Ancient Textssearch the texts themselves, not just their titles

← Library

Catena In Matthaeum

First Thousand Years of Greek · First Thousand Years of Greek · 906 sections

  1. 6.1

    Περὶ τοῦ λεπροῦ.

  2. 6.2

    Καὶ ἰδοὺ λεπρὸς προσελθὼν, προσεκύνει αὐτῷ, λέγων.

  3. 6.3

    Πολλὴ ἡ σύνεσις καὶ ἡ πίστις τοῦ προσελθόντος λεπροῦ· οὐδὲ γὰρ ἀνελθὼν εἰς τὸ ὄρος, διέκοψε τὴν διδασκαλίαν, ἀλλὰ ἀνέμεινε τὸν προσήκοντα καιρὸν, καὶ καταβάντι αὐτῷ προσέρχεται μετὰ πολλῆς τῆς θερμότητος· οὐδὲ γὰρ εἶπεν, ἐὰν παρακαλέσῃς τὸν Θεὸν, οὐδὲ ἐὰν εὔξῃ, ἀλλὰ “ἐὰν θέλῃς, δύνασαι με “καθαρίσαι·” διάτοι τοῦτο οὐδὲ εἶπεν αὐτῷ, ὅτι πιστεύεις εἰ δύναμαι τοῦτο ποιῆσαι, ἀλλὰ καθάρθητι· καὶ τὸ ἔργον εὐθέως ἠκολούθησε τῇ φωνῇ. τίνος δὲ χάριν θελήματι καθαίρων αὐτὸν καὶ τῷ λόγῳ, τὴν τῆς χειρὸς προσέθηκεν ἁφήν; ἵνα δείξῃ καὶ ἐντεῦθεν, ὅτι οὐκ ὑπόκειται τῷ νόμῳ, ἀλλ’ ἐπίκειται, καὶ ὅτι τῷ καθαρῷ λοιπὸν οὐδὲν ἀκάθαρτον. κελεύει δὲ μηδενὶ εἰπεῖν, διὰ τὸ ἀκόμπαστον καὶ ἀφιλότιμον· καίτοι γε ἤδει ὅτι ἀνακηρύξει ἐκεῖνος τὸν εὐεργέτην, ἀλλ’ ὅμως τὸ αὐτοῦ ποιεῖ· ἀλλαχοῦ δὲ κελεύει εἰπεῖν, οὐχ ἑαυτῷ ἐναντιούμενος, ἀλλὰ παιδεύων εὐγνώμονας εἶναι· διὰ μὲν τοῦ λεπροῦ τούτου, ἀτύφους ἡμᾶς παρασκευάζων καὶ ἀκενοδόξους· διὰ δὲ ἐκείνου, εὐχαρίστους καὶ εὐγνώμονας εἶναι παιδεύων. πανταχοῦ τῶν γινομένων τὴν εὐφημίαν ἀναφέρει τῷ δεσπότῃ· δεῖξαι δὲ ἑαυτὸν ἐκέλευσε τῷ ἱερεῖ, καὶ δῶρον προσένεγκε· καὶ ἐνταῦθα πάλιν τὸν νόμον ἀναπληρῶν· οὐδὲ γὰρ πανταχοῦ ἐφύλαττεν, ἀλλὰ ποτὲ μὲν τοῦτο ἐποίει, ποτὲ δὲ ἐκεῖνο· τοῦτο μὲν, τῇ μελλούσῃ φιλοσοφίᾳ προοδοποιῶν· ἐκεῖνο δὲ, τὴν ἀναίσχυντον τῶν Ἰουδαίων τέως κατέχων γλῶτταν, καὶ συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ· καὶ τί τοῦτό, φησι, πρὸς τὴν τοῦ νόμου λυσιτελεῖ φυλακήν; οὐ τὸ τυχόν· καὶ γὰρ νόμος ἦν παλαιὸς τὸν λεπρὸν κέντα, μὴ ἑαυτῷ τὴν δοκιμασίαν ἐπιτρέπειν τοῦ καθαρισμοῦ, ἀλλὰ φαίνεσθαι τῷ ἱερεῖ, καὶ τοῖς ὀφθαλμοῖς τοῖς ἐκείνου παρέχειν τὴν ἀπόδειξιν, καὶ ἀπὸ τῆς αὐτοῦ ψήφου, ἐγκρίνεσθαι τοῖς καθαροῖς. τὸ δὲ εἰς “ μαρτυρίαν “ αὐτοῖς,” τοῦτό ἐστιν, ἀντὶ τοῦ εἰς ἔλεγχον, εἰς κατηγορίαν, ἔαν ἀγνωμονῶσιν.

  4. 7.1

    Περ τοῦ ἑκατοντάρχου.

  5. 7.2

    ΠροσῆΛθεν αὐτῷ ἑκατόνταρχος, παρακαλῶν αὐτὸν καὶ λέγων.

  6. 7.3

    Ὁ μὲν λεπρὸς καταβάντι ἀπὸ τοῦ ὄρους προσῆλθεν· ὁ δὲ ἑκατόνταρχος, οὕτως εἰσελθόντι εἰς Καπερνάουμ. τίνος ἕνεκεν οὔτε οὗτος οὔτε ἐκεῖνος εἰς τὸ ὄρος ἀνέβησαν; οὐ διὰ ῥαθυμίαν· καὶ γὰρ ἀμφοτέρων ἡ πίστις θερμὴ, ἄλλως τε μὴ ἐκκόψαι τὴν διδασκαλίαν. οὐκ ἤγαγε δὲ τὸν ἀσθενοῦντα πρὸς τὸν Χριστόν· διὰ τὸ μεγάλην αὐτὸν ἔχειν πίστιν· ἤδει γὰρ σαφῶς ὅτι καὶ ἐπίταγμα ἀρκεῖ μόνον εἰς τὴν ἀνάστασιν τοῦ κειμένου· καὶ ὁ Κύριος δὲ διὰ τοῦτο, ὅπερ μηδαμοῦ πρότερον ἐποίησεν, ἐνταῦθα ποιεῖ, πανταχοῦ ἑπόμενος τῇ προαιρέσει τῶν ἱκετευόντων· ἐνταῦθα αὐτὸς ἐπαγγέλλεται παραγενέσθαι εἰς τὴν οἰκίαν, καὶ θεραπεῦσαι τὸν ἀσθενοῦντα· ποιεῖ δὲ τοῦτο r, ἵνα μάθωμεν τὴν ἀρετὴν τοῦ ἑκατοντάρχου. εἰ γὰρ μὴ τοῦτο ἐπηγγείλατο, ἀλλ’ εἶπεν, ὕπαγε, ἰάθη ὁ παῖς σου, οὐδὲν ἃν τούτων ἔγνωμεν· τι γάρ. φησιν ὁ ἑκατόνταρχος; “οὐκ εἰμὶ ἱκανὸς καὶ τὰ ἐξῆς· ἀκούσωμεν s ὅσοι τὸν Χριστὸν μέλλομεν ὑποδέχεσθαι, καὶ ζηλώσωμεν, καὶ μετὰ τοσαύτης σπουδῆς δεξώμεθα· καὶ γὰρ ὅταν πένητα ὑποδεξώμεθα πεινῶντα καὶ γυμνὸν, ἐκεῖνον καὶ ὑπεδεξάμεθα καὶ ἐθρέψαμεν· διὰ τι δὲ ἐθαύμασεν αὐτοῦ τὴν πίστιν ἐπὶ τοῦ τοσούτου πλήθους, καὶ κρείττονα εἶναι αὐτὸν παντὸς τοῦ πλήθους τῶν Ἰουδαίων ἀπεφήνατο, καὶ τὰς τῆς βασιλείας δώσει τιμὰς, τὴν ἐν τοῖς κόλποις τῶν πατριαρχῶν ἀνάκλισιν t διδούς; ἵνα καὶ τοῖς ἄλλοις ὑπόδειγμα δώσῃ, ὥστε αὐτὸν ζηλοῦν, καὶ παιδευθῶμεν πιστεύειν οὕτως· ὅθεν καὶ κατὰ τὴν πίστιν αὐτοῦ, ἰάθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. χρὴ δὲ γινώσκειν, ὅτι αὐτός ἐστιν ὁ παρὰ τῷ Λουκᾷ μνημονευόμενος· ὁ δὲ παρὰ τῷ Ἰωάννῃ ἕτερος.

  7. 7.4

    Ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.

  8. 7.5

    Σευήρου Ἀντιοχείασ ἐν Ὑπακοῆι. Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας ἡμῶν Ἰησοῦς ὁ Θεὸς, εἰδὼς τὸν ἐναποκείμενον τῆς πίστεως θησαυρὸν τῇ τοῦ ἑκατοντάρχου ψυχῇ, ἑκὼν πρὸς τὸ ταπεινὸν ὑποβὰς, εἶπεν· ἐγὼ ἐλθὼν εἰς τὸν οἰκόν σου θεραπεύσω τὸν παῖδα σου· καὶ τοῦτο τὸ ῥῆμα πᾶσαν αὐτοῦ τὴν καρδίαν ἐξήντλησεν· ἐπίστευσε γὰρ αὐτὸν εἶναι Θεὸν ἀληθῆ, καὶ ἐβόησεν· “εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου.” εἰ γὰρ ἐγὼ στρατιώτης ὣν, καὶ ὑπὸ ἐξουσίαν βασιλέως τελῶν, τοῖς δορυφόροις ἐντέλλομαι, πῶς οὐ μᾶλλον αὐτὸς ὁ τῶν ἄνω καὶ ἀγγελικῶν δυνάμεων ποιητὴς, ὃ θέλεις ἐρεῖς, καὶ γενήσεται;

  9. 7.6

    Ὠριγένουσ. Καὶ ζωῆς καὶ θανάτου εἶχεν ὁ ἑκατόνταρχος τὸν Ἰησοῦν ἐξουσιαστήν· διὸ καὶ ἐθαυμάσθη· οὐδένα ἐν τῇ Ἱερουσαλὴμ εὑρίσκομεν καταθαρρήσαντα τῷ θανάτῳ.

