Ancient Textssearch the texts themselves, not just their titles

← Library

Argumenta

First Thousand Years of Greek · First Thousand Years of Greek · 483 sections

  1. 16.3.1

    ὅτι ταχέως ὁ Μιχαὴλ τὰ ταμεῖα ἐκένωσε τὰ βασιλικά , καὶ ὅτι τὴν μητέρα καὶ τὰς ἀδελφὰς ἀπέκειρεν.2) ὅτι ἡ τῆς βασιλείας διοίκησις τῷ Βάρδᾳ ἀνετέθη. ὅτι ἐκστρατεύσας ὁ Μιχαὴλ καὶ πολιορ- κῶν τὰ Σαμόσατα κακῶς ἐκεῖθεν ἀπήλλαξεν. αὖθις στρατεία κατὰ Ἀγαρηνῶν καὶ αὗθις ἧττα Ῥωμαίων. ὅτι ὁ Πετρωνᾶς ἐστάλη κατὰ τῶν Ἀγαρηνῶν καὶ ὅτι συμβαλὼν αὐτοῖς ἐνίκησε, μοναχοῦ τινος τὴν νίκην αὐτῷ προειπόντος. ὅτι τοῦ Μανουὴλ θανόντος ὁ Πετρωνᾶς προεβλήθη δομέστικος τῶν σχολῶν.

  2. 16.4.1

    ὅτι ἡνιόχει ὁ βασιλεὺς Μιχαὴλ καὶ οἱ ἄρχοντες αὐτοῦ. ὅπως τῶν κοινῶν ἐφρόντιζεν ὁ βέλτιστος βασιλεὺς οὗτος. ὅπως περὶ λόγους ἐσπούδασεν ὁ Βάρδας. περὶ τοῦ φιλοσόφου Λέοντος καὶ τοῦ αἰχμαλωτισθέντος μαθητοῦ αὐτοῦ. περὶ πατριαρχῶν. ὅσα ὁ θεῖος Ἰγνάτιος ἔπαθεν ἀφορίσας τὸν Καίσαρα Βάρδαν.

  3. 16.5.1

    Περὶ τῶν ῾Ρώς. περὶ τῶν ἐκ Κρήτης Ἀγαρηνῶν. περὶ τῶν τόπων ἐν οἶς ἀνήπτοντο οἱ πυρσοί. περὶ τῆς ἀνοήτου τοῦ Μιχαὴλ μετριότητος καὶ τῶν ἀνοητοτέρων παιγνίων αὐτοῦ. περὶ Βασιλείου τοῦ Μακεδόνος.

  4. 16.6.1

    Σημεῖον περὶ τὸν Βασίλειον γεγονὸς προδηλοῦν ὡς βασιλεύσει. περὶ τοῦ ὀνείρου τοῦ φανέντος τῷ νεωκόρῳ τοῦ ναοῦ τοῦ ἁγίου Διομήδους. ὅτι πρότερον ὁ Βασίλειος τῷ Θεοφιλίτζῃ ἐξυπηρέτησεν. ὅθεν καὶ ὅπως εἰς τὰ βασίλεια εἰσήχθη ὁ βασιλεύς, καὶ ὅπως ᾠκειώθη καὶ ἐτιμήθη. περὶ τῆς προρρήσεως τῆς μητρὸς τοῦ βασιλέως τῆς περὶ τοῦ Βασιλείου

  5. 16.7.1

    Ὅτι ἐπεβούλευον ἀλλήλοις1) ὁ Καῖσαρ καὶ ὁ Βασίλειος. σημεῖόν τι περὶ τὸν Καίσαρα γεγονός. ὅτι πολλὰ τῶν ᾠκονομημένων ἀνέτρεπεν ὁ βασιλεύς. ἀναίρεσις τοῦ Καίσαρος Βάρδα. ἀνάρρησις τοῦ Βασιλείου. ὅθεν ὁ Βασίλειος ἀνελεῖν ἠρεθίσθη τὸν Μιχαὴλ. ἀναίρεσις τοῦ βασιλέως Μιχαὴλ.

  6. 16.8.1

    Ὅτι τῶν κακῶς δαπανηθέντων χρημάτων ὁ βασιλεὺς συνάξας εἰς τρία ἐπόσωσε2) κεντηνάρια. ὅπως ὁ Φώτιος ἐξώσθη τῆς ἐκκλησίας. περὶ ἐπιβουλῆς. ὅτι ἔστεψε βασιλεῖς τοὺς υἱοὺς αὐτοῦ, τὰς δὲ θυγατέρας ἀπέκειρεν. ὅτι ἐν τῇ Κρήτῃ ἐκστρατεύσας ἡττήθη. ὅπως ὁ Χρυσόχειρ ἡττήθη παρὰ ῾Ρωμαίων καὶ ἀνῃρέθη. ὅτι τοῦ Ἰγνατίου τελευτήσαντος ὁ Φώτιος αὖθις ἀνήχθη εἰς τὸν θρόνον τὸν πατριαρχικόν.

  7. 16.9.1

    Περὶ ἐπιβουλῆς. ἐκστρατεία κατὰ Συρίας. ὅτι πολιορκῶν τὴν Ἄδαταν ὁ βασιλεύς, καὶ ὁρῶν τοὺς ἐντὸς μὴ φροντίζοντας τῆς πολιορκίας, ἤρετο τὸν τρόπον, καὶ ἀπηγγέλη αὐτῷ. ὅπως οἱ ἐκ Ταρ- σοῦ καὶ Μελιτηνῆς Ἀγαρηνοὶ ἡττήθησαν. περὶ τῶν ἐκ Καρχηδόνος Ἀγαρηνῶν. ὅτι ὁ ῥῆξ’ Φραγγίας συνεμάχησε τοῖς Ῥωμαίοις κατὰ τῶν Ἀγαρηνῶν, καὶ ἡττηθέντων ἑάλω καὶ ὁ ἀρχηγὸς αὐτῶν παρὰ τοῦ ῥῆγός, καὶ ὅσα ἐμηχανήσατο, καὶ διέδρα καὶ ὅσα ἐποίησεν. ὅτι ἐκ Ταρσοῦ πλοῖα ἐπολιόρκουν τὴν Εὔριπον, ἤνυσαν δὲ οὐδέν, καὶ ἐκ Κρήτης ἕτερα τὰς παραλίας Ῥωμαϊκὰς ἐδῄουν χώρας, ἀλλὰ κἀ- κεῖνα κακῶς ἀπηλλάγησαν. περὶ τῶν ἐξ Ἀφρικῆς νηῶν καὶ περὶ τῶν ἐκ τοῦ Ῥωμαϊκοῦ στόλου ἀπο- δράντων, καὶ ὅπως οὐδένα ἐκείνων ἀνελὼν τοῖς λοι- ποῖς ἐνεποίησε φόβον.

  8. 16.10.1

    ὅτι ἐνίκησαν οἱ Ῥωμαῖοι τοὺς Ἀγαρηνοὺς ἐν τῇ ναυμαχίᾳ. ὅτι τῶν τοῦ στόλου εἰς οἰκοδομὰς ἀσχολουμένων οἱ ’Αγαρηνοὶ ἀδεῶς τὰ παράλια ἐκά- κουν. περὶ τῆς γυναικός, ᾗ προεῖπεν ὁ ἐν τῷ ναῷ τοῦ ἁγίου Ἀνδρέου μοναχὸς περὶ τοῦ Βασιλείου ὡς βασιλεύσει. ὅτι βασιλεύσαντος τοῦ Βασιλείου προσἦλθεν αὐτῷ ἡ γυνὴ μετὰ τοῦ υἱοῦ αὐτῆς, καὶ ἐτι- μήθησαν. ὅπως τὸ ἔθνος τῶν Ῥὼς εἰς ἐπίγνωσιν ἦλθε Χριστοῦ.

