Argumenta
- 12.19.1
Στάσις κατὰ Φιλίππου. περὶ Δεκίου καὶ ὅπως παρὰ τῶν στρατιωτῶν ἠναγκάσθη δέξασθαι τὴν βασιλείαν. ἀναίρεσις Φιλίππου.
- 12.20.1
Περὶ μαρτύρων. περὶ πατριαρχῶν. περὶ τοῦ Ὠριγένους καὶ τῶν αὐτοῦ διαστρόφων δογμάτων. περὶ Ναυάτου. ἐπιστολὴ Διονυσίου ἐπισκόπου Ἀλεξανδρείας. περὶ τῆς τοῦ Δεκίου τελευτῆς.
- 12.21.1
ὅτι καὶ ὁ Γάλλος διωγμὸν ἐπήγειρε κατὰ χριστιανῶν. ἐθνῶν κινήσεις καὶ χωρῶν πλείστων καταδρομαὶ καὶ φθορὰ πολυπληθὴς ἐκ λοιμοῦ. ὅπως Αἰμιλιανὸς τὴν αὐταρχίαν ἥρπασεν. ἀναίρεσις Γάλλου.
- 12.22.1
Ἀναίρεσις Αἰμιλιανοῦ. περὶ πατριαρχῶν.
- 12.23.1
Ὅτι ὑπὸ Περσῶν ἐλήφθη Οὐαλεριανός. 1) ὅτι εἷλον οἱ Πέρσαι πόλεις πολλὰς καὶ πλῆθος αἰχ- μαλότων, καὶ ὅπως αὐτοῖς ἐκέχρηντο. ὅπως ἑάλω ἡ Καισάρεια. ὅτι ἐπέθεντο τοῖς Πέρσαις Ῥωμαῖοι ἀθρόον καὶ πολλοὺς αὐτῶν ἀνεῖλον καὶ παλλακὰς τοῦ Σαπώρου εἷλον. περὶ πατριαρχῶν.
- 12.24.1
Ὅσοις ἔθνεσιν ἐπολέμησεν. περὶ Αὐριόλου καὶ περὶ Ἰγγενούου τυραννίδι ἐπιχειρήσαντος. περὶ τῆς ἐπαναστάσεως Ποστούμου. μάχη πρὸς Ποστοῦμον καὶ ἧττα αὐτοῦ. ὅτι ἐτυράννησεν ὁ Μακρῖνος. ὅτι τὸν Αὐρίολον ἔπεμψε κατὰ Μακρίνου ὁ Γαλιῆνος, 1) καὶ ὅπως οἱ τοῦ Μακρίνου τῷ βασιλεῖ προσε- χώρησαν. ἀναίρεσις Μακρίνου καὶ Μακριανοῦ. ἦττα 2) Κυΐντου καὶ ἀναίρεσις. ὅπως ὁ Ὠδέναθος ἀνῃρέθη.
- 12.25.1
ὅτι καὶ ὁ Αὐρίολος τυραννίδι ἐπικεχείρη- κεν. ὅτι μικροῦ ἑάλω ἂν τοῦ βασιλέως ἡ γαμετή. ἑτέρα ἐπιβουλὴ κατὰ Γαλιήνου καὶ ἀναίρεσις αὐτοῦ. οἷος ἦν τοὺς τρόπους ὁ Γαλιῆνος. περὶ πατριαρχῶν.
- 12.26.1
Περὶ Θεσσαλονίκης. ὅτι καὶ ὁ πατριαρχῶν. παρὰ τῆς συγκλήτου βασιλεὺς ἀνερρήθη.
- 12.27.1
ὅτι οὗτος διωγμὸν κατὰ χριστιανῶν ἐγεῖραι ἐμελέτα. ὅσα ὁ βασιλεὺς οὗτος ἐστρατήγησεν. ἀναίρεσις Αὐρηλιανοῦ.
- 12.28.1
Πόλεμοι κατὰ Σκυθῶν. ἀναίρεσις Τακίτου.
- 12.29.1
Ἀναίρεσις Φλωριανοῦ. μοναρχία Πρόβου 3). ἀποστασίαι 4) κατὰ Πρόβου. Κάρου ἐπανάστασις.
- 12.30.1
Ἐκστρατεία τοῦ Κάρου κατὰ Περσῶν καὶ νίκη καὶ κατὰ Σαρμάτων. τελευτὴ Κάρου. αὐταρχία Νουμεριανοῦ τοῦ υἱοῦ αὐτοῦ καὶ ἀναίρεσις. περὶ τοῦ αἱρεσιάρχου Μανέντος. περὶ πατριαρχῶν.
- 12.31.1
Ὅτι Μαξιμιανὸν τὸν Ἑρκούλιον ὁ Διοκλητιανὸς κοινωνὸν προσειλήφει τῆς βασιλείας, καὶ περὶ τοῦ διωγμοῦ, ὃν οὗτοι ἐποίησαν. ὅτι πόλεων τινων ἀποστασῶν ὁ Διοκλητιανὸς αὖθις ταύτας ὑπέταξεν. ὅτι τοὺς γαμβροὺς αὐτῶν καὶ αμφω 5) οἱ βασιλεῖς Καίσαρας πεποιήκασιν. ὅτι τοῖς Ἀλαμανοῖς 1) ὁ Κώνστας μαχεσάμενος ἐν μιᾷ ἡμέρᾳ καὶ ἡττήθη καὶ νε- νίκηκε. ὅτι Ναρσοῦ τοῦ Περσῶν βασιλέως λεητατοῦντος τοὺς ὑπηκόους Ῥώμης ὁ Γαλλέριος ἐπολέμησεν , καὶ πρῶτον μὲν ἡττήθη, εἶτα δὲ περιφανῆ νίκην. ὅτι ὑπερφρονήσας ὁ Διοκλητιανὸς προσκυνεῖσθαι ἀπῄτησε καὶ λίθους καὶ μαρ- γάρους ἑαυτῷ περιέθετο.
- 12.32.1
ὅπως ἀποθέμενοι τὴν ἀρχὴν καὶ ἄμφω οὗτοι οἶ τύραννοι ἰδιώτευσαν. ὅτι ἐπὶ τῇ νίκῃ τῇ κατὰ Περσῶν ἐθριάμβευσαν. ὅθεν ἐκλήθη θρίαμβος. ὅτι οἱ Καίσαρες γεγόνασιν αὐτοκράτορες , καὶ ἐν τῇ Ῥώμῃ παρὰ τῶν στρατιωτῶν βασιλεὺς ρήθη Μαξέντιος. οἶος ἦν ἕκαστος τοὺς τρόπους τῶν βασιλέων τούτων.
- 12.33.1
Περὶ γυναικὸς κοσμίας διὰ σωφροσύνην ἑαυτὴν διαχειρισαμένης. περὶ τῆς τελευτῆς Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ. τελευτὴ Κώνσταντος. ἀνάρ- ρησις τοῦ μεγάλου τί. ὅτι ἐξ ἀποκαλύ- ψεως ὁ Κώνστας τὸν μέγαν Κωνσταντῖνον ἐβασίλευ- σεν. ὅτι ὁμηρεύων παρὰ Γαλλερίῳ ὁ Κωνσταντῖνος ἐπεβουλεύετο παρ’ ἐκείνου.
- 12.34.1
Τελευτὴ Μαξιμίνου. περὶ πατριαρχῶν.
- 13.1.1
Περὶ τῆς ἁγίας Ἑλένης. ἐκστρατεία τοῦ μεγάλου Κωνσταντίνου κατὰ Μαξεντίου. περὶ τοῦ φανέντος τῷ μεγάλῳ Κωνσταντίνῳ δι’ ἀστέρων σταυροῦ , καὶ ὅπως ἀπώλετο ὁ Μαξέντιος. ὅτι καὶ τῆς Ρώμης καὶ τῆς Ἰταλίας ἐκράτησεν ὁ μέγας Κωνσταντῖνος. ὅτι κατὰ Λικινίου2) ἐκστρατεύσας ὁ μέγας Κωνσταντῖνος ἐνίκησεν· εἰς δὲ Θεσσαλονίκην αὐτὸν περιώρισεν, ἔνθα καὶ ἀνῃρέθη. περὶ ὀπτασιῶν τῷ μεγάλῳ Κωνσταντίνῳ φανεισῶν.
- 13.2.1
Ὅτι λελώβητο τὸ σῶμα οὗτος ὁ βασιλεύς, καὶ ὅπως παίδων αἔματι λούσασθαι προτραπεὶς οὐκ ἠθέλησεν. ὅτι οἱ κορυφαῖοι τῶν ἀποστόλων ὄναρ τῶ βασιλεῖ ἐφάνησαν, καὶ ὑπέθεντο τρόπον, δι’ οὗ ἰαθήσεται· καὶ ὡς βαπτισθεὶς ἰάθη καὶ τὰ εἰδωλεῖα ἀπέκλεισεν. περὶ τῶν Ἰουδαίων καὶ τῆς πρὸς αὐτοὺς διαλέξεως τοῦ ἁγίου Σιλβέστρου καὶ τοῦ ἐπὶ τῷ ταύρῳ θαύματος. περὶ τῆς εὑρέσεως τοῦ θείου σταυροῦ. περὶ τῶν παίδων τοῦ μεγάλου Κωνσταντίνου, καὶ ὅπως ἀνεῖλε τὸν υἱὸν αὐτοῦ Κρίσπον διαβολῇ τῆς μητρός, εἶτα κἀκείνην. ὅτι τοὺς Σαρμάτας καὶ τοὺς Γότθους ἐνίκησεν.
