Catena In Matthaeum
- 19.18
Ἐξερχόμενοι τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν.
- 19.19
Θεοδωρήτου. Tὸ ἐκτινάσσειν τὸν κονιορτὸν τῶν ποδῶν, κατὰ τῶν μὴ ὑποδεχομένων αὐτοὺς, σύμβολον τῆς ὁδοιπορίας, ἣν ὑπέμειναν ὕπερ ἀυτῶν.
- 19.20
Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι αἱ περιστεραί.
- 19.21
Καήμεντοσ. Ἐκεῖνος φρονίμως πονηρεύεται· ἡμεῖς φρονίμως ἀγαθουργήσωμεν.
- 19.22
Θεοδώρου Ἡραεαείασ. Φρονίμους αὐτοὺς θέλει εἶναι, πρὸς τὸ μὴ ἀγνοεῖν τὴν τῶν φαύλων κακουργίαν· ἀκεραίους δὲ φέρειν τοὺς ἀδικοῦντας καὶ μὴ ἀμύνασθαι.
- 19.23
Ἰσιδώρου Πηαοτσιώρου. Φρονίμους εἶναι ἡμᾶς κατὰ τὸν ὄφιν κελεύει, ἐν παντὶ πειρασμῷ συντηροῦντας τὴν κεφαλὴν ἡμῶν, ἥτις ἐστὶν ἡ πίστις ἡμῶν· ὅσαις γὰρ ἂν πληγαῖς ὁ ὄφις συνἔχεται, τὴν ἑαυτοῦ φυλάττει κεφαλὴν ἀβλαβῆ· καὶ πάλιν σοφισμῷ τὴν παλαίωσιν ἀποτίθεται ἐν στενωπῇ τινὶ παρεισδύσει θλιβόμενος, καὶ τὸ γῆρας ἀποτιθέμενος· βούλεται τοίνυν καὶ ἡμᾶς διὰ τῆς στενῆς ὁδοῦ καὶ κακώσεως τὸν παλαιὸν ἀπεκδύσασθαι ἄνθρωπον, καὶ τὸν νέον ἀνταμφιέννυσθαι.
- 19.24
Εἰπῶν δὲ ὅτι εγω ἀποστέλλω ὑμᾶς ὡς πρόβατα, ἀντὶ του ἐγὼ ὁ κραταιός, φησι, καὶ δυνατὸς, ὅπερ ἀρκεῖ εἰς παραμυθίαν, ἀρκεῖ εἰς τὸ θαρρεῖν καὶ μηδὲν δεδοικέναι τῶν ἐπιόντων· ἀχείρωτοι γάρ, φησιν, ἔσεσθε· τὸ δὲ “ὡς πρόβατα,” δηλοῖ, ἵνα τὴν τῶν προβάτων ἡμερότητα ἐπιδεικνύηται· καὶ ταῦτα πρὸς λύκους ἀπερχόμενοι, καὶ οὐχ ἁπλῶς λύκους, ἀλλὰ καὶ “ἐν μέσῳ λύκων· καὶ οὐ προβάτων ἡμερότητα μόνον ἔχειν κελεύει, ἀλλὰ καὶ τῆς περιστερᾶς τὸ ἀκέραιον· τουτέστι, τὴν ἁπλότητα καὶ ἀκακίαν· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ ἐκέρασεν ταῦτα ἀμφότερα, ὥστε γενέσθαι αὐτὰ ἀρετήν· ἵνα τὴν μὲν φρόνησιν τοῦ ὄφεως ἔχωσιν εἰς τὸ τηρεῖν τὴν κεφαλήν· τουτέστι τὴν πίστιν· τὸ δὲ ἀκέραιον τῆς περιστερᾶς, τὴν ἀκακίαν εἰς τὸ μὴ ἀμύνασθαι τοὺς ἀδικοῦντας ὅπως πάντοθεν ἠκριβωμένοι ὦσιν, ὥστε μήτε ὑπὸ κινδύνων ταπεινοῦσθαι, μήτε ὑπὸ θυμοῦ παροξύνεσθαι· ταῦτα δὲ ἔλεγεν, περὶ τῶν οὐ μετὰ μικρὸν ἐσομένων χρόνων ἄνωθεν πρὸ πολλοῦ τῷ πρὸς τὸν διάβολον προπαρασκευάζειν αὐτοὺς πολέμῳ· διὸ καὶ ἔλεγεν, “προσέχετε ἀπὸ τῶν ἀνθρώπων,” καὶ τὰ ἑξῆς.
- 19.25
Τοῦ Χρυσοστόμου. ταῦτα δὲ αὐτοῖς ἔλεγεν, ἵνα θαρρεῖν ἔχωσι, καὶ πανταχοῦ αὐτὸν ἕξουσι συμπαρόντα· χρὴ δὲ ἡμᾶς σκοπῆσαι, πῶς τὰ μὲν αὐτοῦ, τὰ δὲ τῶν μαθητῶν γίνεται· τὸ μὲν γὰρ σημεῖα ποιεῖν, αὐτοῦ· τὸ δὲ μὴ κτήσασθαι μηδὲν, ἐκείνων. πάλιν τὸ τὰς οἰκίας ἀνοῖξαι πάσας, τῆς ἄνωθεν χάριτος· τὸ δὲ μηδὲν τῆς αὐτῶν χρείας ἀπαιτῆσαι, τῆς αὐτῶν φιλοσοφίας· τὸ τὴν εἰρήνην χαρίσασθαι, τῆς τοῦ Θεοῦ δωρεᾶς· τὸ τοὺς ἀξίους ἐπιζητεῖν, καὶ μὴ πρὸς πάντας ἁπλῶς εἰσιέναι, τῆς αὐτῶν φιλοσοφίας καὶ ἐγκρατείας· πάλιν τὸ κολάζειν τοὺς μὴ δεχομένους αὐτοὺς, αὐτοῦ· τὸ δὲ μετ’ ἐπιεικείας ἀναχωρεῖν ἐκ τούτων μὴ λοιδορουμένους καὶ ὑβρίζοντας, τῆς τῶν Ἀποστόλων πραότητος· τὸ δὲ δοῦναι Πνεῦμα, καὶ μὴ μεριμνᾶν ποιῆσαι τὸ τι λαλῆσαι, τοῦ πέμποντος ἢν· τὸ ὡς πρόβατα γενέσθαι, καὶ ὡς περιστερὰς, καὶ φέρειν πάντα γενναίως, τῆς τούτων εὐτονίας καὶ συνέσεως ὑπῆρχεν· τὸ ὑπομείνοντας σῶσαι, τοῦ πέμποντος· τὸ δὲ μέχρις ἐσχάτης ἀναπνοῆς ἀθλεῖν ὑπὲρ αὐτοῦ, τῆς τῶν Ἀποστόλων σπουδῆς καὶ ὑπομονῆς καὶ καρτερίας· διὸ καὶ ἔλεγεν, “ὁ δὲ ὑπομείνας “εἰς τέλος, οὗτος σωθήσεται·” ἐπειδὴ γὰρ εἰώθασι πολλοὶ, ἐν μὲν τοῖς προοιμίοις εἶναι σφοδροὶ εἰς τὴν ἀρετὴν, μετὰ δὲ ταῦτα, ἐκλύεσθαι, διὰ τοῦτό φησιν, τὸ τέλος ἐπιζητῶν· τι γὰρ ὄφελος σπερμάτων, παρὰ μὲν τὴν ἀρχὴν ἀνθούντων, μικρὸν δὲ ὕστερον μαραινομένων; διὰ τοῦτο διαρκῆ i τὴν ὑπομονὴν ἀπαιτεῖ.
- 19.26
Τὸ “οὐ μὴ τελέσητε” καὶ τὰ ἑξῆς, τουτέστιν ἕως οὗ ὑμᾶς καταλήψομαι· καὶ γὰρ ἤρκει εἰς παραμυθίαν, τὸ ἰδεῖν αὐτὸν μόνον.
- 19.27
Ἕως ἃν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου.
- 19.28
Ὠριγένουσ. Παρουσίαν λέγει οὐ τὴν ἐπιφανῆ καὶ ἐπίδοξον, τὴν καθόλου συντέλειαν, ἀλλὰ τὴν κατὰ διαφόρους καιροὺς ἐπιφοίτησιν, δι’ ἧς ὀπτανόμενος, τὴν παρ’ αὐτοῦ βοήθειαν παρέξει· εὐθαρσεῖς αὐτοὺς ποιῶν, διὰ τὸ διώκεσθαι, καὶ πάλιν εἰς τὸ αὐτὸ ὡς ἐπηγγείλατο, ὅτι “ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατήρ μου πρὸς “αὐτὸν, καὶ μονὴν παρ’ αὐτῶν ποιησόμεθα.
