δὲ θαῦμα ἐκεῖνο ἦν τὸ τοῦ Πέτρου, ὅτι οὕτω περιδεὴς ὣν, ὡς καὶ μέχρι τῆς αὐλῆς ἦλθε τῶν ἄλλων ἀναχωρησάντων· ὅθεν τὸ μὲν ἐλθεῖν ἕως ἐκεῖ πόθου ἦν· τὸ δὲ μὴ εἰσελθεῖν ἔνδον ἀγωνίας καὶ φόβου “εἱστήκει γὰρ,” φησὶ, “πρὸς τῇ θύρᾳ ἔξω.
- 17.122
Οὐκ εἰσήγαγε δὲ τοῦτον ὁ ᾿Ιωάννης, ἀλλὰ τῇ θυρωρῷ εἰπε τοῦτο ποιῆσαι, ἐπειδὴ εἴχετο σφόδρα τοῦ Χριστοῦ, ἐπηκολούθησεν, ὅθεν καὶ ἡ θυρωρὸς μετὰ τὸ εἰσελθεῖν τὸν Πέτρον, εἶπε πρὸς αὐτὸν, “μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; ὁ δέ φησιν, “οὐκ εἰμὶ,” καὶ οὐ μόνον ἠρνήσατο, ἀλλὰ καὶ μετὰ τῶν δούλων ὑπηρετῶν εἱστήκει θερμαινόμενος, τοῦ Χριστοῦ ἔνδον κατεχομένου· τοῦτο δὲ λέγομεν, οὐ τοῦ Πέτρου κατηγοροῦντες, ἀλλὰ τῶν ὑπὸ τοῦ Χριστοῦ εἰρημένων τὴν ἀλήθειαν δεικνύντες, ὅτι δὲ οὐδὲ θυρωροῦ εὐτελοῦς καὶ ἀπερριμμένης ἤνεγκεν ἐρώτησιν, μηδὲ αὐτῆς θρασείας οὔσης, οὐ γὰρ εἶπε, τοῦ πλάνου, ἀλλὰ “τοῦ “ἀνθρώπου τούτου,” ὅπερ ἐλεούσης μᾶλλον καὶ καμπτομένης ἦν.
- 17.123
Ἀμμωνίου πρεσβυγέρου. Συνεισῆλθεν ὁ Ἰωάννης τῶ Ἰησοῦ μετὰ τοῦ ὄχλου ἀγνώστως, καὶ τότε ὡς γνωστὸς εἶπε τῇ θυρωρῷ, καὶ εἰσήνεγκε τὸν Πέτρον.
- 17.124
Κυρίλλου. Οὐχὶ πάντως καταδείσας τῶν ἄλλων τυχὸν ὁ Πέτρος εἰπὼν, “οὐκ εἰμὶ,” ἀλλὰ πᾶν ὁτιοῦν ὑπομεῖναι θελήσας διὰ τὸ συνεῖναι Χριστῷ. ἐξ ἀγάπης οὖν ἆρα τὸ πταῖσμα, καὶ ῥίζαν πὼς ἔχει τὴν φιλοθείαν ἡ ἄρνησις, οὐκ ἐξ ἀκριβοῦς μὲν λίαν συμβαίνουσα λογισμοῦ, μνωμένου δ᾿ οὖν ὅμως τοῦ συνεῖναι Χριστῷ. Ὑποκρίνεται τὰ ἐκείνων δρᾷν ὁ Πέτρος, καὶ τοι τῇ λύπῃ κεκακωμένος, ἵνα μὴ τῷ κατηφεῖ προσώπῳ κατάφωρος εὑρεθεὶς, ἐκ τῆς τῶν ποθουμένων ἐκπέμπηται θήρας.
- 17.125
Χρὴ δὲ θαυμάσαι τοῦ ἀρχιερέως τὴν πονηρίαν, ὅτι συνεχῶς ἀκούων τοῦ Χριστοῦ ἐν τῷ ἱερῷ δημηγοροῦντος καὶ παρρησίᾳ διδάσκοντος, νῦν ἐρωτᾷ περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. Ἐπειδὴ γὰρ ἔγκλημα οὐδὲν εἶχε προσενεγκεῖν, περὶ τῶν μαθητῶν ἠρώτα ἴσως ποῦ εἰσι, καὶ τίνος ἕνεκεν αὐτοὺς συνέλεξε, καὶ τί βουλόμενος, καὶ ἐπὶ τίσι; τοῦτο δὲ ἔλεγεν, ὡσανεὶ στασιαστὴν καὶ νεωτεροποιὸν ἐλέγξαι θέλων, ὡς ἐργαστηρίου τινὸς ὄντος πονηροῦ. Εἰπὼν ὁ Χριστὸς, ὅτι ἐν τῷ κρυπτῷ ἐλάλησεν οὐδὲν, περὶ ὧν ἐκεῖνοι ἐνόμιζον εἶπε, στάσεις καὶ ταραχὰν ποιῆσαι θέλων, ἐπεὶ ὅσα περ τῆς τῶν πολλῶν ἀκροάσεως ἀνώτερα τὰ λεγόμενα ἦν, ἐλάλησεν ἐν τῷ κρυπτῷ.
- 17.126
Ἀμμωνίου πρεσβυτέρου. Ἠρώτα τί ἐδίδασκε τοῦ ἑαυτοῦ μαθητὰς, ἠρώτα αὐτὸν, εἰ συναινεῖ τοῖς διὰ Μωϋσέως, ἵνα ἐναντιουμένυς παραδῷ καὶ αὐτοὺς ὡς θεομάχους τοῖς Ἰουδαίοις.
- 17.127
Τὸ δὲ εἰπεῖν, “τί με ἐπερωτᾷς, ἐρώτησον ἀκηκοότας,” καὶ τὰ ἑξῆς, οὐκ αὐθαδιαζομένου ἐστὶ τὰ ῥήματα, ἀλλὰ θαρροῦντος τῇ τῶν εἰρημένων ἀληθείᾳ. Τί γὰρ, φησὶ, περὶ τῶν ἐμῶν ἐρωτᾷς; ἐρώτησον τοὺς ἐχθροὺς, τοὺς ἐπιβούλους, οὗτοι λεγέτωσαν· αὕτη γὰρ τῆς ἀληθείας ἀναμφισβήτητος ἡ ἀπόδειξις, ὅταν τοὺς ἐχθρούς τις καλεῖ μάρτυρας ὧν λέγει· ἀλλὰ καίπερ οὕτως ἀποκριθεὶς ῥαπίζεται, οὗ τί γένοιτ’ ἃν ἰταμώτερον; ἔφριξεν οὐρανὸς ἐπὶ τοῦτο, καὶ ἐξέστη ἡ γῆ ἐπὶ τῇ τοιαύτῃ τῶν δούλων ἀγνωμοσύνῃ, καὶ τῇ τοῦ δεσπότου μακροθυμίᾳ, ἀλλ’ ὅμως ῥαπισθεὶς καὶ δυνάμενος πάντα σεῖσαι καὶ ἀφανίσαι καὶ κατενεγκεῖν· τούτων μὲν οὐδὲν ποιεῖ· φθέγγεται δὲ ῥήματα πᾶσαν δυνάμενα θηριωδίαν ἐκλῦσαι· φησὶ γὰρ “εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ, “εἰ δὲ καλῶς, τί με δέρεις;” τουτέστιν, εἰ μὲν ἔχεις ἐπιλαβέσθαι τῶν εἰρημένων, ἀπόδειξον· εἰ δὲ οὐκ ἔχεις, τί με τύπτεις;
- 17.128
Κυρίλλου. Οὐχ ἑνὶ γένει τῷ ἐξ Ἰσραήλ· εἰ γὰρ καὶ μή τυχὸν τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔκπυστά πὼς εἰσὶ τὰ ἡμέτερα, ἀλλ’ ἔσται κατὰ καιρούς. “ἐγὼ πάντοτε ἐδίδαξα ἐν συνα- “γωγαῖς·” εἰς ἀνάμνησιν αὐτοὺς ἄγει τῆς λεγούσης προφητείας ἐκ προσώπου Χριστοῦ, “οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς “σκοτεινῆς.”
- 17.129
Ἀμμωνίου πρεσβυτέρου. Ἐλέγχει αὐτὸν προσποιούμενον ἀγνοεῖν τὰ ἐν φανερῷ εἰρημένα. Εἰ δὲ πάντα φανερῶς ἐδίδαξα, τὰ λεγόμενα παρά τισι περὶ ἐμοῦ ἀπόκρυφα, οὐκ εἰσὶ δεκτά.
- 17.130
τοὺς ὑπηρέτας ἐρώτησον, τοὺς πρῴην μὲν μοῦ θαυμάσαντας τὴν διδασκαλίαν, νῦν δέ με συλλαμβανομένους.
- 17.131
Κυρίλλου. Εἰ γὰρ, φησὶ, μὴ τεθαύμακας ποτὲ τὴν ἐμὴν διδασκαλίαν, ἴσως οὐκ ἠδίκεις, τὰ συνήθη τοῖς ὑπηρέταις διαπραττόμενος, νυνὶ δὲ μειζόνως ἀδικεῖς, ἐπ’ οὐδενὶ νῦν καταγνοὺς ἀτιμάζων.
- 17.132
Ἀμμωνίου πρεσβυτέρου. Καὶ μὴ προσταχθεὶς ὁ ὑπηρέτης ἔτυψε τὸν Χριστὸν, ἐπειδὴ αὐτὸς ὑπέδειξεν ὁ λέγων, ἴδε οὗτοι ἴσασιν οἱ ποτὲ ἀκούσαντες καὶ ἐπαινέσαντες, καὶ θέλων αὐτὸν ἀπαλλάξαι τῆς ὑποψίας, ὅτι τῶν θαυμαζόντων ἦν, αὐτὸν ἐποίησε τοῦτο. Οὐ γὰρ ἃν ἀκολούθως τι ἐποίησεν ἣ ἐλάλησεν, ἵνα ὡς ἐκ τούτου κινηθεὶς τύψῃ αὐτόν. Ἐλέγχει τὸν ὑπηρέτην ὡς ἀδικοῦντα, οὐ μόνον ὅτι ἁπλῶς αὐτὸν ἔτυψεν, ἀλλ’ ὅτι πρῴην θαυμάσας, νῦν δὲ ἐπ’ οὐδενὶ καταγνοὺς ἠτίμασεν αὐτόν.
- 17.133
Τοῦ Χρυσοστόμου. Πέμπουσι δὲ αὐτὸν δεδεμένον πρὸς Καϊάφαν διὰ τὸ μηδὲν εὑρίσκειν αἴτιον. ὁ δὲ Πέτρος ὁ θερμὸς ἐραστὴς τοσούτῳ κάρῳ κατείχετο, ὥστε ἀπαγομένου τοῦ διδασκάλου οὐδὲ κινεῖται, ἀλλ’ ἔτι θερμαίνεται, ἵνα μάθωμεν, πόση τῆς φύσεως ἡμῶν ἡ ἀσθένεια, ὅταν Θεὸς ἐγκαταλείπῃ, ὥστε καὶ πάλιν ἐρωτηθεὶς ἀρνεῖται, καὶ οὐ δεύτερον μόνον, ἀλλὰ καὶ τρίτον. Τί δήποτε δὲ οἱ Εὐαγγελισταὶ ὁμοφώνως περὶ αὐτοῦ ἀνέγραψαν; οὐχὶ τοῦ μαθητοῦ κατηγοροῦντες, ἀλλ’ ἡμᾶς παιδεῦσαι βουλόμενοι, πόσον κακὸν τὸ μὴ πᾶν ἐπιτρέπειν τῷ Θεῷ, ἀλλ’ ἑαυτῷ θαρρεῖν.
- 17.134
Χρὴ δὲ ἡμᾶς θαυμάσαι τοῦ διδασκάλου τὴν οἰκονομίαν καὶ τὴν πολλὴν κηδεμονίαν, ὅτι κατεχόμενος καὶ δεδεμένος πολλὴν ἐποιεῖτο τοῦ μαθητοῦ πρόνοιαν, διὰ τοῦ βλέμματος αὐτοῦ κείμενον ἀνιστὰς, καὶ εἰς δάκρυα καθέλκων.
- 17.135
Κυρίλλου. ᾿Αναγκαιοτάτην τούτων ὁ θεσπέσιος Εὐαγγελιστὴς ποιεῖται τὴν μνήμην, ἀληθεύοντα πανταχοῦ δεικνὺς τὸν Χριστόν.
- 17.136
Ἀμμωνίου πρεσβυτέρου. Τοῦ πονηροῦ σείσαντος τὸν Πέτρον, ἡττήθη τῆς ὑποσχέσεως.
- 17.137
Διὰ τι ἄγουσιν αὐτὸν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον; ἵνα τῶν δικαστῶν τὸ πλῆθος, καὶ ἀκόντων αὐτῶν ἐπιδείξῃ τὸ βεβασανισμένον τῆς ἀληθείας· εἶπε δὲ ὁ Εὐαγγελιστὴς ὅτι “ἦν δὲ “πρωΐα,” δεῖξαι θέλων ὅτι τὸ ἥμισυ τῆς νυκτὸς ἅπαν ὑπὸ τοῦ Καϊάφα ἐρωτώμενος οὐδὲν ἐξειλέγχετο.
- 17.138
Οὐκ ἀνεῖλον δὲ αὐτὸν αὐτοὶ, ἀλλ’ ἐπὶ τὸν Πιλάτον ἤγαγον, ἐπειδὴ τὸ πολὺ τῆς ἀρχῆς αὐτῶν καὶ τῆς ἐξουσίας ὑπετέτμητο, ὑπὸ ῾Ρωμαίοις τῶν πραγμάτων κειμένων.
- 17.139
Καὶ ἄλλως δὲ ἐδεδοίκεσαν μὴ δίκην ὕστερον δώσωσι κατηγορηθέντες δι’ αὐτόν.
- 17.140
Χρὴ δὲ σκοπῆσαι αὐτῶν καὶ τὸ καταγέλαστον, ὅτι τὸν ἀθῷον συλλαβόντες καὶ ὅπλα βαστάζοντες, εἰς τὸ πραιτώριον οὐκ εἰσέρχονται, ἵνα μὴ μιανθῶσι δῆθεν, καὶ φονῶντες μὲν ἀδίκως, οὐκ ἐνόμιζον μιαίνεσθαι, δικαστηρίου δὲ ἐπιβαίνοντες, μιαίνειν ἑαυτοὺς ἡγοῦντο. Τὶ δέ ἐστιν, “ινα φάγωσι τὸ πάσχα;” αὐτὸς γὰρ ἦν αὐτὸ πεποιηκὼς τῇ μιᾷ τῶν ἀζύμων· πάσχα τῆς ἑορτῆς λέγει. Διὰ τοῦτο δὲ ἐξελθὼν ὁ Πιλάτος ἐρωτᾷ τοὺς Ἰουδαίους λέγων, “τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;“ ὅπως δείξῃ ἑαυτὸν ἀπηλλαγμένον τῆς βασκανίας αὐτῶν· ὁρῶν γὰρ αὐτὸν δεδεμένον καὶ ὑπὸ τοσούτων ἀγόμενον, οὐκ ἐνόμισεν ἔλεγχον ἔχειν ἀναμφισβήτητον τοῦτο, ἀλλ’ ἐρωτᾷ, ἄτοπον εἶναι νομίζων τὴν μὲν κρίσιν αὐτοὺς ἁρπάσαι, τὴν δὲ κόλασιν χωρὶς κρίσεως ἐπιτρέψαι ἐκείνω.
- 17.141
Ἐρωτηθέντες δὲ οὐ λέγουσι, οὕτως πανταχοῦ παραιτοῦνται τὴν ἐξ εὐθείας κατηγορίαν. Εἶπε δὲ αὐτοῖς ὁ Πιλάτος, “λάβετε “αὐτὸν ὑμεῖς,” καὶ τὰ ἑξῆς, ἀπαλλαγῆναι ἐπαχθείας βουλόμενος.
- 17.142
Ἐπεὶ δὲ ἐκεῖνοι εἶπον “ὅτι ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι ου- “δένα,” ὅτι σταυρῶσαι αὐτοῖς οὐκ ἔξεστι, τοῦτο γὰρ ἐπεθύμουν ποιῆσαι. Πῶς δὲ τὸ λεχθὲν παρ’ αὐτῶν “ὅτι ἡμῖν οὐκ ἔξεστιν “ἀποκτεῖναι,” ἐπλήρου τὸν λόγον τοῦ Κυρίου ὃν εἶπε, σημαίνων ποίῳ θανάτῳ ἔμελλεν ἀποθνήσκειν; Ὅτι οὐχ ὑπ’ αὐτῶν μόνον, ἀλλὰ καὶ ὑπὸ ἐθνῶν ἔμελλεν ἀναιρεῖσθαι, ἣ ὅπερ ἔφην, ὅτι ἐκείνοις σταυρῶσαι οὐκ ἐξῆν.
