Catena In Joannem
- praef.81
Ἄξιον δὲ καὶ ζητῆσαι, τίνος ἕνεκεν Υἱὸν Θεοῦ εἰπὼν ὁ Ναθαναὴλ, καὶ πρὸ τῶν σημείων, οὐκ ἐμακαρίσθη, καθάπερ καὶ ὁ Πέτρος; ὅτι οὐ μετὰ τῆς αὐτῆς διανοίας ἑκάτερος τὰ αὐτὰ ἐφθέγξατο ῥήματα. Ὁ μὲν γὰρ Πέτρος ὡμολόγησεν Υἱὸν τοῦ Θεοῦ, ὡς Θεὸν ἀληθῆ, ὁ δὲ Ναθαναὴλ ὡς ἄνθρωπον ψιλόν· καἰ τοῦτο δῆλον ἐκ τοῦ εἰπεῖν αὐτὸν, “ σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. ὁ δὲ τοῦ Θεοῦ Υἱὸς, οὐ τοῦ Ἱσραήλ ἐστι μόνον βασιλεὺς, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης. Διὰ δὲ τοῦ εἰπεῖν τὸν Χριστὸν, ’τι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τὰ ἑξῆς, ἀπὸ b αὐτὸν κατὰ μικρὸν ἀνάγει, καὶ ποιεῖ μηκέτι φαντάζεσθαι αὐτὸν ἄνθρωπον ἁπλῶς, ἀλλὰ καὶ τῶν Ἀγγέλων δεσπότην αὐτὸν ὁμολο- γῆσαι. ᾧ c γὰρ Ἄγγελοι διακονοῦσι, καὶ ἐφ’ ὃν Ἄγγελοι ἀναβαίνουσι καὶ καταβαίνουσι, πῶς ἄνθρωπος οὗτος ἃν εἴη ψιλός; Ταῦτα δὲ τὰ περὶ τῶν Ἀγγέλων, ἐκβήσεσθαι ἔμελλεν ἐπὶ τοῦ σταυροῦ καὶ τῆς ἀναλήψεως.
- 1.1
Περὶ τοῦ ἐν Κανᾶ γόμου.
- 1.2
Καλοῦσιν εἰς τὸν γάμον τὸν Κύριον, οὐχ ὡς θαύματα ἰδόντες, οὐδὲ ὡς μέγαν d τινὰ, ἀλλ’ ἁπλῶς ὡς γνώριμον· ὅθεν τοῦτο σημαίνων ὁ Εὐαγγελιστὴς φησί· “ ἦν δὲ ἡ μήτηρ τοῦ Ἰησοῦ καὶ οἱ “ ἀδελφοὶ αὐτοῦ ἐκεῖ·” ὥσπερ οὖν ἐκείνην καὶ τοὺς ἀδελφοὺς, οὕτω καὶ τὸν Ἰησοῦν ἐκάλεσαν· αὐτὸς δὲ παραγίγνεται, ἐπειδὴ οὐκ εἰς τὴν ἀξίαν ἑώρα τὴν ἑαυτοῦ, ἀλλὰ πρὸς τὴν εὐεργεσίαν τὴν ἡμετέραν. Ὁ γὰρ μὴ ἀπαξιώσας γενέσθαι δοῦλος, πολλῷ μᾶλλον οὐκ ἃν ἀπηξίωσε εἰς γάμον ἐλθεῖν. Πόθεν ἐπῆλθε δὲ τῇ μητρὶ αὐτοῦ μεγάλα λογίσασθαι περὶ αὐτοῦ “ οἶνου οὐκ ἔχουσι;” πρῶτον μὲν ἡ σύλληψις, καὶ τὰ περὶ τὴν σύλληψιν γενόμενα ἀπάντα οὐδὲ γὰρ παι, ὢν ἐθαυματούργησεν, η κὰν ἐν σημεῖον ἐποίησεν, ἐπειδὴ ἔμελλεν ἃν πανταχοῦ ἀπελθεῖν ἡ ἀκοὴ αὐτοῦ. ἔπειτα ’δε καὶ δία τὸ ἀκηκοέναι ἀυτὴν, ὅτι ο Ἰωάννης δι’ αὐτὸν ἦλθε, καὶ ὅτι αὐτῶν ἐμαρτύρησε, καἰ ὅτι μαθητὴν ἔσχε, διὰ τοῦτο λοιπὸν θαρροῦσα παρακαλεῖ· ἐβούλετο γὰρ καὶ ἐκείνην καταθέσθαι χάριν, καὶ ἑαυτὴν λαμπροτέραν ποιῆσαι διὰ τοῦ παιδός. Τὸ δὲ “ τί ἐμοὶ καὶ σοὶ γύναι;” ταύτης ἕνεκεν τῆς προφάσεως ὥστε μὴ ὑποπτευθῆναι τὸ γινόμενον θαῦμα. καὶ γὰρ οὐ παρὰ τῆς μητρὸς παρακληθῆναι ἐχρῆν, ἀλλὰ παρὰ τῶν δεομένων· ἡ γὰρ παρὰ τῶν οἰκείων γινομένη παράκλησις σκάνδαλον τίκτει τοῖς ὁρῶσι, κἂν μεγάλα ᾖ τὰ γενόμενα, ὅτ’ ἂν δὲ οἱ χρείαν ἔχοντες αὐτοὶ δέωνται, αἰ, ἀνύποπτον τὸ πρᾶγμα γίνεται, καὶ καθαρὸς ὁ ἔπαινος.
- 1.3
Τὸ δὲ “ οὔπω ἡ ὥρα μου ἥκει,” οὐκ ἀνάγκῃ καιρῶν ὑποκείμενος, οὐδὲ ὥρας παρατηρούμενος, πῶς γὰρ ὁ τῶν καιρῶν ποιητὴς καὶ χρόνων καὶ αἰώνων δημιουργός; ἀλλ’ ὅτι πάντα μετὰ τοῦ καιροῦ τοῦ προσήκοντος ἐργάζεται, οὐχ ὁ μὲν πάντα ποιῶν, ἐπεὶ σύγχυσίς τις ἔμελλεν εἶναι καὶ ἀταξία. Ἐπεὶ οὖν ἄδηλον ἦν τοῖς πολλοῖς, καὶ οὐδὲ τῶν μαθητῶν τὸν χορὸν πάντα εἶχεν, ἀλλ’ οὐδὲ οἱ ἐν τῷ γάμῳ αὐτὸν ᾔδεσαν; ἦ γὰρ ἃν αὐτοὶ προσῆλθον καὶ περὶ τοῦ οἴνου παρεκάλουν ἐν χρείᾳ καταστάντες, διὰ τοῦτό φησιν, “ οὔπω ἥκει ἡ ὥρα μου. 1 ἰνὸς δὲ ἕνεκεν εἰπὼν, οὔπω ἥκει ἡ “ ὥρα μου,” καὶ παραιτησάμενος, ἔπραξε; δεικνὺς μὲν τοῦ μὴ ὥρᾳ αὐτὸν ὑποκεῖσθαι, ἔπειτα δὲ καὶ τὴν μητέρα τιμῶν, ἵνα μὴ δόξῃ ἐπιπολὺ ἀντιλέγειν καὶ καταισχύνειν αὐτὴν, καὶ ἵνα μὴ ἀσθενείας λάβῃ ὑπόνοιαν. τοῖς δὲ διακόνοις εἶπεν ἡ μήτηρ αὐτοῦ, “ ὁ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε,” ὥστε πλείονα γενέσθαι τὴν αἴτησιν. Δεῖ γὰρ εἰδέναι ὅτι οὐκ ἀσθενείας ἦν ἡ παραίτησις, ἀλλὰ τοῦ μὴ δόξαι ἐπιρρίπτειν ἑαυτὸν τοῖς θαυματουργοῖς.
- 1.4
Οὐχ ἁπλῶς δὲ εἶπε “ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων,” ἀλλ’ ἵνα μή τινες τῶν ἀπίστων ὑποπτεύσωσιν ὅτι τρυγία τις ἐναπομεί- νασα, εἶτα τοῦ ὕδατος ἐπιβληθέντος καὶ κραθέντος, οἰνος λεπτότατος γέγονε, δείκνυσιν ὅτι οὐδέποτε ἐκεῖνα γέγονεν οἴνου δοχεῖα· ἐπειδὴ γὰρ ἄνυδρος ἦν ἡ Παλαιστίνη, καὶ οὐκ ἦν πολλαχοῦ κρήνην εὑρίσκειν, ἐπλήρουν ἀεὶ τὴν ὑδρίαν ὕδατος, ὥστε μὴ τρέχειν εἰς ποταμοὺς, εἴ ποτε ἀκάθαρτοι γένοιντο, ἀλλ’ ἐγγύθεν ἔχειν τοῦ καθαρμοῦ τὸν τρόπον. οὐκ ἐποίησε δὲ τὸ τούτου παραδοξότερον πρινὶ γεμισθῆναι τὴν ὑδρίαν ὕδατος, ἐξ οὐκ ὄντος οἶνον δημιουργήσας, ὅπως εὐπαράδεκτον μᾶλλον τὸ θαῦμα γένηται. Διὰ τοῦτο τοίνυν ἐν ἅπασι τῶν θαυμάτων περικόπτει τὸ μέγεθος ἑκών. Οὐ παρήγαγε δὲ αὐτὸς τὸ ὕδωρ, ἀλλὰ τοῖς διακόνοις συνεχώρησε τοῦτο ποιῆσαι, ἵνα αὐτοὺς μάρτυρας ἔχῃ τοῦ γινομένου. Ἀμμωνίου. Ὁ μετρητὴς ποιεῖ ξέστας ἑκατὸν πεντήκοντα. Διὰ δὲ τοῦ μὴ εἰπεῖν τινὰς, ὅτι μεθυόντων ἀνθρώπων ὁ σύλλογος ἦν, καὶ ἡ αἴσθησις αὐτῶν διεφθαρμένη καὶ οὐχ ἱκανὴ διακρῖναι πότερον ὕδωρ ἢ οἶνος εἶναι τὸ ποτὸν, διὰ τοῦτο κελεύει τῷ ἀρχιτρικλίνῳ δοθῆναι τῷ νήφοντι· καὶ γὰρ οἱ τοιαύτην διακονίαν, ὡς ἐπίστασθε, πεπιστευμένοι, μάλιστα εἰσὶν οἱ νήφοντες, ὥστε ἐν κόσμῳ καὶ τάξει πάντα διατίθεσθαι αὐτούς.
- 1.5
Τίνος ἕνεκεν τὸν νυμφίον ἐφώνησεν ὁ ἀρχιτρίκλινος, οὐ τοὺς διακόνους; οὕτω γὰρ ἃν καὶ τὸ θαῦμα ἐξεκαλύφθη. κατ’ οἰκνομίαν τινὰ γέγονε τοῦτο. ἠρέμα γὰρ καὶ κατὰ μικρὸν ὁ Χριστὸς ἐβούλετο γνωσθῆναι τὸ σημεῖον. Εἰ γὰρ τότε ἐλέχθη, οὐκ ἃν οἱ διάκονοι διηγούμενοι ταῦτα ἐπιστεύθησαν, ἀλλ’ ἔδοξαν ἃν μαίνεσθαι, ἀνθρώπῳ ψιλῷ εἶναι δοκοῦντι τοιαῦτα μαρτυροῦντες.
- 1.6
Αὐτοὶ μὲν γὰρ οἱ διάκονοι διὰ τῆς πείρας τὸ σαφὲς ἔγνωσαν, ἑτέρους δὲ πιστοῦσθαι, οὐκ ἦσαν ἱκανοὶ τότε· διὰ τοῦτο οὐδὲ αὐτὸς ἐξεκάλυψεν ἅπασι παραχρῆμα, οὔτε ἐκεῖνοι τότε εἶπον· μετὰ γὰρ τὴν τῶν σημείων ἐπίδειξιν, καὶ τοῦτο ἔμελλεν εἶναι πιστόν. ὅθεν καὶ ὁ βασιλικὸς διὰ τοῦτο αὐτὸν πρὸς τὴν τοῦ παιδὸς ὑγιείαν προσεκαλέσατο, διὰ τὸ μαθεῖν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον· ὅπερ καὶ παράδηλον ὁ Εὐαγγελιστὴς ἔλεγεν “ ὅπου “ ἐποίησε τὸ ὕδωρ οἶνον.” οὐχ ἁπλῶς δὲ οἶνον ἐποίησε, ἀλλ’ οἶνον κάλλιστον. τοιαῦτα γὰρ τοῦ Χριστοῦ τὰ θαύματα, πολλῶν τῶν διὰ τῆς φύσεως τελουμένων ὡραιότερα γίνεται καὶ βελτίω. τοῦ μὲν οὖν τὸ ὕδωρ οἶνον ποιῆσαι τοὺς διακόνους μάρτυρας εἶχε, τὸ δὲ καλὸν γενέσθαι, τὸν ἀρχιτρίκλινον καὶ τὸν νυμφίον· ἅπερ σαφέ- στερα γέγονε τοῦ χρόνου προἰόντος, καθάπερ καὶ ἕτερα πλεῖστα τῶν σημείων ὡς πρότερον ἀμυδροτέρως δειχθέντα. ὅτι δὲ εἶπεν ὁ Εὐαγγελιστὴν, “ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς “ ἐν κανᾶ τῆς Γαλιλαίας,” εἶπον καὶ πρώην, ὅτι τινὲς καὶ ταύτην εἶναί φασιν, εἰ καὶ πρόσκειται τὸ ἐν κανᾶ. Ἐγὼ δὲ ὑπὲρ τούτου μὲν οὐδὲν ἀκριβολογησαίμην, ἀλλ’ ὅτι μὲν μετὰ τὸ βάπτισμα τῶν σημείων ἤρξατο, καὶ ἔμπροσθεν ἐδηλώσαμεν· εἴτε δὲ τοῦτο, εἴτε ἕτερον σημεῖον ἐγένετο πρότερον, οὐ σφόδρα διϊσχυρίζεσθαι ἀναγκαῖον εἶναι μοὶ δοκεῖ.
- 1.7
Πῶς δὲ “ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ;” οὐδὲ γὰρ πολλοὶ εῖχον τότε τῷ γεγεννημένῳ a, εἰ μὴ οἱ διάκονοι καὶ ὁ ἀρχιτρίκλινος καὶ ὁ νυμφίος. ἀλλ’ εἰ καὶ μὴ τότε, ἀλλ’ ὕστερον ἔμελλον τὸ θαῦμα ἀκούσεσθαι ἅπαντες, ὅθεν καὶ μέχρι τοῦ νῦν ᾄδεται καὶ οὐ διέλαθεν.
- 1.8
Πῶς δὲ “καὶ οἱ μαθηταὶ αὐτοῦ ἐπίστευσαν εἰς αὐτὸν” οἱ καὶ πρὸ τούτου θαυμάζοντες αὐτόν; ὅτι περ τότε προσθήκην ἐδέξαντό τινα τῆς εἰς αὐτὸν πίστεως. Διὰ τι κατέβη εἰς Καπερναοὺμ ὁ Χριστὸς μετὰ τῆς μητρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν; διὰ τὴν εἰς μητέρα τιμὴν, ὅπως ἀποκαταστήσῃ αὐτὴν καὶ τοὺς ἀδελφοὺς, ἵνα μὴ πανταχοῦ αὐτούς τε καὶ αὐτὴν ἐπισύρηται, καὶ οὕτως πάλιν ἐπιλάβηται τῶν θαυμάτων. καὶ γὰρ διὰ τοῦτό φησιν, ὅτι οὐ μετὰ πολλὰς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα.