- 13.3.1
Περὶ τῆς κτίσεως Κωνσταντινουπόλεως καὶ οἷον ἦν τὸ Βυζάντιον. περὶ τοῦ ἐπὶ τῷ γενεθλίῳ τῆς πόλεως γενομένου θεματίου. περὶ τοῦ Βυζαντίου καὶ ὅ σὰ ὁ Δίων περὶ αὐτοῦ ἱστορεῖ. περὶ τοῦ ἐν τῷ Πλακωτῷ κίονος καὶ τοῦ ἐν αὐτῷ ἀγάλματος. περὶ τοῦ πατριαρχικοῦ θρόνου τῆς νέας ῾Ρώμης. περὶ τοῦ ἁγίου Μητροφάνους.
- 13.4.1
Περὶ Ἀρείου καὶ τῆς κακοδοξίας αὐτοῦ. περὶ τῆς ἐν Νικαίᾳ πρώτης συνόδου. περὶ Εὐσεβίου τοῦ Παμφίλου. περὶ τοῦ ἁγίου συμβόλου. ὅπως ἐτίμησε τοὺς ἁγίους πατέρας ὁ βασιλεύς. ὅτι τοῦ ἁγίου ητροφάνους θανόντος ὁ θεῖος Ἀλέξανδρος γέγονε πατριάρχης. τελευτὴ τῆς ἁγίας Ἑλένης. τελευτὴ τοῦ μεγάλου Κωνσταντίνου. οἷος ἦν τὰ ἤθη ὁ θεῖος οὑτοσὶ αὐτοκράτωρ.
- 13.5.1
ὅπως ἡ βασιλεία ῾Ρωμαίων εἰς τοὺς τρεῖς ἐμερίσθη παῖδας τοῦ μεγάλου Κωνσταrτίνου. Κοττίαι ὠνομάσθησαν ἀπὸ Κοττίου βασιλέως τῶν τό- πων τούτων γενομένου. ὅτι ὁ Κωνσταντῖνος ἐπελθὼν τῷ τοῦ Κώνσταντος λάχει ἡττήθη καὶ ἀνῃρέθη. ὅτι ὁ Κώνστας καὶ τῆς ἀδελφικῆς ἐκράτησε μοίρας καὶ ὑπὸ Μαγνεντίου ἀνῃρέθη. περὶ τῆς πρὸς Πέρ- σας μάχης τοῦ Κωνσταντίου , καὶ περὶ Ὁρμίσδου τοῦ Περσοῦ.
- 13.6.1
ὅπως ὁ Μαγνέντιος τυραννίδι ἐπικεχείρηκεν. ἀναίρεσις Κώνσταντος. ὅτι πολλοὺς τῶν ἀξιολογω- τέρων ἀπώλεσεν ὁ Μαγνέντιος.
- 13.7.1
ὅτι Σαπώρης ὁ Περσῶν βασιλεὺς τῇ Ῥωμαίων χώρᾳ ἐπέθετο καὶ Νίσιβιν πολιορκήσας ἄπρακτος ἀνεχώρησεν. ὅτι καὶ Βετρανίων1) τυραννίδι ἐπικεχείρηκεν. ὄναρ τῷ Κωνσταντίῳ ὀφθέν. ὅτι προσ- ῆλθεν ὁ Βετρανίων τῷ Κωνσταντίῳ. περὶ Γάλλου. 2)
- 13.8.1
Περὶ Μαγνεντίου τυραννήσαντος καὶ συμ- βαλόντος τῷ Κωνσταντίῳ καὶ3) ἡττηθέντος. ὅτι ἡττηθεὶς ὁ Μαγνέντιος ἔφυγεν. ὅτι καὶ αὖθις πρὸς πόλεμον ὁ Μαγνέντιος ἡτοιμάζετο. ὅτι ἐπεβούλευ- σ’ ὲν ὁ Μαγνέντιος τῷ Γάλλῳ. περὶ τοῦ Ὀρόντου ποταμοῦ. ὅπως ἐγνώσθη ἡ κατὰ Γάλλου ἐπιβουλή.
- 13.9.1
ὅτι καὶ αὖθις ἡττήθη ὁ Μαγνέντιος καὶ ἑαυτὸν διεχρήσατο. ὅτι μόναρχος ὁ Κωνστάντιος κατέστη καὶ ὁλοκλήρου τῆς ἀρχῆς γέγονεν ἐγκρατής. ὅπως ὁ Γάλλος ὑπερεφρόνησε καὶ τοὺς συγ- κλητικοὺς ἀνεῖλεν ἄνδρας, καὶ αὐτῆς4) τοῦ Καίσαρος ἀξίας ἐξέπεσε καὶ τῆς ζωῆς ἐστερήθη ἀναιρεθείς. ἀποστασία Σιλβανοῦ καὶ ἀναίρεσις. ὅσα ὁ Σαπώρης τῷ Κωνσταντίῳ ἐπέστειλε καὶ ὅσα ὁ Κωνστάντιος αὐθις ἐκείνῳ.
- 13.10.1
Ὅτι Καίσαρα τὸν Ἰουλιανὸν ἀν’ εἶπε Κωνστάντιος καὶ τὴν ἀδελφὴν Ἑλένην αὐτῷ συνέζευξεν. ὅτι ἐν πολέμοις εὐτύχησεν Ἰουλιανός. ὅτι ἀπεστάτησεν Ἰουλιανὸς καὶ Αὔγουστος ὑπὸ τοῦ στρατοῦ ἀνηγορεύθη. οἶα τῷ Κωνσταντίῳ ἐπέστειλεν Ἰουλιανός. οἶα αὖθις ἐμήνυσε τῷ Ἰουλιανῷ ὁ Κωνστάντιος. οἷα πρὸς τὰ τοῦ Κωνσταντίου μηνύματα ἀν- τέθετο ὁ Ἰουλιανὸς καὶ ὅσα αὐτῶ ἐπέστειλεν.
- 13.11.1
Ὅτι κατὰ τοῦ Κωνσταντίου ἐπῄει ὁ Τύραννος μήπω τὴν ἑαυτοῦ ἐκφήνας ἀσέβειαν. τελευτὴ Κωνσταντίου. οἶος ὁ Κωνστάντιος ἦν. περὶ τῆς Ἀρείου διαφθορᾶς. περὶ πατριαρχῶν. ὅτι ὁ Μακεδόνιος τὸ σῶμα τοῦ μεγάλου Κωνσταντίνου εἰς τὸν ναὸν τοῦ ἁγίου μετήνεγκεν Ἀκακίου , αὖθις δὲ ὁ Κωνστάντιος εἰς τὸν ναὸν τῶν ἁγίων Ἀποστόλων αὐτὸ μετεκόμισεν. περὶ τῶν λειψάνων τῶν ἁγίων Ἀποστόλων Ἀνδρέου καὶ Λουκᾶ.1) περὶ Εὐσεβίας τῆς γαμετῆς Κωνσταντίου.
- 13.12.1
Ὅτι ἐτίμησε τὸν τοῦ Κωνσταντίου νεκρὸν ὁ Ἰουλιανός. ὅτι λιτότητα ὁ παραβάτης μετῄει. ὅτι μετὰ τὴν μοναρχίαν φανερῶς τὰ Ἑλλήνων ἐσέβετο. ὅτι ἐκώλυσε 2) τοὺς χριστιανοὺς μαθημάτων μετέχειν Ἑλληνικῶν.3) ὅτι ἐπέτρεψε τοῖς Ἰουδαίοις τὸν ἐν Ἱεροσολύμοις ναὸν ἀνεγεῖραι. περὶ Εὐσεβίου καὶ τῶν ἄλλων εὐνούχων. ὅτι τὸ ἐν ταῖς Δάφναις τοῦ Ἀπόλλωνος ἄγαλμα καὶ τὸν ναὸν σκηπτὸς κατέκαυ- σεν. περὶ τῶν ἀγίων Ἀρτεμίου καὶ Εὐγενίου καὶ Μακαρίου.
- 13.13.1
Ὅπως ὁ παραβάτης τοῖς Πέρσαις μαχόμενος ἀφανῶς κατὰ τῆς πλευρᾶς ἐτρώθη, καὶ θνήσκων κατὰ τοῦ Χριστοῦ ἐβλασφήμησε , καὶ οὕτως τὴν ἀθλίαν αὐτοῦ ψυχὴν ἀπηρεύξατο. οἶος ἦν τὰ ἤθη ὁ Ἰουλιανός. περὶ τοῦ ὀνείρου. περὶ σημείου δηλοῦντος τὸν τοῦ παραβάτου θάνατον.
- 13.14.1
Οἵας ὁ Ἰοβιανὸς ἔθετο πρὸς Πέρσας σπον- δάς. περὶ τῆς τελευτῆς Ἰοβιανοῦ. περὶ Σαλουστίου. ὅτι παρὰ πάντων βασιλεὺς ὁ1) Οὐαλεντινιανὸς ἐψη- φίσθη. οἷος ἦν Ἰοβιανός.