- 17.143
Ἀμμωνίου. Ἄνευ αἰτίας ἀπεφήνατο δικαίως αὐτὸν αἰτίαν εὔλογον λέγουσι τὸ ὑπ’ αὐτῶν συλληφθῆναι, ὡς πλατυνόμενοι μηδὲν ποιεῖν ἄδικον αὐτοί. Εἰ ὁ νόμος ὑμῶν καὶ τὸν ἀναίτιον κολάζει, κρίνατε αὐτοί. Εἰ μὲν ἑαυτοῖς ἐπιτρέπετε τὴν κρίσιν, αὐτοὶ καὶ τὴν ἐξέτασιν ὡς βούλεσθε ποιήσασθε· εἰ δ᾿ ἐπ’ ἐμοῦ βούλεσθε κριθῆναι, εἰπεῖν ἀναγκαῖον. Σαφὲς τεκμήριον ὅτι ἑκὼν ὁ Κύριος ἔπασχεν, ἐξ ὧν εἰδὼς προεῖπεν, ὅτι ἤμελλε τοῖς ἔθνεσι παραδοθῆναι ἐπὶ τὸ σταυρωθῆναι.
- 17.144
Τίνος ἕνεκεν οὐκ ἐπ’ ἀυτῶν ποιεῖται τὴν ἐξέτασιν, ἀλλ’ ἴδιᾳ εἰς τὸ πραιτώριον; “εἰσῆλθε” γὰρ, φησὶν, “εἰς τὸ πραιτώριον πάλιν “ὁ Πιλάτος,” καὶ τὰ ἑξῆς, ἐπεὶ μεγάλην τινὰ εἶχεν ὑπόνοιαν περὶ αὐτοῦ, καὶ ἐβούλετο μαθεῖν πάντα ἀκριβῶς, μὴ θορυβούντων τῶν Ἰουδαίων· εἶπε δὲ αὐτῶ, σὺ εἶ ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων; ὅπερ ἀεὶ περιεφέρετο περὶ αὐτοῦ, τοῦτο εἰς μέσον ἄγει.
- 17.145
Ἐρωτᾷ δὲ ὁ Χριστὸς τὸν Πιλάτον, λέγων “ἀπὸ σεαυτοῦ “ταῦτα λέγεις;” καὶ τὰ ἑξῆς. τὴν πονηρὰν τῶν Ἰουδαίων εκκαλύψαι γνώμην θέλων, καὶ ὑπ’ αὐτοῦ κατηγορηθῆναι αὐτοὺς βουλόμενος, ὅπερ ἐμφαίνων ὁ Πιλάτος φησὶ, “μή τι ἐγὼ Ἰουδαῖος “εἰμί;” καὶ τὰ ἑξῆς. Εἰπόντος δὲ τοῦ Χριστοῦ, “ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου, ὅπερ ἐδεδοίκει τέως ὁ Πιλάτος, διέλυσε τὴν τῆς τυραννίδος ὑποψίαν· ὅτι δὲ καὶ τοῦ κόσμου τούτου κρατεῖ ἡ βασιλεία αὐτοῦ, πᾶσι δῆλον. ἀλλὰ διὰ τὸ μὴ εἶναι αὐτὴν ἐκ τῶν ἐνταῦθα, ἄνωθεν δὲ τὴν ἀρχὴν ἔχειν τοῦτο εἶπεν, ὡσανεὶ ἔλεγε, βασιλεὺς μέν εἰμι, ἀλλ’ οὐ τοιοῦτος ὃν ὑποπτεύεις, ἀλλὰ πολλῷ μείζων καὶ λαμπρότερος. Δεῖξαι δὲ θέλων τῆς παρ’ ἡμῖν βασιλείας τὸ ἀσθενὲς, ὅτι ἐν τοῖς ὑπηρέταις ἔχει τὴν ἰσχὺν, ἡ δὲ ἄνω αὐτάρκης ἐστὶν ἑαυτῇ, μηδενὸς δεομένη, φησὶν, “εἰ ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία ἦν ἡ ἐμὴ” καὶ τὰ ἑξῆς.
- 17.146
Ἀμμωνίου πρεσβυτέρου. Λύει τὴν ἀγωνίαν Πιλάτου, πείθων ὅτι οὐκ ἔστιν ἀντάρτης, ἀλλὰ βασιλεὺς οὐρανοῦ καὶ γῆς· διὸ ἀναπολόγητος ὁ Πιλάτος, οὐχ ὡς βλάσφημον αὐτὸν φονεύσας, ἀλλὰ πρὸς χάριν Ἰουδαίων. οἱ Ἄγγελοι ἡσύχαζον, τοῦ βασιλέως αὐτῶν ὑβριζομένου, ἐννοοῦντες τὴν οἰκονομίαν τῆς τοῦ Χριστοῦ παρουσίας·
- 17.147
Τοῦ Χρυσοστόμου. Ἐρωτήσαντος τοῦ Πιλάτου καὶ εἰπόντος, οὐκοῦν βασιλεὺς εἶ σύ; καὶ αὐτοῦ εἰπόντος, ὅτι “εἰς τοῦτο “γεγένημαι,” ἔδειξεν ὅτι οὐδὲν μετὰ ταῦτα προσλαβὼν ἔχει, ὥστε καὶ ὅταν ἀκούσωμεν, ὅτι “καθὼς ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ ζωὴν ἔδωκεν ἔχειν,” μηδὲν ἄλλο ἣ τὴν γέννησιν νομίζωμεν, οὕτω καὶ ἐπὶ ἄλλων ὁμοίως.
- 17.148
Τὸ δὲ “εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον,” καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι ἵνα τοῦτο αὐτὸ εἴπω καὶ διδάξω καὶ πείσω πάντας, ὅτι βασιλεὺς καὶ δεσπότης καὶ Κύριός εἰμι. Ἐπισπάσασθαι δὲ θέλων διὰ τούτων τὸν Πιλάτον, καὶ πεῖσαι γενέσθαι τῶν λεγομένων ἀκροατὴν λέγει “πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς·” εἴ τις γὰρ, φησὶν, ἐστὶν ἀληθὴς, καὶ τοῦτο ποθεῖ πάντως ἀκούσεται. εὐθέως αὐτὸν εἷλε τοῖς βραχέσι ῥήμασι· τοῦτο γὰρ δηλοῖ ὅπερ εἶπεν ὁ Πιλάτος, “τί ἐστιν ἀλήθεια;” ἀλλ’ ἐπειδὴ πρὸς τὸ κατεπεῖγον ἵσταται, συνεῖδε γὰρ ὅτι τοῦτο μὲν ἐδεῖτο καιροῦ τὸ ἐρώτημα, ἔδει δὲ αὐτὸν ἐξαρπάσαι τέως τῆς τῶν Ἰουδαίων ὁρμῆς. Διὰ τοῦτο ἐξῆλθε πρὸς αὐτοὺς, καὶ φησιν, “ἐγὼ οὐδεμίαν αἰτίαν “εὑρίσκω ἐν αὐτῷ,” καὶ τοῦτο δὲ συνετῶς· οὐ γὰρ εἶπεν, εἰ ἥμαρτεν καὶ ἄξιός ἐστι θανάτου, ὅμως χαρίσασθαι αὐτὸν τῇ ἑορτῇ, ἀλλὰ πρῶτον αὐτὸν ἀπαλλάξας αἰτίας ἁπάσης, τότε ἀξιοῖ ἐκ περιουσίας λέγειν, “ἔστιν ὑμῖν συνήθεια, ἵνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ πάσχα· εἶτα καὶ ἐντρεπτικῶς καὶ δυσωπητικῶς σφόδρα ἐπάγει, “βούλεσθε οὖν ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων ἀπο- “λύσω;” ἀλλ’ ὦ τῆς μιαρᾶς αὐτῶν γνώμης· τὸν μὲν ὁμότροπον καὶ ὑπεύθυνον αἰτοῦσι, τὸν δὲ ἀνεύθυνον κολάσαι κελεύουσι, κράζοντες, “μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν.” αὕτη γὰρ αὐτοῖς ἄνωθεν ἡ συνήθεια. Ἡμᾶς δὲ χρὴ διὰ πάντων σκοπεῖν τοῦ δεσπό- του τὴν ἐπιείκειαν.
- 17.149
᾿Αμμωνίου πρεσβυτέρου. Ἐγὼ διὰ τοῦτο γέγονα ἄνθρωπος, καὶ ἐγεννήθην ἐκ Μάριας, ἵνα τὸ ψεῦδος καὶ τὸν διάβολον ἐκ τοῦ κόσμου ἀπελάσας, βασιλεύουσαν ἀποδείξω πάντων τὴν θείαν φύσιν.
- 17.150
Θεολώρου Μομψουεστίασ. Οὕτως αὐτὸν εἷλε τοῖς βραχέσι ῥήμασιν, ὡς εἰπεῖν “τί ἐστιν ἡ ἀλήθεια;” σχεδὸν γὰρ ἐξ ἀνθρώπων ἠφάνιστο τὸ πρὶν καὶ ἠγνοεῖτο ὑπὸ πάντων ἔτι ἐν ἀπιστίᾳ ἐξεταζομένων.
- 17.151
᾿Απολιναρίου. ᾿Αλήθειαν λέγει τὸ ἑαυτὸν ὑποδεῖξαι τοῖς ἀνθρώποις, καὶ διὰ τῆς αὐτοῦ γνώσεως τὴν σωτηρίαν αὐτοῖς χαρίσασθαι.
- 17.152
Κυρίλλου. Βασιλέα τῶν Ἰουδαίων λέγων τὸν Ἰησοῦν, χαριεντίζεται ὁμοῦ καὶ ὑποχαλᾷ τῷ γελοίῳ τὴν τῶν λελυπηκότων ὀργὴν, ἐν τῷ δεικνύειν σαφῶς, ὅτι ἐπ’ αὐτῷ δὴ τοῦτο κατηγορεῖται μάτην· μηδὲ γὰρ ἃν ἀφέσεως ἠξίωσέ ποτε τὸν ἐπὶ τυραννίδι καὶ νεωτερισμῷ τῷ κατὰ Ῥωμαίων κατεγνωσμένον τὸν Ῥωμαίων στρατηγόν· δι’ ὃν οὖν ἀνεῖναι προτρέπει, μεμαρτύρηκεν αὐτῷ τὸ παντελῶς ἀνυπαίτιον. διασκεπτομένῳ δέ μοι καὶ δοκοῦντι πόθεν ἆρα γέγονε τοῖς Ἰουδαίοις ἐν ἔθει τὸ ἐξαιτεῖν ἑνὸς ἄφεσιν λῃστοῦ τινος, ἣ φονευτοῦ, λογισμὸς μὲν ἐπῆλθεν, ὡς οὐκέτι μὲν πάντα κατὰ τὸν θεῖον αὐτοῖς ἐπράττετο νόμον· ἔθεσι δὲ μᾶλλον ἰδίοις ἀποκεχρῆσθαι ἐδόκουν· πρὸς ἐξίτηλον ἐτρέποντο πολιτείαν, καὶ οὐ σφόδρα συνεῖδον τοῖς διὰ Μωϋσέως τεθεσπισμένοις. ἀλλά μοι τὴν θείαν διερευνῶντι γραφὴν, καὶ φιλοθηροῦντι πανταχόθεν τὴν τοῦ πράγματος αἰτίαν, παρέπιπτέ τι τῶν θείων λογίων, ὃ καὶ καλεῖ πὼς εἰς ὑποψίαν τὸν ἡμέτερον νοῦν, μὴ ἆρα τί πληροῦντες τῶν κατὰ τὸν νόμον, καίτοι δυσάγωγοι λίαν ὄντες ᾿Ιουδαῖοι, τὴν τοῦ κακουργοῦντος ἐζήτουν ἄφεσιν. γέγραπται τοίνυν ἐπὶ τῷ βιβλίῳ τῶν Ἀριθμῶν, ὁ περὶ τοῦ φονεύοντος νόμος ἀκουσίως ἤγουν ἑκουσίως· διωρισμένης δὲ τῆς δίκης ἐναργῶς τῆς ἐπὶ τῷ καταβουλήτῳ φονευτῇ, μέτεισιν εὐθὺς ὁ λόγος εἰς τὸν περὶ τοῦ φονεύοντος ἀκουσίως, εἶτα καὶ οὕτω φησὶ μεθετέρα, “ἐὰν δὲ ἐξαπίνης οὐ δι’ “ἔχθραν ὤσῃ αὐτὸν, ἣ ἐπιρρίψει ἐπ’ αὐτὸν πᾶν σκεῦος οὐκ ἐξ ἐν- “έδρου, ἢ ἐν παντὶ λίθῳ, ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ, οὐκ εἰδὼς, “καὶ πέσῃ ἐπ’ αὐτὸν, καὶ ἀποθάνῃ, αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτοῦ ἦν, “οὐδὲ ζητῶν κακοποιῆσαι αὐτὸν, καὶ κρινεῖ ἡ συναγωγὴ ἀνὰ μέσον “τοῦ πατάξαντος καὶ ἀνὰ μέσον τοῦ ἀγχιστεύοντος, τὸ αἷμα, “κατὰ τὰ κρίματα ταῦτα P, καὶ καταστήσουσιν αὐτὸν καὶ ἡ συνα- “γωγὴ εἰς τὴν πόλιν τοῦ φυγαδευτηρίου οὗ ἔφυγε·” τοιαύτης οὖν ἀνεγειρομένης τῆς ἐντολῆς, εἶτα τινῶν ὡς εἰκὸς τοιούτοις περιπιπτόντων πταίσμασιν, ἵνα παντελῶς δικαιοῖ τῶν τῇδε τεθεσπισμένων μὴ παντελῶς ἀλογεῖν, κατὰ πληθὺν συνιόντες Ἰουδαῖοι τῶν τοιούτων ἐζήτουν ἕνα· ἔργον γὰρ ὅλης τοῦτο συναγωγῆς ὁ νόμος γενέσθαι προσέταττε, ἀπολύσειν γε μὴν ἐξῆν αὐτοῖς, κατά γε τὸ δοκοῦν τῷ νόμῳ. τοῦτο δρᾷν αἰτοῦσι Πιλάτῳ· καταδεξάμενοι γὰρ ἅπαξ τὴν Ῥωμαίων ἀρχὴν, τὰ πλεῖστα λοιπὸν τῶν καθ’ ἑαυτοὺς τοῖς ἐκείνων παρεχώρουν νόμοις· καὶ γοῦν φονεύειν ἐξὸν τὸν ἔπι τισι τῶν ἀτόπων κατεγνωσμένων, ὡς ἕνα τῶν τοιούτων Πιλάτῳ προσήγαγον τὸν Ἰησοῦν.
- 17.153
Τίνος ἕνεκεν ὁ Πιλάτος λαβὼν τὸν Κύριον Ἰησοῦν ἐμαστίγωσε; τάχα ἐκλῦσαι αὐτοὺς βουλόμενος, καὶ παραμυθήσασθαι τὸν Ἰουδαϊκὸν ζῆλον. Ἐπειδὴ γὰρ διὰ τῶν ῥημάτων οὐκ ἴσχυσεν αὐτὸν ἐξελέσθαι, σπεύδων μέχρι τούτου στῆσαι τὸ δεινὸν, καὶ ἐμάστιξε, καὶ γενέσθαι τὰ γενόμενα συνεχώρησε, τὴν χλαμύδα καὶ τὸν στέφανον περιτεθῆναι, ὥστε αὐτῶν χαλάσαι τὴν ὀργήν.