- 1.9
Πόθεν δὲ τοῦτο δῆλον, ὅτι διὰ τοῦτο κατέβη εἰς Καπερναούμ; ἐκ τοῦ μηδὲ ἓν θαῦμα ἐργάσασθαι ἐν αὐτῇ, οὐ γὰρ ὑγιῶς πρὸς αὐτὸν εἶχον οἱ τὴν πόλιν ἐκείνην οἰκοῦντες, διὰ τὸ σφόδρα ὑπάρ- χειν αὐτοὺς διεφθαρμένους· καὶ τοῦτο ἐδήλωσεν ὁ Χριστὸς εἰπὼν, “ καὶ σὺ Καπερναοὺμ ἡ ἕως τῶν οὐρανῶν ὑψωθεῖσα,” κ. τ. ἑ.
- 2.1
Περὶ τῶν ἐκβληθέντων ἐκ τοῦ ἱεροῦ.
- 2.2
Διὰ δὲ τοῦ εἰπεῖν τὸν Εὐαγγελιστὴν τὸ “ ἦν δὲ ἐγγὺς τὸ “ Πάσχα τῶν Ἰουδαίων,” δείκνυσιν ἡμῖν ὅτι οὐ πρὸ πολλῶν πάνυ ἡμερῶν τοῦ Πάσχα ἐβαπτίσατο. Ἀνελὼν δὲ εἰς τὰ Ἱεροσόλυμα ποιεῖ πρᾶγμα πολλῆς αὐθεντείας γέμον· φησὶ γὰρ ὁ Εὐαγγελιστὴς, ὅτι “ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βοῦς καὶ πρόβατα” καὶ τὰ ἑξῆς. καὶ οὗτος μὲν ὁ Εὐαγγελιστής φησιν, ὅτι ἐκβάλλων τοὺς καπήλους καὶ ἐκείνους καὶ τοὺς ἐκεῖ διατρίβοντας, ἔλεγε πρὸς αὐτοὺς, “ μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου·” ἕτερος δὲ Εὐαγγελιστὴς “ σπήλαιον λῃστῶν,” ὅθεν ζητητέον εἰ κατὰ τὸν αὐτὸν καιρὸν ἀμφότερα γέγονεν, ἀλλ’ οὐκ ἔστιν. ἐκεῖ μὲν γὰρ πρὸς αὐτὸ τὸ πάθος ἐλθὼν τοῦτο ποιεῖ· διὸ καὶ σφοδρότερον τοῖς λόγοις χρώμενος “ σπήλαιον λῃστῶν” ἐκάλεσεν· ἐνταῦθα δὲ ἐν προοιμίοις ὣν τῶν σημείων, ὑφειμένως τῇ ἐπιτιμήσει κέχρηται· ὅθεν εἰκὸς δεύτερον τοῦτο γεγενῆσθαι.
- 2.3
Εκεῖνο δὲ ἄξιον ζητῆσαι, τίνος ἕνεκεν αὐτὸς τοῦτο πεποίηκεν; ἐπειδὴ ἔμελλεν ἐν σαββάτῳ θεραπεύειν, καὶ πολλὰ ἕτερα ποιεῖν, ἃ ἐδόκει τῶν νόμων παράβασις εἶναι, ἵνα μὴ δόξῃ ὡς ἀντίθεος τις καὶ ἐξ ἐναντίας ἥκων τῷ Πατρὶ, ταῦτα ποιεῖν, ἐντεῦθεν τῆς τοιαύτης ὑπονοίας ποιεῖται τὴν διόρθωσιν· οὐ γὰρ ἃν ὁ τοσοῦτον ζῆλον ἐπιδειξάμενος ὑπὲρ τοῦ οἴκου, τὸν τοῦ οἴκου δεσπότην ἠθέτησε· καὶ οὐδὲ ἁπλῶς ἐξέβαλεν, ἀλλὰ παρακεκινδυνευμένως· καὶ γὰρ τὰς τραπέζας ἀνέτρεψε, καὶ τὸ ἀργύριον ἐξέχυσεν· οὐκ ἃν οὖν ὁ εἰς κινδύνους ῥίπτων ἑαυτὸν ὑπὲρ τῆς εὐκοσμίας τοῦ οἴκου, τοῦ δεσπότου τοῦ οἴκου κατεφρόνησε· καὶ οὐδὲ εἶπεν ἁπλῶς τὸν οἶκον τὸν ἅγιον, ἀλλὰ “ τὸν οἶκον τοῦ Πατρός μου.”
- 2.4
Τὸ δὲ εἰπεῖν αὐτοὺς, “ τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα “ποιεῖς;” τὴν ἐσχάτην ἄνοιαν αὐτοῖς ἐμφαίνει. ποίου γὰρ χρεία ἢν, ὥστε τὰ κακῶς γενόμενα παῦσαι, καὶ τὸν οἶκον ἀπαλλάξαι τοσαύτης αἰσχύνης; Αὐτὸ γὰρ τὸ τοσοῦτον λαὸν ἐκβάλλειν ὑπὲρ τοῦ οἴκου τοῦ Θεοῦ, μέγιστον σημεῖον ἦν ἀρετῆς· καὶ εἰ μὲν εὐγνωμόνως διέκειντο, ὡς οἱ μαθηταὶ, εὐθέως ἃν ἐμνήθησαν τὸ “ ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεται με·” ὡς δὲ τῆς ἀληθείας ἀμέτοχοι, σημεῖον ἐπεζήτουν· ὅθεν φησὶ πρὸς αὐτοὺς, “ λύσατε τὸν ναὸν τοῦτον” καὶ τὰ ἑξῆς.
- 2.5
Κυρίλλου. Ἐρανίζονται κατὰ βραχὺ τὸ ἐν γνώσει τέλειον οἱ μαθηταὶ, καὶ ταῖς τῶν πραγμάτων ἐκβάσεσι τὰ γεγραμμένα συμβάλλοντες, πολλὴν ἤδη δεικνύουσι τὴν ἐπὶ τὸ μεῖζον ἐπίδοσιν. Ἀμμωνίου πρεσβυτέρου. Ἀντὶ τοῦ, εἰ ὡς Υἱὸς ὣν τοῦ Θεοῦ τὰ σαρκικὰ ἐκβάλλεις, πεῖσον ἡμᾶς διὰ σημείου ὅτι ἐκ Θεοῦ ἐπέμφθης. Διὰ τοῦτο εἶπεν ὅτι “ λύσατε τὸν ναὸν τοῦτον,” ἵνα δείξῃ ὅτι προγινώσκει τὰ μετὰ ταῦτα ἐσόμενα. Εἰ γὰρ καὶ τότε μὲν ἠπόρουν τὸ τι ἃν εἴη τοῦτο, οἱ δὲ ἀμφέβαλλον, ἀλλ’ ὕστερον ἐπέγνωσαν μετὰ τὴν ἀνάστασιν.
- 2.6
Κυρίλλου. Οὐ προτρέπει αὐτοὺς εἰς μιαιφονίαν, “ λύσατε “ τὸν ναὸν τοῦτον,” εἰπὼν, ἀλλ’ ἐπείπερ ᾔδει δράσοντας ἀνυπερθέτως αὐτὸ, τὸ συμβησόμενον ὑπαινίττεται.
- 2.7
Εἰπόντες δὲ ἐκεῖνοι ὅτι ” ἐν τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ὠκοδομήθη ὁ ναὸς οὗτος” τὴν ὑστέραν οἰκοδομὴν ἐδήλωσαν· ἡ γὰρ πρώτη εἰς εἴκοσι ἐτῶν ἀπηρτίσθη χρόνον. Μετὰ δὲ τὸ ἐγερθῆναι αὐτὸν ἐκ νεκρῶν ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ ἔλεγεν, ἐπειδὴ τότε δύο ἦν αὐτοῖς τὰ προιστάμενα τέως, ἓν μὲν τὸ τῆς ἀναστάσεως, ἕτερον δὲ τὸ τούτου μεῖζον, εἰ Θεὸς ἦν ὁ ἐνοικῶν· ἅπερ ἀμφότερα ἠνίξατο εἰπὼν, “ λύσατε καὶ ἐγερῶ.”
- 2.8
Τίνας λέγει τούτους τοὺς πιστεύσαντας εἰς τὸ ὄνομα αὐτοῦ, ὅτε ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἦν; τοὺς πρὸς ὀλίγον ἀντεχομένους τότε τῇ ἀληθείᾳ, καὶ πάλιν αὐτῆς ἐκπίπτοντας. καὶ γὰρ τῶν ἀνθρώπων τῶν τότε οἱ μὲν τοιοῦτοι ὑπῆρχον, οἱ δὲ τῇ πλάνῃ προσεῖχον· ὅτι γὰρ οὕτω γνησίως πιστευσάντων ἦσαν ἐκεῖνοι δείκνυσιν ἡ ἐπαγωγή· φησὶ γὰρ, “ αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ “ ἐπίστευεν ἑαυτὸν αὐτοῖς,” καὶ τὰ ἑξῆς. Ὡς γὰρ ἐμβατεύων ταῖς καρδίαις, τὴν πρόσκαιρον αὐτῶν θερμότητα εἰδὼς σαφῶς, οὐκ ἐθάρρει αὐτοῖς, οὐδὲ ἐνεχείριζε πάντα τὰ δόγματα ὡς ἤδη πιστοῖς γενομένοις.
- 3.1
Περὶ Νικοδήμου.
- 3.2
Τίς ἐστιν οὗτος ὁ Νικόδημος; ὁ καὶ ἐν μέσῳ τῷ τοῦ Εὐαγγελίου φαινόμενος ὑπὲρ τοῦ Χριστοῦ λαλῶν οὕτως, “ ὁ νόμος ἡμῶν κρίνει “ οὐδένα, ἃν μὴ πρότερον ἀκούσῃ.” καὶ μετὰ τὸν σταυρὸν δὲ πολλὴν τὴν ἐπιμέλειαν τῆς τοῦ δεσποτικοῦ σώματος φαίνεται κηδείαν ποιούμενος. διέκειτο μὲν οὖν περὶ τὸν Χριστὸν, ἀλλ’ οὐχ ὡς ἐχρῆν. ἔτι γὰρ τῆς Ἰουδαϊκῆς εἴχετο ἀσθενείας· διὰ τοῦτο καὶ νυκτὸς ἦλθε δεδοικὼς ἐν ἡμέρᾳ τοῦτο ποιῆσαι. ἀλλ’ ὁ φιλάνθρωπος Χριστὸς οὐδὲ οὕτως αὐτὸν ἀπώσατο, οὐδὲ εἰπόντι ὅτι ἀπὸ Θεοῦ ἐλήλυθε διδάσκαλος, διήλεγξεν αὐτὸν λέγων, τί οὖν νύκτωρ ἔρχῃ πρὸς τὸν τὰ τοῦ Θεοῦ λέγοντα, καὶ ἐκεῖθεν ἥκοντα; Δείκνυσι δὲ καὶ ἐκ τοῦ εἰπεῖν τὸν Νικόδημον, “ ὅτι οὐδεὶς. “ δύναται τὰ σημεῖα ταῦτα ποιεῖν, ἃ σὺ ποιεῖς, ἐὰν μὴ ὁ Θεὸς “ ᾖ μετ’ αὐτοῦ,” ὅτι ἀνθρωπίνην περὶ αὐτοῦ τὴν διάνοιαν εἶχε, καὶ ὡς περὶ προφήτου διαλέγεται.
- 3.3
Τί ἔστιν “ ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν “ βασιλείαν τοῦ Θεοῦ;” ἐὰν μὴ μετάσχῃ Πνεύματος Ἁγίου διὰ λουτροῦ τῆς παλιγγενεσίας, οὐ δύναται περὶ ἐμοῦ, φησὶ, δόξαν τὴν προσήκουσαν λαβεῖν. Ἣν γὰρ νῦν ἔχεις δόξαν περὶ ἐμοῦ, οὐ πνευματική ἐστιν, ἀλλὰ ψυχικὴ, καὶ οὐ μόνος σὺ, ἀλλὰ κἂν ὅστις οὖν ἕτερος ᾖ τοιαῦτα περὶ ἐμοῦ δοξάζων, ἔξω τῆς βασιλείας ἐστί. Τὸ δὲ “ ἄνωθεν” ἐκ τοῦ οὐρανοῦ οὐ δηλοῖ. τινος ἕνεκεν εἶπεν. “ πῶς δύναται γεννηθῆναι ἄνθρωπος γέρων ὤν;“ἀπὸ πολλῆς ἐκπλήξεως, ἀκούων μείζονα ἢ παρὰ ἀνθρώπου. Τὸ δὲ πῶς τοῦτο; τῶν μὴ σφόδρα πιστευόντων ἐστίν· ὅθεν καὶ καταγέλαστα τὰ ῥήματα φαίνονται. οὐδὲ γὰρ ἐνενόησε γέννησιν πνευματικὴν, ἀλλ’ εἰς τὴν σωματικὴν γαστέρα καθείλκυσε τῆς σαρκὸς τὸ μέγα δῆμα καὶ ὑψηλὸν, εἰπὼν, “ μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρος, καὶ τὰ ἐξῆς.