  10. 7.7

    Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.

  11. 7.8

    Ὁρᾷς πῶς ἕκαστον τῶν μαρτυρησάντων αὐτῷ τὴν ἐξουσίαν θαυμάζει· ἵνα δὲ καὶ ἐκ τοῦ ἐναντίου τοῦτο μάθῃς· ἐπειδὴ ἡ Μάρθα τούτων οὐδὲν εἶπεν, ἀλλὰ τοὐναντίον· ὅτι ὅσα ἃν αἰτήσῃ τὸν Θεὸν δώσει σοι, οὐ μόνον οὐκ ἐπῃνέθη, καίτοι γνώριμος οὖσα, καὶ ἀγαπητὴ, καὶ τῶν σφόδρα περὶ αὐτὸν ἐσπουδακότων, ἀλλὰ καὶ ἐπετιμήθη, καὶ διορθώθη παρ’ αὐτοῦ, ὡς οὐ καλῶς εἰρηκυῖα· καὶ γὰρ ἔλεγεν αὐτῇ· “ οὐκ εἶπον σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει “ τὴν δόξαν τοῦ Θεοῦ;” ὡς μηδέπω πιστεύσασαν ἦν ἐγκαλῶν.

  12. 7.9

    Ἀλλοσ. Ἆρα τὸ μεγάλα περὶ αὐτοῦ φαντάζεσθαι, τοῦτο μάλιστα πίστεως καὶ βασιλείας καὶ τῶν ἄλλων πρόξενον ἀγαθῶν· οὐδὲ γὰρ μέχρι λόγων γέγονεν αὐτῷ ὁ ἔπαινος, ἀλλὰ καὶ τῶν νοσούντων ὑγιᾶ ἀπέδωκεν ἀντὶ τῆς πίστεως, καὶ λαμπρὸν αὐτῷ πλέκει τὸν στέφανον, καὶ μεγάλα ἐπαγγέλλεται δωρεᾶς.

  13. 7.10

    Ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραάμ.

  14. 7.11

    Ωριγένουσ. Εἰ στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν· διὰ ποίας οἱ πολλοὶ εἰσελεύσονται; περὶ γὰρ τῆς πλατείας καὶ εὐρυχώρου λέγει, ὅτι πολλοὶ δι’ αὐτῆς ἔρχονται. ὁ μὲν τοῦ Σωτῆρος λόγος εἴρηται· ἐπειδὴ ὀλίγοι ἀπὸ τοῦ Ἰσραὴλ διασώζονται· οὐ πολλοὶ γὰρ ἐπίστευον εἰς αὐτὸν, ἀλλ’ ὀλίγοι· διὸ ἔλεγε· “ μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον,” καὶ τὰ ἑξῆς· προφητικῶς δὲ ἐλέχθη “ πολλοὶ ἥξουσιν” ὡς περὶ τῶν μελλόντων πιστεύειν u ἀπὸ τῶν ἐθνῶν, “ ἀπὸ ἀνατολῶν καὶ “ δυσμῶν·” αὐτοὺς δὲ τοὺς Ἰσραηλίτας ἐκβαλλομένους εἰς τὸ σκότος τὸ ἐξώτερον. Καὶ μετ’ ὀλίγα — Τὸ δὲ “ἀνακλιθήσονται “ ἐν κόλπῳ Ἀβραὰρμ” καὶ τὰ ἑξῆς, τάχα περὶ τοῦ “ ὡμοιώθη ἡ “ βασιλεία ἀνθρώπῳ ποιήσαντι γάμους τῷ υἱῷ αὐτοῦ, καὶ “ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καὶ τὰ ἑξῆς· καὶ πάλιν, “ οἱ “ υἱοὶ τῆς βασιλείας ἐκβαλλόμενοι, κατὰ τοὺς Ἰσραηλίτας, “ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, τὰ ἔθνη.

  15. 8.1

    Περὶ τῆς πενθερᾶς Πέτρου.

  16. 8.2

    Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν.

  17. 8.3

    Τοῦ Χρυσοστόμου. τίνος χάριν εἰσῆλθεν εἰς τὴν οἰκίαν Πέτρου ὁ Κύριος; τροφῆς μεταληψόμενος· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, ἀνέστη καὶ διηκόνει αὐτῷ· παρὰ γὰρ τοῖς μαθηταῖς κατήγετο, ὥσπερ καὶ παρὰ Ματθαίῳ, ὅτε αὐτὸν ἐκάλεσεν, τιμῶν αὐτοὺς καὶ προθυμωτέρους ἐν τούτῳ ποιῶν· καίτοι ἐννοήσωμεν, οἱα ἢν τὰ οἰκήματα τῶν ἁλιέων τούτων, ἀλλ’ ὅμως οὐκ ἀπηξίου ὑπὸ τὰς καλύβας αὐτῶν εἰσιέναι τὰς εὐτελεῖς· παιδεύων ἡμᾶς διὰ πάντων, τὸν ἀνθρώπινόν τῦφον καταπατεῖν. ἁψάμενος τῆς χειρὸς τῆς πενθερᾶς αὐτοῦ, οὐχὶ τὸν πυρετὸν ἔσβεσεν μόνον, ἀλλὰ καὶ καθαρὰν τὴν ὑγιείαν ἀπέδωκε, καὶ τοῦτο δῆλον, ἐκ τοῦ διακονεῖν αὐτῶ.

  18. 9.1

    Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων.

  19. 9.2

    Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζο- μένους πολλούς.

  20. 9.3

    Διὰ τοῦτο δεικνύει τὴν πίστιν τοῦ πλήθους λοιπὸν αὐξανομένην· οὐδὲ γὰρ τοῦ καιροῦ κατεπείγοντος ἀναχωρεῖν ἠνείχοντο· οὐδὲ ἄκαιρον εἶναι ἐνόμιζον ἐν ἑσπέρᾳ προσάγειν τοὺς ἀρρώστους αὐτῶν· χρὴ δὲ τοῦτο σκοπεῖν, πόσῳ μᾶλλον πλῆθος θεραπενομένων παρατρέχουσιν οἱ Εὐαγγελισταὶ, οὐχὶ καθ’ ἕνα λέγοντες ἡμῖν καὶ διηγούμενοι, ἀλλ’ ἑνὶ ῥήματι πέλαγος ἄφατον θαυμάτων ὑπερβαίνοντες. τὸν προφήτην δὲ εἰσάγει μαρτυροῦντα καὶ λέγοντα, ὅτι “ τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν· ἵνα μὴ τὸ μέγεθος τοῦ θαύματος εἰς ἀπιστίαν ἐμβάλῃ τινά; ὅπερ πλῆθος τοσοῦτον, καὶ ποικίλα νοσήματα ἐν μιᾷ καιροῦ ῥοπῇ ἔλυσε, καὶ διώρθωσεν μεγάλην πανταχοῦ τὴν ἀπὸ τῶν γραφῶν ἀπόδειξιν ἡμῖν οὖσαν· τὸ δὲ “ἔλαβε καὶ ἐβάστασεν,” περὶ ἁμαρτιῶν μᾶλλον εἴρηται τῷ προφήτῃ, καθὼς καὶ ὁ πρόδρομος φησίν· “ἴδε ὁ ἁμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· τέθεικε δὲ αὐτὸ ὁ Εὐαγγελιστὴς ἐνταῦθα· περὶ δὲ νοσημάτων δεῖξαι θέλων, ὅτι τὰ πλείονα τῶν νοσημάτων, ἐξ ἁμαρτιῶν ἐπέρχονται ἡμῖν· διὰ τοῦτο ἰδὼν τοὺς ὄχλους περὶ αὐτὸν, ἐκέλευσεν αὐτοῖς ἀπελθεῖν εἰς τὸ πέραν, διὰ τὸ ἀκόμπαστον μετριάζειν ἡμᾶς παιδεύων, καὶ διδάσκων μηδὲν ποιεῖν πρὸς ἐπίδειξιν. οὐ γὰρ δὴ μόνον σώματα ἐθεράπευεν, ἀλλὰ καὶ τὰς ψυχὰς διόρθου· καὶ φιλοσοφίαν ἐπαίδευεν, ἅμα δὲ καὶ τὸν φθόνον τὸν Ἰουδαικὸν παραμυθούμενος· καὶ γὰρ ἦσαν αὐτῷ προσηλώμενοι οἱ ὄχλοι· φιλοῦντες αὐτὸν καὶ θαυμάζοντες, καὶ ὁρᾷν εἰς αὐτὸν βουλόμενοι· τίς γὰρ ἃν ἀπέστη τοιαῦτα θαυματουργοῦντος αὐτοῦ; τίς οὐκ ἂν καὶ τὸ πρόσωπον ἠθέλησε μόνον ἰδεῖν, καὶ τὸ στόμα τὸ τοιαῦτα φθεγγόμενον; οὐδὲ γὰρ θαυματουργεῖν ἦν θαυμαστὸς μόνον, ἀλλὰ καὶ φαινόμενος ἁπλῶς, πολλῆς ἔγεμε χάριτος· καὶ τοῦτο ὁ προφήτης δηλῶν ἔλεγεν· “ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν “ ἀνθρώπων.” εἰ δὲ ὁ Ἡσαΐας λέγει, “ οὐκ εἶχεν εἶδος οὐδὲ “ κάλλος,” διὰ τὰ ἐν τῷ πάθει συμβάντα καὶ τὴν ἀτιμίαν, ἣν ὑπέμεινε τῷ καιρῷ τοῦ σταυροῦ, ταῦτα φησὶν, ἣ καὶ διὰ τὴν εὐτέλειαν, ἣν παρὰ πάντα τὸν βίον ἐπεδείξατο. οὐ πρότερον δὲ “ἐκέλευσεν ἀπελθεῖν,” ἕως ἃν ἐθεράπευσεν· ἦ γὰρ ἃν οὐδὲ ἠνέσχοντο.