- 17.154
Εἰ δὲ λέγοι τις, πῶς οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν αὐτῷ ἐπὶ τῇ κεφαλῇ, καὶ τὰ ἄλλα πάντα ἐποίησαν, εἴγε μὴ ἐπίταγμα ἦν τοῦ ἄρχοντος τοῦτο, εἰς χάριν τὴν Ἰουδαϊκὴν, σκοπείτω, ὅτι οὐδὲ παρὰ τὴν ἀρχὴν παρ’ ἐκείνου κελευσθέντες ἐπῆλθον νυκτὸς, ἀλλὰ τοῖς Ἰουδαίοις χρημάτων ἕνεκα χαριζόμενοι, πάντα ἐτόλμων. Ἐξήγαγε δὲ αὐτὸν ὁ Πιλάτος, λέγων, οὐδεμίαν αἰτίαν εὑρίσκω κατ’ αὐτοῦ, σβέσαι διὰ τούτου τὴν ὀργὴν αὐτῶν βουλόμενος, ἀλλ’ ἐκεῖνοι οὐδὲ οὕτως ἥμεροι γεγόνασιν, ἀλλ’ ἐβόων, “σταύρωσον, σταύρωσον.” Διὰ τοῦτο ἰδὼν ὁ Πιλᾶτος εἰκῆ πάντα γενόμενα, φησὶ, “λάβετε αὐτὸν ὑμεῖς, καὶ “σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν,” ὅθεν δηλονότι καὶ τὰ πρότερα διὰ τὴν ἐκείνων συνεχώρησε μανίαν· καὶ γὰρ τοῦτο ὡς ἀφοσιουμένου ἐστὶ, καὶ ἐπὶ πρᾶγμα οὐ συγκεχωτημένον αὐτοῖς ὠθοῦντος αὐτούς. Διὸ καὶ ἐν τούτῳ καταισχυνθέντες λέγουσιν, ὅτι “ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν “ ὀΦείλει ἀποθανεῖν, ὅτι Υἱὸν Θεοῦ ἐποίησεν ἑαυτὸν,” ὅθεν τοῦτο ἀκούσας ὁ Πιλάτος μᾶλλον ἐφοβήθη, μήποτε ἀληθὲς ᾖ τὸ λεγόμενον· ἐκεῖνοι δὲ καὶ διὰ πραγμάτων τοῦτο μαθόντες οὐ πεΦρίκασιν, ἀλλ’ ἀναιροῦσιν αὐτὸν, ὑπὲρ ὧν ἐχρῆν προσκυνεῖν· διὰ τοῦτο οὐκ ἔτι ἐρωτᾷ αὐτὸν ὁ Πιλάτος, τί ἐποίησας; ἀλλ’ ἄνωθεν πάλιν ποιεῖται τὴν ἐξέτασιν, ὑπὸ τοῦ Φόβου κατασειόμενος λέγων, εἰ σὺ εἶ’ ὁ Χριστός;” αὐτὸς δὲ οὐκ ἀποκρίνεται αὐτῷ. διότι μαθὼν πη αὐτοῦ ὅτι “εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἦλθον,” καὶ, “ἡ βασιλεία μου οὐκ ἔστιν ἐντεῦθεν,” καὶ ὀφείλων ἀντιστῆναι καὶ ἐξελέσθαι αὐτόν· τοῦτο μὲν οὐκ ἐποίησεν, ἠκολούθησε δὲ τῇ Ἰουδαϊκῇ ὁρμῇ, ὅθεν καὶ ἑαυτὸν προκατέκρινε λέγων, “ἐξουσίαν “ἔχω σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαι σε·” εἰ γὰρ τὸ πᾶν ἐν ἑαυτῷ ἔκειτο, τίνος ἕνεκεν οὐδεμίαν αἰτίαν εὑρὼν οὐκ ἀπέλυσεν αὐτόν; αὐτὸς δὲ κατασπῶν αὐτοῦ τὸν τῦΦον, Φησὶν, “οὐκ εἶχες ἐξουσίαν κατ’ ἐμοῦ οὐδεμίαν, εἰ μὴ ἦν σοι δεδομένον “ἄνωθεν,” δηλῶν οὐχ ἁπλῶς κατὰ τὴν τῶν ἄλλων ἀκολουθίαν τοῦτο γινόμενον, ἀλλὰ μυστικῶς ἐπιτελούμενον. ἵνα δὲ μὴ ἀκούσας, “εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν,” νομίσῃ τοῦ παντὸς ἀπηλλάχθαι ἐγκλήματος, ἐπήγαγε, “διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.” Εἰ δὲ λέγει τις, ὅτι εἰ δεδομένον ἢν, οὔτε ἐκεῖνοι, οὔτε οὗτος ὑπεύθυνοι ἐγκλημάτων εἰσίν· εἰκῆ q ταῦτα λέγει· τὸ γὰρ δεδομένον ἐνταῦτα τὸ συγκεχωρισμένον ἐστίν· ὡσανεὶ ἔλεγεν, εἴασα μὲν ταῦτα γενέσθαι· οὐ μὴν διὰ τοῦτο τῆς ἁμαρτίας ὑμεῖς ἐκτὸς ἔσεσθε, τοιαύτην προαίρεσιν πονηρὰν κεκτημένοι.
- 17.155
Ἐπεὶ οὖν κατέπληξεν αὐτὸν διὰ τῶν ῥημάτων καὶ σαφῆ παρέσχετο τὴν ἀπολογίαν, ἐκ τούτου ἐζήτει ὁ Πιλάτος ἀπολῦσαι αὐτόν· ἀλλ’ οἱ Ἰουδαῖοι, ἐπείπερ πάντοθεν ἐπεστομίσθησαν, ἐπὶ δημόσιον ἔγκλημα τὸν λόγον ἐξάγουσι λέγοντες, “ἐὰν τοῦτον “ἀπολύσῃς, οὐκ εἶ Φίλος τοῦ Καίσαρος.” Ἐπειδὴ γὰρ τὰ ἀπὸ τοῦ νόμου παράγοντες ἐγκλήματα, οὐδὲν ὤνησαν, κακούργως ἐπὶ τοὺς ἔξω τρέπονται νόμους, καί Φασι, “πᾶς ὁ ποιῶν ἑαυτὸν βασι- “λέα ἀντιλέγει τῷ Καίσαρι.” Καὶ ποῦ τυραννίδος οὗτος ἑάλω; πόθεν δὲ ἔχετε τοῦτο δεῖξαι; ἀπὸ τῆς ἁλουργίδος, ἀπὸ τοῦ διαδήματος, ἀπὸ τοῦ ὀχήματος, ἀπὸ τῶν στρατιωτῶν; οὐχὶ μετὰ τῶν ιβ΄ μαθητῶν ἀεὶ ἐβάδιζε πάντα εὐτελῶς μετιὼν, καὶ τροΦὴν καὶ στολὴν, καὶ οἴκημα; ἀλλ’ ὦ τῆς ἀνανδρείας καὶ ἀκαίρου δειλίας. Νομίσας γὰρ ὁ Πιλάτος κινδυνεύειν λοιπὸν εἰ ἴδοι ταῦτα, ἐξέρχεται μὲν ὡς ἐξετάσων τὸ πρᾶγμα· τὸ γὰρ καθίσαι τοῦτο ἐδήλου· οὐδεμίαν δὲ ποιησάμενος ἐξέτασιν, παραδίδωσιν αὐτὸν, νομίζων δυσωπήσειν αὐτούς· ὅτι γὰρ τοῦτο αὐτὸ ἐποίει, δῆλον ἐξ ὧν Φησι πρὸς αὐτούς· “ἴδε ὁ βασιλεὺς ὑμῶν·” αὐτοὶ δὲ τὴν πονηρὰν ἔτι γνώμην κατέχοντες ἔκραζον, “ἆρον, ἆρον, σταύρωσον αὐτόν·” οὕτω δὲ αὐτὸν ἀνελεῖν ἐπεχείρουν, ἐπειδὴ ἐπονείδιστος οὗτος ὁ θάνατος ἦν. δεδοικότες οὖν μή τις αὐτοῦ μετὰ ταῦτα γένηται μνήμη, σπουδάζουσιν ἐπὶ τιμωρίαν ἀγαγεῖν τὴν ἐπάρατον, οὐκ εἰδότες ὅτι διὰ τῶν κωλυμάτων λαμπροτέρα γίνεται ἡ ἀλήθεια, ὑπερέβαλλον δὲ καὶ ἑαυτοὺς ἑκόντες τῇ κολάσει, εἰπόντες, “οὐκ “ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.” Διὰ τοῦτο καὶ ὁ Θεὸς αὐτοὺς παρέδωκεν, ὅτι αὐτοὶ πρῶτοι τῆς προνοίας αὐτοῦ ἐπιστασίας ἑαυτοὺς ἐξέβαλλον. σφόδρα δὲ ἀλόγως διαπραξάμενος ὁ Πιλάτος, παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ· δέον γὰρ ἐρωτῆσαι, εἴγε ἐσπούδασεν ὁ Χριστὸς ἐπιθέσθαι τυραννίδι.
- 17.156
Ἀμμωνίου πρεσβυτέρου. Κἂν ἄρχων ᾐ, ἀλλ’ οὖν μὴ εὑρίσκων κατ’ ἐμοῦ πταῖσμα, οὐκ ἠδυνάσο καταψηφίσασθαι, εἰ μὴ ἑκὼν ἐγὼ εὐδοκίᾳ Πατρὸς ἤγαγον ἐμαυτὸν εἰς τὸ παθεῖν.
- 17.157
Ἀπολιναρίου. Τὴν ἁμαρτίαν μείζονα τὴν τοῦ παραδόντος τοῦτο εἰναί Φησιν, ὅτι κατὰ τὸν προΦήτην, “ὃν σὺ ἐπάταξας, αὐτοὶ “κατεδίωξαν,” καὶ ὡς ἀλλαχοῦ περὶ τοῦ προδότου προείρηται, “ἀνθ’ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεον, καὶ κατεδίωξε πένητα καὶ “πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι.” Τὸ γὰρ ἐν καιρῷ πόνου καὶ θλίψεως ἐπιτίθεσθαι τῷ μηδὲν ἀδικοῦντι, δεινὸν παρὰ τῷ δικαίῳ καὶ ἀγαθῷ Θεῷ· ᾧτ’ γὰρ συμπάσχειν ἐχρῆν, τούτῳ προστιθεὶς ἀλγηδόνας, ἀνθίσταται τῷ Θεῷ.
- 17.158
Σευήρου Ἀντιοχείασ ἐκ τῆσ πρὸσ Θωμᾶν ἐπίσκοπον Γερμανικίασ Ἐπιστολῆσ. Εὐσέβιος ὁ Καισαρεὺς ὁ Παμφίλου προσαγορευόμενος ἐν ταῖς πρὸς Μαρῖνον ἐπὶ ταῖς περὶ τοῦ θείου πάθους καὶ τῆς ἀναστάσεως ζητήσεσι καὶ ἐπιλύσεσι, καὶ τοῦτο προὔθηκεν εἰς ἐξέτασιν τὸ p τὸν μὲν θεῖον Εὐαγγελιστὴν Μάρκον εἰπεῖν, ὥραν εἶναι τρίτην καθ’ ἣν ἐσταυρώθη ὁ Θεὸς ἡμῶν, τὸν δὲ θεολογικώτατον Ἰωάννην κατὰ τὴν ὥραν τὴν ἕκτην γράψαι προκαθεσθῆναι τὸν Πιλάτον ἐπὶ τοῦ βήματος, ἐν τῷ λιθοστρώτῳ καλουμένῳ τόπῳ, καὶ ἀνακρίνειν τὸν Ἰησοῦν· καί φησι γραφικὸν εἶναι τοῦτο σφάλμα παραγοραὲν q πάντων ἐξ ἀρχῆς ἀπογραψαμένων τὰ εὐαγγέλια· τοῦ μὲν γὰρ γάμμα στοιχείου τὴν τρίτην ὥραν σημαίνοντος, τοῦτο r δὲ ἐπισήμου τὴν ἕκτην, καὶ πολλὴν ἐμφέρειαν s τρίτης ὥρας δηλωτικὸν, κυρτωθείσης τῆς ἀποτεταμςρνης εἰς μῆκος εὐθείας, εἰς τὴν τοῦ ἐπισήμου μεταχωρῆσαι σημασίαν, τοῦ τῆς ἕκτης ὥρας δηλωτικοῦ· τῶν γὰρ τριῶν εὐαγγελιστῶν γευστῶν τοῦ τε Ματθαίου καὶ Μάρκου καὶ Λουκᾶ σύμφωνον λεγόντων, ὡς ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, πρόδηλον ὡς ὁ Κύριος καὶ Θεὸς Ἰησοῦς πρὸ τῆς ἕκτης ὥρας πρὸ τοῦ γενέσθαι τοῦ σκότους ἐσταύρωτο, δηλαδὴ κατὰ τὴν τρίτην ὥραν, ὡς ὁ Μάρκος ἱστόρησε, καὶ τοῦ Ἰωάννου τὸν ὅμοιον τρόπον τρίτην εἶναι τὴν ὥραν ἐπισημηναμένου, καὶ τῶν ἀπογραψαμένων, τὸ γάμμα μετατεθέντων εἰς τὸ ἐπίσημον.
- 17.159
Τοῦ Αφίου Ἡσυκίου πρεσβυτέρου Ἱεροσολύμων. Τίνος ἕνεκεν ὁ μὲν Μάρκος τρίτην ὥραν λέγει τὸν Χριστὸν σταυρωθῆναι, ὁ δὲ Ἰωάννης ἕκτην; Μάρκος μὲν τὴν ὥραν τῆς ἀποφάσεως τοῦ σταυροῦ σαφῶς καὶ ἀναμφιβόλως ἐκτίθεται· ἐπεὶ οὖν σταυρῶσαι καὶ τιμωρήσασθαι ἔκτοτε οἱ δικασταὶ λέγονται, ἀφ’ οὗ τὴν ἀπόφασιν ἐξενέγκωσι, διὰ τὸ τὴν δύναμιν τῆς τιμωρίας καὶ τοῦ θανάτου ἐν ταῖς γλώσσαις κεκτῆσθαι, τούτου χάριν ὁ Μάρκος αὐτὸν τὴν τρίτην ὥραν σταυρωθῆναι λέγει, ἀφ’ ἧς ὁ Πιλάτος τὴν ἀπόφασιν ἐξήνεγκεν· Ἰωάννης δὲ ὡς εἰρηκότος τοῦ Μάρκου τὸν καιρὸν τῆς ἀποφάσεως, αὐτὸς τὴν ὥραν ἐν ἡ τῷ σταυρῷ προσήλωσαν τὸν Κύριον ἔφησεν. Χρὴ γὰρ σκοπῆσαι ἃ μεταξὺ τῆς παρὰ τοῦ Πιλάτου περὶ τοῦ σταυροῦ προσελθούσης ἀποφάσεως καὶ τῆς ὥρας αὐτῆς, ἐν ᾗ εἰς τὸν σταυρὸν ὁ Κύριος ἀναβέβηκε, πέπρακται. ταῦτα μὲν γὰρ ὁ Ἰωάννης γέγραφε. Μετὰ γὰρ τὸ ἀπολῦσαι τὸν Πιλάτον τὸν Βαραββᾶν, φραγελλῶσαι δὲ τὸν Ἰησοῦν, καὶ παραδοῦναι ἵνα σταυρωθῇ, μετ’ αὐτοῦ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτῷ, καὶ τὰ λοιπὰ ἐπετέλουν ἐμπαίζοντες αὐτόν. Ἔτι δὲ καὶ ὁ Πιλάτος ἐξήνεγκεν αὐτὸν ἐστεφανωμένον ταῖς ἀκάνθαις, καὶ τὸ πορφυροῦν περιβεβλημένον ἱμάτιον, καὶ εἶπεν, “ἰδοὺ ὁ ἄνθρωπος·” πρόσκειται, καὶ ὅτι ἐβόησαν οἱ Ἰουδαῖοι, “ἆρον, ἆρον, σταύρωσον αὐτὸν,” καὶ ὅτι τῶν Ἰουδαίων ἀποκρινομένων “ἡμεῖς νόμον ἔχομεν,” καὶ τὰ ἑξῆς, πάλιν εἰσελθὼν ὁ Πιλάτος ἑτέραν ποιεῖται τοῦ Ἰησοῦ τὴν ἀνάκρισιν, ἀφ’ ἧς αὐτὸν καὶ ἀπολῦσαι ἐβούλετο, καὶ τὰ ἀκόλουθα δὲ πάντα ἕως οὗ ἐν τῶ λιθοστρώτῳ πάλιν ἑτέραν ποιεῖται περὶ ἑαυτοῦ διάγνωσιν. Ταῦτα οὖν πάντα ἱκανὰ ὑπῆρχε τὸν ἀπὸ τρίτης ὥρας μέχρι τῆς ἕκτης δαπανῆσαι χρόνου, ἅπερ ὁ Ἰωάννης ἐκθέμενος, ὡς καὶ τούτοις πᾶσι παρηκολουθηκὼς, ἀναγκαίως τῆς ἕκτης ὥρας ἐμνημόνευσεν, ὅτε καὶ παρέδωκεν αὐτὸν αὐτοῖς τελείως ἵνα σταυρωθῇ, οὐκέτι μαστίξας, ἤδη γὰρ μαστιχθεὶς, ὅτε αὐτὸν τῇ ἀποφάσει σταυτωθῆναι παρέδωκε· νῦν δὲ αὐτὸ τὸ ἔργον τοῦτο γενέσθαι προσέταξε· διόπερ οὐδενὸς ἑξῆς ἄλλου πεπραγμένου μέμνηται, μόνης δὲ τῆς ἐπὶ τὸν σταυρὸν ἀπαγωγῆς· ἐὰν δὲ λέγῃ τις, ὅτι καὶ ἕνεκεν τίνος ἅπαξ ἀποφηνάμενος, πάλιν αὐτὸν ἀπολῦσαι ἐβούλετο, πρῶτον μὲν ὑπὸ τοῦ πλήθους βιασθεὶς ἔθετο τὴν ἀπόφασιν, ἔπειτα καὶ τῷ ὀνείρῳ τῆς γυναικὸς ἐνύττετο. Ἦν γὰρ αὐτῷ, ὥς φησιν ὁ Ματθσῖος μηνύσασα, “μηδέν σοι καὶ τῷ ἀνθρώπῳ τῷ δικαίῳ, καὶ τὰ ἑξῆς.