- 13.15.1
Περὶ πατριαρχῶν. ὅτι τὸν ἀδελφὸν Οὐά- λεντα κοινωνὸν τῆς βασιλείας ὁ Οὐαλεντινιανὸς προσελάβετο. περὶ Ῥοδανοῦ καὶ ὅπως τοῦτον ἀδι- κοῦντα ἐκόλασεν Οὐαλεντινιανός. τελευτὴ2) Οὐαλεντινιανοῦ.
- 13.16.1
Περὶ τοῦ βασιλέως Οὐάλεντος καὶ τῶν κατὰ θάλασσαν ἐμπρησθέντων παρ’ 3) αὐτοῦ ἱερέων. περὶ τῆς ἐν Νικαίᾳ ἐκκλησίας καὶ τοῦ παρὰ τοῦ4) μεγάλου Βασιλείου γενομένου θαύματος. περὶ τῆς τελευτῆς τοῦ Οὐάλεντος καὶ τῆς περὶ ταύτης προρ- ρήσεως τοῦ ὁσίου Ἰσαακίου. περὶ τῆς Προκοπίου τυραννίδος καὶ ἀναιρέσεως καὶ5) τῆς καθαιρέσεως τῶν τειχῶν Χαλκηδόνος. περὶ τῆς ἀλεκτορομαντείας Ἰαμβλίχου καὶ Λιβανίου.
- 13.17.1
ὅτι τὸν νέον Οὐαλεντινιανὸν ἡ στρατιὰ βασιλέα ἀνεῖπεν. περὶ Θεοδοσίου τοῦ ἐξ Ἱσπανίας καὶ ὅπως τοὺ ’ς Σκύθας ἐνίκησεν. ἀνάρρησις Θεοδοσίου.6) τελευτὴ Γρατιανοῦ.
- 13.18.1
ὅτι ὁ Μάξιμος τυραννίδι ἐπικεχείρηκεν ἀπανθρώπῳ κατὰ τοῦ νέου Οὐαλεντινιανοῦ, καὶ κρατηθεὶς παρὰ Θεοδοσίου ἀνῃρέθη. ὅτι ἑαυτὸν ἀνεῖλεν ὁ Οὐαλεντινιανός. ὅτι ἐστασίασε κατὰ Θεοδοσίου ὁ δῆμος τῶν Θεσσαλονικέων· ὁ δὲ ἔκτεινεν αὐτῶν ὡσεὶ πεντεκαίδεκα χιλιάδας, καὶ ὅπως ἠλέγχθη παρὰ τοῦ μεγάλου Ἀμβροσίου. ὅτι ἀνεῖλεν ὁ Θεοδόσιος τὸν τύραννον Εὐγένιον. περὶ τῆς τῶν Ἰουδαίων συναγωγῆς, ἣν ἐν τοῖς Χαλκοπρατείοις1) ἔκτισαν καὶ ὅπως καὶ διὰ ταύτην ὁ μέγας Ἀμβρό- σιος ἐπαρρησιάσατο. περὶ τῆς ἐν Ἀντιοχείᾳ γενομένης ἀταξίας.
- 13.19.1
Περὶ τῆς δευτέρας συνόδου. περὶ τοῦ ἁγίου Ἀμφιλοχίου. ὅτι βασιλεῖς καὶ ἄμφω τοὺς υἱοὺς ἀνηγόρευσεν ὁ Θεοδόσιος καὶ περὶ τοῦ ἁγίου Ἀρσενίου. τελευτὴ τοῦ βασιλέως Θεοδοσίου.
- 13.20.1
Περὶ τοῦ Χρυσοστόμου , ὅπως γέγονε πατριάρχης καὶ ὅπως ἐξωρίσθη. τελευτὴ Εὐδοξίας. τίνες μετὰ τὸν Χρυσόστομον ἐγένοντο πατριάρχαι. τελευτὴ Ἀρκαδίου.
- 13.21.1
Περὶ τοῦ βασιλέως Ὁνωρίου. τελευτὴ Ὁνωρίου.
- 13.22.1
Περὶ τῆς ἐξ Ἀθηνῶν Εὐδοκίας, ἣ συνῴκησε τῷ Θεοδοσίῳ. περὶ τοῦ εὐνούχου Ἀντιόχου. περὶ τῶν τῆς βασιλίδος ἀδελφῶν. περὶ τοῦ εἰς τὸν πα- ράλυτον Ἰουδαῖον θαύματος.
- 13.23.1
Περὶ πατριαρχῶν καὶ περὶ Νεστορίου καὶ τῆς αὐτοῦ αἱρέσεως. περὶ τῆς τρίτης συνόδου. περὶ τῶν ἀπολειφθέντων τῆς συνόδου ἀρχιερέων καὶ ὅσα ἐποίησαν. ὅτι εἰς Κωνσταντινούπολιν με- τακληθέντες οἱ τῆς συνόδου ὡμονόησαν. περὶ πατριαρχῶν. περὶ τῆς ἀνακομιδῆς τοῦ σώματος τοῦ . Χρυσοστόμου. ὅτι ὁ νέος Θεοδόσιος μετέθετο τὰ τείχη τῆς πόλεως καὶ περὶ Κύρου τοῦ ἐπάρχου.
- 13.24.1
Περὶ τοῦ πατριάρχου Φλαβιανοῦ καὶ περὶ Εὐτυχοῦς τοῦ αἱρετικοῦ. ὅτι τῷ Ἀλεξανδρείας Δι- οσκόρῳ ἐπετράπη ἡ ζήτησις τόν τοῦ Εὐτυχοῦς δογμάτων, καὶ ὅσα ἐκεῖνος ἐποίησεν. ὅτι τοῦ Φλαβιανοῦ θανόντος πατριάρχης κεχειροτόνητο Ἀνατόλιος. ὅτι τὴν Πουλχερίαν μετέστησε τῆς διοικήσεως ὁ Θεο- δόσιος. ὅτι αὖθις τῇ ἀδελφῇ τὴν διοίκησιν ἐνεχείρισεν.1) ὅπως ἡ Πουλχερία ἐβελτίου τὸν ἀδελφόν. ὅπως τὴν Αὐγοῦσταν Εὐδοκίαν ἀπέστερξεν ὁ Θεο- δόσιος. τελευτὴ Θεοδοσίου. οἷος ἦν ὁ Θεοδόσιος.
- 13.25.1
Περὶ σημείων προμηνυόντων τὴν βασιλείαν τῷ Μαρκιανῷ. περὶ τῆς τετάρτης συνόδου. περὶ πατριαρχῶν. περὶ τοῦ γενομένου θαύματος παρὰ τῆς ἁγίας μάρτυρος Εὐφημίας ἐπὶ τῇ κρίσει τῶν τόμων τῆς πίστεως. τελευτὴ Πουλχερίας τῆς βασι- λίσσης. περὶ Οὐαλεντινιανοῦ τοῦ ἀνεψιοῦ. Ὁνωρίου τοῦ ἐν Ῥώμῃ βασιλεύσαντος. ὅπως ἑάλω παρὰ Γιζερίχου τοῦ Οὐανδήλων ῥῆγός ἡ Ῥώμη. τελευτὴ τοῦ βασιλέως Μαρκιανοῦ.
- 14.1.1
ὅτι τὸν υἱὸν τοῦ Ἄσπαρος ὁ Λέων ἐποίησε Καίσαρα καὶ ὅτι ὁ δῆμος ἐστασίασε διὰ τοῦτο, καὶ ὅτι ὡς ἐπιβουλεύοντας αὐτῷ ἀνεῖλεν ὁ Λέων τὸν Ἄσπαρα καὶ τὸν υἱὸν αὐτοῦ Ἀρδαβούριον. περὶ τοῦ κοιαίστωρος2) Ἰσοκασέου. περὶ τοῦ γενομένου ἐμπρησμοῦ ἐπὶ τῆς βασιλείας Λέοντος. περὶ τοῦ γενομένου ἐν Ἀντιοχείᾳ σεισμοῦ. ὅτι ὁ Βασιλίσκος στρατοπεδάρχης προβληθεὶς καὶ προσβαλὼν τοῖς τοῦ Γιζερέχου ἡττήθη. ὅτι ἔγγονον αὐτοῦ ὁ Λέων ἔστεψε διαδήματι εἰς βασιλέα. περὶ τῆς τιμίας ἐσθῆτος τῆς θεοτόκου. περὶ πατριαρχῶν. τελευτὴ Λέοντος τοῦ μεγάλου.
- 14.2.1
Ὅτι οἶ παρὰ Βασιλίσκου πεμφθέντες κατὰ τοῦ Ζήνωνος αὐτῷ προσετέθησαν. ὅτι ἐπανῆλθεν ὁ Ζήνων εἰς τὰ βασίλεια καὶ ὁ Βασιλίσκος ἑάλω καὶ διεφθάρη. περὶ τοῦ ἐμπρησμοῦ , γενομένου ἐν τοῖς χρόνοις τοῦ Βασιλίσκου, ὑφ’ οὗ καὶ Ὅμηρος1) ἐν τῇ βασιλικῇ βιβλιοθήκῃ διεφθάρη.2) ὅτι πολλοὺς ὁ Ζήνων ἐφόνευσε βασιλεύσας τὸ δεύτερον. τελευτὴ Ζήνωνος.