- 19.29
Κυρίλλου. Τὸ δὲ δίδοταί, φησι, τισὶ λόγος, ὅτε συμφέρει ἀπολογεῖσθαι, ἵνα διὰ τῆς ὁμολογίας ὠφελοῦνται τινες, καὶ ἰσχυροποιηθῇ ἡ Ἐκκλησία.
- 19.30
Κλήμεντοσ. Φειδοῖ τῶν ἀδίκως φονευόντων ἐπιτάττει τοῖς ἁγίοις φεύγειν· διὸ ὁ μὴ φεύγων, ὡς ῥιψοκίνδυνος παρακούων τῆς κυριακῆς φωνῆς μεμπταῖος.
- 19.31
Θεοδώρου k Ἡρακλείασ. Οὐ τὴν δευτέραν αὐτοῦ λέγει ἄφιξιν, ἀλλὰ τὴν κατὰ καιρὸν ἐσομένην δι’ αὐτοῦ τοῖς ἁγίοις ψυχαγωγίαν.
- 19.32
Θεοδώρου Μονάκου. τοῦτο εἶπε, πρὸς τὸ μὴ δάκνεσθαι αὐτοὺς λοιδορουμένους.
- 19.33
Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον.
- 19.34
Τοῦ Χρυσοστόμου. Ὅτι ἕως ἂν ἦ μαθητὴς καὶ δοῦλος, οὐκ ἔστι κατὰ τὴν τῆς τιμῆς φύσιν μείζων· μὴ γὰρ τὸ σπανίζον τίς λεγέτω νῦν, ἀλλ’ ἀπὸ τῶν πλειόνων δεχέσθω τὸν λόγον. καὶ οὐκ εἶπεν, εἰ τὸν οἰκοδεσπότην ὕβρισαν, ἀλλ’ ὅτι “Βεελζεβοὺλ ἐκά- “λεσαν·” εἰ ἐμέ, φησιν, οὕτως ἐλοιδόρησαν, καὶ ὑμᾶς γόητας καὶ πλάνους καλέσουσιν· ἀναμείνατε δὲ μικρὸν, καὶ σωτῆρας ὑμᾶς καὶ εὐεργέτας τῆς οἰκουμένης ἅπαντας προσαγορεύσουσιν. τοῦτο γὰρ σημαίνει τὸ “οὐδέν ἐστι κεκαλυμμένον,” καὶ τὰ ἑξῆς· σκοτίαν δὲ καὶ οὖς εἶπεν, οὐχ ὅτι σκότος ἦν, ἡνίκα ταῦτα ἔλεγεν, ἀλλ’ οὐδὲ εἰς τὸ οὖς αὐτοῖς διελέγετο, ἀλλὰ πρὸς τὴν μετὰ ταῦτα παρρησίαν ἐσομένην, ἀντιδιαστέλλων τὸν λόγον ταῦτα φησίν· ἐπειδὴ γὰρ μόνοις αὐτοῖς διελέγετο καὶ ἐν μικρᾷ γωνίᾳ, διὰ τοῦτο εἶπεν “ἐν τῆ σκοτία καὶ εἰς τὸ οὑς.
- 19.35
Θεοδώρου Μονάκου. ταύτης τῆς λοιδορίας οὐκ ἔστι μείζων· εἴγε ἄρχοντά με τῶν δαιμόνων εἰπον, ὃ οὐδὲν χεῖρον· Βεελζεβοὺλ δὲ “καταπίνοντα μυίας·” οἱ περὶ Ἀκύλαν ἐξέδωκαν· ἣ “ἄρχοντες “νεκρῶν,” ὡς ἐν ταῖς Βασιλείοις εὕρομεν.
- 19.36
Κυρίλλου. Διδάσκει ἀνεξικάκως πᾶν εἶδος φέρειν λοιδορίας, καὶ μὴ ὑπὲρ τὸν δεσπότην φρονεῖν.
- 19.37
Θεοδώρου Ἡρακλείασ. Καὶ ἡ ὑμετέρα ἀρετὴ, καὶ τῶν Ἰουδαίων, πᾶσι δῆλος γενήσεται.
- 19.38
Κυρίλλου. Ἐν καιρῷ κρίσεως πάντα φανεροῦνται· οὐ γὰρ λοιδορίαις προσέχω, ἀλλὰ ταῖς καρδίαις.
- 19.39
Τοὺ Χρυσοστόμου. Τὸ δὲ “ἐπὶ τῶν δωμάτων, καὶ ἐν τῷ “φωτὶ,” δηλοῖ, τὸ χωρὶς ὑποστολῆς καὶ μετὰ ἐλευθερίας τῇ οἰκουμένῃ κηρύξαι πάσῃ· προστάσσει 1 δὲ “μὴ φοβεῖσθε τοὺς “ἀποκτείνοντας τὸ σῶμα” καὶ τὰ ἑξῆς· πείθων αὐτοὺς καὶ ἐν τούτοις m καταφρονεῖν θανάτου· καὶ οὐδὲ ἁπλῶς θανάτου, ἀλλὰ καὶ βιαίου. διὰ τοῦ εἰπεῖν, “οὐχὶ δύο σρουθία,” καὶ τὰ ἑξῆς, τοῦ περὶ προνοίας τοῦ Θεοῦ εἰσάγει λόγον· τί γὰρ ἐκείνων, φησὶν, εὐτελέστερον; ἀλλ’ ὅμως, οὐδὲ ἐκεῖνα κρατηθήσονται, ἀγνοοῦντος τοῦ Θεοῦ· οὐ γὰρ τοῦτο, φησὶν, ὅτι ἐνεργοῦντος αὐτοῦ πίπτουσιν εἰς παγίδα· τοῦτο γὰρ ἀνάξιον Θεοῦ, ἀλλ’ ὅτι οὐδὲν αὐτὸν λανθάνει τῶν γινομένων. εἰ οὖν ἀγνοεῖ οὐδὲν τῶν συμβαινόντων, ὑμᾶς δὲ φιλεῖ, παντὸς πατρὸς γνησιώτερον, καὶ οὕτως φιλεῖ, ὡς καὶ τὰς τρίχας ἠριθμηκέναι, οὐ χρὴ λοιπὸν δεδοικέναι. τοῦτο δὲ ἔλεγεν, οὐχ ὅτι τὰς τρίχας ὁ Θεὸς ἀριθμεῖ, ἀλλ’ ἵνα τὴν ἀκριβῆ n γνῶσιν καὶ τὴν πολλὴν πρόνοιαν, τὴν περὶ αὐτοὺς, ἐνδείξηται· εἰ τοίνυν καὶ οἶδε πάντα τὰ γενόμενα, καὶ δύναται σώζειν ὑμᾶς καὶ βούλεται· “μὴ φοβεῖσθε,” φησὶν, “πολλῶν στρουθίων διαφέρετε “ ὑμεῖς.” ταῦτα δὲ ἔλεγεν, ἐκβάλλων τὸν φόβον καὶ τὴν ἀγωνίαν, τὴν κατασείουσαν αὐτῶν τὴν ψυχήν. ἀσσάριόν ἐστιν, ὀγκίας τὸ τέταρτον.
- 19.40
Ἄλλοσ. Τὸ αὐτό ἐστιν ἀσσάριον καὶ λεπτόν· νοεῖται δὲ ἐξακισχιλιοστὸν ταλάντου, ὅπερ γίνεται ἓν ἥμισυ νόμισμα. τοῦ ταλάντου o ἑκατὸν εἰκοσιπέντε λίτρας σταθμίζοντος· οὐδὲν δὲ ἄπιστον, εἰ δύο στρουθία πωλεῖσθαι λέγει ὁ Κύριος, ἑνὸς ἡμίσεος νομίσματος· εὑρίσκονται γὰρ δὲ πολύτιμα, ὡς ψιττακὸς, ἣ μελαγκόρυφος, καὶ ἕτερά τινα.
- 19.41
Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων.
- 19.42
Κυρίλλου. Ὁ ὁμολογῶν ὅτι Θεὸς ἐστὶν ὁ Χριστὸς, ταπεινώσας ἑαυτὸν, μέλλει σχεῖν τὸν Χριστὸν ὁμολογοῦντα περὶ αὐτοῦ τῷ Πατρὶ, ὅτι γνήσιός ἐστι δοῦλος.