  9. 16.11.1

    ὅτι θανόντος τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου ὁ βασιλεὺς ἀπαρηγόρητος ἦν, καὶ ὅπως ὁ Σανταβαρηνὸς ἔδειξεν αὐτῷ τὸν τεθνεῶτα ἔφιππον ὅσα ὁ Σανταβαρηνὸς κατὰ τοῦ υἱοῦ τοῦ βασιλέως Λέοντος ἐτύρευσε, καὶ ὅπως αὐτοῦ κατεῖπε πρὸς τὸν πατέρα, καὶ ὅσα ὁ Λέων ἔπαθεν. ἐξ οἴας λαβῆς ἐτελεύτησεν ὁ βασιλεύς, καὶ περὶ τοῦ διασώσαντος αὐτὸν ἐκ τοῦ ἐλάφου

  10. 16.12.1

    ὅτι ἐξώθησε τῆς ἐκκλησίας ὁ Λέων τὸν Φώτιον καὶ τὸν ἀδελφὸν Στέφανον πατριάρχην προ- εχειρίσατο. ὅπως ἐτίμησε τὸν τοῦ βασιλέως Μιχαὴλ νεκρόν. ὅτι πυρποληθἐντα τὸν τοῦ ἁγίου Θωμᾶ ναὸν ὁ βασιλεὺς οὗτος ἀνεκαίνισεν. ὅπως τὸν Σανταβαρηνὸν ἠμύνατο. περὶ πατριαρχῶν. περὶ Βουλγάρων καὶ τοῦ ἄρχοντος αὐτῶν Συμεὼν καὶ ὅσα συνέβη ἐξ ἐκείνου Ῥωμαίοις. ὅτι ἐπῆλθον τοῖς Βουλγάροις οἱ Οὖγγροι. ἐπιβουλὴ κατὰ τοῦ βασιλέως Λέοντος. ὅτι τὴν τοῦ Ζαούτζη Ζωὴν ἔστεψεν ὁ έν.

  11. 16.13.1

    ὅτι καὶ τρίτην γαμετὴν ὁ έν ἠγάγετο. ὅτι καὶ τετάρτῃ ὡμίλησε γυναικί. περὶ πατριαρχῶν. ὅτι ἐν τῇ εἰς τὸν ἅγιον Μώκιον προελεύσει ἐπλήγη ὁ βασιλεὺς τὴν κεφαλήν. περὶ τῆς προρρήσεως τοῦ μοναχοῦ Μάρκου. ὅτι ἀποδιδράσκων ὁ Σαμωνᾶς κατελήφθη. ὅτι ἐξώρισε τὸν πατριάρχην Νικόλαον ὁ Λέων.

  12. 16.14.1

    ὅτι ἐξ ἐπιβουλῆς τοῦ Σαμωνᾶ ὁ δοὺξ Ἀνδρόνικος τοῖς Ἀγαρηνοῖς προσελήλυθεν. οἷα ἐμη- χανᾶτο ὁ Σαμωνᾶς κατὰ τοῦ Ἀνδρονίκου τοῦ δουκός. ὅτι διέδρα Κωνσταντῖνος ὁ τοῦ Ἀνδρονίκου υἱός, καὶ ὅσα ἐλθόντι αὐτῷ ὁ βασιλεὺς προεφοίβασεν. ὅτι ἔστεψεν ὁ Λέων τὸν οἰκεῖον ὒ ἰόν, ὅσα κα- τεῖπεν ὁ Σαμωνᾶς τοῦ ἐκτομίου Κωνσταωτίνου, καὶ ὅσα εἰς ἐκεῖνον ἐγένετο. ἐξώθησις ἐκ τῶν βασιλείων τοῦ Σαμωνᾶ. τελευτὴ τοῦ βασιλέως Λέοντος.

  13. 16.15.1

    Ὅτι τὸν ἀνεψιὸν Κωνσταντῖνον ἐκτομίαν ποιῆσαι ὁ 1) Ἀλέξανδρος ἐβούλετο. τελευτὴ τοῦ Ἀλε- ξάνδρου. τίνας ἐπιτρόπους κατέλιπε τῷ ἀνεψιῷ ὁ Ἀλέξανδρος.

  14. 16.16.1

    Ἀποστασία Κωνσταντίνου τοῦ δουκός. ἀναίρεσις1) τοῦ Δούκα Κωνσταντίνου. ὅτι πολλοὺς οἱ τοῦ βασιλέως ἐπίτροποι τῶν συναραμένων τῷ ἀποστάτῃ ἐκόλασαν. ὅτι διεφέροντο ἀλλήλων οἱ τοῦ βασιλέως ἐπίτροποι. ὅτι ἀνήχθη τοῦ βασιλέως μήτηρ εἰς τὰ βασίλεια καὶ τῆς διοικήσεως εἴχετο.

  15. 16.17.1

    ὅπως ὁ Λακαπηνὸς παρὰ τοῦ βασιλέως Κωνσταντίνου εἰς ἐπικουρίαν προσελήφθη. ὅπως ὁ παρακοιμώμενος κατεσχέθη παρὰ τοῦ Λακαπηνοῦ ὅτι ὁ βασιλεὺς κατενεγκεῖν 2) τὴν ἑαυτοῦ μητέρα τοῦ παλατίου ἐπεχείρει, τοῖς δὲ δάκρυσιν ἐκείνης μαλαχθεὶς ἀφῆκεν αὐτήν. ὅτι τὴν ἑαυτοῦ θυγατέρα ἐμνηστεύσατο ὁ Λακαπηνὸς τῷ βασιλεῖ Κωνσταντίνῳ. ὅτι ὁ Φωκᾶς Λέων τυραννίδι ἐπικεχείρηκε καὶ ἁλοὺς ἐτυφλώθη. ἐπιβουλὴ κατὰ τοῦ βασιλέως.

  16. 16.18.1

    ὅτι ἥλω παρὰ τῶν Βουλγάρων ἡ Ἀδρανούπολις. ὅτι ὁ ἐκ Τριπόλεως στόλος ἀπώλετο. ὅτι ὡμίλησαν ἀλλήλοις ὁ βασιλεὺς Ῥωμαίων καὶ ὁ Συμεών, οὐκ εἰρήνευσαν δέ. μετάθεσις τῶν ἀρχιερέων. ὅτι Πέτρος ὁ τοῦ Συμεὼν υἱὸς ἐσπείσατο)) καὶ συν- ήφθη αὐτῷ ἡ τοῦ βασιλέως ἐγγόνη.

  17. 16.19.1

    ὅπως καὶ τὸν υἱὸν αὐτοῦ Χριστοφόρον προεβίβασε τοῦ βασιλέως Κωνσταντίνου , εἶτα τοὺς λοιποὺς δύο. περὶ πατριαρχῶν. τελευτὴ τοῦ βασιλέως Χριστοφόρου.·

  18. 16.20.1

    ὅτι διαδόσεις ἐποίει ὁ βασιλεὺς Ῥωμανός, ἐξιλεούμενος τὸν θεὸν διὰ τὴν ἐπιορκίαν καὶ τὰ χρέα τῶν ἐν τῇ πόλει ἀπέτισεν. περὶ τοῦ ἁγίου μανδιλίου. περὶ τῶν συμφυῶν μειρακίων. καθαί- ρεσις ἐκ τῆς βασιλείας 1) Ῥωμανοῦ τοὐ Λακαπηνοῦ. δίκαιος εἶ, κύριε , καὶ εὐθεῖς 2) αἶ κρίσεις σου.

  19. 16.21.1

    Καθαίρεσις ἐκ τῆς βασιλείας καὶ τῶν υἱῶν τοῦ Λακαπηνοῦ καὶ τελευτὴ αὐτῶν καὶ τοῦ πατρὸς αὐτῶν.3) οἷος ἦν ὁ Κωνσταντῖνος καὶ περὶ τὰ ἤθη.4)] περὶ ἐπιβουλῆς. περὶ Οὔγγρων.

  20. 16.22.1

    Περὶ τοῦ πατριάρχου Θεοφυλάκτου. περὶ τοῦ πατριάρχου Πολυεύκτου. περὶ τῆς τιμίας χειρὸς τοῦ Προδρόμου. περὶ τῶν5) Ἀγαρηνῶν. ὅτι ὁ τοῦ βασιλέως υἱὸς Ῥωμανὸς ἐπεβούλευσε τῷ πατρί. τελευτὴ τοῦ βασιλέως Κωνσταντίνου.

