Catena In Joannem
- 6.4
Ἀμμωνίου. Οὐχ ὡς τιμῆς ἀντιποιούμενος ἐξῆλθεν, ἀλλὰ τῶν πολιτῶν φειδόμενος· ὅτι γὰρ ἑώρων αὐτὸν, ἐθυμοῦντο· ὃς ἐν τιμῇ ὣν τῇ θείᾳ ἐσαρκώθη, καὶ τὸν ἀτιμότατον ὑπέστη θάνατον διὰ τὴν ἤμων σωτηρίαν.
- 6.5
Ὧδε ἑαυτὸν καλεῖ τὸν προφήτην τὸν ὑπὸ Μωυσέως προανα- κηρυχθέντα, ὃς καὶ προφήτης οἰκονομικῶς ἐκλήθη, αὐτὸς ὣν ὁ τοῦ Πνεύματος χορηγὸς ὡς Θεὸς, δι’ οὗ προφῆται ἐπροφήτευον. μέμνηται δὲ τῶν Γαλιλαίων ἀποδεξαμένων αὐτὸν, ἵνα δείξῃ ὅτι οἱ κακιζόμενοι οὗτοι μάλιστα προσερχόμενοι αὐτῷ εὑρίσκονται. Ὁ μὲν γὰρ ἔλεγεν, “ἐκ Ναζαρὲτ δύναται τι ἀγαθὸν ετͅναι ;” ἄλλος δὲ “ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται,” ἀλλ’ ἰδοὺ καὶ Σαμαρεῖται καὶ Γαλιλαῖοι πιστεύουσιν εἰς αἰσχύνην Ἰουδαίων· εὑρέθησαν δὲ καὶ Γαλιλαίων οἱ Σαμαρεῖται βελτίους. Ἐκεῖνοι μὲν γὰρ ἀπὸ τῶν τῆς γυναικὸς ἐδέξαντο ῥημάτων αὐτὸν, οὗτοι δὲ ἑωρακότες, φησὶ, τὰ σημεῖα ἃ ἐποίησεν.
- 6.6
τίνος ἕνεκεν ἀναμιμνήσ κεἰ τοῦ θαύματος ὁ Εὐαγγελιστὴς λέγων, “ὅπου ἐποίησε τὸ ὕδωρ ο7νον ;“τῶν Σαμαρειτῶν τὸ ἐγκώ- μιον αὐξῆσαι βουλόμενος· οἱ μὲν γὰρ Γαλιλαῖοι καὶ ἀπὸ τῶν ἐν Ἱεροσολύμοις καὶ ἀπὸ τῶν ἐκεῖ γενομένων σημείων αὐτὸν ἐδέξαντο, οἱ δὲ Σαμαρεῖται οὐχ οὕτως, ἀλλὰ ἀπὸ διδασκαλίας μόνης. Βασιλικὸν δὲ καλεῖ, ἤτοι ὡς ἐκ τοῦ γένους τοῦ βασιλικοῦ ὐπάρχοντα, ἣ ἀξιώματι ἀρχῆς ἕτερον, οὕτω καλούμενον ἔχοντα. τινὲς μὲν οὖν ἐκεῖνον αὐτὸν εἶναι νομίζουσι τὸν παρὰ τῷ Ματθαίῳ· δείκνυται δὲ ἕτερος ὣν παρ’ ἐκεῖνον, οὐκ ἀπὸ τοῦ ἀξιώματος μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς πίστεως. ἐκεῖνος μὲν γὰρ βουλομένου τοῦ Χριστοῦ ἐλθεῖν, ἀξιοῖ μένειν· οὗτος δὲ εἰς τὴν οἰκίαν ἕλκει· κἀκεῖνος μέν φησιν, οὐκ εἰμὶ ἄξιος, οὗτος δὲ καὶ κατεπείγει· κἀκεῖ μὲν ἀπὸ τοῦ ὄρους καταβὰς εἰς Καπερναοὺμ εἰσίει, νῦν δὲ ἀπὸ τῆς Σαμαρείας, καὶ οὐκ εἰς Καπερναὺμ, ἀλλ’ εἰς Κανᾶ· κἀκείνου μὲν ὁ παῖς παραλύσει κατείχετο, ὁ δὲ τούτου υἱὸς πυρετῷ. Περὶ τίνων εἶπεν ὁ Χριστὸς, “ ὅτι ἐὰν μὴ σημεῖα καὶ τέρατα “ ἴδητε, οὐ μὴ πιστεύσητε;“αὐτὸς γὰρ ὁ βασιλικὸς οὐ φαίνεται ἐκ πίστεως αὐτῶν, ἀλλ’ ἢ τῆς πόλεως αὐτοῦ καθαπτόμενος τοῦτό φησιν, ἢ καὶ τούτου αὐτοῦ, οὐχ ὡς ὁλόκληρον ταύτην, ἀλλὰ μερικὴν κεκτημένου. καὶ γὰρ καὶ τὸ εἰπεῖν αὐτὸν, “ Κύριε, κατά- “ βῆθι πρὶν ἀποθανεῖν τὸν υἱόν μου,” τὴν ἀσθένειαν αὐτοῦ ἐμφαίνει, ὡς μὴ πιστεύοντος αὐτοῦ, ὅτι εἰ καὶ συμβῇ αὐτὸν ἀποθανεῖν, δυνατός ἐστιν ἀναστῆσαι αὐτόν. ἔστι δὲ καὶ ὡς οὐκ εἰδότος τοῦ Χριστοῦ, ἐν ποίοις τὰ τῆς νόσου τοῦ παιδίου ἐστί. Διὰ ταύτην οὖν τὴν εὐτελῆ πίστιν καὶ τὴν πολλὴν ἔπειξιν, ἵνα δείξη αὐτῶ, ὅτι καὶ ἀπὼν θεραπεύει, φησὶ πρὸς αὐτόν· “πορεύου, ὁ υἱός σου “ ζῇ·” ὅθεν ἐκ τούτου τοῦ παιδὸς οὐχ ἧττον, καὶ τὴν αὐτοῦ διάνοιαν ἀσθενοῦσαν ἰάσατο.
- 6.7
Ἀμμωνίου. τέρας ἐστὶ τὸ παρὰ φύσιν, οἷον τὸ ἀνοῖξαι τυφλῶν, καὶ ἐγεῖραι νεκρόν· σημεῖον δὲ τὸ οὐκ ἔξω τῆς φύσεως ὂν, ὅπερ ἐστὶν ἰάσασθαι ἄρρωστον.
- 6.8
Ἀπήντησαν δὲ αὐτῷ οἱ παῖδες αὐτοῦ, τὰ τῆς ὑγιείας τοῦ οἱοῦ αὐτοῦ ἀπαγγέλλοντες, διὰ τὸ ἐκπλαγῆναι αὐτοὺς τὸ γενόμενον· οὐ γὰρ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀπηλλάγη τῆς ἀσθενείας τὸ παιδίον, ἀλλ’ ἀθρόον, ὡς φαίνεσθαι μὴ φύσεως ἀκολουθίαν εἶναι τὸ θαῦμα, ἀλλὰ τῆς ἐνεργείας τοῦ Χριστοῦ. Μαθὼν δὲ παρ’ αὐτῶν ἐκεῖνος τὴν ὥραν, λοιπὸν πρὸς τὴν πίστιν τελείως διέκυψεν. Ὁρᾷς ὅτι τότε ἐπίστευσεν, ὅτε οἱ παῖδες εἶπον, οὐχ ὅτε ὁ Χριστός· τὴν οὖν διάνοιαν νῦν ἐλέγχων αὐτοῦ μεθ’ ἧς προῆλθεν, εἰς πίστιν ἐφέλκεται. Πρὸ γὰρ τοῦ σημείου οὐ σφόδρα ἦν πεπιστευκὼς, εἰ δὲ καὶ ἦλθε καὶ παρεκάλεσεν, οὐδὲν θαυμαστόν· εἰώθασι γὰρ οἱ πατέρες ὑπὸ πολλῆς φιλίας οὐ μόνον οἷς θαρροῦσιν ἰατροῖς προσιέναι, ἀλλὰ καὶ οἷς μὴ θαρροῦσι διαλέγεσθαι, μηδὲν ὅλως παραλιπεῖν βουλόμενοι.
- 6.9
Ἀμμωνίου πρεσβυτέρου. Πρὸ μιᾶς ἐπίστευσεν, ἐν δὲ τῇ ἑξῆς καὶ ἔργῳ ἤκουσεν, ὅτι γέγονεν ὃ ἐπίστευσεν ἔσεσθαι· πολλὰ γὰρ ἰσχύει πίστις, συνεργὸν καὶ τελειωτὴν ἔχουσα τὸν Θεόν.
- 6.10
“ Ἐπίστευσε δὲ καὶ αὐτὸς, καὶ ἡ οἰκία αὐτοῦ ὅλη,” διὰ τὸ μαθεῖν αὐτοὺς παρὰ τοῦ δεσπότου αὐτῶν, ὅτι οὗτος ἦν ὁ καιρὸς τῆς ὑγιείας τοῦ παιδὸς, ὅνπερ εἶπεν αὐτῷ ὁ Χριστὸς, ἐκ τούτου λαβόντες ἀπόδειξιν τῆς δυνάμεως αὐτοῦ.
- 6.11
Οὐχ ἁπλῶς δὲ τὸ “ δεύτερον” προσέθηκεν, ἀλλ’ ἔτι τὸ θαῦμα τῶν Σαμαρειτῶν, δεικνὺς ὅτι καὶ δευτέρου σημείου γενομένου οὐδὲ πρὸς τὸ ὕψος ἐκείνων ἔφθασαν τῶν οὐδὲ ἓν σημείων ἑωρακότων.
- 7.1
Περὶ τοῦ λῆ ἴτη ἔχοντος ἐν τῇ ἀσθενείᾳ.
- 7.2
Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα.
- 7.3
Ποῖα ἑορτή; ἐμοὶ δοκεῖ τῆς πεντηκοστῆς. συνεχῶς δὲ ἐν ταῖς ἑορταῖς ἐπιχωριάζει τῇ πόλει, τοῦτο μὲν, ἵνα δόξῃ μετ’ αὐτῶν ἑορτάζειν, τοῦτο δὲ ἵνα τὸ πλῆθος ἐπισπάσηται τὸ ἄδολον· μάλιστα γὰρ ἐν ταῖς ἑορταῖς ταύταις οἱ ἀφελέστερον διακείμενοι συνίεσαν.
- 7.4
Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ κολυμβήθρα.
- 7.5
Ἀμμωνίου πρεσβυτέρου. Προβατικὴ ἐκαλεῖτο, ὅτι ἐκεῖ συνήγετο τὰ πρόβατα τὰ μέλλοντα σφάζεσθαι εἰς τὴν ἑορτὴν, καὶ τὰ ἔγκατα αὐτῶν ἐπλύνοντο ἐκεῖ.
- 7.6
ΦΕΟΔΏΡΟΥ. Περὶ τῶν πέντε στοῶν οὕτως οἰμαι, μετὰ τὰς ἐν κύκλῳ τέσσαρας, μέσην εἶχεν ἑτέραν. τίς δὲ ὁ τῆς ἀσθενείας τρόπος οὗτος; ποῖον ἡμῖν μυστήριον αἰνίττεται; οὐ γὰρ ἁπλῶς καὶ εἰκῆ ἀναγέγραπται, ἀλλὰ τὰ μέλλοντα μυστήρια προδιαγράφει, ὥστε μὴ τὸ σφόδρα παράδοξον ἀπροσδόκητον γενόμενον λυμήνασθαι τῇ τῆς πίστεως δυνάσει. Ἐπεὶ οὖν ἤμελλε βάπτισμα δίδοσθαι, πολλὴν δύναμιν ἔχον, καὶ δωρεὰν μεγίστην τὸ ἁμαρτίας καθαῖρον, καὶ ἀντὶ νεκροῦ ζῶντα ποιῶν, καθάπερ ἐν εἰκόνι προζωγγραφεῖ ταῦτα· καὶ πρῶτον μὲν δίδοται ὕδωρ, καθαῖρον σωμάτων κηλῖδα καὶ μολυσμοὺς οὐκ ὄντας, ἀλλὰ δοκοῦντας εἶναι, οἷον τοὺς ἀπὸ κηδείας, τοὺς ἀπὸ λεπρῶν, τοὺς ἀπὸ τοιούτων ἑτέρων, καὶ πολλὰ ἄν τις ἴδοι δι’ ὕδατος γεγονότα ἐπὶ τῆς παλαιᾶς· ταύτης ἕνεκεν τῆς προφάσεως, πλὴν ἀλλὰ πρὸς τὸ κατεπεῖγον καὶ ἰώμενον νοῦν. Καὶ μετ’ ὀλίγα— “ Ἄγγελος γὰρ καταβαίνων ἐτάρασσε τὸ ὕδωρ,” καὶ ἰατρικὴν ἐνετίθει δύναμιν, ἵνα μάθωσιν οἱ Ἰουδαῖοι, ὅτι πολλῷ μᾶλλον ὁ τῶν Ἀγγέλων δεσπότης πάντα τὰ νοσήματα τῆς ψυχῆς ἰάσασθαι δύναται. Ὥσπερ ἐνταῦθα οὐχ ἁπλῶς ἰᾶται τῶν ὑδάτων ἡ φύσις, ἢ γὰρ ἂν διὰ παντὸς τοῦτο ἐγίνετο, ἀλλ’ ἐπὶ τῇ τοῦ Ἀγγέλου ἐνεργείᾳ, οὕτω καὶ ἐφ’ ἡμῖν οὐχ ἁπλῶς τὸ ὕδωρ ἐργάζεται, ἀλλ’ ὅταν τὴν τοῦ Πνεύματος δέξηται χάριν, τότε πάντα τὰ ἁμαρτήματα λύει. ἀλλὰ τότε μὲν ἡ ἀσθένεια κώλυμα τῷ βουλομένῳ θεραπευθῆναι ἐγίνετο, νῦν δὲ κύριος ἕκαστός ἐστι προσελθεῖν. οὐ γὰρ Ἄγγελός ἐστιν ὁ ταράσσων, ἀλλ’ ὁ τῶν Ἀγγέλων δεσπότης, ὁ τὸ πᾶν ἐργαζόμενος. οὐκ ἔστιν εἰπεῖν, “ ἄνθρωπον οὐκ ἔχω·” οὐκ ἔστιν εἰπεῖν “ ἐν ᾧτ’ ἔρχομαι “ ἄλλος πρὸ ἐμοῦ καταβαίνει,” ἀλλὰ κἂν ἡ οἰκουμένη πᾶσα ἔλθῃ, ἡ χάρις οὐκ ἀναλίσκεται, οὐδὲ ἡ ἐνέργεια δαπανᾶται, ἀλλ’ ὅμοια μένει καὶ τοιαύτη, οἵα καὶ πρὸ τούτου. ἀλλὰ τί δήποτε πάντας ἀφεὶς ὁ Ἰησοῦς ἐπὶ τὸν τριάκοντα ὀκτὼ ἔτη ἔχοντα ἦλθε; Τί δαὶ καὶ ἐρωτᾷ, “ θέλεις ὑγιὴς γενέσθαι;” οὐχ ἵνα μάθῃ, τοῦτο παρέλκον ἢν, ἀλλ’ ἵνα διδάξῃ τοῦ τοιούτου τὴν καρτερίαν.