- 19.43
Ὠριγένουσ. Αὐτόθεν μὲν, εἰς μαρτύριον προτρέπει τὰ ῥήματα, καὶ ἀποτρέπει ἀρνήσεως· ὅρα δὲ, εἰ μὴ τὸ πλεονέκτημα τοῦ ἐν αὐτῷ ὁμολογοῦντος, ἤδη ὄντως ἐν Χριστῷ δηλοῦται, ἐκ τοῦ, “κἀγὼ ἐν αὐτῷ” ὁμολογεῖν· τὸ δὲ κακὸν τοῦ ἀρνουμένου, ἐκ τοῦ μὴ συνῆφθαι τῇ ἀρνήσει τὸ ἐν ἐμοὶ ἣ τὸ ἐν αὐτῷ.
- 19.44
Τοῦ Χρυσοστόμου. Οὐκ εἶπε δὲ ὁμολογήσει ἐμὲ, ἀλλὰ “πᾶς “οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ, δεικνὺς ὅτι οὐκ οἰκείᾳ δυνάμει, ἀλλὰ τῇ ἄνωθεν βοηθούμενος χάριτι ὁμολογεῖ ὁ ὁμολογῶν· περὶ δὲ τοῦ ἀρνουμένου, οὐκ εἶπεν ἐν ἐμοὶ, ἀλλ’ ἐμέ· ἔρημος γὰρ γενόμενος τῆς τοῦ Θεοῦ δωρεᾶς, οὕτως ἀρνεῖται· ἀλλ’ ἴσως ἐρεῖ τὶς, τίνος οὖν ἕνεκεν ἐγκαλεῖται, εἰ ἐγκαταλειφθεὶς ἀρνεῖται; ὅτι τὸ ἐγκαταλειφθῆναι, παρ’ αὐτὸν γίνεται τὸ ἐγκαταλιμπανόμενον· διὰ τί δὲ οὐκ ἀρκεῖται ὁ Θεὸς τῇ κατὰ διάνοιαν πίστει, ἀλλὰ καὶ τὴν διὰ τοῦ στόματος ὁμολογίαν ἀπαιτεῖ; εἰς παρρησίαν ἡμᾶς ἀλείφων, καὶ εἰς πλείονα ἀγάπην καὶ διάθεσιν, καὶ ὑψηλοὺς ἐργαζόμενος.
- 19.45
Κυρίλλου. Πρὸς τοὺς ἐχθροὺς τοῦ Θεοῦ, καὶ φίλους τοῦ Σατανᾶ, οὐ δεῖ ἔχειν φιλίαν.
- 19.46
Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.
- 19.47
Εύσεβίου Καισαρείασ. τὴν τμητικὴν εἰς τὸ διαιρεῖν τοὺς ἀξίους τοῦ Θεοῦ ἀπὸ τῶν μὴ τοιούτων.
- 19.48
Ωριγένουσ. Κατὰ μὲν τὸ αἰσθητὸν, μάχαιραν εἶπεν· οὐ τὴν φύσιν τοῦ πράγματος, ἀλλὰ τὴν προαίρεσιν τῶν ἀνθρώπων.
- 19.49
Τοῦ Θεολόγου. Μαχαιρᾶ ἐστιν, ἡ διαιροῦσα τὸν πιστὸν καὶ τον ἄπιστον.
- 19.50
Τοῦ Χρυσοστόμου. Ἴνα τὸ νενοσηκὸς ἀπὸ τοῦ ὑγιαίνοντος ἀποτέμνητον, καὶ τὸ στασιάζον ἀπὸ τοῦ εἰρηνεύοντος· οὕτω καὶ ἰατρὸς λοιπὸν διασώζει σῶμα, ὅτ’ ἃν τὸ ἀνιάτως ἔχον ἐκτέμῃ· οὕτω καὶ ἐπὶ τοῦ πύργου γέγονεν ἐκείνου· τὴν γὰρ κακὴν εἰρήνην ἡ καλὴ διαφωνία ἔλυσεν, καὶ ἐποίησεν εἰρήνην· οὐ γὰρ πανταχοῦ ὁμόνοια καλόν.
- 19.51
Ὁ φιλῶν πατέρα ἣ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.
- 19.52
Κλήμεντοσ. Ὁ Λουκᾶς οὐ μόνον μὴ φιλεῖν τούτους, ἀλλὰ καὶ μισεῖν λέγει καὶ γαμετάς· ὁ ἐστι, μὴ ἀπάγου, φησὶν, ἀλόγοις ὁρμαῖς, μηδὲ τοῖς σωματικοῖς ἔθεσιν.
- 19.53
Τοῦ Χρυσοστόμου. Τουτέστιν ἕως μὲν οὐ παραβλάπτουσιν εἰς τὴν εὐσέβειαν, ὅσιον πᾶσαν αὐτοῖς ἀποδιδόναι τιμήν. ὅταν δὲ πλέον τῆς ἀγάπης τοῦ Θεοῦ ἀπαιτοῦσιν, οὐ δεῖ πείθεσθαι· τὸ δὲ αὐτὸ “πατηρ πρὸς υἱὸν, καὶ μήτηρ πρὸς θυγατέρα.” Τὸ δὲ, “ὅστις “οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ,” καὶ τὰ ἑξῆς, σημαίνει ὥστε εἰς πόλεμον καὶ μάχην ἐκδιδόναι τὴν ἑαυτοῦ ψυχὴν, καὶ σφαγὰς καὶ αἵματα, καὶ θάνατον βίαιον καὶ ἐπονείδιστον.
- 19.54
Θεοδώρου Ἡρακλείασ. Ὁ μὴ ἀποτασσόμενος τῇ παρούσῃ ζωῇ, οὐκ ἔστι μου ἄξιος.
- 19.55
Τοῦ Χρυσοστόμου. Ὅπερ δὲ ὁ Λουκᾶς λέγει, ὅτι “ εἴ τις “ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν “μητέρα” καὶ τὰ ἑξῆς, οὕτω χρὴ νοεῖ; ὅτι οὐχ ἁπλῶς μισῆσαι κελεύει, ἐπεὶ τοῦτο καὶ σφόδρα παράνομον, ἀλλ’ ὅτε βούλεται πλέον ἐμοῦ τίς αὐτῶν φιλεῖσθαι, φησὶ, μίσησον αὐτὸν κατὰ τοῦτο· τοῦτο γὰρ καὶ αὐτὸν τὸν φιλούμενον καὶ τὸν φιλοῦντα ἀπόλλυσιν. ἵνα δὲ μὴ ἀγανακτῶσιν οἱ γονεῖς ταῦτα ἀκούοντες, ἐπήγαγεν· “ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν. τι γάρ, φησι, λέγεις μοι τοὺς γεγεννηκότας, καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ γυναῖκας; ψυχῆς οὐδὲν οἰκειότερον οὐδενί· ἀλλ’ ὅμως ἐὰν μὴ καὶ ταύτην μισήσῃς, οὐ δύνασαι μου εἶναι μαθητής.
- 19.56
Τί ἐστιν “ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ, καὶ τὰ ἑξῆς; ὁ φιλῶν αὐτὴν, φησὶν, ἐν ἡδοναῖς καὶ ἀνέσεσιν, καὶ μὴ ἐκδιδοὺς εἰς ἀγῶνας πνευματικοὺς, οὕτως ἀπολέσει αὐτὴν, τῆς αἰωνίου δόξης ἀποστερῶν· ὁ δὲ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ, φησὶν, ἕνεκεν ἐμοῦ, τουτέστιν ἢ διὰ θανάτου, ἢ ἐν στενοχωρίᾳ καὶ θλίψει πολιτευόμενος, οὗτος εὑρήσει αὐτὴν εἰς ζωὴν αἰώνιον.
- 19.57
Διὰ τοῦ εἰπεῖν “ὁ δεχόμενος ὑμᾶς,” καὶ τὰ ἑξῆς, ἔδειξε μισθὸν μέγαν ἀποκεῖσθαι τοῖς ξενοδοχοῦσιν εἰλικρινῶς· τὸ δὲ “εἰς “ὄνομα προφήτου” καὶ “δικαίου,” ἵνα μὴ διὰ βιωτικὴν προστασίαν, μηδὲ ἄλλο τι τῶν ἐπικήρων δέξηται, ἀλλ’ ἢ μόνον ὅτι προφήτης ἐστὶ καὶ δίκαιος· τὸ δὲ “μισθὸν δικαίου λήψεται, ἢ οἷον εἰκὸς τὸν δεξάμενον προφήτην ἢ δίκαιον, λαβεῖν, ἣ οἷον ἐκεῖνος μέλλει λαμβάνειν. ἵνα δὲ μή τις πενίαν προβάληται, φησὶ, κἂν ποτήριον ψυχροῦν δῷς, ἔνθα οὐδέν ἐστι δαπανῆσαι, καὶ τούτου κεῖται μισθός.
