Ancient Texts

← Library

Argumenta

First Thousand Years of Greek · First Thousand Years of Greek · 483 sections

  1. 4.14.1

    Περὶ τῶν Γυμνοσοφιστῶν καὶ τοῦ διὰ τῆς βύρσης ὑποδείγματος, ἔνα μὴ μακρὰν ὁ βασιλεὺς ἀποδημῇ. ὅτι εἰς τὸν Ὠκεανὸν ἦλθεν Ἀλέξανδρος, καὶ ὅσον τοῦ στρατοῦ πλῆθος ἀπώλετο, καὶ περὶ τῶν ἰχθυοφάγων προβάτων. περὶ τοῦ τάφου τοῦ βασιλέως Περσῶν Κύρου καὶ τῆς τούτου ἐπιγραφῆς. ὅτι ἔγημεν Ἀλέξανδρος καὶ τὴν ιθυγατέρα Δαρείου, καὶ ὅσα ἐν τῷ γάμῳ χρήματα ἀνάλωσε, δοὺς καὶ τοῖς ὀφειλέταις τὰς ὀφειλάς. ὅσα ἐπένθησεν ἐπὶ τῷ ‘Πφαιστίωνι ὁ Ἀλέξανδρος καὶ οἶ σὺν αὐτῷ. περὶ τοῦ διὰ κοράκων σημείου καὶ τοῦ θύματος. περὶ τοῦ εὑρεθέντος ξένου καθημένου ἐν τῷ τοῦ Ἀλεξάνδρου θρόνῳ. ὅτι ὁ θάνατος Ἀλεξάνδρου ἄλλοις ἄλλως λέγεται. περὶ τοῦ ψυχροῦ ὔ δ’ ἄτος. ὅτι ἐν τῇ τελευτῇ ἠβουλήθη ἀφανίσαι αὐτόν, ἔνα δόξῃ καὶ θεός.

  2. 4.15.1

    Ὅπως ὑπήντησαν Ἀλεξάνδρῳ οἱ ἱερεῖς τῶν Ἑβραίων καὶ ὁ ἀρχιερεύς. ὅτι ὁ Ἀλέξανδρος ἰδὼν τὸν ἀρχιερέα εἰς μνήμην ἦλθε τοῦ κατ’ ὄναρ ὀφθέντος αὐτῷ θεοῦ. ὅτι ἔθυσε τῷ θεῷ ὁ Ἀλέξανδρος κατὰ τὴν ὑφήγησιν τοῦ ἀρχιερέως καὶ πολλὰ ἐχαρίσατο, ἀνέγνω τε καὶ τὴν βίβλον2) τοῦ Δανιὴλ. περὶ τοῦ ἐν Γαριζὶν ἱεροῦ, ἐν ᾧ κατέφευγον οἶ παρανομοῦντες.

  3. 4.16.1

    Ὅτι εἰς τέσσαρα ἐμερίσθη ἡ τοῦ Ἀλεξάνδρου ἀρχή. καὶ περὶ Πτολεμαίου τοῦ Λάγου, ὅπως Ἱεροσολύμων ἐκράτησεν. ὅτι Πτολεμαῖος ὁ Φιλάδελφος διεδέξατο τὴν ἀρχήν. τί ἐστι δραχμή, καὶ πόσαι τάλαντον 3) ποιοῦσιν. ὅσα ὁ Πτολεμαῖος εἰς τὸ Ἰουδαίων ἱερὸν ἔστειλε δῶρα. περὶ τῶν ἑβδομή- κοντα δύο τῶν ἐξελληνισάντων τὰ Ἑβραϊκὰ βιβλία. ὅτι οἶ πρὸ τούτου ἐπιχειρήσαντες τὸ τοιοῦτον ἔργον οὐκ ἀτιμώρητοι ἔμειναν. ὅτι τινές φασι διῃρημένους ποιῆσαι τὴν ἑρμηνείαν τοὺς ἑρμηνεῖς, ὕστερον δὲ εὑρεθῆναι ἐκ πάντων τὰ αὐτά.

  4. 4.17.1

    ὅτι ἔλαβε Πτολεμαῖος τὴν Κλεοπάτραν, καὶ ὅσα ἦν ἡ ταύτης φερνή. οἷος ἦν δεξιὸς περὶ τὰ πράγματα ὁ πρὸς Πτολεμαῖον ἀποσταλεὶς πρέσβις 1) Ἰωσήφ. ὅτι τὸ τὰ τέλη τῶν πόλεων ἐπὶ αὐξήσει πωλεῖσθαι τοῖς ὠνουμένοις παλαιὸν ἦν.

  5. 4.18.1

    ὅπως συνῴκησεν ἡ ἀδελφόπαις τῷ Ἰωσήφ. ὅπως Ὑρκανὸς ὁ υἱὸς Ἰωσὴφ καὶ ἐν μειρακίοις τελῶν φρονιμώτατος. ὅτι ἀτίμως ὠνήσατο ὁ Ὑρ- κανὸς τοὺς γραμματικοὺς δούλους. ὅτι βᾶρις τὸ ὀχύρωμα.

  6. 4.19.1

    ὅτι ὁ Ἐπιφανὴς Ἀντίοχος κατέσχε τὰ Ἱεροσόλυμα. περὶ Ἐλεάζαρ καὶ τῶν Μακκαβαίων. ὅτι ἐν σαββάτῳ πολέμου συγκροτηθέντος ἐμάχοντο Ἰουδαῖοι.

  7. 4.20.1

    Νίκη Ἰουδαίων κατὰ τῶν τοῦ Ἀντιόχου. ὅτι ὁ Ἀντίοχος ἐνόσησε διὰ τὰ κατὰ τῶν Ἰουδαίων κακὰ καὶ ἀπέθανεν.

  8. 4.21.1

    ὅπως τὸν ἐλέφαντα ὁ Ἐλεάζαρ πλήξας ὑπ’ αὐτοῦ τέθνηκεν ἐν τῷ πολέμῳ.

  9. 4.22.1

    Περὶ Κλεοπάτρας τῆς θυγατρὸς Πτολεμαίου. ὅτι ὁ Πτολεμαῖος δύο διαδήματα περιέθετο, οἷα δύο ἄρχων χωρῶν.

  10. 4.23.1

    ὅτι ὄρος καθῄρησαν ἄνθρωποι λίαν ὑψη- λὸν διὰ τριῶν ἐνιαυτῶν.

  11. 5.1.1

    Περὶ Ἀντιόχου τοῦ ἐπικληθέντος ἔντος θεοῦ. ὅρα γυναικὸς καρτερίαν.

  12. 5.2.1

    ὅτι οἶ Σαδδουκαῖοι τὰ ἄγραφα καὶ ἐκ παρα- δόσεως οὐκ ἐτήρουν.

  13. 5.3.1

    Ὅπως ὁ Ἀντίγονος ἀνῃρέθη εἰς τὸν 1) Στράτωνος πύργον κατὰ τὴν Ἰούδα τοῦ Ἐσσαίου πρόρρησιν, κἂν ἐδόκει ἐψεῦσθαι.

  14. 5.4.1

    Περὶ φοινίκων καὶ κιτρίων τῶν ἐν τῇ σκηνοπηγίᾳ. ὅτι ἐπὶ τρία ἔτη ἐνόσει τεταρταῖον.

  15. 5.5.1

    Περὶ Ὑρκανοῦ καὶ Ἀριστοβούλου. περὶ Τι- γράνου τοῦ Ἀρμενίου. βασιλεία Ὑρκανοῦ καὶ Ἀριστοβούλου. ὡς εὖ σοι τῆς εὐχῆς ἄνθρωπε.