- 7.7
Ἀμμωνίου πρεσβυτέρου. Ὧδε προδιεγράφετο τὸ τοῦ βαπτίσματος μυστήριον, ἐν ᾧ πᾶν εἶδος ἁμαρτημάτων ἐθεραπεύετο. “ Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ,” καὶ τὰ ἑξῆς. ἔκπληκτος ἡ καρτερία τοῦ παραλυτικοῦ· ἱκοῦ· ἔτη τριακονταοκτὼ εἶχε, καὶ καθ’ ἕκαστον ἐνιαυτὸν ἀπαλλαγήσεσθαι τοῦ νοσήματος προσδοκῶν ἐνη- δρεύετο, καὶ οὐκ ἀφίστατο· εἰ γὰρ τὰ μὴ παρελθόντα, τὰ γοῦν μέλλοντα οὐχ ἱκανὰ ἦν αὐτὸν ἀπαγαγεῖν τοῦ τόπου, ἀλλ’ ὅμως οὐκ ἀνέπεσεν οὐδὲ ἀπέγνω.
- 7.8
Κυρίλλου. τύπος καὶ ἡ πολυχρόνιος τοῦ παραλυτικοῦ ἀσθένεια τῆς τοῦ Ἰσραὴλ εἰς Χριστὸν ἀπιστίας· ἀσθενήσει γὰρ καὶ παραλυθήσεται, ἀλλ’ ἔσται τις αὐτῷ παρὰ τοῦ Σωτῆρος ἐπισκοπὴ, καὶ ὑγιασθήσεται καὶ αὐτὸς ἐπὶ τῇ κολυμβήθρᾳ δι’ ὑπακοῆς πίστεως.
- 7.9
Ἀπολιναρίου. Τὸ τριακοστὸν καὶ ὄγδοον ἔτος τοῦ παραλύτου σημαίνει κολάσεως χρόνον ἤδη συμπληρούμενον, ὅτι καὶ τεσσαράκοντα ἔτη ὁ λαὸς ἐπὶ τῆς ἐρημίας δίκας ἐξέτισε, καὶ τεσσαράκοντα ἡμέρας ἐπέσχεν ὁ κατακλυσμὸς, καὶ πληγαῖς δὲ ὁ νόμος τεσσαράκοντα τοὺς ἁμαρτάνοντας ἐκόλαζεν. ὁ τοίνυν Κύριος ὑποτεμνόμενος τὸ πλῆρες τῆς κολάσεως, ἔτει τριακοστῷ ὀγδόῳ θεραπεύει τὸν ἄρρωστον, ὥσπερ καὶ τὰς νομικὰς κολάσεις ὑπετέμνετο διὰ τῆς χάριτος, ἐγγὺς τοῦ κοσμικοῦ χρόνου πεπληρωμένου.
- 7.10
Ἀμμωνίου πρεσβυτέρου. Οὐχ ὡς ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ διανιστῶν αὐτὸν εἰς ἐπιθυμίαν τοῦ θεραπευθῆναι.
- 7.11
τίνος ἕνεκεν τοὺς ἄλλους πάντας ἀφεὶς ἐπὶ τοῦτον ἦλθεν ὁ Χριστὸς καὶ ἐρωτᾷ, “ εἰ θέλει ὑγιὴς γενέσθαι;” οὐχ ἵνα μάθῃ, τοῦτο παρέλκον ἦν, ἀλλ’ ἵνα ἡμᾶς διδάξῃ τὴν τούτου καρτερίαν. Διὸ χρὴ σκοπῆσαι, μεθ’ ὅσης ἐπιεικείας ἀποκρίνεται λέγων, “ ναὶ Κύριε, ἄνθρωπον δὲ οὐκ ἔχω, καὶ τὰ ἑξῆς· Τί τούτων τῶν ῥημάτων ἐλεεινότερον γένοιτ’ ἄν; τί τῶν πραγμάτων περιπαθέστερον, οἵαν καρδίαν συντετριμμένην ἐκέκτητο, οὐδὲ ὑπὸ τῆς μακρᾶς ἀσθενείας συνεχόμενος, ἐφθέγξατό τι βλάσφημον, οἷα πολλοὺς ἀκούομεν λέγοντας τῶν ἀπαιδεύτων καὶ ἀταλαιπώρων ἐν περιστάσεσιν· οὐ κατηράσατο αὐτοῦ τὴν ἡμέραν, ἀλλὰ πράως ἀποκρίνεται, καίτοι γε μὴ εἰδὼς τίς ποτε ἦν ὁ ἐρωτῶν, οὐθ’ ὅτι θεραπεύειν ἔμελλεν, ἀλλ’ ἣ τοῦτο μόνον ἴσως προσεδόκησε τὸ χρησιμεύσειν αὐτῷ τὸν Χριστὸν τὸ ἐμβαλεῖν εἰς τὸ ὕδωρ· καὶ διὰ τούτων αὐτὸν ἐπιστπάσασθαι τῶν ῥημάτων οὐ βούλεται. Οὐκ εἶπεν ’δει αὐτῷ ὁ Χριστὸς θέλεις σε θεραπεύσω; ἵνα μὴ δόξῃ κομπάζειν.
- 7.12
Κελεύει δὲ αὐτὸν ἆραι τὸ κλινίδιον, πιστώσασθαι βουλόμενος τὸ γενόμενον θαῦμα, καὶ μηδένα νομίσαι φαντασίαν αὐτὸ εἶναι. Οὐδὲ γὰρ ἃν εἰ μὴ βεβαίως καὶ σφόδρα αὐτῷ συνεπάγη τὰ μέλη, τὴν κλίνην φέρειν ἠδύνατο.
- 7.13
Οὐκ ἀπαιτεῖ δὲ αὐτὸν πρὸ τῆς ἰάσεως πίστιν, ὥσπερ ἐπὶ ἄλλων τινῶν, ὅτι οὐδέπω αὐτὸν ἑωράκει σημεῖον ἕτερον πεποιηκότα, ἀλλ’ οὐδὲ ὅστις ἢν ᾔδει καὶ γὰρ καὶ ἐκείνους οὓς ἀπῄτει πίστιν, οὐ πρὸ τῶν θαυμάτων, ἀλλὰ μετὰ τὸ ἰδεῖν αὐτοὺς θαύματα πεποιηκοτα απῃτει.
- 7.14
Ἦρε δὲ τὸ ἑαυτοῦ κράββατον, καὶ περιεπάτει, ἐπειδὴ ἅμα ἤκουσε πιστεύσας· ἠγέρθη γενόμενος ὑγιὴς, μηδὲν ὅλως ἄπιστον ἐννοήσας.
- 7.15
Ἀπολιναρίου. Οὐκ εἶπαν διὰ τί ταῦτα ἐκέλευε γίνεσθαι σαββάτῳ, ἀλλὰ διὰ τί ταῦτα ἐποίησεν ἐν σαββάτῳ; οὐχ ὑπὲρ τῆς παραβάσεως δυσχεραίνοντες, ἀλλὰ τῇ σωτηρίᾳ τῇ παρ’ αὐτοῦ φθονοῦντες. Καί τοι γε ὅσον εἰς ἀνθρώπινον ἔργον, τοῦτο μᾶλλον ἔργον ἦν, ὅπερ ἐποίησεν ὁ παράλυτος· ἐκεῖνο δὲ λόγος καὶ ῥῆμα. χρὴ δὲ θαυμάσαι καὶ τὴν μετὰ ταῦτα πίστιν αὐτοῦ, καὶ τὴν πρὸς τοὺς Ἰουδαίους παρρησίαν, πῶς ἐπικειμένων αὐτῷ καὶ λεγόντων, “ οὐκ ἔξεστι σοι ἆραι τὸν κράββατόν σου διὰ τὸ σάββατον,” αὐτὸς μετὰ παρρησίας τὴν ἀναίσχυντον ἐπιστομίζων γλῶτταν, τὸν εὐεργέτην ἐκήρυττε λέγων, “ ὁ ποιήσας με ὑγιῆ, αὐτός μοι εἶπεν, “ ἆρον τὸν κράββατόν σου,” μονονουχὶ λέγων, ληρεῖτε καὶ παραπαίετε, κελεύοντες τῷ ἀπὸ μακρᾶς οὕτω καὶ χαλεπῆς ἀπαλλάξαντί με νόσου μὴ πείθεσθαι προστάσσοντι, καί τοι γε εἰ κακουργεῖν ἐβούλετο, ἐνῆν καὶ ἑτέρως εἰπεῖν, οἷον ὅτι οὐχ ἑκὼν τοῦτο ποιῶ, ἀλλ’ ἑτέρου κελεύσαντος· εἰ δὲ ἔγκλημα τοῦτο, καὶ ἀποτίθεμαι τὴν κλίνην, καὶ θεραπείαν δὲ ἔκρυψεν ἄν· καὶ γὰρ ᾔδει σαφῶς οὐχ οὕτω δακνομένους ἐπὶ τῇ τοῦ σαββάτου λύσει, ὡς ἐπὶ τῇ τῆς ἀρρωστίας διορθώσει.
- 7.16
τίνος ἕνεκεν οὐκ εἶπον αὐτῷ, τίς ἐστιν ὁ ποιήσας σε ὑγιῆ, ἀλλ’ “ ὁ εἰπών σοι, ἆρον τὸν κράββατόν σου;” ἀπὸ πολλῆς κακουργίας· ἄνω γὰρ καὶ κάτω τὴν δοκοῦσαν παράβασιν εἰς μέσον ἦγον. Αὐτὸς δὲ τούτου χάριν ἐξένευσε· πρῶτον μὲν, ἵνα ἀπόντος αὐτοῦ ἡ μαρτυρία ἀνύποπτος γένηται· ὁ γὰρ αἴσθησιν λαβὼν τῆς ὑγιείας, ἀξιόπιστος ἦν τῆς εὐεργεσίας μάρτυς. Ἐπειτα ἵνα μὴ πλέον τούτων παρασκευάσῃ τὸν θυμὸν ἐκκαῆναι· οἶδε γὰρ, καὶ ὄψις μόνη τοῦ διαφθονουμένου οὐ μικρὸν τοῖς βασκαίνουσιν ἐνιέναι σπινθῆρα. Διὰ τοῦτο ἀναχωρήσας ἀφίησιν αὐτὸ καθ’ ἑαυτὸ τὸ ἔργον ἀγωνίνίσζεσθαι παρ᾿ αὐτοῖς. Ἐγκαλοῦντες γὰρ τέως μαρτυροῦσι τῷ θαύματι.
- 7.17
Τί δαὶ μανθάνομεν ἐκ τοῦ, “ ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε,” καὶ τὰ ἑξῆς; Πρῶτον μὲν, ὅτι ἐξ ἁμαρτιῶν ἐτέχθη τῷ ἀνθρώπῳ τὸ νόσημα, δεύτερον δὲ ὅτι ἀληθὴς ὁ τῆς γεέννης λόγος, καὶ τὸ μακρὰν εἶναι καὶ ἄπειρον τὴν τιμωρίαν. Ποῦ γὰρ νῦν εἰσιν οἱ λέγοντες, ὅτι ἐν ὥρᾳ μιᾷ ἐπόρνευσα, καὶ ἀθάνατα κολάζομαι; ἰδοὺ γὰρ καὶ οὗτος οὐκ ἐν τοσούτοις ἥμαρτεν ἔτεσιν, ἐν ὅσοις ἐκολάζετο, ἀλλ’ ὁλόκληρον γοῦν ἀνθρώπου βίον σχεδὸν ἀνήλωσεν ἐν τῷ μήκει τῆς τιμωρίας. Οὐδὲ γὰρ ἐν χρόνῳ τὰ ἁμαρτήματα κρίνεται, ἀλλ’ ἐν αὐτῇ τῇ φύσει τῶν πεπλημμελημένων. Μετὰ τοῦτο κἀκεῖνο μανθάνομεν, ὅτι κἂν χαλεπὴν δῶμεν ὑπὲρ τῶν προτέρων ἁμαρτημάτων τὴν δίκην, εἶτα τοῖς αὐτοῖς περιπέσωμεν, χαλεπώτερα πολλῷ πεισόμεθα πάλιν, καὶ μάλα εἰκότως· ὁ γὰρ μηδὲ τῇ τιμωρίᾳ γενόμενος βελτίων, ὡς ἀναίσθητος καὶ καταφρονητὴς, ἐπὶ μείζονα ἄγεται κολαστήρια. Καὶ τίνος ἕνεκεν, φησὶ, μὴ πάντες οὕτω κολάζονται; καὶ γὰρ πολλοὺς ὁρῶμεν τῶν φαύλων εὐσωματοῦντας καὶ σφριγῶντας, καὶ πολλῆς ἀπολαύοντας εὐημερίας. ἀλλὰ τὸ μηδὲν αὐτοὺς ἐνταῦθα παθεῖν, ἐφόδιον γίγνεται μείζονος τῆς ἐκεῖ τιμωρίας. καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε “ κρινόμενοι δὲ “ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν·” τὰ μὲν γὰρ ἐνταῦθα νουθεσίας, τὰ δὲ ἐκεῖ τιμωρίας ἐστί.