- 19.58
Θεοδώρου Ἡρακλείασ. Οὐ πρὸς τὰ διδόμενα, ἀλλὰ πρὸς τὰς διαθέσεις τῶν παρεχόντων, ὁρίζει τὰς ἀντιμισθίας ὁ Θεός. Τοῦ ἀγίου Κυρίλλου. Ἵνα μή τις πενίαν προβάλληται, εἶπε τοῦτο, θέλων δοῦναι μισθὸν τοῖς ὑποδεχομένοις.
- 20.1
Περὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννου.
- 20.2
Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν.
- 20.3
Κυρίλλου. Οὐκ ἀγνοῶν εἶναι αὐτὸν τὸν Χριστὸν ἐρωτᾷ, ἣ ὅτι ἤμελλεν εἰς ᾅδου κατελθεῖν, ὥς τινές φασιν· ᾔδει γὰρ τὸ πάθος αὐτοῦ, διὸ καὶ ἀμνὸν αὐτὸν ὠνόμασεν· ἀλλ’ ἵνα ἔτι ζῶν πείσῃ αὐτοὺς, καὶ μὴ μετὰ θάνατον αὐτοῦ προστεθῶσιν ἑτέρῳ διδασκάλω.
- 20.4
Ὠριγένουσ. Ἡ τοῦ Ἰωάννου ἐρώτησις, οὐκ αὐτοῦ μόνου ἦν χάριν, ἀλλὰ καὶ τῶν ἀποσταλέντων. οἱ μὲν γὰρ ἀποσταλέντες ἔχρηζον μαθεῖν, εἰ αὐτὸς ἦν ὁ ἐλθών· τοῦτο δὲ ὁ Ἰωάννης ἐγίνωσκε, καὶ διδάσκων τοὺς ἰδίους μαθητὰς ἴσως οὐκ ἔπειθεν. ἐδόκουν δὲ ταπεινοφρονεῖν αὐτόν. περὶ δὲ τοῦ, εἰ αὐτὸς μέλλει ἔρχεσθαι, ἔχρηζεν ὁ Ἰωάννης μαθεῖν· ἔρχεσθαι δὲ ἐν τοῖς κάτω, ἔνθα ηὐτρέπιστο πορεύεσθαι ὁ Ἰωάννης.
- 20.5
Τοῦ Χρυσοστόμου. Ὅτι οὐδὲ τοῦτο ἠγνόει Ἰωάννης, ὥς τινες φασὶν, ὅτι ὑπὲρ ἀνθρώπων ὁ Κύριος ἔμελλε τελευτᾷν, καὶ διὰ τοῦτο εἶπεν, “σὺ εἶ ὁ ἐρχόμενος;” τουτέστιν εἰς τὸν ᾅδην. γινωσκέτωσαν οἱ τοιοῦτοι ὅτι οὐκ ἔχει λόγον τοῦτο· ὁ γὰρ Ἰωάννης, οὐδὲ τοῦτο ἠγνόει. εἰπὼν γὰρ ἀμνὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, τὸν σταυρὸν ἀνεκήρυξεν, καὶ πάλιν “ὅτι ἐν πνεύματι “βαπτίσει ὑμᾶς,” τὰ μετὰ τὴν ἀνάστασιν προεφήτευσε· πῶς δὲ καὶ “μείζων προφήτου,” ὡς αὐτὸς ὁ δεσπότης ἡμῶν Χριστὸς ἀπεφήνατο, ὁ μηδὲ τὰ τῶν προφητῶν ἐπιστάμενος; ὅτι δὲ οἱ προφῆται τὸ πάθος ᾔδεσαν, παντί που δῆλόν ἐστιν. τίνος δὲ χάριν, εἰ τοῦτο ἦν, οὐκ ἔλεγεν· σὺ εἶ ὁ ἐρχόμενος; ἐπειδὴ τὰ κατὰ τοὺς μαθητὰς Ἰωάννου ᾠκονομήθη καλῶς, καὶ βεβαιωθέντες ἐκ τῶν γενομένων σημείων, ἐνώπιον αὐτῶν ἀπῆλθον. λοιπὸν τὸν περιεστῶτα ὄχλον διορθούμενος· εἰκὸς γὰρ ἦν αὐτοὺς σκανδαλισθῆναι. ὅτι ἄρα μὴ στασιάζων ὁ Ἰωάννης πρὸς τὸν Ἰησοῦν, ταῦτα ἐδήλωσεν αὐτῷ διὰ τῶν μαθητῶν αὐτοῦ, ὁ τοσαῦτα μαρτυρήσας αὐτῷ καὶ μεταπεισθεὶς ταῦτα νῦν λέγει, εἴτε οὗτος, εἴτε ἕτερος εἴη ὁ ἐρχόμενος. ἐπεὶ οὖν πολλὰ τοιαῦτα εἰκὸς ἦν ὑποπτεύειν τὸν ὄχλον, φησὶ περὶ Ἰωάννου· “τί ἐξήλθετε εἰς τὴν “ ἔρημον θεάσασθαι” καὶ τὰ ἑξῆς.
- 20.6
“ Κάλαμον δὲ ὑπὸ ἀνέμου σαλευόμενον” φησὶ, τὸν εὐκόλως καὶ ῥᾳδίως περιφερόμενον, καὶ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα λέγοντα, καὶ ἐπὶ μηδενὸς ἑστῶτα. τὸ δὲ “μαλακοῖς ἱματίοις δηλοῖ τοὺς ἐν τρυφῇ ζῶντας· ἀλλ’ ὁ Ἰωάννης, οὔτε πρώην ὑπῆρχε, φησὶν, ὥσπερ κάλαμος περιφερόμενος, ἢ ἐν τρυφῇ ζῶν, ἀλλ’ οὐδὲ μετὰ ταῦτα τοιοῦτος γέγονε. δείκνυσι γὰρ τοῦτο ἡ στολὴ καὶ ἡ ἐρημία καὶ τὸ δεσμωτήριον· εἰ γὰρ ἠβούλετο μαλακὰ φορεῖν, ἢ τρυφᾷν, ἣ ὥσπερ κάλαμος περιφέρεσθαι, οὐκ ἂν τὴν ἔρημον ᾤκησεν, οὐκ ἃν τῷ δεσμωτηρίῳ συνεκλείετο. οὐ τοίνυν τοιοῦτός ἐστιν, ἀλλὰ προφήτης, καὶ περισσότερον προφήτου. διατί περισσότερον προφήτου; διὰ τὸ ἐγγὺς εἶναι τοῦ παραγενομένου· “ἀπο- “στελῶ γάρ,” φησι, “τὸν ἄγγελόν μου πρὸ προσώπου σου,” τουτέστιν ἐγγύς σου. καθάπερ γὰρ ἐπὶ τῶν βασιλέων οἱ ἐγγὺς τοῦ ὀχήματος ἐλαύνοντες, οὗτοι τῶν ἄλλων εἰσὶ λαμπρότεροι, οὕτω δὴ καὶ ὁ Ἰωάννης ἐγγὺς αὐτῆς φανεὶς τῆς παρουσίας, δείκνυται καὶ ἐκ τούτου τὴν ὑπόσχεσιν ἔχων·
- 20.7
Θεοδώρου Ἡρακγείασ. Ἵνα μὴ νομίσωσι τινὲς ὅτι εὐμετάφορος ἦν Ἰωάννης, ὃν πρώην ἐκήρυξε Χριστὸν, νῦν ἀγνοῶν εἶπε τοῦτο.
- 20.8
Ωριγένουσ. Πρότερον τὴν τῶν Ἰουδαίων μαρτυρίαν θεὶς ὁ Κύριος, τότε τὴν τῶν προφητῶν ἐφαρμόζει· μᾶλλον δὲ μετὰ τὴν Ιουδαϊκὴν μαρτυρίαν, τὸν βίον τὸν τοῦ ἀνδρός· τρίτον, τὴν θανάτου κρίσιν, τέταρτον, τὸν προφήτην· πανταχόθεν αὐτοὺς ἐπιστομίζων.
- 20.9
Ιστεον ὅτι οὐκ ἔστιν ὁ λόγος τοῦ Χρυσοστόμου ὅπου γέγραπται, “σὺ εἰ ὁ ἐρχόμενος, εἰς τὸν ᾅδην δηλονότι, ἢ ἕτερον ἄγγελον “ἀποστέλλεις λυτρωτὴν τῶν ἐκεῖσε κατεχομένων ”
- 20.10
Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ.
- 20.11
Κυρίγγου. Ὅρκῳ πιστοῦται τὰ περὶ Ἰωάννου· τὸ δὲ “ἐγή- “γερται” εἶπε διὰ τὸ τῆς ἀξίας αὐτοῦ μέγα καὶ ἐπηρμένον, ὡς ἐπὶ βασιλέως περιφανοῦς, ἢ φυτοῦ εὐαυξοῦς o. ὅτι γὰρ καὶ τὸν προφητευόμενον εἰδε, καὶ πᾶσιν ἐγνώρισε.