- 17.160
Τίνος χάριν ὁ μὲν Ἰωάννης βαστάσαι τὸν σταυρὸν αὐτοῦ ἱστορεῖ τὸν Κύριον, οἱ δὲ λοιποὶ Εὐαγγελισταὶ Σίμωνα τὸν Κυρηναῖον πεποιηκέναι τοῦτο συνέγραψαν; ἐπειδὴ ἑκάτερον πέπρακται. Ἅμα γὰρ τὸ ἀπαχθῆναι τὸν Κύριον ἐπὶ τῷ σταυρωθῆναι, ἐπὶ τὸν ὦμον βαστάζων τὸν σταυρὸν αὐτὸς ἐξῆλθε, τῶν στρατιωτῶν οὐκ ἀξιούντων βαστάσαι αὐτὸν, μὴ παρόντος ἑτέρου τοῦ βαστάζειν ὀφείλοντος, τῆς ὁδοῦ τότε ἀγγαρευθεὶς ὁ Σίμων ὑπὸ τῶν στρατιωτῶν, λαβὼν αὐτὸν ὑπὸ τοῦ Κυρίου ἐβάστασεν. Ὅτι δὲ οὕτως ἔχει, αὐτὰ ὑμᾶς διδάξει τῶν Εὐαγγελιστῶν τὰ ῥήματα, ὅτι περ “ἀγ- “γαρεύουσι,” φησὶ, “παράγοντα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ ὅπερ δηλοῖ ὅτι τῆς ὁδοῦ ἐρχομένοις ἐπὶ τὸν Γολγαθὰ, ἐρχόμενος ἀπ’ ἀγροῦ ὁ Σίμων συνήντησε· τὸ γὰρ συναντῆσαι τοῖς ὁδεύουσι γίνεται· ὅθεν τὸν σταυρὸν οὐκ ἐξ ἀρχῆς, ἀλλὰ τότε ἀγγαρευθεὶς ἐβάστασε.
- 17.161
Τοῦ Χρυσοστόμου. Διὰ τι βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν; ἐπειδὴ καὶ ἐν τῷ τύπῳ οὕτω γέγονε; καὶ γὰρ ὁ Ἰσαὰκ τὰ ξύλα ἐβάστασεν, εἰ καὶ τότε μὲν μέχρι τῆς γνώμης τοῦ πατρὸς ἔστη τὸ πρᾶγμα· τύπος γὰρ ἢν· νῦν δὲ καὶ ἐπὶ τῶν ἔργων ἐξῆλθεν, ἀλήθεια γὰρ ἦν· καὶ ὡς καταδίκῳ δὲ λοιπὸν, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν, καὶ τὸ ξύλον οἰωνίζοντο t, καὶ οὐδὲ θιγεῖν ἠνείχοντο. Εἰς δὲ τὸν κρανίου τόπον σταυροῦσιν ἐπειδὴ, φασὶ τινὲς τὸν Ἀδὰμ ἐκεῖ τετελευτηκέναι καὶ κεῖσθαι· διὰ τοῦτο οὖν καὶ ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστὸς, ἔνθα ὁ θάνατος ἐβασίλευσε, ἐκεῖ καὶ τὸ τρόπαιον ἔστησε. Σταυροῦσι δὲ ἄλλους δύο μετ’ αὐτοῦ, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ αὐτὸν, καὶ τοῦτο εἰ καὶ ἄκοντες, πληροῦντες προφητείαν τὴν λέγουσαν “ὅτι μετὰ ἀνόμων ἐλογίσθη” ἃ γὰρ ὑβρίζοντες ἐποίουν οὗτοι, ταῦτα τῇ ἀληθείᾳ συνετέλει, ἵνα μάθωμεν ὅση αὐτῆς ἡ δύναμίς. Εβούλετο μὲν γὰρ συσκιάσαι τὸ γινόμενον ὁ διάβολος, ἀλλ’ οὐκ ἴσχυσε. Καὶ γὰρ τριῶν σταυρωθέντων μόνος ἔλαμψεν ὁ Κύριος ἡμῶν Ἰησοῦς.
- 17.162
Τὸ δὲ τίτλον ἔγραψεν ὁ Πιλάτος, καὶ ἐπέθηκεν ἐπὶ τοῦ σταυροῦ, ὁμοῦ μὲν τοὺς Ἰουδαίους ἀμυνόμενος, ὁμοῦ δὲ καὶ ἀπολογούμενος ὑπὲρ τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ὡς φαῦλόν τινα αὐτὸν ἐξέδωκαν οἱ Ἰουδαῖοι, καὶ τὴν ψῆφον ταύτην τῆ κοινωνίᾳ τῶν λῃστῶν βεβαιῶσαι ἐπεχείρουν, ἐμφράττων αὐτῶν τὰ στόματα καὶ δεικνὺς ὅτι τῷ οἰκείῳ βασιλεῖ ἐπανέστησαν, ὥσπερ ἐπὶ στήλης τινὸς τὰ γράμματα ἔθηκε, καὶ τοῦτο οὐ μιᾷ γλώττῃ, ἀλλὰ τρισὶ δῆλον ἐποίησεν. Ἐπειδὴ γὰρ εἰκὸς πολλοὺς εἶναι μιγάδας Ἰουδαίων διὰ τὴν ἑορτὴν, ὥστε μηδένα ἀγνοεῖν τὴν ἀπολογίαν, ταῖς φωναῖς ἁπάσαις τὴν Ἰουδαίων μανίαν ἐστηλίτευσεν, ὅθεν καὶ οἱ ἀρχιερεῖς καὶ ἐσταυρωμένοι βασκαίνοντες ἔλεγον τῷ Πιλάτῳ, “μὴ γράφε βασιλεὺς τῶν Ἰουδαίων,” ὡσανεὶ ἔλεγον, ὅτι τούτου γενομένου δείκνυται τῆς αὐτοῦ προπετείας καὶ ἀλαζονείας τὸ ἔγκλημα εἶναι· ἀλλ’ οὐχ ὁ Πιλάτος προετράπη, ἀλλὰ Φησὶν, “ὃ γέγραφα, γέγραφα.” μέγα δὲ καὶ ἐντεῦθεν οἰκονομεῖται. Ἐπειδὴ γὰρ κατεχώσθη τοῦ σταυροῦ τὸ ξύλον, ὡς οὐδενὸς αὐτὸν ἀνελέσθαι σπουδάζοντος, τὸ καὶ φόβον ἐπικεῖσθαι καὶ πρὸς ἕτερα κατεπείγοντα τοὺς πιστεύοντας σπεύδειν, μέλλοντα δὲ χρόνοις ὕστερον ἐπιζητεῖσθαι, εἰκὸς δὲ τοὺς τρεῖς ὁμοῦ κεῖσθαι σταυροὺς, ἵνα μὴ ἀγνοῆται ὁ τοῦ δεσπότου, πρῶτον μὲν ἀπὸ τοῦ μέσως κεῖσθαι, ἔπειτα δὲ καὶ ἀπὸ τοῦ τίτλου δῆλος πᾶσιν ἐγένετο· οἱ γὰρ τῶν λῃστῶν τίτλους οὐκ εἶχον. Χρὴ δὲ σκοπῆσαι πανταχοῦ τὰς προφητείας πληρουμένας δι’ ὧν ἐκεῖνοι πονηρεύονται· καὶ γὰρ καὶ τοῦτο ἄνωθεν προείρητο, ὅπερ οἱ στρατιῶται διεπράξαντο, τὰ ἱμάτια αὐτοῦ μερισάμενοι.
- 17.163
Περὶ δὲ τοῦ χιτῶνος ὅτι “ἦν,” φησὶν, “ἄρραφος ἐκ τῶν ἄνωθεν “ὑφαντὸς,” οἱ μὲν φασὶν ἀλληγορίαν ἐν τούτῳ δηλοῦσθαι, ὅτι οὐχ ἁπλῶς ἄνθρωπος ἦν, ἀλλὰ καὶ ἄνωθεν τὴν θεότητα εἰχεν· οἱ δὲ αὐτὸ τὸ εἶδος τοῦ χιτωνίσκου φασὶ τὸν Εὐαγγελιστὴν ἱστορεῖν. ἐπειδὴ γὰρ ἐν τῇ Παλαιστίνῃ δύο ῥάκκη συμβάλλοντες οὕτως ὑφαίνουσι τὰ ἱμάτια, καὶ ὅτι καθάπερ ἐν τοῖς ἄλλοις ἅπασιν, οὕτω καὶ ἐν τῆ στολὴ τὸ λιτὸν ἐδίωκε σχῆμα. Εἶπον δὲ πρὸς ἀλλήλους ἐκεῖνοι, “μὴ σχίσωμεν αὐτὸν,” καὶ τὰ ἑξῆς, ὅπως μάθωμεν ἡμεῖς προφητείας ἀκρίβειαν. Οὐ γὰρ ὅτι ἐμερίσαντο μόνον, ἀλλ’ ὅτι καὶ οὐκ ἐμερίσαντο, εἶπεν ὁ προφήτης, τὰ μὲν γὰρ ἄλλα διενείμαντο, τὸν δὲ χιτῶνα οὐκέτι, ἀλλὰ κλήρῳ τὸ πρᾶγμα ἐπέτρεψαν.
- 17.164
Κυρίλλου. Εἰς τέσσαρα μέρη διελόντες τὰ τοῦ Σωτῆρος ἱμάτια, ἀμέριστον τηροῦσι τὸν ἕνα, τῆς ἀφράστου σοφίας τοῦ μονογενοῦς διοικουμένης ὥσπερ τι, καὶ διὰ τοῦτο σημεῖον μυστικῆς οἰκονομίας, δι’ ἧς ἔμελλε τὰ τέσσαρα μέρη τῆς οἰκουμένης διασώζεσθαι. Ἐμερίσαντο γὰρ καὶ οἱονεί πω καὶ ἀμερίστως ἔχει τὰ τέσσαρα τῆς οἰκουμένης μέρη, τὸ ἅγιον ὄντως περίβλημα, τοῦτ’ ἔστι τὸ σῶμα αὐτοῦ· κατακερματιζόμενος γὰρ ἐν τοῖς καθ’ ἕνα καὶ τὴν ἑκάστου ψυχὴν ἁγιάζων μετὰ τοῦ σώματος διὰ τῆς ἰδίας σαρκὸς ὁμογενὴς ὁλοκλήρως καὶ ἀμερίστως, ἐν ὅλοις ἐστὶν ὑπάρχων πανταχῆ, μεμέρισται γὰρ οὐδαμῶς, κατὰ τὴν τοῦ Παύλου φωνήν.
- 17.165
Τίς ἐστιν ἡ ἀδελφὴ τῆς μητρὸς τοῦ Κυρίου; τοῦ Κλεώπα μὲν ἐστὶ γυνὴ, συγγενὴς δὲ τῆς θεοτόκου, κατὰ λόγον καὶ οὐ κατὰ φύσιν, διὰ τὸ τὸν Ἰωσὴφ τὸν τῆς παρθένου μνηστῆρα ἀδελφὸν εἶναι τοῦ Κλεώπα, καθώς φησιν Ἐπιφάνιος ὁ τῆς Κύπρου, καὶ Ἰώσηππος ἱστορεῖ. Εἰ γὰρ καὶ ἀδελφὴν εἶπεν ὁ Εὐαγγελιστὴς τῆς θεομήτορος τὴν τοῦ Κλεώπα Μαρίαν, ἀλλὰ διὰ τὴν συγγένειαν τοῦτο εἴρηκεν. ἔθος γὰρ τοῦτο τοῖς παλαιοῖς τὸ τοὺς ἀγχιστεύοντας ἀδελφοὺς καλεῖν, καθώς φησιν Ἰσαὰκ πρὸς Ἀβιμέλεχ τὸν βασιλέα περὶ τῆς Ῥεββέκκας, ὅτι “ἀδελφή μου ἐστι,” καί τοι γυνὴ αὐτοῦ ἦν· καὶ ὁ Κύριος διὰ τοῦ προφήτου πρὸς τὸν ἑαυτοῦ Πατέρα, “ἀναγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου s,” “ὅτι προάγω ὑμᾶς εἰς τὴν Φαλιλαίαν·” οὐδαμοῦ γὰρ εὕρηται παρὰ τῇ θείᾳ γραφῇ ἐμφερόμενον τοῦτο, ὅτι γεγέννηται ἕτερον τέκνον τοῖς δικαίοις Ἰωακεὶμ καὶ Ἄννᾳ πλὴν τῆς θεόπαιδος.
- 17.166
Ὅτι τέσσαρες Μαρίαι ἐμφέρονται διαφόρως ἐν τοῖς θείοις Εὐαγγελισταῖς, καὶ πρώτη Μαρία ἡ θεοτόκος, ἡ παρὰ τῷ Ματθαίῳ καὶ Μάρκῳ λεγομένη Μαρία, ἡ τοῦ Ἰακὼβ τοῦ μικροῦ καὶ Ιωσῆ μήτηρ. Λέγεται δὲ μήτηρ αὐτῶν θέσει καὶ οὐ φύσει διὰ τὸ εἶναι τὸν μνηστῆρα Ἰωσὴφ πατέρα αὐτῶν. Δευτέρα Μαρία ἡ Μαγδαλινὴ, ἀφ’ ἧς ἐκβεβλήκει ὁ Κύριος ἑπτὰ δαιμόνια. τρίτη Μαρία ἡ τοῦ Κλεώπα γυνὴ, ἀδελφὴ δὲ λεγομένη παρὰ τῷ Εὐαγγελιστῇ Ἰωάννῃ τῆς θεοτόκου διὰ τὴν συγγένειαν, καὶ διὰ τὸν μνηστῆρα Ἰωσὴφ ὡς εἴρηται εἶναι ἀδελφὸν τοῦ Κλεώπα. Τετάρτη Μαρία ἡ σώφρων, ἡ τοῦ Λαζάρου ἀδελφή.
- 17.167
Παρατίθεται δὲ καίπερ σταυρώμενος τὴν μητέρα τῷ μαθητῇ, παιδεύων ἡμᾶς μέχρις ἐσχάτης ἀναπνοῆς πᾶσαν ἐπιμέλειαν ποιεῖσθαι τῶν γεγεννηκότων. κρύπτει δὲ πάλιν ἑαυτὸν ὁ Ἰωάννης εἰπὼν “ καὶ τὸν μαθητὴν ὃν ἠγάπα” μετριάζων, ἐπειδὴ καὶ τὴν αἰτίαν εἶπεν ἃν, δι’ ἣν ἠγαπᾶτο. Καὶ γὰρ εἰκὸς μεγάλην τινὰ εἶναι καὶ θαυμαστήν. Κατανοήσωμεν δὲ καὶ πῶς καὶ σταυρούμενος ὁ δεσπότης ἡμῶν Ἰησοῦς πάντα ἀταράχως ἔπραττε, τῷ μαθητῇ διαλεγόμενος περὶ τῆς μητρὸς, προφητείας πληρῶν, τῷ λῃστῇ χρηστὰς ὑποφαίνων ἐλπίδας, καί τοιγε πρὸ τοῦ σταυροῦ φαίνεται ἱδρῶν, ἀγωνιῶν, δεδοικώς. Τί ποτε οὖν ἔστι τοῦτο ; οὐδὲν ἄπορον οὐδὲ ἀσαφές. κεῖ μὲν γὰρ ἡ τῆς φύσεως ἀσθενεια δείκνυται, ἐνταῦθα δὲ ἡ τῆς δυνάμεως περιουσία διαλάμπει· ἐτίμησε δὲ καὶ μεγάλῃ τιμῇ τὸν μαθητὴν, τῆ μητρὶ τῇ ἑαυτοῦ εἰπὼν, “ ἴδε ὁ υἱός σου, καὶ τῷ μαθητῇ, ἰδοὺ ἡ μήτηρ σου.” ταῦτα δὲ ἔλεγε συνάπτων αὐτοὺς εἰς ἀγάπην· ὅπερ οὖν καὶ ὁ μαθητὴς συνιεὶς εἰς τὰ ἴδια αὐτὴν ἔλαβε. Τὸ δὲ “ ἰδὼν ὁ Ἰησοῦς ὅτι πάντα τετέλεσται,” δηλοῖ, ὅτι οὐδὲν ἔλιπε τῇ οἰκονομίᾳ.