- 14.3.1
ὅθεν Δίκορος ἐκαλεῖτο ὁ Ἀναστάσιος. περὶ πατριαρχῶν. ὅτι χρεοκοπίαν ὁ Ἀναστάσιος ἔθετο, καὶ τὸν τοῦ χρυσαργύρου δασμὸν ἐξέκοψεν. ὅτι τῆς τῶν Συγχυτικῶν αἱρέσεως ὁ Ἀναστάσιος γεγονὼς τὸν πατριάρχην ἐξώρισε. περὶ Λογγίνου τοῦ ἀδελφοῦ Ζήνωνος τυραννῆσαι ἐπιχειρήσαντος , καὶ περὶ τῶν Ἰσαύρων. περὶ τοῦ πάπα τῆς Ῥώμης. περὶ τῶν Βουλγάρων. περὶ Βιταλιανοῦ τυραννήσαντος, καὶ ὅπως κατεπολεμήθη, καὶ περὶ Πρόκλου. ὅτι προσθήκην εἰς τὸ τρισάγιον βουληθέντος ποιήσα- σθαι τοῦ Ἀναστασίου τὸ ὀρθόδοξον τοῦ λαοῦ ἐστα- σίασε, καὶ ὅσα ἐποίησεν.
- 14.4.1
Περὶ Ἀλαμουνδάρου καὶ ὅπως τοὺς τοῦ Σευήρου ἐπισκόπους διέπαιζεν. περὶ τῶν Βουλγάρων, καὶ ὅπως ἥττησαν τοὺς Ῥωμαίους. περὶ πατριαρχῶν. περὶ τοῦ τῆς Τύχης τῆς πόλεως ἀγάλματος. περὶ τῶν ὀνειράτων ὧν εἶδεν ὁ Ἀναστάσιος. τελευτὴ τοῦ βασιλέως Ἀναστασίου. ὅτι ὁ Ἀναστάσιος ἔκτισε τὸ Μακρὸν τεῖχος.
- 14.5.1
ὅπως ὁ Ἰουστῖνος εἰς τὴν βασιλείαν ἀνήχθη. ὅτι ἀνῃρέθη ὁ εὐνοῦχος Ἀμάντιος. ὅτι τὴν ἐν Χαλ- κηδόνι σύνοδον ἐκύρωσεν Ἰουστῖνος καὶ τὴν γαμε- τὴν ἔστεψεν, καὶ περὶ Βιταλιανοῦ. περὶ τοῦ δυσσε- βοῦς Σεβήρου καὶ τοῦ μετ’ αὐτὸν ἀρχιερατεύσαντος Παύλου. περὶ πατριαρχῶν. ὅτι ἐσπείσατο τοῖς Πέρ- σαις ὁ 1) Ἰουστῖνος. ὅτι αὖθις μάχη μέσον Ῥωμαίων καὶ Περσῶν γέγονεν. περὶ Μανιχαίων. περὶ Ἀναζάρβου2) καὶ Ἐδἐσης καὶ Πομπηιουπόλεως. περὶ μυναικὸς γιγαντώδους. ὅτι στρατηλάτης ὁ Ἰουστινιανὀς προεβλήθη. ὅτι νοσῶν ὁ Ἰουστῖνος ἔστεψε βασιλέα τὸν Ἰουστινιανόν. τελευτὴ Ἰουστίνου. οἷοι τοὺς τρόπους ἦσαν Ἰουστινιανὸς καὶ ἡ γυνὴ αὐτοῦ Θεοδώρα.3)
- 14.6.1
Περὶ κομήτου. περὶ τῆς γενομένης στάσεως τῶν δήμων. ὅτι Ὑπάτιόν τινα συγγενῆ τοῦ βασι- λέως Ἀναστασίου οἱ δῆμοι ἀνηγόρευσαν. περὶ τῶν ἀναιρεθέντων ἐκ τοῦ δήμου ἐν τῷ θεάτρῳ. περὶ τῆς ἀνοικοδομῆς τῆς μεγάλης ἐκκλησίας. περὶ τοῦ Αὐγουστεῶνος.4) περὶ τοῦ τερατουργοῦ κυνός.
- 14.7.1
Περὶ πατριαρχῶν. περὶ τῶν Οὐανδήλων, καὶ ὅπως τῆς Λιβύης ἐκράτησαν, καὶ ἐπὶ πόσον καὶ ὅπως ἐπὶ Ἰουστινιανοῦ κατεπολεμήθησαν παρὰ τοῦ Βελισαρίου. 5) ἧττα τοῦ Γελίμερος6) , πολιορκία τε καὶ κατάσχεσις. οἷος ὁ θρίαμβος γέγονεν. περὶ τῆς τῶν λαφύρων πομπῆς.
- 14.8.1
Ὅτι ὁ Βελισάριος εἰς τὴν Ἰταλίαν ἐστάλη, ταύτην τε καὶ τὴν Ῥώμην ὑποτάξων τῷ βασιλεῖ ὑπὸ Γότθων κατεχομένην. περὶ τοῦ πατριάρχου Μῆνά καὶ περὶ μερικῆς συνόδου ὑπ’ αὐτοῦ καὶ τοῦ 1) πάπα Ῥώμης Ἀγαπητοῦ συστάσης. περὶ πατριαρχῶν. περὶ τῆς πέμπτης συνόδου. ὅπως ὁ Βελισάριος τὴν Ῥώμην ἔλαβε καὶ πόλεις ἑτέρας.
- 14.9.1
ὅτι καὶ πᾶσαν τὴν Ἰταλίαν ὑπέταξεν ὁ βελισάριος. τελευτὴ Θεοδώρας τῆς βασιλίδος. περὶ τοῦ κήτους. ὅτι ἐν τοῖς χρόνοις Ἰουστινιανοῦ ἡ τῆς μετάξης γένεσις ἐγνώσθη τῷ βασιλεῖ καὶ τοῖς Ῥωμαίοις. περὶ ἐπιβουλῆς καὶ περὶ τοῦ Βελισαρίου. ὅτι αἱρέσει ἁλοὺς ὁ βασιλεὺς οὗτος ἐτελεύτησε.
- 14.10.1
Περὶ τῶν ναῶν καὶ τῶν ἄλλων2) τῶν παρὰ Ἰουστίνου δομηθέντων. ὅτι τὰς ὀφειλὰς τῶν τότε χρεωστούντων ἀπέτισεν ἡ Αὐγοῦστα Σοφία. περὶ τοῦ ἐπάρχου καὶ τοῦ ἀδικοῦντος καὶ μὴ ἀπαντήσαν- τος εἰς τὸ δικαστήριον. ὅτι τὰς πρὸς Πέρσας σπον- δὰς ἔλυσεν Ἰουστῖνος. ἀνάρρησις Τιβερίου καὶ τελευτὴ Ἰουστίνου.
- 14.11.1
ὅτι ἐπῆλθον Πέρσαι τῇ Ἀρμενίᾳ καὶ συμ- μίξαντες τοῖς Ῥωμαίοις ἡττήθησαν. ὅτι τὸ λοετρὸν τῶν Βλαχερνῶν παρὰ Τιβερίου οἰκοδομεῖσθαι ἤρξατο. περὶ Χαγάνου, ὅτι σταλεὶς κατὰ Περσῶν3) Μαυρίκιος καὶ συμβαλὼν αὐτοῖς ἐνίκησε καὶ γαμβρὸς τοῦ βασιλέως ἐγένετο. ἀνάρρησις Μαυρικίου καὶ Τιβερίου τελευτή.
- 14.12.1
Περὶ Χαγάνου. περὶ Βαρὰμ τοῦ Περσῶν στρατηγοῦ. καθαίρεσις Ὁρμίσδου ἐκ τῆς ἀρχῆς. ἀνάρρησις Χοσρόου. ἀναίρεσις Ὁρμίσδου. ἐπανάστασις κατὰ τοῦ Χοσρόου καὶ φυγὴ αὐτοῦ πρὸς Ῥωμαίους. περὶ τῶν ἑαλωκότων Τούρκων. ὅσα ὁ Χοσρόης περὶ τοῦ μέλλοντος ἀπεφοίβασεν , ὡς τὰ ἐσόμενα εἰδὼς ἐξ ἀστρολογίας. ὅτι τὸν υἱὸν ὁ Μαυρίκιος ἔστεψεν. περὶ τοῦ ναοῦ τῶν ἁγίων μ’. ὅπως ὁ Μαυρίκιος πολιορκοῦντα τὸν Χαγάνον τὴν Τζουρουλὸν παρεσκεύασε καὶ ἄκοντα σπείσασθαι.
- 14.13.1
Περὶ πατριαρχῶν. περὶ τῶν παρὰ τοῦ Χαγάνου πωλουμένων αἰχμαλώτων, οὑς ὁ βασιλεὺς Μαυρίκιος οὐκ ὠνήσατο. ὅτι μὴ ὠνησαμένου τοῦ βασιλέως τοὺς αἰχμαλώτους ὁ Χαγάνος πάντας ἀνεῖ- λεν. ὅτι διὰ τὴν τῶν αἰχμαλώτων ἀπώλειαν ἐμισήθη ὁ βασιλεὺς καὶ ὁ δῆμος ἐστασίασεν. 1) ὅτι τῷ υἱῷ αὐτοῦ γυναῖκα ὁ βασιλεὺς συνέζευξεν. περὶ τοῦ ὀνείρου, ὃ ὁ βασιλεὺς ἐθεάσατο. 2)] ὅτι ἐδέετο ὁ βα- σιλεὺς τοῦ θεοῦ ἐνταῦθα δίκας ἐκτῖσαι. ὅτι στα- σιάσαν τὸ στρατιωτικὸν τὸν Φωκᾶν ἀνηγόρευσε βασιλέα.