  16. 5.6.1

    Περὶ Πομπηίου καὶ τῆς δοθείσης αὐτῷ χρυσῆς ἀμπέλου ἐξ Ἀριστοβούλου ἐκ πεντακοσίων ταλάντων. περὶ τῆς Μιθριδάτου τελευτῆς καὶ περὶ τοῦ ὀποβαλσάμου , ὅπερ τῶν μύρων ἄριστον. ὅπως ὑπὸ Πομπηίου τὰ Ἰεροσόλυμα ἑάλω.

  17. 5.7.1

    Περὶ τοῦ Ἰταβυρίου ὄρους. 2) ὅσα ἦσαν τὰ τοῦ ἱεροῦ Ἰουδαίων χρήματα, έν οἶς καὶ δοκὸς ἐκ χρυσοῦ. 3) καὶ ὅτι ἡ μνᾶ ἕλκει λίτρας δύο 4) πρὸς τῇ ἡμισείᾳ. Κύπρος ὄνομα γυναικός. ὅτι ὁ Ἡρώδης ἐλθὼν εἰς τὸ δοκιμάσασθαι ἐξέπληξε τοὺς παρόντας διὰ τὸ ἐλθεῖν μετὰ δορυφορίας πολλῆς · διὸ καὶ ᾐτιάθη.

  18. 5.9.1

    Ὅπως ὁ Ἀντώνιος ἤρα τῆς Κλεοπάτρας. περὶ Πακόρου τοῦ Παρθῶν βασιλέως.

  19. 5.10.1

    Διὰ τί ἀπετμήθη τὰ ὦτα Ὑρκανός. ὅπως ὁ Φασάηλος τέθνηκεν.

  20. 5.11.1

    Ἀντιγόνου. Ἀντιγόνου

  21. 5.13.1

    Περὶ τῆς ἀρχιερωσύνης Ἀριστοβούλου ἐν νέᾳ τῇ ἡλικίᾳ. ὅπως ἡ Ἀλεξάνδρα ἔφυγε διὰ λάρ- νακος καὶ ἐφωράθη. ὅπως ἀπεπνίγη Ἀριστόβουλος.

  22. 5.14.1

    ὅτι ἠράσθη Ἡρώδου ἡ Κλεοπάτρα. περὶ τοῦ ἐν Ἰουδαίᾳ μεγάλου γεγονότος σεισμοῦ.

  23. 5.15.1

    ὅπως καὶ παρὰ τοῦ Καίσαρος Ἡρώδης ἐτιμήθη. ὅπως εἰς τὸ φανερὸν Ἡρώδην ἐφάνη μισοῦσα ἡ γυνὴ αὐτοῦ. ὅπως ἡ τοῦ Ἡρώδου γυνὴ θανάτῳ κατακριθεῖσα τέθνηκεν. ὅπως ὁ Ἡρώδης καὶ οἵαν νόσον ἐνόσησεν. 1)

  24. 5.16.1

    ὅπως οὐδὲ τοῦ οἰκείου κόσμου Ἡρώδης ἐφείσατο ἐν καιρῷ λιμοῦ διὰ τὴν πόλιν, καὶ αὐτὸν ἀποδοὺς εἰς τὸ ἀγοράσαι σῖτον. πόσος ἦν ὁ διαδοθεὶς. πόσοι μόδιοι ὁ κόρος.

  25. 5.17.1

    ὅπως ὁ Ἡρώδης ἐκώλυε τοὺς ὑπ’ αὐτὸν ἀλλήλοις συνέρχεσθαι, δεδιὼς τὰς ἐπιβουλάς. τίνες οἱ Ἐσσαῖοι καὶ οἵᾳ χρῶνται διαίτῃ, καὶ ὅπως εἷς τῶν ’Eσσαίων προεῖπε τῷ Ἡρώδῃ παιδίῳ ὄντι τὴν βασιλείαν. ὅπως ὁ Ἡρώδης τὸν ναὸν ἐπὶ τὸ μεῖζον μετεσκεύασε, καὶ περὶ τοῦ πύργου, ὃν Ἀντωνίαν ἐκάλεσεν. ὅτι ὁ ναὸς ἐν ἐνιαυτῷ ἑνὶ πρὸς τῷ ἡμίσει ᾠκοδομήθη. ὅτι καὶ οὐδὲ ὑετὸς γέγονεν ἐν ἡμέρᾳ. περὶ τοῦ πιπράσκεσθαι τοὺς κλέπτας.

  26. 5.18.1

    Περὶ τῶν παίδων Ἡρώδου, οἷοι ἦσαν. ὅπως ἐμίσησε τοὺς υἱοὺς ὁ Ἡρώδης. ὅπως κατήλλαξε τὸν Ἡρώδην τοῖς παισὶν ὁ Καῖσαρ.

  27. 5.19.1

    Οἷος τὸ ἦθος καὶ τοὺς τρόπους ὁ Ἡρώσης. ὅσα Ὑρκανὸς καὶ Ἡρώδης ἔλαβον ἀργυρίου καὶ χρυσίου 2) τάλαντα ἐκ τοῦ τάφου Δαβίδ, καὶ ὅπως καὶ εἰς αὐτὰ τὰ σώματα Δαβὶδ καὶ Σολομῶντος ἐκωλύθη Ἡρώδης εἰσελθεῖν θείῳ πυρί.

  28. 5.20.1

    Οἶα ἡ διαβολὴ ἀεὶ κακὰ εἰργάζετο καὶ ἔτι ἐργάζεται. καὶ δεῖγμα τὰ ἐνταῦθα γεγραμμένα καὶ τὰ προλαβόντα περὶ τῆς γυναικὸς Ἡρώδου καὶ τῶν παίδων. 1)

  29. 5.21.1

    Περὶ τοῦ κακίστου Εὐρυκλέους. ὅτι ἐδέσμησε τοὺς υἱοὺς ὁ Ἡρώδης Ἀριστόβουλον καὶ ’ Ἀλέξανδρον. τὸ συνέδριον τὸ τοὺ ’ς παῖδας Ἡρώδου κρῖνον σὺν τῷ Ἡρώδη.

  30. 5.22.1

    Περὶ τοῦ παρρησιασαμένου στρατιώτου εἰς Ἡρώδην βουλευόμενον θάνατον τῶν οἰκείων παίδων. ὅπως ἀπηγχόνησε τοὺς οἰκείους παῖδας ὁ Ἡρώδης. ὅτι πάτριον ἦν τότε ἔθος τὸ πολλαῖς συνοικεῖν γυναιξί. ὅτι ἀνεψιοὶ οἱ ἐξάδελφοι.

  31. 5.23.1

    ὅτι οἱ Φαρισαῖοι οὐκ ἐπείσθησαν ὀμόσαι, καὶ ὅτι προεῖπον τὸν τοῦ Ἡρώδου θάνατον· διὸ καὶ ἀπεκτάνθησαν πολλοὶ ἐξ αὐτῶν.

  32. 5.24.1

    Περὶ λιμένος τοῦ λεγομένου Σεβαστοῦ. κατηγορία Ἀντιπάτρου. ὅτι ὁ Ἡρώδης καὶ τὸν υἱὸν Ἀντίπατρον δέσμιον εἰς Καίσαρα ἔπεμψεν.

  33. 5.25.1

    Ἀκμὴ ὄνομα γυναικός. κύκηθρον τὸ ταραχὴν ἐμποιοῦν. περὶ τῶν καθελόντων τὸν ἀνατεθέντα ἀετὸν εἰς τὸν μέγαν πυλῶνα τοῦ ναοῦ.