- 17.168
Χρὴ δὲ σκοπῆσαι καὶ τοῦτο, πῶς ἐν τῇ ἐξουσίᾳ αὐτοῦ τοῦ μέλλοντος τελευτᾷν τὸ πᾶν ἔκειτο, ὅτι οὐ πρότερον ἐπήει t τῷ σώματι ἡ τελευτὴ, ἕως ὅτε αὐτὸς ἐβούλετο· ἐβούλετο δὲ μετὰ τὸ πάντα πληρῶσαι· τούτου δὲ γεγονότος λέγει, “ διψῶ,” πάλιν κἀνταῦθα προφητείαν πληρῶν· οἱ δὲ τὸ μιαρὸν τοῦ τρόπου αὐτῶν πάλιν ἐνδεικνύμενοι· “ πλήσαντες οὖν σπόγγον ὄξους μετὰ χολῆς “ καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι,” μήτε μέλλοντος αὐτοῦ λοιπὸν ἀπιέναι ἥμεροι γενόμενοι, αὐτὸς δὲ ἀταράχως καὶ μετ’ ἐξουσίας πάντα πράττων, “ εἶπε, τετέλεσται,” καὶ τὸ ἑξῆς δὲ τοῦτο δηλοῖ. Φησὶ γὰρ, “ καὶ κλίνας τὴν κεφα- “ Λὴν παρέδωκε τὸ πνεῦμα,” τουτέστιν, ἀπέψυξε· καί τοι οὐ μετὰ τὸ κλῖναι τὴν κεφαλὴν τὸ ἐκπνεῦσαι γίνεται, ἀλλὰ μετὰ τὸ ἐκπνεῦσαι τὸ κλῖναι· ἐνταῦθα δὲ τοὐναντίον, οὐδὲ γὰρ ἐπειδὴ ἔκλινε τὴν κεφαλὴν, ἐξέπνευσε, δι’ ὧν ἁπάντων ἐδήλωσεν ὁ Εὐαγγελιστὴς, ὅτι τοῦ παντὸς κύριος αὐτὸς ἢν.
- 17.169
Οἱ δὲ τὴν κάμηλον καταπίνοντες καὶ τὸν κώνωπα διυλίζοντες, τηλικοῦτον ἐργασάμενοι τόλμημα, περὶ τῆς ἡμέρας ἀκριβολογοῦνται· καὶ γάρ φησιν, “ ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ “ σώματα ἐν τῷ σαββάτῳ” καὶ τὰ ἑξῆς. Ὅτι δὲ ἰσχυρὸν ἡ ἀλήθεια, καὶ ἐν τούτῳ δείκνυται, δι’ ὧν γὰρ ἐκεῖνοι σπουδάζουσι, διὰ τοῦτο αἱ προφητεῖαι πληροῦνται· ἐλθόντες γὰρ οἱ στρατιῶται τῶν μὲν ἄλλων κατέαξαν τὰ σκέλη, τοῦ δὲ Χριστοῦ οὐκέτι, ἀλλ’ ὅμως χαριζόμενοι τοῖς Ἰουδαίοις “ εἷς τῶν στρατιωτῶν ἔνυξε αὐτοῦ “ τὴν πλευρὰν τῇ λογχῇ,” καὶ νεκρὸν τὸ σῶμα ἐνυβρίζοντες· ἐξελθὸν δὲ αἷμα καὶ ὕδωρ, οὐχ ἁπλῶς αἱ τούτων προῆλθον πηγαὶ, ἀλλ’ ἐπειδὴ ἐξ ἀμφοτέρων τούτων ἡ Ἐκκλησία συνέστηκε, καὶ τοῦτο γιγνώσκουσιν οἱ πιστοὶ, δι’ ὕδατος μὲν ἀναγεννηθέντες, δι’ αἵματος δὲ καὶ σαρκὸς τρεφόμενοι, ἀρχὴν ἐκεῖθεν λαμβάνει τὰ μυστήρια, ἵν ὅταν προσείης τῷ φρικτῷ μυστηρίῳ, ὡς ἀπ’ αὐτῆς πίνων τῆς πλευρᾶς, οὕτω προσείης.
- 17.170
Κυρίλλου. Ὥρας ἤδη καλοῦ. (sic) τοῖς εἰς τὸ καὶ αὐτοῖς ἐθέλειν τοῖς ἐν ᾅδου κηρύξαι πνεύμασιν. Ἐπεδήμησε γὰρ ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ, καὶ αὐτὸν ὑπὲρ ἡμῶν εἰσέβη τὸν θάνατον. Δῆλον δὲ ὅτι κατὰ τὴν σάρκα, καί τοι ζωὴ κατὰ φύσιν ὑπάρχων Θεὸς, ἵνα σκυλεύσας τὸν ᾅδην κατορθώσῃ τῇ ἀνθρωπίνῃ φύσει τὴν εἰς ζωὴν ἀναδρομὴν, ἀπαρχὴ τῶν κεκοιμημένων καὶ πρωτότοκος ἐκ νεκρῶν ἀναδεδειγμένος κατὰ τὰς γραφάς· κατεχρήσατο δὲ λέξεσι συνήθεσιν ὁ Εὐαγγελιστὴς εἰπὼν, “ ἔκλινε τὴν “ κεφαλὴν καὶ παρέδωκε τὸ πνεῦμα,” τῆς καθ’ ἡμᾶς συναφείας μὴ ἀφιστάμενος. Οὕτω γὰρ οἱ πολλοὶ τὸ τέθνηκε λέγουσιν, ἴσως δὲ καὶ οἰκονομικῶς λέγει τὸ “ παρέδωκε τὸ πνεῦμα,” εἰς χεῖρας δηλονότι τοῦ Θεοῦ καὶ Πατρὸς, κατὰ τὸ εἰρημένον ὡς παρ’ αὐτοῦ “ εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου,” καὶ ἡμῖν δὲ αὐτοῖς ἀγαθῆς ἐλπίδος θεμέλιον ἡ τοῦ λόγου κατεβάλετο δύναμις. οὐ γὰρ ἐμφιλοχωροῦσι τοῖς μνήμασι τῶν ἁγίων αἱ ψυχαί· τρέχουσι δὲ μᾶλλον εἰς χεῖρας τοῦ πάντων Πατρὸς, τῶν ἁμαρτωλῶν εἰς τὸν τῆς κολάσεως τόπον κατασπωμένων, τουτέστιν, ᾅδην.
- 17.171
Ινα εἴπῃ τῆς Ἰουδαίων ἀσεβείας τὸ μέτρον, καὶ τῆς εἰς αὐτὸν παροινίας τὴν ὑπερβολήν.
- 17.172
Ἀντιόκου Πτολεμαΐδοσ. Ὁ δὲ Ἰησοῦς βουλόμενος τὴν πληγὴν τοῦ Ἀδὰμ θεραπεῦσαι, ἀντιτίθησι τὴν πλευρὰν τῇ πλευρᾷ, ἵνα ὅθεν ἐπήγαγε τὸ τραῦμα, ἐκεῖθεν ἀνθήσει ἡ σωτηρία. Ἐν αὐτῷ γὰρ τῷ σταυρῷ τῇ λόγχῃ παρέδωκε τὴν πλευρὰν, καὶ ἐπειδὴ ὁ Ἀδὰμ μετὰ τὸν ὕπνον ἀφῃρέθη τῆς πλευρᾶς, ὁ Σωτῆρ’ οὐκ ἐγρηγορὼς τῷ σώματι τὴν πλευρὰν διηνοίγει, ἀλλὰ μετὰ τὴν κοίμησιν τοῦ σώματος ἔδωκε τὴν πλευρὰν τῷ στρατιώτῃ. Διὰ τί δὲ τῇ λόγχῃ πλευρᾷ ὑπήντησεν ; ἔδει ἐν τῷ σχήματι τοῦ στρατιώτου πάντα λυθῆναι τὰ κατὰ τοῦ Ἀδάμ. ἐπειδὴ γὰρ φλογίνην ῥομφαίαν ὁ Θεὸς περιέθηκε τὴν κωλύουσαν εἰσέρχεσθαι τὸν Ἀδὰμ εἰς τὸν παράδεισον, ἡ δὲ ῥομφαία ἦν ἡ στρεφομένη, πᾶν δὲ στρεφόμενον ἐὰν μή τινι συγκρουσθῇ, οὐχ ἵσταται τοῦ ἰδίου δρόμου, ἀντιστῆναι δὲ οὐδεὶς ἐδύνατο τῇ ῥομφαίᾳ τῇ πυρίνῃ, ἐν τῇ οἰκονομίᾳ τοῦ στρατιώτου τῷ σχήματι τῆς ῥομφαίας ἀντέθηκε τὴν πλευρὰν, ἵνα διὰ τῆς αἰσθητῆς λόγχης παύσηται λοιπὸν τῆς ἀπειλῆς, καὶ μηκέτι τοῖς λοιποῖς τὴν εἴσοδον ἀποκλείσῃ τοῦ παραδείσου.
- 17.173
Ἐν δὲ τῷ εἰπεῖν ὁ “ ἑωρακὼς μεμαρτύρηκε” καὶ τὰ ἑξῆς, ἐδήλωσεν ὡς οὐ παρ’ ἑτέρων τοῦτο ἀκήκοεν, ἀλλ’ αὐτὸς παρὼν εἰδεν, ὥστε οὐκ ἃν εἴη δίκαιον ὑποπτεῦσαι τινὰ τὸν λόγον· διὸ καὶ ἐπάγει, “ ἵνα ὑμεῖς πιστεύσητε, ἐγένετο γὰρ,” φησὶ, “ταῦτα, ἵνα “ ἡ γραφὴ πληρωθῇ, ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται.” Εἰ γὰρ καὶ περὶ τοῦ παρὰ Ἰουδαίοις ἀμνοῦ τοῦτο εἴρηται, ἀλλὰ διὰ τὴν ἀλήθειαν ὁ τύπος προέδραμε, καὶ ἐπὶ τούτου μᾶλλον ἐξέβη· διὰ τοῦτο καὶ τὸν προφήτην εἰς μέσον ἤγαγεν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω αὐτὸν εἰς μέσον φέρων οὐκ ἐδόκει ἀξιόπιστος εῑναι, παράγει τὸν Μωϋσέα ὡσανεὶ λέγων, καὶ οὐδὲ τοῦτο ἁπλῶς ἐγένετο, ἁλλ’ ἄνωθεν προδιεγράφη· πληροῦται δὲ καὶ ἑτέρα προφητεία λέγουσα ὅτι “ὄψονται εἰς ὃν ἐξεκέντησαν,” οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τοῖς μέλλουσιν ἀπιστεῖν ἐγένετο πίστεως ἀπόδειξις τὸ τολμηθὲν, οἱον τῷ Θωμᾷ καὶ τοῖς κατ’ ἐκεῖνον.
- 17.174
Ἀμμωνίου πρεσωυτέρου. Πιστοῦται ὁ Εὐαγγελιστὴς, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, ὁ διὰ τῶν γραφῶν προαναφωνηθεὶς, συνῳδὰ γὰρ τοῖς περὶ αὐτοῦ λεχθεῖσιν ἐξέβη τὰ πράγματα. Ὀστοῦν νοεῖται τὸ εὔτονον καὶ ἄθραυστον τοῦ μυστικοῦ λόγου. Ἐπειδὴ δὲ εἰκόνα ἔφερε τὸ πρόβατον τοῦ ἀμνοῦ τοῦ Θεοῦ, τρέφεται τις τὴν κεφαλὴν τοῦ Χριστοῦ, τὰ περὶ τῆς θεολογίας αὐτοῦ ἐκλαμβάνων, τοὺς δὲ πόδας διδασκόμενος, τὰ περὶ τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας, τὰ δὲ ἐνδόσθια τὰ ἀπόκρυφα δόγματα. Ἕκαστον γὰρ τῶν περὶ Χριστοῦ δογμάτων ἀπόκρυφον ἔχει καὶ μυστικὸν λόγον. Ἐπεὶ οὖν ὀστοῦν νοεῖται τὸ εὔτονον τοῦ μυστηρίου, οἱ ἁρμοδίως καὶ συμφώνως κατέχοντες τὸ περὶ τοῦ Χριστοῦ μυστήριον, ὀστοῦν οὐ συντριβήσεται ἀπ’ αὐτοῦ. Ὅτε “ ἔρχεται κρῖναι, τότε ὄψον- “ τᾶι αὐτὸν καὶ θρηνήσουσι.”
- 18.1
Περὶ αἰτήσεως τοῦ κυριακοῦ σώματος.
- 18.2
Τίνος ἕνεκεν οὐχ εἱς τῶν ιβ΄ προσῆλθε τῷ Πιλάτῳ αἰτῶν τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ, ἀλλ’ ὁ Ἰωσὴφ ἐκ τῶν ἑβδομήκοντα ὤν ; Εἰ γὰρ διὰ τὸν φόβον λέγοι τις τῶν Ἰουδαίων, καὶ οὗτος τῷ αὐτῷ κατείχετο φόβῳ. “ καὶ γὰρ,” φησὶ, “ κεκρυμμένος ἦν διὰ τὸν φόβον “ τῶν Ἰουδαίων.” τί οὖν ἐστιν ; ἐμοὶ δοκεῖ τῶν σφόδρα ἐπισήμων εἶναι, καὶ τῷ Πιλάτῳ δῆλος, ὅθεν καὶ τὴν χάριν ἔλαβε προσελθών. Ποιοῦνται δὲ πολυτελῆ τὴν ταφὴν, ἐπειδὴ ἔτι ὡς περὶ ἀνθρώπου ὑψηλοῦ διέκειντο, καὶ τοιαῦτα φέρουσιν ἀρώματα, ἃ μάλιστα τὸ σῶμα πέφυκεν ἐπὶ πολὺ διατηρεῖν, καὶ μὴ συγχωρεῖν ταχέως ἐνδιδόναι τῇ φθορᾷ· ὅπερ οὐδὲν μέγα περὶ αὐτοῦ φανταζομένων ἦν. πλὴν ὅμως τὴν φιλοστοργίαν πολλὴν ἐπιδείκνυται, καὶ ἐνταφιάζουσιν οὐχ ὡς καταδίκου, ἀλλ’ ὡς ἔθος, φησὶν, ἦν τοῖς Ἰουδαίοις πολυτελῶς.
- 18.3
Επειδὴ δὲ ὑπὸ τοῦ καιροῦ συνείχοντο, ἐνάτης γὰρ ὥρας γενομένης τῆς τελευτῆς, εῑτα μεταξὺ τῷ Πιλάτῳ προσιόντων, καὶ καθελόντων τὸ σῶμα, εἰκὸς ἦν ἑσπέραν καταλαβεῖν, ἐν ᾗ θέμις οὐκ ἢν ἐργάσασθαι, τιθέασιν αὐτὸν εἰς τὸ πλησίον μνημεῖον. “ Ἦν γὰρ” φησὶν, “ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη, κῆπος, καὶ ἐν “ τῷ κήπῳ μνημεῖον καινὸν,” καὶ τὰ ἑξῆς. Οἰκονομεῖται δὲ εἰς καινὸν αὐτὸν τεθεῖναι μνημεῖον ἐν ᾧ οὐδεὶς ἐτέθη, ἵνα καὶ τῆς ἀναστάσεως σαφὴς ἡ ἀπόδειξις γένηται, καὶ ὥστε τοὺς μαθητὰς δυνηθῆναι μετ’ εὐκολίας παραγενέσθαι, καὶ θεατὰς τῶν συμβάντων γενέσθαι καὶ μάρτυρας, πλησίον ὄντας τοῦ τόπου καὶ τῆς ταφῆς.