- 3.4
Δύο δὲ ἦν τὰ θορυβοῦντα καὶ ἀποροῦντα αὐτὸν, ἥ τε γέννησις ἡ πνευματικὴ, ἥ τε βασιλέως· οὐδὲ γὰρ ὄνομα βασιλεῖ οὐρανῶν ἠκούσθη ποτὲ παρὰ Ἰουδαίοις, ἀλλὰ τίνας περὶ τὸ πρότερον ἵσταται, ὃ μάλιστα αὐτοῦ τὴν διάνοιαν κατέσεισε. Διὸ καὶ ὁ Χριστὸς σαφέστερον ἀποκαλύπτει νῦν τῆς γεννήσεως τρόπον εἰπὼν, “ ἐὰν μὴ τὶς γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος.“ καὶ τὰ ἑξῆς. Ὁ γὰρ μήπω, φησὶ, λαβὼν τὸ δεσποτικὸν σύμβολον, τὸ τοῦ θανάτου φορεῖ ἔνδυμα, τὸ τῆς κατάρας, τὸ τῆς φθορᾶς. Εἰ γὰρ καὶ ὕδωρ ὑπόκειται, ἀλλὰ θεῖα ἐν αὐτῷ τελεῖται σύμβολα τάφου νέκρωσις καὶ ἀνάστασις καὶ ζωή· καὶ ταῦτα ὁμοῦ γίνεται ἅπαντα. ἐπὶ πλεῖον δὲ αὐτὸν ἀπάγων τῶν αἰσθητῶν φησὶ, “ τὸ γεγενη- “ μένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, τὸ δὲ γεγενημένον ἐκ “ πνεύματος πνεῦμά ἐστι,” τοῦτ’ ἔστι πνευματικόν ἐστι· γέννησιν γὰρ ἐνταῦθα τὴν κατὰ τιμὴν καὶ χάριν λέγει. Διὰ τι ειπεν αὐτῷ, μὴ θαυμάσῃς;” διὰ τὸ ἰδεῖν αὐτὸν ἔτι θορυβούμενον, διὸ καὶ ἐπ’ αἰσθητὸν ἄγει παράδειγμα τὸν λόγον μέσον σώματός τε καὶ ἀσωμάτων, λέγω δὴ τοῦ ἀνέμου τὴν φορὰν, εἰπὼν, “ τὸ πνεῦμα ὅπου θέλει πνεῖ.” τοῦτο δέ φησιν οὐχ ὡς προαίρεσιν τινὰ τοῦ ἀνέμου ἔχοντος, ἀλλὰ τὴν ἀπὸ φύσεως φορὰν, υ d τὴν ἀκώλυτον καὶ μετ’ ἐξουσίας γινομένην. “ καὶ τὴν φωνὴ, αὐτοῦ “ ἀκούεις, τουτέστι τὸν πάταγον. Τὸ δὲ “ οὐκ οὐκ πόθεν ἔρχε- “ τᾶι καὶ ποῦ ὑπάγει,” τὸ ἀκάθεκτον δηλοῖ τοῦ ἀνέμου, καὶ ὅτι διαχεῖται πανταχοῦ, καὶ ὁ κωλύων οὐδεὶς τῇδε κᾳκεῖσε φέρεσθαι. Διὰ δὲ τοῦ εἰπεῖν, “ οὕτως ἐστὶ πᾶς ὁ γεγενημένος ἐκ τοῦ “ πνεύματος,” τὸ συμπέρασμα ἅπαν ἐδήλωσεν. Εἰ γὰρ τούτου φησὶ τοῦ πνεύματος, τουτέστι τοῦ ἀνέμου, οὗ τὴν αἴσθησιν δέχῃ τῇ ἀκοῇ, τὴν ὁρμὴν ἑρμηνεῦσαι οὐκ οἶδας, οὐδὲ τὴν ὁδὸν, πῶς τὴν ἀπὸ τοῦ Θείου Πνεύματος ἐνέργειαν περιεργάζῃ; καὶ εἰ ὅπου θέλει οὗτος ὁ ἄνεμος πνεῖ, πόσῳ μᾶλλον ἡ τοῦ Ἁγίου Πνεύματος χάρις οὐ δυνήσεται νόμῳ φύσεως κατασχεθῆναι, οὐδὲ ὅροις σωματικῆς γεννήσεως; εἰ τοίνυν τὸν ἄνεμον οὐκ ἀσχάλλεις, φησὶν, ὅτι μὴ ὁρᾷς, οὐδὲ ἀπιστεῖς διὰ τοῦτο, τί δήποτε περὶ τοῦ Πνεύματος τοῦ Ἁγίου ἀκούων ἰλιγγιᾷς, καὶ τοσαύτας ἀπαιτεῖς εὐθύνας; Διὰ δὲ τοῦ εἰπεῖν τὸν Νικόδημον, “ πῶς δύναται ταῦτα γενέσθαι;“μανθάνομεν ἐπὶ τῆς Ἰουδαϊκῆς εὐτελείας αὐτὸν ἔτι ἐμμένοντα ταῦτα λέγειν. Διὰ τοῦ εἰπεῖν τὸν Χριστὸν, “ σὺ εἶ ὁ διδάσκαλος τοῦ “ Ἰσραὴλ, καὶ ταῦτα οὐ γινώσκεις;“δείκνυσιν αὐτὸν ἀπὸ ἀφελείας ταῦτα φθεγξάμενον. Εἰ γὰρ ἀναμνησθῇς, φησὶ, τὰ ἐν τῇ παλαιᾷ παράδοξα θαύματα γενόμενα, ἀπό τε τοῦ πρώτου ἀνθρώπου πῶς ἐπλάσθη, καὶ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἡ γυνὴ, τὰ ἐν Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρυθρᾷ, καὶ ἐν τῇ ἐρήμῳ, καὶ πῶς στεῖραι ἔτεκον, καὶ τὰ τούτοις ὅμοια, ὡς ὣν διδάσκαλος τοῦ Ἰσραὴλ, οὐδ’ ἃν καἰ περὶ ὧν λέγω νῦν ἀπιστήσῃς.
- 3.5
Τὸ δὲ, “ ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν,” οὐκ ὄψιν αἰσθητὴν ἐμφῆναι βουλόμενος τοῦτό φησιν, ἀλλὰ τὴν ἀκριβῆ γέννησιν. τὸ δὲ “ οἴδαμεν” ἤτοι περὶ αὐτοῦ καὶ τοῦ Πατρὸς λέγει, ἣ περὶ ἑαυτοῦ μόνον.
- 3.6
Καὶ οὐδὲ οὕτω, φησὶ, “ τὴν μαρτυρίαν ἡμῶν λαμβάνετε” τὸ συμβησόμενον, ἤγουν τὴν ἀπιστίαν αὐτῶν προαναφωνῶν, “ εἰ τὰ “ ἐπίγεια εἶπον ὑμῖν,” τουτέστι περὶ τοῦ βαπτίσματος, καὶ τῆς κατὰ χάριν γεννήσεως, “ καὶ οὐκ ἐπιστεύσατε, πῶς ἐὰν εἴπω “ ὑμῖν τὰ ἐπουράνια,” τουτέστι, περὶ τῆς ἀπορρήτου καὶ ἀφάτου γεννήσεως πιστευσετε;
- 3.7
Τὸ δὲ “ ἐπίγειον” ἐνταῦθα, τινὲς μὲν φασὶ περὶ τοῦ ἀνέμου εἰρῆσθαι, τουτέστιν, εἰ ὑπόδειγμα ἀπὸ τῶν ἐπιγείων δέδωκα, καὶ οὐδὲ οὕτως ἐπείσθητε, πῶς δυνήσεσθε τὰ ἀνώτερα μαθεῖν; εἰ δὲ τὸ βάπτισμα ἐπίγειον ἐνταῦθα καλεῖ, διὰ τὸ ἐν τῇ γῇ τελεῖσθαι πρὸς ἁγιασμὸν τῶν ἐπὶ γῆς ὄντων ἀνθρώπων. Ἐπίγειος καλεῖται ἡ τοῦ λουτροῦ γέννησις, πρὸς σύγκρισιν τῆς γεννήσεως τοῦ Ἰησοῦ τῆς ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γενομένης. “ οὐδεὶς ἀναβέβηκεν “ εἰς τὸν οὐρανὸν,” καὶ τὰ ἑξῆς, ἵνα τὸν Νικόδημον διορθώσηται.
- 3.8
Επεὶ γὰρ εἶπεν ἐκεῖνος, ὅτι ἀπὸ Θεοῦ ἐλήλυθε διδάσκαλος, τούτου χάριν τοῦτό φησιν, ὅτι μὴ νομίζετέ με διδάσκαλον ὡς τοὺς πολλοὺς τῶν προφητῶν ἀπὸ γῆς ὄντας, ἐξ οὐρανοῦ γὰρ πάρειμι νυν·
- 3.9
Υἱὸν δὲ ἀνθρώπου ἐνταῦθα οὐ τὴν σάρκα ἐκάλεσεν, ἀλλ’ ἀπὸ τῆς ἐλάττονος οὐσίας ἑαυτὸν, ἵν οὕτως εἴπω, τῆς ἀνθρωπότητος ὠνόμασε νῦν· καὶ γὰρ τοῦτο ἔθος αὐτῷ πολλάκις μὲν ἀπὸ τῆς θεότητος, πολλάκις δὲ ἀπὸ τῆς ἀνθρωπότητος τὸ πᾶν καλεῖν. οὐκ εἶπε δὲ, ὅτι μέλλω σταυροῦσθαι, ἀλλ’ ἐπὶ τὸν παλαιὸν τύπον παρέπεμψε τοὺς ἀκροατὰς εἰπὼν, “ καὶ καθὼς Μωϋσῆς ὕψωσε “ τὸν ὄφιν ἐν τῇ ἐρήμῳ.” πρῶτον μὲν ἵνα μάθωμεν, ὅτι συγγενῆ τὰ παλαιὰ τοῖς καινοῖς, καὶ οὐκ ἀλλότρια τούτων ἐκεῖνα· ἔπειτα ἵνα γνῶμεν, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται· πρὸς τούτοις δὲ ἵνα λογιζώμεθα τοῦτο ἅπαντες, ὅτι εἰ πρὸς εἰκόνα χαλκῆν ὄφεως βλέποντες Ἰουδαῖοι διέφευγον θάνατον, πολλῷ μᾶλλον εἰς τὸν σταυρώμενον πιστεύοντες, μείζονος καταξιούμεθα σωτηρίας. Προειπὼν τοίνυν τὴν μεγίστην εἰς ἀνθρώπους γεγενημένην διὰ τοῦ βαπτίσματος εὐεργεσίαν, ἐπήγαγε καὶ τὴν ταύτης αἰτίαν, τὴν διὰ· του σταύρου.
- 3.10
Ἀμμωνίου πρεσβυτέρου. Οὐκ ἔστιν οὐράνιον τὸ τοῦ Κυρίου σῶμα, πάθεσι γὰρ ὑπόκειται, ὡς δὲ εἷς ὣν καὶ μετὰ σαρκὸς, λέγεται υἱὸς ἀνθρώπου.
- 3.11
Τοῦ αὐτοῦ. Ἀπὸ τῆς ἐλάττονος οὐσίας ὅλον ἑαυτὸν ὀνομάζει, ὥσπερ καὶ ἀπὸ τῆς θεότητος ὅλον ἑαυτὸν καλεῖ. Τοῦ αὐτοῦ. Ὥσπερ ὁ χαλκοῦς ὄφις οὐκ ἦν τὸ ἰοβόλον θηρίον, ἀλλ’ ὁμοίωμα τοῦ ἰοβόλου, οὕτω καὶ ἡ σὰρξ τοῦ Κυρίου, σὰρξ μὲν ἦν κατὰ ἀλήθειαν, οὐ μὴν σὰρξ ἁμαρτίας, ἀλλ’ ὁμοίωμα σαρκὸς ἁμαρτίας.
- 3.12
Τοῦ αὐτοῦ. Τὸ ὑψωθῆναι δηλοῖ τὸ ἐμφανῆναι καὶ ἐπίσημον γενέσθαι τὸν Χριστόν.
- 3.13
Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν.
- 3.14
Ἀπολιναρίου. Ὃ λέγει, τοιοῦτόν ἐστι· μὴ θαυμάσῃς εἰ ἐγὼ μέλλω ὑψοῦσθαι, ἵνα σωθῆτε ὑμεῖς· καὶ γὰρ τῷ Πατρὶ τοῦτο δοκεῖ, καὶ οὕτως ὑμᾶς ἠγάπησεν, ὡς ὑπὲρ τῶν δούλων δοῦναι τὸν Υἱὸν, καὶ δούλων ἀγνωμόνων καίτοι οὐκ ἄν τις οὐδὲ ὑπὲρ φίλου τοῦτο ποιήσειεν.
- 3.15
Ὠριγένουσ. Παρακληθεὶς ὁ Θεὸς, ὑψωθῆναι τὸν ἑαυτοῦ Υἱὸν εὐδόκησεν, ἵνα πάντες οἱ διὰ πίστεως εἰς αὐτὸν ὁρῶντες, ἀπαλλάττωνται τῆς τῶν πνευματικῶν ὄφεων βλάβης, καὶ ζωὴν αἰώνιον ἔχωσι· ζωὴ δὲ αἰώνιος οὐκ ἐστιν ἡ κοινὴ, ἥτις καὶ ἑτέροις ζώοις ὑπάρχει, ἀλλ’ ἐκ πίστεως καὶ τῆς λοιπῆς ἀρετῆς ἐγγιγνομένη. Τὸ δὲ “ ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται,” καὶ τὰ ἑξῆς, δηλοῖ τὴν ἐκ τοῦ σταυροῦ σωτηρίαν, ὅτι οἱ μὲν πρὸς τὸν τύπον, ἤγουν τὸν χαλκοῦν ὄφιν, τότε βλέποντες Ἰουδαῖοι, τὸν πρόσκαιρον διέφευγον θάνατον, οἱ δὲ πρὸς τὴν ἀλήθειαν, τουτέστι τὸν σταυρὸν νῦν ὁρῶντες πιστοὶ, τὸν αἰώνιον διαφεύγωμεν θάνατον· καὶ τότε μὲν δήγματα ὄφεων ἰᾶτο ὁ κρεμάμενος ὄφις, ἐνταῦθα δὲ νῦν τοῦ νοητοῦ δράκοντος θεραπεύει τὰς πληγὰς ἐκ τῶν πιστῶν σταυρωθεὶς ὁ Χριστός.
- 3.16
Τὸ “ οὕτως ἠγάπησεν,” εἰπὼν, πολλὴν δείκνυσι τὴν ἐπίτασιν· καὶ τὸ “ ὁ Θεὸς τὸν κόσμον,” πολὺ τὸ μέσον τῆς διαφορᾶς δημιουργοῦ καὶ ποιήματος.
- 3.17
Ἀμμωνίου. Ὧδε πάλιν κοινοποιεῖ τὸ πᾶν, οὐκ εἰδὼς μετὰ τὴν ἕνωσιν· τῆς γὰρ σαρκὸς τεθείσης ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, καὶ δοθείσης εἰς θάνατον, ὁ Υἱὸς λέγεται δεδόσθαι εἰς τὸν θάνατον, καίπερ ἀπαθὴς μείνας ὡς Θεὸς, τῆς αὐτοῦ μόνης πασχούσης τὰ ἴδια σαρκὸς, ὅτε συνεχώρει καὶ ἤθελεν.
- 3.18
Τοῦ αὐτοῦ. Οἱ Ἀρειανοὶ λέγουσιν, ὅτι διὰ τοῦτο καλεῖται ὁ Υἱὸς μονογενὴς, ὅτι μόνος ἐκ Θεοῦ γέγονε· πρὸς οὓς λεκτέον, ὅτι καὶ τὸν ἥλιον τινὲς λέγουσι μονογενῆ, καθὸ ὁ ἥλιος μόνος ἐστίν· ἀλλ’ οὐκέτι καὶ Υἱός ἐστιν.
- 3.19
Καὶ τὸ προσθεῖναι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ καὶ οὐ δοῦλον, οὐκ Ἄγγελον, τὴν τῆς ἀγάπης ὑπερβολὴν παρίστησιν. Εἰπὼν δὲ ὅτι “ ἔδωκε” συνεσκιασμένως τὸ πάθος ἠνίξατο.
- 3.20
Ὁ δὲ ἀπὸ τοῦ πάθους κέρδος σαφέστερον ποιῶν ἐπήγαγε λέγων, “ ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. καὶ ἐπειδὴ δύο εἰσὶν αἱ χριστοῦ παρουσίαι, ἡ ἤδη γεγενημένη, καὶ ἡ μέλλουσα, περὶ τῆς προτέρας νῦν λέγει, ὅτι “ οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, ἵνα κρίνῃ τὸν κόσμον, “ἀλλ’ ἵνα σώσῃ τὸν κόσμον.” ἐν γὰρ τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ ἐπὶ τὸ κρῖναι παραγίγνεται, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·
- 3.21
Κυρίλλου. Οὐκ ἀπέστειλε, φησὶ, κατὰ Μωσέα νόμῳ τὴν οἰκουμένην, οὐδὲ πρὸς ἔλεγχον τῆς ἁμαρτίας εἰσφέρω τὴν ἐντολήν· οὐδὲ οἰκετικὴν ποιοῦμαι τὴν διακονίαν, ἀλλὰ δεσπότῃ πρέπουσαν τὴν φιλανθρωπίαν εἰσφέρω· ἐλευθερῶ τὸ δοῦλον Υἱὸς καὶ κληρονόμος τοῦ Πατρὸς, μετασκευάζω τὸν καταδικάζοντα νόμον εἰς δικαιοῦσαν χάριν.
- 3.22
Ἀμμωνίου. Εἰ ἐπὶ τὸ κρῖναι τὸν κόσμον ἐληλύθει ὁ πάντας κατέκρινεν· ἀλλὰ προηγουμένως ἦλθεν ἐπὶ τὸ σῶσαι τὸν κόσμον. κρίνει δὲ κατὰ τὸ συμβεβηκὸς τοὺς ἀπιστήσαντας. οὐχ ὡς ὁ Μωϋσέως νόμος ἦλθε κατακρῖναι τὸν κόσμον, ἀλλὰ σώσαι.
