Argumenta
- praef.1.1
Προοίμιον 1).
- praef.3.1
Κεφαλαιώδης μνεία τῶν περιεχομένων τῇ βίβλῳ ἱστοριῶν. ἡ τοῦ ἁ τόμου περιοχή.
- praef.4.1
Ἡ τοῦ β τόμου περιοχή. ἡ τοῦ γ’ τόμου πε- ριοχή.
- 1.1.1
Περὶθεοῦ. ἡ κοσμογένεια 2). ἡμέρα ἁ. ἡμέρα β. ἡμέρα γ’. ἡμέρα δ’. ἡμέρα ἑ. ἡμέρα ’ς. ἡ ἡμέρα ἡ ’ς σάββατον κέκληται.
- 1.2.1
ὅπως ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν. παράβασις τῶν προσταγμάτων.3)
- 1.3.1
Ὅπως μετετέθη Ἑνώχ.
- 1.4.1
Ὅπως ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ, ὥς φησιν ἡ γραφή, τὰς θυγατέρας τῶν ἀνθρώπων ἔλαβον ἐαυ- ἑαυτοῖς γυναῖκας. ὅπως εὗρε Νόε χάριν ἐνώπιον τοῦ θεοῦ. ὅπως διεσώθη Νῶε διὰ ξυλίνου λάρνακος. ὅπως ἔθετο ὁ θεὸς τὸ τόξον ἐν τῆ νεφέλῃ μετὰ τὸν κατακλυσμόν.
- 1.5.1
ὅτι ἄμπελον ἐφύτευσε Νῶε μετὰ τὸν κατα- κλυσμόν, καὶ ἔπιεν ἐκ τοῦ οἴνου , καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ. οἱ τοῦ Νῶε ἀπόγονοι διασκεδασθέντες ὑπὸ τῆς ἀλλογλωσσίας μετεκλήθησαν καὶ μετωνομάσθησαν. ὅτι τῆς Ταρσοῦ Περσεὺς δομήτωρ. περὶ τῆς τῶν ἐθνῶν ἀρχῆς καὶ ὅθεν ἐκλήθησαν.
- 1.6.1
Περὶ τοῦ Ἀβραάμ, καὶ ὅτι πρῶτος ἐπέγνω τὸν θεὸν ποιητὴν τοῦ παντός. περὶ τῆς τῶν Σοδομιτῶν αἰχμαλωσίας, καὶ ὅπως ἐτρώθησαν καὶ ᾐχμα- λωτίσθη Λώτ.1) ὅτι τῷ Ἀβραὰμ ὁ θεὸς δώσειν υἱὸν ἐπηγγέλλετο, ὡς τὸ σπέρμα αὐτοῦ γενέσθαι ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ. καὶ ὅπως περιετμήθησαν, καὶ ὅτι τὸ Ἰσαὰκ γέλως ἑρμηνεύεται. οἱ μὲν Ἰουδαῖοι τῇ ὀγδόῃ ἡμέρᾳ περιτέμνονται, οἱ Ἄραβες δὲ τῷ τρισκαιδεκάτῳ ἔτει. ὅτι ὁ Ἰσμαὴλ ἐκ τῆς Ἄγαρ. εἴκοσι καὶ πέντε ἐτῶν ἦν Ἰσαάκ, ὅτε θυσιάσαι προσετάχθη αὐτὸν Ἀβραάμ.
- 1.7.1
Ἀναχώρησις Ἰακὼβ εἰς Μεσοποταμίαν, καὶ περὶ τῆς θεαθείσης αὐτῷ 2) κλίμακος καθ’ ὕπνους. κατοίκησις Ἰακὼβ πρὸς λαβὰν τὸν μητράδελφον, καὶ ἔρως τῆς θυγατρὸς αὐτοῦ. συνέλευσις Ἰακὼβ πρὸς Λείαν καὶ τεκνογονία αὐτῆς. ἡ δὲ Ῥαχὴλ μὴ τίκτουσα τῇ οἰκείᾳ θεραπαίνῃ τὸν Ἰακὼβ ἠξίωσε συνελεθεῖν, καὶ τὰ τεχθέντα δύο τέκνα ᾠκειώσατο. ζηλώσασα δὲ ἡ Λεία τὴν ἑαυτοῦ θεράπαιναν 3) παρακατέκλινε τἀνδρί, καὶ τὰ γεννηθέντα ἐξιδιώσατο. ὅτι ἡ Ῥαχὴλ ἔτεκε τὸν Ἰωσήφ.
- 1.8.1
Ὑποχωρήσαντος Ἰακὼβ ἀπὸ τοῦ λαβὰν καὶ ἡ Ῥαχὴλ τὰ εἴδωλα τούτου ἀφαιρεῖται. 4) πάλη Ἰακὼβ μετὰ τοῦ ἀγγέλου. ἁρπαγὴ τῆς Δεινῆς ὑπὸ τοῦ τῶν Σικίμων 5) βασιλέως, υἱοῦ Συχέμ, καὶ ἀπώ λεία αὐτῶν καὶ φθορὰ ὑπὸ τῶν ἀδελφῶν αὐτῆς. θάνατος Ἰσαάκ.