  21. 10.1

    Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν.

  22. 10.2

    Καὶ προσελθὼν εἷς γραμματεὺς, εἶπεν αὐτῷ.

  23. 10.3

    Διὰ τι τῶ εἰπόντι αὐτῶ “ διδάσκαλε, ἀκολουθήσω σοι καὶ τὰ ἑξῆς, “αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν,” ἀνταπεκρίθη; ἐπειδὴ χρημάτων δοῦλος ὑπάρχων ἐκεῖνος, καὶ ἰδὼν πολλὰ σημεῖα ποιοῦντα αὐτὸν, καὶ πολλοὺς ἀκολουθοῦντας αὐτῷ, προσεδόκησεν χρηματίζεσθαι ἐκ τῶν τοιούτων θαυμάτων· διὸ γινώσκων αὐτὸς τὰ ἐν τῷ συνειδότι αὐτοῦ, καὶ τὴν πολλὴν ἀπόνοιαν καὶ φιλαργυρίαν, ταῦτα φησίν· ὡσανεὶ ἔλεγεν αὐτῷ, ὅτι σὺ μὲν χρήματα προσδοκᾷς ἀκολουθῶν ἐμοὶ συλλέγειν· σκόπει δὲ ὅτι οὔτε καταγώγιόν μοι ἐστὶν, οὐδὲ τοσοῦτον, ὅσον ταῖς ἀλώπηξι καὶ τοῖς ὀρνέοις· ταῦτα δὲ τὰ ῥήματα οὐκ ἦν ἀποτρεπομένου, ἀλλ’ ἐλέγχοντος μὲν τὴν πονηρὰν γνώμην, παρέχοντος δὲ εἰ βούλοιτο, μετὰ τῆς τοιαύτης προσδοκίας ἀκολουθεῖν· ἐκεῖνος δὲ ταῦτα ἀκούσας καὶ ἐλεγχθεὶς, οὐκ εἶπεν, ἕτοιμός εἰμι ἀκολουθῆσαι, ἀλλ’ ἔδειξε τὴν ἑαυτοῦ πονηρίαν, εὐθέως ἐπαναχωρήσας· ὁ δὲ μετὰ ταῦτα προσελθὼν καὶ εἰπὼν, “ Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ τὰ ἑξῆς, ἐπείδηπερ εὐγνωμόνως τὸ “ἐπίτρεψον” εἶπεν, καὶ οὐκ ἐμιμήσατο ἐκεῖνον αὐθαδῶς εἰπόντα τὸ “ἀκολουθήσω σοι, ἀπεδέχθη μὲν, οὐκ ἐπετράπη δὲ, ἀλλ’ ἤκουσεν, “ἄφες τοὺς νεκροὺς θάψαι “ τοὺς ἑαυτῶν νεκρούς· διὰ τούτου δεικνὺς ὅτι ὁ μὲν εἰπὼν ταῦτα υἱὸς, ἐκ τῶν πιστευσάντων ἦν· ὁ δὲ τετελευτηκὼς πατὴρ ἐκ τῶν μὴ πιστευσάντων. Καὶ μετ’ ὀλίγον — Ἐκώλυσε δὲ αὐτὸν, οὐχὶ καταφρονεῖν τῆς εἰς τοὺς γονέας τιμῆς κελεύων, ἀλλὰ δεικνὺς ὅτι οὐδὲν τῶν οὐρανίων πραγμάτων ἡμῖν ἀναγκαιότερον εἶναι χρή.

  24. 10.4

    Ωριγένουσ. Οἱ νεκροὶ εἰώθασι θάπτειν τοὺς ἑαυτῶν νεκρούς· ψυχὴ ἐν κακίᾳ οὖσα νεκρά ἐστιν. ὁ αἰσθητὸς δὲ θάνατος διὰ τὴν ἁμαρτίαν· καλῶς οὖν ἡ ἁμαρτία θάνατος λέγεται, καὶ ὁ ἐν ἀυτῇ ὢν, νεκρὸς ἐστιν.

  25. 11.1

    Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων.

  26. 11.2

    καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.

  27. 11.3

    Διὰ τοῦτο ἀφίησι τοὺς μαθητὰς κλυδωνισθῆναι, ἵνα μὴ μέγα φρονῶσιν, ὅτι τοὺς ἄλλους ἐκπέμψας, αὐτοὺς κατέσχε μεθ’ ἑαυτοῦ· ἅμα δὲ καὶ γυμνάζων αὐτοὺς πειρασμοὺς φέρειν γενναίως, μέλλοντας τῆς οἰκουμένης ἀθλητὰς γενέσθαι· τὸ δὲ “τί δειλοί ἐστε “[ἀκούσαντες] ὀλιγόπιστοι ;” διὰ τούτου παιδεύων αὐτοὺς, ὅτι φόβον οὐχ ἡ τῶν πειρασμῶν ἐργάζεται ἐπαγωγὴ, ἀλλὰ τὸ τῆς διανοίας ἀσθενές. διὰ τοῦτο δὲ καὶ καθεύδει, διδοὺς καιρὸν τῇ δειλίᾳ, ἵνα δι’ αὐτῆς αἰσθόμενοι σωτηρίας, καὶ αὐτοὶ εὐεργεθηθῶσιν. διὰ τοῦτο δὲ ἄνθρωπον οἱ ὄχλοι ὠνόμαζον, οὐχ ὡς Θεὸν ἐλογίσαντο u τοιαῦτα θαυματουργήσαντα. “ποταπὸς γάρ” φησιν, “ἔστιν x ὁ ἄνθρωπος οὗτος, καὶ τὰ ἑξῆς· ἀπό τε τῆς ὄψεως, ἀπό τε τοῦ ὕπνου καὶ τοῦ πλοίῳ κεχρῆσθαι.

  28. 12.1

    Περὶ τῶν δύο δαιμονιζομένων.

  29. 12.2

    Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν, εἰς τὴν χώραν τῶν Γενῶν.

  30. 12.3

    Διὰ τοῦτο δὲ ἦλθον οἱ δαίμονες τὴν θεότητα αὐτοῦ ἀνακηρύττοντες· “τί ἡμῖν καὶ σοὶ Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ;” καὶ οἱ διὰ τῆς γαλήνης τῆς θαλάσσης μὴ πειθόμενοι αὐτὸν Θεὸν εἰναι, ἤκουον τῶν δαιμόνων ταῦτα βοώντων· ἵνα δὲ μὴ δόξῃ τὸ πρᾶγμα κολακείας εἶναι· ἀπὸ τῆς πείρας βοῶσι λέγοντες, “ἦλθες ὧδε πρὸ καιροῦ, βασανίσαι ἡμᾶς” καὶ γὰρ ἐμαστίζοντο ἀοράτως, τὰ ἀνήκεστα πάσχοντες ἀπὸ τῆς παρουσίας μόνης· τίνος δὲ χάριν αὐτὸς ἀπῆλθε πρὸς αὐτούς; ἐπειδὴ οὐδεὶς αὐτοὺς προσενεγκεῖν ἐτόλμα τοῖς πολλοῖς ἐνθεῖναι βουλόμενοι, οἶον ὅτι αἱ ψυχαὶ τῶν ἀπελθόντων δαίμονες γίνονται· ὃ μὴ γένοιτό ποτε, κἂν μέχρις ἐννοίας λαβεῖ; ἀλλ’ οὐδὲ ὅτι χωρισθεῖσα τοῦ σώματος ἡ ψυχὴ ἐνταῦθα πλανᾶται λοιπόν. αἱ μὲν γὰρ τῶν δικαίων ψυχαὶ, ἐν χειρὶ Θεοῦ· ὁμοίως δὲ καὶ αἱ τῶν παιδίων· οὐδὲ γὰρ ἐκεῖναι πονηραί· αἱ δὲ τῶν ἁμαρτωλῶν, εὐθέως ἐντεῦθεν ἀπάγονται· καὶ δῆλον ἀπὸ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου· καὶ ἀλλαχοῦ δέ φησιν ὁ Κύριος· “σήμερον τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπό σου,” οὐχ οἱόν τε οὖν ψυχὴν ἐξελθοῦσαν τοῦ σώματος.