- 18.4
Σευήρου Ἀντιοκείασ Α'πολογία. Χριστὸς ὁ Θεοῦ Λόγος, ὁ τοῦδε τοῦ παντὸς ποιητὴς, καὶ τῶν ὅλων Κύριος, οἷα δὴ ξένος καὶ πτωχὸς διὰ τῆς ἐνσάρκου παρουσίας ἡμῖν ἐπεδήμησεν, ἐπείπερ “ εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον,” ἢ φησὶ τὸ γράμμα τὸ ἱερὸν, καὶ δι’ ἡμᾶς ἐπτώχευσε πλούσιος ὣν, ἱν ἡμεῖς τῆς ἐκείνου πτωχείᾳ πλουτήσωμεν, καὶ τοῦτον ἐπτώχευσεν, ὡς βοᾷν “ αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ “ σκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν “ κλῖναι,” καὶ τὸ παράδοξον τὴν μετὰ τὸν σταυρὸν τὴν ἐν τάφῳ λέγει τελευταίαν κατάκλισιν. Οὐ γὰρ εἰς ἴδιον ἐτέθη μνῆμα, ἀλλ’ Ἰωσὴφ ὁ ἀπ’ Ἀριμαθαίας ἐν τῷ οἰκείῳ μνήματι καθάπερ ξένον αὐτὸν ὑπεδέξατο· καὶ γυμνὸν ὄντα τῷ περιβολαίῳ τῷ λινῷ περιέστειλε, καὶ παρέδωκε τῇ οὕτως οἰκονομηθείσῃ καὶ μέχρι τούτου ταπεινωθείσῃ ταφῇ.
- 18.5
Ἀμμωνίου. Οἱ δεδιότες φανερῶς πλησιάσαι τῷ Ἰησοῦ νῦν ὁρώντων τῶν Ἰουδαίων, αἰτοῦσι τὸ σῶμα· οὗτος οὐ τῶν ιβ΄ ἦν, ἀλλὰ τῶν ἑβδομήκοντα, καὶ ὡς σβεσθέντος τοῦ θυμοῦ τῶν Ἰουδαιων, ἀδεῶς προσίεσαν. Οὕτω δὲ ὠμοὶ ἤσαν οἱ Ἰουδαῖοι, ὅτι οὔτε θάψαι αὐτοῦ τὸ σῶμα ἠνέσχοντο οἱ ἐπιχώριοι, ἀλλ’ ὁ ἀπ’ Ἀριμαθίας ξένος.
- 18.6
Εἰ ἦν μετὰ ἄλλων, ἤμελλον τινὲς τῶν ἀπίστων λέγειν, ὅτι οὐ τοῦ Ἰησοῦ ἀνέστη σῶμα, ἀλλὰ ἄλλου εἰς καινὸν ἐτέθη μνημεῖον διὰ τὸ ξένον τῆς ἐκ θανάτου εἰς ζωὴν ἀναδρομῆς, καὶ τὴν καινοτομίαν u τὴν ἐπινοηθεῖσαν κατὰ τῆς φθορᾶς. Ὠκονομήθη ἐγγὺς εἶναι τὸν τόπον, ἵνα καὶ ψευδὴς δειχθῇ ὁ περὶ τῆς κλοπῆς λόγος.
- 19.1
Ηερὶ τῆς ἀναστάσεως.
- 19.2
“ Τῇ δὲ μιᾷ τῶν σαββάτων,” φησὶ, καὶ τὰ ἑξῆς. γὰρ πάνυ φιλοστόργως εἶχε περὶ τὸν διδάσκαλον, παρελθόντος τοῦ σαββάτου, ἔδραμε, παραμυθίαν τινὰ εὑρεῖν ἀπὸ τοῦ τόπου βουλομένη, καὶ ἰδοῦσα τὸν λίθον ἠρμένον καὶ μετὰ πολλοῦ τοῦ τάχους ἔρχεται πρὸς Σίμωνα Πέτρον. Ἀνέστη μὲν γὰρ ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστὸς, καὶ τοῦ λίθου καὶ τῶν σημάντρων ἐπικειμένων. Ἐπειδὴ δὲ ἐχρῆν καὶ τοὺς ἄλλους πληροφορηθῆναι, ἀνοίγεται τὸ μνημεῖον μετὰ τὴν ἀνάστασιν, καὶ οὕτω πιστοῦται τὸ γεγονός. ἡ δὲ Μαρία οὐδὲν οὐδέπω περὶ ἀνάστασιν σαφὲς γιγνώσκουσα, ἀλλὰ νομίζουσα μετάθεσιν γενέσθαι τοῦ σώματος, ἀπλάστως πάντα ἀπαγγέλλει λέγουσα, ὅτι “ ᾐραν τὸν Κύριον ἐκ “ τοῦ μνημείου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.” Ἀκούσαντες δὲ οἱ μαθηταὶ μετὰ πολλῆς τῆς σπουδῆς ἐφίστανται τῷ μνημείῳ, καὶ θεωροῦσι τὰ ὀθόνια κείμενα μόνα, ὅπερ ἦν ἀναστάσεως σημεῖον· οὔτε γὰρ εἰ μετέθηκαν τινὲς, τοῦτο ἐποίησαν τὸ σῶμα γυμνώσαντες, οὔτε εἰ ἔκλεψαν τοῦτο ἐφρόντισαν, ὥστε εἶναι τὸ σουδάριον καὶ ἐντυλίξαι καὶ θάψαι εἰς ἕνα τόπον, ἀλλὰ ἁπλῶς ὡς εἶχεν, ἔλαβον τὸ σῶμα. Διὰ τοῦτο γὰρ καὶ προλαβὼν ὁ Εὐαγγελιστὴς φησὶν, ὅτι σμύρνη συνετάφη πολλὴ, ἣ μολύβδου οὐχ ἧττον συγκολλᾷ τῷ σώματι τὰ ὀθόνια, ἵνα ὅταν ἀκούσωμεν τὰ σουδάρια ἔκειτο ἴδια, μὴ ἀνασχώμεθα τῶν λεγόντων ὅτι ἐκλάπη· οὐ γὰρ οὕτως ἀνόητος ἢν ὁ κλέπτων, ὥστε περὶ πρᾶγμα περιττὸν τοσαύτην τὴν ἀναλίσκειν σπουδὴν, καὶ τοσοῦτον ἀναλίσκειν χρόνον, μὴ ὑφορώμενος μὴ κατάδηλος γένηται.
- 19.3
Ἀμμωνίου. Τοῦ Ματθαίου εἰπόντος, ἑσπέρᾳ βαθείᾳ γεγονέναι τὴν ἀνάστασιν, τοῦ δὲ Ἰωάννου πρωὶ σκοτίας οὔσης, οὐ διαφωνοῦσι περὶ τὸν τῆς ἀναστάσεως καιρὸν, ἀλλ’ εἰς τὸν αὐτὸν τῶν ὡρῶν συνέδραμον καιρὸν, ὁ μὲν γὰρ ἀπὸ τοῦ τέλους, ὁ δὲ ἀπὸ τῆς ἀρχῆς εἰς αὐτὸ τὸ μεσότατον τῆς νυκτὸς χωρεῖ. Ὁ Χριστὸς, τοῦ λίθου κειμένου καὶ τῶν σφραγίδων, ἀνέστη· ἀνοίγεται δὲ τὸ μνημεῖον, πρὸς πίστιν τῶν γεγονότων σημείων. ἄδηλος ὁ τῆς ἀναστάσεως καιρὸς, ὡς καὶ ὁ τῆς δευτέρας παρουσίας.
- 19.4
Εὐσεωίου Καισαρείασ. Ἴσως ἐροῦσι τινὲς, πῶς τῆς κουστωδίας φυλαττούσης, δρομαῖοι ἤρχοντο Πέτρος καὶ Ἰωάννης, καὶ εἰσῄεσαν εἰς τὸ μνημεῖον ; ἐροῦμεν ὅτι τοῦ σεισμοῦ γενομένου καὶ γενομένης τῆς ἀναστάσεως ἀνεχώρησαν οἱ στρατιῶται ἀπαγγεῖλαι τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα, καὶ οὕτω τῆς στρατιωτικῆς φρουρᾶς ἐλευθερωθέντος τοῦ μνήματος, ἠδυνήθησαν ἀπαντῆσαι x καὶ εἰσελθεῖν, ἀκούσαντες παρὰ Μάριας τῆς Μαγδαληνῆς, ὡς οὐδείς ἐστιν ἐκεῖ τῶν ἐναντίων.
- 19.5
Χρὴ δὲ σκοπῆσαι καὶ ἐνταῦθα τὸ ἄτυφον τοῦ Εὐαγγελιστοῦ, πῶς τὴν ἀκρίβειαν τῆς ἐρεύνης τῷ Πέτρῳ μαρτυρεῖ· προφθάσας γὰρ αὐτὸς καὶ ἰδὼν τὰ ὀθόνια κείμενα, οὐδὲν πλέον πολυπραγμονεῖ, ἀλλ’ ἀφίσταται· ἐκεῖνος δὲ ὁ θερμὸς y ἐνδοτέρω γενόμενος, ἅπαντα κατόπτευσεν ἀκριβῶς, καὶ τότε οὗτος μετ’ ἐκεῖνον εἰσελθὼν, εἶδε τὰ ἐντάφια κείμενα καὶ διηρημένα.
- 19.6
Καὶ ἐπειδήπερ τὰ ὀθόνια θεασάμενοι οὗτοι καὶ πιστεύσαντες ἀπῆλθον πρὸς ἑαυτοὺς ἐκπληττόμενοι. Ἡ δὲ Μαρία εἱστήκει δακρύουσα· καὶ γὰρ εὐέμπτωτον καὶ περιπαθὲς τὸ γυναικεῖον γένος, καὶ τὸν περὶ ἀνάστασιν δὲ οὐδέπω σαφῶς ᾔδει λόγον ἔτι δὲ καὶ ἀπὸ πολλοῦ λόγου παρέκυπτεν εἰς τὸ μνημεῖον βουλομένη τὸν τόπον θεωρεῖν, ἔνθα ἔκειτο τὸ σῶμα πρὸς πλείονα παραμυθίαν· διὰ δὴ τοῦτο τῆς πολλῆς ταύτης σπουδῆς οὐ μικρὸν λαμβάνει μισθὸν, ὃ γὰρ οὐκ εῃεν αὐτὴ πρώτη, δύο Ἀγγέλους ἐν λευκοῖς καθεζομένοῦς, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσὶν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. Ἐπειδὴ γὰρ οὐκ ἦν ὑψηλὸν τῆς γυναικὸς ἡ διάνοια, ὡς ἀπὸ τοῦ σουδαρίου παραδέξασθαι τὴν ἀνάστασιν, γίγνεται τι πλέον, καὶ Ἀγγέλους θεωρεῖ καθημένους ἐν φαιδρῷ τῷ σχήματι, ὥστε αὐτὴν ἀναστῆσαι ^ τοῦ πάθους τέως· διὸ καὶ οὐδὲν αὐτῇ περὶ ἀναστάσεως λέγουσιν, ἀλλ’ ἠρέμα αὐτὴν προσκαλοῦνται τὸ πυθέσθαι καὶ μαθεῖν λέγοντες, ^^ γύναι, τί κλαίεις ; “ ζητεῖς ;“ ὅθεν διὰ τοῦτο καὶ καθήμενοι αὐτῇ φαίνονται εἰς ἐρώτησιν αὐτὴν ἐνάγοντες· καὶ γὰρ ἐνέφαινον ὅτι ᾔδεσαν τὸ γεγονός. ἣ δὲ θερμῶς σφόδρα καὶ φιλοστόργως λέγει, εἰ καὶ οὐδὲν οὐδέπω ὑψηλὸν κατεδέξατο δόγμα, “ ὅτι ῃτραν τὸν Κύριόν μου, καὶ “ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.”
- 19.7
Tίνος δὲ ἕνεκεν ταῦτα εἰποῦσα, ἐκείνη ἐστράφη εἰς τὰ ὀπίσω ; ποία γὰρ αὕτη παραμυθία περὶ ἐκείνους διαλεγομένη, καὶ μηδέπω μηδὲν ἀκούσασα παρ’ αὐτῶν, στραφῆναι εἰς τὰ ὀπίσω ; ἐμοὶ δοκεῖ ταῦτα λεγούσης αὐτῆς, ἄφνω φανέντα τὸν Χριστὸν ὄπισθεν αὐτῆς ἐκπλῆξαι τοὺς Ἀγγέλους, κἀκείνους θεασαμένοῦς τὸν δεσπότην καὶ τῷ σχήματι καὶ τῷ βλέμματι καὶ τῷ κινήματι εὐθέως ἐμφῆναι, ὅτι τὸν Κύριον ε7δον, καὶ τοῦτο τὴν γυναῖκα ἐπιστρέψαι, καὶ εἰς τὰ ὀπίσω ἐπιστραφῆναι ἐποίησεν· ἐκείνοις μὲν οὕτως ἐφάνη, τῇ δὲ γυναικὶ οὐχ οὕτως, ὥστε αὐ- τὴν μὴ ἐκ πρώτης ἐκπλῆξαι τῆς ὄψεως, ἀλλ’ ἐν εὐτελεστέρῳ καὶ κοινῷ τῷ σχήματι· καὶ δῆλον ἐξ ὧν καὶ κηπουρὸν αὐτὸν εἶναι ἐνόμισεν. ὅθεν ἐρωτηθεῖσα παρ’ αὐτοῦ τι κλαίεις ; τίνα ζητεῖς ; οὐκ ἔτι τὸ ὄνομα τοῦ Ἰησοῦ λέγει, ἀλλ’ ὡς εἰδότος αὐτοῦ περὶ οὗ πυνθάνεται, φησὶ, “ Κύριε, εἰ σὺ ἐβάστασας αὐτὸν,” καὶ τὰ ἑξῆς, τουτέστι,, εἰ διὰ τὸν φόβον τῶν Ἰουδαίων αὐτὸν ἥρατε z ἐντεῦθεν, εἴπατέ μοι, κἀγὼ αὐτὸν λήψομαι. Πολλὴ μὲν οὖν ἡ εὔνοια καὶ ἡ φιλοστοργία τῆς γυναικὸς, ὑψηλὸν δὲ οὐδέπω παρ’ αὐτῇ. Διάτοι τοῦτο καὶ ἐκάλεσε αὐτῆς τὸ ὄνομα, εἰπὼν, “ Μαρία,” ὀνειδίζων καὶ καθαπτόμενος ὅτι ταῦτα περὶ τοῦ ζῶντος ἐφαντάζετο.
- 19.8
Διὰ τί πάλιν λέγει, “ στραφεῖσα ἐκείνη εἶπε πρὸς “ αὐτόν;” ἐμοὶ δοκεῖ, εἰποῦσα τὸ ποῦ τεθείκατε αὐτὸν, στραφῆναι πρὸς τοὺς Ἀγγέλους πάλιν, εἶτα τὸν Χριστὸν καλέσαντα αὐτὴν ἐπιστρέψαι πρὸς ἑαυτὸν ἀπ’ ἐκείνων, καὶ διὰ τῆς φωνῆς δῆλον ἑαυτὸν ποιῆσαι. Ὅτε γὰρ ἐκάλεσεν αὐτὴν Μαρία, τότε αὐτὸν ἐπέγνω, οὐκ ὄψεως ἦν οὗτος, ἀλλὰ φωνῆς ἐπίγνωσις· εἰ δὲ λέγοιεν πόθεν δῆλον ὅτι ἐξεπλάγησαν, καὶ διὰ τοῦτο ἀπεστράφη ἡ γυνὴ, καὶ ἐνταῦθα ἐροῦσι, πόθεν δῆλον ὅτι ἥψατο αὐτοῦ καὶ προσέπεσεν, ἀλλ’ ὥσπερ τοῦτο δῆλον ἀπὸ τοῦ εἰπεῖν, “ μή μου ἅπτου,” οὕτω κἀκεῖνος ἀπὸ τοῦ εἰπεῖν ὅτι ἐστράφη· ἐπειδὴ δὲ ὡς ἐγὼ δοκῶ, ὅτι ἐβούλετο συνεῖναι αὐτῷ ὥσπερ πρότερον καὶ ὑπὸ τῆς χαρᾶς μηδὲν ἐννοῆσαι μέγα, διὰ τοῦτο ταύτης ἀπάγων αὐτὴν τῆς ἐννοίας, φησὶ, “ μή μου ἅπτου.” Ἵνα δὲ μὴ δόξῃ πρόσαντες εἶναι τοῦτο καὶ κόμπον ἔχειν, ἐπάγει· “ οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν “ πατέρα,” ἀνεπαχθέστερον διὰ τοῦτο ποιῶν αὐτό· ὡσανεὶ γὰρ λέγει, ὅτι ἐκεῖ σπεύδω καὶ ἐπάγομαι, τὸν δὲ ἐκεῖ μέλλοντα ἀπιέναι, καὶ μηκέτι μετὰ ἀνθρώπων στρέφεσθαι, οὐκ ἔδει μετὰ τῆς αὐτῆς ὁρᾷν διανοίας, ἧς καὶ πρὸ τούτου· καὶ ὅτι τοῦτό ἐστι, δηλοῖ τὸ ἑξῆς· καί τοι οὐκ ἔμελλεν εὐθέως τοῦτο ποιεῖν, ἀλλὰ μετὰ τεσσαράκοντα ἡμέρας.