- 20.12
Τοῦ Χρυσοστόμου. Ἀντὶ τοῦ οὐκ ἔτεκε γυνὴ τούτου μείζων· εἰ δὲ καὶ ἐπαινεῖ τὸν Ἰωάννην, ἀλλ’ ἑαυτὸν ὑφεξαίρει ὡς μείζονα αὐτοῦ. εἰ γὰρ καὶ ἀμφότεροι ἐκ γυναικὸς ἐτέχθησαν, ἀλλ’ ὁ μὲν ψιλὸς, ὁ δὲ Θεὸς, καὶ οὐδὲ ὁμοίως αὐτῷ ἐτέχθη Ἰωάννῃ, ἀλλὰ ξένον τινὰ καὶ παράδοξον ἐκ παρθένου τόκον ἔσχεν.
- 20.13
Τὸ δὲ “ὁ μικρότερος” ἑαυτὸν, φησὶ, τὸν μεταγενέστερον τὸ κατὰ σάρκα. οἰκονομικῶς δὲ μείζονα αὐτοῦ ὠνόμασεν ἑαυτὸν, ἐπείπερ πολλοὶ ὡς μέγαν τινὰ εἶχον τὸν Ἰωάννην.
- 20.14
Τοῦ αὐτοῦ. Μικρότερον δὲ αὐτὸν λέγει κατὰ τὴν ἡλικίαν, κατὰ τὴν τῶν πολλῶν δόξαν. καὶ γὰρ ἔλεγον αὐτὸν φάγον καὶ οἰνοπότην. τοῦτο δὲ εἶπεν, οὐχ ὅτι κατὰ σύγκρισιν τοῦ Ἰωάννου μείζων ἦν· ἄπαγε, καὶ γὰρ ἐκ περισσοῦ τούτου μείζων ἦν, ἀλλ’ οἰκονομικῶς διὰ τὴν τῶν πολλῶν ἀσθένειαν συγκαταβαίνει τοῖς ῥήμασι.
- 20.15
Ἰσιδώρου. Κυρίλλου. Θεοδώρου Ἡρακγείασ. Δευτέρα γέννησις ἡ τῆς ἀναστάσεως, δι’ ἧς ἀναγεννώμεθα, καὶ δι’ Ἁγίου Πνεύματος τυγχάνομεν ἀθανασίας, οἱ μέλλοντες ἀπολαύειν τῶν ἀγαθῶν· καὶ ὁ πάνυ ἐλάχιστος ἐκεῖ, ὑπεραναβαίνει τὸν Ἰωάννην, εἰ καὶ ἐκ μήτρας ἐτύγχανεν Ἁγίου Πνεύματος.
- 20.16
Κυρίλλου. Μείζονα λέγει Ἰωάννου τὸν πιστὸν, τὸν διὰ τοῦ λουτροῦ ἀναγεννηθέντα· ἣν κατάστασιν καλεῖ βασιλείαν τῶν οὐρανῶν, ὡς τοῖς πιστοῖς διδομένης βασιλείας, ἧς οὔπω ἦν τυχὼν ὁ βαπτιστής. ὁ δὲ μόνον βαπτισθεὶς, εἰ καὶ μήπω ἔσχεν ἐνάρετον βίον, ὑπὲρ τὸν Ἰωάννην ἐστίν. ὁ οὑν λόγος ἔπαινον ἔχει τοῦ ἁγίου βαπτίσματος.
- 20.17
Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι, ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται.
- 20.18
βασίλειαν δὲ οὐρανῶν καλεῖ, τὰ πνευματικὰ, ἢ εἰς Χριστὸν πίστις διὰ τοῦ βαπτίσματος, ἡ τοῦ Θεοῦ βασιλεία ἐστὶν, ἥτις ἤρξατο ἀπὸ τοῦ κηρύγματος Ἰωάννου τοῦ ὑποδεικνύντος τὸν Χριστόν· αὕτη ἐστίν. οἱ δὲ βιαζόμενοι εἰσὶν οἱ τῇ εἰδωλολατρείᾳ ἀποταττόμενοι, καὶ τῷ παλαιῷ ἔθει.
- 20.19
Σευήρου. Τὸ δὲ “ἔχων ὦτα,” ἀντὶ τοῦ ὁ ἔχων διάνοιαν λογικὴν νοείτω τὰ τῆς διανοίας ὠσὶν ἀκούων.
- 20.20
Τοῦ Χρυσοστόμου. Διὰ τοῦ εἰπεῖν “ἀπὸ τῶν ἡμερῶν,” ὠθεῖ καὶ ἐπάγει λοιπὸν αὐτοὺς, καὶ ἐντεῦθεν εἰς τὴν πίστιν ἑαυτοῦ· οὐδὲ γὰρ ἔστησαν οἱ προφῆται φησὶν, εἰ μὴ ἦλθον ἐγὼ, ὅτι γὰρ ἐγώ εἰμι, δῆλον ἐξ ὧν μέχοις Ἰωάννου τοὺς προφήτας γενέσθαι· ἔτι δὲ καὶ ἐκ τῶν καθ’ ἑκάστην ἡμέραν ἁρπαζόντων τὴν πίστιν τὴν εἰς ἐμέ. τὸ δὲ “ αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι δηλοῖ, ἐπειδήπερ ἀμφότεροι τούτου ἕνεκεν, λέγω δὴ τῆς τοῦ Χριστοῦ παρουσίας, κήρυκες ἐγένοντο, διὰ τοῦτο παρίσωσεν αὐτούς· καὶ γὰρ ὥσπερ ὁ Ἰωάννης πρόδρομος γέγονε τῆς πρώτης αὐτοῦ παρουσίας, οὕτως ὁ Ἠλίας τῆς δευτέρας ἔσται. οὐκ εἶπε δὲ ἁπλῶς, ὅτι οὗτος ἐστιν Ἠλίας, ἀλλ’ “εἰ θέλετε δέξασθαι·” τουτέστιν εἰ μετὰ εὐγνώμονος διανοίας προσέχετε τοῖς γινομενοις.
- 20.21
Eἰπῶν “ τινι δὲ ὁμοιώσω τὴν γενεὰν Ταύτην,” καὶ τὰ ἑξῆς, ἐδήλωσε διὰ τούτων ὅτι ἐναντίαν ἑκάτερος αὐτός τε καὶ Ἰωάννης ἦλθον ὁδόν· οἷον, εἰ τὴν νηστείαν καλὸν εἶναι νομίζωσιν Ἰουδαῖοι, ἔδει πείθεσθαι Ἰωάννῃ, καὶ ἀποδέχεσθαι αὐτὸν, καὶ πιστεύειν τοῖς ὑπ’ αὐτοῦ λεγομένοις· εἰ δὲ φορτικὸν ἡ νηστεία καὶ ἐπαχθὲς, οὐκοῦν ἔδει πείθεσθαι τῷ Κυρίῳ, καὶ πιστεύειν αὐτῷ τὴν ἐναντίαν ἐλθόντι, ὡς ἐκεῖνοι ἔλεγον αὐτὸν, φάγον καὶ οἰνοπότην. ὅμως οὖν καὶ ὁ δεσπότης ἡμῶν Ἰησοῦς Χριστὸς, τὸν σκληρὸν καὶ φιλόπονον βίον μετήρχετο, νηστεύων (??) ἡμέρας, οὐκ ἔχων ποῦ κεφαλὴν κλίνειν. πρὸς τούτοις δὲ ὁ μὲν Ἰωάννης οὐδὲν πλέον ἐπεδείξατο, πλὴν τοῦ βίου καὶ τῆς πολιτείας· σημεῖον δὲ οὐδὲ ἓν ἐποίησεν· ὁ δὲ δεσπότης ἡμῶν Χριστὸς, καὶ τὴν ἀπὸ τῶν σημείων καὶ τῶν θαυμάτων μαρτυρίαν εἶχε.
- 20.22
Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.
- 20.23
Θεοδώρου Ἡρακγείασ. Ἡ ὑφεστῶσα σοφία ἐκρίθη ὑπὸ τῶν εἰς αὐτὸν πιστευόντων, ἣ ὅτι τέκνα καλῶν τοὺς ὑβρίζοντας αὐτὸν, οὐκ ἐπαύσατο αὐτοῖς φιλοφρόνως λαλῶν.
- 20.24
Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις.