  21. 16.23.1

    Ὅτι ἔστεψεν ὁ Ῥωμανὸς τὸν υἱὸν αὐτοῦ τὸν Βασίλειον. ὅτι τὰ πλείω τῆς Κρήτης εἷλεν ὁ Φωκᾶς Νικηφόρος. ὅτι ὁ Φωκᾶς Λέων ὁ τοῦ Νικηφόρου ἀδελφὸς τῷ Χαμδὰν 6) πολεμήσας ἐνίκησεν. ὅτι αὖθις ὁ Νικηφόρος τῷ Χαμδὰν 6) συμβαλὼν ἥττησεν αὐτὸν καὶ τὸ Χάλεπ ἐπόρθησεν. τελευτὴ τοῦ βασιλέως Ῥωμανοῦ. ὅπως ὁ Φωκᾶς βασιλειᾶν ὑποπτευόμενος κατεσοφίσατο τὸν παρακοιμώμενον Βρίγγαν. ὅτι θανόντος τοῦ τῶν Βουλγάρων ἄρχοντος Πέτρου οἶ κομητόπωλοι ἀπεστάτησαν. ὅπως ὁ Φωκᾶς βασιλεὺς ἀνερρήθη.

  22. 16.24.1

    Οἶα ὁ Βρίγγας ἠπείλησε τῷ δήμῳ παντί. ὅτι ὁ παρακοιμώμενος Βασίλειος λαὸν ἀπέστειλε καὶ τὴν τοῦ Βρίγγα οἰκίαν κατέστρεψε καὶ ἄλλων. ὅτι ἐστέ- φθη παρὰ τοῦ πατριάρχου ὁ Φωκᾶς. ὅτι συνεμίγη ὁ βασιλεὺς τῇ Θεοφανοῖ. ὅτι ἐκωλύθη ὁ βασιλεὺς παρὰ τοῦ πατριάρχου ἐπιβῆναι τοῦ θυσιαστηρίου. περὶ τῶν ἐν Σικελίᾳ Ἀγαρηνῶν. ὅτι ὁ Τζιμισκῆς κατετροπώσατο τοὺς ἐν Κιλικίᾳ Ἀγαρηνούς.

  23. 16.25.1

    Ὅτι ὁ βασιλεὺς ἐν Κιλικίᾳ ἐστράτευσε καὶ πόλεις αὐτῶν εἷλεν. περὶ τῶν πυλῶν τῆς Ταρσοῦ καὶ τῆς Μοψουεστίας. περὶ τῆς Κύπρου. ὅτι τῆς Συρίας πόλεις πορθήσας καὶ τὴν Ἀντιόχειαν πολιορκῶν ἀπανέστη καὶ περὶ τοῦ ἁγίου κεραμίου. 1) ὅπως ὁ Φωκᾶς Νικηφόρος διέκειτο περὶ τὸ ὑπήκοον, καὶ ὅτι οὐδὲ τῶν ἐκκλησιαστικῶν ἀπείχετο. ὅσα εἰς κάκωσιν τῶν ὑπηκόων οὗτος ὁ βασιλεὺς ἐπενόει καὶ οἷα ἐθέσπιζεν2) ἄθεσμα. ὅτι παρὰ τοῦ Φώκα τὸ τεταρτηρὸν ἐπενοήθη καὶ ἡ προτίμησις τῆς νέας χαραγῆς.

  24. 16.26.1

    Περὶ τοῦ τείχους τῶν πρὸς ἕω3) ἀνακτόρων. ὅπως ἑάλω ἡ Ἀντιόχεια ἐπὶ τούτου τοῦ αὐτοκράτορος, καὶ ὅπως ἐκεῖνος διετέθη πρὸς τοὺς ἀλόντας αὐτὴν καὶ διὰ τίνα αἰτίαν.

  25. 16.27.1

    Περὶ τῆς μέσον τῶν Ἀρμενίων καὶ τῶν πλωίμων φιλονεικίας , καὶ ὅπως ὁ δῆμος διὰ ταύτης ἐξεμάνη4) κατὰ τοῦ βασιλέως. ὅπως τοῦ δήμου φοβηέντος καὶ ἐκ τοῦ θεάτρου ἀποδιδράσκοντος πολλοὶ διεφθάρησαν. περὶ τῶν Οὔγγρων. ὅτι ὁ βασιλεὺς τὸν ῾Ρὼς κεκίνηκε κατὰ τῶν Βουλγάρων.

  26. 16.28.1

    Ὅτι λιμὸς γέγονεν ἐπὶ τοῦ Φώκα. ὁ δὲ τούτῳ εἰς κέρδος ἐχρήσατο. τί ἐποίησεν ὁ Μακεδὼν Βασίλειος σιτοδείας ἐπὶ τῶν ἡμερῶν αὐτοῦ γενομένης. περὶ Λέοντος τοῦ ἀδελφοῦ τοῦ Φώκα. ὅτι κατὰ τοῦ βασιλέως ἠρέθισε τὸν Τζιμισκῆν ἡ Θεοφανώ. ὅτι λογοθέτην τοῦ δρόμου προεβάλετο τὸν Τζιμισκῆν ὁ Φωκᾶς. ἐπιβουλὴ τοῦ Τζιμισκῆ κατὰ τοῦ Φώκα, συμπραττούσης καῖ’ τῆς Θεοφανοῦς. ἀναίρεσις τοῦ Φώκα Νικηφόρου.

  27. 17.1.1

    ὅτι τὸν παρακοιμώμενον Βασίλειον τοῖς τῆς βασιλείας ἐπέστησε πράγμασιν. ὅτι ἐκωλύθη ὁ Τζιμισκῆς εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν. πότε ἐστέφθη ὁ Τζιμισκῆς. πότε οἱ Μανιχαῖοι ἐκ τῆς ἑῴας εἰς τὰ ἑσπέρια μετηνέχθησαν. περὶ πατριαρχῶν. περὶ τῶν Ἀγαρηνῶν. ὅτι οἶ Ῥὼς μετακληθέντες κατὰ τῶν Βουλγάρων, καὶ αὐτοὺς καταγωνισάμενοι , ἐπανελ- θεῖν εἰς τὰ ἴδια οὐκ ἤθελον, καὶ περὶ τοῦ Καλοκυροῦ. ὅτι ὁ Σκληρὸς Βάρδας ἐστάλη κατὰ τῶν Ῥώς. ὅπως ὁ Σκληρὸς τοὺς Ῥὼς κατηγωνίσατο καὶ τοὺς συμμαχοῦντας αὐτοῖς.

  28. 17.2.1

    Ὅπως ὁ Φωκᾶς Βάρδας τυραννίδι ἐπικεχεί- ρηκε, καὶ ὁ πατὴρ αὐτοῦ καὶ ὁ ἀδελφὸς ἀποδρᾶναι μελετήσαντες ἐγνώσθησαν. ὅτι τοῦ Σκληροῦ ἐπελ- θόντος τῷ Φωκᾷ οἱ σὺν ἐκείνῳ προσῆλθον τῷ Σκλη- ρῷ, καὶ ὁ Φωκᾶς τῷ βασιλεῖ προσεχώρησε, καὶ ἐκάρη κληρικὸς καὶ περιωρίσθη εἰς Χίον. ὅτι ἔγημεν ὁ βασιλεὺς τὴν θυγατέρα τοῦ βασιλέως Κωνσταντίνου. ὅτι ἐξεστράτευσε κατὰ τῶν Ῥώς, καὶ πόλεις καὶ φρούρια ὑπ’ αὐτῶν κατεχόμενα ἔλαβεν. ἅλωσις τῆς Περσθλάβας. πολιορκία τοῦ Δοροστόλου ἤτοι τῆς Δρίστρας, καὶ ὅπως γέγονεν ἡ πολιορκία.

  29. 17.3.1

    Ἡ τελευταία μάχη πρὸς Σφενδοσθλάβον καὶ τοὺς Ῥώς. ὅτι καὶ τῆς ἐκ θεοῦ βοηθείας ἔτυχον οἶ Ῥωμαῖοι. ἅλωσις τῆς Δρίστρας. ὅπως ἐγνώσθη ὅτι ὁ ἅγιος Θεόδωρος τῷ βασιλεῖ συνεμάχησε. ὅτι προσῆλθε τῷ βασιλεῖ ὁ Σφενδοσθλάβος καὶ προσεδέχθη.