- 3.23
Τι ἐστιν, ὁ πιστεύων εἰς τὸν Τιὸν οὐ κρίνεται; τι οὑν, ἐὰν ἀκάθαρτον βιὸν ἔχῃ ἣ πράξεις οὐκ ἀγαθάς; μάλιστα μὲν τοὺς τοιούτους, οὐδὲ γνησίους εἶναι πιστοὺς ὁ Παῦλός φησι, “ Θεὸν γὰρ “ ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται·” πλὴν ἐνταῦθα ἐκεῖνο φησὶν, ὅτι κατ’ αὐτὸ τοῦτο οὐ κρίνεται, ἀλλὰ τῶν μὲν πονηρῶν ἔργων χαλεπωτέραν δώσει δίκην, ἀπιστίας δὲ ἕνεκεν οὐ κολάζεται διὰ τὸ πιστεῦσαι ἅπαξ.
- 3.24
Κυρίλλου. Προτίθημι τοίνυν τῷ πιστεύοντι γέρας τὸ μὴ καλεῖσθαι πρὸς κρίσιν, τῷ δὲ ἀπειθοῦντι κόλασιν· εἰς τὴν αὐτὴν κ αἰ μίαν δι’ ἀμφοῖν ἀναφέρων ὁδὸν, καὶ τοὺς μὲν ἐφέσει τῇ περὶ τὴν χάριν, τοὺς δὲ φόβῳ τοῦ παθεῖν, ἐπὶ τὸ πιστεύειν εἶναι προθύμως συγκαλῶν.
- 3.25
Ἀμμωνίου. Σημειωτέον ὅτι καθολικῶς πᾶς ὁ μὴ πιδτεύων εἰς τὸν Χριστὸν κατάκριτός ἐστι τῇ κολάσει ἀποδοθησόμενος· οὐκοῦν οὔτε ἄγονται οὗτοι εἰς κρίσιν ὡς ἤδη κατακριθέντες· οὕτω καὶ ἐπὶ τοῦ διαβόλου νοητέον, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται, οὐ μόνον ὅτι αὐτὸς οὐκ ἐπίστευσεν, ἀλλὰ καὶ ἐπείρασε τὸν Κύριον, καὶ εἰς τὸν Ἰούδαν εἰσῆλθεν, ἵνα παραδῷ αὐτὸν εἰς θάνατον. “ ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται.” πῶς; ὅτι αὐτὸ τὸ ἀπιστεῖν κόλασίς ἐστι· τὸ γὰρ ἐκτὸς εἰναι τοῦ φωτὸς, καὶ κατὰ τοῦτο μεγίστην ἔχει τὴν τιμωρίαν· ἣ τὸ μέλλον προαναφωνεῖ· καθάπερ γὰρ ὁ φονεύσας, κἂν μὴ τῇ ψήφῳ τοῦ κρίνοντος κατα- δικασθῇ, τῇ τοῦ πράγματος καταδεδίκασται φύσει, οὕτω καὶ ὁ ἄπιστος. καὶ ὁ Ἀδὰμ δὲ ἡ ἡμέρᾳ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανε, καὶ τοίγε ἔζη, ἀλλὰ τῇ ἀποφάσει καὶ τῇ τοῦ πράγματος φύσει τεθνηκὼς ἦν. Ἀποστερεῖ δὲ αὐτοὺς καὶ ἀπολογίας πάσης διὰ τοῦ “ ὅτι ἦλθε τὸ φῶς εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἀνθρω- “ ποι μᾶλλον τὸ σκότος.” τίς οὖν τὸν μὴ βουλόμενον ἀπὸ σκότους φωτὶ προσελθεῖν ἐλεήσειεν ἄν;
- 3.26
Εἰ μὴ ἐληλύθει εἰς τὸν κόσμον τὸ φῶς, εἰχον ἄγνοιαν τῶν καλῶν αἰτιάσασθαι, οἱ μὴ πράξαντες αὐτά· ὡς ἃν τὰς κακίας ἐνεργοῦντες, τόπον ἀπολογίας εἶχον, φάσκοντες, μὴ ἐγνωκέναι αὐτὰ ὄντα κακά. ἀλλ’ ἐπεὶ τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, πάσης πεπλασμένης ἀπολογίας φυγαδευομένοις, κρίσις ἔσται ἐξεταστικὴ τῶν πρακτέων καὶ τοῦ φρονήματος ἐξ ἑκάστου ἀποδεχθῆναι· καὶ βασιλείας Θεοῦ τυχεῖν τοὺς ἀγαπήσαντας τὸ φῶς, ὡς ἐκ τῆς πρὸς αὐτὸ ἀγάπης φῶς καὶ αὐτοὺς γεγενημένους δι’ ἔργων ἀγαθῶν καὶ φρονήματος ἀληθοῦς μισῆσαι τὸ σκότος, τοῦτο δὲ ἐστὶν, ἡ κακία καὶ ἡ εὐσέβεια· τοὺς δὲ ἀποστραφέντας τὴν ἀρετὴν καὶ τὸν ταύτης πάροχον Θεὸν κολάσεων αἰωνίων πειρασθήσεσθαι· ἐπεί- περ σπουδάζοντες ἔχειν ἔργα πονηρὰ, ἐμίσησαν τὸ φῶς διὰ φανε- ρώσεως ἐλέγχων αὐτῶν τὰ φαῦλα.
- 3.27
Ἵνα δὲ μή τις εἴπῃ, ὅτι οὐδεὶς ἃν τὸ σκότος προτιμήσειε τοῦ φωτὸς, τίθησι καὶ τὴν αἰτίαν, ἀφ’ ἧς τοῦτο ἔπαθον, λέγει “ ἦν “γὰρ αὐτῶν,” φησὶ, “ πονηρὰ τὰ ἔργα” καὶ τὰ ἑξῆς. γὰρ ὁ Χριστιανισμὸς μετὰ τῆς τῶν δογμάτων ὀρθότητος, καὶ πολιτείαν ὑγιαίνουσαν ἀπαιτεῖ, αὐτοὶ δὲ βούλονται ἀεὶ ἐγκαλινδεῖσθαι τῷ τῆς ἁμαρτίας βορβόρῳ, διὰ τοῦτο οὐκ ἠθέλησαν οἱ τὰ φαῦλα πράσσοντες μεταθέσθαι πρὸς τὸ σώφρον b τοῦ Χριστιανισμοῦ, καὶ τοῖς νόμοις, φησὶν, ὑποβαλεῖν τοῖς ἐμοῖς. Χρὴ δὲ σκοπῆσαι, πῶς ἀποστερεῖ αὐτοὺς πάσης ἀπολογίας τὸ φῶς, ἐλθὼν πρὸς αὐτοὺς, καὶ οὐδὲ οὕτω προσέδραμον αὐτῷ, ἀλλ’ ἐκεῖνος “ ὁ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς” ὁ τῷ Χριστιανισμῷ 5 προστρέχων δηλονότι, δηλονότι, “ ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν τῷ “ Θεῷ ἐστιν εἰγασμένα.” καὶ γὰρ ὁ τοιοῦτος μετὰ τοῦ πιστεύειν ὀρθῶς καὶ πολιτείαν ὀρθὴν κατορθοῖ.
- 3.28
Ἴσως ἐρεῖ τις, τί οὖν; οὐκ εἰσὶ καὶ Χριστιανοὶ φαῦλα πράσσοντες καὶ Ἕλληνες ἐν φιλοσοφίᾳ ζῶντες; Χριστιανοὶ μὲν ὅτι φαῦλα πράσσοντες εἰσὶν, οἶδα κἀγὼ, εἰ δὲ καὶ Ἕλληνες βιοῦντες, τοῦτο οὐκ οἶδα σαφῶς. Μῆ γάρ μοι τὰς ἀπὸ φύσεως εἴπῃς ἐπιεικεῖς καὶ κοσμίους, οὐ γάρ ἐστι τοῦτο ἀρετή. ἀλλ’ εἰπὲ πολλὴν ὑπομένοντα ἀπὸ τοῦ παθεῖν βίαν καὶ φιλοσοφοῦντα, ἀλλ’ οὐκ ἃν ἔχοις. Εἰ γὰρ βασιλείας ἐπαγγελία καὶ γεέννης ἀπειλὴ, καὶ ἄλλη ἐπιμέλεια, μόλις κατέχει τοὺς ἀνθρώπους ἐν ἀρετῇ, σχολή γε ἃν οἱ περὶ μηδενὸς τούτων πεπεισμένοι μετήλυθον ἀρετήν· εἴ τινες ὑποκρίνονται δόξης ἕνεκεν τοῦτο ποιοῦσιν· ὁ δὲ δόξης ἕνεκα τοῦτο ποιῶν ὅταν ἐξῇ, οὐ φείσεται τοῦ χαρίσασθαι ταῖς ἐπιθυμίαις ταῖς πονηραῖς.
- 4.1
Ζήτησις περὶ καθαρισμοῦ.
- 4.2
Διὰ τοῦ εἰπεῖν ὅτι “ μετὰ ταῦτα ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὴν “ Ἰουδαίαν” καὶ τὰ ἑξῆς, δείκνυσιν ὅτι ἐν μὲν ταῖς ἑορταῖς εἰς τὴν πόλιν ἀνίη, ὥστε ἐν μέσοις αὐτοῖς προτιθέναι τὰ δόγματα, καὶ τὴν ἀπὸ τῶν θαυμάτων ὠφέλειαν, μετὰ δὲ τὸ λυθῆναι τὰς ἑορτὰς, ἐπὶ τὸν Τορδάνην ἤρχετο ἐπειδὴ δὲ ἐνταῦθα πολλοὶ συνέ- τρεχον, τοὺς δὲ πολυοχλοῦντας ἀεὶ κατελάμβανε τόπους, οὐκ ἐπιδεικνύμενος οὐδὲ φιλοτιμούμενος, ἀλλὰ πλείοσι τὴν παρ’ ἑαυτοῦ παρέχειν ὠφέλειαν σπουδάζων.
- 4.3
Εἰ δὲ καὶ λέγει ὁ Εὐαγγελιστὴς ἐνταῦθα, ὅτι ἐβάπτιζεν, οὐχ ὡς αὐτοῦ βαπτίζοντος τοῦτο φησὶν, ἀλλὰ τὸ τῶν μαθητῶν ἔργον εἰς τὸν διδάσκαλον ἀνήγαγεν. Καὶ γὰρ προιὼν φησὶν, ὅτι Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ· ὅθεν δηλονότι [τις] ἐνταῦθα τοῦτό φησιν, ὅτι αὐτοὶ ἐβάπτιζον μόνοι. τίνος δὲ ἕνεκεν αὐτὸς οὐκ ἐβάπτιζε; προλαβὼν ὁ Ἰωάννης εἶπεν, “ αὐτὸς ὑμᾶς βαπτί- “ σεῖ ἐν Πνεύματι Ἁγίῳ,” Πνεῦμα δὲ οὔπω ἦν δεδωκώς. ἐποίουν δὲ τοῦτο οἱ μαθηταὶ, βουλόμενοι πολλοὺς προσαγαγεῖν τῇ σωτη- ριώδει διδασκαλίᾳ.
- 4.4
Τίνος δὲ ἕνεκεν τῶν μαθητῶν τοῦ Χριστοῦ βαπτιζόντων, οὐκ ἐπαύσατο ὁ Ἰωάννης τοῦτο ποιῶν, ἀλλὰ διαμεμένηκε καὶ αὐτὸς βαπτίζων· καὶ γάρ φησιν ὁ Εὐαγγελιστὴς, “ ἦν δὲ καὶ Ἰωάννης “ βαπτίζων ἐν Αἰνὼν” κ. τ. ἑ. καὶ μέχρι τῆς εἰς τὸ δεσμωτήριον κατακλείσεως τοῦτο ἐποίει. Τὸ γὰρ εἰπεῖν “ οὔπω ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης, δηλοῦντός ἐστι c ὅτι ἕως τότε οὐκ ἐπαύσατο βαπτίζων. τίνος οὖν ἕνεκεν ἕως τότε ἐβάπτιζεν; ἵνα τοὺς ἑαυτοῦ μαθητὰς εἰς πλείονα ζῆλον ἀναγάγῃ, καὶ φιλονεικωτέρους ἐργάσηται· μυριάκις βοῶν, καὶ τῶν πρωτείων ἀεὶ τῷ Χριστῷ παραχωρῶν, οὐκ ἔπεισεν αὐτοὺς αὐτῷ προσδραμεῖν, εἰ καὶ μὴ τοῦτο ἐποίει, πολλῷ μᾶλλον ἂν ἐποίησε. Διὰ τοῦτο δὲ καὶ ὁ Χριστὸς τότε μάλιστα ἤρξατο κηρύττειν, ὅτε ἐκ ποδῶν ὁ Ἰωάννης ἐγένετο. οἱ μὲν δὲ ὅτι καὶ διὰ τοῦτο συγχωρηθῆναι τὴν τελευτὴν Ἰωάννου ταχίστην αὐτῶν γενέσθαι, ὥστε πᾶσαν τοῦ πλήθους τὴν διάθεσιν ἐπὶ τὸν Χριστὸν μετελθεῖν, καὶ μηκέτι ταῖς τῶν ἀμφοτέρων αὐτοὺς σχίζεσθαι γνώμαις.
- 4.5
Εἰ δέ τις ἐξετάζοι τι πλέον εἶχε τὸ τῶν μαθητῶν τοῦ Χριστοῦ βάπτισμα τοῦ Ἰωάννου, ἐροῦμεν, ὅτι οὐδέν. ἑκάτερα γὰρ ὁμοίως τῆς ἐκ τοῦ Πνεύματος χάριτος ἄμοιρα ἦν, καὶ αἰτία μία ἀμφοτέρως ἦν τοῦ βαπτίζειν, τὸ τῷ Χριστῷ προσάγειν τοὺς βαπτιζομένους.
- 4.6
Τί σημαίνει ἡ γενομένη ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου πρός τινα Ἰουδαῖον περὶ καθαρισμοῦ; τὴν ζηλοτυπίαν αὐτῶν ἐμφαίνει, ἣν εἶχον ἀεὶ πρὸς τοὺς τοῦ Χριστοῦ μαθητὰς πρὸς αὐτόν τε τὸν Χριστὸν, ὡς τοῦ παρ’ αὐτῶν βαπτίσματος πλέον τι τῶν τοῦ Χριστοῦ μαθητῶν ἔχοντος· τοῦτο γὰρ πρὸς τὸν Ἰουδαῖον διελέγοντο. ὅτι γὰρ τοῦτό ἐστι, τὰ ἑξῆς δηλοῖ. “ Ἦλθον γάρ’ φησὶ, “ πρὸς “ τὸν Ἰωάννην καὶ λέγουσι, ῥαββὶ, καὶ τὰ ἑξῆς. ὃς ἢν μετὰ σοῦ, τουτέστιν. ὃς τάξιν εἶχε μαθητοῦ, ἀποσχίσας βαπτίζει. “ ᾧ σὺ “μεμαρτύρηκας,” ἀντὶ τοῦ, ὃν σὺ ἐβάπτισας, ὃν σὺ ἐποίησας καὶ περίβλεπτον, τὰ αὐτὰ σοὶ τολμᾷ. Οὐ τοῦτο δὲ μόνον ᾤοντο παρακνίζειν τὸν διδάσκαλον, τουτέστι τὸν βαπτιστὴν, ἀλλὰ καὶ τὸ αὐτὸν παρευδοκιμεῖσθαι λοιπόν· “ πάντες γὰρ ἔα.. “ τᾶι πρὸς αὐτόν.” θέλων δὲ τέως καταπλῆξαι καὶ φοβῆσαι αὐτοὺς, καὶ δεῖξαι ὅτι οὐχ ἑτέρως ἀλλ’ ἢ τῷ Θεῷ πολεμοῦσιν, αὐτῷ πολεμοῦντες, ἀποκριθεὶς εἶπεν αὐτοῖς, “ οὐ δύναται ἄνθρωπος “ λαμβάνειν ἀφ’ ἑαυτοῦ οὐδέν’ καὶ τὰ ἑξῆς.