- 14.14.1
ὅτι ὁ Φωκᾶς ἐστέφθη παρὰ τοῦ πατριάρχου. ἀναίρεσις Μαυρικίου καὶ παντὸς τοῦ γένους αὐτοῦ. ἀπόστασις Ναρσοῦ, εἶτα προσέλευσις αὐτοῦ3) καὶ κατάφλεξις. περὶ τῶν ἀναιρεθέντων ὑπὸ Φώκα. περὶ πατριαρχῶν. ὅτι οἶ ἐν Ἀντιοχείᾳ Ἰουδαῖοι ἐπανέστησαν κατὰ τῶν ἐκεῖ χριστιανόν. περὶ πατριαρχῶν. ὅτι τὴν θυγατέρα αὐτοῦ ὁ Φωκᾶς κατηγ- γύησε τῷ στρατηλάτῃ Κρίσπῳ, 4) καὶ ὅπως καὶ παρ’ ἐκείνου καὶ παρὰ πάντων ἐμισήθη. ἐπανάστασις τῶν5) ἐν τῇ Ἀφρικῇ στρατευμάτων κατὰ τοῦ Φώκα. ἧττα τοῦ Φώκα. ἀναίρεσις Φώκα.
- 14.15.1
ὅτι πάντοθεν τῇ Ῥωμαίων ἀρχῇ ἐγίνοντο δυστυχήματα. ὅτι δύο παῖδες τῷ Ἡρακλείῳ ἐκ τῆς Αὐγούστης Εὐδοκίας ἐτέχθησαν. τελευτὴ τῆς Αὐγούστης Εὐδοκίας. ὅτι τὴν ἰδίαν ἀνεψιὰν ὁ Ἡράκλειος ἔγημεν. ὅτι διεπρεσβεύσατο πρὸς Χοσρόην Ἡράκλειος περὶ εἰρήνης, ὁ δὲ τὴν πρεσβείαν ἀπώ- σατο. ὅτι ἐσπείσατο ὁ Χαγάνος. περὶ Κρίσπου, καὶ ὅπως διετέθη πρὸς τὸν Ἡράκλειον. ὅτι τὸν Κρίσπον κληρικὸν καρῆναι προσέταξεν. περὶ τῶν ὑπὸ τῶν Ἰουδαίων ἀναιρεθέντων χριστιανῶν καὶ περὶ τῶν τιμίων ξύλων καὶ τοῦ πατριάρχου. ὅτι τῷ Σαρβάρῳ συμπλακεὶς ὁ ‘Πράκλειος ἐνίκησεν.
- 14.16.1
ὅτι παραβὰς τὰς συνθήκας ὁ Χαγάνος ἐπῆλθε τῇ πόλει, καὶ ἡττηθεὶς ἔφυγεν. ὅ σὰ ὁ Πράκλειος τοῖς Πέρσαις μαχόμενος κατώρθωσεν. ὅπως ὁ ἀρχισατράπης Σάρβαρος καὶ οἱ μετ’ αὐτοῦ τῷ βασιλεῖ προσεχώρησαν. ὅπως παρὰ τοῦ υἱοῦ αὐτοῦ ὁ Χοσρόης καθῃρέθη τῆς βασιλείας καὶ ἀνῃρέθη. ὅτι ὁ Σιρόης βασιλεύσας ἐσπείσατο Ῥωμαίοις.
- 14.17.1
ὅπως ὁ Ἡράκλειος εἰς τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἐξεκυλίσθη. περὶ τοῦ ἱεροῦ Σωφρονίου καὶ τῆς παρ’ ἐκείνου γενομένης συνόδου. περὶ πατριαρχῶν. περὶ Μουχούμετ , καὶ ὅπως καὶ πότε εἰς τὰς Ῥωμαϊκὰς χώρας ἐγκατῳκίσθη. Ἡρακλείου τελευτή.
- 14.19.1
Βασιλεία Κώνσταντος τοῦ ἐγγόνου Ἡρα- κλείου, ὃς καὶ μονοθελήτης ἦν. ὅτι ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς στόλῳ κατὰ Ῥωμαίων ἐχώρησε, καὶ ἀντιταξάμενος αὐτῷ ὁ Κώνστας ἡττήθη. ὅτι ἐπὶ και- ρὸν ἠρέμησαν οἱ Ἀγαρηνοί. περὶ πατριαρχῶν καὶ τοῦ Πυρροῦ. ὅπως ἐμισήθη ὁ Κώνστας παρὰ τῶν ὑπηκόων καὶ εἰς Σικελίαν ἀπάρας ἐκεῖ ἀνῃρέθη.
- 14.20.1
Ἀπελθὼν ὁ Κωνσταντῖνος εἰς Σικελίαν τοὺς φονεῖς τοῦ πατρὸς ἐκόλασε, καὶ ὅθεν ἐπεκλήθη Πωγωνάτος. ὅτι σὺν στόλῳ οἶ Ἀγαρηνοὶ ἐπολιόρκουν τὴν Κωνσταντινούπολιν ἐπὶ ἑπτὰ ἐνιαυτούς, καὶ ἀπῆλθον παθόντες ἢ1) δράσαντες. ὅτι ἐπὶ τούτου τοῦ βασιλέως τὸ ὑγρὸν πῦρ εὑρέθη. ὅτι ἀπογνόντες οἶ τῆς Ἄγαρ εἰρήνην ᾔτησαν, καὶ δασμὸν φέρειν ἐτήσιον τῆ̣ βασιλείᾳ Ῥωμαίων κατέθεντο.
- 14.21.1
Ὅτι καὶ οἶ ἑσπέριοι τῶν Ῥωμαίων πολέμιοι ἐσπείσαντο. περὶ πατριαρχῶν , καὶ τῆς ἕκτης συνόδου.2) ὅτι ἐξεστράτευσε κατὰ Βουλγάρων οὗτος ὁ βασιλεύς , εἶτα τῶν Ῥωμαίων τραπέντων ἠναγκάσθη σπείσασθαι καὶ φόρους διδόναι. τελευτὴ3) Κωνσταντίνου τοῦ Πωγωνάτου.
- 14.22.1
Περὶ τῶν Μαρδαϊτῶν καὶ ὅπως αὐτοὺς ἐκ τοῦ Λιβάνου μετῴκισεν οὗτος ὁ βασιλεύς, ἀπατηθεὶς παρὰ τῶν Ἀράβων. ὅτι ὑπέταξε τὴν Ἰβηρίαν καὶ τὴν Ἀλβανίαν.4) ὅτι ἔλυσε τὰς πρὸς τοὺς Βουλγάρους σπονδὰς καὶ ἔθνη Σθλαβικὰ ὑπηγάγετο. περὶ τῶν Ἀγαρηνῶν, καὶ5) ὅτι ἐμισήθη παρὰ πάντων ὁ βασιλεὺς οὗτος δι’ εὐνοῦχόν τινα Θεοδόσιον. περὶ Λεοντίου τοῦ στρατηγοῦ καὶ ὅπως ἐπανέστη κατὰ Ἰουστινιανοῦ.6) ὅτι κατηνέχθη τῶν ἀνακτόρων ὁ Ἰουστινιανὸς καὶ τὴν ῥῖνα ἐτμήθη.
- 14.23.1
ὅπως τὴν Ἀφρικὴν εἷλον οἶ Ἄραβες καὶ ὅπως αὐτὴν ἀφῄρηντο. ὅτι αὖθις εἷλον τὴν Ἀφρικὴν οἶ Ἄραβες. ἐπανάστασις τοῦ ναυτικοῦ καὶ ἀνάρρησις Ἀψιμάρου. καθαίρεσις Λεοντίου.
- 14.24.1
Περὶ τῶν Ἀγαρηνῶν καὶ ὅσα ἐποίησάν τε καὶ ἔπαθον. περὶ Ἰουστινανοῦ καὶ ὅτι ἔλαβεν εἰς γυναῖκα τὴν ἀδελφὴν τοῦ Χαγάνου, καὶ ὅτι ἐπεβού- λευεν ὁ Χαγάνος τῷ Ἰουστινιανῷ τοῦ Ἀψιμάρου δώσειν αὐτῷ χρήματα πολλὰ ὑποσχομένου, καὶ ὅτι τοῦτο γνοὺς ἐκεῖνος πρὸς Βουλγάρους κατέφυγεν. ὅτι μετὰ τῶν Βουλγάρων τῇ πόλει ἐπιστρατεύσας νύκτωρ ἐντὸς εἰσῆλθε διὰ τοῦ ἀγωγοῦ.
- 14.25.1
ὅπως ἐκόλασε τὸν Λεόντιον καὶ τὸν Ἀψίμαρον καὶ τὸν Ἡράκλειον καὶ1) ἑτέρους ὁ Ἰουστιτιανὸς καὶ τὸν πατριάρχην. ὅτι ἔστεψε τὴν γυναῖκα αὐτοῦ καὶ τὸν υἱόν. ὅτι ἐπῆλθε κατὰ Βουλγάρων καὶ ἡττήθη. ἀποστασία Χερσωνιτῶν καὶ ἀνάρρησις Φιλιππικοῦ τοῦ καὶ Βαρδάνη. ὅτι καὶ οἱ τοῦ στόλου τὸν Φιλιππικὸν εὐφήμησαν. ἀναίρεσις 2) Ἰουστινιανοῦ καὶ τοῦ παιδὸς αὐτοῦ.