- 7.18
Τί οὖν; πάντα τὰ νοσήματα ἐξ ἁμαρτημάτων; οὐ πάντα μὲν, ἀλλὰ τὰ πλείονα. Γίγνεται μὲν γὰρ διὰ ἁμαρτημάτων, ὥσπερ καὶ ἐν ταῖς βασιλείαις ὁρῶμέν τινα ποδαλγίᾳ κατασχεθέντα. γίνεται δὲ καὶ δι’ εὐδοκίμησιν, ὥσπερ τῷ Ἰώβ φησιν ὁ Θεὸς, “ ἣ ἄλλως σοι οἴει κεχρηματικέναι, ἣ ἵνα δίκαιος ἀναφανῇς;” Ενια δὲ καὶ ἀπὸ ῥαθυμίας γίνεται. καὶ γὰρ καὶ γαστριμαργία καὶ μέθη τὰ τοιαῦτα τίκτουσι νοσήματα.
- 7.19
τινὲς τὸν παράλυτον τοῦτον διαβάλλοντες, φασὶν αὐτὸν τοῦ Χριστοῦ γενήσεσθαι κατήγορον, καὶ διὰ τοῦτο ἀκηκοέναι τὴν παραγγελίαν καὶ τὴν ἀπειλὴν ἐκείνην. Οὐκ ἔστι δὲ οὕτως. καὶ γὰρ, φησὶ, “ εὑρίσκει αὐτὸν ἐν τῷ ἱερῷ ὁ Ἰησοῦ,” ὅπερ μεγίστης εὐλαβείας σημεῖόν ἐστιν· οὐδὲ γὰρ ἀνεχώρησεν οἴκαδε, οὐδὲ τρυφῇ καὶ ἀνέσει ἔδωκεν ἑαυτὸν, ἀλλ’ ἐν τῷ ἱερῷ διῆγε, καί τοι γε τοσαύτην μέλλων ὑπομένειν ἔφοδον, καὶ παρὰ πάντων ἐλαύνεσθαι εἰκῆ. ἀλλ’ οὐδὲν τούτων ἔπεισεν αὐτὸν ἀποστῆναι τοῦ ἱεροῦ· καὶ μετὰ τὸ διαλεχθῆναι τοῖς Ἰουδαίοις εὑρὼν αὐτὸν ὁ Ἰησοῦς, οὐδὲν τοιοῦτον ἠνίξατο, ἀλλὰ πρὸς τὸ μέλλον αὐτὸν ἀσφαλίζεται μόνον· ὁρῶμεν δὲ αὐτὸν καὶ ἐπὶ τῆς αὐτῆς μένοντα εὐγνωμοσύνης. Οὐ γὰρ εἶπεν ὅτι αὐτός ἐστιν ὁ εἰπών μοι, ἆρον τὸν κράββατόν σου, ὅπερ ἐκεῖνοι ἔγκλημα ἐποιοῦντο, ἀλλὰ ἰατρὸν αὐτὸν ἐμφαίνων, φησὶν, “ Ἰησοῦς ἐστιν ὁ ποιήσας με ὑγιῆ.” Ἐκ τούτου βουλόμενος τοὺς ἄλλους πρὸς τὸν Χριστὸν ἐφελκύσασθαι. Οὐ γὰρ οὕτως ἀναίσθητος ἦν, ὡς μετὰ τοσαύτην εὐεργεσίαν καὶ παραίνεσιν παραυτὰ προδοῦναι τὸν εὐεργέτην, καὶ κακούργῳ διανοίᾳ εἰπεῖν, ὅτι “ Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ·” ἀλλ’ οὗτος μὲν εὐγνώμονι σκοπῷ τοῦτο ἔλεγεν. Οἱ δὲ Ἰουδαῖοι ἐδίωκον τὸν εὐεργέτην ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ.
- 7.20
Διὰ τί φησιν, “ ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργά- “ζομαι;” τὸ ὁμότιμον τὸ πρὸς τὸν Πατέρα δεῖξαι Ἅμα δὲ καὶ ἀναγαγεῖν αὐτοὺς θέλων ἀπὸ τῆς γῆς, ἵνα μηκέτι ὡς ἀνθρώπῳ προσέχωσιν, ἀλλ’ ὡς Θεῷ καὶ νομοθέτῃ, καὶ ὥσπερ, φησὶν, ἀπολύετε τὸν Θεὸν ἐγκλημάτων ἐφ’ οἷς καὶ ὅτε διαπράττεται, οὐτῶ καὶ ἐμὲ.
- 7.21
Εἰ δέ τις ἐπιθυμεῖ τὸν τρόπον μαθεῖν, καθ’ ὃν ἐργάζεται ὁ Πατὴρ, ὁράτω τὴν οἰκουμένην ἅπασαν καὶ τὴν ταύτης πρόνοιαν· καὶ ἥλιον ἀνατέλλοντα καὶ σελήνην τρέχουσαν, καὶ πηγὰς καὶ ποταμοὺς καὶ ὑετοὺς, καὶ φύσεως δρόμον τὸν ἐν τοῖς σπέρμασι, τὸν ἐν τοῖς σώμασι τοῖς ἡμετέροις καὶ τοῖς τῶν ἀλόγων, τὰ ἄλλα πάντα, δι’ ὧν τόδε τὸ πᾶν συγκροτεῖται, ἅπερ καὶ ἐν σαββάτῳ γίνεται. οἱ δὲ τῇ πονηρίᾳ συνεχόμενοι μᾶλλον ἐζήτουν αὐτὸν ἀποκτεῖναι, “ ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον,” καὶ τὰ ἑξῆς.
- 7.22
Οὐκ εἶπεν ὁ λέγων, οὐ γὰρ ἃν τοῖς ῥήμασιν ἐδείκνυ μόνοις, ἀλλὰ πυκνότερον ἐν τοῖς πράγμασιν. Τί δή ποτε; ὅτι τοῖς μὲν λόγοις εἶχον ἐπισκήπτειν, καὶ ἀλαζονείαν ἐγκαλεῖν, τὴν δὲ τῶν πραγμάτων ορῶντες k ἀλήθειαν ἐκβαίνουσαν, καὶ ἐπὶ τῶν ἔργων ἀνακηρυττομένην τὴν δύναμιν, οὐδὲν ἀντειπεῖν ἠδύναντο λοιπόν. ἀλλ’ οἱ μὴ βουλόμενοι μετ’ εὐγνωμοσύνης ταῦτα δέχεσθαι φασιν, ὅτι οὐχ ὁ Χριστὸς ἐποίει ἑαυτὸν ἴσον τῷ Θεῷ, ἀλλ’ οἱ Τουδαῖοι τοῦτο ὑπώπτευον. οὐκοῦν ἄνωθεν τὰ εἰρημένα ἐπέλθωμεν. ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, ἢ οὐκ ἐδίωκον; καὶ διὰ τοῦτο ἐδίωκον, ἣ δι’ ἕτερόν τι; καὶ τοῦτο συνομολογεῖται· ἔλυε τὸ σάββατον ἣ οὐκ ἔλυεν; οὐδὲ πρὸς τοῦτο ἔχεις τι ἀντειπεῖν. Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν ἣ οὐκ ἔλεγε; καὶ τοῦτο ἀληθές· οὐκοῦν καὶ τὰ ἑξῆς τῆς αὐτῆς ἀκολουθίας ἔχεται, καὶ τὸ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, τῆς αὐτῆς γνώμης ἀπόφασις ἢν.
- 7.23
Τὸ δὲ “ οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν’ τοῦτο σημαίνει, ὅτι οὐδὲν ἐναντίον τῷ Πατρὶ, οὐδὲν ἀλλότριον, οὐδὲν ξένον, καὶ τοῦτο δὲ τὴν πρὸς τὸν Πατέρα δείκνυσιν ἰσότητα καὶ τὸ ἀπαράλλακτον καὶ τὸ ὡσανεὶ ἀπὸ μιᾶς γνώμης, ἐξουσίας, καὶ δυνάμεως γινόμενον. Δῆλοί δὲ τοῦτο καὶ τὸ ἐπαγόμενον, “ ἃ γὰρ ἃν, φησὶν, ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ, ὅθεν καὶ ἐκ τῶν ἄνωθεν εἰρημένων, καὶ ἐκ τῶν μετὰ ταῦτα λεχθέντων, δείκνυται τῆς ἰσότητος ἡ ἀπόδειξις.
- 7.24
Τί ἐστι τὸ καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἴνα ὑμεῖς “ θαυμάζητε;” ἐπειδὴ τὸν παράλυτον ἔσφιγξε, μέλλει δὲ νεκρὸν ἐγείρειν. Διὰ τοῦτό φησιν, εἰ θαυμάζετε, ὅτι παράλυτον ὑγιῆ πεποίηκα, μείζονα τούτων ὄψεσθε.
- 7.25
ταπεινότερον δὲ αὐτὸ εἶπε, τουτέστι τὸ “ δείξει,” ἵνα τὴν μανίαν αὐτῶν παραμυθήσηται· ὅτι γὰρ οὐ κυρίως τὸ “ δείξει” κέχρηται, τὰ ἑξῆς δηλοῖ. “ Ὥσπερ γὰρ ὁ Πατὴρ,” φησὶν, “ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποίει τὸ μὲν γὰρ “ὡσπερ ὀ Πατὴρ ἐγείρει” τῆς δυνάμενς δείκνυσι τὴν ἀπαραλλαξίαν, τὸ δὲ “ οὓς θέλει,” τῆς ἐξουσίας τὴν ἰσότητα.
- 7.26
Ἐπειδὴ δὲ εὐεργετούμενοι οἱ ἄνθρωποι οὐχ οὕτως αἰσθάνονται, διὰ τοῦτο ἐπάγει, ὅτι “ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ,” ἵνα κἂν ὁ φόβος εἰς τὴν τιμὴν τοῦ Υἱοῦ αὐτοὺς ἐπισπάσηται. πᾶσαν δὲ εἰπὼν τοῦτο ἐδήλωσεν, ὅτι καὶ τοῦ κολάζειν καὶ τοῦ τιμᾷν ἐστι κύριος ἅπαντας, ὡς ἃν ἐθέλῃ. ὥσπερ δὲ τὸ “ ἔδωκε “ ζωὴν,” ἐγέννησεν αὐτὸν ζῶντα ἐστὶν, οὕτω καὶ τὸ “ ἔδωκε “ κρίσιν,” κριτὴν αὐτὸν ἐγέννησεν, ἐμφαίνει. Ἵνα γὰρ μὴ ἀκλύοντες ὅτι αἴτιον ἔχει τὸν Πατέρα, παραλλαγὴν οὐσίας νομίσωμεν, καὶ τιμῆς ἐλάττωσιν, διὰ τοῦτο αὐτὸς ἔρχεται ἡμᾶς κρίνων· τὴν ἰσότητα ἐντεῦθεν πρὸς τὸν Πατέρα δεικνύς. Ὁ γὰρ ἐξουσίαν ἔχων καὶ κολάζειν καὶ τιμᾷν ὡς βούλεται, τὰ αὐτὰ δύναται τῷ Πατρί· τούτου δὲ χάριν οὕτω φθέγγεται, διὰ τὸ ἀπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ τοῖς ὑψηλοῖς προοδοποιῆσαι ῥήμασι· διὰ τοῦτο ἀναμίγνυσι ταῦτα ἐκείνοις, κἀκεῖνα τούτοις, οἶον ἐκ τοῦ εἰπεῖν, “ ὁ πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι·” ἔδειξεν ἐκ τούτου τὸ ὁμότιμον. ἠθέλησαν αὐτὸν διὰ τοῦτο ἀποκτεῖναι οἱ Ιουδαῖοι· πάλιν τῇ λέξει μὲν καθυφίησι, τὰ νοήματα δὲ τὰ αὐτὰ τίθησιν, οὕτω λέγων, “ οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν.” Εἶτα πάλιν ἐπὶ τὰ ὑψηλὰ ἀνάγει τὸν λόγον· “ ἃ γὰρ ἃν ἐκεῖνος ποιῇ, φησὶ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. Πάλιν ἐπὶ τὸ ταπεινότερον, “ ὁ γὰρ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυ- “ σιν αὐτῷ, καὶ μείζονα τούτων δείξει αὐτῷ.” Εἶτα πάλιν ἐπὶ τὸ ὑψηλότερον, “ ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωο- “ ποιεῖ, οὕτω καὶ ὁ Υἱός.” Εἰτα τὸ ταπεινὸν ὁμοῦ καὶ “ οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέ- “ ’δωκε τῷ Υἱῷ.” Εἶτα ἐπὶ τὸ ὑψηλότερον, “ ἵνα πάντες τιμῶσι “ τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.” Ἰδοὺ πῶς τὸν λόγον ποικίλλει, δι’ ὑψηλῶν αὐτὸν καὶ ταπεινῶν ὑφαίνων, ὥστε καὶ τοῖς τότε γενέσθαι εὐπαράδεκτον, καὶ τοῖς μετὰ ταῦτα μηδὲν βλβῆναι, ἀπὸ τῶν ὑψηλῶν καὶ τῶν ἑτέρων τὴν προσήκουσαν λαμβάνοντες ἔννοιαν. Δεικνὺς οὖν ὅτι συμπέπλεκται ἡ τιμὴ τοῦ Υἱοῦ, τῇ τιμῇ τοῦ Πατρός, φησιν, “ ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν “ Πατέρα τὸν πέμψαντα αὐτὸν,” οὐχ ἁπλῶς ὁ μὴ τιμῶν, ἀλλ’ ὁ μὴ τιμῶν οὕτως ὡς προεῖπον, φησὶ, τουτέστι ὡς τὸν Πατέρα.