- 4.7
Τὸ δὲ, “ ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν,” οὐδὲν ἄλλο δηλοῦντός ἐστιν d, ἣ ὅτι καὶ ἀδυνάτοις ἐπιχειροῦσι, καὶ θεομάχοι πάλιν εὑρίσκονται. ἐντεῦθεν αὐτοὺς καὶ παραμυθεῖται ἠρέμα, δεικνὺς, ὅτι οὐκ ἄνθρωπος ἀλλὰ Θεός ἐστιν ὁ παρευδοκιμῶν ἡμᾶς, καὶ ἡμεῖς δὲ, φησὶν, οὐδὲν οἴκοθεν ἔχομεν, ἀλλὰ πάντα ἐκ τοῦ Θεοῦ. Εἰ δὲ λαμπρότερα τὰ ἐκείνου, καὶ πάντες πρὸς αὐτὸν ἔρχονται, οὐ θαυμάζειν χρὴ, τοιαῦτα γὰρ τὰ θεῖα. Τὸ δὲ, “ αὐτοὶ ὑμεῖς μοι “ μαρτυρεῖτε, καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι εἰ ὅλως ἔχεσθέ, φησι, τῆς ἐμῆς μαρτυρίας, καὶ ἀληθῆ ταύτην ἡγεῖσθε, μάθετε ὅτι διὰ ταύτην μάλιστα οὐκ ἐμὲ ἐκείνου, ἀλλ’ ἐκεῖνον ἐμοῦ προτιμᾷν χρή. καὶ γὰρ εἰ μὴ προσῆλθεν ἡ νύμφη, τουτέστι ὁ λαὸς, ἤγουν ἡ Ἐκκλησίας, τῷ νυμφίῳ Χριστῷ, τότε ἃν ἤλγησα, νῦν δὲ τούτου γενομένου, ὡς φίλος χαρᾷ χαίρων διὰ τὸ ἐκ τῆς φωνῆς τοῦ νυμφίου τὴν νύμφην ἐπιγνῶναι αὐτόν. οὕτω γὰρ ἡ Ἐκκλησία διὰ τῆς διδασκαλίας ἁρμόζεται τῷ Θεῷ.
- 4.8
Καὶ τὸ “ ὁ ἑστηκὼς” δὲ, οὐχ ἁπλῶς τέθεικεν, ἀλλὰ δεικνὺς ὅτι τὰ αὐτοῦ πέπαυται, καὶ ὅτι αὐτὸν λοιπὸν ἑστάναι χρή. καὶ γὰρ ἤνυσται, φησὶ, παρ’ ἐμοῦ τὸ ἔργον, ὃ γενέσθαι ἔδει· χρὴ τοίνυν τὰ ἡμέτερα ἐλαττοῦσθαι, αὔξειν δὲ τὰ ἐκείνου. Ἀμμωνίου πρεσβυτέρου. Διὰ τοῦ βαπτίσματος νυμφεύεται ὁ Χριστὸς τὴν Ἐκκλησίαν ἀναγεννηθεῖσαν· ἡ δὲ συζυγία αὕτη ἡ πνευματικὴ διὰ τοῦ διδασκαλικοῦ λόγου συνάπτει Θεῷ· παρθένος ἐστὶ καὶ ἁγνὴ καὶ νύμφη διὰ τὴν τῶν δογμάτων ὀρθότητα, ἡ αὐτὴ καὶ γυνή ἐστι τοῦ Χριστοῦ, ὡς ἀγαθὰς γεννῶσα πράξεις, οὐκ ἀφ’ ἑαυτῆς, ἀλλὰ διὰ τοῦ ἐνσπείροντος ἐν αὐτῇ Χριστοῦ, ἧς οὐδεὶς τῶν γεννητῶν δύναται εἶναι νυμφίος, ἐπείπερ πρωτοτύπως e οὐδεὶς αὐτῶν ἐστι δοτὴρ ἀγαθῶν. Πᾶσα οὖν λογικὴ φύσις Ἀγγέλων τε καὶ ἀνθρώπων νύμφη εἰσιν.
- 4.9
Νυμφίος ἐστὶν ὁ Χριστὸς καὶ ἡ Ἐκκλησία νύμφη, καὶ ὁ νυμφὼν ὁ τόπος τοῦ βαπτίσματος, ἔνθα γίνεται ἡ πνευματικὴ συνάφεια, ἐπειδὴ πάντα φαιδρὰ καὶ χαρᾶς ἀνάμεστα καἰ εὐφροσύνης Τί γὰρ μακαριώτερον τοῦ καθαρισθῆναι ἁμαρτιῶν καὶ κολληθῆναι Θεῷ, καὶ κοινωνὸν γενέσθαι θείας φύσεως διὰ τῆς τοῦ Ἁγίου Πνεύματος μετουσίας; ταῦτα γὰρ ὁ ἀρραβών· τὰ δὲ τελειώτερα ἐν τῷ μέλλοντι, ὅτε πάλιν εἰσελθὼν ὁ νυμφίος εἰσάγει σὺν αὐτῷ τὰς παρθένους ψυχάς.
- 4.10
Πάντων πρὸς τὸν Ἰησοῦν ἀπιόντων, ἐλήλυθα γὰρ μαρτυρῆσαι αὐτῷ, ἵνα πάντες πιστεύσωσιν αὐτῷ δι’ ἐμοῦ.
- 4.11
Οὔτε ὁ Χριστὸς αὔξει, οὔτε Ἰωάννης ἐλαττοῦται, ἀλλὰ δίκην ἑωσφόρου ὁ Ἰωάννης ὑπὸ τοῦ νοητοῦ ἡλίου σκέπεται. Ὁ Χριστὸς ὡς Θεὸς ἐπὶ πλεῖον αὔξει φανερούμενος· ἐμὲ δὲ δεῖ μένειν ἐν οἷς εἰμι. Τί σημαίνει ὅπερ εἶπεν, “ ὁ ἄνωθεν ἐρχό- “ μένος ἐπάνω πάντων ἐστί;” τὴν ὑπερβάλλουσαν δόξης ὑπεροχὴν, καὶ ὅτι οὐδενὸς δεῖταί ποτε, ἀλλ’ ἀρκῶν ἐστιν ἑαυτῷ. ταῦτα δὲ περὶ τοῦ Χριστοῦ ἔλεγε. Τὸ μηδὲ ἐκ τῆς γῆς ὄντα καὶ λαλοῦντα ἑαυτόν φησιν, οὐχ ὅτι δὲ ἐπίγεια ἐφθέγγετο, διὰ τοῦτο εἶπεν ἑαυτὸν ἐκ τῆς γῆς λαλεῖν, ἀλλὰ πρὸς τὴν τοῦ Χριστοῦ διδασκαλίαν παραβάλλων ἑαυτὸν, εὐτελῆ καὶ ταπεινὰ καὶ μικρὰ ταῦτα ἐλογίζετο.
- 4.12
“ Ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστι, καὶ ἐκ τῆς γῆς λαλεῖ.
- 4.13
Οὐκ ἰσομέτρως ἐνεργήσει, φησὶν, εἰς τὸ δύνασθαι πείθειν ὁ γηγενὴς τῷ ἐπὶ πάντας ὄντι Θεῷ. Λαλήσει μὲν γὰρ ὡς ἄνθρωπος ἐπὶ τῆς γῆς, καὶ ἐν μόνῃ συμβούλου κείσεται τάξει.
- 4.14
Ἐπάνω πάντων ἐστὶ τῶν πεποιημένων, οὐχ ὡς ἐν πάσῃ καταριθμούμενος, ἀλλ’ ὡς πάντων ἐξῃρημένος καὶ τοῖς πᾶσι θεοπρεπῶς ἐποχούμενος ὁ ἄνωθεν ἐρχόμενος, τουτέστιν ὁ τῆς ἄνωθεν ῥίζης ἐκπεφυκὼς, τὴν πατρῴαν ἐφ’ ἑαυτῷ φυσικῶς ἀποσώζων εὐφυίαν, τὸ ἐπάνω πάντων ὑπάρχειν ὁμολογουμένως κεκτήσεται· ἦν γὰρ δὴ καὶ ἀμήχανον, μὴ οὐχὶ πάντως τοιοῦτον ὁρᾶσθαι τὸν Υἱὸν, ὁποῖός περ ἂν νοοῖτο, καὶ κατὰ τὴν ἀξίαν ὁ γεννήσας αὐτόν. Ἀνθρωπινώτερον λαλεῖ διὰ τὴν σάρκα· τῇ γὰρ φύσει παντέλειος ὢν, πάντα ἀφ’ ἑαυτοῦ οἶδεν.
- 4.15
Ὠριγένουσ. Ἐπεὶ γὰρ ὁ ἐρευνῶν τὰς γραφὰς εὑρίσκει αὐτὰς μαρτυρούσας περὶ Χριστοῦ, οὐκ ἠρεύνουν δὲ αὐτὰς Ἰουδαῖοι ὡς δεῖ, οὐδεὶς τῶν ἀνεξετάστως ταῖς γραφαῖς ἐντυγχανόντων ἐλάμβανε τὴν περὶ αὐτοῦ μαρτυρίαν, μόνου καὶ παντὸς τοῦ δυναμένου εἰπεῖν, “ ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκα- “ μὲν Ἱησοῦν·” λαμβάνοντος τὴν περὶ αὐτοῦ μαρτυρίαν καὶ σφραγίζοντος “ ὅτι ὁ Θεὸς ἀληθής ἐστι,” προσεπαγγειλάμενος τὸ Εὐαγγέλιον διὰ τῶν προφητῶν ἐν γραφαῖς ἁγίαις περὶ τοῦ Υἱοῦ αὐτοῦ.
- 4.16
Ἀμμωνίου. Ἀντὶ τοῦ ἐπληροφορήθη, καὶ ἔχει ἀπόδειξιν σφραγίδα.
- 4.17
Ἀπεστάλθαι λέγεται ὁ Υἱὸς ἀπὸ τοῦ Πατρὸς, ἢ διὰ τὴν ἔνσαρκον παρουσίαν, ἣ ὅτι ὁ Πατὴρ ἔχων ἐν ἑαυτῷ τὸν Υἱὸν οὐκ ἔκρυψεν, ἀλλ’ ἐξέλαμψεν αὐτὸν ἐκ τῆς ἰδίας φύσεως, ὡς ἐκ φωτὸς ἀπαύγασμα. Ἐξελήλυθε γὰρ ὁ Υἱὸς εἰς ἰδίαν ὕπαρξιν, εἰ καὶ ἐν αὐτῷ κατὰ φύσιν ἐστίν.
- 4.18
Ἀπολιναρίου. Ἐπεὶ οὖν τὰ ἐκείνου φθέγγεται, ὁ τε ὁ τε ἀπιστῶν, ἐκείνῳ καὶ πιστεύει καὶ ἀπιστεῖ. Τὸ δὲ “ ἐσφράγισεν” ἀντὶ τοῦ ἔδειξε.
- 4.19
Τί ἐστι τὸ, “ οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα;” ἐνταῦθα τὴν ἐνέργειαν λέγει· ἡμεῖς μὲν οὖν, φησὶ, μέτρῳ τὴν ἐνέργειαν τοῦ Πνεύματος ἐλάβομεν, αὐτὸς δὲ οὐχ οὕτως, ἀλλὰ ἀμέτρητον ἔχει καὶ ὁλόκληρον πᾶσαν τὴν ἐνέργειαν.
- 4.20
Ἀμμωνίου. Ὡς πηγὴ ὣν τοῦ Πνεύματος δίδωσιν αὐτὸς ἐνέργειαν, λέγει τοῦ Πνεύματος, ἣν οἱ ἄνθρωποι μέτρῳ λαμβάνουσιν. Αὐτὸς γὰρ ὁλόκληρον ἔχει πᾶσαν. ὅλον ἔχει τὸ Πνεῦμα ὁ Υἱὸς οὐσιωδῶς, οὐ μὴν ἐκ μέρους ὡς κτίσμα. Διὸ καὶ αὐτὸς αὐτὸ δίδωσιν, οἱ δὲ ἅγιοι διὰ ἱκεσίας ποιοῦσι τὸν Χριστὸν δι’ αὐτῶν ἐπιχορηγῆσαι τὸ Πνεῦμα.
- 4.21
Εἰπὼν δὲ ὅτι “ ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν “ ἐν τῇ χειρὶ αὐτοῦ,” ὡς περὶ ἀνθρώπου δείκνυται διαλεγομένου τινὸς θαυμαστοῦ, ὅθεν ἐπὶ τὸ ταπεινότερον ἄγει τὸν λόγον, ἐν τῷ εἰπεῖν “ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ·” τοῦτο δὲ ποιεῖ εὐπαράδεκτον κατασκευάζων τὸν λόγον. Εἶτα δὲ καὶ αἰώνιον ἔχειν ζωὴν τὸν εἰς τὸν Υἱὸν πιστεύοντα διαμαρτύρεται· τὸν δὲ ἀπειθοῦντα αὐτῷ ἐκπίπτειν αὐτῆς, καὶ τὴν ὀργὴν τοῦ Θεοῦ μένειν ἐπ’ αὐτόν. Ἀμμωνίου πρεσβυτέρου. τότε πληροῦται τοῦτο, ὅτε κατὰ τὸν τῆς δευτέρας παρουσίας καιρὸν, πᾶν γόνυ αὐτῷ κάμπτει ἀποβαλόντων ἣν ἔχουσι κακίαν. χεῖρα ὧδε τὴν δύναμιν καλεῖ, ἣν ἔχει ὁ υἱὸς φυσικῶς καὶ οὐ μεταληπτῶς.
- 4.22
Κυρίλλου. Ζωὴ μὲν γὰρ κατὰ φύσιν ὁ μονογενὴς, “ ἐν αὐτῷ “ γὰρ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν·” εἰσοικίζεται δὲ πάντως ἡμῶν τῆς πίστεως, καὶ κατοικεῖ διὰ τοῦ Ἁγίου Πνεύματος. Ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν τῶν ἁγίων ζωὴν, περὶ ἧς καὶ ὁ ψαλμῳδός φησι, “ τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν “ ἡμέραν ἱδεῖν ἀγαθήν;” καὶ ὁ Παῦλος δέ φησι πρὸς τοὺς τῇ κακίᾳ νενεκρωμένους· “ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυ- “ πται ἐν τῷ Θεῷ σὺν τῷ Χριστῷ. ὅταν ὁ Χριστὸς φανερωθῇ, “ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς φανερωθήσεσθε ἐν δόξῃ.” οὐκ εἶπε δὲ, μένει αὐτὸν, ἀλλ’ ἐπ’ αὐτὸν, δεικνὺς ὅτι οὐδέποτε αὐτοῦ ἀποστήσεται· ἵνα γὰρ μὴ νομίσῃ τις θάνατον εἶναι πρὸς καιρὸν τὸ οὐκ ὄψεται ζωὴν, ἀλλ’ ἵνα πιστεύσῃ ὅτι διηνεκῶς ἐστιν εἰς τὴν κόλασιν τοῦτο τέθεικε, διὰ τούτων αὐτοῦ τῶν ῥημάτων ὠθῶν πρὸς τὸν Χριστὸν, οὐκ αὐτοὺς δὲ μόνον, ἀλλὰ καὶ πάντας· καὶ γὰρ καθολικὴν ἐποιήσατο τὴν παραίνεσιν. αὐτὸς μὲν ὁ Χριστὸς οὐκ ἐβάπτιζεν, οἱ δὲ ἀπαγγέλλοντες βουλόμενοι διεγεῖραι τοὺς ἀκούοντας εἰς φθόνον τοῦτο ἀπήγγελλον, αὐτὸς δὲ ἀνεχώρει, οὐ δειλίας χάριν, ἀλλ’ ἐκκόπτων αὐτῶν τὴν βασκανίαν καὶ παραμυθούμενος τὸν φθόνον· δυνατὸς μὲν γὰρ ἦν, καὶ ἐπελθόντας ἐπισχεῖν, ἀλλ’ οὐκ ἠβούλετο συνεχῶς τοῦτο ποιεῖν, ὥστε μὴ ἀπιστεῖσθαι τῆς σαρκὸς τὴν οἰκονομίαν.