  31. 12.4

    Διὰ τί δὲ, ὅπερ παρεκάλεσαν οἱ δαίμονες, ἐποίησεν ὁ δεσπότης τῶν ὅλων Χριστὸς, εἰς τὴν ἀγέλην τῶν χοίρων ἐπιτρέψας αὐτοῖς ἀπελθεῖν; οὐκ ἐκείνοις πειθόμενος τοῦτο ἐποίησεν, ἀλλ’ ἵνα μάθωσιν ἅπαντες, ὅτι οὔτε χοίρων κατατολμῶσιν, εἰ μὴ αὐτὸς συγχωρήσειεν· καὶ ὅτι πολλῆς ἀπολαύομεν τῆς τοῦ Θεοῦ προνοίας· ἔτι δὲ καὶ ἵνα οἱ τοὺς τόπους ἐκείνους οἰκοῦντες μάθωσι τὴν τοῦ Θεοῦ δύναμιν, καὶ ἐκ τούτου εἰς τὴν αὐτοῦ θεογνωσίαν ἔλθωσι· καὶ γὰρ ὑπῆρχον ἀναίσθητοι λίαν, καθὼς ἀπὸ τοῦ τέλους ἐστὶ τοῦτο δῆλον· δέον γὰρ αὐτοὺς προσκυνῆσαι αὐτὸν, καὶ θαυμάσαι τὴν δύναμιν. οἱ δὲ ἐπιπέμπον μᾶλλον καὶ παρεκάλουν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν· διὰ τοῦτο δὲ τοὺς χοίρους ἀνεῖλον οἱ δαίμονες, ἵνα τοὺς ἀνθρώπους εἰς ἀθυμίαν ἐμβάλωσι· πανταχοῦ γὰρ χαίρουσιν ἐπὶ ταῖς συμφοραῖς ἡμῶν· ὡς καὶ ἐπὶ τοῦ Ἰὼβ ἐποίησεν ὁ διάβολος· καίτοι καὶ ἐκεῖ ὁ Θεὸς ἐπέτρεψεν· ἀλλ’ οὐδὲ ἐκεῖ πειθόμενος τῷ διαβόλῳ, ἀλλὰ τὸν αὐτοῦ θεράποντα θέλων ἀποφῆναι λαμπρότερον. ἰδίαν δὲ αὐτοῦ πόλιν τὴν Καπερναοὺμ λέγει ἐνταῦθα· ἡ γὰρ Βηθλεὲμ ἤνεγκεν αὐτὸν, ἡ δὲ Ναζαρὲτ ἔθρεψεν· ἡ δὲ Καπερναοὺμ εἶχεν οἰκοῦντα διηνεκῶς· χρὴ δὲ σκοπεῖν καὶ τὸ ἐπιεικὲς τοῦ δεσπότου καὶ ἄτυφον, ὅτι εἰς πλοῖον ἐμβὰς, διέβαινε, δυνάμενος καὶ πεζὴ διαβαίνειν· καὶ ὅτι ὑπὸ τῶν ἐν Γαδάροις ἐκβληθεὶς, οὐκ ἀντέτεινεν, ἀλλὰ ἀνεχώρησε μὲν, οὐ μακρὰν δέ.

  32. 12.5

    Καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν.

  33. 12.6

    Εἰ μὴ οἱ χοῖροι κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν ὥρμησαν καὶ ἀπεπνίγησαν ἐν τοῖς ὕδασιν, οὐκ ἃν οἱ βόσκοντες τοὺς χοίρους ἔφυγον τοῦ βόσκειν χοίρους, καὶ κήρυκες τῶν θαυμάτων τῆς ἀληθείας ἐγένοντο.

  34. 12.7

    Καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ.

  35. 12.8

    Θεοδώρου Ἡρακλείασ. Ὡς ἀναξίους ἑαυτοὺς κρίναντες τῆς τοῦ Κυρίου ἐπιδημίας, εἶπον τοῦτο οἱ Γεργεσηνοὶ τῷ Χριστῷ, ὡς καὶ ὁ Πέτρος ἐπὶ τῇ τῶν ἰχθύων ἄγρᾳ.

  36. 12.9

    Θεοδώρου Μομψουεστίασ. Παρεκάλεσαν τοίνυν ἐφ’ ἑτέρους μεταβῆναι τόπους, ὡς οὐκ ἄξιοι ὄντες τοσοῦτον ἀγαθὸν ἐπὶ τῆς οἰκείας ἔχειν χώρας, δείσαντες μήπου y ἁμαρτημάτων ἕνεκεν. Ωριφένουσ. Ὡς ἀναίσθητοι τοῦτο εἰπον καὶ ἄγαν ἄπιστοι οἱ Γεργεσηνοί.

  37. 12.10

    Τοῦ αὐτοῦ. Οὐκ ἀπωθούμενοι, ἀλλὰ ταπεινοφρονοῦντες.

  38. 12.11

    Ἀπολιναρίου. Ἐπειδὴ πόθον οὐκ εἶχον τοῦ ἀγαθοῦ, ἀλλ’ ἀργῶς διέκειντο καὶ ὀκνηρῶς πρὸς τὴν τοῦ μεγάλου ἀγαθοῦ κατάληψιν.

  39. 13.1

    Περὶ τοῦ παραλυτικοῦ.

  40. 13.2

    Καὶ ἰδοὺ προσήφερον αὐτῷ παραλυτικὸν, ἐπὶ κλίνης βεβλημένον.

  41. 13.3

    Περὶ τοῦ παραλυτικοῦ ὁ μὲν Ματθαῖος φησὶν, ὅτι προσέφερον αὐτόν· οἱ δὲ ἄλλοι, ὅτι καὶ τὴν στέγην διατεμόντες, κατέθηκαν αὐτὸν καὶ προὔθηκαν τῷ Χριστῷ· ἐπεὶ οὖν τοσαύτην ἐπεδείξαντο πίστιν, ἐπιδείκνυται καὶ αὐτὸς τὴν αὐτοῦ δύναμιν, μετ’ ἐξουσίας πάσης λύων τὰ ἁμαρτήματα· καί τινες μὲν τῶν γραμματέων, τῇ βασκανία κατεχόμενοι, ἐν ἑαυτοῖς εἰπον, “οὗτος βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός; αὐτὸς δὲ διὰ τῶν προβλημάτων βεβαιοῖ τὰ εἰρημένα, ἐλέγξας ὡς Θεὸς τὰς ἐνθυμήσεις αὐτῶν· μόνου γὰρ Θεοῦ ἐστι τὸ τὰ ἀπόρρητα εἰδέναι· ἔπειτα δὲ καὶ φησι πρὸς αὐτούς· “τι ἐστιν εὐκοπώτερον εἰπεῖν, “ ἀφέωνται σου αἱ ἁμαρτίαι, ἣ εἰπεῖν ἆρον τὸν κράβαττόν σου “ καὶ ὕπαγε εἰς τὸν οἶκον σου” ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· τί δοκεῖ εὔκολον ὑμῖν εἶναι· σῶμα σφίγξαι παραλελυμένον, ἣ ψυχῆς ἁμαρτήματα λῦσαι; εὔδηλον, ὅτι σῶμα σφίγξαι· ὅσῳ γὰρ σώ- μάτος ψυχὴ βελτίων, τοσοῦτον τὰ ἁμαρτήματα λῦσαι τούτου ἄμεινον. ἐπεὶ δὲ τὸ μὲν ἀφανὲς, τὸ δὲ φανερόν· διὰ τοῦτο οὖν προστίθημι τὸ καταδεέστερον φανερῶς, ἵνα τὸ μεῖζον καὶ ἀφανὲς διὰ τούτου λάβη τὴν ἀπόδειξιν.

  42. 13.4

    Πέμπει δὲ αὐτὸν εἰς τὴν οἰκίαν αὐτοῦ, εὐθέως θεραπευθέντα, πάλιν καὶ ἐνταῦθα τὸ ἄτυφον δεικνύς· ὅτι δὲ καὶ οὐ φαντασία ἦν τὸ γινόμενον, διὰ τοῦτο γὰρ καὶ βαστάσαι αὐτὸν τὸν προσέταξεν, ὅμως οὖν καὶ οἱ ὄχλοι ἔτι χαμαὶ σύρονται· “ ἰδόντες γάρ,” φησιν, “ ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν, τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.” προίστατο γὰρ αὐτοῖς ἡ σάρξ· αὐτὸς γὰρ μακροθυμῶν οὐκ ἐπετίμα αὐτοῖς· τέως γὰρ οὐκ ἦν μικρὸν τὸ νομίζεσθαι πάντων ἀνθρώπων αὐτὸν εἶναι μείζονα, καὶ ὅτι παρὰ τοῦ Θεοῦ ἦλθεν· εἰ γὰρ ταῦτα καλῶς ἐβεβαίωσαν παρ’ ἑαυτοῖς, ὁδῷ προβαίνοντες ἔγνωσαν ἃν, ὅτι καὶ Θεοῦ Υἱὸς ἦν· ἀλλ’ οὐ κατέσχον ταῦτα σαφῶς· οὐδὲ προελθεῖν εἰς τὸ βέλτιον ἠδυνήθησαν· ἔλεγον γὰρ πάλιν, ὅτι οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ· ποιήσας δὲ τὸ θαῦμα τοῦ παραλυτικοῦ, οὐκ ἐπέμεινεν ἐν τῷ τόπῳ, ἵνα μὴ τὸν ζῆλον πλεῖον ἐξάψῃ ὁρώμενος· οὕτως οὑν καὶ ἡμεῖς ποιῶμεν, ἐκκλίνοντες x τοὺς ἐπιβουλεύοντας.

  43. 13.5

    τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς, ἆρόν σου τὸν κράβαττον.

  44. 13.6

    Κυρίλλου. Ἐξῆλθε τὸ ῥῆμα, καὶ τὸ θαῦμα ἐπεκολούθησε· διὰ τί δὲ καὶ υἱὸν ἀνθρώπον εἰπεν ἀφιέναι ἁμαρτίας, ἐπιτελουμένης θεοσημείας; ἣ ἵνα δείξῃ, ὅτι κατήγαγεν εἰς τὴν ἀνθρωπίνην φύσιν τὴν τῆς θεότητος ἐξουσίαν, διὰ τὴν ἀδιαίρετον πρὸς αὐτὴν ἕνωσιν· εἰ γὰρ καὶ ἄνθρωπος, φησὶ, γέγονα Θεὸς Λόγος ὑπάρχων, καὶ διὰ τὴν οἰκονομίαν ἐπὶ γῆς πολιτεύομαι τε καὶ ἀναστρέφομαι· ἀλλ’ οὐδὲ ἧττον τὰ πέρα λόγου ἀποτελῶ θαύματα, καὶ ἄφεσιν δωροῦμαι ἁμαρτημάτων· οὐ γὰρ ἀφειλάμην τι τῶν τῆς θεότητος ἰδιωμάτων, ἣ ἐμείωσα τὸ γενέσθαι με ἀτρέπτως καὶ ἀληθῶς ἐπὶ τῆς γῆς κατὰ σάρκα υἱὸν ἀνθρώπου. Καὶ μετ’ ὀλίγα—Οἰκονομικῶς δὲ λέγει “ ἐπὶ τῆς γῆς,” ἵνα δείξῃ, ὅτι καὶ ἄνθρωπος γεγονὼς, καὶ ἐπὶ τῆς γῆς ὠφθεὶς, Θεὸς ἠν κατὰ φύσιν.