- 19.9
Πῶς οὖν τοῦτό φησι ; ἀναστήσειν βούλεται αὐτῆς τὴν διάνοιαν, καὶ πεῖσαι, ὅτι εἰς τοὺς οὐρανοὺς ἀνέρχεται· τὸ δὲ “ Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου “ καὶ Θεὸν ὑμῶν” τῆς οἰκονομίας ἐστὶν, ἐπεὶ καὶ τὸ ἀναβεβηκέναι τῆς σαρκός ἐστι. πρὸς τὴν οὐδὲν μέγα φανταζομένην ταῦτα φθέγγεται, ἑτέρως οὖν αὐτοῦ Πατὴρ καὶ ἑτέρως ἡμῶν. εἰ γὰρ τῶν δικαίων ἑτέρων Θεὸς καὶ τῶν ἄλλων ἀνθρώπων, πολλῷ μᾶλλον ἐπὶ Χριστοῦ κατὰ σάρκα καὶ ἡμῶν. Ἐπειδὴ γὰρ εἶπεν, “ εἰπὲ τοῖς ἀδελφοῖς μου,” ἵνα μὴ ἀπὸ τούτου ἴσον τι φαντασθῶσι, δείκνυσι τὸ ἐνηλλαγμένον αὐτοῦ· Πατὴρ μὲν γάρ ἐστι φύσει, ἡμῶν δὲ χάριτι. Πάλιν δὲ Θεὸς, ἡμῶν μὲν φύσει, αὐτοῦ δὲ κατὰ τὸν τῆς οἰκονομίας λόγον. ἀπελθοῦσα δὲ ἡ Μαρία ἀπήγγειλε τοῖς μαθηταῖς καὶ τὴν ὄψιν καὶ τὰ ῥήματα, ἅπερ ἱκανὰ αὐτοὺς παραμυθήσασθαι. ἐπειδὴ δὲ εἰκὸς ἦν τοὺς μαθητὰς ταῦτα ἀκούοντας, ἣ διαπιστεῖν τῇ γυναικὶ, ἣ καὶ πιστεύσαντας ἀλγεῖν, ὅτι αὐτοὺς οὐ κατηξίωσε τῆς ὄψεως, καίτοι ἐπαγγειλάμενος ἐν τῇ Γαλιλαίᾳ φαίνεσθαι, διὰ τοῦτο οὐδὲ μίαν ἡμέραν ἀφῆκε διελθεῖν, ἀλλ’ “οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκεινῃ,” καὶ τὰ ἑξῆς.
- 19.10
Σευήρου Ἀντιοχείασ ἀπο λόφ. Τάχα δὲ οὐκ ἔξω τοῦ πρέποντος κηπουρὸν ὑπέλαβεν εἶναι τὸν Ἰησοῦν· τῷ ὄντι γὰρ ἢν αὐτὸς ὁ τοῦ παραδείσου γεωργὸς, ὁ ἀληθὴς καὶ ἀθάνατος ἐν τῷ τοῦ μνήματος κήπῳ, καθάπερ ἐν παραδείσῳ τὴν γυναῖκα καὶ τὴν ἐξ ἀπληστείας τὸν Ἀδὰμ τὸν πρῶτον κηπουρὸν ἀπατήσασαν διορθούμενος, οὕτως ἦν ἅπαντα μυστηριώδη καὶ λόγων ἔμπλεα θειοτέρων καὶ ὑψηλῶν.
- 19.11
Κυπίλλου ἐκ τοῦ κατὰ Ἰουλιανόν. Πρὸ μὲν γὰρ τοῦ σωτηρίου πάθους τοῖς ἐθέλουσιν ἐξῆν ἅπτεσθαι τε καὶ ἐγγίζειν αὐτοῦ· ἐπειδὴ δὲ ἀνέστη πατήσας τὸν θάνανον, καὶ δόξης ἤδη παρῆν τῆς θεοπρεποῦς ὁ καιρὸς, οὐκ ἔτι τοῖς τυχοῦσιν ἐξῆν τοῦ ἁγίου θιγγάνειν σώματος, ἀλλὰ μόνοις τοῖς ἡγιασμένοις, διὰ τὸ μεταλαβεῖν Ἁγίου Πνεύματος. Καὶ μετ’ ὀλίγα—Πῶς οὖν οὐκ ἔδει τὴν Μαρίαν ἐξείργεσθαι τέως τῆς τοῦ σώματος ἐπαφῆς τοῦ ἁγίου δηλονότι, λαβοῦσα οὔπω τὸ Πνεῦμα· εἰ γὰρ καὶ ἐγήγερτο Χριστὸς ἐκ νεκρῶν, ἀλλ’ οὔπω τὸ Πνεῦμα δέδοτο τῇ ἀνθρωπότητι παρὰ τοῦ Πατρὸς δι’ αὐτοῦ· ἀνελθὼν γὰρ εἰς τὸν Θεὸν καὶ Πατέρα κατέπεμωεν ἡμῖν αὐτὸ, διὸ καὶ ἔλεγε, “ συμφέρει ἡμῖν ἵνα ἐγὼ “ ἀπέλθω,” καὶ τὰ ἑξῆς.
- 19.12
Ὀψίας οὖν ἔτι οὔσης, ἐφίσταται μετὰ πολλοῦ τοῦ θαύματος διψῶσιν ἰδεῖν αὐτὸν καὶ περιφόβους οὖσιν, ὃ καὶ αὐτῶν μάλιστα τὸν πόθον ἐποίει πλείονα. πῶς δὲ αὐτὸν φάντασμα οὐκ ἐνόμισαν κεκλεισμένων εἰσελθόντα τῶν θυρῶν καὶ ἀθρόον; μάλιστα μὲν ἡ γυνὴ προλαβοῦσα πολλὴν τὴν πίστιν εἰργάσατο, ἄλλως δὲ καὶ τρανὴν καὶ ἥμερον τὴν ὄψιν αὐτοῖς ἐπιδείξαντος· οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὴν πλευρὰν καὶ τὰς χεῖρας δείξας, εἰς πλείονα αὐτοὺς ἀνήγαγε πίστιν, καὶ τῇ φωνῇ δὲ κατεστόρησεν αὐτῶν κυμαίνοντα τὸν λογισμὸν, εἰπὼν, “ εἰρήνη ὑμῖν,” τοῦτ’ ἔστι μὴ θορυβεῖσθε. Ἀνεμνησε δὲ αὐτοὺς καὶ ῥήματος, ὃ πρὸ τοῦ σταυροῦ πρὸς αὐτοὺς εἶπεν, “ εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δι’ δίδωμι ὑμῖν,” καὶ πάλιν, “εἰρήνην ἐν ἐμοὶ ἔχετε.
- 19.13
Ἐξέβησαν δὲ καὶ ἐπὶ τῶν ἔργων οἱ λόγοι, οὓς εἶπε πρὸ τοῦ σταυροῦ, ὅτι “ πάλιν ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ “ καρδία. “ Ἐχάρησαν γὰρ,” φησὶν, “ οἱ μαθηταὶ, ἰδόντες τὸν “ Κύριον.” ταῦτα δὲ πάντα εἰς πίστιν ἀνῆγεν αὐτοὺς ἀκριβεστάτην, καὶ ἐπειδὴ πόλεμον ἄσπονδον εἶχον πρὸς Ἰουδαίους, διὰ τοῦτο καὶ πάλιν φησὶ πρὸς αὐτοὺς, εἰρήνη ὑμῖν ἀνάπαλιν δίδοται τῷ πολέμῳ· τήν τε ἐκ τῆς εἰρήνης παραμυθίαν, ταῖς δὲ γυναιξὶ χαρὰν εὐαγγελίζεται,διότι ἐν λύπαις τὸ γένος ἐκεῖνο ἦν, καὶ ταύτην ἐδέξατο πρώτην τὴν ἀρχὴν, καταλλήλως οὖν τοῖς μὲν ἀνδράσι διὰ τὸν πόλεμον εἰρήνην, ταῖς γυναιξὶ διὰ τὴν λύπην εὐαγγελίζεται χαράν. Σευήπου Ἀντιοκείασ. Ἐκεῖνο δ’ ἄν τις εἰκότως ἐπαπορήσειε, πῶς ὁ Σωτῆρ’ τοῖς μαθηταῖς ὑποσχόμενος, τοῦτο μὲν διὰ τῶν Ἀγγέλων, τοῦτο δὲ καὶ δι’ οἰκείας φωνῆς εἰς τὴν Γαλιλαίαν ἀφικομέοις ὀφθήσεσθαι, φθάνει τὴν ἐπαγγελίαν καὶ ἐν Ἱερουσαλὴμ κατὰ μὲν τὸν Λοῦκαν ἐν αὐτῇ τῇ ἡμέρᾳ τῆς ἀναστάσεως συνηθροισμένοις τοῖς ἕνδεκα, κατὰ δὲ τὸν Ἰωάννην ἐν αὐτὴ καὶ ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ποιεῖται τὴν ἐπιφανίαν, στὰς ἐν μέσῳ καὶ λέγων, εἰρήνη ὑμῖν, καὶ τῷ Θωμᾶ ψηλαφᾷν ἐνδιδοὺς ἑαυτόν. ἀλλὰ τοῦτο φιλανθρώπου φιλοτιμίας πλοῦτον παρίστησιν, οὐ ψεύδους ἔχει κατηγορίαν. Οὐ γὰρ εἰπεν ἐν τῇ Γαλιλαίᾳ ὄψονται μόνον, οὔτε μὴν ἐν Ἱερουσαλὴμ φανεὶς, οὐκ ὤφθη κατὰ τὴν Γαλιλαίαν, ὡς ἐπηγγείλατο. τοῦτο γὰρ ἦν τοὺς οἰκείους ψεύσασθαι λόγους. εἰ δὲ καὶ ἀμφοτέροις ἐφάνη δεομένοις τῆς ἑαυτοῦ παρακλήσεως, ἐκφεύγει πᾶσαν κατηγορίαν, ἀμφότερα γενόμενα φιλανθρώπως καὶ ἀληθῶς. ἐμοὶ δὲ δοκεῖ πολλὴν ἔμφασιν τῷ εἰρημένῳ παρὰ τῷ Ματθαίῳ περὶ τῶν μαθητῶν τὸ “ ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν “ κἀκεῖ με ὄψονται,” πολλῶν γὰρ αὐτοῖς ἔσεσθαι μελλουσῶν ἐπιφανειῶν, πρὸς μίαν ἐξαίρετον παρὰ τὰς ἄλλας ἀποβλέπει τὴν τῆς ἐπαγγελίας, καθ’ ἣν ἔμελλεν αὐτοῖς ἐπὶ τοῦ ὄρους φανήσεσθαι. τότε γὰρ προσεληλυθόσιν αὐτῷ καὶ προσκεκυνηκόσι τῶν ἀμφιβαλλόντων μετ’ ἐξουσίας ἔφθη θεοπρεποῦς, “ ἐδόθη μοι πᾶσα “ ἐξουσία” καὶ τὰ ἑξῆς. ἃ γὰρ εἶχε φυσικῶς ὡς Θεὸς, ταῦτα λέγεται λαμβάνειν ὡς γενόμενος ἄνθρωπος οἰκονομικῶς. Διὸ καὶ ἔλεγε, “ δόξασόν με, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ “ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.”
- 19.14
Ευσεβίου Καισαρείασ. Πῶς κατὰ τὸν Λοῦκαν καὶ Ἰωάννην τοσαυτάκις ὀφθέντος τοῦ Ἰησοῦ τοῖς μαθηταῖς ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ κατὰ τὸν Μάρκον καὶ τὸν Ματθαῖον, κελεύονται οἱ αὐτοὶ διὰ τῶν γυναικῶν εἰς τὴν Γαλιλαίαν ἀπελθεῖν, ὡς ἐκεῖ αὐτὸν ὀωόμενοι, ἀλλ’ οὐ μέλλοντες αὐτὸν θεωρεῖν ἐν τῇ Ἱερουσαλήμ ; καὶ φαμὲν, ὅτι οἱ μὲν ἄλλοι δύο Εὐαγγελισταὶ τῶν ιβ΄ ἦσαν τὸν χορὸν συμπληροῦντες, καὶ ἔφασαν ὦφθαι αὐτοῖς ἐν Ἱερουσαλὴμ κεκρυμμένοις, οἱ δὲ ἕτεροι δύο, ὁ Ματθαῖος καὶ Μάρκος οὐ τοῖς ιβ΄ μόνον ἀλλὰ τοῖς ἑβδομήκοντα φανῆναι ἐν τῇ Γαλιλαίᾳ, καθώς φησι καὶ ὁ Λουκᾶς ἐν τῷ Εὐαγγελίῳ, “ μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ “ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα.” πλείους τοίνυν αἱ ὀπτασίαι καὶ διάφοροι γεγένηνται τοῖς μαθηταῖς τοῖς μετὰ τὴν ἀνάστασιν, καὶ οἱ μὲν τάσδε, οἱ δὲ τάσδε ἀναγράφουσι, καὶ οἱ μὲν τάδε εἰρηκέναι αὐτόν φασιν, οἱ δὲ τάδε, καὶ πεπραχέναι. Ἔτι δὲ ὅτι καὶ περὶ τοῦ αὐτοῦ κεφαλαίου λέγοντες, ἀναπληροῖ τὰ ὑπὸ τοῦ πρώτου λεχθέντα ὁ δεύτερος.
- 19.15
Διὰ δὲ τοῦ εἰπεῖν, “ καθὼς ἀπέσταλκέ με ὁ Πατὴρ, κἀγὼ “ πέμπω ὑμᾶς,” ὑψοῖ αὐτῶν τὴν διάνοιαν, καὶ δείκνυσι πολὺ τὸ ἀξιόπιστον, εἴγε μέλλοιεν αὐτοῦ τὸ ἔργον ἀναδέχεσθαι. Χρὴ δὲ σκοπῆσαι ὅτι οὐκ ἔτι παράκλησιν πρὸς τὸν Πατέρα γίγνεται, ἀλλ’ αὐθεντείᾳ δίδωσιν αὐτοῖς τὴν δύναμιν. Φησὶ γὰρ, “ ἐνεφύ- “ σησεν αὐτοῖς καὶ λέγει, λάβετε Πνεῦμα Ἅγιον.” Πῶς οὖν εἰπὼν, ἐὰν μὴ ἀπέλθῃ, ἐκεῖνος οὐ μὴ ἔλθῃ, τὸ Πνεῦμα δίδωσι. τινὲς μέν φασιν, ὅτι οὐ τὸ Πνεῦμα ἔδωκε, κἂν δέ τις ἁμάρτοι καὶ τότε εἰληφέναι αὐτοῖς, λέγω δὴ ἐξουσίαν τινὰ καὶ χάριν πνευματικὴν, οὐχ ὥστε νεκροὺς ἐγείρειν, ἀλλ’ ὥστε ἀφιέναι ἁμαρτήματα.
- 19.16
Διὸ καὶ ἐπήγαγε, “ ὧν ἂν ἀφῆτε τὰς ἁμαρτίας” καὶ τὰ ἑξῆς, δεικνὺς ποῖον εἶδος ἐνεργείας δίδωσι· νῦν μὲν γὰρ ταύτῃ τῇ δυνάμει περιβάλλει, μετὰ δὲ τεσσαράκοντα ἡμέρας τὴν τῶν σημείων ἐνέργειαν παρέχει, διό φησι, “ λήψεσθε δύναμιν ἐπελθόν- “τος” καὶ τὰ ἑξῆς, μάρτυρες δὲ διὰ τῶν σημείων ἐγίνοντο.