- 14.26.1
Ὅθεν ἀθετῆσαι τὴν ἕκτην σύνοδον προήχθη. οἶος ἦν περὶ πράξεις ὁ Φιλιππικός. περὶ πατριαρχῶν. περὶ Βουλγάρων καὶ τῶν Ἀγαρηνῶν. καθαίρεσις ἐκ τῆς βασιλείας τοῦ Φιλιππικοῦ.
- 14.27.1
Περὶ πατριαρχῶν. ὅτι στόλον ὁ βασιλεὺς οὗτος κατὰ τῶν Ἀγαρηνῶν ἔστειλε. καὶ οἱ τοῦ στόλου τὸν ἄρχοντα στασιάσαντες ἀνεῖλον καί τινα Θεοδόσιον ἀνηγόρευσαν αὐτοκράτορα. ὅτι τοῦ Ἀρτεμίου ἐν Νικαίᾳ διάγοντος ὁ Θεοδόσιος ἐκ προδοσίας τὴν πόλιν εἷλε. καὶ ὁ Ἀρτέμιος καρεὶς ἐν Θεσ- σαλονίκῃ περιωρίσθη.
- 14.28.1
ὅτι ὁ Ἴσαυρος Λέων καὶ ὁ Ἀρτάβασδος ἐπανέστησαν κατὰ τοῦ Θεοδοσίου. καθαίρεσις τοῦ βασιλέως Θεοδοσίου.
- 15.1.1
Περὶ Ἀβασγῶν καὶ ὅτε καὶ ὅπως εἰς θεο- γνωσίαν μετήχθησαν. ὅτι τοὺς ἄρχοντας αὐτῶν οἱ Ἀβασγοὶ καθελόντες ἐκ τοῦ βασιλέως Ῥωμαίων ἐδέ- χοντο ἄρχοντας. ὅτι Ἄραβες ἐξ Ἀβύδου περάσαντες τὴν πόλιν ἐπολιόρκουν κατὰ γῆν τε καὶ θάλατταν, καὶ κακῶς ἀπηλλάγησαν ἀμφοτέρωθεν.
- 15.2.1
ὅτι ὁ στρατηγὸς Σικελίας τυραννίδι ἐπεχείρησεν. ὅπως ἡ ἐν Σικελίᾳ ἐπανάστασις κατελύθη. ὅτι ἄνευ ἑ νηῶν αἱ ἄλλαι τῶν Ἀράβων ἀπώλοντο σὺν αὐτοῖς. περὶ τοῦ Κοπρωνύμου. ὅτι ἔστεψε τὸν Κοπρώνυμον ὁ Λέων. ὅτι κατὰ τῶν ἁγίων εἰκόνων ὁ Λέων εἰς τοὐμφανὲς ἐξελύττησεν. περὶ πατριαρχῶν. ὅθεν ὁ Λέων εἰς τὴν ἀσέβειαν προήχθη.1)
- 15.3.1
ὅτι οἱ τὴν βασιλείαν προμαντευσάμενοι Ἑβραῖοι τῷ Λέοντι τὴν τῶν ἁγίων εἰκόνων καθαί- ρεσιν ᾔτησαν. περὶ τοῦ πλησίον τῶν Χαλκοπρατείων2) βασιλικοῦ οἴκου καὶ τῆς ἐν αὐτῷ βιβλιοθήκης καὶ τῶν ἐν αὐτῷ διδασκάλων.
- 15.4.1
ὅτι διὰ τὴν ἀσέβειαν τοῦ Λέοντος ὁ πάπας Ῥώμης τοῖς Φράγγοις ἐσπείσατο καὶ τοὺς ἐκ τῆς Ἰταλίας τῇ βασιλείᾳ κομιζομένους ἐπέσχε φόρους. καὶ ὅτι Γερμανικὸν ἔθνος οἱ Φράγγοι, καὶ οὐ Ῥωμαῖοι. οἶα κατὰ τῶν ὀρθοδόξων ἐποίει ὁ Λέων. καὶ ὅτι τὴν τοῦ Χαγάνου θυγατέρα ἔγημεν ὁ Κοπρώνυμος.
- 15.5.1
Οἷος ἦν ὁ μισόθεος οὗτος. ἐπανάστασις τοῦ Ἀρταβάσδου κατὰ τοῦ Κοπρωνύμου. ὅτι ὁ Κοπρώνυμος περαιωθεὶς εἰς Θρᾴκην τὴν πόλιν ἐπολιόρκει καὶ ταύτης ἐκράτησε, καὶ ἐτύφλωσε3) τὸν Ἀρτάβασ1) δὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὸν πατριάρχην Ἀνα- στάσιον δημοσίᾳ τύψας ἐθριάμβευσεν, εἶτ’ αὖθις πατριάρχην εἴασεν εἶναι.
- 15.6.1
Περὶ πατριαρχῶν καὶ περὶ τῆς τοῦ Κοπρωνύμου ἀθροισθείσης τῶν ἀνιέρων ἐπισκόπων συνό- δου. περὶ Βουλγάρων.
- 15.7.1
Οἷος χειμὼν γέγονεν ἐπὶ τῆς βασιλείας ’τον δυσωνύμου. οἷα ἐφρόνει ὁ ἄθεος καὶ οἷα ἐποίει. ὅσα ἐποίει ὁ Κοπρώνυμος κατὰ τῶν μὴ πεισθέντων βεβαιῶσαι τὴν κατὰ τῶν ἁγίων εἰκόνων συγγραφήν. ὅτι κατὰ Βουλγάρων ἐκστρατεύσας ἄπρακτος ἐπανῆλθε καὶ οἶα κατὰ τῶν μοναχῶν ἐποίει καὶ κατὰ ἀρχόντων. ὅπως καὶ τὸν πατριάρχην αὐτοῦ ἐξῶσε τῆς ἐκκλησίας καὶ ἐκόλασε καὶ ἀπέκτεινεν. ὅτι τρεῖς γυναῖκας ἠγάγετο καὶ ὅσους ἔσχεν ἐξ αὐτῶν παῖ- δας καὶ ὅτι τῷ πρώτῳ υἱῷ αὐτοῦ γυναῖκα ἠγάγετο. ὅτι σπονδὰς ἔθετο μετὰ Βουλγάρων.1)
- 15.8.1
ὅτι τινὰς τῶν Βουλγάρων ᾠκειώσατο ὁ Κοπρώνυμος, οἳ ἐδήλουν αὐτῷ τὰ τοῦ ἄρχοντος σφῶν βουλεύματα. ὅπως ὁ τῶν Βουλγάρων ἄρχων2) ἠπάτα τὸν βασιλέα, καὶ ἔγνω τοὺς ᾠκειωμένους3) Βουλγάρους. ὅπως κατὰ Βουλγάρων ἐξεστράτευσε καὶ νοσήσας ὑπέστρεφε 1) καὶ κατέστρεψε τὴν ζωήν. οἷα κατὰ τῶν μοναχῶν καὶ τῶν μοναστηρίων καὶ κατὰ τῶν σεπτῶν λειψάνων τῶν ἁγίων ὁ πάντολμος ἐτόλμα. περὶ τοῦ ἱεροῦ λειψάνου τῆς πανευφήμου μάρ- τυρος Εὐφημίας.
- 15.9.1
Περὶ πατριαρχῶν. ὅτι διὰ τὰς ἁγίας εἰκόνας ὁ Λέων ἐκόλασέ τινας τῶν ἀρχόντων. τελευτὴ τοῦ Λέοντος.
- 15.10.1
Ὅτι ἐπιβουλῆς γενομένης ἡ Θεοδώρα τοὺς μὲν ἄλλους ἐκόλασε, τοὺς δὲ ἀνδραδέλφους αὐτῆς ἀπέκειρε καὶ ἱερέας παρεσκεύασεν. περὶ τῆς εὑρε- θείσης λάρνακος ἐν τῇ Θρᾴκῃ κατὰ τὸ Μακρὸν ὅτι κατηγγυήσατο τῷ υἱῷ γυναῖκα ἡ Εἰρήνη. ὅτι ὁ τῶν Ἀράβων ἀρχηγὸς μέχρι Χρυσοπόλεως ἐλθὼν ἐσπείσατο, φόρους αὐτοῖς διδόναι τῶν Ῥωμαίων συνθεμένων. περὶ τοῦ πατρικίου 1) Ἐλπιδίου.
- 15.11.1
ὅτι ὁ πατριάρχης Παῦλος ἐξέστη τῆς ἐκ- κλησίας. ὅτι ὁ ἐν ἁγίοις Ταράσιος πατριάρχης προ- εχειρίσθη. περὶ τῆς ἑβδόμης συνόδου. ὅτι ὁ βασι- λεὺς Κωνσταντῖνος νεανίας γευόμενος βασιλεὺς) εἰς ἑαυτὸν τὴν διοίκησιν μεταγαγεῖν ἐμελέτησε. γνωσθεὶς δὲ παρὰ τῆς μητρὸς ἐτύφθη καὶ δημοσι- εύειν ἐκωλύθη. ὅτι τοῖς Ἀρμενιακοῖς καὶ οἱ τῶν ἄλλων θεμάτων συμφρονήσαντες τὸν Κωνσταντῖνον μόνον εὐφήμουν, καὶ ὅσα ἐκεῖνος προελθὼν ἐποί- ησεν.