- 20.25
Διατὶ ὠνείδιζε “τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται “δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν;” ἵνα μάθωμεν, ὅτι οὐκ ἀπὸ φύσεως ἦσαν τοιοῦτοι πονηροὶ καὶ ἀπειθεῖς, ἀλλὰ ἀπὸ κακῆς προαιρέσεως. καὶ γὰρ ἀπὸ τῆς Βηθσαϊδᾶς πέντε προῆλθον ἀπόστολοι, ὅτε Φίλιππος καὶ αἱ δύω ξυνωρίδες ἐκεῖναι τῶν κορυφαίων· καὶ τὰ Σόδομα δὲ αυτοῖς προστίθησι, τὴν κατηγορίαν αὐτοῖς ἐπαύξων. διότι μεγίστη κακίας ἀπόδειξις, ὅταν μὴ τῶν τότε ὄντων, ἄλλα καὶ τῶν πώποτε γεγονότων πονήρων, φαίνονται χείρους ὄντες. καὶ οὐδὲ ἐνταῦθα τὸν λόγον ἵστησιν, ἀλλὰ καὶ πλειόνως τὸν φόβον ἐπιτείνει, πανταχόθεν αὐτοὺς ἐπιστρέψαι βουλόμενος, ἀπό τε τοῦ ταλανίζειν καὶ φοβεῖν.
- 20.26
Κυρίγγου. Ὥσπερ παίδων ὀρχουμένων, ἑτέρως δὲ θρηνούντων, οὐχ ἵσταται εἰς ἓν βούλῃ μὰ· ἀμφότερα γὰρ μέμφονται τοῖς ἑταίροις, μὴ συμφωνοῦσιν αὐτοῖς· τοιοῦτον τι πεπόνθασιν Ἰουδαῖοι, οὔτε τὸ στυγνὸν τοῦ Ἰωάννου, οὔτε τὸ ἀνειμένον τοῦ Χριστοῦ ἀποδεξάμενοι, οὐδὲ δι’ ἑνὸς τρόπου ὠφεληθέντες. ὁ μὲν γὰρ Ἰωάννης δι’ ἀσκητικοῦ βίου τὰ τῆς σαρκὸς ἐνέκρου, οὐ μὴν δι’ ἀσκητικῶν πόνων βοηθούμενος. καὶ ὁ μὲν Ἰωάννης κηρύσσων βάπτισμα μετανοίας, τύπος ἦν κατηφείας τοῖς ὀφείλουσιν ἐπὶ τοῦτο πενθεῖν· ὁ δὲ Κύριος βασιλείαν οὐρανῶν κηρύσσων, τὸ φαιδρὸν ἐν ἑαυτῷ ἐπεδείκνυτο, δι’ οὗ νοῦ τοῖς πιστοῖς ὑπογράφει τὴν ἐσομένην ζωὴν καὶ τὴν ἄπονον χαράν.
- 20.27
Ὠριγένουσ. Τουτέστιν εὐφροσύνης καὶ βασιλείας οὐρανῶν μαθήματα παραδεδώκαμεν, καὶ οὐ μετὰ χαρᾶς προσεδέξασθε, καὶ πάλιν ἠπειλήσαμεν ὑμῖν τὰ σκυθρωπὰ καὶ τὴν κόλασιν, καὶ ἐπὶ ταῖς ἰδίαις ἁμαρτίαις οὐκ ἐμετανοήσατε.
- 20.28
Καὶ σὺ Καπερναοὺμ ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα.
- 20.29
Χρυσοστόμου. Θεοδώρου Ἡρακλείασ. Ἐπειδὴ πολλὰ σημεῖα ἐποίησεν ὁ Χριστὸς ἐν Καπερναοὺμ, ἐδόκει ἕως οὐρανοῦ ὑψοῦσθαι, ἥτις διὰ τὴν ἀπιστίαν πτῶμα πεσοῦσα ἐξαίσιον, ἕως ᾅδου ἔφθασεν. εἰ δέ τις εἴποι καὶ διατί οὐ γέγονε τὰ σημεῖα ἐν Σοδόμοις; ἐροῦμεν, ὅτι ἑκάστῳ καιρῷ, πρόσφορον ὁ Χριστὸς ᾠκονόμησεν· ὅτε ἔδει, ἐσαρκώθη ὁ Λόγος, καὶ ἐποίησε τὰ σημεῖα, πλὴν ἑκάστῃ γενέᾳ κατὰ ἀναλογίαν δίδωσι τὰς εὐθύνας.
- 20.30
Ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν.
- 20.31
Θεοδώρου Ἡρακλείασ. Σοφοὺς ὧδε, τοὺς Ἰουδαίους καλεῖ, ἣ ὅτι ἐμπιστευθέντες ἦσαν τὰ τοῦ θεοῦ λόγια, ἣ ὅτι κακοῦργοι ἦσαν, καὶ σοφοὶ κακοποιῆσαι. νηπίους δὲ τοὺς Ἀποστόλους λέγει· ἣ σοφοὺς μὲν τοὺς γραμματεῖς καὶ Φαρισαίους, οὐ τὴν ὄντως σοφίαν ἔχοντας, ἀλλὰ τὴν δοκοῦσαν ἀπὸ δεινότητος λόγων.
- 20.32
Ὠριγένουσ. Ἐκ σοφῶν κρύπτεται, τῶν τὴν δευτέραν σοφίαν ἐχόντων· “ ναὶ ὁ πατήρ·” ἀντὶ τοῦ καλῶς ὁ πατήρ.
- 20.33
Θεοδώρου Ἡρακλείασ. Θεοδώρου Μονάκου. Σοφοὺς μεγίστους Ἰουδαίους, ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ, ἣ ὅτι σοφοὶ ἦσαν τοῦ κακοποιῆσαι, νηπίους δὲ τοὺς Ἀποστόλους.
- 20.34
Τὸ “ ἐξομολογοῦμαι σοι” ἐνταῦθα, ἀντὶ τοῦ εὐχαριστῶ σοι τέθεικεν. τίνος ἕνεκεν; διότι φησὶν, ἃ σοφοὶ οὐκ ἔγνωσαν, ταῦτα ἔγνωσαν νήπιοι. νηπίους δὲ, τοὺς Ἀποστόλους καλεῖ· τὸ δὲ “ἐγένετο εὐδοκία, ὅτι ἤρεσέ σοι.
- 20.35
Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου.
- 20.36
Πάντων ἐστὶ δεσπότης, μεμπταῖοι οἱ μὴ ὑπακούσαντες καὶ ἐπεγνωκότες τὸν πάντων Κύριον.
- 20.37
Θεοδώρου Μονάκου. Πάντων εἶπεν, ἵνα μὴ δύο Θέους ἀγεννήτους νοήσῃς.
- 20.38
Μηδὲν ἀνθρώπινον ὑποπτεύσωμεν· ἵνα γὰρ μὴ δύο Θέους ἀγεννήτους νομίσωμεν, ταύτην τὴν λέξιν τέθεικεν· ἐπεὶ ὅτι ὁ μὲν ἐγεννήθη, καὶ πάντων δεσπότης ἐστὶ, πολλαχόθεν δῆλον, καὶ ἐξ ὣν ἐπάγει, ὅτι “ οὐδεὶς γινώσκει τὸν Υιον,” καὶ τὰ ἑξῆς ὃ δὲ λέγει τοιοῦτον ἐστίν. ὅτι οὐ μόνον πάντων εἰμὶ δεσπότης, ἀλλὰ καὶ τὸ τούτου μεῖζον ἔχω, τὸ εἰδέναι τὸν Πατέρα, καὶ τῆς αὐτοῦ οὐσίας εἶναι. καὶ οὐχ ᾡ ἃν ἐπιτάττομαι, οὐδὲ ᾡ ἂν κελεύομαι, ἀλλ’ ᾧ ἐὰν βούλομαι, ὡς Υἱὸς ἀποκαλύπτω.
- 20.39
Δεῦτε πρός με πάντες οἱ κοπιῶντες.
- 20.40
Θεοδώρου Ἡρακλείασ. Κοπιῶντας λέγει τοὺς τὸ ἄχθος τῶν ἁμαρτημάτων ἔχοντας ἐν τῇ ψυχῇ· ζυγὸν δὲ, τὸν ἐνάρετον λέγει βίον, δι’ οὗ τίς μιμεῖται Χριστὸν, ἐν πραότητι καὶ ταπεινοφροσύνῃ.