- 7.27
Πρὸς δὲ τὸ μὴ ἐκθηριωθῆναι τοὺς Ἰουδαίους, βουλόμενος ἀπαράδεκτον ποιῆσαι τὸν λόγον, ἐκ τοῦ μαθεῖν ὅτι τῷ Πατρὶ πιστεύσυσιν οἱ αὐτοῦ ἀκούοντες, ἐπήγαγε λέγων, “ ὁ ἀκούων μου τοὺς λόγους καὶ πιστεύων τῷ πέμψαντι με,” καὶ τὰ ἑξῆς. τοῦτο γὰρ δεξάμενοι μετὰ προθυμίας, καὶ τὰ λοιπὰ ἔμελλον εὐκολώτερον δέχεσθαι.
- 7.28
Τὸ δὲ “ εἰς κρίσιν οὐκ ἔρχεται,” τουτέστιν, οὐ κολάζεται· θάνατον δὲ, φησὶ, οὐ τοιοῦτον, ἀλλὰ τὸν αἰώνιον, ὥσπερ καὶ ζωὴν ἐκείνην.
- 7.29
Ἵνα δὲ μὴ δόξῃ κόμπος εἶναι τὸ πρᾶγμα καὶ τῦφος, παρέχει καὶ τὴν διὰ τῶν ἔργων ἀπόδειξιν, λέγων, ὅτι ἔρχεται ὥρα εἶτα ἵνα μὴ μακρὸν ὑποπτεύσωμεν χρόνον, “ καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ “ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ ζήσονται.” νῦν, φησὶν, ἐμοῦ διατρίβοντος μεθ’ ὑμῶν, τοῦτο γενήσεται πρὸς τὸ μὴ διαπιστεύειν ὑμᾶς περὶ τούτου· τοῦτο δὲ ἔλεγε περὶ ὧν ἔμελλε νεκρῶν ἀνιστᾷν, οἷον τοῦ υἱοῦ τῆς χήρας καὶ τοῦ Λαζάρου. Εἶτα καὶ λογισμὸν ἐπάγει τῶν εἰρημένων ἀποδεικτικόν. “ Ὥσπερ “ γὰρ, φησὶν, ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ “ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ.
- 7.30
τὴν δὲ τοῦ “ ἔδωκε” λέξιν ἐνταῦθα τέθεικεν ἐπὶ τὸ δεῖξαι μόνον τῷ τὸν μὲν Πατέρα εἶναι, τὸν δὲ Υἰὸν, τὰ δὲ ἄλλα πάντα τὸ ἴσον καὶ ἀπαράλλακτον ἐμφαίνει πρὸς τὸν Πατέρα.
- 7.31
τίνος ἕνεκεν ἀνάστασιν καὶ κρίσιν ἄνω καὶ κάτω στρέφει λέγων, “ καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν;” ὅτι ταῦτα μάλιστα πάντων ἐστὶν, ἃ καὶ ἐπαγαγέσθαι δύναται τὸν ἀκροατήν. Ὁ γὰρ πεισθεὶς ὅτι καὶ ἀναστήσεται, καὶ αὐτῷ δώσει, τουτέστι τῷ Χριστῷ, καὶ εὐθύνας τῶν πεπλημμελημένων, εἰ καὶ μηδὲν ἔτερον εἶδε σημεῖον, τοῦτο μόνον καταδεξάμενος, προσδραμεῖται πάντως αὐτῷ, ἥμερον κατασκευάζων ἑαυτῷ τὸ δικαστήριον.
- 7.32
Χρὴ δὲ γινώσκειν, ὅτι ὁ μὲν Παῦλος ὁ Σαμοσατεὺς οὕτω φησιν, “ ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι ὑίος ἀνθρώπου ἐστιν οὐδεμίαν ἀκολουθίαν ἔχει. Οὐ γὰρ διὰ τοῦτο ἔλαβε κρίσιν, ὅτι ἄνθρωπός ἐστιν, ἀλλ’ ἐπειδὴ τῆς ἀρρήτου οὐσίας ἐκείνης ἐστὶν υἱὸς, διὰ τοῦτο ἐστὶ καὶ κριτής· οὕτω τοίνυν ἀναγνωστέον, “Ὅτι “ υἱὸς ἀνθρώπου ἐστὶ, μὴ θαυμάζετε τοῦτο.” Ἐπειδὴ γὰρ ἐδόκει τοῖς ὁρῶσι προίστασθαι τὸ φαινόμενον, καὶ πλέον οὐδὲν ἐνόμιζον εἶναι, ἀλλὰ ψιλὸν ἄνθρωπον, τὰ δὲ λεγόμενα μεῖζον ἢ κατὰ ἄνθρωπον ἦν, μᾶλλον δὲ μεῖζον ἣ κατὰ Ἄγγελον, καὶ Θεοῦ μόνου, ταύτην λύων τὴν ἀντίθεσιν ἐπήγαγε, “ μὴ θαυμάζετε.”
- 7.33
Ἐπειδὴ δὲ εἶπεν ἀνωτέρω, “ ὅτι ὁ ἀκούων μου τοὺς λόγους καὶ “ πιστεύων τῷ πέμψαντί με, οὐ κρίνεται,” ἵνα μὴ νομίσωμεν, ὅτι τοῦτο μόνον ἀρκεῖ πρὸς σωτηρίαν, προστέθεικε καὶ τὰ ἐκ τοῦ βίου, εἰπὼν, “ καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες, καὶ τὰ ἑξῆς.
- 7.34
Ἀμμωνίου πρεσβυτέρου. Ὥστε οὐκ ἀρκεῖ ἡ πίστις μόνη σῶσαι, εἰ μὴ καὶ ἔργα τις ἔχει ἀγαθά.
- 7.35
Δι’ ἀμφοτέρων, τοῦ τε φόβου καὶ τῆς τιμῆς, προτρέπεται εἰς σωτηρίαν τὸν ἄνθρωπον. Τί σημαίνει τὸ, “ οὐ δύναμαι ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐδέν;” τὸ ἀπαράλλακτον, ὅτι οὐδὲν ἔφη ξένον, οὐδὲν παρηλλαγμένον, οὐδὲ ὃ μὴ βούλεται ὁ Πατὴρ, παρ’ ἐμοῦ γίνεται.
- 7.36
Τὸ δὲ “ καθὼς ἀκούω, κρίνω,” τοῦτο δηλοῖ οὐ διδασκαλίαν, ἀλλὰ τὸ τῆς ψήφου ἴσον, ὡσανεὶ ἔλεγεν, οὕτω κρίνω, ὡσανεὶ αὐτὸς ὁ Πατὴρ ὁ κρίνων εἴη. Ἐπειδὴ δὲ ἐν τοῖς ἔμπροσθεν, τὰ μὲν θεοπρεπῶς, τὰ δὲ ἀνθρωπίνως διηλέχθη, πάλιν ὡς ἄνθρωπος κατασκευάζει τὰ αὐτὰ, καὶ φησὶν, “ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστιν, ὅτι “ οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν,” καὶ τὰ ἑξῆς. Ὁ μὲν γὰρ θέλων, φησὶ, τὰ ἑαυτοῦ στῆσαι, ἴσως ἃν ὑποπτευθείη, ὥσπερ φθείρων ἐν τούτῳ τὸ δίκαιον. Ὁ δὲ μὴ τὰ ἑαυτοῦ σκοπῶν, τίνα ἃν ἔχοι πρόφασιν τοῦ μὴ τὰ δίκαια ψηφίζεσθαι; Διὰ τοῦτο οὖν, ἐπειδὴ τῷ Πατρὶ ἀνατίθημι τὰ γιγνόμενα, πείσθητε τοῖς ὑπ’ ἐμοῦ λεομενοις.
- 7.37
Τὸ δὲ “ ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ “ ἔστιν ἀληθὴς,” τί σημαίνει; καὶ γὰρ πολλαχοῦ φαίνεται μαρτυρήσας περὶ ἑαυτοῦ, οἷον τῇ Σαμαρείτιδι διαλεγόμενος, καὶ τῷ τυφλῷ, καὶ τοῖς Ἰουδαίοις, καὶ ἑτέρωθι πολλαχοῦ τοῦτο ποιεῖ. Ἃν οὖν ἅπαντα ταῦτα ψευδῆ, τίς ἡμῖν σωτηρίας ἐλπίς; πόθεν δὲ τὴν ἀλήθειαν εὑρήσομεν, ὅταν αὐτὴ ἡ ἀλήθεια λέγῃ, ὅτι οὐκ ἔστιν ἡ μαρτυρία μου ἀληθής. Οὐ τοῦτο δὲ δοκεῖ τὸ ἐναντίωμα εἰναι μόνον, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Προϊὼν γάρ φησι, “ κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι. Ποῖον οὖν δεξόμεθα, ποῖον δὲ εἶναι νομίσωμεν ψεῦδος; Τί οὖν ἐστι τὸ εἰρημένον; ἔμελλον αὐτῷ λέγειν οἱ Ἰουδαῖοι, ἐὰν σὺ μαρτυρῇς περὶ σεαυτοῦ, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Διὰ τοῦτο οὖν προλαβὼν τοῦτο εἶπεν, ὡσανεὶ ἔλεγεν· ἴσως ἐρεῖτέ μοι, ὅτι σοὶ οὐ πιστεύομεν, οὐδεὶς γὰρ ἑαυτῷ μαρτυρῶν ἀξιόπιστός ἐστιν ἐν ἀνθρώποις. Οὐ τοίνυν πρὸς τὴν ἀξίαν τὴν αὐτοῦ, ἀλλὰ πρὸς τὴν ὑπόνοιαν τὴν ἐκείνων ἐφθέγγετο ταῦτα. Καὶ ὅταν μὲν λέγῃ, “ἡ “μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς,” τὴν γνώμην ἐλέγχει τὴν ἐκείνων, καὶ τὴν μέλλουσαν αὐτῷ παρ’ ἐκείνων ἀντίθεσιν ἔσεσθαι, δεικνὺς αὐτοῖς, ὅτι οἶδε τὰ ἐκείνων ἀπόρρητα τῆς διανοίας. Ὅταν δὲ λέγῃ, ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ, αὐτὴν δείκνυσι τοῦ πράγματος τὴν φύσιν, ὅτι ὡς Θεὸν ἀξιόπιστον αὐτὸν ἔδει νομίζειν τρεῖς παράγειν μαρτυρίας τῶν λεγομένων· τὰ ἔργα τὰ ὑπ’ αὐτοῦ γινόμενα, του Πατρὸς τὴν μαρτυρίαν, τὸ Ἰωάννου κήρυγμα. προ- τέραν τὴν ἐλάττω τὴν τοῦ Ἰωάννου τίθησι λέγων, “ἄλλος ἐστὶν “ ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία “αὐτοῦ,” δεικνὺς καὶ ἐντεῦθεν, ὅτι ὅπερ πρὸ τούτου εἶπεν, “ἡ “μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς,” πρὸς τὴν ἐκείνων εἶπεν ὑπόνοιαν· ἐπεὶ πῶς ἀληθῆ εἶναι μαρτυρεῖ τὴν τοῦ Ἰωάννου μαρτυρίαν; Ινα δὲ μὴ λέγωσι, τί οὖν εἰ καὶ ἐκεῖνος ἐμαρτύρησέ σοι χαριζίμενος; καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν εἰπὼν, “ὑμεῖς “κάτε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ,” οὐκ ἃν δὲ ἀπεστείλατε, φησὶν, εἰ μὴ ἀξιόπιστον ἡγεῖσθε.
- 7.38
Τὸ δὲ “ἐγὼ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ “ταῦτα λέγω, ἵνα ὑμεῖς σωθῆτε,” τοῦτό ἐστιν, ἐγὼ μέν φημι, οὐκ ἐδεόμην τῆς τούτου μαρτυρίας, Θεὸς ὣν, τῆς ἀνθρωπίνης. Επειδὴ δὲ μᾶλλον αὐτῷ προσείχετε, ἤπερ ἐμοὶ, καὶ πάντων ἀξιοπιστότερον ἡγεῖσθε, καὶ ἐκείνῳ μὲν, ὡς προφήτῃ προσεδρά- μετε, ἐμοὶ δὲ θαυματουργοῦντι οὐκ ἐπιστεύσατε, διὰ τούτου ὑμᾶς ἀναμιμνήσκω τῆς μαρτυρίας ἐκείνης, καὶ πάντα ποιῶ ὥστε ὑμᾶς σωθῆναι.