- 5.1
Περὶ τῆς Σαμαρείτιδος.
- 5.2
Ὥσπερ ἔργον αὐτὸν ποιούμενον τὴν τῆς Σαμαρείτιδος ὁδὸν, φησὶν ὁ Εὐαγγελιστὴς τὸ “ ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς “ Σαμαρείας·” τοῦτο δὲ ἐγίνετο, ὥστε πᾶσαν ἐκκοπῆναι ἀπολογίαν· ὅταν γὰρ ἀπήλαυνον, τότε τῆς τῶν ἐθνῶν ἥπτετο Ἀμμωνίου πρεσβυτέρου. Ὅμοροι ἦσαν τῶν Ἰουδαίων οἱ Σαμαρεῖται, διὸ καὶ ἀπὸ τῆς πηγῆς ἔπινον τοῦ Ἰακώβ. Ἄξιον Ἄξιον δὲ εἰπεῖν καὶ πόθεν οἱ Σαμαρεῖται συνέστησαν· καὶ γὰρ ὁ τόπος οὗτος ἅπας Σαμάρεια ἐκαλεῖτο. Πόθεν οὖν τὴν προσηγορίαν ἔλαβε; Σόμορ τὸ ὄρος ἐλέγετο ἀπὸ τοῦ κτησαμένου, καθάπερ καὶ Ησαΐας φησὶ, “ καὶ ἡ κεφαλὴ Σομόρων Ἐφραΐμ·” ἀλλ’ οἱ οἰκοῦντες οὐ Σαμαρεῖται ἀλλ’ Ἰσραηλῖται ἐλέγοντο. Κρόνου δὲ προἰόντος προσέκρουσαν τῷ Θεῷ, καὶ βασιλεύσαντος Φακὲς ἀνελθὼν Θελγαφαλάσσαρ πόλεις τε εἷλε πολλὰς, καὶ ἐπέθετο τῷ Ηλᾷ, καὶ φόρου ἐποίησεν ὑποτελεῖς. Ἀλλ οὗτος τὸ μὲν πρῶτον εἶξεν, ὕστερον δὲ ἀπέστη τῆς ἀρχῆς, καὶ πρὸς τὴν τῶν Αἰθιόπων κατέφυγε συμμαχίαν. ἔρω τοῦτο ὁ Ἀσσύριος, καὶ ἐπιστρατεύσας καὶ ἀνελὼν αὐτοὺς, οὐκ ἔτι τὸ ἔθνος ἐκεῖ μένειν ἀφίησι διὰ τὴν τῆς ἀποστάσεως ὑποψίαν, ἀλλὰ τούτους τοὺς μὲν εἰς Βαβυλῶνα ἤγαγε καὶ Μήδους, ἐκεῖθεν δὲ ἔθνη διαφόρων τόπων ἀγαγὼν κατῴκισεν ἐν τῇ Σαμαρείᾳ, ὥστε λοιπὸν ἀσφαλῆ αὐτῷ τὴν ἀρχὴν εἶναι, τῶν οἰκείων ἐχόντων τὸν τόπον. τούτων δὲ γινομένων, βουλόμενος ὁ Θεὸς δεῖξαι τὴν αὐτοῦ δύναμιν, ὅτι οὐ δι’ ἀσθένειαν ἐξέδωκεν Ἰουδαίους, ἀλλὰ διὰ ἁμαρτίας, ἐπαφίησι λέοντας τοῖς βαρβάροις, οἵτινες ἐλυμαίνοντο τὸ ἔθνος ἅπαν. Ἀπηγγέλη οὖν ταῦτα τῷ βασιλεῖ, καὶ πέμπει ἱερέα τινὰ τὸν παραδώσοντα αὐτοῖς τὸν τοῦ Θεοῦ νόμον, ἀλλ’ ὅμως οὐδὲ οὕτως ἐξ ὁλοκλήρου τῆς ἀσεβείας ἀπέστησαν, ἀλλ’ ἐξ ἡμισείας. Χρόνου δὲ προἰόντος τῶν μὲν εἰδώλων ἀπεπήδησαν, ἐσέβοντο δὲ τὸν Θεὸν, καὶ τῶν πραγμάτων ἐν τούτοις ὄντων, ἐπανελθόντες οἱ Ἰουδαῖοι λοιπὸν ζηλοτύπως πρὸς αὐτοὺς εἶχον, ἅτε πρὸς ἀλλοφύλους κα πολεμίους, καὶ ἄπο του ὄρους Σαμαρείτας αὐτοὺς ἅλον, καὶ οὐ μικρὰ ἐντεῦθεν ἦν πρὸς αὐτοὺς ἡ φιλονεικία. οὐδὲ ταῖς γραφαῖς πάσαις ἐκέχρηντο, ἀλλὰ τὰ Μωϋσέως μόνα δεχόμενοι, τῶν ἄλλων προφητῶν οὐδένα ἐποιοῦντο λέγον. Ἐφιλονείκουν εἰς τὴν εὐγένειαν εἰσωθεῖν ἑαυτοὺς τὴν Ἰουδαϊκὴν, καὶ ἐφιλοτιμοὕντο ἐπὶ τῷ Ἀβραὰμ, καὶ πρόγονον αὐτὸν ἀπεγράφοντο, ἅτε ἀπὸ τῆς Χαλδαίας ὄντα· καὶ τὸν Τακὼβ δὲ πατέρα ἐκάλουν, ἅτε ἐκείνου ὄντα ἀπόγονον. οἱ δὲ Ἰουδαῖοι τὰ μὲν πάντων τῶν ἐθνικῶν, καὶ τούτους ἐβδελύσσοντο, ὅθεν καὶ τῷ Κυρίῳ Ἰησοῦ ὀνειδίζοντες ἔλεγον, “ Σαμαρείτης εἶ σύ·” καὶ αὐτὸς δὲ τοῖς μαθηταῖς ἐκέλευε λέγων, “ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε.” οὐ τῆς ἱστορίας δὲ ἕνεκεν τοῦ τόπου μόνον ἀνέμνησεν ἡμᾶς τοῦ Ἰακὼβ ὁ Εὐαγγελιστὴς, ἀλλὰ καὶ ὑπὲρ τοῦ δεῖξαι τὴν ἀποβολὴν τὴν Ἰουδαικὴν πάλαι γεγενημένην. Καὶ γὰρ ἐπὶ τῶν προγόνων αὐτῶν τοὺς τόπους αὐτῶν ἀντ’ αὐτῶν κατέσχον ἐκεῖνοι. Ἃ γὰρ οἱ προ- πάτορες αὐτῶν ἔσχον οὐκ ὄντα αὐτῶν, ταῦτα διὰ τὴν ἀσέβειαν ὄντα αὐτῶν, ἀπώλεσαν οὗτοι.
- 5.3
Τίνος οὖν ἕνεκεν ἀκριβολογεῖται ὁ Εὐαγγελιστὴς περὶ τοῦ τόπου λέγων, “ ἔρχεται εἰς πόλιν Σαμαρείας,” καὶ τὰ ἑξῆς; ἵνα ὅταν ἀκούσωμεν τῆς γυναικὸς λεγούσης, “ Ἰακὼβ ὁ πατὴρ ἡμῶν “ ἔδωκεν ἡμῖν τὴν πηγὴν ταύτην,” μὴ ξενισθῶμεν· ὁ γὰρ τόπος ἐκεῖνος ἦν ἔνθα ὑπὲρ τῆς Δίνας οἱ περὶ τὸν Λευῒ καὶ Συμεὼν ἀγανακτοῦντες τὸν χαλεπὸν ἐκεῖνον εἰργάσαντο φόνον. Εἰπὼν δὲ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ἔδειξεν ὅτι οὕτως ἐβάδιζεν εὐτόνως, ὡς καὶ κοπιᾶσαι, οὐδὲ γὰρ ὑποζυγίοις ἐκέχρητο· πανταχοῦ παιδεύων ἡμᾶς τὸ αὐτουργὸν καὶ ἀπέριττον, καὶ μὴ πολλῶν δεῖσθαι. ὁ δὲ οὕτως ἀντὶ τοῦ ὡς ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ ὅτι οὐκ ἐπὶ θρόνου, ἀλλ’ ἐπ’ ἐδάφους ἐκάθητο, ἀναπαύων τὸ σῶμα, καὶ παρὰ τὴν πηγὴν ἀναψύχων αὐτό· ἦν γὰρ ἡμέρα μέση. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, “ ὥρα ἦν ὡσεὶ ἕκτη.” οὐ τὸ ἐπίπονον δὲ ἀλλὰ καὶ τὸ ἄτυφον ἐντεῦθεν δείκνυται, ἐκ τοῦ μόνον αὐτὸν ἐπὶ τῆς ὁδοῦ καταλειφθῆναι. Μανθάνωμεν δὲ καὶ τὸ περὶ τὰς τροφὰς ἠμελημένον, ἐκ τοῦ ἀπελθεῖν τοὺς μαθητὰς αὐτοῦ εἰς τὸ ἀγοράσαι ἄρτους, ὅπως καὶ ἡμεῖς παιδευθῶμεν κρατεῖν γαστρὸς καὶ καταφρονεῖν διαφόρων ἐδεσμάτων, καὶ μὴ περισπούδαστον τὴν ταύτης εἶναι νομίζειν λειτουργίαν.
- 5.4
Χρὴ δὲ καὶ τοῦτο σκοπῆσαι, ὅτι ἐν ᾧ καιρῷ ἅπαντες ἀριστοποιοῦνται, οὗτοι τὰς τροφὰς ἠγόραζον· καὶ ἵνα μή τις ἀναισχυντῶν λέγῃ, ὅτι ὁ προστάσσων μὴ εἰς πόλιν Σαμαρειτῶν εἰσιέναι, Σαμαρείταις διαλέγεται, διὰ τοῦτο ὁ Εὐαγγελιστής φησιν, ὅτι αὐτῷ ἐπὶ τοῦ τόπου καθέδρα διὰ τὸν τόπον γέγονεν, οὐ μὴν διὰ τὸ συντυχεῖν τῇ γυναικὶ, καὶ περὶ τῆς γυναικὸς, ὅτι διὰ τὸ ἀντλῆσαι ὕδωρ ἐξῆλθε, παραγενόμενον δὲ τὸ γύναιον οὐκ ἐχρῆν λοιπὸν ἀπώσασθαι, οὕτω πολλὴν φιλομαθίαν ἐπιδεικνύμενον· διὸ καὶ εὔλογον αἰτίαν εἰσάγει τῆς πρὸς αὐτὸν διαλέξεως· αἰτεῖ γὰρ ὕδωρ διὰ τὸ δίψος. Πόθεν δὲ αὐτὸν Ἰουδαῖον νομίσασα εἶναί φησι πρὸς αὐτόν· “ πῶς σὺ Ἰουδαῖος ὢν,” καὶ τὰ ἑξῆς; ἀπὸ τοῦ σχήματος ἴσως καὶ τῆς διαλέξεως. χρὴ δὲ σκοπῆσαι, πῶς διεσκεμμένον ἦν τὸ γύναιον· εἰ γὰρ ἔδει φυλάξασθαι, τὸν Κύριον ἔδει, οὐκ ἐκείνην· οὐ γὰρ εἶπεν ὅτι Σαμαρεῖται Ἰουδαίοις οὐ συγχρῶνται, ἀλλὰ Ἰουδαῖοι Σαμαρείτας οὐ προσίενται, ἀλλ’ ὅμως ἡ γυνὴ οὐδὲ οὕτως ἐσίγησεν, ἀλλ’ ὡς οἴεται διορθοῦται τὸ μὴ κατὰ νόμον γινόμενον. Ὁ δὲ Χριστὸς πρότερον δείξας αὐτὴν ἀξίαν οὖσαν ἀκοῦσαι καὶ μὴ παροφθῆναι, τότε ἑαυτὸν ἐκκαλύπτει, καί φησι πρὸς αὐτήν· “ εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ” καὶ τὰ ἑξῆς· καὶ γὰρ εὐθέως μαθοῦσα ὅστις ἐστὶν, ὑπακούεσθαι καὶ προσέξειν αὐτῷ, διὸ καὶ ἐπιεικῶς πρὸς ταῦτα ἀποκρίνεται λέγουσα· “ Κύριε, οὔτε “ ἄντλημα ἔχεις,” καὶ τὰ ἑξῆς. Εἰποῦσα δὲ, “Κύριε,” ὅτι εὐθέως τῆς ταπεινῆς ὑπονοίας ἀπέστη, πολλὴν αὐτῷ τὴν τιμὴν ἀπονείμασα· καὶ ἄλλως μὲν ὁ Χριστὸς ἔλεγεν, ἄλλως δὲ ὑπώπτευεν ἐκείνη, “ πόθεν ἔχεις τὸ ὕδωρ τὸ ζῶν” λέγουσα. Προβάλλεται δὲ πατέρα τὸν Ἰακὼβ, εἰς τὴν Ἰουδαϊκὴν εἰσωθοῦσα ἑαυτὴν εὐγένειαν, καὶ ὅτι αὐτὸς ἐξ αὐτοῦ ἔπιεν, φησὶ, καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι οὐ δυνήσῃ δοῦναι ἕτερον τούτου βέλτιον, εἰ μή τι γε τοῦ Ἰακὼβ μείζονα ὁμολογεῖς εἶναι σαυτόν. οὕτως ἐκ πρώτης ἀποκρίσεως ἐδείξατο νόημα μέγα καὶ ὑψηλόν.
- 5.5
τίνος ἕνεκεν ἐκείνης εἰπούσης, “ μὴ σὺ μείζων εἰ τοῦ ἡμῶν Ἰακὼβ,” αὐτὸς οὐκ εἶπεν αὐτῇ, ναὶ μείζων εἰμί; ἴνα μὴ δόξῃ κομπάζειν, τῆς ἀποδείξεως μηδέπω φαινομένης· δι’ ὧν δὲ λέγει, τοῦτο κατασκευάζει· ἐκ τούτου μὲν γὰρ, φησὶ, τοῦ ὕδατος ὁ πίνων διψήσει πάλιν “ὃς δ' ἃν πίῃ ἐκ τοῦ ὕδατος, οὑ ἐγὼ δώσω “ αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα.” ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. Εἰ θαυμάζεις, φησὶ, τὸν Ἰακὼβ, ὅτι ἔδωκε τοῦτο τὸ ὕδωρ, ἐξ οὗ ὁ πίνων πάλιν διψήσει, πολλῷ μᾶλλον θαυμάσαι χρὴ τὸν πολὺ τούτου βέλτιον ὕδωρ παρέχοντα “ καὶ γὰρ τὸ ὕδωρ,” φησὶν, “ “ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον,” τοῦτο δὲ εἶπε τὸν καθαρμὸν τὸν ἐξ αὐτοῦ καὶ τὴν πολλὴν παραψυχὴν ἐνδεικνύμενον τὴν ἐγγινομένην ταῖς ὑποδεχομέναις αὐτὸν διανοίαις. πολὺ οὖν συνετωτέρα τοῦ Νικοδήμου ἡ γυνὴ αὕτη φανεῖσα καὶ ἀνδρειοτέρα, εὐθέως ἐπίστευσε καί φησι, “ Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ·” ἐκεῖνος γὰρ μυρίων τοιούτων ἀκούων ἔλεγε, πῶς δύναται ταῦτα γενέσθαι; αὕτη δὲ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν πρῶτον ἠπόρει, ὕστερον δὲ οὐδὲ μετὰ κατασκευῆς, ἀλλ’ ἐν ἀποφάσεως τάξει δεξαμένη τὸν λόγον, ἐπὶ τὴν λῆψιν εὐθέως ἐπείγεται. προετίμησέ γε αὐτὸν τοῦ Ἰακὼβ, εἰποῦσα “ “ μὴ διψῶ, μηδὲ ἔρχομαι ἐνθάδε ἀντλεῖν,” τοῦτο γὰρ, φησὶ, γινομένου, οὐκέτι δέομαι ταύτης τῆς πηγῆς.