  34. 5.26.1

    Τίνα νόσον ἐνόσησεν Ἡρώδης, ποικίλην τε καὶ ὀδυνηράν. περὶ τῶν τῆς Καλλιρόης θερμῶν. οἴαν ἐπίνοιαν ὁ Ἡρώδης ἐπενοήσατο κάκιστος ὤν, ἕνα κλαυσθῇ μετὰ θάνατον. περὶ τῶν διαθηκῶν Ἡρώδου καὶ ὅπως τελευτῶν ἔκτεινε τὸν υἱόν. 2) τελευτὴ Ἡρώδου. ὅτι ὁ Ἀρχέλαος διεδέξατο Ἡρώδην.

  35. 6.1.1

    Περὶ τῆς τῶν Ἰουδαίων στάσεως κάτα Ρωμαίων, ὅτε καὶ ὁ ναὸς ἐνεπρήσθη. ὅτι δοῦλος Ἡρώ- δου διάδημα περιέθετο.1)

  36. 6.2.1

    ὅτι καὶ ὁ Ἀρχέλαος ὠμὸς ἦν κατὰ τὸν πατέρα. περὶ τοὺ πλοῦ Ἀλεξάνδρου. κατηγορία κατὰ Ἀρχελάου. περὶ τοῦ ὀνείρου οὗ εἶδεν Ἀρχέλαος. ἕτερος ὄνειρος τῆς Ἀρχελάου γυναικός. περὶ τῆς ἀπογραφῆς τῆς ἐπὶ Καίσαρος γεγενημένης.

  37. 6.3.1

    ἵει Φαρισαίων. ἵει Σαδδουκαίων. αἵρεσις Ἐσσηνῶν. αἵρεσις Γαλιλαίων. πότε έγένετο ἡ ἀπογραφή. πότε ὁ Καῖσαρ ἔθανε καὶ πόσα ἔτη ἐκράτησεν. ὅτι διεδέξατο Καίσαρα ὁ Τιβέριος

  38. 6.4.1

    Περὶ Ποντίου Πιλάτου. περὶ Ἡρώδου τοῦ τετράρχου καὶ τῆς πόλεως Τιβεριάδος. περὶ τῆς τῶν Ἰουδαίων ἐνστάσεως. πότε ἐφάνη ὁ Χριστὸς ἐν Ἰουδαίᾳ καὶ οἷά φησιν ὁ Ἰώσηπος περὶ αὐτοῦ. ἔτι περὶ Χριστοῦ φησιν ὁ Ἰώσηπος.

  39. 6.5.1

    Περὶ τῆς Ῥωμαίας Παυλίνης. ὅτι μέγα τὸ τῶν ἱππέων ἀξίωμα. περὶ τῆς πονηρίας Ἴδης. ὅπως ἡ Παυλῖνα τῷ ἐρῶντι αὐτῆς συνεγένετο, οἰομένη τοῦτον θεόν. ὅπως τὸ κατὰ τῆς Παυλίνης σκέμμα ἐξήτασε Τιβέριος καὶ ἐκόλασε τοὺς τοῦτο συνεργή- σαντας. περὶ τῆς βάρεως τῆς μετονομασθείσης ’ Αντωνίας.

  40. 6.6.1

    Περὶ Φιλίππου, ὅτι καὶ καθ’ ὁδὸν ἔκρινε καὶ ὁ θρόνος αὐτοῦ ἐπιφερόμενος ἐτίθετο κατὰ τὸν τόπον ἔνθα καθήμενος ἠκροᾶτο. περὶ τοῦ θανάτου τοῦ βαπτιστοῦ Ἰωάννου οἷά φησιν ὁ Ἰώσηπος. περὶ τῆς τοῦ Τιβερίου τελευτῆς, ὃν διεδέξατο Γάιος.

  41. 6.7.1

    Περὶ ’Αγρέππα, ὅπως εὐηργετήθη παρὰ Ἡρωδιάδος τῆς ἀδελφῆς. διὰ τί πρέσβεσιν οὐ προσωμίλει συχνοῖς. διὰ τί τοὺς ἐν ἀρχῇ οὐ παρέλυε, καὶ περὶ τοῦ παραδείγματος τούτων.

  42. 6.8.1

    Περὶ Ἀντωνίας, καὶ ὅπως ἐτίμα αὐτὴν 1) Τιβέριος. περὶ ὧν τις προεῖπεν ἔσεσθαι οἰωνοσκοπήσας. ὅπως τὸν Γάιον διάδοχον ἑαυτοῦ κατέλιπε Τιβέριος.

  43. 6.9.1

    ὅτι ἀρχαῖον τὸ τοὺς ἐξορίστους ἀκειρεκόμου 2) εἶναι. ὅπως ἔλυσε τῶν δεσμῶν τὸν Ἀγρίππαν Γάιος καὶ βασιλέα ἀπέδειξεν. ὅπως κατὰ Ἡρώδου Ἀγρίππας ἐπέστειλε τῷ Γαΐῳ. ὅτι τὸ ὅπλα ἔχειν τοὺς ἄρχοντας οὐκ ἀνύποπτον.

  44. 6.10.1

    Ὁ Γάιος μὴ ὡς θεὸς παρὰ Ἰουδαίων τιμώμενος ὠργίζετο καὶ τὸν Φίλωνα ὑπεραπολογούμενον οὐκ ἐδέχετο. ὅπως οὐ παρεχώρησαν Ἰουδαῖοι στῆναι ἀνδριάντα Γαΐου ἐν τῇ πόλει αὐτῶν. ὅτι ὁ Ἀγρίππας ἔπεισε Γάιον συγχωρῆσαι μὴ στῆναι ἐν Ἰουδαίᾳ τὸν οἰκεῖον ἀνδριάντα. ὅτι ἀνῃρέθη Γάιος καὶ Κλαύδιος αὐτὸν διεδέξατο.

  45. 6.11.1

    ὅτι χρυσῆν ἅλυσιν Γάιος τῷ Ἀγρίππᾳ ἐδωρήσατο ἀνθ’ ἧς κατεκρίθη σιδηρᾶς, ἣν καὶ ἀνέθετο Ἀγρίππας τῷ θεῷ. ὅτι ὁ ὕπαρχος ἀρχὴ ἦν παρὰ Ῥωμαίοις. ὅτι Δωρῖται ἔθνος εἰσίν. ὅτι εὐεργετικὸς ὁ Ἀγρίππας. ὅτι ὁ Στράτωνος πύργος ἐστὶν ἡ ἐν Παλαιστίνῃ Καισάρεια. περὶ τῆς ἐξ ἀργύρου στολῆς λαμπρὸν ἀποστιλβούσης. ὅπως ὁ Ἀγρίππας τέθνηκεν.

  46. 6.12.1

    Περὶ τῆς ἐγκυμονούσης γυναικός, ἧς ἐκ τῆς κοιλίας ἔδοξε φωνὴν γενέσθαι, λέγουσαν τὴν τοῦ ἐμβρύου τύχην. ὅπως ὁ Ἰζάτης μετετέθη εἰς τὴν Ἰουδαϊκὴν θρησκείαν , καὶ ἡ τούτου μήτηρ Ἑλένη ὁμοίως, καὶ εἰς Ἱεροσόλυμα ἀπῆλθεν εἰς τὸ τοῦ θεοῦ ἱερόν. περὶ Ἀρταβάνου τοῦ Παρθῶν βασιλέως, ὅπως εἰς Ἰζάτην ἦλθε δεόμενος. ὅτι ἀποκατέστη πάλιν ὁ Ἀρταβάνης εἰς τὴν Παρθῶν βασιλείαν.

  47. 6.14.1

    Πόλεμοι Ἀράβων πρὸς Ἰζάτην τὸ πρῶτον ἐκ προδοσίας τῶν οἰκείων, εἶτα ἧττα Ἀράβων. περὶ τοῦ γόητος Θευδᾶ. ἡ ἴλη ἱππέων σύλλογος. περὶ ἀλαβαρχίας. περὶ τῶν φευγόντων ἐκ τοῦ ἱεροῦ διὰ τὸ στενὸν τῆς ἐξόδου καταπατηθέντων καὶ θανόντων. ὅπως ἐτιμωρήθη ὁ εἰς τοὺς νόμους Μωσέως ἐνυβρίσας.