  45. 13.7

    Ἰδόντες δὲ οἱ ὄχλοι, ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

  46. 13.8

    Θεοδώρου Μομψουεστίασ. Θεῖον τὸ πρᾶγμα γινώσκουσιν· τὸν δὲ ποιήσαντα ὁρῶσιν ἄνθρωπον· διὰ τοῦτο ὡς δωρεὰν τοῦ Θεοῦ, καὶ οὐχ ὡς αὐτοῦ δύναμιν, θαυμάζουσιν.

  47. 14.1

    Περὶ τοῦ Ματθαίου.

  48. 14.2

    Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν, ἴδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον.

  49. 14.3

    τίνος ἕνεκεν οὐ μετὰ Πέτρου καὶ τῶν ἄλλων ἐκάλεσε τὸν Ματθαῖον; ἐπειδήπερ τὰς καρδίας ἐπιστάμενος, καὶ τὰ ἀπόρρητα τῆς ἑκάστου διανοίας εἰδὼς, τότε τοῦτο ἐποίησεν, ὅτε ἠπίστατο ἥξοντα· διὰ δὴ τοῦτο καὶ Παῦλον μετὰ τὴν ἀνάστασιν ἡλίευσεν. οὐκ ἀποκρύπτεται δὲ τὸν ἑαυτοῦ βίον, ἀλλὰ καὶ τὸ ὄνομα τίθησι, τῶν ἄλλων Εὐαγγελιστῶν κρυψάντων αὐτὸν προσηγορίᾳ ἑτέρᾳ· καὶ ὅτι ἐπὶ τὸ τελωνεῖον ἐκάθητο, ἵνα δείξη τοῦ καλέσαντος τὴν δύναμιν καὶ τὴν ἀγαθότητα· ὅτι οὐκ ἀποστάντα αὐτὸν πρότερον τῆς πονηρᾶς ταύτης καπηλείας, ἀλλ’ ἐπιτήδευμα ἔχοντα ἀναισχυντίας γέμον καὶ ἰταμότητος καὶ κέρδεος y οὐκ ἔχον πρόφασιν εὔλογον· καὶ ἁρπαγὴν σχῆμα ἔχουσαν ἔννομον, ἐκ μέσων αὐτὸν ἀνέσπασε τῶν κακῶν· ἀλλ’ ὥσπερ εἴδομεν τοῦ καλέσαντος τὴν ἀγαθότητα, οὕτω καταμάθωμεν καὶ τοῦ κληθέντος τὴν ὑπακοήν· οὔτε γὰρ ἀντέτεινεν, οὔτε ἀμφισβητήτως εἶπεν· ἄρα μὴ ἀπατηλῇ z κλήσει ἐμὲ τὸν τοιοῦτον καλεῖ; καὶ γὰρ ἀκαιρίας αὕτη πάλιν ὑπῆρχεν ἡ ταπεινοφροσύνη· καλέσας τοίνυν αὐτὸν καὶ τιμῇ μεγίστῃ τετιμηκὼς, τραπέζης αὐτῷ κοινωνήσας εὐθέως· ἐν τούτῳ αὐτὸν καὶ ὑπὲρ τῶν μελλόντων εὐέλπιδα ποιῶν, καὶ εἰς πλείονα παρρησίαν ἐνάγων· οὐ γὰρ χρόνῳ μακρῷ, ἀλλὰ ἀθρόον ἐξιάσατο τὴν κακίαν· καὶ οὐκ αὐτῷ συνανάκειται μόνον, ἀλλὰ καὶ ἑτέροις πολλοῖς τοιούτοις· διὰ τί δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐνδιαβάλλουσι τὸν Κύριον οἱ Φαρισαῖοι, ὡς μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίοντα; κακούργῳ σκέψει βουλόμενοι ἀποχωρῆσαι αὐτοὺς τοῦ διδασκάλου· αὐτὸς δὲ οὐ μόνον οὐκ a ἔγκλημα εἶναι, ἀλλὰ καὶ πολλῆς φιλανθρωπίας ὑπερβολὴν, τὸ μετὰ τοιούτων ἐσθίειν δείκνυσι· διὸ καὶ φησίν· “ οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ” καὶ τὰ ἑξῆς.

  50. 14.4

    Τὸ δὲ, “ πορευθέντες μάθετε τι ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν σημαίνει ὅτι οὐ κεκωλυμένον ἔργον ἐστὶ τὸ ἁμαρτωλοὺς διορθοῦσθαι, ἀλλὰ καὶ νομοθετημένον, καὶ μᾶλλον τῆς θυσίας κρεῖττον· ὅθεν καὶ τὴν παλαιὰν εἰσάγει συνῳδὰ αὐτῷ φθεγγομένην καὶ νομοθετοῦσαν· ἅμα δὲ καὶ τὴν τῶν γραφῶν ἄγνοιαν αὐτοῖς ὀνειδίζων ταῦτα ἔλεγεν· καὶ ὅτι πάσης τῆς λοιπῆς ἀμελοῦντες ἀρετῆς, ἐν ταῖς θυσίαις τὸ πᾶν ἐτίθεντο· ἐγὼ γάρ, φησι, τοσοῦτον ἀπέχω τοῦ βδελύξασθαι τοὺς ἁμαρτωλοὺς, ὅτι καὶ δι’ αὐτοὺς παραγέγονα μόνους· τοῦτο γὰρ δηλοῖ τὸ “οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ “ἁμαρτωλοὺς εἰς μετάνοιαν.” τίνος ἕνεκεν τῶν μαθητῶν Ἰωάννου ἐγκαλεσάντων, ὅτι “ ἡμεῖς μὲν καὶ οἱ Φαρισαῖοι νηστεύομεν “ πολλὰ” καὶ τὰ ἑξῆς· καὶ ἐν τούτῳ τὴν ἐπιείκειαν αὐτοῦ καὶ πολλὴν μακροθυμίαν ἐνδεικνύμενος, οὐκ ἐπιτιμᾷ· ἀναμιμνήσκει δὲ αὐτοὺς τῶν Ἰωάννου ῥημάτων, δι’ ὧν ἔλεγεν· “ὁ ἔχων τὴν “ νύμφην,” καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὁ παρὼν καιρὸς τῆς ἐμῆς σὺν αὐτοῖς διαγωγῆς χαρᾶς καὶ εὐφροσύνης ἐστίν· “ ἐλεύσονται δὲ ἡμέραι” καὶ τὰ ἑξῆς. τὸν τοῦ πάθους διὰ τούτου μηνύων καιρόν· ἣ μᾶλλον τὸν τοῦ κηρύγματος, ὅτι τοῦ πάθους τριήμερος ἦν.

  51. 14.5

    Εἰπὼν “ὅτι οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκκους,” ἐδήλωσε διὰ τούτου, ὅτι οὔπω γεγόνασιν ἰσχυροὶ οἱ μαθηταὶ αὐτοῦ, ἀλλ’ ἔτι πολλῆς δέονται συγκαταβάσεως· διὰ τὸ μήπω ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου ἀνακαινισθῆναι αὐτούς· οὕτω δὲ διακειμένοις οὐ χρὴ βάρος ἐπιτιθέναι αὐτοῖς ἐπιταγμάτων· ταῦτα δὲ ἔλεγεν νόμους τιθεὶς καὶ κανόνας τοῖς ἑαυτοῦ μαθηταῖς· ἵνα ὅτ’ ἃν μέλλωσι μαθητὰς λαμβάνειν, μετὰ πολλῆς αὐτοῖς προσφέρωνται b τῆς ἡμερότητος.

  52. 14.6

    Οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς.

  53. 14.7

    Ἀσκῶν δὲ μέμνηται καὶ οἴνου· ἐπειδὴ περὶ γαστριμαργίας ἦν ὁ λόγος καὶ τραπέζης· διὰ τοῦτο ἀπὸ τῶν αὐτῶν λαμβάνει τὰ ὑποδείγματα, καὶ ὅτι οὐδὲν αὐστηρὸν ἐπιτάττειν χρὴ καὶ βάρος ἔχον τοῖς ἀρχομένοις, ἀλλ’ ὅσα δυνατὸν ποιεῖν, καὶ ταχέως καὶ ἐπ’ ἐκεῖνα ἥξουσιν· ὁ γὰρ πρὸ καιροῦ, φησι, ζητῶν τοῦ προσήκοντος τὰ ὑψηλὰ ἐντιθέναι δόγματα, οὐδὲ τοῦ καιροῦ καλοῦντος λοιπὸν ἐπιτηδείους εὑρήσει, ἀχρήστους ἐργασάμενος ἅπαξ.

  54. 14.8

    Ωριφένουσ. Ἀσκοὶ παλαιοὶ εἰσιν οἱ τῇ νομικῇ πολιτείᾳ πεποιωμένοι c. οἶνος δὲ νέος ἡ διὰ Χριστοῦ χάρις.

  55. 14.9

    Ἱσιλώρου. τοὺς σαπέντας τῇ παλαιότητι καὶ τὴν νέαν χάριν ἀθετήσαντας ἀσκοὺς παλαιοὺς ὁ κύριος προσηγόρευσεν, ὡς διαρρηγνυμένους καὶ τὸν καινὸν λόγον τῆς βασιλείας οὐκ ἔχοντας.