- 1.9.1
Ὅπως ἐπεκλήθη Ἐδὼμ ὁ Ἠσαῦ. βουλὴ τῶν ἀδελφῶν κατὰ τοῦ Ἰωσήφ, καὶ κατάσχεσις αὐτοῦ καὶ ἀπόδοσις πρὸς τοὺς ἐμπόρους. ὅτι ὁ Πετεφρὴς 1) ὠνήσατο τὸν Ἰωσήφ. κατηγορία ψευδὴς ὑπὸ γυναικὸς Πετεφρῆ κατὰ τοῦ 2) Ἰωσὴφ καὶ κατάσχεσις αὐτοῦ ἐν φυλακῇ. δήλωσις τῶν συνδεσμωτῶν παρὰ τοῦ Ἰωσήφ.
- 1.10.1
ἐνύπνια τοῦ 3) Φαραώ. δήλωσις τῶν ἐνυπνίων Φαραὼ ὑπὸ τοῦ Ἰωσήφ, καὶ δίδωσι τὴν ἐξουσίαν αὐτῷ Φαραὼ πάσης γῆς Αἰγύπτου. τί τὸ θομφάνηχος. ἐπανέλευσις τῶν ἀδελφῶν Ἰωσὴφ διὰ τὸν λιμόν. ἀναγνωρισμὸς Ἰωσὴφ καὶ τῶν ἀδελφῶν.
- 1.11.1
Ἐλευσὶς τοῦ Ἰσραὴλ πρὸς Αἴγυπτον πανοικεί. εὐλογία Ἰακὼβ τοῖς ἐγγόνοις ἐναλλάξ. τελευτὴ Ἰακώβ. τελευτὴ Ἰωσήφ.
- 1.12.1
ὅτι ἐκάκουν οἱ Αἰγύπτιοι τοὺς Ἰσραηλίτας. περὶ τῆς γεννήσεως Μωυσέως. 4) ὅτι περικαλλὴς ἦν τὴν ἰδέαν Μωυσῆς, καὶ ὅτι οὐ 5) προσίετο θηλὴν Αἰγυπτίαν. ὅτι ἤγαγον τὴν Θέρμουθιν τὴν τροφὸν Μώσεως καὶ παρέλαβον θηλάζειν αὐτόν.6) ἐπωνυμία τοῦ ὀνόματος Μωυσέως. ὅτι 7) ἕβδομος ἦν ἐξ Ἀβραάμ. ὅπως ἐπιτίθησι τὸ διάδημα Φαραὼ τῷ Μωσεῖ. οἷος ἦν τὴν ἡλικίαν καὶ τὴν ἀρετὴν ὁ Μωσῆς καὶ ὅπως κατ’ Αἰθιόπων ἐκστρατεύει. ὅτι προμάχοις ταῖς ἴβεσι κατὰ τῶν ἰοβόλων ἐχρήσατο. ἡ Σαβᾶν πόλις Αἰθιοπίας. 1) ὅτι Μώσης ἔλαβε γυναῖκα τοῦ Αἰθιόπων κρατοῦντος θυγατέρα. ὅτι οἶ Αἰγύπτιοι ἐμίσουν αὐτὸν καὶ σωζόμενοι. ὅτι ἔφυγε Μώσης ἐξ Αἰγύπτου εἰς Μαδιάμ, κἀκεῖ λαβὼν γυναῖκα καὶ ποιμὴν γίνεται.
- 1.13.1
Ὅτι νέμων ἐν ὄρει Σινᾶ ὁρᾷ 2) τὴν βάτον ὁ Μώσης, καὶ ἐνυπνιάσθη ἐπὶ τὴν Αἴγυπτον ἀπελθεῖν. τὸ περὶ τῆς βακτηρίας τοῦ Μώσεως θαῦμα, τὴν εἰς τὸν κόλπον βληθεῖσαν δεξιὰν καὶ τὸ εἰς αἷμα μεταβληθὲν ὕδωρ. ὅτι Μωυσῆς καὶ Ἀαρὼν ἦλθον εἰς Αἴγυπτον πρὸς Φαραώ. ὅπως ἡ ῥάβδος μετεβλήθη εἰς ὄφιν. ὅσα ὁ Μώσης κακὰ τοῖς Αἰγυπτίοις ἐπήγαγε, σκληρυνομένου τοῦ Φαραώ. ὅπως τὸ πάσχα διάβασις καὶ ὑπερβασία ἐξ ἐκείνου εἰκονίξεται. ὅσοι ἦσαν οἱ στρατεύεσθαι δυνάμενοι Ἰουδαῖοι, ἐξῆλθον τῆς Αἰγύπτου. πόσους ἐνιαυτοὺς εἰς τὴν Αἴγυπτον ἤνυσαν Ἰουδαῖοι.