  48. 6.15.1

    ὅτι μέγα 1) τὸ ἡγεμονεύειν Συρίας. ὅτι πυρ- φόρον ἦν τὸ Βέσβιον ὅρος. τελευτὴ Κλαυδίου.

  49. 6.16.1

    ὅτι Νέρων Κλαύδιον διεδέξατο. οἷα καὶ νῦν οἶ ἀρχιερεῖς ποιοῦσι τοὺς οἰκείους ἀδικοῦντες κληρικούς.

  50. 6.17.1

    Περὶ τῶν σικαρίων λῃστῶν. περὶ Ἰακώβου τοῦ ἀδελφοθέου. πόσοι ἐξ Ἀαρὼν μέχρι Φινεὲς γεγόνασι κατὰ συγγένειαν ἀρχιερεῖς.

  51. 6.18.1

    Ὅτι Οὐεσπασιανὸς 2) ἀπεστάλη κατὰ τῆς Ἰουδαίας παρὰ Νέρωνος. περὶ τῆς πόλεως Ἰωταπάτων καὶ τοῦ Ἰωσήπου. ὅτι ὁ Νέρων ἀνεῖλεν ἑαυτὸν καὶ Γάλβας ἦρξε μετ’ αὐτόν, καὶ αὐτὸς μετὰ μικρὸν ἀνῃρέθη, καὶ ἦρξαν 3) Ὄθων καὶ Οὐιτέλλιος καὶ ἀλλήλοις ἐπολέμουν. ἀνάρρησις Οὐεσπασιανοῦ.

  52. 6.19.1

    Τίτου πολιορκία κατὰ τῆς Ἱερουσαλήμ. ὅτι τρίτειχος ἦν ἡ Ἱερουσαλήμ. περὶ τοῦ μηχανήματος τῶν κριῶν τόν κατὰ τῆς πόλεως ἐπαχθέντων. περὶ τῶν ξυλίνων πύργων, οὑς ὁ Τίτος ἐποίησεν.

  53. 6.20.1

    Περὶ τῆς ἐπινοίας τοῦ Ἰουδαίου Κάστορος,1) δι’ ἧς ὑπερετέθη ἡ κατὰ τοῦ πύργου ἐπιβουλὴ τῶν Ῥωμαίων. ὅτι ὁ Τίτος φιλανθρωπότερον περὶ τοὺς Ἰουδαίους διέκειτο, καὶ νικῶν αὐτούς. ὅτι τριπλῶς ἡ πόλις τετείχιστο. περὶ ὧν ἐκακούργουν οἱ στασιασταί, καὶ μάλιστα λιμώττοντες. περὶ ὧν ἐποίει κακῶν ὁ λιμὸς τοῖς Ἰουδαίοις.

  54. 6.21.1

    Περὶ τῶν διὰ χωμάτων ἑλεπόλεων. περὶ τῆς ἐπινοίας τῶν Ἰουδαίων, δι’ ἧς καθῃρέθησαν ἀθρόον αἱ ἑλεπόλεις τῶν Ῥωμαίων εὐμηχάνως. ὅτι ἑτέρῳ τείχει τοὺς Ἰουδαίους ἔξωθεν Τίτος περιέ- κλεισεν. ὅπως ὁ λιμὸς τοὺς Ἰουδαίους διέθετο. περὶ τῶν αὐτομολούντων Ἰουδαίων, καὶ ὅτι ἀπὸ τοῦ λιμοῦ ἐμπιπλάμενοι διερρήγνυντο. καὶ ὅτι τινὲς αὐτῶν εὑρέθησαν ἔχοντες εἰς τὰς γαστέρας χρυσόν· διὸ καὶ πολλοὺς αὐτῶν καὶ πρὸ τοῦ θνήσκειν ἀνῄ- ρουν οἱ Ῥωμαῖοι ἀνηλεῶς.

  55. 6.22.1

    ὅτι ζῴων κόπρειος ἤσθιον. ὅτι τοῦ τείχους καταπεσόντος ἕτερον εὑρέθη ἐντός. περὶ τοῦ εἰσελ- θόντος διὰ τοῦ τείχους Ῥωμαίου ἀνδρὸς ἀρίστου. ὅτι ἥλους εἶχον οἱ Ῥωμαῖοι ἐν τοῖς ὑποδήμασιν. ὅτι καὶ διὰ τῆς νυκτὸς ἐπολέμουν, καὶ ὅτι καὶ ἡ Ἀντωνία ὁ πύργος κατεσείσθη. 2) περὶ τῆς γυναικός, ἥτις τὸ οἰκεῖον τέκνον εἰς τροφὴν οἰκείαν ἀπέσφαξεν.

  56. 6.23.1

    ὅτι αἶ πύλαι τοῦ ἱεροῦ ἐνεπρήσθησαν , ἀργυραῖ οὖσαι. ὅτι ἔδοξε τοῖς Ῥωμαίοις τοὺς εἰς τὸ ἱερὸν καταφυγόντας σώζεσθαι Ἰουδαίους , εἰ μὴ ἀνταμύνονται, καὶ ὅτι ὁ Τίτος τὴν τοῦ ναοῦ οὐκ ἐβού- λετο καταστροφήν. ὅτι καὶ χρυσᾶς εἶχε θυρίδας ὁ ναός. ὅτι ὁ Τίτος παντοίως ἐσπούδαζε μὴ καυθῆναι τὸν ναόν. ὅτι κατὰ τὸν αὐτὸν μῆνα καὶ τὴν αὐτὴν ἡμέραν συνέπεσε γενέσθαι τὸν ἐμπρησμὸν τοῦ ναοῦ ὑπὸ Βαβυλωνίων πρότερον καὶ ὕστερον ὑπὸ Ῥωμαίων.

  57. 6.24.1

    Περὶ τοῦ τοίχου , οὗ τὸ εὖρος πήχεις ἡ. περὶ τῶν ἐν τῷ γαζοφυλακίῳ χρημάτων. περὶ τῶν γενομένων σημείων τῆς ἀλώσεως. οἷον τὸ μέγεθος τῆς πύλης. περὶ τοῦ βοῶντος πρὸ μακροῦ τὰ τῆς ἁλώσεως καὶ ὅπως καὶ οὗτος ἀπώλετο. 1) ὅτι Ῥωμαῖοι Τίτον ἀπέφηναν αὐτοκράτορα. περὶ τόν Ἰδουμαίων. περὶ τῶν χρυσῶν κειμηλίων. περὶ τῆς ἀρχιερατικῆς στολῆς. ὅτι θαυμάσας ὁ Τίτος τὴν τῆς πόλεως ὀχυρότητα σὺν θεῷ εἶπε πολεμῆσαι, καὶ ταῦτα Ἕλλην ὄν, καὶ ὅτι πύργους κατέλιπε δύο ἀκατασκάπτους διὰ θαῦμα, καὶ ὅτι ὁ ἀριθμὸς τῶν αἰχμαλώτων ἦν μυριάδες θ’ καὶ λ΄ καὶ τῶν ἀπολλυ- μένων μυριάδες ρί. ὅπως ὁ Σίμων τοὺς ὑπονόμους ὑπέδυ καὶ ὅπως ὕστερον ἀναδὺς μετὰ καιρὸν ἀγχόνῃ ἔθανεν. ὅτι καὶ τὰ τοῦ ναοῦ ἀνωρύχθη θεμέλια. ὅτι κατὰ τὸν καιρὸν τῆς ἁλώσεως Ἱερουσαλὴμ πανταχοῦ οἱ κατεσπαρμένοι Ἰουδαῖοι ἐκακοῦντο. ὅτι τὸ φρούριον ἡ Μαχαιροῦς λίαν ἦν ὀχυρόν. περὶ τοῦ εὐμεγέθους δένδρου. περὶ τοῦ φυτοῦ τοῦ λεγομένου ὃ καὶ ὂ λέγεται, καὶ περὶ τῆς τούτου δυνάμεως. ὅπως ἑάλω τὸ φρούριον ἡ Μαχαιροῦς. περὶ τοῦ χωρίου Ἀμμοὺς ὅτι ἀπέχει Ἱεροσολύμων στάδια λ΄. ὅτι τὸ κατὰ κέλευσιν τοὺς Ἰουδαίους τελεῖν ἀρχαῖον ἦν. περὶ τοῦ ἐκ ξύλων τείχους, ὅπερ ὀχυρὸν μὲν ἦν , πυρὶ δὲ ὕστερον κα- τηνάλωτο. ὅτι ἐξ ἀπογνώσεως ἀλλήλους ἀνῄρουν οἶ ἐν τῷ φρουρίῳ πρότερον τὴν ὕπαρξιν κατακαύσαν- τες. ὅπως ἑάλω τὸ φρούριον ἡ Μασαδά. περὶ τοῦ πονηροῦ ὑφάντου.