- 20.41
Χρυσοστόμου. Πάντας παρακαλεῖ Χριστὸς ὁ Κύριος, καὶ οὐ τὸν δεῖνα καὶ τὸν δεῖνα, ἀλλὰ πάντας τοὺς ἐν φροντίσει, τοὺς ἐν λύπαις, τοὺς ἐν ἁμαρτίαις. οὗτοι γάρ εἰσιν οἱ κοπιῶντες καὶ πεφορτισμένοι, οὐχ ἵνα, φησὶν, ἀπαιτήσω εὐθύνας, ἀλλ’ ἵνα λύσω τὰ ἁμαρτήματα. καὶ οὐκ εἶπεν, ἴνα σώσω μόνον, ἀλλὰ καὶ ὃ πολλῶ πλεῖον ἦν, ἵνα ἐν ἀδείᾳ καταστήσω πάσῃ, καὶ μὴ φοβηθῆτε, φησὶ, ζυγὸν ἀκούοντες· χρηστὸς γάρ ἐστιν· μηδὲ δείσητε, ἐπειδὴ φορτίον εἶπεν· ἐλαφρὸν γάρ ἐστι. κἂν γὰρ εἰπεν ἔμπροσθεν, “ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς, πρὸς τοὺς ῥαθύμους καὶ ἀναπεπτωκότας εἶπεν. ἐπειδὴ ἐὰν κατορθώσῃ τις τὰ εἰρημένα, ἐλαφρόν ἐστι τὸ φορτίον. κατορθοῖ δὲ ἐὰν ταπεινὸς γένηται, καὶ πρᾶος, καὶ ἐπιεικής· αὕτη ἐστὶ μήτηρ φιλοσοφίας.
- 20.42
Ὠριγένουσ. Κόπος p καὶ μέγιστον φορτίον ἡ ἁμαρτία, ὅτι καὶ παρὰ φύσιν ἐλαφρὸς ὁ ὑπὲρ εὐσεβείας ἀγὼν, μεγίστην ἔχων ἀντίληψιν.
- 21.1
Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα.
- 21.2
Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σόββασιν διὰ τῶν σπορίμων.
- 21.3
Ὠριγένουσ. Εἰδὼς ὁ δεσπότης Χριστὸς ὡς προγνώστης, τὸ τί ἔμελλον ποιεῖν οἱ μαθηταὶ, τούτου χάριν ἤγαγεν αὐτοὺς διὰ τῶν σπορίμων, καὶ ἐπειδὴ ἐβούλετο λυθῆναι τὸ σάββατον, δι’ αἰτίας τοῦτο ποιεῖ. καὶ οὐδέποτε χωρὶς αἰτίας αὐτὸ λύει, ἀλλὰ διδοὺς προφάσεις εὐλόγους, ἴνα καὶ τὸν νόμον ἀναπαύσῃ, καὶ τοὺς Ἰουδαίους μὴ πλήξῃ, εἴγε συνιέναι ἤθελον· ὃ δὴ καὶ ἐνταῦθα κατασκευάζει, τὴν τῆς φύσεως ἀνάγκην προβαλλόμενος τὴν πεῖναν. χρὴ δὲ θαυμάζειν καὶ τῶν μαθητῶν τὴν ὑπομονὴν, μηδένα τῶν σωματικῶν ποιουμένους λόγον, ἀλλὰ πάρεργον τιθεμένους τὴν τῆς σαρκὸς τράπεζαν, καὶ λιμῷ μαχομένους διηνεκεῖ, καὶ οὐδὲ οὕτως ἀφισταμένους. εἰ μὴ γὰρ ἠνάγκαζεν αὐτοὺς σφόδρα τὸ πεινᾶν, οὐδὲ τοῦτο ἐποίουν· διατί; ὅτε μὲν ἔτιλλον τοὺς στάχυας οἱ Ἀπόστολοι, οὐ πάνυ σφοδρῶς οἱ Φαρισαῖοι ἐπαρωξύνθησαν· καίτοι μᾶλλον πρὸς τὴν γνώμην αὐτῶν τὴν σκληρὰν ἀκόλουθον ἦν· ὅτε δὲ τὴν χεῖρα τὴν ξηρὰν ἰάσατο, τότε οὕτως ἐξεθηριώθησαν, ὥστε καὶ ἐπὶ σφαγῆς αὐτοὺς βουλεύεσθαι καὶ ἀναιρέσεως· ἐπειδὴ ἐκεῖ μὲν οὐδὲν γέγονε μέγα καὶ γενναῖον, καὶ διὰ τοῦτο σφοδρῶς ἐταράχθησαν· ἐνταῦθα δὲ ἐπειδὴ εἶδον τινὰς διὰ τὸ θαῦμα σωζομένους, διὰ τοῦτο ἀγριαίνονται καὶ ταράττονται. παράγει δὲ τὸν Δαβὶδ εἰς τὸ μέσον, ἐπειδὴ πολλὴ τοῦ προφήτου ἦν ἡ δόξα.
- 21.4
Λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μείζων ἐστὶν ὧδε.Ωριγένουσ. Εἰ ὑπὲρ τὴν ἐντολὴν ἐδείκνυτο τὸ ἱερὸν, ἆρα ὑπὲρ τὸν νόμον ἦν ὁ Χριστός.
- 21.5
Ἔλεον θέλω, καὶ οὐ θυσίαν.
- 21.6
Θεοδώρου. Θυσιῶν μέν, φησιν, οὐ προσδέομαι, δέχομαι δὲ ταύτας τῇ τῆς ὑμετέρας ἀσθενείας γνώμῃ συγκαταβαίνων, ἀπαι- τῶν δὲ τὰ δύο ταῦτα, τήν τε πρὸς ἐμὲ εὔνοιαν, καὶ τὴν εἰς τὸν πέλας φιλανθρωπίαν. ταῦτα γὰρ νομοθετῶν, πρῶτα τέθεικα· “ἀγα- “ πήσεις Κύριον τὸν Θεόν σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν.
- 21.7
Εἰ ἔξεστι τοῖς σάββασι θεραπεύειν;
- 21.8
Ισιδώρου Πηλουσιώτου. Ὅτι παντὸς ἔργου χειροκμήτου ἐν σαββάτῳ κεκωλυμένου, αὐτοὶ ξυλοκοποῦσι, καὶ πῦρ ἅπτουσι, καὶ τὰς θυσίας κρεωνομοῦσιν. ἅπερ ὡς μὲν ἔργα κοινὰ πληροῦν ἐν σαββάτῳ οὐκ ἐπιτρέπονται, ὡς δὲ θυσίας ἐπιτελεῖν οὐ κωλύονται, τοῦτο τοῦ νόμου κελεύοντος· καὶ συμβαίνει βεβηλοῦσθαι μὲν τὸ σάββατον τῇ ἐργασίᾳ, ἀναιτίους δὲ εἶναι τοὺς ἱερεῖς τῇ διαφορᾷ τῆς ἐργασίας.
- 21.9
Ὠριγένουσ. Εἰ Κύριος ἐστὶ τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου ἑαυτὸν λέγων καὶ βασιλεὺς, ἔξεστι τῷ βασιλεῖ, ποτὲ μὲν περὶ σαββάτου νομοθετεῖν, ποτὲ δὲ καὶ παύειν τὸ σάββατον μετὰ τῶν θυσιῶν καὶ ὁλοκαυτωμάτων, καὶ τῆς λοιπῆς λειτουργίας τοῦ ἱεροῦ, καινὴν διαθήκην νομοθετῶν. διὰ τοῦ παραδείγματος τούτου συλλογιζόμενος αὐτοὺς, ὅπως μὴ ἔχωσι πρόφασιν ἀναισχυντίας, εἰς τὸ πάλιν ἐγκαλεῖν αὐτῶν διὰ τὴν θεραπείαν· καὶ τότε εἰπὼν τῷ ἀνθρώπῳ “ἔκτεινον τὴν χεῖρά σου,” καὶ ἐξέτεινε, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη· ἐκεῖνοι δὲ οὐδὲ ἀδικηθέντες ἐξέρχονται, καὶ βουλεύονται ἵνα ἀνέλωσιν αὐτόν· τοσοῦτον ἡ βασκανία κακόν· ὁ δὲ ἥμερος καὶ πρᾶος ἀνεχώρησε ταῦτα μαθών. ἠκολούθησαν δὲ αὐτῷ ὄχλοι πολλοὶ, διατὶ; θαυμάζοντες αὐτὸν, ἐκεῖνοι δὲ τῆς πονηρᾶς οὐκ ἀφίσταντο γνώμης.