- 15.12.1
ὅτι ὁ Θωμαῒτης τρίκλινος ἐκαύθη. ἐκστρα- τεῖαι τοῦ Κωνσταντίνου κατὰ Βουλγάρων καὶ τῶν Ἀράβων. ὅτι αὖθις ἀνήγαγε τὴν μητέρα εἰς τὰ βασίλεια καὶ εὐφημεῖσθαι αὐτὴν παρεχώρησεν· οἱ δὲ Ἀρμενιακοὶ αὖθις ἐστασίαζον· καὶ περὶ τοῦ Μωσηλέ. ὅτι τοῖς Βουλγάροις συμβαλὼν ὁ Κωνσταντῖνος ἡτ- τήθη, καὶ ὅτι ἐστασίασε τὸ στρατιωτικὸν καὶ ὅτι τοὺς θείους ὁ Κωνσταντῖνος ἐτιμωρήσατο. ὅτι τὴν οἰ- κείαν γαμετὴν ἄκουσαν ἀποκείρας ὁ Κωνσταντῖνος ἑτέραν ἠγάγετο. ὅτι κατὰ Βουλγάρων ὁ βασιλεὺς ἐξεστράτευσεν.
- 15.13.1
Περὶ τοῦ μοναχοῦ Πλάτωνος. ὅτι ἐτυφλώθη ὁ βασιλεὺς Κωνσταντῖνος εἰδήσει τῆς μητρὸς αὐτοῦ. περὶ Λέοντος πάπα Ῥώμης καὶ ὅπως οἱ Φράγγοι πότε τῆς Ἰταλίας καὶ τῆς Ῥώμης αὐτῆς ἐκυρίευσαν. περὶ τῶν ἀνδραδέλφων τῆς βασιλίσσης Εἰρήνης. ὅτι ἐζήτει ὁ τῶν Φράγγων ἀρχηγὸς συζευχθῆναι τῇ βασιλίσσῃ. ὅπως καὶ παρὰ πάντων εἰς τὰ βασίλεια ὁ ἀπὸ γενικῶν ἀνήχθη Νικηφόρος.
- 15.14.1
ὅσα πρὸς τὴν βασιλίδα Εἰρήνην ὁ Νικηφόρος εἴρηκε καὶ ὅσα πρὸς ἐκεῖνον ἐκείνη, καὶ ὅτι πολλὰ ὑπέδειξεν αὐτῷ χρήματα τεθησαυρισμένα καὶ ὡς αὐτίκα ὑπερωρίσθη. οἶος ἦν τοὺς τρόπους ὁ Νικηφόρος. περὶ τοῦ πατρικίου Βαρδάνη.1) τε- λευτὴ Εἰρήνης. ἀνάρρησις Σταυρακίου τοῦ ὒ ἰοῦ Νικηφόρου. περὶ πατριαρχῶν. ὅτι μετὰ τὸν ἐν ἁγίοις Ταράσιον ὁ θεῖος Νικηφόρος προεχειρίσθη πατριάρχης. καὶ2) ὅπως ὁ Πλάτων’ καὶ ὁ Στουδίτης Θεόδωρος ἐστασίαζον. οἵας κερδῶν ἐπινοίας ἐπενόει ὁ βασιλεὺς Νικηφόρος ὁ ἀπὸ γενικῶν. περὶ τοῦ εἰσδραμόντος ξιφηφόρου εἰς τὰ βασίλεια καὶ ζητοῦντος ἀνελεῖν τὸν βασιλέα.
- 15.15.1
Ὅτι Μανιχαίοις καὶ Ἀθιγγάνοις ἐκέχρητο ἐν μαντείαις. ἐκστρατεία κατὰ Βουλγάρων, ἐν ᾗ εὐτυ- χήσας καὶ ἐπαρθεὶς ὕστερον ἡττήθη καὶ ἀπώλετο. ὅτι τὴν κεφαλὴν τοῦ βασιλέως ὁ Κροῦμος ἀνεσταύρωσεν, εἶτα ἀντὶ κύλικος ἐκέχρητο.
- 15.16.1
Ἀνάρρησις τοῦ Ῥαγγαβὲ Μιχαήλ.
- 15.17.1
ὅπως διετέθη ὁ Μιχαὴλ πρὸς τὴν τοῦ Σταυρακίου σύμβιον. ὅτι ἔστεψεν ὁ Μιχαὴλ τὸν υἱὸν αὐτοῦ Θεοφύλακτον. ὅτι τοὺς κατὰ τῶν ἁγίων
- 15.17.2
εἰκόνων νεανιευομένους ᾐκίσατο. περὶ τῶν Ἀγαρηνῶν. ὅτι ὁ τῶν Βουλγάρων ἄρχων ᾔτει σπονδάς, ὁ δὲ βασιλεὺς ἁ) ἐκεῖνος ἐζήτει μὴ πληρῶν παρῃτή- σατο σπείσασθαι, καὶ οἶ Βούλγαροι κατὰ Μεσημβρίας ἐχώρησαν , καὶ τὸ ἄστυ εἷλον.
- 15.18.1
ὅτι μαθὼν ὁ βασιλεὺς μέλλειν τοὺς Βουλγάρους τῇ Θρᾴκῃ ἐπελθεῖν, ἐξῆλθε. καὶ οἱ μὲν Βούλγαροι ἄπρακτοι ἔμειναν, ἐκεῖνος δὲ τὴν οἰκείαν χώραν διὰ τῆς προσεδρίας τοῦ στρατοῦ ἐκάκου. ἧττα τῶν Βουλγάρων ἐπελθόντων. ἡττήθησαν οἱ Ῥωμαῖοι ἐπιβουλῇ τοῦ Ἀρμενίου Λέοντος. ὅπως ὁ Λέων ἑαυτῷ τὴν βασιλείαν περιεποιήσατο. ὅτι βίᾳ τὴν βασιλείαν καταδέχεσθαι ὁ Λέων ἐσχηματίζετο , καὶ ὅπως ὁ Μιχαὴλ ἀπραγμόνως ἐξέστη τῆς ἀρχῆς καὶ ὅσα ἔπαθεν.
- 15.19.1
ὅσα συνέβη σημαντικὰ τοῦ τὸν Μιχαὴλ τοῦ Λέοντος διάδοχον ἔσεσθαι. ὅτι περὶ σπονδῶν διαπρεσβευσάμενος ὁ Λέων πρὸς τὸν ἄρχοντα Βουλγάρων, ἐπεὶ οὐκ ἐδέχθη, ἐξεστράτευσε κατ’ ἐκείνου καὶ ἐνίκησεν. ὅπως ὁ Ἀρμένιος Λέων ἔθετο τῇ τῶν εἰκονομάχων αἱρέσει. περὶ τοῦ Μελισσηνοῦ Θεοδότου καὶ ὅπως τὸν Λέοντα ἠπάτησε κατὰ τῶν ἁγίων εἰκόνων λυττῆσαι. ὅτι ἀντιλέγοντα αὐτῷ περὶ τῶν ἁγίων εἰκόνων τὸν θεῖον Νικηφόρον τὸν πατριάρχην ἐξώρισεν. περὶ τῆς προγνώσεως τοῦ πατριάρχου Νικηφόρου καὶ τοῦ ὁμολογητοῦ Θεοφάνους.
- 15.20.1
Ὅτι ὁ Μελισσηνὸς Θεόδοτος προεβλήθη πατριἄρχης, καὶ ὅθεν ᾠκειώθη οὗτος τῷ Λέοντι. περὶ τοῦ πρωτοψάλτου , καὶ ὅπως ἠρέθιζε2) τὸν βασιλέα κατὰ τῶν ἁγίων εἰκόνων. ὅτι ὀργίλος ἦν ὁ Λέων καὶ κολαστὴς ἀπαραίτητος καὶ τοὺς ἀδικοῦντας ἀνέ- στελλε. οἵους προεχειρίζετο ἄρχοντας. 1)
- 15.21.1
Περὶ τοῦ Τραυλοῦ Μιχαὴλ καὶ ὅπως ἐπὶ τυραννίδι ἁλοὺς διέφυγε τὴν τιμωρίαν καἰ ἐβασί- λευσεν. ὅσα προεῖπεν ὁ Λέων περὶ τοῦ Μιχαήλ. περὶ τῶν ἐν τῷ βιβλίῳ τῷ ἐν τοῖς ἀνακτόροις καὶ τῶν ἐν ἐκείνῳ εἰκονισμένων, καὶ ὅπως ἡρμηνεύθησαν ἐκεῖνα καὶ παρὰ τίνος. περὶ τοῦ ἐνυπνίου τῆς μητρὸς τοῦ Λέοντος. ἕτερον ἐνύπνιον. ὅτι πεδη- θεὶς τοὺς πόδας ὁ Μιχαὴλ τῷ Παπίᾳ παρεδόθη φυ- λάττεσθαι. ὅπως ὁ βασιλεὺς εἰς τὴν τοῦ Παπίου καταγωγὴν ἀπῆλθε, καὶ ὅσα εἶδε καὶ ὡς ἠπείλησε, καὶ ὡς οὐκ ἔλαθεν. ὅσα ὁ Μιχαὴλ τοῖς συνωμόταις ἐπέστειλεν. ἀναίρεσις Λέοντος τοῦ Ἀρμενίου. ἀνάρ- ρησις τοῦ Μιχαὴλ ἔτι τοὺς πόδας πεπεδημένου. ὅσα ἐποίησεν ὁ Μιχαὴλ τῇ τοῦ Λέοντος γαμετῇ καὶ τοῖς ἐκείνου παισί, καὶ ὅπως ὁ τοῦ Λέοντος υἱὸς Κωνσταντῖνος ἐλύθη τῆς ἀφωνίας. 2)
- 15.22.1
Ὅθεν ὥρμητο ὁ Μιχαὴλ καὶ οἶος τὴν πίστιν καὶ τὰ ἤθη. ὅτι καὶ οὗτος τοὺς πρὸ αὐτοῦ ἐμιμή- σατο. ὅσα ὁ ματαιόφρων Μιχαὴλ ἐφρόνει. περὶ τῆς τοῦ Θωμᾶ τυραννίδος. ὅτι περιέθετο ἑαυτῷ ὁ Θωμᾶς τὰ τῆς βασιλείας παράσημα. ὅτι εὐτύχει ὁ τύραννος οὗτος καὶ ἐκρατύνετο.