  58. 7.1.1

    Περὶ Λατίνων. περὶ Ῥουτούλων. ὅπως ὁ Αἰνείας ἐνομίσθη θεός. περὶ Ἄλβας τῆς πόλεως καὶ ὅπως οὕτως ἐκλήθη. πόθεν Τίβερις ὁ ποταμὸς τὴν ὀνομασίαν ἔσχεν. ὅπως ὁ Ἀμούλιος ἐθεοποίει ἑαυτόν. ὅτι ἀπὸ Νομέτορος 1) καὶ Ἀμουλίου ἔσχε τὰ τῶν Ῥωμαίων ἀρχήν. ὅτι δίδυμοι ἦσαν ‘ρῶμός τε καὶ Ῥωμύλος, οἱ καὶ γεγόνασιν ἔκθετοι, καὶ ὅτι παρὰ λυκαίνης ἐτράφησαν, καὶ οἴαν φασὶ τὴν λύ- καιναν.

  59. 7.2.1

    Ὁποῖοι ἦσαν Ῥῶμός τε καὶ Ῥωμύλος. ὁ ἀνα- γνωρισμὸς Ῥώμου καὶ Ῥωμύλου. ἀναίρεσις Ἀμουλίου

  60. 7.3.1

    Θάνατος Ῥώμου , καὶ ὅθεν ἐπικίνδυνον ἐνομίσθη τὸ τὴν τάφρον τοῦ στρατοπέδου τινὰ διελ- θεῖν, ἀφέντα τὴν συνήθη ὁδόν. ὅπως διεγράφη τὸ τεῖχος τῆς Ῥώμης. ἅτι τὰ τείχη ἱερά, οὐ μὴν καὶ αἱ πύλαι. ποίᾳ ἡμέρᾳ ἡ Ῥώμη ἐκτίσθη, καὶ πόθεν κατ’ ἀρκὴν 2) τὸ Παλάτιον ἐκλήθη, καὶ περὶ λεγεῶνος. ἅτι ἑκατὸν ἦσαν οἱ βουλευταί, οἷ καὶ πατρίκιοι ἐκα- λοῦντο, καὶ 30 διὰ τί ἐκλήθησαν πατρίκιοι. ὅπως ἥρπασαν τὰς τῶν Σαβίνων θυγατέρας οἱ Ῥωμαῖοι· οἱ δὲ Σαβῖνοι Λακεδαιμονίων εἰσὶν ἄποικοι. ὅτι ὑπὸ τῶν Σαβίνων ἑάλω ἡ Ῥώμη παρὰ γυναικὸς προ- δοθεῖσα, ὑπόσχεσιν λαβοῦσα 4) τοὺς βραχιονιστῆρας Σαβίνων, οὓς μετὰ τὴν προδοσίαν ἐπιρρίπτοντες τῇ προδούσῃ ἀπέκτειναν αὐτήν.

  61. 7.4.1

    Ὅτι κοινῇ Ῥωμαῖοι καὶ Σαβῖνοι τὴν ‘ρώμην 1) ᾤκησαν, καὶ Τάτιος Ῥωμύλῳ συνεβασίλευεν. φόνος Τατίου. περὶ τοῦ ἐν Ῥωμύλῳ γεγονότος λοιμοῦ διὰ τὸν Τατίου θάνατον καὶ τὴν αἱματώδη βροχήν. ὅτι ἐπὶ ἑκατὸν χρόνοις συνέθεντο εἰρηνεύειν μετὰ Ῥωμαίων Οὐήιοι, 2) δόντες καὶ ὁμήρους πεντήκοντα. ὅτι τὴν μοναρχίαν καὶ τὰ βασιλικὰ σύσσημα πρῶτος Ῥωμύλος ἔδειξεν. ὅτι οἶ καλούμενοι πατρίκιοι ὕστε- ρον ἄπρακτον εἶχον τὸ ὄνομα. ὅπως ἠφανίσθη Ῥωμύλος καὶ θεὸς ἔδοξεν. ὅπως ὁ Ῥωμύλος μετὰ τὸ ἀφανισθῆναι Κυρῖνος ἐκλήθη.

  62. 7.5.1

    Ὅτι μετὰ τὸν Ῥωμύλον οἱ πατρίκιοι οὐκέτι ἴνα βασιλέα ᾑρετίσαντο 3), ἀλλ’ ἕκαστος αὐτῶν ἥμισυ ἡμέρας καὶ νυκτὸς ἐβασίλευεν , ὃ καὶ μεσοβασιλείαν ἐκάλεσαν. ὅτι πάλιν εἷς ἀνερρήθη βασιλεὺς ὁ Νο- μᾶς Πομπήλιος. ὅτι πρότερον ἔθυσε τοῖς θεοῖς, καὶ οὕτως ἔλαβε τὴν ἀρχὴν ὁ Νομᾶς καὶ τὰ βασιλικὰ παράσημα. ὅτι καλῶς ἄγαν καὶ θεοφιλῶς ὁ Νομᾶς τὴν ἀρχὴν διήνυσεν, εὐσεβῶς παρὰ τοὺς τότε Ἕλληνας διακείμενος περὶ τὸ θεῖον. ὅτι δεκάμηνος ἦν ὁ χρόνος παρὰ Ῥωμαίοις, παρὰ δὲ τοῖς λοιποῖς δια- φόρως εἶχε, μηνιαῖος, τετραμηνιαῖος, ἑξαμηνιαῖος.

  63. 7.6.1

    ὅτι Ὁστίλλιος Τοῦλλος μετὰ Νομᾶν ἦρξεν. περὶ τῶν τριδύμων ἀδελφῶν τῶν τε ἀπὸ Ῥώμης καὶ τῶν ἐξ Ἀλβανῶν, οὓς ἔτεκον μητέρες δίδυμοι. ὅτι ἦν ποτε ἡ Ἄλβα τῆς Ῥώμης μητρόπολις. βασιλεία Ἄγκου Μαρκίου. 4)

  64. 7.7.1

    ὅτι οἱ Λατῖνοι ἐναντίοι ἦσαν Ῥωμαίοις.