  30. 17.4.1

    Ὅτι ἐπανελθὼν ὁ βασιλεὺς ἐθριάμβευσε. περὶ τοῦ ἐν τοῖς Χαλκοῖς ναοῦ τοῦ σωτῆρος. περὶ πατριαρχῶν. ὅτι ἀποστατησάντων τῶν ἑῴων βαρβάρων ἐξεστράτευσεν ὁ βασιλεὺς κατ’ αὐτῶν, καὶ ὅθεν ὁ παρακοιμώμενος ἠρεθίσθη ἐπιβουλεῦσαι αὐτῷ1) καὶ ὅπως ἐπεβούλευσεν. τελευτὴ Ἰωάννου τοῦ Τζιμισκῆ. ὅτι αὖθις ὁ Φωκᾶς Λέων καὶ ὁ υἱὸς αὐτοῦ Νικηφόρος μελετήσαντες ἐπιθέσθαι τῇ βασιλείᾳ ἐτυ- φλώθησαν.

  31. 17.5.1

    ὅτι ἀνεκλήθη ἐκ τῆς ὑπερορίας ἡ μήτηρ τῶν βασιλέων. ὅτι ἀπεστάτησεν ὁ μάγιστρος Βάρδας ὁ Σκληρός , καὶ ὅσα ἐν τῇ ἀποστασίᾳ αὐτοῦ γεγό- νασι. πῶς ὁ Σκληρὸς τῆς Νικαίας ἐκράτησεν. ὅτι τῷ Φωκᾷ Βάρδᾳ τὸν κατὰ τοῦ Σκληροῦ ἐνεπίστευσε πόλεμον ὁ παρακοιμώμενος. ὅπως ἐμονομάχησαν ὁ Σκληρὸς καὶ ὁ Φωκᾶς καὶ ὅπως οἱ περὶ τὸν Σκλη- ρὸν ἐτράπησαν εἰς φυγήν. φυγὴ τοῦ Σκληροῦ πρὸς Βαβυλῶνα καὶ κάθειρξις αὐτοῦ καὶ τῶν μετ’ αὐτοῦ.

  32. 17.6.1

    Περὶ πατριαρχῶν. περὶ Βουλγάρων καὶ τοῦ Σαμουὴλ καὶ τῶν ἀδελφῶν αὐτοῦ. ὅτι ὁ βασιλεὺς ἐξεστράτευσε κατὰ Βουλγάρων καὶ τὴν Τριάδιτζαν ἔμελλε πολιορκεῖν. ὅπως ὁ Κοντοστἐφανος ἀπάτῃ μετῆλθε τὸν βασιλέα καὶ πέπεικεν ἀναζεῦξαι, καὶ ὅσα οἱ Βούλγαροι τοῖς Ῥωμαίοις ἐποίησαν2) ἀναζευ- γνύουσι. ὅτι ὁ Φωκᾶς βασιλεὺς ἀνερρήθη. ὅτι ὁ Σκληρὸς καὶ οἶ παρὰ τοῖς Ἀγαρηνοῖς Ῥωμαῖοι ἀνείθησαν τῶν δεσμῶν καὶ ἐπανελθεῖν εἰς τὰ Ῥωμαίων ὅρια ἠδυνήθησαν. ὅτι κοινωνίαν θέσθαι μετὰ τοῦ Φώκα ἐπὶ τῇ τυραννίδι ἠθέλησεν ὁ Σκληρός, καὶ ὅπως κατεσχέθη καὶ ἐδεσμήθη.

  33. 17.7.1

    ὅτι πρὸ τοῦ δεσμηθῆναι λάθρᾳ ὡς αὐτό- μολον ἔπεμψε τὸν ὒ ἰὸν αὐτοῦ πρὸς τὸν βασιλέα ὁ Σκληρός. περὶ τοῦ Δελφῖνά. ὅπως ἑάλω καὶ ἀνεσκολοπίσθη. ὅπως ὁ Φωκᾶς κατέστρεψε τὴν ζωήν. οἷος ὁ βασιλεὺς Βασίλειος τὸ ἦθος ἐγένετο μετὰ τὴν κατά- λυσιν τοῦ Φώκα. ὅπως τὸν παρακοιμώμενον ὁ βασιλεὺς ἀπεσκευάσατο, καὶ ὅπως πρὸς ἐκεῖνον διετέθη. τελευτὴ τοῦ παρακοιμωμένου. οἶος ἦν ὁ βασιλεὺς πρὸ τοῦ τῆς ἐξουσίας ἐπιλαβέσθαι, καὶ οἶος μετὰ ταῦτα ἐγένετο καὶ ὅπως ἐκέχρητο τῷ ἀδελφῷ, καὶ οἶος ἦν ἐκεῖνος τὸ ἦθος. ὅτι αὖθις ὁ Σκληρὸς τῆς τυραννίδος εἴχετο καὶ ὅπως ἐσπείσατο, καὶ προσῆλθε τῷ βασιλεῖ καὶ ἐδέχθη. ὅτι κληρονόμος τῆς Ἰβηρίας καταλειφθεὶς ὁ βασιλεὺς ἀπῆλθεν ἐκεῖ. ἵσα ἐν Ἰβηρίᾳ καὶ Φοινίκῃ κατώρθωσε.

  34. 17.8.1

    Περὶ πατριαρχῶν. περὶ τοῦ Σαμουὴλ καὶ τῶν Βουλγάρων, καὶ ὅσα κατ’ αὐτόν ὁ βασιλεὺς ἐστήσατο τρόπαια, τὰ μὲν δι’ ἑαυτοῦ, τὰ δὲ διὰ τῶν στρατηγῶν, καὶ ὅσας πόλεις εἷλε καὶ φρούρια. οἷα ὁ βασιλεὺς ἐδογμάτισεν. οἷος ἦν ὁ βασιλεὺς οὗτος τὸ ἦθος. καὶ οἷος ἦν περὶ χρήματα καὶ ὅσα συνῆξε καὶ ἐθησαύρισεν.

  35. 17.9.1

    Ὅτι οἱ Ἀγαρηνοὶ τὸν ἐν Ἱερουσαλὴμ καθεῖ- λον ναόν. ὅσα ἐν Βουλγαρίᾳ ἐποίησεν ὁ βασιλεὺς Βασίλειος. ὅπως τοὺς φραγμοὺς τῶν ὀρῶν καθεῖ- λεν ὁ βασιλεὺς καὶ εἰς Βουλγαρίαν εἰσέβαλε, καὶ περὶ τῆς τελευτῆς τοῦ Σαμουήλ. ὅτι ὁ τοῦ Σαμουὴλ υἱὸς ἀνῃρέθη παρὰ συγγενοῦς αὐτοῦ. ὅτι πολλοὶ τῶν ἐπισήμων Βουλγάρων προσερρύησαν τῷ βασιλεῖ. ὅτι καὶ αὖθις ὁ βασιλεὺς ἐξεστράτευσε κατὰ Βουλγάρων καὶ ὅσα ἐποίησεν. ὅτι προσερρύη τῷ βασιλεῖ ἡ γυνὴ καὶ οἱ παῖδες τοῦ Βλαδισθλάβου Ἰωάννου τοῦ υἱοῦ Ἀαρών. ὅτι κατασχὼν τὴν Βουλγαρίαν ὁ βασιλεὺς εἰς Ἀθήνας ἀπῆλθε τῇ θεομήτορι ἀνθομολογούμενος. μένος. περὶ πατριαρχῶν. ἐκστρατεία κατὰ Ἀβασγίας. νίκη Ῥωμαίων κατὰ τῶν Ἰβήρων. περὶ πατριαρχῶν. τελευτὴ Βασιλείου.

  36. 17.10.1

    Οἷος ἦν τὸ ἦθος ὁ Κωνσταντῖνος καὶ τὴν διαγωγήν. περὶ τῶν θυγατέρων τοῦ βασιλέως καὶ τῶν ἐκτομιῶν αὐτοῦ θεραπόντων. περὶ Πατζινάκων. ὅπως ταῖς εἰσπράξεσιν ὁ βασιλεὺς οὗτος ἐξέτριψε τὸ ὑπήκοον. ὅπως τὸν Ἀργυρόπωλον1) Ῥωμανὸν γαμ- βρὸν εἰς τὴν θυγατέρα ὁ βασιλεὺς ἐποιήσατο, τὴν ἐκείνου σύμβιον ἀποκαρῆναι ποιήσας. καὶ Καίσαρα τοῦτον ἀνεῖπε καὶ διάδοχον τῆς βασιλείας κατέλι- πεν. τελευτὴ τοῦ βασιλέως Κωνσταντίνου.