- 5.6
Εἶπε δὲ αὐτῇ, “ ὕπαγε, φώνησον τὸν ἄνδρα σου” διὰ τὸ ἐπικεῖσθαι αὐτὴν τοῦ λαβεῖν, ὡσανεὶ ἐνδεικνύμενος, ὅτι κακεῖνον δεῖ κοινωνῆσαι τούτων ὧν σὺ ποθεῖς. ἐκείνη δὲ σπεύδουσα λαβεῖν, ἅμα δὲ καὶ κρύπτουσα τὸ τοῦ πράγματος αἰσχρὸν, φησὶν, “ἄνδρα οὐκ ἔχω·” αὐτὸς δὲ διὰ προφητείας λοιπὸν ἀποκαλύπτων τὴν δύναμιν τὴν ἑαυτοῦ, ἀμφότερα μετὰ ἀκριβείας λέγει· τούς τε γὰρ προτέρους ἠρίθμησε, καὶ τὸν νοῦν κρυπτόμενον ἤλεγξεν. οὐκ ἐδυσχέρανε δὲ ἐκείνη ταῦτα ἀκούσασα, οὐδὲ ἀφεῖσα ἔφυγεν, ἀλλὰ θαυμάσασα μᾶλλον καὶ προσκαρτερήσασα πλέον, λέγει, “Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σὺ,” ἀπὸ πολλῆς φιλοσοφίας· τὸ δὲ “ θεωρῶ” ἀντὶ τοῦ, φαίνει μοι, εἶπεν, ὅθεν καὶ περὶ δογμάτων εὐθέως αὐτὸν ἐρωτᾷ, οὐ περὶ βιω- τικῶν, οὐδὲ περὶ σώματος ὑγιείας, οὐδὲ περὶ χρημάτων, ἀλλὰ τί; “ οἱ πατέρες ἡμῶν,” φησὶν, “ ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν·” τοὺς περὶ τὸν Ἀβραὰμ λέγουσα, καὶ γὰρ ἐκεῖ, φασὶ, τὸν υἱὸν αὐτὸν ἀνηνοχέναι, “ καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν “ ὁ τόπος ἔνθα χρὴ προσκυνεῖν.” ἴδες πῶς ὑψηλοτέρα τῇ διανοίᾳ γέγονε; ἡ γὰρ μὴ ὑπὲρ τοῦ σκύλλεσθαι διὰ τὸ διψεῖν πρὸ μικροῦ μεριμνῶσα, ὑπὲρ δογμάτων ἐρωτᾷ λοιπὸν, διὸ καὶ ὁ Χριστὸς τοῦτο μὴ λύσας τὸ ζήτημα, οὐ γὰρ ἦν αὐτῷ περισπούδαστον, πολὺ μέγα αὐτῇ δόγμα ἀπεκάλυψεν, ὅπερ οὐδὲ Νικοδήμῳ οὐδὲ Ναθαναὴλ ἐγνώρισε· φησὶ γὰρ, “ πίστευσόν μοι γύναι, ὅτι ἔρχεται ὥρα, καὶ τὰ ἑξῆς. αὐτὴ μὲν γὰρ ἐσπούδαζεν ἐντιμότερα δεῖξαι τὰ αὐτῆς τῶν Ἰουδαικῶν, αὐτὸς δὲ οὐ πρὸς ταύτην ὑπήντησε τὴν ἐρώτησιν, ἀμφοτέρων δὲ τῶν τόπων τὰ πρεσβεῖα ἀνελὼν, δια- ἅ αὐτῆς τὴν ψυχὴν, δεικνὺς ὅτι οὔτε Ἰουδαῖοι οὔτε αὐτοὶ ἔχουσι τι πρὸς τὸ μέλλον δωρεῖσθαι· πλὴν καὶ οὕτω τοὺς Ἰουδαίους σεμνοτέρους ἀπέφηνεν εἰπὼν, “ ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, καὶ τὰ ἑξῆς.
- 5.7
Πῶς δὲ οὐκ ᾔδεσαν οἱ Σαμαρεῖται ὃ προσεκύνουν; πέμψαντες ἀπήγγειλαν, ὅτι ὁ τοῦ τόπου Θεὸς αὐτοὺς λυμαίνεται, οὐδὲν πλέον περὶ αὐτοῦ κατὰ τοῦτο τῶν εἰδώλων φανταζόμενοι, διὸ καὶ ἐπέμειναν καὶ δαιμόνια θεραπεύοντες καὶ αὐτόν. Ἰουδαῖοι δὲ ταύτης ἦσαν ἀπηλλαγμένοι τῆς ὑπονοίας, καὶ τῆς οἰκουμένης ᾔδεσαν αὐτὸν Θεὸν ὄντα, καὶ εἰ μὴ πάντες. Οὐ χρὴ δὲ θαυμάζειν ὅτι μετὰ Ιουδαίων αὐτῶν ἀριθμεῖ· πρὸς γὰρ τὴν ὑπόνοιαν τῆς γυναικὸς διαλέγεται ὡς προφήτης, ὡς Ἰουδαῖος· διὸ καὶ τὸ “ προσκυνοῦμεν” τέθεικε.
- 5.8
Τί σημαίνων, φησὶν, “ ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἣ ὅτι τῇ οἰκουμένῃ τὰ ἀγαθὰ ἐκεῖθεν γέγονε. Τὸ γὰρ εἰδέναι Θεὸν καὶ καταγιγνώσκειν εἰδώλων, ἐκεῖθεν τὴν ἀρχὴν ἔχει, καὶ τὰ ἄλλα πάντα δόγματα· καὶ παρ’ ὑμῖν δέ φησιν αὐτὸ τοῦτο τὸ τῆς προσκυνήσεως, εἰ καὶ μὴ ὀρθῶς. ’πὸ γοῦν τῶν Ἰουδαίων τὴν ἀρχὴν ἔλαβε. σωτηρίαν οὖν ἣ ταῦτα, ἣ τὴν αὐτοῦ παρουσίαν καλεῖ, μᾶλλον δὲ οὐκ ἄν τις ἁμάρτοι, ἀμφότερα ταῦτα σωτηρίαν καλῶν.
- 5.9
Ἀμμωνίου πρεσβυτέρου. Διὰ τὸ ἐξ αὐτῶν ἐσαρκῶσθαι Τιὸν, ἣ ὅτι ἐξ ἐκείνων ἤρξαντο εἰδέναι τὸν ἕνα Θεὸν, ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν.
- 5.10
Ὠριγένουε. Ὅταν ἀκούσης ὅτι “ ἐκ τῶν Ἰουδαίων ἡ σωτη- “ ῥία ἐστὶν,” περὶ τοῦ ταῦτα λέγοντος ἄκουε τὰ εἰρημένα. Αὐτὸς ὃς γὰρ ἡ τῶν ἐθνῶν προσδοκία, ὁ γενόμενος ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα. τὸ δὲ “ ἔρχεται ὥρα καὶ νῦν ἐστι,” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ, ὅτι εἰ καὶ πλεονεκτοῦμεν ὑμῶν, ὦ γύναι, φησὶ, τῷ τρόπῳ τῆς προσκυνήσεως, πλὴν ἀλλὰ καὶ οὗτος ὁ τρόπος τέλος ἕξει λοιπόν. Οὐ γὰρ τὰ τῶν τόπων ἀμειφθήσεται μόνον, ἀλλὰ καὶ τὰ τοῦ τρόπου τῆς λατρείας, καὶ ταῦτα ἐπὶ θύραις ἐφέστηκε, καὶ οὐχ ὡς τὰ ὑπὸ τῶν προφητῶν εἰρημένα παρέκτασιν χρόνου λήψονται. Εἰπὼν δὲ “ ἀληθινοὺς, συνεξέβαλε Ἰουδαίους· εἰ γὰρ καὶ ἐκείνων ἀμείνους οὗτοι, ἀλλὰ τῶν μελλόντων ἐλάττους πολλῶ, καὶ τοσοῦτον ὅσον ἀληθείας τόπος.
- 5.11
ἈMMΩΝ1́ΩΥ. Οἱ ἀληθεῖς προσκυνηταὶ ἐν παντὶ τόπῳ προσά- γουσι τῷ Θεῷ τὰς πνευματικὰς θυσίας, ὁ ἐστιν ἀρετὴ καὶ θεο- σέβεια.
- 5.12
Περὶ δὲ τῆς Ἐκκλησίας λέγει, ὅτι ἡ ἀληθὴς προσκύνησις καὶ Θεῷ πρέπουσα αὕτη ἐστι· “τοιούτους γὰρ ὁ πατὴρ, φησὶ, ζητεῖ “τοὺς προσκυνοῦντας αὐτῷ,” τοὺς μὴ τόπῳ περικλείοντας τὴν λατρείαν, ὡς ὑμεῖς οἱ Σαμαρεῖται, καὶ τοὺς τὸν Θεὸν ἐν πνεύματι θεραπεύοντας, καθὼς καὶ ὁ Παῦλός φησιν, “ᾧ καὶ λατρεύω ἐν “τῷ πνεύματι μου.” Ἡ γὰρ πρὸ τούτου παρὰ τοῖς Ἰουδαίοις γιγνομένη προσκύνησις συγκαταβάσεως ἦν.
- 5.13
Εἰπὼν, “πνεῦμα ὁ Θεὸς,” τὸ ἀσώματον λέγει. Εἰ τοίνυν οὐκ ἔστι σῶμα, φησὶ, καὶ τὴν λατρείαν αὐτοῦ τοιαύτην ε-ι’ναι δεῖ, καὶ διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προσφέρεσθαι, τουτέστι διὰ τῆς ψυχῆς, διὰ τῆς τοῦ νοῦ καθαρότητος, τοῦτο γὰρ δῆλοι, ὅτι “τοὺς προσκυ- “νοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.”
- 5.14
Πόθεν Σαμαρείταις τὸ προσδοκᾷν τὴν τοῦ Χριστοῦ παρουσίαν ; τοῦτο γὰρ δῆλον ἐκ τοῦ τὴν γυναῖκα εἰπεῖν πρὸς τὸν Χριστὸν,” *’ ἔρχεται Μεσσίας ὁ λεγόμενος Χριστὸς,” καὶ τὰ ἑξῆς· τὸν Μωυσέως δεξάμενοι νόμον, ἀπ’ αὐτῶν τῶν Μωυσέως γραμμά- γραμμάτων, καὶ γὰρ ἐν ἀρχῇ τὸν Υἱὸν ἀπεκάλυψε· τὸ γὰρ “ποιήσωμεν “ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμίωσιν ἡμετέραν” πρὸς τὸν Θεὸν riρ́ηται-καὶ τῷ Ἀβραὰμ ἐν τῇ σκηνῇ οὗτος ἦν ὁ διαλεγόμενος, καὶ ὁ 1ακὼβ περὶ αὐτοῦ προφητεύων ἔλεγεν, “οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, ἕως ἃν ἔλθῃ ὃ ἀπόκειται. καὶ αὐτὸς δὲ Μωυσῆς, φησὶ, *’ προφήτης ἡμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ “τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμὲ, αὐτοῦ ἀκούσεσθε·” καὶ πολλὰ ἕτερα τοιαῦτά ἐστι τὴν παρουσίαν αὐτοῦ ἀνακηρύττοντα. Διὰ τοῦτο οὑν φησὶν ἡ γυνὴ πρὸς αὐτὸν, “ἔρχεται Μεσσίας ὁ λεγόμενος “Χριστὸς,” καὶ τὰ ἑξῆς. Αὐτὸς δὲ λοιπὸν ἐκκαλύπτων ἑαυτὸν φησὶν, “ἐγὼ εἰμὶ ὁ λαλῶν σοι,” ὅπερ ἂν εἰ παρὰ τὴν ἀρχὴν μὴ ζητησάσῃ τῇ γυναικὶ ε7πεν, ἔδοξεν ἃν αὐτῇ ληρεῖν. Νῦν δὲ κατὰ μικρὸν αὐτὴν ἐπὶ τὴν μνήμην ἀγαγὼν, εὐκαίρως ἑαυτὸν ἀπεκά- λυψε, καὶ τοῖς μὲν Ἰουδαίοις συνεχῶς λέγουσι, “ εἰπὲ ἡμῖν εἰ εἶ’ ὁ Χριστὸς, ἐπειδὴ οὐδὲν τὸ μαθεῖν ἠρώτων τοῦτο, οὐκ ἀπεκρίνατο αὐτοῖς σαφῶς, ταύτῃ δὲ διὰ τὸ εὐγνωμονεστέραν εἶναι, εἶπε φανερῶς· καὶ γὰρ ἐξ ἀδεκάστου καὶ ἁπλῆς γνώμης καὶ δια- νοίας ἐφθέγγετο· καὶ δῆλον ἐκ τῶν μετὰ ταῦτα· καὶ γὰρ ακούσασα ἐπίστευσε, καὶ ἄλλους ἐπὶ τοῦτο ἐσαγήνευσε, καὶ πανταχοῦ τῆς γυναικὸς ἐστὶν ἰδεῖν καὶ τὸ ἠκριβωμένον καὶ τὸ πιστόν.
- 5.15
Ἀπαρτισθείσης τῆς διδασκαλίας εὐκαίρως ἀπήντησαν καὶ οἱ μαθηταὶ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει. Τί ἐθαύμαζον; τὸ ἄτυφον, τὸ μεθ’ ὑπερβολῆς ταπεινὸν, ὅτι οὕτω περίβλεπτος βλεπτὸς ὣν ἠνείχετο μετὰ τοσαύτης ταπεινοφροσύνης γυναικὶ διαλέγεσθαι πενιχρᾷ καὶ Σαμαρείτιδι· ἀλλ’ ὅμως ἐκπλαγέντες οὐκ ἠρώτησαν τὴν αἰτίαν· οὕτως ἦσαν πεπαιδευμένοι τὴν τῶν μαθητῶν τάξιν τηρεῖν· οὕτως αὐτὸν ἐδεδοίκεισαν καὶ ᾐδοῦντο. εἰ δὲ ἀλλαχοῦ φαίνονται παρρησιαζόμενοι, οἷον ὅταν ὁ Ἰωάννης ἐπιπίπτει αὐτοῦ τῷ στήθει, ὅταν αὐτῷ προσίεντες λέγουσι τίς μείζων, καὶ ὅταν υἱοὶ Ζεβερδαίου καλοῦσιν, ἵνα εἷς ἐκ δεξιῶν, καὶ εἶς ἐξ εὐωνύμων αὐτοῦ καθίσῃ, ἀλλ’ ἐκεῖνα ὡς εἰς αὐτοὺς ἀνή- κοντα ἀνάγκην εἶχον ἐξετάζειν· ἐνταῦθα δὲ οὐδὲν αὐτοῖς διέφερε τὸ γινόμενον·
- 5.16
Ἡ δὲ γυνὴ οὕτως ὑπὸ τῶν εἰρημένων αὐτῇ ἀνήφθη, ὡς καὶ τὴν ὑδρίαν ἀφεῖναι, καὶ δραμεῖν εἰς τὴν πόλιν, καὶ πάντα δῆμον ἑλκύσαι πρὸς τὸν Χριστόν· καὶ κατὰ τὴν οἰκείαν δύναμιν· ὅπερ ἐποίησαν οἱ Ἀπόστολοι, καὶ αὐτὴ πεποίηκεν, οὐχ ἕνα ἣ δύο κα- λοῦσα, ἀλλὰ πόλιν ὁλόκληρον, “ δεῦτε,” βοῶσα “ καὶ ἴδετε “ ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα.” Ἄνθρωπον δὲ καλεῖ, συνετῶς καὶ τοῦτο ποιοῦσα καὶ συγκαταβατικῶς, καὶ οὐδαμῶς ἐπῃσχύνθη τοῦ εἰπεῖν, “ ὃς εἰπέ μοι πάντα ὅσα ἐποίησα· ” καίτοιγε ἦν εἰπεῖν ἑτέρως, δεῦτε, ἴδετε προφήτην προφητεύοντα· ἀλλ’ ὅταν πυρωθῇ ψυχῇ θείῳ πυρὶ, πρὸς οὐδὲν τῶν ἐν τῇ γῇ λοιπὸν ὁρᾷ, οὐ πρὸς δόξαν, οὐ πρὸς αἰσχύνην.