- 21.10
Τοῦ Χρυσοστόμου. Διατὶ δὲ ἐπηρώτησεν αὐτὸν, εἰ ἔξεστι τοῖς σάββασι θεραπεύειν; ἐπειδὴ μιαροὶ ὄντες, καὶ ἰδόντες ὅτι ἥξει πάντως ἐπὶ τὴν ἰατρείαν, τῇ ἐρωτήσει προκαταλαβεῖν αὐτὸν ἔσπευδον· προσδοκῶντες ἐν τούτῳ κωλύειν· εἰ δὲ μή γε, ἵνα κατηγορήσωσιν αὐτόν. ὁ δὲ φιλάνθρωπος, τὴν οἰκείαν ἡμερότητα ἐπιδεικνὺς, καὶ τὴν ἐκείνων φανεροποιῶν ἀπανθρωπίαν, ἵστησι τὸν ἄνθρωπον εἰς μέσον. τίνος δὲ ἕνεκεν; ὅπως εἰς συμπάθειαν αὐτοὺς προσκαλέσηται· ὡς δὲ οὐδὲ οὕτως ἐπεκάμφθησαν, τότε ἐλυπήθη, φησὶν, καὶ ὠργίσθη αὐτοῖς διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν, καὶ εἶπε πρὸς αὐτούς· “τίς ἔστιν ἐξ ὑμῶν,” καὶ τὰ ἑξῆς.
- 21.11
Σευήρου. Τὸ τῶν Ἰουδαίων θεομάχον καὶ φιλαίτιον καὶ φιλόψογον ἔθνος, τὸ ἐνεργὸν μὲν εἰς κακίαν, ἀργὸν δὲ πρὸς ἀρετὴν, ᾐτιᾶτο τὸν εὐεργέτην Χριστὸν ἐν σαββάτῳ, ψυχὰς καμνούσας ἀσθενείᾳ σωμάτων ἐλευθεροῦντα τῶν ἀλγεινῶν· ᾔδει γὰρ αὐτὸς, ὁ ὣν Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ δοὺς αὐτοῖς τὸν νόμον, ὡς τὰ πρὸς σωτηρίαν ψυχῶν ἐνεργεῖν τὸ σάββατον οὐκ ἐκώλυσεν· εἶπε γὰρ ἐν αὐτῷ μὴ ποιεῖν ἔργα πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ· διὸ καὶ κατ’ αὐτὴν τὴν ἡμέραν, τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα μόνον ταύτην ἐκτείνειν ἐκέλευεν, καὶ ἐξετείνετο, καὶ τοὺς ἀγνώμονας ὁρῶντας ἐπαίδευεν, ὡς ξηρὰς τὰς τῆς ἀγαθοεργίας ἔχοντας χεῖρας, τὸ σάββατον ἀτιμάζουσιν.
- 21.12
Ἀπολινατίου. Καὶ σὺ ἄνθρωπε, ἐὰν ἔχῃς χεῖρα ξηρὰν, ἀκούσας παρὰ τοῦ Σωτῆρος, “ἔκτεινον τὴν χεῖρα σου” ἐπὶ ἔργοις ἀγαθοῖς, ἐνεργοῦντος τοῦ Ἰησοῦ, ἀποκατασταθήσεται ὑγιὴς ὡς ἡ ἄλλη.
- 21.13
Ἰδοῦ, ὁ παῖς μου, ὃν ᾑρέτισα.
- 21.14
Διὰ μὲν τοῦ “ᾑρέτισα,” τὴν ὁμογνωμοσύνην τὴν πρὸς τὸν πατέρα δηλῶν· διὰ δὲ τοῦ “κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ,” τὴν κλῆσιν τῶν ἐθνῶν σημαίνων. διὰ δὲ τοῦ “οὐκ ἐρίσει οὐδὲ κραυγάσει, τὴν πραότητα αὐτοῦ ἐμφαίνων· διὰ δὲ τοῦ “κάλαμον” καὶ τὰ ἑξῆς, τὴν αὐτοῦ ἰσχὺν καὶ τῶν Ἰουδαίων τὸ ἀσθενὲς ὑπογράφων· καὶ γὰρ ἠδύνατο ῥᾴδιον αὑτοὺς ὥσπερ κάλαμον διακλάσαι. διὰ δὲ τοῦ “λίνον τυφόμενον,” τὸν Θεοῦ μὲν αὐτῶν τὸν ἀναπτόμενον παρίστησι, καὶ τὴν αὐτοῦ δύναμιν ἱκανὴν οὖσαν καταλῦσαι καὶ κατασβέσαι τοῦτον μετ’ εὐκολίας ἁπάσης· ὅθεν καὶ ἐν τούτῳ ἡ πολλὴ αὐτοῦ ἐπιείκεια ἐπιδείκνυται. τὸ δὲ “ἕως ἃν ἐκβάλῃ εἰς “νῖκος τὴν κρίσιν αὐτοῦ,” σημαίνει, ὅτι ὅτ’ ἄν τις παρ’ ἑαυτοῦ πάντα πληρώσῃ, καὶ νικήσει τὰ παρ’ αὐτοῦ δικαιώμενα, τότε καὶ τὴν ἐκδίκησιν ἐπάξει, καὶ ἐκδίκησιν τελείαν· τότε γὰρ τὰ δεινὰ καταλήψεται αὐτούς· ἀλλ’ οὐκ ἐν τούτω στήσονται τὰ τῆς οἰκονομίας, ἐν τῷ κολασθῆναι τοὺς ἀπιστήσαντας μόνον, ἀλλὰ καὶ τὴν οἰκουμένην ἐπισπάσηται· διὸ καὶ ἐπήγαγεν, “ἐπὶ τῷ ὀνόματι “αὐτοῦ ἔθνη ἐλπιοῦσιν,” καὶ ἵνα μάθωμεν ὅτι καὶ τοῦτο κατὰ γνώμην ἐπὶ τοῦ Πατρὸς, ἐν τῷ προοιμίῳ ὁ προφήτης καὶ τοῦτο μετὰ τῶν ἔμπροσθεν εὐεγγυήσατο εἰπὼν, “ὁ ἀγαπητὸς, εἰς ὃν “εὐδόκησεν ἡ ψυχή μου·” ὁ γὰρ ἀγαπητὸς εὔδηλον ὅτι κατὰ γνώμην τοῦ φιλουμένου ταῦτα ἐποίει.
- 21.15
Ὠριγένουσ. “Κάλαμός” ἐστι “συντετριμμένος,” ψυχὴ ἐν ἁμαρτίαις συντετριμμένη· “λίνος” ἐστὶ “τυφόμενος,” οἱ κατεπαιρόμενοι τῇ ἀληθείᾳ.
- 21.16
Τοῦ αὐτοῦ. “Κάλαμον” λέγει, τὸν διὰ προστάγματος Πιλάτου γράψαντα ἐν ἐμπαιγμῷ, τὸ “οὗτός ἐστιν ὁ βασιλεὺς τῶν “Ἰουδαίων,” ὃν καὶ ἀορασία ὡς εὐκόλως δυνάμενον κατεάξαι, οὐ συνέτριψεν, ἀλλ’ ἠνέσχετο πάσχειν καὶ φέρειν τὴν ἐπιγράφην. “λίνον” δέ φησι, “τυφόμενον” τὸν τῶν κατεπαιρομένων βασιλέων τῦφον· λέγει δὲ Πιλάτου καὶ Ἡρώδου πεφυσιωμένων ἐπί τε τῇ ἀρχῇ καὶ τῇ φαντασίᾳ, καὶ ἀνεχομένων παρίστασθαι ὡς κριτὸν τὸν κριτὴν τῶν κριτῶν· ὃν καὶ οὐκ ἔσβεσε τέως ὁ Κύριος Ἰησοῦς Χριστὸς, διὰ τοῦ οἰκείου πάθους τὴν τῶν ἀνθρώπων σωτηρίαν πραγματευόμενος.
- 21.17
Θεοδώρου Ἡρακλείασ. Τὸ πρᾶον ὁ Πατὴρ διὰ τούτων ἐξαγγέλλει· “κάλαμον” δὲ, ἐπειδὴ ἀσθενεῖς ἦσαν ὡς κάλαμος συντετριμμένος, καὶ ὡς λίνος καπνιζόμενος ἐγγὺς ὢν τοῦ σβεσθῆναι· οὐκ ἀντέλεγεν αὐτοῖς ἐπὶ πολὺ, ἀλλ’ ὑπεχώρει· ἵνα μὴ ὁλοτελῶς ἀπόλωνται, διὰ τὴν ἄγαν ἀσθένειαν· τὸ δὲ “ἕως ἂν “ἐκβάλῃ,” ἠνέσχετο αὐτῶν, ἕως πληρώσει τὸν τῆς οἰκονομίας σκοπόν· τοῦτο γάρ ἐστιν εἰς τέλος ἐκβαλεῖν τὴν κρίσιν, μεθ’ ἣν τὰ ἔθνη ἐπίστευσαν εἰς αὐτόν.
← Previous · Next → — showing 401–500 of 906
First Thousand Years of Greek. CTS URN tlg4102.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.