  37. 17.11.1

    Ὅτι ἐξέκοψε τὸ ἀλληλἐγγυον καὶ ἐπηύξησε τὴν ῥόγαν τῶν κληρικῶν τῆς μεγάλης ἐκκλησίας καὶ χρεοκοπίαν ἐποίησεν. ὅτι ὁ Προυσιανὸς ὑποπτευ- θεὶς ἐπὶ τυραννίδι ἐτυφλώθη. καὶ ὁ Διογενὴς Κωνσταντῖνος ὁμοίᾳ αἰτίᾳ καθείρχθη. ὅτι ἐσπείσατο τοῖς Ἀβασγοῖς καὶ τὴν ἰδίαν ἀνεψιὰν νύμφην ἔδωκεν. ὅτι οἶ Ἀγαρηνοὶ καιροῦ2) λαβόμενοι τῶν πόλεων ἐπελάβοντο , ἃς παρὰ τοῦ Φώκα καὶ τοῦ Τζιμισκῆ ἀφῃρέθησαν. ὅτι ἐστράτευσε κατὰ τοῦ3) χαλεπ’, καὶ προσῆλθεν αὐτῷ πρεσβεία εἰρήνην αἰτοῦσα, ὁ δὲ οὐκ ἐσπείσατο. ὅτι Ἄραβες ἀθρόον τῷ χάρακι ἐπελ- θόντες ἐτρέψαντο τοὺς Ῥωμαίους, καὶ ὁ βασιλεὺς ἔφυγε, καὶ τὸ στρατόπεδον διηρπάγη.

  38. 17.12.1

    Ὅτι ἐπανελθὼν ὁ βασιλεὺς εἰς τὴν πόλιν βαρέως τοῖς ὑπ’ αὐτὸν προσεφέρετο. περὶ τῆς παρὰ πλ τοῦ Ῥωμανοῦ δομηθείσης μονῆς. περὶ τοῦ υἱοῦ τοῦ Χαλεπίτου. περὶ Κωνσταντίνου τοῦ Διογενοῦς. περὶ διαφόρων ἐθνῶν τὰ ὑπὸ Ῥωμαίους ληιζομένων.1) περὶ τῆς αὐτογράφου ἐπιστολῆς τοῦ Χριστοῦ. περὶ τῶν μεταναστευόντων διὰ τὸν λιμόν. περὶ σεισμῶν.

  39. 17.13.1

    Ὅτι πρότερον ὁ βασιλεὺς κατέτεινεν ἑαυτὸν περὶ μίξιν παιδοποιίας ἐφιέμενος, ἀπογνοὺς δὲ ταύτης, οὐ συνεχῶς προσῄει τῇ βασιλίσσῃ, ἡ δὲ αὐτὸν ἐμίσησεν. ὅπως ὁ Παφλαγὼν Μιχαὴλ προσελήφθη παρὰ τοῦ βασιλέως, καὶ ὡς ἠράσθη αὐτοῦ ἡ Ζωή, καὶ ὅτι διὰ τὸν ἔρωτα ὁ βασιλεὺς Ρωμανὸς ἐπεβου- λεύθη καὶ τέθνηκε. τελευτὴ τοῦ βασιλέως Ῥωμανοῦ. 2)]

  40. 17.14.1

    Οἵως διετέθη πρὸς τὴν βασιλίδα ὁ Μιχαήλ. οἶος ἦν τὸ ἦθος ὁ τοῦ βασιλέως ἀδελφὸς Ἰωάννης. περὶ τῆς νόσου τοῦ βασιλέως Μιχαὴλ. περὶ τοῦ Δαλασσηνοῦ καὶ διὰ τίνα αἰτίαν καθείρχθη. περὶ τοῦ ἐξ Ἀφρικῆς στόλου. περὶ Παγκρατίου τοῦ ἄρχοντος Ἀβασγίας. περὶ Σκυθῶν. περὶ Ἀράβων.2)]

  41. 17.15.1

    ὅτι μετὰ τῶν Αἰγυπτίων οἱ Ῥωμαῖοι ἐσπεί- σαντο. ὅτι ὁ Μανιάκης τὴν Σικελίαν ὑπὸ Σαρακηνῶν κατεχομένην Ῥωμαίοις ὑπέταξε. ὅπως ὑπὸ Ἀράβων ἐπεβουλεύθη ἡ Ἔδεσα, καὶ ὅπως ἐγνώσθη τὰ3) τῆς ἐπιβουλῆς. ὅτι ὁ Καρχηδόνιος 4) κρατῶν κατὰ τῆς Σικελίας ἐπῆλθε. καὶ ὅπως ἡττήθη παρὰ τοῦ Μανιάκη καὶ ἔφυγε, καὶ ὅπως ὁ Μανιάκης δέ- σμιος ἐκεῖθεν ἀχθεὶς καθείρχθη. ὅτι ἡ Σικελία αὖ- θις ἐλήφθη ὑπὸ τῶν Ἀγαρηνῶν ἄνευ μιᾶς πόλεως τῆς Μεσήνης. ὅτι ἐφίετο τοῦ πατριαρχείου ὁ ὀρφανοτρόφος. ὅπως πρὸς τὸ ὑπήκοον διέκειτο ὁ ὀρφα1) Νοτρόφος καὶ ἡ ἀδελφὴ αὐτοῦ. ὅτι ἐπεβουλεύθη Παρὰ τῆς βασιλίδος Ζωῆς ὁ ὀρφανοτρόφος.

  42. 17.16.1

    Ὅτι ἡ νόσος τῆς παραφορᾶς κατεκράτησε Σφόδρα τοῦ βασιλέως. ὅπως ἔσχε περὶ τὴν βαςίλισσαν ὁ βασιλεὺς Μιχαήλ. ὅτι καὶ ὑδέρῳ περιέπεσεν ὁ βασιλεὺς Μιχαήλ. ὅτι καὶ ὑδέρῳ περιέπεσεν ὁ βασιλεὺς Μιχαήλ. ὅτι ὁ Καλαφάτης Μιχαὴλ υἱοθετήθη Τῇ βασιλίσςῃ καὶ Καῖσαρ ἀνηγορεύθη.

  43. 17.17.1

    Ὅπως ἀπεστάτησε πάλιν τὸ τῶν Βουλγάρων ἔθνος, καὶ ὅπως εἰς δύο ἀρχηγοὺς περιέστη, καὶ ὅπως ὁ εἷς τὸν ἄλλον διέφθειρε, παρασκευάσας τὸ πλῆθος λιθολευστῆσαι αὐτόν. ὅτι ὁ βασιλεὺς ὑδεριῶν ἐξεστράτευσε κατὰ Βουλγάρων. ὅπως ὁ Ἀλουσιανὸς ἔφυγεν ἐκ τῶν Ῥωμαίων εἰς τοὺς Βουλγάρους, καὶ ὅπως ἐγνωρίσθη τοῦ Ἀαρὼν εἶναι νἱός. Καὶ ὅπως τὸν Δολιανὸν κατασχὼν ἀπετύφλωσεν. ὅτι Προςῆλθεν ὁ Ἀλουσιανὸς τῷ βασιλεῖ. ὅπως ἀπῆλθεν ὁ βασιλεὺς εἰς τὴν μονὴν τῶν ἁγίων Ἀναργύρων, καὶ ἀπεκάρη. Τελευτὴ τοὺ βασιλέως Μιχαὴλ τοῦ Παφλαγόνος.

  44. 17.18.1

    Ὅτι εἰσῆλθεν εἰς τὰ βαςίλεια ὁ Καῖσαρ Μιχαήλ. ἀνάρρησις εἰς βασιλέα τοῦ Καίσαρος, καὶ οἷος ἦν τὸ ἦθος ὁ Μιχαήλ. ὅπως διετέθη πρὸς τὸν θεῖον αὐτοῦ τὸν ὀφανοτρόφον. ἐξορία τοῦ ὀρφανοτρόφου. ὅτι τοὺς οἰκείους συγγενεῖς ὁ Μιχαὴλ ἐξευνούχισε.1)

  45. 17.19.1

    Ὅτι αἰτιάσεις κατὰ τῆς βασιλίδος Ζωῆς Πλαςάμενος ὁ Μιχαὴλ ἀποκείρει αὐτὴν πρότερον εἰς Τὴν τοῦ Πρίγκιπος νῆσον περιορίσας αὐτήν.2) ὅτι Διὰ τὴν στάσιν ἀνεκομίσθη ἡ βασιλίς, καὶ ὁ λαὸς μελενδυτοῦσαν ἰδὼν αὐτὴν εἰς πλέον τεθύμωται. ὅτι πρὸς τὴν τῆς Ζωῆς ἀδελφὴν τὴν Θεοδόραν τὸ πλῆθος τραπὲν Αὐγοῦσταν αὐτὴν ἀνηγόρευσεν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, καὶ ὅτι εἰς τὴν μονὴν τοῦ Στουσίου ὁ Μιχαὴλ καὶ ὁ θεῖος αὐτοῦ ὁ Κωνσταντῖνος ἀπῆλθον. ὅτι ἐτυφλώθησαν ὁ βασιλεὺς Μιχαὴλ καὶ ὁ θεῖος αὐτοῦ ὁ νωβελλίσιμος Κωνσταντῖνος, εἶτα καὶ ὑπερωρίσθησαν.