- 19.17
Πῶς δὲ πάντων συνηγμένων ὁ Θωμᾶς ἀπελιμπάνετο μόνος ; φησὶ γὰρ, “ Θωμᾶς εἷς ἐκ τῶν ιβ΄,” καὶ τὰ ἑξῆς, εἰκὸς μὲν a ἦν ἀπὸ τῆς διασπορᾶς ἤδη γενομένης μηδέπω αὐτὸν ἐπανελθεῖν· εἰπόντων δὲ αὐτῶν τῷ συμμαθητῇ, “ ὅτι ἑωράκαμεν τὸν Κύριον, οὐ τοσοῦτον αὐτοῖς ἀπιστεῖν εἶπεν, “ ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν “ αὐτοῦ” καὶ τὰ ἑξῆς, ὅσον τὸ πρᾶγμα ἡγούμενος ἀδύνατον εἶναι, τουτέστι τὴν ἐκ νεκρῶν ἀνάστασιν· διὰ τοῦτο καὶ ἐγκαλεῖται· ὥσπερ γὰρ τὸ ἁπλῶς καὶ ὡς ἔτυχε πιστεύειν εὐκολίας ἐστὶν, οὕτω καὶ τὸ παρὰ τοῦ μέτρου περιεργάζεσθαι, παχυτάτης ὑπάρχει διανοίας, καὶ οὐδὲ τοῖς ὀφθαλμοῖς ἔφη πιστεύειν. οὐ γὰρ εἶπεν, “ ἐὰν μὴ ἴδω” μόνον, ἀλλὰ καὶ “ ἐὰν μὴ ψηλαφήσω,” φησὶ, μή πω φαντασία τὸ ὁρώμενον ἦν.
- 19.18
Τίνος δὲ ἕνεκεν οὐκ εὐθέως φαίνεται αὐτῷ, ἀλλὰ μεθ’ ἡμέρας ὀκτώ ; φησὶ γὰρ, “ καὶ μεθ’ ἡμέρας ὀκτὼ, καὶ τὰ ἑξῆς· ὅπως μεταξὺ κατηχούμενον αὐτὸν ὑπὸ τῶν συμμαθητῶν καὶ τὰ αὐτὰ ἀκούοντα, καὶ εἰς πλείονα ἐκκαῆναι πόθον, καὶ πιστότερον πρὸς τὸ μέλλον γενέσθαι. Δεῖξαι δὲ θέλων ὁ δεσπότης ὅτι καὶ τότε παρῆν, ἡνίκα τὰ τῆς ἀπιστίας ῥήματα ἐφθέγγετο πρὸς τοὺς συμμαθητὰς ὁ Θωμᾶς, οὐ περιμένει πη ἐκείνου ἀκοῦσαι τι τοιοῦτον, ἀλλ’ αὐτὸς προλαβὼν ἅπερ ἐπεθύμει πληροῖ. Καὶ γὰρ τοῖς ῥήμασιν ἐχρήσατο τοῖς αὐτοῦ καὶ σφόδρα ἐπιτιμητικῶς καὶ εἰς τὸ ἑξῆς παιδευτικῶς, εἰπὼν γὰρ ὅτι “ φέρε τὸν δάκτυλόν σου καὶ τὰ ἑξῆς, ἐπήγαγε, “ καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστὸς,” ὅθεν δῆλον ὅτι ἀπιστίας ἦν ἡ ἀμφιβολία.
- 19.19
Οὐκ ἐν τούτῳ δὲ μόνον ἐπετίμησεν, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς. Ἐπειδὴ γὰρ ἐκεῖνος ἀνέπνευσε, πληροφορηθεὶς ἀνεβόησεν “ ὁ Κύριός μου καὶ ὁ Θεός μου·” λέγει αὐτῷ “ὅτι ἑώρακάς με “ πεπίστευκας” καὶ τὰ ἑξῆς· τοῦτο γάρ ἐστι πίστεως, τὸ μὴ τὰ ὁρώμενα δέξασθαι· ἐνταῦθα δὲ οὐχὶ τοὺς μαθητὰς μακαρίζει μόνους, ἀλλὰ καὶ τοὺς μετ’ ἐκεῖνον πιστεύοντας. ἄξιον δὲ διαπορῆσαι, πῶς σῶμα ἄφθαρτον τοὺς τύπους ἐδείκνυτο τῶν ἥλων καὶ ἁπτὸν ἐγένετο θνητῇ χειρί· ἀλλὰ μὴ θορυβηθῶμεν· συγκαταβάσεως γὰρ ἦν τὸ γινόμενον. Τὸ γὰρ οὕτω λεπτὸν καὶ κοῦφον ὡς καὶ κεκλεισμένον μένον εἰσελθεῖν τῶν θυρῶν, παχύτητος πάσης ἀπήλλακτο, ἀλλ’ ὥστε πιστευθῆναι τὴν ἀνάστασιν ταῦτα δείκνυται.
- 19.20
Διὰ τοῦτο οὗν ἀνίσταται ἔχων τὰ σημεῖα τοῦ σταυροῦ, καὶ τρώγει διὰ τοῦτο· ὅθεν οἱ Ἀπόστολοι ἄνω καὶ κάτω τοῦτο σημεῖον ἐποιοῦντο τῆς ἀναστάσεως, λέγοντες, “ οἵτινες συνεφάγομεν καὶ συνε- “ πίνομεν αὐτῷ.” Ὥσπερ γὰρ ἐπὶ τῶν κυμάτων περιπατοῦντα θεωροῦντες πρὸ τοῦ σταυροῦ, οὐ λέγομεν ἄλλης φύσεως τὸ σῶμα ἐκεῖνο, ἀλλ’ ἡ τῆς ἡμετέρας, οὕτω μετὰ τὴν ἀνάστασιν αὐτὸ ὁρῶντες τοὺς τύπους ἔχον, οὐκ ἐροῦμεν αὐτὸ φθαρτὸν εἶναι λοιπόν· διὰ γὰρ τὸν μαθητὴν ταῦτα ἐδείκνυτο.
- 19.21
Περὶ ποίων δὲ σημείων νῦν λέγει ὁ Εὐαγγελιστὴς, ὅτι πολλὰ μὲν οὐν καὶ ἄλλα,” καὶ τὰ ἑξῆς ; ἐμοὶ δοκεῖ τὰ μετὰ τὴν ἀνάστασιν λέγειν σημεῖα, διὸ καὶ φησιν ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, καὶ γὰρ μόνοις αὐτοῖς συναλιζόμενος ἐφαίνετο μετὰ τὴν ἀνάστασιν. οὐ μόνον δὲ τοῦτο ὁ Εὐαγγελιστὴς, ἀλλ’ οὐδὲ οἱ λοιποὶ πάντες πάντα εἶπον, ἀλλ’ ὅσα ἱκανὰ ἦν πρὸς πίστιν ἐφελκύσασθαι τοὺς ἀκούοντας· ὅθεν δηλονότι οὐ φιλοτιμίας ἕνεκεν ἔγραωαν ἅπερ ἔγραψαν, ἀλλὰ τοῦ χρησίμου μόνου, καθὼς καὶ τὸ ἐπαγόμενον δηλοῖ, ὅτι “ ταῦτα δὲ γέγραπται, ἵνα πιστεύσητε,” καὶ τὰ ἑξῆς. κοινῇ δὲ πρὸς τὴν φύσιν διαλέγεται, δηλῶν ὅτι οὐκ ἐκείνῳ τῷ πιστευομένῳ, ἀλλ’ ἡμῖν αὐτοῖς τὰ μέγιστα πιστεύοντες χαριζόμεθα.
- 19.22
Σευήρου Ἀπολ. Μαλλὸν ὡς ἐξ ὧν εἶπε πώποτε b τῶν μαθητῶν αὐτοῦ ὣν ἐποίησεν αὐτοῖς μόνοις φαινόμενος μετὰ τὴν ἀνάστασιν φησίν. ὥσπερ γὰρ πρὸ τῆς ἀναστάσεως ἐποίησε πολλὰ, ἵνα πιδυρυθῇ ὅτι υἱὸς ἦν τοῦ Θεοῦ· οὕτως καὶ μετὰ τὴν ἀνάστασιν ἐνώπιον μόνων τῶν μαθητῶν, ἵνα πιστεύσωσιν ὅτι ἀνέστη.
- 19.23
Τίνος ἕνεκεν ἐμνήσθη τοῦ τόπου τῆς θαλάσσης, φημὶ τῆς Τιρεριάδος, ὅτι ἐκεῖ αὐτοῖς ἐφάνη ; δεῖξαι θέλων ὅτι πλέον ἀφεῖλε τοῦ φόβου, ὡς λοιπὸν αὐτοὺς καὶ προσκύπτειν τῆς οἰκίας πάντα — χοῦ περιέναι, καὶ γὰρ ἀπέχει διάστημα ἡ θάλασσα αὕτη τῶν Ἱεροσολύμων. Δείκνυται δὲ ἐκ τούτου ὅτι οὐχ ἑωρᾶτο, εἰ μὴ συγκατέβη διὰ τὸ λοιπὸν ἄφθαρτον εἶναι τὸ σῶμα καὶ ἀκήρατον.
- 19.24
Επειδὴ δὲ οὔτε αὐτοῖς συνεχῶς συνῆν, οὔτε τὸ Πνεῦμα τὸ Ἅγιον δοθὲν ἦν, οὔτε ἐγκεχειρισμένοι τότε ἐτύγχανον· διὰ τοῦτο οὐδὲν ἔχοντες πράττειν οἱ περ Πέτρον καὶ Ἰωάννην τὴν οἰκείαν τέχνην μετίεσαν. Οἱ δὲ λοιποὶ μαθηταὶ συνείποντο διὰ τὸ συνδεδέσθαι λοιπὸν ἀλλήλοις· ἐπιστὰς δὲ αὐτοῖς κάμνουσι καὶ ταλαιπωρούμενοις, οὐκ εὐθέως ἑαυτὸν δείκνυσι· βουλόμενος δὲ εἰς διάλεξιν ἐλθεῖν· ὅθεν καὶ φησὶ, “ παιδία, μή τι προσφάγιον ἔχετε;” ὡς μέλλων τι ὠνήσασθαι παρ’ αὐτῶν. ὡς δὲ ἀνένευσαν μηδὲν ἔχειν, καὶ ἐκέλευσεν αὐτοῖς βαλεῖν εἰς τὰ δεξιὰ, καὶ βαλόντες ἐπέτυχον τῆς ἄγρας, “ λέγει ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, καὶ τὰ ἑξῆς. πάλιν οὖν διὰ τούτων τὰ ἰδιώματα τῶν μαθητῶν, εἰπεῖν δὲ μᾶλλον τὸν οἰκεῖον ἐπιδείκνυνται τρόπον οἱ μαθηταὶ, ὁ τε Πέτρος καὶ Ἰωάννης, ὁ μὲν γὰρ θερμότερος, ὁ δὲ ὑψηλότερος ἦν, καὶ ὁ μὲν ὀξύτερος, ὁ δὲ διωρατικώτερος. Διὰ τοῦτο ὁ μὲν Ἰωάννης πρῶτος ἐπέγνω τὸν Κύριον Ἰησοῦν, ὁ δὲ Πέτρος πρῶτος ἦλθε πρὸς αὐτὸν, τὸ μὲν οὑν διασώσασθαι τὴν αἰδῶ ἐπεδείξατο, τὸ δὲ ῥίψαι ἑαυτὸν εἰς τὴν θάλασσαν τὸν πόθον ἐνέφηνεν· οὐδὲ γὰρ ἐκαρτέρησε τῷ πλοίῳ πρὸς αὐτὸν ἐλθεῖν, ἀλλὰ νηχόμενος παρεγένετο·
- 19.25
Τὴν δὲ ἀνθρακιὰν ἣν εἶδον κειμένην, καὶ τὸ ὀψάριον τὸ ἐπικείμενον καὶ τὸν ἄρτον, οὐκ ἐξ ὑποκειμένης ὕλης εἰργάσατο, ἀλλ’ ἐπὶ τὸ θαυμαστότερον ἄγει τὰ σημεῖα, δεικνὺς καὶ ἐξ ὕλης ὑποκειμένης, ἡνίκα εἰργάζετο πρὸ τοῦ σταυροῦ, διά τινα οἰκονομίαν τοῦτο ἐποίει· ἐκέλευε δὲ ἐκ τῶν ὀψαρίων ὧν ἐπίεσαν ἐνεγκεῖν· δεικνὺς ὅτι τὸ ὁρώμενον οὐκ ἦν φάντασμα, καὶ ὅτι μὲν αὐτὸς ἦν ᾔδεσαν, τὴν δὲ μορφὴν ἀλλοιωτέραν ἰδόντες καὶ πολλῆς ἐκπλήξεως γέμουσαν, σφόδρα ἦσαν καταπεπληγμένοι, καὶ ἐβούλοντο μὲν ἐρωτῆσαι, οὐκ ἐτόλμων δὲ, οὐδὲ ἐθάρρουν, οὐδὲ ἤρχοντο πρὸς αὐτὸν διὰ λόγον λοιπὸν, ἀλλὰ μετὰ σιγῆς καὶ δέους πολλοῦ καὶ αἰδοῦς καθέζοντο, προσέχοντες εἰς αὐτὸν.
- 19.26
Σευήρου πρὸσ Σέρφιον ἀρχιεπίσκοπον Ἐπιστολῆσ. Τὸ δὲ τοὺς περὶ Πέτρον καὶ Ἰωάννην, μετὰ τὴν ἀνάστασιν ἐπιφανέντος αὐτοῖς τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ προστεταχότος βαλεῖν τὸ δίκτυον εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου, καὶ σαγηνεῦσαι πλῆθος ἰχθύων μεγάλων πληρούντων τὸν ἑκατὸν πεντήκοντα τριῶν ἀριθμὸν, ὡς ἐν βραχεῖ φρᾶσαι, ταύτην ἔχει τὴν ἅπλωσιν. ἱστόρησε γὰρ τὸ Εὐαγγέλιον ὡς κατ’ ἐκείνην τὴν νύκτα κεκμηκότες ἄγαν, οὐδὲν ὅλως ἐθήρευσαν, τοῦτο ὑπαινιττομένης τῆς ἱστορίας ὑμῖν εἰς πνευματικὴν καὶ νοητὴν μετατιθεμένης ἀγωγὴν, ὡς πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, νὺξ ἦν κατὰ τόνδε τὸν βίον· ἔρημος γὰρ ὑπῆρχε τῆς τοῦ Θεοῦ γνώσεως τὰ ἀνθρώπινα τῇ λατρείᾳ προσηλωμένα τῇ τῶν δυσωνύμων θεῶν. ἡνίκα δὲ πρώια τις καὶ ὄρθρος ἐγένετο τοῦ Σωτῆρος ἐπιδημήσαντος, καὶ ἀνισχόντος καὶ ἐπιλάμψαντος τοῖς ἐπὶ γῆς, οἵα δικαιοσύνης ἡλίου· τοῦτο γάρ φησι τὸ γράμμα τὸ ἱερὸν, τότε τὸ ἀποστολικὸν δίκτυον ἐχαλάσθη, καὶ πολλῶν ἀνθρώπων ἄγραν ἐθήρευσε, καὶ τὴν δεξιὰν ἐκληρώσατο διὰ τοῦτο μερίδα. Μωὑσῆς γὰρ καὶ οἱ προφῆται τὸ θηρατικὸν δίκτυον χαλάσαντες κατὰ τὴν παρωχηκυῖαν νύκτα, τὸν Ἰσραὴλ ἓν ἔθνος ἐθήρευσαν, τοῦ δικτύου πολλάκις ἀποπηδῶντα καὶ τοῖς δαιμονίοις λατρεύοντα, καὶ ἐν ἴσῳ τοῦ μηδὲ τεθηρᾶσθαι τὸ παράπαν νοούμενον. διὸ καὶ τοῖς Ἀποστόλοις τῆς προτιμήσεως τῆς ἐκ δεξιῶν παρεχώρησαν, αὐτοὶ τὸν εὐώνυμον τόπον ἐπέχοντες, τὸν ἐκ τῆς παρ’ ἡμῖν συνηθείας ὕπο βεβηκότα κατὰ τιμήν.
← Previous · Next → — showing 801–900 of 914
First Thousand Years of Greek. CTS URN tlg4102.tlg005.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.