- 5.17
Τὸ δὲ, “ μήτι οὗτός ἐστιν ὁ Χριστός; εἶπε βουλομένη οὐκ τῆς ἰδίας ἀποφάσεως μόνον παρεισάγειν αὐτὸν, ἀλλὰ καὶ αὐτοὺς τῆς ψήφου ταύτης ποιῆσαι κοινωνοὺς, ὃ μᾶλλον εὐπαράδεκτον ἐποίει τὸν λόγον. Ἠρώτων δὲ οἱ μαθηταὶ τὸν Χριστὸν, τουτέστι παρεκάλουν· τοῦτο γὰρ δῆλοι τῇ ἐγχωρίῳ αὐτῶν φωνῇ λέγοντες “ ῥαββὶ, φάγε,” οὐκ ἐκ προπετοῦς γνώμης, ἀλλ’ ἐκ πολλῆς φιλοστργίας πρὸς τὸν διδάσκαλον, καὶ γὰρ ἔβλεπον αὐτὸν κεκμηκότα ὑπὸ τῆς ὁδοιπορίας καὶ τῆς φλογὸς f τῆς ἐπικειμένης.
- 5.18
Tί σημαίνει ὅπερ εἶπεν αὐτοῖς, “ ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν “ ὑμεῖς οὐκ οἴδατε;” δεικνὺς οἴαν ἐπιθυμίαν ἔχει περὶ σωτηρίας· ταύτην γὰρ “βρῶσιν” ἐκάλεσεν, οὐκ ἐκ τοῦ προχείρου δὲ, ἀλλὰ δι’ αἰνιγμάτων τὰ μὲν ἀποκαλύπτει, ὥσπερ καὶ τοῦτο, ἵνα εἰς ἀπορίαν ἐμβαλὼν τὸν ἀκροατὴν παρασκευάσῃ ἐπιπόνως ζητεῖν τὸ λεγόμενον, αὐτοὶ δὲ τὴν αἰδὼ τὴν συνήθη κατέχοντες, αὐτῷ μὲν πεῦσιν οὐκ ἐτόλμησαν προσαγαγεῖν· πρὸς ἀλλήλους δὲ ἔλεγον “ μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;“διὸ καὶ αὐτὸς αὐτοῖς ἀπεκάλυψε λέγων, “ ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ “ θέλημα τοῦ Πατρός μου,” ὅπερ ἑρμηνεύων ἐπήγαγεν, “ “ ὑμεῖς λέγετε ὅτι τετράμηνόν ἐστιν, καὶ ὁ θερισμὸς ἔρχεται,” καὶ τὰ ἑξῆς.
- 5.19
Κυρίλλου. Ὅλος μὲν ἐξ ὅλου πρὸς τὴν τῶν κεκλημένων συντείνεται, ποιεῖται δὲ λόγον οὐδένα τῆς τοῦ σώματος τροφῆς, καίτοι κεκμηκὼς ἐξ ὁδοιπορίας, ἵνα πάλιν διὰ τούτου τοὺς ἐν ταῖς ἐκκλησίαις ὠφελήσῃ διδασκάλους, καὶ καμάτου μὲν παντὸς ἀναπείσῃ περιορᾷν, κρείττονα δὲ τῆς περὶ τὸ σῶμα φροντίδος τὴν ἐπὶ τοῖς σωζομένοις ποιεῖσθαι σπουδήν.
- 5.20
Ἀμμωνίου. Ὡς διδασκάλους τῆς οἰκουμένης διδάσκει μαθητὰς προτιμᾷν τῆς οἱασδηποτοῦν βρώσεως τὸ θέλημα τοῦ Θεοῦ. ὡς ἐπιθυμεῖ τις τροφῆς, οὕτω κἀγὼ τῆς σωτηρίας τῶν ἀνθρώπων.
- 5.21
Ἀπολιναρίου. Δηλοῦσιν ὅτι τὰς διακονίας τῶν ἐδέχετο, καίτοι δυνατὸς ὣν τρέφειν καὶ μὴ τρέφεσθαι. εὐεργεσία γὰρ μεγίστη τὸ τρέφειν Χριστὸν, ἧς οὐκ ἐφθόνει τοῖς βουλομένοις, διὸ καὶ τοῖς μαθηταῖς τὸ ἴσον ἔταξεν.
- 5.22
Κυρίλλου. Ἀπεστάλθαι δέ φησι, δῆλον δὲ ὅτι παρὰ τοῦ καὶ Πατρὸς ἢ κατὰ τὸν τῆς ἐνανθρωπήσεως τρόπον, ἢ ὡς Λόγος ἐκ τοῦ γεννήσαντος νοῦ, προκύπτων τινὰ καὶ πεμπόμενος. Καὶ μετ’ ὀλίγα—τοιγαροῦν ὑπάρχων ὁ Υἱὸς τὸ ἀγαθὸν τοῦ Πατρὸς θέλημα, τελειοῖ τὸ ἔργον αὐτοῦ, σωτηρίαν τοῖς πιστεύουσιν εἰς αὐτὸν ἀναδεικνύμενος. χώρας μὲν καὶ θερισμὸν τὸ πλῆθος τῶν ἑτοίμων πρὸς ὑποδοχὴν τοῦ κηρύγματος ὀνομάζει· ὀφθαλμοὺς δὲ ἐνταῦθα λέγει, ἣ τοὺς τῆς διανοίας ἣ τοὺς τοῦ σώματος· καὶ γὰρ ἑώρων λοιπὸν τὸ πλῆθος τῶν Σαμαρειτῶν ἐρχόμενον· τὴν δὲ τῆς προαιρέσεως αὐτῶν ἑτοιμότατα τὰς χώρας τὰς λευκαινομένας φησίν. ὥσπερ γὰρ οἱ ἀστάχυες ἐπειδὰν λευκανθῶσι πρὸς ἀμητὸν εἰσὶν ἕτοιμοι· οὕτω καὶ οὗτοι πρὸς σωτηρίαν ἦσαν παρεσκευασμένοι. “ Ὁ θερίζων,” φησὶ, “ μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἴνα “ καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.” Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. Οἱ προφῆται, φησὶν, ἔσπειραν καὶ οὐκ ἐθέρισαν· οὐ μὴν διὰ τοῦτο ἀπεστέρηνται τῆς ἡδονῆς, ἀλλὰ σὺν ἡμῖν χαίρουσιν, εἰ καὶ μὴ σὺν ἡμῖν θερίζουσι· τοῦτο δὲ οὐ συμβαίνει ἐν τοῖς αἰσθητοῖς γενέσθαι, ἀλλ’ ἐν τοῖς πνευματικοῖς. Ἐὰν γὰρ ἐν τοῖς αἰσθητοῖς συμβῇ ἕτερον σπεῖραι καὶ ἕτερον θερίσαι, οὐχ ὁμοῦ χαίρουσιν, ἀλλ’ οἱ θερίζοντες· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ οἱ σπείραντες ὁμοίως τοῖς ἀμῶσι χαίρουσι. τίνος ἕνεκεν, φησὶν ὁ Χριστὸς πρὸς τοὺς Ἀποστόλους, “ ἀπέστειλα ὑμᾶς θερίζειν, ὃ “ οὐχ ὑμεῖς κεκοπιάκατε;” ἵνα ὅταν αὐτοὺς ἀποστέλλῃ, μὴ θορυβηθῶσιν ὡς εἰς πρᾶγμα ἐπίπονον πεμπόμενοι· τὸ γὰρ ἐπιπονώτερον τὸ τῶν προφητῶν ἦν· διό φησιν, ἄλλοι κεκοπιάκασι,” τουτέστιν, οἱ προφῆται, “ καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν είσελη- “ λύθατε.”
- 5.23
Ἀμμωνίου. Ὡς ἐμοῦ ὄντος τοῦ σπόρου, καὶ διὰ προφητῶν ἐλαλήθη, πέμπω ὑμᾶς θερίσαι. οἱ μαθηταὶ καὶ τοὺς Ἕλληνας τῶν γηίνων καὶ τοὺς Ιουδαίους τῶν σαρκικῶν τοῦ νόμου λατρειῶν ἀποτέμνουσι, καὶ εἰς τὴν ἅλω ἀποτίθενται, ὃ ἐστὶ τὴν Ἐκκλησίαν, ὅπου στάχυς τριβόμενος γίνεται σῖτος, ὁ ζωοποιῶν τοὺς πιστούς.
- 5.24
Ὁ πνευματικὸς θερισμὸς, ὁ ἐστιν ἡ θεοσεβὴς ἐργασία, τὴν μὲν ἀπόθεσιν καὶ τὸν ἀποθησαυρισμὸν ἐν οὐρανοῖς ἔχει, ἐν δὲ τῷ μέλλοντι αἰῶνι ἀπόλαυσιν ἀτελεύτητον· οὗτος γάρ ἐστιν ὁ καιρὸς τῆς ἀνταποδόσεως.
- 5.25
“ Ἐκ τῆς πόλεως δὲ ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν “Σαμαρειτῶν,” ἐπειδὴ συνεώρων ὅτι οὐκ ἃν ὑπὲρ τοῦ χαρίσασθαι ἑτέρῳ τὸν ἑαυτῆς ἐξεπόμπευσε βίον. Ἐμαρτύρει γὰρ λέγουσα “ ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα.” Διὸ καὶ ἐβούλοντο διηνεκῶς κατέχειν αὐτόν. τοῦτο γὰρ ὁ Εὐαγγελιστὴς ἐδήλωσεν εἰπὼν, ὅτι “ ἠρώτων αὐτὸν μεῖναι παρ’ αὐτοῖς.” Αὐτὸς δὲ τοῦτο μὲν οὐκ ἐπείσθη ποιῆσαι· δύο δὲ μόνον ἡμέρας ἔμεινε παρ’ αὐτοῖς, ὅθεν “ καὶ πολλῷ πλείους ἐπίστευσαν εἰς αὐτὸν διὰ τὸν λόγον αὐτοῦ,” καίπερ σημεῖον οὐδὲν ἰδόντες g. Ἰουδαῖοι δὲ καὶ θαύματα θεασάμενοι, καὶ τοῖς προφήταις συντραφέντες, οὐ μόνον οὐ κατεῖχον αὐτὸν, ἀλλὰ καὶ ἀπήλαυνον.
- 5.26
Ἀμμωνίου πρεσβυτέρου. Σαμαρεῖται αἰτοῦσι τὸν Χριστὸν μεῖναι πρὸς αὐτοὺς, ὅτι τινές εἰσιν ἀλλογενεῖς, καὶ οἱ συγγενεῖς αὐτοῦ τὸ κατὰ σάρκα Ἰουδαῖοι ἐδίωκον αὐτὸν, ὅτι “ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ.
- 5.27
Τοῦ Χρυσοστόμου. τὴν διδάσκουσαν ὑπερηκόντισαν· εὐθέως γὰρ ἐνόησαν ὅτι τὴν οἰκουμένην ἐπισπάσασθαι ἔμελλον, ὅτι ἐπὶ διορθώσει τῆς κοινῆς ἦλθε σωτηρίας, ὅτι οὐκ ἐν Ἰουδαίοις μέλλει ἀποκλείειν αὐτοῦ τὴν πρόνοιαν, ἀλλὰ πανταχοῦ σπείρειν τὸν λόγον· ἀλλ’ οὐχ Ἰουδαῖοι οὕτως, ἀλλὰ ζητοῦντες τὴν ἰδίαν δικαιοσύνην στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.
- 5.28
Οὐχ ἁπλῶς δὲ καλοῦσιν αὐτὸν Σωτῆρα οἱ Σαμαρεῖται, ἀλλὰ τοῦ κόσμου, ὡς τὴν ἀληθινὴν σωτηρίαν παρέχοντα. Ἦλθον μὲν γὰρ πολλοὶ σῶσαι καὶ Ἄγγελοι καὶ προφῆται, ἀλλὰ περὶ αὐτοῦ μόνου λέγουσιν, “ ὅτι ἀληθινὸς Σωτῆρ’ οὗτός ἐστιν.” Διὸ καὶ τὴν πρώην h αὐτοὺς διδάσκουσαν ὑπερηκόντισαν ὕστερον, φιλοτιμούμενοι ἐπὶ τὸ μειζόνως θαυμάζειν αὐτὸν, ἐνόησαν γὰρ εὐθέως ἐκ τῶν ῥημάτων αὐτοῦ ὧν ἐδίδασκεν αὐτοὺς, τὸν ὄντως Σωτῆρα αὐτὸν εἶναι, καὶ οὐχ ἕνα τῶν πολλῶν.
- 5.29
τίνος δὲ ἕνεκεν οὐ λέγουσιν ἡμῖν οἱ Εὐαγγελισταὶ τὰ ῥήματα τῆς διδασκαλίας αὐτοῦ; ὅπως μάθωμεν, ὅτι πολλὰ τῶν μεγάλων παρατρέχουσιν· ἐκ δὲ τοῦ τέλους τῶν πραγμάτων ἵνα ἡμεῖς αὐτοὶ συνορῶμεν τὴν τούτων δύναμιν.
- 6.1
Περὶ τοῦ βασιλικοῦ.
- 6.2
Διὰ τι μετὰ τὸ εἰπεῖν τὸν Εὐαγγελιστὴν ὅτι ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν, προσέθηκεν ὅτι “αὐτὸς γὰρ ὁ Χριστὸς ἐμαρτύρησεν “ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει * ἐπειδὴ οὐκ εἰς τὴν Καπερναοὺμ ἀπῆλθεν,ἀλλ εἰς τὴν Γαλιλαίαν, κἀκεῖθεν εἰς τὴν Κανὰ. Ἴνα γὰρ μὴ ἐξετάσῃ τις διὰ τί παρὰ μὲν τοῖς αὐτοῦ οὐκ ἔμεινε, παρὰ δὲ τοῖς Σαμαρείταις ἔμεινε, τίθησι τὴν αἰτίαν λέγων ὅτι οὐ προσεῖχον αὐτῷ. Διὰ τοῦτο γὰρ οὐκ ἀπῆλθεν, ἵνα μὴ μεῖζον αὐτοῖς τὸ κρίμα γένηται.
- 6.3
Πατρίδα δὲ ἑαυτοῦ καλεῖ, τὸν τῆς οἰκονομίας λόγον δηλῶν· τί οὖν οὐχ ὁρῶμεν, φησὶ, καὶ παρὰ τοῖς Ἰουδαίοις πολλοὺς θαυμα- ζομένους, μάλιστα μὲν οὐκ ἀπὸ τῶν σπανιζόντων τὰ τοιαῦτα δεῖ ψηφίζεσθαι. Εἰ δέ τινες ἐν τῇ αὐτῶν τιμῶνται πατρίδι, πολλῷ μᾶλλον ἐν τῇ ἀλλοτρίᾳ· ἡ γὰρ συνήθεια εὐκαταφρονήτους ποιεῖν εἴωθεν.
← Previous · Next → — showing 101–200 of 914
First Thousand Years of Greek. CTS URN tlg4102.tlg005.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.