  46. 17.20.1

    Ὅτι ἄνδρα ἡ βασιλὶς Ζωὴ ἐμνηστεύετο. ὅπως ἀπεδοκιμάσθη ὁ Δαλασσηνός. περὶ τοῦ Μονομάχου, καὶ ὅπως παρὰ τῆς βασιλίσσης Ζωῆς ᾑρέθη πρὸς βασιλείαν καὶ πρὸς συνοίκησιν. ὅτι ἐστέφθη ὁ Μονομάχος.

  47. 17.21.1

    Οἷος ἦν τὴν γνώμην ὁ Μονομάχος. περὶ τοῦ Βοϊσθλάβου καὶ ὅσα παρ’ ἐκείνου ἐγένοντο. περὶ τοῦ Μονομάχου καὶ τῆς Σκληραίνης τοῦ πρὸς ἀλλήλους ἔρωτος. ὅτι ἐπανήχθη ἐκ τῆς Μιτυλήνης ἡ Σκλήραινα, καὶ ὅπως αὐτῇ ἐχρήσατο ὁ βασιλεύς. τελευτὴ τῆς Σκληραίνης.

  48. 17.22.1

    Περὶ τῆς τοῦ Μανιάκη ἀποστασίας καὶ ὅπως διελύθη. ἀποστασία τοῦ Ἐρωτικοῦ. περὶ πατριαρχῶν. ὅτι ἐτυφλώθη ὁ γεγονὼς ὀρφανοτρόφος Ἰωάννης. ἀποστασία τοῦ Τορνικίου Λέοντος.

  49. 17.23.1

    Ὅτι ἐτυφλώθησαν ὁ Τορνίκιος καὶ ὁ Βατάτζης.

  50. 17.24.1

    Περὶ τῶν ῾Ρὼς1) κατὰ τῆς βασιλίδος τῶν πόλεων ἐπελεύσεως. ναυμαχία κατὰ τῶν ῾Ρὼς καὶ ἧττα αὐτῶν.

  51. 17.25.1

    ὅπως οἱ Τοῦρκοι κατὰ τῆς ὑποκειμένης ῾Ρωμαίοις ἑῴας μοίρας ἐχώρησαν, καὶ τίνες οὗτοι. ὅπως οἶ Τοῦρκοι ταῖς ὑπὸ Ῥωμαίους ἐπῆλθον χώραις. περὶ τῆς κωμοπόλεως τοῦ Ἄρτζε. πόλεμοι Ῥωμαίων συμμαχομένων1) Ἴβηρσι πρὸς τοὺς Τούρκους καὶ ἅλωσις τοῦ Λιπαρίτου ἄρχοντος τῶν Ἰβήρων. ὅτι αὐτὸς ὁ Σουλτὰν κατὰ Ῥωμαίων ἐχώρησε.

  52. 17.26.1

    Περὶ Πατζινάκων καὶ ὅπως εἰς τὰ παρίστρια διέβησαν. περὶ τῆς τῶν Σκυθῶν προσελεύσεως. περὶ τῆς τῶν ἑτέρων Σκυθῶν ἐπελεύσεως, καὶ ὅπως ἑάλωσαν. ὅπως οἱ Σκύθαι τῆς ὑπὸ Ῥωμαίους δουλείας ἀφηνίασαν, εἶτα ἐσπείσαντο.

  53. 17.27.1

    Περὶ ἐπιβουλῆς ἣν ὁ Βοΐλας καὶ οἶος ἦν ἐκεῖνος. ὅτι οὐ κατὰ λόγον ἀναλίσκων τὰ δημόσια χρήματα εἰς πόρους ἀπεῖδεν οὐκ εὐαγεῖς ὁ Μονομάχος.

  54. 17.28.1

    Τελευτὴ τῆς βασιλίδος Ζωῆς. περὶ τῆς ἐξ Ἀλανῶν παλλακευομένης τῷ βασιλεῖ. περὶ τῆς νό- σου ἤ τῶν νόσων τοῦ Μονομάχου. περὶ τοῦ λογο- θέτου τοῦ δρόμου Ἰωάννου. περὶ τοῦ Λειχούδου Κωνσταντίνου. ὅτι τὸν πρωτεύοντα ἠβουλήθη ὁ βασιλεὺς καταλιπεῖν διάδοχον τῆς ἀρχῆς.

  55. 17.29.1

    ὅτι εὐτυχῶς3) ἤνυσε τὴν ἀρχὴν ἡ Θεοδώρα. ὅτι ὁ Στρατιωτικὸς Μιχαὴλ εἰς τὴν τῆς βασιλείας ἀνήχθη περιωπήν. τελευτὴ τῆς βασιλίδος Θεοδώρας.

  56. 18.1.1

    Ὅτι τοῖς στρατιωτικοῖς ἄρχουσιν οὐ δεξιῶς ἐχρήσατο ὁ βασιλεὺς Μιχαὴλ. ἀποστασία τοῦ Μονομάχου Θεοδοσίου.

  57. 18.2.1

    Προσέλευσις τῶν στρατιωτικῶν ἀρχόντων πρὸς τὸν παρασπόνδυλον. ὅπως ὁ Βρυέννιος4) ἐτυ1) φλώθη. ἀποστασία τοῦ Κομνηνοῦ καὶ τῶν 1) στρατιωτικῶν ἀρχόντων. ὅτι ἐκράτησε Νικαίας ὁ Κομνηνός. ὅτι συμβαλόντες τοῖς περὶ τὸν Κομνηνὸν οἶ βασιλικοὶ ἡττήθησαν.

  58. 18.3.1

    Ἀποστολὴ πρέσβεων πρὸς τὸν Κομνηνὸν περὶ εἰρήνης. ὅσα τῷ βασιλεῖ διὰ τῶν πρέσβεων ὁ Κομνηνὸς ἐδήλωσεν. ὅτι ἃ ᾔτησεν ὁ Κομνηνὸς πλη- ρῶσαι ὁ βασιλεὺς ἐπηγγείλατο, καὶ πάλιν οἶ πρέ- σβεις πρὸς αὐτὸν ἀπεστάλησαν. οἶα ἐγγράφως2) τοὺς συγκλητικοὺς· ἀπῄτησεν ὁ βασιλεὺς Μιχαήλ. ὅτι στασιώδεις τινὲς εἰς τὴν μεγάλην ἐκκλησίαν συνήχθησαν, καὶ ὅτι βασιλέα τὸν Κομνηνὸν ἀνηγό- ρευσαν καὶ τοῦ πατριάρχου συνευδοκοῦντος.3) ἔκπτωσις τῆς βασιλείας Μιχαὴλ τοῦ γέροντος.

  59. 18.4.1

    ὅτι πρῴην οἰκονόμων καὶ σκευοφυλάκων τῆς μεγάλης ἐκκλησίας παρὰ τοῦ βασιλέως προβαλλομένων οἱ Κομνηνοὶ καὶ ἄμφω τῇ ἐκκλησίᾳ ἀπένειμαν.4) ὅτι ἀποτόμως τῇ τῶν κοινῶν πραγμάτων διορθώσει ἐπικεχείρηκε καὶ γέγονεν ἅπασι μισητός. ὅτι οὐδὲ αὐτῶν τῶν τῷ θεῷ καθωσιωμένων ἐφεί- σατο.