- 7.39
Λύχνον δὲ καιόμενον καὶ φαίνοντα αὐτὸν εἶπε διὰ τὸ μὴ οἴκοθεν ἔχειν τὸ φῶς, ἀλλὰ ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος.
- 7.40
Τὸ δὲ “ὑμεῖς ἠθελήσατε ἀγαλλιασθῆναι πρὸς ὥραν τῷ φωτὶ αὐτοῦ, δηλοῖ ὅτι ἀπεδέξαντο μὲν πρὸς ὥραν τὰ εἰρημένα, καὶ ὀρθὴν περὶ αὐτοῦ κρίσιν εἶχον, τουτέστι πρόσκαιρον καὶ ἀβέβαιον σπουδήν. Εἰ γὰρ ἐπέμειναν, ταχέως ἃν αὐτοὺς πρὸς τὸν Ἰησοῦν ἐχειραγώγησεν·
- 7.41
εἶτα τὴν ἐκ τῶν ἰδίων ἔργων μαρτυρίαν δεικνὺς, ἐπήγαγε λέ- γων, “ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζονα Ἰωάννου, τὰ ἔργα ἃ “ἔδωκέ μοι ὁ Πατὴρ ἵνα ποιῶ, αὐτὰ μαρτυρεῖ ὅτι ὁ Πατήρ με “ἀπέστειλεν.” Ἐνταῦθα τοῦ παραλυθέντος καὶ ἀνορθωθέντος ἀνέμνησεν. Ἔτι δὲ καὶ πρὸς τὴν κατηγορίαν τῆς τοῦ σαββάτου λύσεως ἐνίσταται. Ἐπειδὴ γὰρ ἔλεγον πῶς δύναται ἀπὸ Θεοῦ ε-ι’ναι, ὅτι τὸ σάββατον οὐ τηρεῖ, διὰ τοῦτό φησιν, “ἃ ἔδωκέ μοι “ὁ Πατήρ.” Λέγει δὲ λοιπὸν καὶ τὴν τοῦ Πατρὸς μαρτυρίαν, “ὅτι ὁ πέμψας με Πατὴρ, αὐτὸς μεμαρτύρηκε περὶ ἐμοῦ.” Ποῦ δὲ μεμαρτύρηκεν ; “οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, αὐτοῦ “ἀκούετε.” To δὲ “οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε, οὔτε “ε-ι’δος αὐτοῦ ἑωράκατε,” φησὶν, εἰς φιλόσοφον αὐτοὺς δόγμα ἐνάγων κατὰ μικρὸν, δεικνὺς ὅτι οὔτε φωνὴ περὶ Θεοῦ ἐστιν, οὔτε ε-ι’δος, ἀλλὰ ἀνώτερος σχημάτων ἐστί. τοῦτο δὲ ε-ι’πεν, ἵνα μὴ λέγωσι, κομπάζεις, Μωυσεῖ λελάληκεν ὁ Θεὸς μόνῳ· ὥσπερ οὖν καὶ ἔλεγον, ὅτι “ἡμεῖς οἴδαμεν, ὅτι Μωυσεῖ λελάληκεν ὁ ** Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί.” Διὰ τοῦτο ταῦτά φησιν, ἐμφαίνων ὅτι οὔτε φωνὴ περὶ Θεὸν, οὔτε ε-ι’δος. καὶ τί λέγω, φησὶ, ὅτι φωνὴν αὐτοῦ οὐκ ἀκηκόατε, οὔτε ε-ι’δος ἑωράκατε, οὐδὲ ἐφ’ ᾧ μάλιστα αὐχεῖτε, καὶ ἐφ’ ᾧτ’ μάλιστα πάντες ἐστὲ πεπλη- ροφορημένοι πράγματι, ὅτι τὰ προστάγματα αὐτοῦ ἐδέξασθε, οὐδὲ τοῦτο ὑμῖν δυνατὸν εἰπεῖν. Εἰ γὰρ καὶ ὁ Θεὸς αὐτὰ διετάξατο, ἀλλ’ ὅμως παρ’ ὑμ-ιν οὐκ ἔστιν, ἐπειδὴ μὴ πιστεύετέ μοι. Διὰ γὰρ τοῦτο οὔτε τὸν λόγον αὐτοῦ ἔχετε μένοντα ἐν ὑμῖν, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Εἰ γὰρ ἄνω καὶ κάτω λέγει ἡ γραφὴ, ὅτι ἐμοὶ δεῖ προσέχειν, ὑμεῖς δὲ οὐ πι- στεύετέ μοι, εὔδηλον ὅτι καὶ ὁ λόγος αὐτοῦ ἀπέστη ἀφ’ ὑμῶν. Διὰ τι οὐκ εἶπεν, ἀναγιγνώσκετε, ἀλλ’ “ἐρευνᾶτε τὰς γραφάς ;” ἐπεὶ τὰ περὶ αὐτοῦ λεγόμενα ἐν αὐταῖς πολλῆς ἐδεῖτο τῆς ἐπι- στάσεως· συνεσκίαστο γὰρ ἄνωθεν συμφερόντως τοῖς τότε. Διὰ τοῦτο διασκάπτειν αὐτοῖς μετὰ ἀκριβείας κελεύει, ἵνα τὰ ἐν τῷ βάθει κείμενα δυνηθῶσιν εὑρεῖν.
- 7.42
Οὐκ εἶπε δὲ ὅτι ἔχετε, ἀλλ’ ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν, δεικνὺς, ὅτι οὐδὲ ἐκεῖθεν ἐκαρποῦντο μέγα τι καὶ γενναῖον ἀπὸ τῆς ἀναγνώσεως σώζεσθαι μόνης προσδο- κῶντες, πίστεως μὴ προσούσης. τοῦτο γὰρ σημαίνει καὶ τὸ ἐπα- γόμενον “ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρὸς μὲ, ίνα ζωὴν αἰώνιον ἔχητε. Εἰκότως ἄρα τὸ “δοκεῖτε” διὰ τὸ μὴ βούλεσθαι αὐτοὺς πείθεσθαι, ἀλλ’ ἐπὶ μόνῃ τῇ ἀναγνώσει αὐχεῖν. Ἐπειδὴ ἀνέμνησεν αὐτοὺς τῆς τοῦ Ἰωάννου μαρτυρίας, καὶ τῆς τοῦ Θεοῦ, καὶ τῶν ἔργων αὐτοῦ διὰ τὴν σωτηρίαν αὐτῶν καὶ μόνον· εἰκὸς δὲ ἦν πολλοὺς ὑποπτεύειν, ὅτι δόξης ἐρῶν ταῦτα ἔλεγε· διὰ τοῦτό φησιν, ὅτι “δόξαν παρὰ “ἀνθρώπου οὐ λαμβάνω,” τουτέστιν, οὐ δέομαι, οὐκ ἔστιν ἡ ἐμὴ τοιαύτη, ὥστε δεῖσθαι τῆς παρὰ ἀνθρώπων δόξης.
- 7.43
Τὸ δὲ “ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε,” εἰπε, δεικνὺς, ὅτι οὐ δι’ ἀγάπην Θεοῦ αὐτὸν ἐδίωκον, κἂν οὕτως ἐκεῖνοι προεφασίζοντο.
- 7.44
Ὁρᾷς ὅτι ἄνω καὶ κάτω διὰ τοῦτο λέγει ἀπεστάλθαι, καὶ παρὰ τοῦ Πατρὸς εἰληφέναι, καὶ οὐδὲν δύνασθαι ποιεῖν ἀφ’ ἑαυτοῦ, ἵνα πᾶσαν ἐκκόψῃ πρόφασιν ἀγνωμοσύνης.
- 7.45
Περὶ τίνος λέγει, ὅτι “ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ “ἰδίῳ, ἐκεῖνον λήψεσθε;“περὶ τοῦ Ἀντιχρίστου ὅστις ἑαυτὸν μέλλει ἀποδεικνύναι, ὅτι αὐτός ἐστιν ὁ Θεός. τοῦτο γάρ ἐστιν, “ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἦλθον, καὶ οὐ δέχεσθέ με” τοῦτο δὲ συμβαίνει ὑμῖν διὰ τὸ μὴ ζητεῖν ὑμᾶς τὴν τοῦ Θεοῦ δόξαν, ἀλλὰ μᾶλλον τὴν παρὰ ἀλλήλων λαμβάνοντος. Ἐπεὶ δὲ λέγετε Μωϋσεῖ πιστεύειν, δείκνυμι δι’ ὧν κατ’ ἐμοῦ τολμᾶτε, ὅτι μάλιστα ἀπιστεῖτε τῷ Μωϋσεῖ. Διὸ καὶ “ἐκεῖνός ἐστιν ὁ κατηγο- “ ρῶν ὑμῶν πρὸς τὸν Πατέρα, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ “ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἃν ἐμοὶ,” καὶ τὰ ἑξῆς. Πῶς δὲ Μωϋσῆς περὶ αὐτοῦ ἔγραψεν ἀκούσομεν. Ἐάν τις ἔλθῃ φησὶν, σημεῖα ποιῶν, καὶ πρὸς τὸν Θεὸν ἄγων, καὶ προλέγων τὰ μέλλοντα μετὰ ἀληθείας, ὑπακούσετε αὐτῷ μετὰ πάσης σπουδῆς· ὁ Χριστὸς οὑν ταύτα πεποίηκεν.
- 7.46
Τοῦ ἁγίου κυρίλλου. Ἐντεῦθεν οἶμαι συνεὶς, καὶ ὁ μακάριος Παῦλος ἀληθές τι φησι, περὶ δὲ τῶν Ἰουδαίων καὶ τοῦ τῆς ἀνομίας υἱοῦ, “ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἔδειξαν εἰς τὸ “σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλά- “νῆς, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσιν ἅπαντες οἱ “μὴ πιστεύσαντες τῆ ἀληθείᾳ, ἀλλ’ εὐδοκήσαντες τῆ ἀδικίᾳ.”
- 7.47
Ἀμμωνίου πρεσβττέρου. Εἰ καὶ οῃεν ὅτι οὐ πείθονται, ἀλλ’ ὡς Θεὸς τὸ ἑαυτοῦ ποιεῖ, ἐλέγχων καὶ νουθετῶν. ὁ Ἀντ’ ίχριστος τὴν τοῦ βίου δόξαν ἐπαγγέλλεται, καὶ διὰ τοῦτο ἐκείνῳ πί- πιστεύετε.
- 7.48
Ἐγὼ μὲν, φησὶν, ἐπειδή περ ὑμᾶς πρὸς τὸν Θεὸν ἀνάγω, οὐδὲν ἐν τῷ βίῳ περίβλεπτον ὑμῖν ἐπαγγελλόμενος, ἀποφεύγετε τῶν παρ’ ἐμοῦ λεγομένων τὴν διδασκαλίαν· ἐκεῖνος δὲ ἐπειδήπερ ἐν τῶ βίω τούτω τὴν πᾶσαν ἑαυτοῦ δόξαν ἐπιδείκνυται, πολλὴν τὴν ἐνταῦθα τοῖς ἐπ’ αὐτὸν πιστεύουσιν, ἄνεσίν τε καὶ δωροφορίαν ἐπαγγελλόμενος, ἐπιθυμίᾳ τῆς παρούσης δόξης ἐπ’ αὐτὸν συν- δραμεῖσθε.
- 7.49
Ἀποδιναρίου. Λέγει τῆς ἀπιστίας τὴν αἰτίαν, ἐλέγχων τῶν διανοιῶν τὰ κεκρυμμένα· ἄρχοντες μὲν γὰρ τὴν ἀπὸ λαῶν εὐδοκί- μησιν μεταδιώκοντες, λαοὶ δὲ τὴν παρὰ τοῖς ἄρχουσι τιμὴν ἀγα- πῶντες, ἀφίστασθε τῆς πίστεως τῆς εἰς ἐμέ· οἱ μὲν ἵνα μὴ δόξαν ἐλαττωθεῖεν τὴν ἐν ὑμῖν, ὑμεῖς δὲ ἵνα μὴ τὴν παρ’ ἐκείνοις τιμὴν ἀποβάλοιτε.
- 8.1
Περὶ τῶν ε ἄρτων καὶ τῶν μ ἰχθύων.
- 8.2
Ἐπειδὴ εἰκὸς ἦν ἀπὸ τῶν λόγων τούτων τεχθῆναι φθόνον καὶ θυμὸν τοῖς Ἰουδαίοις, καταπραύνων αὐτοὺς ὁ Κύριος διὰ τῆς ἀνα- χωρήσεως, “ἀπῆλθε πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Tιβε- ’* ριάδος·” ἠκολούθησαν δὲ αὐτῷ ὄχλοι πολλοὶ, θεωροῦντες τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων, ὅπερ οὐ σφόδρα ἀφιλοσόφου γνώ- γνώμης ἦν. Ἔδει γὰρ αὐτοὺς μᾶλλον διὰ τὴν διδασκαλίαν τοῦτο ποιῆσαι. Ta γὰρ σημεῖα φησὶν ὁ Ἀπόστολος τοῖς ἀπίστοις, ἀλλ’ οὐκ ἐκεῖνος ὁ ὄχλος ὁ παρὰ τῷ Ματθαίῳ τοιοῦτος, ἀλλὰ πῶς ; ** ἐξ̣επλήττοντο” γὰρ, φησὶ, “πάντες ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ** ἐδίδασκεν αὐτοὺς, ὡς ἐξουσίαν ἔχων.