  65. 7.8.1

    Περὶ τοῦ καταπτάντος ἀετοῦ εἰς τὴν κεραλὴν τοῦ Ταρκυνίου. ὅτι ὁ Ταρκύνιος ὁλοπόρφυρα εἶχε τό τε ἱμάτιον καὶ τὸν χιτῶνα καὶ χρυσόπαστα καὶ στέφανον διὰ λίθων καὶ σκῆπτρον καὶ δίφρον καὶ τέθριππον. περὶ τοῦ στοχαστικοῦ οἰωνιστοῦ. περὶ τοῦ τιμηθέντος χαλκῇ εἰκόνι. περὶ τῆς διαπαρθενευθείσης ἱερείας, ὅπως ἐκολάσθη, καὶ περὶ τῶν διαπαρθενεμόντων αὐτάς.

  66. 7.9.1

    Περὶ τοῦ σημείου τοῦ εἰς τὸν Τούλλιον. ὅτι ἔθνος οἱ Οὐολόσκοι. ὅτι τοὺς πάντων δούλους ἠλευθέρωσαν. ὅτι τὰ ἀστικὰ 1) ὑποδήματα τῶν εὐπατριδῶν καὶ οἷα ταῦτα. ὅτι ἄλλοι Ῥωμαῖοι παρὰ τοὺς Λατίνους.;

  67. 7.10.1

    Βασιλεία Ταρκυνίου. ὅτι κακῶς ἦρξε Ταρκύνιος. κἀντεῦθεν ἄλλοι παρὰ τοὺς Ῥωμαίους οἱ Λατῖνοι. ὅτι ἔθνος οἱ 2) Γαουῖνοι. ὅπως συνεβούλευσεν ὁ πατὴρ μηδὲν εἰπόν, ἀλλὰ πράξας. ὅτι τὰ αὐτὰ καὶ Θρασύβουλός ποτε διεπράξατο.

  68. 7.11.1

    Περὶ τῆς μάντιδος Σιβύλλης. περὶ τῶν βιβλίων Σιβύλλης. περὶ τῆς διὰ βυρσῶν τιμωρίας. περὶ τῆς εὑρεθείσης ἀνδρώας κεφαλῆς εἰς τὰ θεμέλια ναοῦ, καὶ τί ἐδήλου τὸ τέρας. ὅπως ὠνομάσθη τὸ Καπιτώλιον. περὶ τῶν σημείων τῆς ἐκπρώσεως τοῦ Ταρκυνίου. ὅτι Βροῦτος ὁ μωρὸς παρὰ Λατίνοις 3). ὅπως ὁ Βροῦτος τὴν γῆν ὡς κοινὴν μητέρα ἐφίλει. περὶ Λουκριτίας , ἣν ἐβιάσατο ὁ τοῦ Ταρκυνίου υἱός, καὶ διὰ τοῦτο ἀπέσφαξεν ἐαυτήν. ὅπως ὁ Βροῦτος τὸν Ταρκύνιον κατέλυσε καὶ τῆς βασιλείας ἠξιώθη σὺν Κολλατίνῳ , ἴνα μὴ δοκῇ μοναρχεῖν· διὸ καὶ ὕπατοι οὗτοι ἐκλήθησαν.

  69. 7.12.1

    Ὁτἷ διὰ τὴν μελετωμένην προδοσίαν τῶν υἱῶν τοῦ Βρούτου κολαζομένων ὁ πατὴρ οἶον ἀπα- θῶς διέκειτο, ὁρῶν αὐτοὺς πάσχοντας, ἤτοι διὰ πε- λέκεως ἀπέθανον. ποπλικόλας ὁ δημοτικός. περὶ τοῦ ἔθνους τῶν Τυρσηνῶν. ἐν μάχῃ πολλῶν πεσόν- πεσόντων ἑκατέρωθεν εἶπε τὸ δαιμόνιον ἐκ τοῦ ἑνὸς μέ- ρους ἔνα πεσεῖν ἐπέκεινα, καὶ εὑρέθη οὕτως. ὅτι Ῥωμαίοις οἱ Ἰταλοὶ ἐναντίοι ἦσαν τότε. ὅπως ὁ Σκαιόλας εὐμηχάνως εἰρήνην ἐποίησε μεταξὺ Ἰτα- καὶ Ῥωμαίων.

  70. 7.13.1

    ὅτι τετράκις ὑπάτευσεν Οὐαλέριος 1) καὶ Ῥωμαῖοι δυσχεραίνουσιν, ὅτι ῥαβδούχους μετὰ πελἐ- κεων εἶχε προιόντας καὶ οἰκίαν λαμπράν, ἣν καὶ καθῄρησαν. πότε ταμίαι ἐγένοντο, οἱ καὶ κοιαίστορες ἐκαλοῦντο, καὶ τί τὸ τῶν κοιαιστόρων ἔργον. περὶ τοῦ ἔθνους τῶν Σαβίνων. ὅτι Ῥωμαῖοι ἐνίκησαν. ἧττα Σαβίνων. ὅτι ἐπ’ ἐνιαυτὸν ἐθρηνεῖτο τελευτή- σας Ποπλικόλας. αὖθις πόλεμος Λατίνων καὶ Ῥω- περὶ δικτάτορος.

  71. 7.14.1

    Περὶ τοῦ ἔθνους Οὐολούσκων. ὅτι ἀρχικὸ ’ν ἦν τοὺς ἐν ἐκστρατείᾳ μὴ ἀπαιτεῖσθαι. περὶ τοῦ ἔθνους τῶν Αἰκουῶν , καὶ ὅτι τὸν2) Μάξιμον τὸν μέγιστον σημαίνει. περὶ τοῦ μύθου , ἐν ᾧ ἡ γα- στὴρ ὠνειδίζετο παρὰ τῶν λοιπῶν τοῦ σώματος με- ὅπως ἐν ταῖς πολιτείαις οἱ δανείζοντες χρειχρει

  72. 7.15.1

    Τίνες οἱ τριβοῦνοι. οἴα ἦν ἡ ἰσχὺς τότε l) Οὐαλέριος] Οὐαλλέριος, οmiSSi8 καὶ Ῥωμαῖοι 2) τὸν] ita cΟdex pro τό. τῶν τριβούνων. πόθεν λέγεται τὸ 1) καθωσιώθη. τίς ὁ ἀγορανόμος.

  73. 7.16.1

    Ὅτι ὠνομάσθη Δοριολᾶνος ὁ Μάρκιος ἐκ τοῦ ἡττῆσαι τὸ ἔθνος τοῦ Κοριόλου. ὅτι ἐν καιρῷ ἱπποδρομίας καὶ οἶ πρόσχωροι εἰς Ῥώμην συνέθεον. κἀνταῦθα οἶ Ῥωμαῖοι τοῖς Λατίνοις ἐχθροί.

  74. 7.17.1

    Περὶ τῆς τιμωρίας τῆς δεκατεύσεως, ἥτις τοῖς ἁμαρτήσασι στρατιώταις ἐπάγεται. ὅτι πένης ἀνὴρ καὶ γεωργίᾳ ζῶν δικτάτωρ γέγονε διὰ τὴν λοι- πὴν ἀρετήν. ὅτι κατὰ Ῥωμαίους κικινάτοι 2) οἱ ἀκειρεκόμαι. 3) τί τὸ ὑπὸ ζυγὸν ἀγαγεῖν τοὺς ἡττηθέντας.

  75. 7.18.1

    ὅτι μετὰ τὴν τῶν νόμων ἐξ Ἑλλάδος μετεγωγὴν ἐπαύσαντο Ῥωμαίοις οἱ δήμαρχοι καὶ στρατηγοὶ προεβλήθησαν. ὅτι σανίσιν οἱ νόμοι γραφόμενοι τότε εἰς τὴν ἀγορὰν προετίθεντο. πόθεν ἡ δωδεκάδελτος. πότε ἡ δεκαρχία κατελύθη.