  56. 14.10

    Κυρίλλου. Οἱ Φαρισαῖοι ἐοικότες ἱματίῳ κατερρωγότι ἣ ἀσκοῖς παλαιοῖς, οὐ δύνανται δέξασθαι τὴν νεάζουσαν διδασκαλίαν.

  57. 15.1

    Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου.

  58. 15.2

    ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδοὺ ἄρχων ἐλθὼν προσεκύνει αὐτῷ λέγων, ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν.

  59. 15.3

    Τὸν ἄρχοντα ὃν λέγει ἐληλυθέναι, ἀρχισυνάγωγος ἦν· χρὴ δὲ σκοπεῖν αὐτοῦ καὶ τὴν παχύτητα· δύο γὰρ ἀπαιτεῖ παρὰ τοῦ Χριστοῦ, καὶ παραγενέσθαι αὐτὸν καὶ τὴν χεῖρα ἐπιθεῖναι· ἠκολούθουν δὲ οἱ ὄχλοι ὡς ἐπὶ θαύματι μεγάλῳ· τοὺς μαθητὰς δὲ μόνους εἴασεν εἰς τὴν οἰκίαν εἰσελθεῖν, παιδεύων ἡμᾶς καὶ διὰ τοῦτο τὴν ἀνθρωπίνην διακρούεσθαι δόξαν.

  60. 16.1

    Περὶ τῆς αἱμορροούσης.

  61. 16.2

    Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη.

  62. 16.3

    τίνος ἕνεκεν οὐ μετὰ παρρησίας προσῆλθεν αὐτῷ ἡ τὴν ῥύσιν τοῦ αἵματος ἔχουσα; ἐπειδὴ ᾐσχύνετο διὰ τὸ πάθος, ἀκάθαρτος εἰναι νομιζομένη. εἰ γὰρ ἡ καταμηνίοις οὖσα, οὐκ ἐδόκει εἰναι καθαρὰ, πολλῷ μᾶλλον ἡ τοιαύτην νοσοῦσα νόσον τοῦτο ἃν ἐνόμισεν· ὅμως μὲν οὖν μετὰ πίστεως τῶν ἱματίων ἥψατο· οὐδὲ γὰρ ἀμφέβαλεν, οὐδὲ εἰπεν ἐν ἑαυτῇ, ἆρα ἀπαλλαγήσομαι τοῦ νοσήματος· ἄρα οὐκ ἀπαλλαγήσομαι; εἶπε δὲ αὐτῇ, θάρσει, ἐπειδὴ περίφοβος ἢν· θυγατέρα δὲ αὐτὴν καλεῖ, ἐπειδὴ ἡ πίστις αὐτῆς θυγατέρα αὐτὴν ἐποίησεν. καὶ τὸ ἐγκώμιον μέγα, ὅτι περ ὑπὸ τοῦ πάντων δεσπότου ἤκουσεν, “ἡ πίστις σου σέσωκέ σε.”

  63. 16.4

    Τίνος δὲ ἕνεκεν τῶν αὐλητῶν ἐμνημόνευσεν; ἵνα καὶ ἐν τούτῳ θριαμβεύσῃ τῶν ἀρχισυναγώγων τὴν ἄνοιαν· διὰ τί δὲ εἶπεν, ὅτι οὐ τέθνηκεν τὸ κοράσιον, ἀλλὰ καθεύδει; παιδεύων μὴ φοβεῖσθαι θάνατον· διὰ τὸ μὴ εἶναι αὐτὸν θάνατον, ἀλλ’ ὕπνον γεγενῆσθαι· τοῖς δὲ καταγελῶσιν αὐτοῦ οὐκ ἐπιτιμᾷ, ἵνα καὶ αὐτοὶ καὶ οἱ αὐλοὶ καὶ τὰ κύμβαλα, ἀπόδειξις γένηται τοῦ θανάτου· παρόντων δὲ τῶν γονέων θαυματουργεῖ πρὸς τὸ αὐτοὺς πληροφορηθῆναι· κατασχὼν δὲ, ἀνίστησιν, δεῖξαι θέλων ὅτι πάντα αὐτῷ ἕτοιμα· κελεύει δὲ δοθῆναι αὐτῇ τροφὴν, ἵνα μὴ δόξῃ φαντασία εἶναι τὸ γεγενημένον. οὐκ αὐτὸς δὲ δίδωσιν, ἀλλ’ ἐκείνοις κελεύει δοῦναι, ὥσπερ καὶ ἐπὶ τοῦ Λαζάρου εἶπε· “λύσατε αὐτὸν, καὶ ἄφετε “ ὑπάγειν·” τοῦ θανάτου καὶ τῆς ἀναστάσεως μετὰ ἀκριβείας πάσης τὴν ἀπόδειξιν ποιούμενος· τοὺς δὲ θρηνοῦντας καὶ τοὺς αὐλοῦντας ἔξω τῆς οἰκίας ἐξέβαλεν, ἀναξίους τῆς τοιαύτης θεωρίας κρίνας αὐτούς· παρήγγειλε δὲ μηδενὶ εἰπεῖν διὰ τὸ ἄτυφον καὶ ἀκενόδοξον.

  64. 16.5

    Προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ.

  65. 16.6

    Κυρίλλου. Δείκνυσιν ὅτι παρὰ θεῷ οὐδεὶς ἔχων ἀκούσιον νόσον ἀκάθαρτος· διὸ καὶ προσκαλεῖται τὴν αἱμορροοῦσαν ὁ Κύριος, ἵνα τὸν τυπικὸν νόμον εἰς πνευματικὴν μεταγάγῃ θεωρίαν.

  66. 16.7

    Καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον.

  67. 16.8

    Κυρίλλου Ἀλεξανδρείασ. Ἔθος τοῖς ἀνθρώποις τὰς ἀγάμους κόρας, ἡνίκα εἰσὶν πρὸς ὥραν γάμου τελευτώσας θρηνεῖν, διὰ τῶν συμβολικῶν γάμων· διὸ καὶ αὐληταὶ ἦσαν ἔσω, εἰ καὶ παρὰ τὸ πρόσταγμα τὸ Ἰουδαϊκὸν τότε ἐποίουν τοῦτο οἱ Ἰουδαῖοι.

  68. 16.9

    Ὠριφένουσ. Οἱ ἐλπίδα ἔχοντες τῆς ἐν Χριστῷ ἀναστάσεως οὐκ ἀπέθανον, ἀλλὰ καθεύδουσι· διὸ φησὶν ὁ Ἀπόστολος· “οὐ “ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων· ἵνα μὴ “ λυπεῖσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα·” ἅμα δὲ καὶ σμικρύνων τὸ ἔργον, ὃ ἤμελλε ποιεῖν, μᾶλλον δὲ κρύπτων· αὐτὸ, ἔλεγεν ὅτι καθεύδει· διὸ καὶ ἑξῆς παρῄνει μηδενὶ λέγειν.

  69. 17.1

    Περὶ τῶν δύο τυφλῶν.

  70. 17.2

    Ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ, κράζοντες καὶ λέγοντες.

  71. 17.3

    Διὰ τί τοὺς τυφλοὺς παρέλκει κράζοντας; ἡμᾶς παιδεύων τὴν παρὰ τῶν πολλῶν διωθεῖσθαι δόξαν· ἐπειδὴ γὰρ πλησίον ἦν ἡ οἰκία, ἄγει αὐτοὺς ἐκεῖ κατ’ ἰδίαν θεραπεύσων· καὶ τοῦτο δῆλον ἐξ ὧν καὶ παρήγγειλε μηδενὶ εἰπεῖν· οὐ μικρὰ δὲ αὕτη τῶν Ἰουδαίων κατηγορία· ὅτ' ἂν οὗτοι τυφλοὶ ὄντες, ἐξ ἀκοῆς μόνης τὴν πίστιν δέχονται· ἐκεῖνοι δὲ θεωροῦντες τὰ θαύματα πάντα τὰ ἐναντία ποιοῦσιν· υἱὸν δὲ Δαβὶδ ἐκάλουν, ἐπειδὴ τὸ ὄνομα τιμῆς εἶναι ἐδόκει· δευτέραν δὲ ἐρώτησιν προσάγει, σπουδάζων ἱκετεύεσθαι πολλάκις, καὶ τότε τὴν ἴασιν παρέχειν, ἵνα μή τις νομίσῃ διὰ φιλοτιμίαν αὐτὸν τοῖς θαύμασιν ἐπιπηδᾷν· ὁμολογησάντων οὖν αὐτὸν, οὐκ ἔτι υἱὸν Δαβὶδ, ἀλλὰ τὸ ὑψηλότερον προσειπόντων Κύριον· τότε λοιπὸν καὶ αὐτὸς ἐπιτίθησι τὴν χεῖρα, λέγων, “κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. διὰ δὲ τὴν προειρημένην αἰτίαν, λέγω δὴ διὰ τὸ ἀκόμπαστον, κελεύει μετὰ πολλῆς τῆς σφοδρότητος μηδενὶ εἰπεῖν· “ἐνεβριμήσατο γάρ,” φησιν, “αὐτοῖς ὁ Κύριος λέγων, καὶ τὰ ἑξῆς· ἐκεῖνοι δὲ οὐκ ἠνέσχοντο, ἀλλ’ ἐγένοντο κήρυκες καὶ εὐαγγελισταί· εἰ δὲ ἀλλαχοῦ φαίνεται λέγων, ἄπελθε καὶ διηγοῦ τὴν δόξαν τοῦ Θεοῦ· οὐκ ἔστιν ἐναντίον ἐκείνου τοῦτο, ἀλλὰ καὶ σφόδρα συμβαῖνον· ὅπου μὲν γὰρ εἰς τὸν Θεὸν ἡ δόξα ἀναφέρεται, οὐ μόνον οὐ κωλύει, ἀλλὰ καὶ ἐπιτάττει τοῦτο ποιεῖν· ὅπου δὲ παιδεύει ἡμᾶς ταπεινοφρονεῖν, ἐκεῖ καὶ κελεύει μηδενὶ λέγειν, ἀλλὰ καὶ τοὺς βουλομένους ἡμᾶς ἐγκωμιάζειν κωλύει.