- 8.3
Ἄλλωχ. τῆς λίμνης φησὶν, ἔθος γὰρ τῇ γραφῇ, φησὶ, τῶν ὑδάτων συστήματα θάλασσαν καλεῖν. H μετάβασις καὶ ἡ τῶν τόπων ἐναλλαγὴ ἱκανῶς τὴν τοῦ πλήθους ἐδοκίμαζε προαίρεσιν. τῶν γὰρ ῥᾳθυμοτέρων δι’ ὄκνον ἐπὶ χώρας μενόντων οἱ σπουδαιό- τεροι ἠκολούθουν αὐτῷ καὶ εἰς τὴν ἔρημον ἐκ τῶν γιγνομένων σημείων τὰς ψυχὰς ὁσημέραι βεβαιούμενοι. Ἀνῆλθε δὲ εἰς τὸ ὄρος νῦν διὰ τὸ μέλλον γίνεσθαι σημεῖον, ἅμα δὲ καὶ παιδεύων ἡμᾶς φεύγειν τοὺς ἐν μέσῳ θορύβους. χρήσιμον γὰρ πρὸς φιλο- σοφίαν ἡ ἡσυχία.
- 8.4
καὶ γὰρ ὅτε ἠβούλετο μυστικόν τι τοῖς μαθηταῖς παραδοῦναι, εἰς ὄρος ἄνεισιν.
- 8.5
Θεοδώρου μομψουεστίασ. Ἀνῆλθεν εἰς τὸ ὄρος, διδάσκων ἡμᾶς ὅτι τὸν μάλιστα Θεῷ προσιόντα πάσης ἀπηλλάχθαι δεῖ ταραχῆς, καὶ καιρὸν καὶ τόπον θορύβου καθαρὸν ζητεῖν.
- 8.6
Κυρίλλου. Ὅτε γὰρ τῶν Ἱεροσολύμων ἐκπεφοίτηκεν ὁ Χριστὸς κατὰ τὸ ἐν προφήταις εἰρημένον, “ἐγκαταλέλοιπα τὸν οἶκόν μου, “ἀφῆκα τὴν κληρονομίαν μου,” καὶ τοῖς ἀλλογενέσιν ἑαυτὸν ἐχαρίζετο, τότε πολὺς ὄχλος ἀκολουθεῖ. ἄνεισι δὲ εἰς ὄρος αὐτὸς, τουτέστιν, ὑψοῦται ἀπὸ τῆς γῆς, εἰς τὸν ὑπὲρ ἡμᾶς ἐμβαίνων οὐρανὸν, ἵνα πάντας ἑλκύσῃ πρὸς ἑαυτόν· ἢ πάλιν ἑτέρως, καθάπερ εἰς ὄρος ἀναβεβηκὼς τὴν θεοπρεπῆ τιμήν τε καὶ δόξαν· οὐ γὰρ ὡς ἄνθρωπον ἀτιμάζομεν κατὰ τὸν Ἰσραὴλ, ἀλλ’ ὡς Θεὸν καὶ Σωτῆρα καὶ Κύριον προσκυνοῦμεν ἡμεῖς.
- 8.7
Οὐκ ἀνῆλθε δὲ εἰς τὸ Πάσχα νῦν, ἀλλ’ εἰς τὴν Γαλιλαίαν, κἀκεῖθεν εἰς Καπερναοὺμ, ἠρέμα λοιπὸν ὑπεκλύων τὸν νόμον, ἀφορμὴν λαμβάνων ἀπὸ τῆς Ἰουδαϊκῆς πονηρίας.
- 8.8
Τὸ δὲ ἀναβλέψας τοῖς ὀφθαλμοῖς δείκνυσιν ὅτι οὐδέποτε ἁπλῶς ἐκάθητο μετὰ τῶν μαθητῶν, ἀλλ’ ἀκριβολογούμενός τι πρὸς αὐτοὺς, καὶ ἐπιστρέφων αὐτοὺς πρὸς ἑαυτὸν, ὃ μάλιστα τὴν κηδεμονίαν αὐτοῦ ἐνδείκνυται, καὶ τὸ ταπεινὸν καὶ συγκαταβατικὸν τὸ πρὸς ἐκείνους, συνεκάθηντο γὰρ αὐτῷ.
- 8.9
Οἱ μὲν ἄλλοι Εὐαγγελισταὶ τοὺς μαθητὰς φασὶν προσελθόντας ἐρωτᾷν καὶ παρακαλεῖν, ὥστε μὴ ἀπολύσαι τοὺς ὄχλους νήστεις. Οὗτος δέ φησι τὸν Φίλιππον ἐρωτηθῆναι παρὰ τοῦ Χριστοῦ. δοκεῖ οὖν μοι ἀμφότερα εἶναι ἀληθῆ, ἀλλ’ οὐκ ἐπὶ τῶν αὐτῶν γενόμενα καιρῶν. Ἐρωτᾷ δὲ τὸν Φίλιππον, ἐπειδὴ ᾔδει τῶν μαθητῶν τοὺς μάλιστα δεομένους πλείονος διδασκαλίας. Οὗτος γάρ ἐστιν ὁ μετὰ ταῦτα λέγων, “δεῖξον ἡμῖν τὸν Πατέρα σου, καὶ “ἀρκεῖ ἡμῖν.” Διὰ τοῦτο ἄνωθεν αὐτὸν ἐρύθμισε, καὶ εἰ μὲν ἁπλῶς τὸ σημεῖον ἐγένετο, οὐκ ἃν τοσοῦτον ἐφάνη τὸ θαῦμα· νυνὶ δὲ πρότερον αὐτὸν ἀναγκάζει ὁμολογῆσαι τὴν σπάνιν, ἵνα ἀκρι- βέστερον καταμάθῃ τοῦ μέλλοντος γίνεσθαι θαύματος τὸ μέγεθος· ὅπως τῆς ἐκπλήξεως γενομένης, τὴν μνήμην τῶν ὁμολογηθέντων μὴ δυνηθῇ λοιπὸν ἐκβαλεῖν. Διὰ τοῦτό φησι, “πόθεν ἀγοράσομεν ’* ἄρτους ἵνα φάγωσιν οὗτοι ;"
- 8.10
Τί ἐστι πειράζων ; ἆρα ὡς ἀγνοῶν τὸ μέλλον ἀπ’ αὐτοῦ ῥηθή- σεσθαι ; οὐδαμῶς, ἀλλ’ ἀνθρωπίνως τοῦτο εἴρηται, ἵνα δοκιμώτερον αὐτὸν ἀπεργάσηται. Διὰ τοῦτο καὶ ὁ Εὐαγγελιστὴς, ἵνα μὴ τῇ ἀσθενείᾳ τῆς λέξεως ἐναπομείνας ὑποπτεύσῃ τι περὶ τοῦ ῥήματος ἄτοπόν, φησιν, “αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν.” Ὑψηλότερόν πω τοῦ Φιλίππου ἀνέβη ὁ Ἀνδρέας, οὐ μὴν εἰς τὸ πᾶν ἔφθασεν· οἴμαι γὰρ εἰς αὐτὸν ἐληλυθέναι τῶν προφητῶν τὰ θαύματα, καὶ πῶς ὁ Ἐλισσαῖος ἐποίησε τὸ ἐπὶ τῶν ἄρτων σημεῖον, πλὴν ὁμοίως τῷ Φιλίππῳ ἐλέγχεται μηδὲν μέγα φαντασθεὶς, μηδὲ ἐπάξιόν τι τοῦ διδασκάλου φρονήσας, δι’ ωτν ἐπήγαγεν, “ἀλλὰ ** ταῦτα τι ἐστιν εἰς τοσούτους ;“ἐνόμιζε γὰρ ὅτι ἀπὸ μὲν ἐλαττόντων ἐλάττοντα, ἀπὸ δὲ πλειόνων πλείονα ἤμελλε ποιεῖν ὁ θαυματουργῶν, ὅπερ οὐκ ἦν. Οὐ γὰρ ὕλης ἐδεῖτο τῆς ὑποκειμένης, ἀλλ’ ὥστε μὴ δόξαι τὴν κτίσιν ἀλλοτρίαν ε-ι’ναι τῆς αὐτοῦ σοφίας, αὐτῇ τῇ κτίσει κέχρηται πρὸς τὴν ὑπόθεσιν τῶν κτισμάτων.
- 8.11
Ὡς ἑτοίμου καὶ παρεσκευασμένης τῆς τραπέζης ἐκέλευσεν αὐτὸς εὐθέως ἀναπεσεῖν· οἱ δὲ τὴν ἀρχὴν ἀπιστήσαντες μετὰ προθυμίας κατέκλιναν τὸν ὄχλον ἐπὶ τὸν χόρτον, ὥστε αὐτοὺς διαπαῦσαι· ἦν γὰρ ὁ καιρὸς τῆς πόας, ἔαρος λοιπὸν ὄντος· ἐγγὺς γὰρ ἦν, φησὶ, τὸ Πάσχα. Παρουσῶν δὲ γυναικῶν σὺν τέκνοις, μόνους τοὺς ἄνδρας ἀριθμεῖ, ταῖς κατὰ τὸν νόμον συνηθείαις ἀκο- λουθῶν. τοῦτο γὰρ καὶ Μωυσῆς ἐποίησεν ἐν ἀριθμοῖς· τίμιον γὰρ ἐν βίβλῳ Θεοῦ πᾶν ὅσον ἀνδρῶδες καὶ νεανικόν· εὐχαριστεῖ δὲ λαβὼν τοὺς ἄρτους, δεικνὺς ὅτι τοὺς τροφῆς ἀρχομένους εὐχα- ριστεῖν δεῖ τῷ Θεῷ, καὶ ὅτι ὄχλος ἦν πολὺς ὁ παρὼν, καὶ ἐχρῆν αὐτοὺς πεισθῆναι, ὅτι κατὰ γνώμην Θεοῦ παρεγένετο. Διὰ τοῦτο ὅτε μὲν μόνος ποιεῖ σημεῖα, οὐδὲν τοιοῦτον ἐπιδείκνυται· ὅταν δ’ ἐπὶ πολλῶν τοῦτο ποιεῖ, διὰ τῆς εὐχαριστίας τοῦτο ποιεῖ, ἀναιρῶν τὴν ὑπόνοιαν, ὅτι οὐκ ἀντίθεος τίς ἐστιν, οὐδὲ ἐναντίος τῷ γεγεν- νηκότι. Δείκνυσι δὲ ὅτι οὐκ ἀσθενεία τοῦτο ποιεῖ, ἀλλὰ συγκαταβάσει, ἐκ τοῦ τὰ μείζονα αὐθεντείᾳ ποιεῖν.
- 8.12
Ἀμμωνίου πρεσβυτέρου. Διδάσκει διὰ τοῦ σημείου θαρρεῖ, αὐτῷ, καὶ μὴ ἀθυμεῖν ἐν ’στ’ ενοχωρίᾳ, ἤτοι μὴ δειλιᾷν πρὸς φιλοξενίαν, ἀλλὰ πρὸς πᾶν ἀγαθὸν ἑτοίμους εἶναι.
- 8.13
Διὰ τοῦτο εὐχαριστεῖ, ἵνα μὴ δόξῃ ἀντίθεος εἶναι, καὶ ἵνα διδάξῃ ἡμᾶς ἐν τῷ ἐσθίειν εὐχαριστεῖν, πλὴν καὶ ὡς ἄνθρωπος εὐχαριστεῖ, ἵνα λάθῃ ἕως τοῦ πάθους τὸν ἄρχοντα τοῦ νῦν αἰῶνος.
- 8.14
Θεοδώρου μομψουεστίασ. τοῦτο μὴν λέγει, δείξας εἰς τὸ εὐπροσώπως αὐτοῖς κελεῦσαι τὴν τῶν κλασμάτων ποιήσασθαι συλλογήν· ἐκεῖνο δὲ οἰκονομούμενος, ὅπερ ἐξ αὐτοῦ παρηκολούθει τοῦ πράγματος, τὸ ἐπὶ πλέον ἀπολαύοντας μᾶλλον τοῦ γεγονότος μεμνῆσθαι θαύματος, ἣ καὶ ὥστε δοθῆναι καὶ εἰς ἑτέρους τὸ γεγενημένον. Ἐφαίνετο γὰρ καὶ τὸ δαψιλὲς τῆς χάριτος ἐν τῷ πλήθει τῆς περισσείας, καὶ ὅτι πάντα κατὰ τὸ δοκοῦν αὐτῷ διαπράττεται. πράττεται. Συνεχώρησε δὲ περισεῦσαι τοσαῦτα κλάσματα, οὐ δι’ ἐπίδειξιν, ἄπαγε, ἀλλ’ ὥστε μὴ φαντασίαν νομισθῆναι τὸ πρᾶγμα.
- 8.15
Ἀμμωνίου. τρέφει τοὺς πιστοὺς ὁ Χριστὸς διὰ τῶν ἄρτων τῶν κριθίνων, ὅπερ νοεῖται ἡ παχυτέρα τῆς πεντατεύχου διδασκαλία, καὶ διὰ τῶν δύο ἰχθύων, ὅπερ ἐστὶν ἡ ἁπαλὴ διδαχὴ τοῦ εὐαηελικοῦ καὶ ἀποστολικοῦ κηρύγματος.