  60. 18.5.1

    Ὅτι ὁ πατριάρχης ἤθελεν ἐπιτάσσειν τῷ βασιλεῖ καὶ ἠπείλει αὐτῷ. ἐξορία τοῦ πατριάρχου Μιχαήλ. τελευτὴ τοῦ πατριάρχου ἐν τῇ ἐξορίᾳ. περὶ πατριαρχῶν. ὅπως τὰ δικαιώματα τῆς ἐλευθερίας τῶν Μαγγάνων ἔλαβεν ὁ βασιλεὺς ἐκ τοῦ Λειχούδη.

  61. 18.6.1

    Ἐκστρατεία κατὰ τῶν Οὔγγρων καὶ Πατζι 1) νάκων. ὅπως τὸν ἐκ τῆς δρυὸς κίνδυνον ἐξέφυγεν ὁ βασιλεὺς καὶ οἶ περὶ αὐτόν.

  62. 18.7.1

    Ὅπως τὴν βασιλείαν ἀπέθετο ὁ Κομνηνὸς καὶ ἐμόνασε, τὸν Δούκαν προχειρισάμενος βασιλέα. οἷος ἦν τὸ ἦθος ὁ Κομνηνός.

  63. 18.8.1

    Ἐπιβουλὴ κατὰ τοῦ βασιλέως καὶ ὅπως ταύτην διέφυγεν. οἶος ἦν ὁ Δούκας τοὺς τρόπους. ὅτι ἐκ φειδωλίας δώροις ἤθελε φιλιοῦν τῇ Ῥωμαίων ἀρχῇ.

  64. 18.9.1

    Περὶ τοῦ ἔθνους τῶν Οὔζων. περὶ σεισμοῦ.1) περὶ ἀστέρος κομήτου. περὶ πατριαρχῶν. ὅτι νο— σήσας ὁ βασιλεὺς καὶ ἐκλείπων τοῖς υἱοῖς τὴν2) βα- σιλείαν κατέλιπε, κἀκείνοις τὴν μητέρα ἐπέστησεν, ὀμόσασαν ἐγγράφως μὴ δευτερογαμῆσαι. τελευτὴ Κωνσταντίνου βασιλέως τοῦ Δούκα.

  65. 18.10.1

    ὅτι ἡ βασιλὶς Εὐδοκία βασιλέα τοῖς πράγ- μασιν ἐπιστῆσαι ἐβουλεύσατο. περὶ τοῦ Διογενοῦς καὶ οἷος ἦν τὸ γένος καὶ τὴν ἰσχύν. ὅτι τυραννῆσαι βουλευσάμενος κατεσχέθη ὁ Διογενὴς, καὶ μέλλων κολασθῆναι ἀφείθη καὶ εἰς κγλ ἀφωρίσθη.3) ὅπως ἠπατήθη ὁ πατριάρχης καὶ δέδωκε τῇ δεσποίνῃ τὸ τοῦ ὅρκου αὐτῆς ἔγγραφον. ὅτι συνήφθη τῆ βασι- λίδι Εὐδοκίας ὁ Διογενὴς καὶ ἀνερρήθη.

  66. 18.11.1

    ὅτι ἐξεστράτευσεν ὁ Διογενὴς ἐν τῇ ἑῴᾳ καὶ ὅσα ἐποίησεν. ὅτι καὶ πρὸς Συρίαν ὥρμησεν ὁ βασιλεὺς καὶ τὴν Ἱεράπολιν ἔλαβε καὶ τοὺς Χαλεπίτας ἐτρέψατο. ἧττα τῶν βαρβάρων. ἅλωσις ὑπὸ4) Ῥωμαίων φρουρίων τινῶν βαρβαρικῶν καὶ ἀγγελία τῷ βασιλεῖ λαφυραγωγηθῆναι τὸ Ἀμόριον.

  67. 18.12.1

    "/> Ἑτέρα ἐκστρατεία τοῦ βασιλέως καὶ ὅσα ἐν ταύτῃ συνέβησαν. περὶ τοῦ ἐμπρησμοῦ τοῦ ναοῦ τῶν Βλαχερνῶν. περὶ τοῦ Κομνηνοῦ Μανουὴλ ὅπως ἐλήφθη αἰχμάλωτος, καὶ ὅπως ἐπανῆλθεν, ἄγων καὶ τὸν ἑλόντα αὐτὸν Τοῦρκον πρόσφυγα τῷ βασιλεῖ.

  68. 18.13.1

    Ἡ τελευταία ἐκστρατεία τοῦ Διογενοῦς καὶ ὅσα ἐν αὐτῇ σημεῖα συνέβησαν. περὶ τῆς τῶν Νεμίτζων ἀποστασίας καὶ ὅτι διεῖλεν ὁ Διογενὴς τὸ στράτευμα, καὶ οὐ μετὰ πολλῶν ἐκεῖνος περιελείφθη. ὅτι τὸν Βρυέννιον ἔστειλαν συμβαλεῖν τοῖς Τούρκοις, εἶτα καὶ τὸν Βασιλάκιον, καὶ ὡς ἑάλω ὁ Βασιλάκιος. 1)

  69. 18.14.1

    ὅτι Οὖζοι πρὸς τοὺς Τούρκους ηὐτομόλησαν, καὶ ὅτι μετεκαλέσατο καὶ τὸ στράτευμα, ὃ διεῖλεν ὁ βασιλεύς· οἱ δὲ οὐκ ἀφίκοντο, καὶ ὅτι τοῦ βασιλέως ἑτοιμαζομένου πρὸς πόλεμον ἐκ τοῦ Σουλτὰν πρέσβεις ἥκασι περὶ εἰρήνης. ὅτι ὑποστρεψάντων τῶν πρέσβεων ὁ βασιλεὺς πρὸς μάχην ὥρμησε καὶ ὅπως ἡττήθη καὶ ἑάλω. ὅπως ὁ Σουλτὰν ἐχρή- σατο τῷ βασιλεῖ ἀπαχθέντι πρὸς αὐτόν. τίνα γεγό- νασιν ἐν τοῖς βασιλείοις τῆς ἁλώσεως ἀγγελθείσης.2)

  70. 18.15.1

    ὅτι προστάγματα ἐπέμφθησαν πανταχοῦ μὴ δέχεσθαι τὸν Διογένην ὡς βασιλέα, καὶ ὅτι τοῦ Καίσαρος υἱοὶ ἐστάλησαν κατ’ αὐτοῦ. ὅπως κατεκλεί- σθη ὁ Διογενὴς καὶ ἐπολιορκεῖτο. 3) καὶ ὅτι ἐπὶ συνθήκαις παρέδωκεν ἑαυτόν.1) ὅτι ἐν τῇ Πρωτῇ νήσῳ ἀπαχθεὶς ἐτελεύτησεν ὁ Διογενὴς.

  71. 18.16.1

    Ὅτι τὸν Σίδης ἐπέστησε τοῖς πράγμασι πρό- τερον, εἶτα τὸν Νικηφορίτζην. ὅτι ἀμελῶν τῶν τῆς βασιλείας πραγμάτων λόγοις ἐσχόλαζεν2) ὁ Μιχαὴλ. ὅτι ὁ Σουλτὰν τὰ κατὰ τὸν Διογένην μαθὼν τὴν ἑῴαν κατέτρεχεν. ἔτι ὁ Κομνηνὸς Ἰσαάκιος ἐστάλη μετὰ τοῦ Ῥουσελίου τοῖς Τούρκοις ἀντιταξόμενος, καὶ ἡττηθεὶς ἑάλω, καὶ ὁ Ῥουσέλιος ἀπεστάτησεν. ὅτι ὁ Καῖσαρ σταλεὶς κατὰ τοῦ ‘Pουσελίου ἡττήθη καὶ ἑάλω. ὅτι ὁ βασιλεὺς Τούρκους κατὰ τοῦ Ῥουσελίου μετεπέμψατο, ὁ δὲ λύσας τὸν Καίσαρα βασιλέα ἀνεῖπε· καὶ συμμίξας τοῖς Τούρκοις αἰχμάλωτος καὶ αὐτὸς καὶ ὁ Καῖσαρ ἐλήφθησαν. ὅτι ὁ Καῖσαρ διὰ τοῦ βασιλέως ἐξωνηθεὶς ἐκείρατο καὶ μοωαχὸς γέγονεν. ὅτι ὁ βασιλεὺς Ἀλέξιος εἷλε τὸν Ῥουσέλιον. ὅπως ἐκλήθη Παραπινἄκιος οὗτος ὁ βασιλεύς.