  72. 17.4

    Ωριγένουσ. Ἰησοῦς παραγγέλλων τοῖς ἰωμένοις μηδενὶ λέγειν τὰς εὐεργεσίας αὐτοῦ, ἡμᾶς διδάσκει φεύγειν τὸ ἐπιδεικτικὸν ὡς αἴτιον τῶν κάκων.

  73. 18.1

    Περὶ τοῦ δαιμονιζομένου κωφοῦ.

  74. 18.2

    Ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον.

  75. 18.3

    Χρὴ γινώσκειν ὅτι ἡ κώφωσις ἣν εἶχεν ὁ δαιμονιζόμενος οὗτος, οὐ φύσεως ἦν τὸ πάθος, ἀλλὰ τοῦ δαίμονος ἦν ἡ ἐπιβουλή· διὸ καὶ ἑτέρων b ἐδεήθη τῶν προσαγόντων· οὔτε γὰρ δι’ ἑαυτοῦ προσκαλέσαι ἠδύνατο ἄφωνος ὢν, οὔτε ἑτέρους ἱκετεῦσαι, τοῦ δαίμονος δήσαντος τὴν γλῶτταν, καὶ τὴν ψυχὴν μετὰ τῆς γλώττης πεδήσαντος· διὰ τοῦτο οὐδὲ ἀπαιτεῖ αὐτὸν, ἀλλ’ εὐθέως διορθοῦται τὸ νόσημα. “ἐκβληθέντος” γάρ, φησι, “τοῦ δαιμονίου, ἐλάλησεν “ὁ κωφός· οἱ δὲ ὄχλοι ἐθαύμαζον,” καὶ τὰ ἑξῆς· ὃ δὴ μάλιστα ἠνία τοὺς Φαρισαίους, ὅτι πάντων αὐτὸν προὐτίθεσαν, οὐ τῶν τότε ὄντων, ἀλλὰ καὶ τῶν πώποτε γεγενημένων· προὐτίθεσαν δὲ οὐχ ὅτι ἐθεράπευσεν, ἀλλ’ ὅτι ῥάως c καὶ ταχέως· καὶ ὅτι ἄπειρα νοσήματα, καὶ ἀνιάτως ἔχοντα. καὶ ὁ μὲν ὄχλος οὕτως· οἱ δὲ Φαρισαῖοι τοὐναντίον ἅπαν· τοιοῦτον γὰρ ἡ πονηρία· τί γάρ φησιν; “ἐν τῷ ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τὰ δαιμόνια·” οὗ τι ἃν γένοιτο ἀνοητότερον; μάλιστα μὲν γὰρ, ὃ καὶ προιὼν φησὶν, ἀμήχανον δαίμονα ἐκβάλλειν δαίμονα· τὰ γὰρ ἑαυτοῦ συγκροτεῖν εἴωθεν, οὐ καταλύειν ἐκεῖνος· αὐτὸς δὲ οὐχὶ δαίμονας ἐξέβαλε μόνον, ἀλλὰ καὶ λεπροὺς ἐκάθηρεν, καὶ νεκροὺς ἤγειρεν, καὶ θάλατταν ἐχαλίνου, καὶ ἁμαρτήματα ἔλυεν, καὶ βασιλείαν ἐκήρυττεν, καὶ τῷ Πατρὶ προσῆγεν· ἅπερ οὗτ’ ἃν ἕλοιτο ποτε, οὔτ’ ἃν δυνηθείη ποτὲ ἐργάσασθαι· αὐτὸς δὲ μετὰ τὰς ὕβρεις καὶ τὰς κατηγορίας· “περιῆγε” φησι, “τὰς πόλεις ἁπάσας καὶ “τὰς κώμας καὶ τὰ ἑξῆς· ἡμῖν τύπος γενόμενος, ἵνα καὶ ἡμεῖς ὅτ’ ἂν εὐεργετῶμεν τινὰς, καὶ ὑπ’ αὐτῶν κατηγορούμεθα, μὴ ἀποστῶμεν τοὺς ὁμοδούλους εὐεργετεῖν, ὡς ὅγε μετὰ τὴν κατηγορίαν ἀφιστάμενος τῆς εὐεργεσίας δείκνυσιν, ὅτι δι’ ἀνθρώπων ἔπαινον, ἀλλ’ οὐ διὰ τὸν Θεὸν τὴν ἀρετὴν εἰργάζετο.

  76. 18.4

    Τί ἐστιν ὅπερ περὶ τῶν ὄχλων φησὶν, “ὅτι ἦσαν ἐσκυλμένοι “καὶ ἐρριμμένοι, ὡς πρόβατα μὴ ἔχοντα ποιμένα·” οὐκ αἰσθητὴν σκύλησιν καὶ ἀπορριφὴν λέγει, ἀλλὰ νοητήν. τοῦτο δὲ κατηγορία τῶν ἀρχόντων ὑπῆρχε τῶν Ἰουδαίων, ὅτι ποίμενες ὄντες, τὰ τῶν λύκων ἐπεδείκνυντο· οὐ γὰρ μόνον διώρθουν τὸ πλῆθος, ἀλλὰ καὶ ἐλυμαίνοντο αὐτῶν τὴν προκοπὴν διὰ τοῦ λέγειν, “ἐν τῷ ἄρχοντι “τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.”

  77. 18.5

    Οἱ δὲ Φαρισαῖοι ἔλεγον ἐν τῷ ἄρχοντι τῶν δαιμονιων.

  78. 18.6

    Θεοδώρου Ἠρακλείασ. Ἄκρας ἀσεβείας δεῖγμα τὸ τὰς θείας δυνάμεις λέγειν δαιμόνων εἶναι· οὐδεὶς γάρ ποτε δαιμόνων δαίμονα ἐκβάλλει, οὐδὲ τὰ ἑαυτοῦ καταλύει. οὐ μόνους δὲ δαίμονας ἐξέβαλεν, ἀλλὰ καὶ μυρία πάθη c ἐθεράπευσεν. ὁ δαίμων πρὸς τὰ εἴδωλα σύρει· ὁ Χριστὸς τῷ Πατρὶ προσῆγεν· ὁ δαίμων ὑβριζόμενος οὐκ εὐεργετεῖ· ὁ δὲ Χριστὸς τοὺς ὑβρίζοντας φέρων ἀνεξικάκως περιείη θεραπεύων πάντας. Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι.

  79. 18.7

    Ωριγένουσ. Θερισμὸν λέγει τῶν ὄχλων τῶν ἐπιτηδείως ἐχόντων πρὸς θεοσέβειαν· ἐργάται θερισμοῦ εἰσιν οἱ κατὰ τὸ Εὐαγγέλιον διδάσκαλοι. ἔστι δὲ καὶ ἕτερος θερισμὸς, ἡ συντέλεια τοῦ αἰῶνος, κατὰ τὸ “ἄφετε τὰ ζιζάνια, καὶ ἐν καιρῷ τοῦ “θερισμοῦ, ἐρῶ τοῖς θερισταῖς.”

  80. 18.8

    Τοῦ αὐτοῦ. Εἰ οἱ “θερισταὶ Ἄγγελοι εἰσὶ,” καὶ νῦν τοῖς ἀγγέλοις τῶν Ἀποστόλων λέγεταο d ταῦτα· “θερισμὸν” δὲ τῶν ἐπὶ τὴν καλὴν γῆν ἑαυτῶν λαβόντων σπόρον τὸν λόγον. θερισταὶ δὲ ὀλίγοι, οὐ γὰρ πολλοὶ οἱ ἀνεπαισθήτως ὀρθοτομοῦντες τὸν λόγον τῆς ἀληθείας.

  81. 18.9

    Θεοδώρου Ἠρακλείασ. Θερισμὸν λέγει, τοὺς δεομένους διδασκαλίας.

  82. 18.10

    Κύριλλοσ. τοὺς μαθητὰς λέγει ἐργάτας, οὓς ὀλίγους ὄντας, ἔπεμψεν εἰς πᾶσαν τὴν υπουρανόν.

  83. 18.11

    Τοῦ Χρυσοστόμου. Ἐργάτας δὲ ἐνταῦθα τοὺς δώδεκα μαθητάς φησιν. εἰπὼν δὲ αὐτοὺς ὀλίγους, εἰς μὲν τὸν ἀριθμὸν οὐ προσέθηκεν, ἐξουσίαν δ' αὐτοῖς κατὰ πνευμάτων ἀκαθάρτων καὶ κατὰ πάσης νόσου δέδωκεν.

  84. 19.1

    Περὶ τῆς τῶν ἁγίων Λποστόλων διαταγῆς.

  85. 19.2

    Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματα ἔστι ταῦτα.