- 8.16
Οὐκ ἔδωκε δὲ τοῖς ὄχλοις βαστάζειν, ἀλλὰ τοῖς μαθηταῖς, ἐπειδὴ μάλιστα τούτους παιδεῦσαι ἐβούλετο, τοὺς μέλλοντας ἔσεσθαι διδασκάλους τῆς οἰκουμένης. Τὸ μὲν γὰρ πλῆθος οὐδὲν μέγα ἔμελλε καρπώσασθαι ἐκ τοῦ θαύματος. καὶ γὰρ εὐθέως ἐπελάθοντο, καὶ ᾔτουν ἕτερον θαῦμα. Οὗτοι δὲ οὐ τὰ τυχόντα ἔμελλον κερδαίνειν. Ἢν δὲ καὶ τῷ Ἰούδαι κατάκριμα τὸ γινόμενον οὐ τὸ τυχὸν, βαστάζοντι τὸν κόφινον.
- 8.17
Χρὴ δὲ οὐ τὸ πλῆθος θαυμάζειν τῶν γεγονότων κλασμάτων ἐκ τῶν ἄρτων μόνον, ἀλλὰ καὶ τὴν ἀκρίβειαν τοῦ περισσεύσαντος, ὅτι οὔτε πλέον, οὔτε ἔλαττον, ἀλλ’ ἰσαρίθμους τῶν μαθητῶν τοὺς κοφίνους τῶν λειψάνων ἐποίησε περισσευθῆναι.
- 8.18
Ἐθάύμασαν δὲ οἱ ὄχλοι νῦν τοῦτο τὸ σημεῖον δι’ ὑπερβολὴν γαστριμαργίας· μυρία εἰργάσατο τούτου θαυμασιώτερα, καὶ οὐ- δάμου ἐπίστευσαν· ἣ οὕτω θαυμάσαντες ὡμολόγησαν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. ἐκ δὲ τούτου δῆλον ὅτι προφήτην τινὰ προσεδόκουν ἐξαίρετον· καὶ γὰρ τῷ βαπτιστῇ διὰ τοῦτο ἔλεγε, “σὺ εἶ ὁ προφήτης.” Ἔτι δὲ καὶ διὰ τὴν τῆς γαστριμαργίας αὐτῶν προσπάθειαν, οὐκ ἔτι νόμον ἐκδικοῦσιν, οὐκ ἔτι αὐτοῖς περὶ τῆς τοῦ σαββάτου παραβάσεως μέλει, ἀλλὰ τῆς γαστρὸς αὐτοῖς ἐμπλησθείσης, καὶ προφήτης ἦν παρ’ αὐτοῖς καὶ βασιλείας ἄξιος. ὁ δὲ Χριστὸς διὰ τοῦτο φεύγει, παιδεύων ἡμᾶς τῶν κουσμικῶν καταφρονεῖν ἀξιωμάτων,
- 9.1
Περὶ τοῦ ἐν θαλάσσῃ περιπάτου.
- 9.2
τίνος χάριν ἀφίησι τοὺς μαθητὰς καὶ ἀνέρχεται εἰς τὸ ὄρος μόνος, καὶ πάλιν φαίνεται ἐπὶ τῆς θαλάσσης βαδίζων; Ἐκεῖνο μὲν, διδάσκων αὐτοὺς, πόσον ἐστὶν ἡ ἀπόλειψις, καὶ τὸν πόθον ἐργαζόμενος μείζονα. τοῦτο δὲ, τὴν αὐτοῦ δύναμιν ἐνδεικνύμενος.
- 9.3
Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν εἰς τὴν θάλασσαν οἱ μαθηταὶ, καὶ μέχρι μὲν τῆς ἡμέρας περιέμενον αὐτὸν, ἥξειν προσδοκῶντες πρὸς αὐτούς. Γενομένης δὲ ἑσπέρας, οὐκ ἠνείχοντο μὴ ζητεῖν τὸν διδάσκαλον, τοσοῦτος αὐτοὺς κατεῖχεν ἔρως, καὶ ἀπὸ τοῦ πόθου κεντούμενοι, ἔβησαν εἰς τὸ πλοῖον. Οὐ γὰρ ἁπλῶς ὁ Εὐαγγελιστὴς καὶ τὸν καιρὸν ἐδήλωσεν, ἀλλὰ διὰ τούτου τὴν θερμὴν αὐτῶν ἀγάπην ἐμφαίνων, ὅτι οὔτε ἡ ἑσπέρα αὐτοὺς κατέσχεν.
- 9.4
Κυρίλλου κατὰ ἀναγωγήν. Εἰ βαρὺ τὸ ἐν σκότῳ τῷ νοητῷ, καὶ εἰ χαλεπὸν τὸ ἐν θαλάσσῃ πικρᾷ τῶν ἡδονῶν καταπνίγεσθαι, προσδεξώμεθα τὸν Ἰησοῦν. τοῦτο γὰρ ἡμᾶς καὶ κινδύνων ἀπαλλάξει καὶ τῆς εἰς θάνατον ἁμαρτίας· ὁ δὲ τύπος τῶν εἰρημένων ἐν τοῖς γεγονόσιν ὀφθήσεται. ἥξει δὴ οὖν πάντως ἐπὶ τοὺς μαθητὰς, “ἐγώ εἰμι, μὴ φοβεῖσθε.” εἰσόμεθα διὰ τούτου φρόνημα μὲν ἔχειν ἐν πειρασμοῖς εὔτολμόν τε καὶ νεανικόν· ὑπομονῇ δὲ κεχρῆσθαι συντόνῳ τῇ εἰς Χριστὸν, ἐλπίδα βεβαιουμένους εἰς εὐθαρσίαν τὴν ἐπὶ τῷ πάντως διασωθήσεσθαι, κἂν πολλοί τινες ἡμᾶς οἱ ἐκ τοῦ πειράζεσθαι περικυκλῶσι φόβοι. ἐπιτήρει γὰρ ὅπως οὐκ εὐθὺς ἀποπλεύσωσιν, οὐδὲ ἐν ἀρχῇ τῶν κινδύνων τοῖς ἐν τῷ σκάφει Χριστὸς ἐπιφαίνεται. Ἀλλ’ ὅταν οὑτωσί πὼς ἐν μέσοις τοῖς κύμασιν εὑρισκώμεθα, τότε δὴ καὶ ἀδοκήτως ἐπιφαίνεται Χριστὸς, καὶ περιστέλλει μὲν τὸν φόβον, κινδύνου δὲ ἀπαλλάξει παντὸς, καὶ ἀπονητὶ δὲ κατορθώσομεν τὰ λυσιτελῆ παρόντος αὐτοῦ.
- 9.5
Ἐπέστη δὲ αὐτοῖς χειμαζομένοις λέγων, “ἐγώ εἰμι, μὴ φο- “βεῖσθε,” καὶ μετὰ τοῦ ῥήματος καὶ τὴν δειλίαν ἐξέβαλεν ἀπὸ τῆς ἐκείνων ψυχῆς, καὶ μετὰ τῆς φωνῆς γαλήνη γέγονεν· οὐκ ἐνέβη δὲ εἰς τὸ πλοῖον, τὸ θαῦμα μεῖζον ἐργάσασθαι βουλόμενος, καὶ τὴν θεότητα αὐτοῖς ἐκκαλύψαι γυμνότερον. Διέβησαν μὲν οὖν τὴν ἐρυθρὰν θάλασσαν καὶ Ἰουδαῖοι, Μώσεως ἡγουμένου, ἀλλὰ πολὺ τὸ μέσον ἐνταῦθα. Ὁ μὲν γὰρ εὐχόμενος καὶ ὡς δοῦλος πάντα εἰργάζετο, οὗτος δὲ μετ’ ἐξουσίας ἁπάσης· κἀκεῖ μὲν, νότου τότε πνεύσαντος, εἷξε τὸ ὕδωρ, ὥστε ἐπὶ ξηρᾶς ποιῆσαι παρελθεῖν. Ἐνταῦθα δὲ μεῖζον τὸ θαῦμα ἐγίνετο. Μένουσα γὰρ ἐπὶ τῆς οἰκείας φύσεως ἡ θάλασσα, οὕτως ἔφερε τὸν δεσπότην ἐπὶ τῶν νώτων, μαρτυροῦσα ἐκείνῃ τῇ ῥήσει τῇ λεγούσῃ, “ὁ περι- “πατῶν ἐπὶ τῆς θαλάσσης ὡς ἐπὶ ἐδάφους.”
- 9.6
Τὸ εὐθέως δὲ τὸ πλοῖον ἐπὶ τῆς γῆς ἐγένετο, τοῦτο δηλοῖ, οὐ μόνον ἀσφαλῆ αὐτοῖς ἀλλὰ καὶ ἐξουρίων παρεῖχε τὸν πλοῦν· τῷ ὄχλῳ δὲ οὐκ ἐπέδειξεν ἑαυτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα. Μεῖζον γὰρ ἣ κατὰ τὴν ἐκείνων ἀσθένειαν τὸ σημεῖον ἦν.
- 9.7
Ἀκριβέστερον δὲ ὁ Εὐαγγελιστὴς λέγει, “τῇ ἐπαύριον ὁ ὄχλος “ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης, εἶδεν ὅτι πλοιάριον ἄλλο οὐκ “ἦν ἐκεῖ,” καὶ τὰ ἑξῆς, ἕτερόν τι βουλόμενος ἡμᾶς διδάξαι. Ποῖον τοῦτο; ὅτι καὶ τοῖς ὄχλοις εἰ καὶ μὴ φανερῶς, ἔδωκε γοῦν ὁ Ἰησοῦς λανθανόντως ὑπονοῆσαι τὸ γεγενημένον ἐστὶν, εἰ καὶ ἄλλο πλοιάριον οὐκ ἦν, οὔτε τοῖς μαθηταῖς συνανέβη, εὑρεθῆναι τὸ πέραν τῆς θαλάσσης, πρόδηλον ὅτι τὴν θάλασσαν πεζεύων παρεγένετο· ἀλλ’ ὅμως μετὰ τοσοῦτον θαῦμα, ἀπελθόντες πρὸς αὐτὸν οὐκ ἠρώτησαν πῶς διέβη, οὐδὲ ἐζήτησαν μαθεῖν τὸ τοσοῦτον σημεῖον, ἀλλὰ τι φασι; πῶς ὧδε παραγέγονεν; οὕτως ἦν εὔθραυστος ἡ ὁρμὴ αὐτῶν. Οἱ γὰρ λέγοντες, οὗτός ἐστιν ὁ προφήτης, οἱ σπουδάζοντες ἁρπάσαι καὶ ποιῆσαι βασιλέα, εὑρόντες αὐτὸν, οὐδὲν τοιοῦτον βουλεύονται, ἀλλὰ τὸ θαῦμα ἐκβαλόντες ἐπεζήτουν πάλιν τραπέζης ἀπολαύσειν, οἵας καὶ πρότερον· διὸ καὶ ὀνειδίζονται παρὰ τοῦ Ἰησοῦ, “ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ζητεῖτέ με οὐχ “ὅτι εἴδετε σημεῖα” καὶ τὰ ἑξῆς. τοῦτο δὲ εἶπε, διορθῶσαι αὐτοὺς βουλόμενος, ἅμα δὲ καὶ διὰ τὸ ἐκκαλύψαι τὰ τῆς διανοίας αὐτῶν, εἰς πίστιν ἀγαγεῖν μείζονα, ὡς ὅτι Θεός ἐστιν.
- 9.8
Ποιεῖ δὲ τοῦτο μετὰ φειδοῦς· οὐ γὰρ εἶπεν, ὦ λαιοὶ καὶ γαστρὸς δοῦλοι, ἀλλὰ προσηνέστερον· διὸ καὶ διδασκαλίαν προτίθησιν “ἐργάζεσθε,” λέγων, “μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην” καὶ τὰ ἑξῆς.
- 9.9
Κυρίλλου. Διδασκόμεθα διὰ τούτων, μὴ φιλοκόμπως διαζῆν, ἀλλὰ μόνοις ὁρᾶσθαι θέλειν τοῖς τῆς θεότητος ὀφθαλμοῖς, ἀπογυμνούσης τὰ κρυπτὰ, καὶ τὸ λεληθότως ἐπιτελεσθὲν εἰς ἐμφανεστάτην ἀγούσης κατάλειψιν.
- 9.10
Τί δηλοῖ τὸ “ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην;” μηδεὶς ὑμῶν ἔστω λόγος ταύτης τῆς τροφῆς, ὥστε διὰ τὴν αὐτὴν μεριμνᾷν καὶ κόπτεσθαι, ἀλλὰ περὶ ἐκείνης τῆς πνευματικῆς ὅλην τὴν φροντίδα τίθεσθε. Ἀλλ᾿ ἐπειδή τινες τῶν βουλομένων ἀργῶς τρέφεσθαι, ἀποκέχρηνται τούτῳ τῷ λόγῳ ὡς τὴν ἐργασίαν ἐκκόπτοντος τοῦ Ἰησοῦ, ἀναγκαῖον καὶ πρὸς αὐτοὺς εἰπεῖν, ὅτι οὐ τοῦτο ἐστιν αἰνιττόμενος, ὥστε ἀργοὺς εἶναι· καὶ γὰρ τοῦτο μάλιστα ἀπολλυμένη βρῶσίς ἐστι, πᾶσαν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία, ἀλλ’ ὥστε ἐργάζεσθαι καὶ μεταδιδόναι. τοῦτο γὰρ ἔχει τὴν τῆς βασιλείας ἐπαγγελίαν τῆς μελλούσης. Εἰ δὲ οὐκ ἐργάζεται τις, πόθεν ἃν γένοιτο διδόναι τῷ οὐκ ἔχοντι; Εἶπε δὲ τοῦτο πρὸς ἐκείνους, ἐπειδὴ τῆς μὲν πίστεως οὐδένα ἐποιοῦντο λόγον, ἓν δὲ μόνον ἐβούλοντο, γαστρίζεσθαι· τὴν τοιαύτην οὖν τροφὴν βρῶσιν ἀπολλυμένην ἐκάλεσεν.