  76. 7.19.1

    ὅτε χιλίαρχοι ἀνθ’ ὑπάτων ἐκλήθησαν. περὶ τιμητῶν. ἐντιμότεροι τῶν τιμητῶν καὶ τῶν ἱππάρχων 4) δικτάτορες. τί ἐστι πρίγκιψ.

  77. 7.20.1

    Πότε μισθοφορεῖν τὸ στρατιωτικὸν ἤρξατο. τί σημαίνει ὅταν ὕδωρ ὑπερεκβλύσῃ.

  78. 7.21.1

    Πότε ἐδόθη ταῖς γυναιξὶ τὸ ἐπ’ ὀχήματι 5) περιιέναι. ὅτι πρῶτος λευκῷ τεθρίππῳ Κάμιλλος ἐθριάμβευσε καὶ ὅπως ὁ θρίαμβος ἐτελεῖτο. οἶον ἦν τὸ ἅρμα τοῦ θριάμβου. περὶ ἵππων ζυγίων καὶ σειραφόρων καὶ κελήτων. ὅτι ἐκωδωνοφόρουν οἱ κριθέντες θανεῖν. ὅτι καὶ ἐν δευτέρᾳ καὶ τρίτῃ ἡμέρᾳ ἐξήρκει ἡ πομπή.

  79. 7.22.1

    ὅπως Φαλίσκοι κατεφρόνουν Ῥωμαίων 6) πολεμούντων καὶ διὰ τοῦτο τοὺς παῖδας ἐξῆγον εἰς τὸ τεῖχος γυμνασομένους. καὶ ὅπως ὁ διδάσκαλος προδέδωκε τούτους, καὶ ὅπως αὐτὸν οἶ πολέμιοι δεσεμένον ἀντέστρεψαν.

  80. 8.14.1

    1) ὅπως ὁ Μέτελλος τοὺς τῶν πολεμίων κατασκόπους ἐφώρασεν. ὅτι πολέμου Ῥωμαίοις καὶ Καρχηδονίοις συρραγέντος ἐνίκησαν οἱ Ῥωμαῖοι καὶ τοὺς ἐλέφαντας αὐτῶν ἀνεῖλον. ὅπως τοὺς ἐλέφαντας οἱ Ῥωμαῖοι διεπεραίωσαν τὸν πορθμὸν καὶ εἰς Ρώμην ἀπήγαγον.

  81. 8.15.1

    Ὅτι πρέσβεις εἰς Ῥώμην οἶ Καρχηδόνιοι ἔπεμψαν καὶ αὐτὸν τὸν Ῥηγοῦλον τὸν ὕπατον, εἰ- ρήνην αἰτοῦντες. ὅσα Ῥωμαίοις ὁ Ῥηγοῦλος συνεβούλευσε, γνώμην δοῦναι ἐπιτραπείς, καὶ ὅπως ἀνακομισθεὶς ἑκὼν εἰς Καρχηδόνα , ἔνα μὴ ἐπιορκήσῃ, ὠμότατα διεφθάρη. στρατεία Ῥωμαίων εἰς τὴν Λιβύην καὶ πολιορκία τοῦ Λιλυβαίου. 2) ὅσα οἶ Ῥωμαῖοι ἐν τῇ πολιορκίᾳ τοῦ Λιλυβαίου παρὰ τῶν Καρχηδονίων ὑπέστησαν.

  82. 8.16.1

    ὅτι ἀφῆκαν οἶ Ῥωμαῖοι τὸ ναυμαχεῖν. ὅτι μετέστησαν πρὸς Ῥώμην οἱ Γαλάται τοῖς Καρχηδο- νίοις συμμαχοῦντες, καὶ ὅτι αὖθις ναυτικὸν οἶ Ῥωμαῖοι συνεστήσαντο, καὶ ναυμαχίᾳ τοὺς Καρχηδονίους ἐνίκησαν.

  83. 8.17.1

    ὅτι τὸν σφέτερον στρατηγὸν οἶ Καρχηδόνιοι ἀνεσταύρωσαν καὶ σπείσασθαι Ῥωμαίοις ᾔτουν. ὅτι οἱ ἐν τῇ Ῥώμῃ φυσηθέντες διὰ τὴν νίκην βαυτέρας τὰς τῶν σπονδῶν συνθήκας τοῖς Καρχηδονίοις ἐπήνεγκαν , καὶ οὕτως ὁ πόλεμος ἔληξε σφίσιν.

  84. 8.18.1

    Πόλεμοι ῾Ρωμαίων πρὸς ἔθνη. ὅτι τὴν Σαρδῶ ἔλαβον οἱ ῾Ρωμαῖοι ἐκ τῶν Καρχηδονίων καὶ χρήματα. πόλεμοι ῾Ρωμαίων πρὸς Γαλάτας καὶ Λίγυας καὶ Κυρνίους. πόλεμοι ῾Ρωμαίων πρὸς Σαρδονίους καὶ Κυρνίους καὶ Λίγυας. ὅτι πολέμιοι τοῖς ῾Ρωμαίοις ἐκρίθησαν Καρχηδόνιοι. κηρύκιον ἡ τοῦ κήρυκος ῥάβδος. μάχαι πρὸς Σαρδῶνας καὶ Κυρνίους.

  85. 8.19.1

    Ὅπως Ἀμίλκας ἐνικήθη παρὰ Ἰβήρων καὶ ἐφθάρη. περὶ Βοουΐων καὶ Γαλατῶν. περὶ Ἵσσης τῆς νήσου καὶ ὅπως οἱ κάτοικοι ταύτης ῾Ρμαίοις προσεχώρησαν καὶ περὶ τῆς ἀρχούσης αὐτῶν γυναικός. ποῖαι χῶραι καλοῦνται Ἰλλυρικόν.

  86. 8.20.1

    Ἰνσούβρων ἐπίθεσις κατὰ ῾Ρωμαίων καὶ μάχη καὶ ἧττα. τέρατα συμβεβηκότα Ῥωμαίοις. ὅτι τοὺς ὑπάτους οἱ ῾Ρωμαῖοι μετεπέμψαντο, οἱ δὲ οὐκ ἀπῆλθον, ἕως τὸ πὰν ἤνυσαν. ἑτέρα στρατεία κατὰ Ἰνσούβρων. περὶ Δημητρίου τοῦ Σαρδιαίων ἄρχοντος, ὅπως ὑπὸ Ῥωμαίων ἐκολάσθη.

  87. 8.21.1

    Ὅτι αὖθις πόλεμοι μεταξὺ ῾Ρωμαίων ἀνερράγησαν καὶ Καρχηδονίων Ἀννίβου στρατηγοῦντος αὐτῶν τοῦ Ἀμίλκου παιδός. περὶ τῆς ἐν Εὐρώπῃ Ἰβηρίας ὅπου ἐστὶ καὶ μέχρι τίνος διήκει. ὅτι ὁ Ἀννίβας ἐπολιόρκει τοὺς ἐν Ἰβηρίᾳ Ζακυνθίους. ἅλωσις τοῦ περιβόλου τῶν Ζακυνθίων. ὅτι ἔκαυσαν οἱ Ζακύνθιοι τὰ τιμιώτερα τῶν χρημάτων αὐτῶν καὶ αὐτοὶ σὺν ἀπονοίᾳ τοῖς ἐναντίοις συμμίξαντες κατε- κόπησαν.

  88. 8.22.1

    Ὅτι πόλεμος ἐψηφίσθη ῾Ρωμαίοις κατὰ Καρχηδονίων. ὅτι πρέσβεις ἐπέμφθησαν εἰς Καρχηδονίους. περὶ σημείων γενομένων πρὸ τῆς μάχης τῶν Ῥωμαίων καὶ τῶν Καρχηδονίων καὶ περὶ ὀνείρου τῷ Ἀννίβᾳ φανέντος.