- 15.23.1
ὅτι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν προσ- βαλὼν ὁ Θωμᾶς τῇ πόλει πολλάκις οὐδὲν ἀνύσαι ἴσχυσεν, ἀλλ’ ἥττητο συνεχῶς, ὁ δὲ καὶ ἡττώμενος τοῦ τυραννεῖν οὐκ ἀπείχετο. ὅτι ὁ τῶν Βουλγάρων ἀρχηγὸς σπονδὰς μετὰ Ῥωμαίων θέμενος ἐμαχέσατο τῷ Θωμᾷ 1) καὶ ἐνίκησε καὶ αἴτιος γέγονε τῆς αὐτοῦ καταλύσεως. κατάσχεσις τοῦ Θωμᾶ. περὶ τῆς Ἡρακλείας καὶ τοῦ Πανίου μηδὲ μετὰ τὴν κατάλυσιν τοῦ Θωμᾶ τῆς ἀποστασίας ἀφισταμένων.
- 15.24.1
ὅπως ἡ Κρήτη γέγονεν ὑπὸ τοὺς Ἀγαρηνούς. ὅπως καὶ τίνα δευτέραν γαμετὴν εἰλήφει ὁ Μιχαὴλ. περὶ πατριαρχῶν. περὶ τῶν ἐν τῆ Κρήτῃ Ἀγαρηνῶν. ἑτέρα στάσις ἐν Σικελίᾳ καὶ ὅπως ὑπὸ τοὺς Ἀγαρηνοὺς ἐγένετο ἡ νῆσος. τελευτὴ Μιχαὴλ τοῦ βασιλέως. ὅπως ἐκόλασεν ὁ Θεόφιλος τὸν ἀνελόντα τὸν Λέοντα. 2)
- 15.25.1
ὅτι τὴν μητρυιὰν ἑαυτοῦ εἰς τὴν μονήν, ἐξ ἧς ἐλήφθη, ἐγκατέστησεν. περὶ τῆς γυναικὸς Εἰκασίας. ὄπως περὶ τοὺς ἀδικοῦντας διέκειτο ὁ Θεόφιλος καὶ ὅπως τῆς εὐθηνίας τῶν ὠνίων ἐφρόντιζεν. περὶ τοῦ ἀδελφοῦ τῆς Αὐγούστης τοῦ Πετρῶνά. περὶ τοῦ πλοίου τῆς Αὐγούστης.
- 15.26.1
Περὶ τῶν γονέων τῆς Θεοδώρας καὶ περὶ τῆς μητρὸς αὐτῆς καὶ τῶν θυγατέρων τοῦ βασιλέως. περὶ τῆς δεσποίνης Θεοδώρας καὶ τοῦ παράφρονος Δένδερι. ὅτι βαρὺς ἦν τῶν εὐσεβῶν κολαστὴς ὁ Θεόφιλος. περὶ τοῦ συγκέλλου3) Ἰωάννου, καὶ ὅπως πρὸς τοὺς Ἀγαρηνοὺς ἀπεστάλη καὶ ὅσα ἐποίησεν.
- 15.27.1
Περὶ τῶν τῆς πόλεως παραλίων τειχῶν. περὶ τοῦ ξενῶνος τοῦ Θεοφίλου. περὶ τοῦ μοναχοῦ Λαζάρου τοῦ ζωγράφου. περὶ τῶν ὁμολογητῶν αὐ- ταδέλφων Θεοφάνους καὶ Θεοδώρου τῶν γραπτῶν. ὅτι ἐπὶ θυγατρὶ ἐποιήσατο γαμβρὸν Ἀλέξιον τὸν Μωσηλέ, ὃν καὶ Καίσαρα ἐτέμησεν. περὶ τοῦ Μα1) νουὴλ καὶ τοῦ Θεοφόβου. ὅτι τοῖς Πέρσαις μαχόμενος ὁ Θεόφιλος ἡττήθη καὶ ἥλω ἄν, εἰ μὴ ὁ Θεόφοβος ἐβοήθησεν. ἐκστρατεία κατὰ τῶν Ἀγαρηνὠν καὶ νίκη τοῦ βασιλέως.1)
- 15.28.1
Περὶ τοῦ περιδεξίου Ἀγαρηνοῦ καὶ τοῦ ἐκ- τομίου Θεοδώρου τοῦ Κρατεροῦ.2) ἐκστρατεία ἑτέρα3) κατὰ τῶν Ἀγαρηνῶν καὶ ἧττα Ῥωμαίων. ὅτι διαβολαῖς κατὰ τοῦ Μανουὴλ πιστεύσας ὁ βασιλεὺς τυφλῶσαι αὐτὸν ἐμελέτα· ὁ γνοὺς ἐκεῖνος προσπέφευγε τοῖς Ἀγαρηνοῖς.4) ὅτι πίστεις λαβὼν ὁ Μανουὴλ ἐκ τοῦ βασιλέως αὖθις ἐπανῆλθε κατασοφισάμενος τὸν τῶν Ἀγαρηνῶν ἀρχηγόν. περὶ πατριαρχῶν. ὅτι τὸν ἱερὸν Μεθόδιον ὑπερώρισε καὶ ὅσα ὑπέμεινεν.
- 15.29.1
ὅτι κατὰ τῶν Ἀγαρηνῶν ἐκστρατεύσας ὁ Θεόφιλος εὐτύχησεν. ὅπως παρὰ τῶν μισθοφο- ρούντων Περσῶν ὁ Θεόφοβος βασιλεὺς ἀνερρήθη καὶ ἄκων. ὅτι ὁ Θεόφοβος προσῆλθε τῷ βασιλεῖ. περὶ τῆς τοῦ Ἀμορίου ἁλώσεως. ὅπως προεδόθη τοῖς Ἀγαρηνοῖς τὸ Ἀμόριον. ὅτι διεπρεσβεύσατο πρὸς τὸν τῶν Ἀγαρηνῶν ἀρχηγὸν ὁ βασιλεὺς τοὺς ἐπιφανεῖς τῶν ἁλόντων ὠνήσασθαι θ’ ἔλων, ὁ δὲ τὴν πρεσβείαν οὐ προσήκατο καὶ ὅτι ἐκ λύπης ὁ βασιλεὺς ἐνόσησε δυσεντερίαν. ὅτι θνήσκων ὁ Θεόφιλος ἀνεῖλε τὸν Θεόφοβον. τελευτὴ Θεοφίλου.
- 16.1.1
ὅπως ὁ Μανουὴλ μὴ συναινῶν πρότερον τῇ τῆς αἱρέσεως τῶν εἰκονομάχων καθαιρέσει ὕστερον καὶ λίαν ἐκθύμως5) συνῄνει. ἐξώθησις ἐκ τῆς6) ἐκ- τοῦ πατριάρχου 7) Ἰωάννου , τοῦ δὲ ἱεροῦ Μεθοδίου προχείρισις καὶ ὅπως δι’ ἐντεύξεων λέγεται σωτηρίας τυχεῖν ὁ Θεόφιλος. ἔτι περὶ τοῦ κα- θαιρεθέντος Ἰωάννου τοῦ πατριάρχου. περὶ τῆς κατηγορίας τοῦ θείου Μεθοδίου τοὐ πατριάρχου καὶ ὅπως ἠλέγχθη ψευδής. ὅσα ὁ τῶν Βουλγάρων ἀρχηγὸς ἠπείλησε τῇ βασιλίσσῃ καὶ ὅσα ἐκείνη αὐτῷ ἀντεμήνυσεν.
- 16.2.1
Ὅπως οἱ Βούλγαροι εἰς ἐπίγνωσιν ἦλθον τοῦ Χριστοῦ. ὅπως γῆς τῷ ἔθνει τῶν Βουλγάρων ἡ βασιλὶς παρεχώρησεν. περὶ Μανιχαίων.1) ὅπως οἱ Μιχαὴλ τὸν λογοθέτην ἀνεῖλε Θεόκτιστον. ὅτι καὶ ἡ βασιλὶς Θεοδώρα τῶν ἀνακτόρων ἀπῆλθε γνωρίσασα τοῖς τῆς βουλῆς ὅσα χρήματα παρὰ τοῖς ταμείοις καταλιμπάνει.
← Previous · Next → — showing 301–400 of 483
First Thousand Years of Greek. CTS URN tlg3135.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.