- 9.11
Πῶς οὖν, φησὶν, ὁ Ἰησοῦς τῆ Μάρθᾳ λέγει, “μεριμνᾷς καὶ “θορυβάζεις περὶ πολλὰ, ἑνὸς δέ ἐστι χρεία, Μαρία δὲ τὴν ἀγα- “θὴν μερί δᾶ ἐξελέξατο,” καὶ πάλιν, “μὴ μεριμνήσητε,” φησὶν, “εἰς τὴν αὔριον;” Τί οὖν ἃν εἴποιμεν πρὸς ταῦτα; ὅτι τὸ μὴ μεριμνᾷν, οὐ τὸ μὴ ἐργάζεσθαί ἐστιν, ἀλλὰ τὸ μὴ προσηλῶσθαι τοῖς βιωτικοῖς πράγμασι· τουτέστι, μὴ ποιεῖσθε φροντίδα, ὑπὲρ τῆς εἰς αὔριον ἀναπαύσεως. ἔξεστι δὲ ἐργαζόμενον μηδὲν μεριμνᾷν, οὐ γὰρ ταὐτὸν μέριμνα καὶ ἐργασία. καὶ τὸ πρὸς Μάρθαν δὲ εἰρημένον, οὐ περὶ ἔργου ἐστὶ καὶ ἐργασίας, ἀλλὰ περὶ τοῦ δεῖν καιρὸν εἰδέναι, καὶ μὴ τὸν τῆς ἀκροάσεως πρὸς τὰ σαρκικὰ ἀνα- λίσκειν. Οὐ τοίνυν εἰς ἀργίαν αὐτὴν ἐμβάλλων ταῦτα ἔλεγεν, ἀλλὰ προσηλῶν τῇ ἀκροάσει.
- 9.12
Ἀπολιναρίου. Μεθίστησι μὴ περὶ τὴν φθειρομένην ἐπτοεῖσθαι τροφὴν, ἀλλὰ τὴν εἰς αἰῶνα μένουσαν, ἥτις τρέφει ψυχήν. Αὕτη δὲ ἦν ἡ πίστις ἡ ζωοποιὸς, καθ’ ἣν ἐξομοιοῦνται πρὸς τὴν σάρκα τοῦ κυρίου, τὴν ὑπὸ τοῦ Πατρὸς ἐσφραγισμένην τῇ θείᾳ δυνάμει.
- 9.13
Ἀμμωνίου. τὴν νοητὴν καὶ λογικὴν καὶ πνευματικήν. γὰρ συμβάλλεται εἰς τὸ ἀπολαῦσαι ἡμᾶς τῶν μελλόντων ἀγαθῶν, ἣν ἡ εἰς Χριστὸν πίστις προξενεῖ.
- 9.14
Τὴν μυστικὴν μετάλειψιν λέγει τὴν ἁγιάζουσαν ψυχὴν καὶ σῶμα, συναναπλέξας τῷ θεοπρεπεῖ τὸ ἀνθρώπινον.
- 9.15
Τί ἐστι “τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός;” τουτέστιν, ἀπέδειξε διὰ τῆς αὐτοῦ μαρτυρίας· ἔδειξε μὲν γὰρ καὶ αὐτὸς ἑαυτόν. Ἐπειδὴ δὲ πρὸς Ἰουδαίους διελέγετο, τὴν τοῦ Πατρὸς μαρτυρίαν εἰς μέσον ἤγαγεν, ἵνα μὴ πάλιν αὐτοὺς προστῇ τὸ λεγόμενον. καὶ γὰρ μέγα περὶ ἑαυτοῦ ἐφθέγξατο, εἰπὼν αὐτὸς δώσειν τὴν ζωὴν τὴν αἰώνιον.
- 9.16
Κυρίλλου. Τὸ ἐσφραγίσθαι ἣ τὸ κεχρῖσθαι ἐθικῶς τέθεικε. κατασφραγίζεται γὰρ ὁ χριόμενος, ἤγουν ὅτι μεμόρφωται φυσικῶς πρὸς τὸν Πατέρα· ὅμοιον γὰρ ὡσεὶ ἔλεγεν, ὡς οὐκ ἀδυνατήσω βρῶσιν ὑμῖν ἐπιδοῦναι τὴν μένουσαν, καὶ εἰς ζωήν τε καὶ τρυφὴν ἀναφέρουσαν. εἰ γὰρ καὶ ὁρῶμαι καθάπερ εἷς ἐξ ὑμῶν, ἄνθρωπος δηλονότι μετὰ σαρκὸς, ἀλλ’ ἐχρίσθην καὶ κατεσφραγίσθην παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, εἰς ἀπαράλλακτον ὁμοιότητα, τὴν ὡς πρὸς αὐτὸν νοουμένην, δηλονότι τῆς κατὰ πᾶν ὁτιοῦν ἐμφερείας, οὐ κατὰ τοὺς τῆς σαρκὸς χαρακτῆρας, ἀλλ’ ἐν δόξῃ θεοπρεπεῖ καὶ ἰσοστάθμῳ δυνάμει, καὶ ἐν ἐξουσίᾳ βασιλικῇ. ἐπιτηρητέον δέ ἐστι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐπιχορηγήσειν, εἰπὼν τὰ m θεοπρεπῆ καὶ κατεσφραγίσθαι πρὸς εἰκόνα τοῦ Θεοῦ καὶ Πατρός· οὐκ ἀνέχεται μερισμοῦ τοῦ διατέμνοντος τῆς κατὰ ἀλήθειαν υἱότητος, τὸν ἐκ παρθένου ναὸν, ἀλλ’ ἕνα πάλιν ἑαυτὸν ὁρίζειν τε καὶ νοεῖσθαι βούλεται.
- 9.17
Ἀμμωνίου πρεσβυτέρου. τὸν ἄρτον ἐσφράγισεν, ὅ ἐστιν, ἔχρισεν Ἁγίῳ Πνεύματι, τὴν σάρκα τοῦ Κυρίου τὴν ἀνθρωπίνην, οὐ τὴν θεότητα. Πάντα γὰρ σχεδὸν τὰ τῆς οἰκονομίας ὀνόματα περὶ τὴν σάρκα εἴληπται. τοῦτο εἶπεν, ἢ ὅτι μεμόρφωται φυσικῶς πρὸς τὸν Πατέρα, ἤτοι ἔχρισε· κατασφραγίζονται γὰρ οἱ χριόμενοι.
- 9.18
Τὸ δὲ “τί ποιῶμεν ἴνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ” ἐκεῖνοι, οὐχ ὥστε μαθεῖν καὶ πράξαι, καὶ δείκνυσι τὰ ἑξῆς. Πἀλιν γὰρ αὐτὸν ἐπὶ τὴν τῆς τροφῆς ἕλκουσι χορηγίαν.
- 9.19
Ὁ δὲ Χριστὸς ὑπέδειξεν αὐτοῖς ὅπερ ἐζήτησαν, “τοῦτό ἐστι “τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.” Οὗτοι δὲ καθάπερ τινὲς ἀναίσθητοι, ἔτι τοῦ σημείου ἐν χερσὶν ὄντος αὐτοῖς, καὶ ὡς οὐδενὸς γενομένου, οὕτως ἔλεγον, “τί σημεῖον ποιεῖς; ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι τί ἐργάζῃ·” οὕτως ἦσαν πεπωρωμένοι·
- 9.20
Ἀμμωνίου πρεσβυτέρου. Εἰ καὶ ᾔδει ἐκείνους μηδὲν ὠφεληθησομένους, ἀλλὰ διὰ τὸ κοινωφελὲς τῆς διδαχῆς ἀπεκρίθη· οὐχ ὁ ταῖς σκιαῖς δουλεύων τοῦ νόμου ποιεῖ τὸ τοῦ Θεοῦ θέλημα, ἀλλ’ ὁ εἰς τὸν Χριστὸν πιστεύων.
- 9.21
Θεοῦ μὲν ἔργον ἐνταῦθα λέγεται τὸ ἀνῆκον εἰς Θεόν. τοῦτο δὲ εἶναί φησιν ὁ Κύριος, τὴν πίστιν τὴν ἐπ’ αὐτὸν, ἔργον αὐτὴν ἀποφαίνων ἱερόν τε καὶ τέλειον· καὶ ἄνευ τῶν ἀνθρωπίνων ἔργων, εἰκότως δικαιοῖ τε καὶ ἁγιάζει, ἅτε τὴν καλλίστην ἐνέργειαν ἔχον τῆς ψυχῆς, οὐκ ἀργίαν τινὰ καὶ ἀπραξίαν.
- 9.22
Θεοδώρου. τοῦτό φησιν ὁ Κύριος, συνεὶς ὅτι πλεῖστον ὑπερβαίνει τὴν ἀκοὴν ὁ περὶ τοῦ μυστηρίου λόγος. τοῦτο γὰρ ἡ πνευματικὴ τροφή. οὐκ εὐθὺς οὖν ἐπιτρέχει τῇ διηγήσει, ἀλλ’ ὁδῷ κέχρηται πρεπούσῃ πρὸς τὸν λόγον. Ἡ γὰρ πίστις, φησιν, ἡ εἰς ἐμὲ ὁδὸς ὑμῖν ἔσται πρὸς τὴν τῶν λοιπῶν κατανόησίν τε καὶ διδασκαλίαν. οὔτε γὰρ πιστεύοντας ἔνεστι πρός τι τῶν λεγομένων ἀμφιβάλλειν, οὔτε μὴ πιστεύοντας δέξασθαι τι τῶν λεγομένων δυνατὸν, μεγάλων ὄντων, καὶ πολὺ τὴν ὑμετέραν ὑπερβαινόντων ἀκοὴν.
- 9.23
τίνος ἕνεκεν εἶπον “οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ “ἐρήμῳ,” καὶ τὰ ἑξῆς; νομίζοντες αὐτὸν διὰ τούτου ἐρεθίζειν, ὥστε τοιοῦτον ποιῆσαι σημεῖον, ὅπερ αὐτοὺς θρέψαι ἠδύνατο σαρκικῶς. Ὅτι γὰρ τοῦτό ἐστι δῆλον ἐκ τοῦ μηδενὸς ἑτέρου τῶν προτέρων σημείων μνημονεῦσαι αὐτοὺς, τῶν τε κατ’ Αἴγυπτον γενο- μένων καὶ κατὰ τὴν θάλασσαν τὴν ἐρυθρὰν, ἀλλὰ τούτου μάλιστα οὗ σφόδρα ἐπεθύμουν διὰ γαστριμαργίας ὑπερβολήν. Διὸ πρὸς ταῦτα καὶ ἡ ἄπειρος σύνεσις ἀποκρίνεται λέγουσα, “οὐ Μωϋσῆς “δέδωκεν ὑμῖν τὸν ἄρτον” καὶ τὰ ἑξῆς. Ἀντὶ μὲν Μωϋσέως τὸν Θεὸν εἰπὼν, ἀντὶ δὲ τοῦ μάννα ἑαυτὸν, διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν· ἐνῆν γὰρ εἰπεῖν, οὐχ ὁ Μωϋσῆς δίδωσιν, ἀλλ’ ἐγώ. Ἄρτον δὲ ἀληθινὸν καλεῖ, οὐκ ἐπειδὴ ψευδὲς ἦν τὸ θαῦμα τὸ ἐπὶ τὸ μάννα, ἀλλ’ ὅτι τύπος ἦν, οὐκ αὐτοαλήθεια. Μάννα γὰρ κυρίως αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ ἐκ τῆς οὐσίας ἐρχόμενος τοῦ Πατρὸς, ἐπείπερ ἐστὶ κατὰ φύσιν ζωὴ τὰ πάντα ζωογονῶν.
- 9.24
Κυρίλλου. Ἐπειδὴ γὰρ ἐκ ζῶντος ἀνέφυ Πατρὸς, ζωὴ καὶ αὐτὸς κατὰ φύσιν ἐστί· καὶ ἐπείπερ ἔργον τῇ κατὰ φύσιν ζωῇ τὸ ζωοποιεῖν, ζωοποιεῖ τὰ πάντα Χριστός. ὅπερ γὰρ ἡμῖν ὁ ἄρτος ὁ ἐκ γῆς εὑρίσκεται τὴν ἀσθενῆ φύσιν τῆς σαρκὸς οὐκ ἐῶν καταφθείρεσθαι, τοῦτο καὶ αὐτὸς διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας, τὸ πνεῦμα ζωοποιῶν, καὶ οὐ μέχρι τούτων, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα συνέχων εἰς ἀφθαρσίαν.
- 9.25
Λέγουσι δὲ πρὸς αὐτὸν, “Κύριε, πάντοτε δὸς ἡμῖν τοῦτον τὸν “ἄρτον,” ἐπειδὴ αἰσθητὸν ἔτι πρᾶγμα ἐνόμιζον εἶναι, καὶ γαστρὸς ἀπόλαυσιν προσεδόκων Καὶ μετ’ ἀλίγα—ἔτι κάτω ἔνευον λέγοντες, δὸς ἡμῖν τὸν ἄρτον τοῦτον. Ἐλέγχων δὲ αὐτοὺς, ὅτι ἕως μὲν αἰσθητὴν ὑπόπτευον εἶναι τὴν τροφὴν, ἐπέτρεχον, ὅταν δὲ μάθωσιν ὅτι πνευματική τις ἐστιν, οὐκ ἔτι, φησὶν, φησὶν, ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.
← Previous · Next → — showing 201–300 of 914
First Thousand Years of Greek. CTS URN tlg4102.tlg005.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.