  89. 8.23.1

    ὅτε οἱ Ῥωμαῖοι τῶν ὑπάτων τὸν μὲν εἰς Σικελίαν ἔπεμψαν, τὸν δὲ εἰςἸβηρίαν, καὶ ὅπως ὁ Ἀννίβας ἐπεραιώθη τὸν Ῥοδανόν. ὅτι οἱ πεμφθέν- τες παρὰ τῶν ἀντιμαχομένων εἰς κατασκοπὴν συνήν- τησαν ἀλλήλοις καὶ ἐμαχέσαντο. καὶ ὅτι ὁ Ἀννίβας ἄτριπτον ἴ’) ὁδὸν δι’ ὀρῶν διαβὰς ἐκακοπάθησε καὶ πολλοὺς ἀπώλεσε τῶν οἰκείων. μάχαι διάφοροι Ῥω μαίων καὶ Καρχηδονίων τοῦ Ἀννίβου αὐτῶν στρα- τηγοῦντος.

  90. 8.25.1

    ὅτι κατεστρατήγησε τῶν Ῥωμαίων ὁ Ἀωωίβας καὶ πολλοὺς ἀνεῖλε καὶ οὐ μείους ἐζώγρησε, καὶ ἐπὶ τὴν "Ρώμην ἠπείγετο. ὅσα ἐποίουν οἱ ἐν τῇ Ῥώμῃ μαθόντες τὰ κατὰ τὸν Ἀννίβαν. ὅτι περιέκλεισαν 2) τοὺς πολεμίους οἱ Ῥωμαῖοι εἰς τὴν Καμπανίαν.

  91. 8.26.1

    Μηχάνημα τοῦ Ἀννίβου. ὅπως οἶ Ῥωμαῖοι ἐσφάλησαν ἐκ κακοβουλίας τοῦ σφῶν στρατηγοῦ. ὅτι εἰς κίνδυνον κατέστησαν οἱ περὶ τὸν Ῥοῦφον ἐξ ἀβουλίας αὐτοῦ καὶ ὅτι ταχὺ μετεβάλετο καὶ τῷ δικτάτωρι 3) ὑπετάγη.

  92. 9.1.1

    Περὶ χρησμῶν. ὅπως ἡ 4) ἐν Κάνναις ἧττα τοῖς Ῥωμαίοις συνέπεσε καὶ ὅσα ὁ Ἀννίβας ἐποίησεν εἰς μάχην αὐτοὺς ἐκκαλούμενος καὶ ὅσα ἐμηχανή- σατο ἐκείνῳ τὴν νίκην κατ’ ἐργαζόμενα. ὅτι εἰ τότε ὁ Ἀννίβας εἰς τὴν Ῥώμην ὥρμησεν, εἷλεν ἂν ἀυτὴν.

  93. 9.2.1

    Περὶ τοῦ Σκιπίωνος. ὅπως οἱ ἐν τῇ Ῥώμῃ διετέθησαν τὴν ἧτταν τῶν οἰκείων μαθόντες. ὅπως τοῖς αἰχμαλώτοις ὁ Ἀννίβας ἐχρήσατο. βούλευμα θαυμαστὸν ὅπως ὁ Ἀννίβας τοὺς Νεαπολίτας ᾠκειώσατο καἰ τὴν Καπύην καὶ τὴν Καμπανίαν τῶν Ῥωμαίων μετέστησε καὶ ἄλλους εἷλε καὶ ἀπηνῶς αὐτοῖς χρησάμενος ἀνέκοψε τοὺς λοιποὺς μὴ προσιέναι αὐτῷ. ὅπως οἶ ἐν Βασιλίναις Ῥωμαῖοι τῆς πολιορκίας ἐρρύσθησαν.

  94. 9.3.1

    Στρατήγημα τοῦ Ἀννίβου. ὅτι διὰ τρυφὴν καὶ ῥᾳστώνην οἱ Καρχηδόνιοι ἡττήθησαν. ὅσα οἱ 1) Σκιπίωνες ἐν Ἰβηρίᾳ ἐποίησαν.

  95. 9.4.1

    Ὅτι οὐδὲν ἔχοντες οἴκοι στεῖλαι οἶ Σκιπίωνες ἀστραγάλους τοῖς παισὶν ἔστειλαν. ὅσα ὁ Ἀρχιμήδης κατὰ τῶν Ῥωμαίων ἐμηχανήσατο πολεμούντων τὰς Συρακούσας.

  96. 9.5.1

    Ὅσα τοῖς Ῥωμαίοις συνέβη δεινά. ὅπως ὑπὸ Μαρκέλλου ἑάλωσαν αἶ Συράκουσαι. ὅπως ὁ Ἀρχιμήδης ἀνῃρέθη.

  97. 9.6.1

    ὅσα οἱ Καρχηδόνιοι ἐν Σικελίᾳ ἐποίησαν καὶ ὁ Ἀννίβας ἐν τῇ Ῥώμῃ ἐλθὼν εἰργάσατο, καὶ ὅπως ἐκεῖθεν ἀνεχώρησεν. ὅπως τὴν Καπύην οἶ Ῥωμαῖοι παρέλαβον καὶ ὅπως αὐτοῖς ἐχρήσαντο. 2) ὅσα ὁ Λαουίνιος πρὸς Φίλιππον ἀντιστρατευόμενος ἔπραξεν.

  98. 9.7.1

    ὅπως ὁ Ἀσδρούβας ἐν Ἰβηρίᾳ τὸν Γάιον Κλαύδιον ἠπάτησε καὶ διέδρα. ὅτι Σκιπίων ὁ Πού- πλιος ᾑρέθη στρατηγὸς τῶν ἐν Ἰβηρίᾳ. σημείωσαι τόλμαν καὶ μηχανὴν τοῦ κατηγορηθέντος. ὅπως ὁ Μουτίνας ἐκ Καρχηδονίων Ῥωμαίοις προσεχώρησεν.

  99. 9.8.1

    ὅπως οἶ Ῥωμαῖοι τὸν Τάραντα ἔλαβον. ὅτι οὐκ ἠδυνήθη ὁ Ἀννίβας ἀπατῆσαι τὸν Φάβιον. ὅπως ὁ Σκιπίων τὴν ἐν Ἰβηρίᾳ Καρχηδονίαν 1) εἶλε καὶ ὅπως τὸν θόρυβον κατέπαυσε τῶν στρατιωτῶν καὶ τοὺς Κελτίβηρας ὑπηγάγετο. ὅπως τὸν Ἀσδρούβαν ὁ Σκιπίων ἐνίκησε καὶ οἷος ἦν 2) τοὺς τρόπους. ὅπως ὁ Σκιπίων τοὺς ἐναντίους μετεχειρίσατο καὶ ἐνίκησεν.

  100. 9.9.1

    Ὅτι ὁ Ἀννίβας ἐν μάχῃ ἐνίκησε, καὶ πεσόντος Μαρκέλλου τὸν σημαντῆρα ἐκείνου δακτύλιον εὑρηκὼς ἐπλάττετο γράμματα, ὡς ἐκείνου αὐτὰ ταῖς πόλεσι στέλλοντος, καὶ πλείστους ἠπάτησεν, ἴως ἐγνώσθη. μάχη Ῥωμαίων πρὸς Ἀχαιοὺς συμ- μαχουμένους ὑπὸ Μακεδόνων. πόλεμοι πάλιν ἄλλοι Ῥωμαίων καὶ Καρχηδονίων καὶ στρατήγημα τοῦ ἑνὸς τῶν ὑπάτων τολμηρότατον.

← Previous · Next → — showing 101200 of 483

First Thousand Years of Greek. CTS URN tlg3135.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.