  72. 18.17.1

    Περὶ τοῦ τῶν Χροβάτων3) ἔθνους. περὶ τῆς ἀποστασίας τοῦ δούλου Νέστορος. ὅτι υἱὸς ἐτέχθη τῷ4) βασιλεῖ, καὶ ἐστέφθη παρ’ αὐτοῦ. περὶ τοῦ τεχθέντος σημειώδους παιδός. περὶ τοῦ ἐν τῇ βασιλείᾳ τούτου γενομένου λιμοῦ καὶ λοιμοῦ. ὅτι ὁ Βοτανειάτης παρὰ τῶν ἑῴων ἀρχόντων5) βασιλεὺς ἀνερρήθη. ὅτι καὶ ἐν τῇ δύσει ὁ Βρυέννιος Νικηφόρος ἀποστασίαν6) ἐπεχείρησεν. ὅτι ὁ Κομνηνὸς Ἀλέξιος καὶ ὁ Ῥουσέλιος ἀπεστάλησαν κατὰ τοῦ Βρυεννίου.

  73. 18.18.1

    Περὶ πατριαρχῶν. ὅτι οἷ Τοῦρκοι τὰς Ῥωμαϊκὰς κατέσχον χώρας ἐν τῇ ἑῴᾳ καὶ ᾠκειώσαντο. ὅτι ὁ Βοτανειάτης κατέσχε τὴν Νικαίαν. ὅτι ὁ δῆμος τῆς πόλεως βασιλέα ἀνεῖπε τὸν Βοτανειάτην καὶ τὸν Μιχαὴλ καθεῖλον καὶ ἀπέκειραν. ὅπως ὁ Βοτανειάτης τῆς βασιλείας ἐδράξατο.

  74. 18.19.1

    ὅπως ὁ Βρυέννιος τυραννῶν ἑάλω καὶ ἐτυ- φλώθη. ἐπανάστασις τῶν Βαράγγων. ὅτι τὴν πρὸ τοῦ αὐτοῦ βασιλέως γυναῖκα ἔγημεν ὁ Βοτανειάτης. ὅτι Μητροπολίτης Ἐφέσου ἐχειροτονήθη ὁ τῆς βα- σιλείας ἐκπεσὼν Μιχαὴλ. ἀποστασία τοῦ Βασιλακίου καὶ ἅλωσις, καὶ πήρωσις τῶν ὀφθαλμῶν αὐτοῦ. ἀποστασία Κωνσταντίνου τοῦ υἱοῦ τοῦ Δούκα. ὅτι τὸν Σίδην εἰς διοίκησιν τῶν κοινῶν ὁ βασιλεὺς προεστήσατο καὶ περὶ τοῦ Γερμανοῦ καὶ τοῦ Βοτανειάτου. 1) περὶ τοῦ λογοθέτου Νικηφόρου , καὶ ὅπως ἀνῃρέθη.

  75. 18.20.1

    Περὶ τῶν Κομνηνῶν, καὶ πῶς εἰς ἀποστα- σίαν ὥρμησαν, ὅπως τῆς πόλεως ἐκράτησαν καὶ τῆς βασιλείας ἐπέτυχον. ὅτι ὁ Βοτανειάτης ἀπεκάρη καὶ εἰς τὴν Περίβλεπτον2) ἀπελθὼν ἐκεῖ ἐτελεύτησε.

  76. 18.21.1

    Περὶ τῶν ἀδελφῶν τοῦ βασιλέως καὶ τῆς μητρὸς καὶ τῶν γαμβρῶν.3) περὶ πατριαρχῶν. περὶ τοῦ ῾Ρομπέρτου τοῦ ... καὶ ὅπως πρότερον μὲν ἐτιμήθη βασιλεὺς προσβαλὼν αὐτῷ, εἶτα ἐνίκησε.1)

  77. 18.22.1

    Περὶ τῶν νήσων, ὅπως ἑάλωσαν. περὶ τοῦ Τζαχᾶ. περὶ τῆς Κρήτης καὶ τῆς Κύπρου. ὅσα ἐποίησεν οὗτος ὁ βασιλεὺς πρὸς κάκωσιν τῶν ὑπηκόων. περὶ τῶν |ῖ|2) περὶ τῶν θυγατέρων τοῦ βασιλέως καὶ τῶν υἱῶν καὶ τῶν ἐπὶ θυγατράσι γαμβρῶν. περὶ τοῦ μεγάλου σεισμοῦ.

  78. 18.23.1

    Περὶ τῶν Πατζινάκων καὶ ὅπως κατετρώθησαν. περὶ ἐπιβουλῆς κατὰ τοῦ βασιλέως μελετηθείσης. ἑτέρα ἐπιβουλή. περὶ τῆς τῶν Φράγγων συγκινήσεως καὶ πρὸς τὴν ἑῴαν αὐτῶν διαπεραιώσεως. περὶ τῆς τῶν Βογομίλων αἱρέσεως καὶ ὅπως ὁ ταύτης κῆρυξ διεφθάρη. ἐπανάστασις τοῦ Ψευδοδιγένους.

  79. 18.24.1

    Περὶ τοὐ ὀρφανοτροφείου. μελέτη κατὰ τοῦ βασιλέως, οὗ3) ὁ κορυφαῖος ὁ Ἀνεμᾶς. δρῶπαξ τὸ χρῖσμα δι’ οὗ μαδᾶται ἡ τρίχωσις. ἀνεχώρησε4) τῶν βασιλείων ἡ μήτηρ τοῦ βασιλέως, καὶ ἀπελθοῦσα εἰς τὸν5) Παντεπόπτην ἐκεῖ ἐτελεύτησεν. τελευτὴ τοῦ σεβαστοκράτορος. ὅπως διέκειτο πρῴην πρὸς τὴν κοινωνὸν τοῦ βίου6) ὁ βασιλεύς, καὶ ὅπως μετέπειτα. ὅτι ἡ τῆς βασιλείας ἐξουσία τῇ βασιλίδι ἀνατεθῆναι μεμελέτητο, ὁ δὲ υἱὸς ταύτης καὶ βα- σιλεὺς ἀντέπραττε τούτῳ1), ὡς ἐνόν, καὶ ὡς ἀπεί- ρητο πᾶσιν αὐτῷ προσιέναι.2)

  80. 18.25.1

    Περὶ πατριαρχῶν. περὶ τῆς νόσου τοῦ βασιλέως καὶ ὅπως ἀνερρώσθη. περὶ τῆς φήμης τῆς 3) γενομένης κατὰ τὸ μέγα σάββατον.

  81. 18.26.1

    Περὶ τῆς εἰς Χερρόνησον ἐκδημίας τοῦ βασιλέως. ὅτι προυκάθητο ἐν τῷ Φιλοπατίῳ καὶ τῶν δεομένων ἠκροᾶτο καὶ αὐτίκα τὰς ἀποκρίσεις πεποί- ητο. ἐκδημία ἑτέρα τοῦ βασιλέως. ὅτε καὶ πολλοὶ τῶν Μανιχαίων ἐπέστρεψαν εἰς τὴν τῆς ἀληθείας ἐπί- γνωσιν. περὶ τῆς Αὐγούστης καὶ τοῦ Καίσαρος Βρυεννίου καὶ τῆς αὐτοῦ συζύγου.4) περὶ ἐμπρησμοῦ καὶ ἀνέμων. 5)

  82. 18.27.1

    Ἐκστρατεία Τούρκων. ἑτέρα ἐκστρατεία οὐ καὶ πρ .. σις μς σουλἴ litteris partim evanidis pariterque ὅτι μετηνέχθη ὁ βασιλεὺς εἰς τὸ μέγα παλάτιον κἀκεῖ τὸν στόμαχον καυθεὶς εἰς τὰ μάγγανα με- τήχθη. 6)

  83. 18.29.1

    ὅτι τοῦ βασιλέως τὰ τελευταῖα πνέοντος ὁ υἱὸς ἐξελθὼν τῶν μαγγάνων ἀπ’ .. εἰς τὸ μέγα πάλ’. καὶ αὐτοὶ προσερρυ.7) οἷος ἦν τοὺς τρόπους καὶ τὸ ἦθος ὁ βασιλεὺς Ἀλέξιος.

← Previous — showing 401483 of 483

First Thousand Years of Greek. CTS URN tlg3135.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.