  86. 19.3

    Διὰ τοῦτο λέγει αὐτῶν τὰ ὀνόματα, ἐπειδήπερ δύο μόνας συζυγίας μνημονεύσας ἐν τοῖς ἔμπροσθεν κληθείσας ὑπὸ Χριστοῦ, Πέτρον καὶ Ἀνδρέαν, Ἰάκωβον καὶ Ἰωάννην, ἔτι δὲ καὶ ἑαυτὸν, ἀναγκαῖος νῦν τὸν κατάλογον αὐτῶν καὶ τὸν ἀριθμὸν ποιεῖται. Εἰπὼν δὲ “ Σίμων, ἀναγκαίως προσέθηκεν “ ὁ λεγόμενος “ Πέτρος·” καὶ γὰρ καὶ ἕτερος Σίμων ἦν ὁ Κανανίτης. χρὴ δὲ σκοπεῖν, ὅτι οὐ κατὰ τὴν ἀξίαν τίθησιν αὐτούς· ὁ γὰρ Ἰωάννης μείζων ἦν τοῦ ἀδελφοῦ. εἶτα εἰπὼν “ Φίλιππος καὶ Bαρθολομαῖος,” ἐπήγαγε, “ Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης· εἶτα “ Ἰάκωβος ὁ τοῦ “ Ἀλφαίου·” ἦν οὖν, ὡς προγέγραπται, καὶ ὁ τοῦ Εεβεδαίου· εἶτα εἰπὼν “ Αεββαῖον τὸν ἐπικληθέντα Θαδδαῖον, καὶ Σίμωνα τὸν “ ζηλωτὴν,” ὃν καὶ Κανανίτην καλεῖ, ἐπὶ τὸν προδότην ἔρχεται· ἀπὸ τῆς πόλεως αὐτὸν καλῶν, Ἰούδας ὁ Ἰσκαριώτης· ἦν γὰρ καὶ ἕτερος Ἰούδας ὁ Λεββαῖος, ὁ ἐπικληθεὶς Θαδδαῖος, ὃν Ἰάκωβον φησὶν ὁ Λουκᾶς· εἰς δὲ τὸν Ἰούδαν τὸν Ἰσκαριώτην προσέθηκεν, “ ὁ παραδιδοὺς αὐτόν·” οὐδὲν τῶν δοκούντων ἐπονειδίστων εἶναι ἀποκρυπτόμενος. “ τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς· ποίους τούτους ; τοὺς ἁλιεῖς· καὶ δύο τελῶναι, Ματθαῖος καὶ Θαδδαῖος· καὶ εἶς προδότης· ἀπέστειλε δὲ αὐτοὺς λέγων· “ εἰς ὁδὸν ἐθνῶν " μὴ ἀπέλθετε,” καὶ τὰ ἑξῆς· κἂν γάρ με ὕβρισαν, φησὶ, καὶ δαιμονῶντα καλῶσιν, οὐκ ἀποστρέφομαι αὐτοὺς, ἀλλ’ αὐτοὺς πρώτους διορθῶσαι ἐσπούδακα· καὶ πάντων ὑμᾶς ἀπάγων τῶν ἄλλων, πρὸς τούτους πέμπω διδασκάλους καὶ ἰατρούς· καίπερ τῶν ἐθνῶν καὶ τῶν Σαμαρειτῶν ἐπιτηδειοτέρως ἐκείνων πρὸς τὴν πίστιν ἐχόντων· κηρύττειν δὲ αὐτοὺς οὐδὲν αἰσθητὸν κελεύει, ὥσπερ Μωυσῆς καὶ οἱ λοιποὶ προφῆται, γῆν καὶ τὰ ἐν τῇ γῇ ἀγαθά· ἀλλὰ βασιλείαν οὐρανῶν καὶ τὰ ἐκεῖ ἅπαντα.

  87. 19.4

    Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.

  88. 19.5

    Tοῦ άγίου Κυρίλλου. Ὅτι δεῖ πρῶτον τοῖς Ἰουδαίοις κηρύττειν· πρὸς αὐτοὺς γὰρ ἦσαν γεγονυῖαι αἱ ἐπαγγελίαι, ὅτι ἐξ αὐτῶν ἤμελλεν ὁ Χριστὸς, τὸ κατὰ σάρκα ὀφθῆναι· καὶ ὅταν ἐπείσθησαν, τότε εἰς τὰ ἔθνη χωρῆσαι. Σαμαρείτας δὲ συνάπτει τοῖς ἐξ ἐθνῶν· ἐπειδὴ καὶ ἐξ ἐθνῶν ἦσαν, κατὰ γένος Βαβυλώνιοι ὄντες, καὶ οἰκήσαντες τὴν Ἰουδαίαν. βασιλείαν δὲ οὐρανῶν λέγει τὴν διὰ πίστεως χάριν, τὴν διὰ πνεύματος υἱοθεσίαν, τὴν ἑνοῦσαν Θεῷ τὸν ἄνθρωπον.

  89. 19.6

    Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.

  90. 19.7

    Θεοδώρου Μονάκου. Διὰ τῆς σαρκώσεως ἦν e ἐγγίσασα f. καὶ ἀεὶ μὲν ἦν ἐγγὺς Χριστὸς ὁ Θεός.

  91. 19.8

    Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

  92. 19.9

    Ἵνα δὲ μὴ ἐπαρθῶσιν ἀπὸ τῶν γινομένων σημείων, φησὶ, “δωρεὰν ἐλάβετε·” οὐ γὰρ μισθοῦ ταῦτα ἔχετε, οὐδὲ πονήσαντες· ἐμὴ γὰρ ἡ χάρις, οὕτως οὑν καὶ ἐκείνοις δωρεὰν δότε.”

  93. 19.10

    Μῆ κτήσησθε χρυσὸν, μὴ ἄργυρον.

  94. 19.11

    Οὐκ εἶπεν δὲ μὴ λάβητε μεθ’ ἑαυτῶν χρυσὸν, ἀλλὰ “μὴ “κτήσησθε·” ἵνα διὰ τούτου πολλὰ κατώρθουν, ἀνύποπτοι μένοντες, καὶ πάσης ἀπαλλαττόμενοι φροντίδος, καὶ τῷ λόγῳ τῆς διδασκαλίας προσέχοντες, καὶ τὴν τοῦ Θεοῦ δύναμιν διδασκόμενοι, ἑξῆς ἀνενδεεῖς τῶν πρὸς τὴν χρείαν ἐγίνοντο, ἐκ τῶν μαθητῶν αὐτῶν ἀποτρεφόμενοι· τοῦτο γὰρ δηλοῖ, “ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ.

  95. 19.12

    Τὸ δὲ τοὺς ἀξίους ἐπιζητεῖν εἰς ἑκάστην πόλιν, σημαίνει τοῦ μὴ τὰς ἁπάντων θύρας περιιέναι· εἰ γὰρ ἄξιός ἐστι, καὶ πάντως δώσει τροφὰς, καὶ μάλιστα ὅταν μηδὲν πλέον τῶν ἀναγκαίων ἀπαιτεῖται· οὐ μόνον δὲ ἀξίους κελεύει ζητεῖν, ἀλλὰ μηδὲ οἰκίαν ἐξ οἰκίας ἀμείβειν, ὥστε μηδὲ τὸν δεχόμενον λυπεῖν, μήτε αὐτοὺς δοξὰν λαμβάνειν γαστριμαργίας. τὸ δὲ πρώτους ἀσπάζεσθαι, μετριάζειν αὐτοὺς παρασκευάζει καὶ ἐν τούτῳ· μὴ γὰρ, ἐπειδὴ διδάσκετέ, φησι, διὰ τοῦτο περιμένετε παρ’ ἑτέρων ἀσπάζεσθαι g. μᾶλλον μὲν οὖν ὑμεῖς προηγεῖσθε h τῇ τιμῇ. δεικνὺς δὲ ὅτι οὐκ ἀσπασμός ἐστι τοῦτο ψιλὸς, ἀλλ’ ἀλογία, ἐπάγει λέγων, “ἐὰν “ ᾗ ἀξία ἡ οἰκία, ἥξει ἐπ’ αὐτήν· ἂν δὲ ὑβρίζῃ, οὐ μόνον οὐδὲν ἐκ τῆς εἰρήνης νομίσητε, ἀλλὰ καὶ τὰ τῶν Σοδόμων ὑπομενεῖ. τὸ δὲ ἐκτινάξαι τὸν κονιορτὸν τῶν ποδῶν, τοῦτό ἐστιν, ἢ ὥστε δεῖξαι ὅτι οὐδὲν ἔλαβον παρ’ αὐτῶν, ἢ ὥστε εἰς μαρτύριον αὐτοῖς γενέσθαι τῆς μακρᾶς ὁδοιπορίας, ἢν ἐβάδισαν δι’ αὐτούς.

  96. 19.13

    Θεοδώρου Ἡρακαείασ. τὰς τοῦ Χριστοῦ δωρεὰς μὴ πω, λήσητε.

  97. 19.14

    Τοῦ αὐτοῦ. τίς χρεία πήρας τοῖς μὴ ἐπαγομένοις τί ἐφόδιον;

  98. 19.15

    Τοῦ αὐτοῦ. Ὄρα πῶς τὴν ἀκτημοσύνην, διὰ τοῦ εἰπεῖν, “ μηδὲ δύο χιτῶνας,” διδάσκει. ἐκ τούτου δὲ δῆλόν ἐστιν ὅτι ἑνὶ χιτῶνι ἐκέκτητο ὁ Κύριος.

  99. 19.16

    Θεοδωρήτου Ε᾿πισκόπου Κύρρου. ταῦτα φησὶν, ὥστε μὴ εὐκόλου καὶ προχείρου γνώμης ἀποφέρεσθαι δόξαν παρὰ τοῖς τὴν πόλιν οἰκοῦσιν.

  100. 19.17

    Ὠριγένουσ. Διὰ τὸ βέβαιον καὶ ἀμετάστατον· τοῖς μὲν γὰρ ἐμπορευομένοις μετιέναι ἐξ ἑτέρων εἰς ἑτέρους ἁρμόσει· τοῖς δὲ δωροδοκήτοις οὐκέτι· δικαίαν δὲ ἔδειξεν εἶναι τὴν τῶν ἀναγκαίων ἀπόλαυσιν παρὰ τῶν διδασκομένων, τῶν ἐργαζομένων οὖσαν μισθόν· τροφὴν δὲ εἰπὼν, τὴν τρυφὴν ἀπεκώλυσεν.

← Previous · Next → — showing 301400 of 906

First Thousand Years of Greek. CTS URN tlg4102.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.