- 1.14.1
Πόσος ἦν ὁ διώκων τοὺς Ἰουδαίους λαὸς τῶν Αἰγυπτίων. ὅπως διεῖλεν εἰς δύο τὴν θάλασσαν μέρη καὶ διεβίβασε τὸν λαόν. ὅτι ὕμνησεν ᾠδὴν Μώσης, καὶ τοῖς ὅπλοις Αἰγυπτίων ἐχρήσαντο Ἰουδαῖοι. ὅτι Μὰρ 3) καὶ Μαιρρὰν ὁ τὸ ὕδωρ τὸ πικρὸν ’ν ἔχων τόπος ἐκλήθη. ὅπως διὰ ξύλου ἐγλυκάνθη τὸ ὕδωρ 4). ὅπως τὸ τοιοῦτον θαῦμα Ἰώσηπος ἑρμηνεύει. περὶ τῶν ὀρτύγων καὶ τοῦ μάννα. ὅτι τὸ μὰν ἐπερώτησιν δηλοῖ. ὅτι ὁ ἀσσάρων 5) μέτρον ἐστιν. ὅπως ἡ πέτρα παρὰ Μώσεως ὕδωρ ἔβλυσεν. ὅπως ὁ Μώσης κατετροποῦτο τῇ ἐκτάσει τῶν χειρῶν. ὅπως Ὥρ’ καὶ Ἀαρὼν ἀνεῖχον τὰς χεῖρας τοῦ ἀδελφοῦ.
- 1.15.1
ὅτι μετὰ τρίμηνον ἐξ Αἰγύπτου ἐπὶ τὸ Σινᾶ ὅρος παρῆσαν Ἰουδαῖοι. συμβουλὴ τοῦ πενθεροῦ Μώσεως 1) ὅπως χρὴ δημαγωγεῖσθαι τὸν λαόν. κατὰ τὸ ὄρος Σινᾶ ἔλαβε Μώσης τὰς ἐντολάς. ὅτι χρονίζοντος εἰς τὸ ὅρος ὁ λαὸς ἐγόγγυξε, καὶ τί ἐποίησεν Ἀαρών. πῶς ὁ Μώσης συνέτριψε τὰς πλάκας, ὀργισθεὶς διὰ τὴν μοσχοποιίαν καὶ συντρίψας τὸν μόσχον. ἐπότισε τὸν λαὸν ἐκ τοῦ χοὸς καὶ ἀπέκτεινε 2) πολλούς. καὶ 3) ἀνέβη Μώσης εἰς τὸ ὄρος, λέγων ‘‘κύριε, ἡμάρτηκεν ὁ λαός.’’ καὶ λαβὼν δύο πλάκας αὖθις ὑπέστρεψε πρὸς τὸν λαόν. περὶ τῆς κατ’ ἐπιταγὴν γεγενημένης σκηνῆς καὶ τῆς εἰς αὐτὴν προσαγωγῆς τοῦ λαοῦ ὧν εἶχον.
- 1.16.1
Ὅτι 4) ἀρχιτέκτονες τῆς σκηνῆς Βεσελεὴλ καὶ Ἐλιφάτξ. περὶ τῆς κιβωτοῦ, ἐν ᾗ αἱ δύο πλάκες, καὶ τίνες οἱ δέκα λόγοι 5) οἱ ἐν αὐτῇ. οἶ δέκα λόγοι. 6) περὶ τῆς ἐν τῷ ναῷ καταθέσεως καὶ τῶν δώδεκα ἄρτων τῶν ἀζύμων. ὅτι ἀρχιερεὺς Ἀαρὼν ἐψηφίσθη. ὅτι Ἑβραῖοι εἰσέφερον. 7) ὅτι τὴν εἰσφορὰν ἐλευθέρως ἐποιοῦντο οἱ ‘Eβραῖοι. ὅτι παρὰ τὰ διατεταγμένα θυσάντων τινὰ μέρη τοῦ σώματος κατεκαύθησαν. ὅτι ἑξήκοντα μυριάδες 8) εὑρέθησαν, καὶ ἐπέκεινα.
- 1.17.1
‘Π Λευιτικὴ φυλὴ ὑπὲρ δισμυρίους καὶ τρισ- χιλίους ἀριθμηθέντες πρὸς ὀκτακοσίοις καὶ ὀγδοή- κοντα. ὅπως ἐξ ἑκάστης φυλῆς ἕν ἁ λαβὼν κατα- σκοπήσοντα τὴν γῆν 9) τήν τε δύναμιν τῶν Χανα- ναίων. περὶ τῆς στάσεως τοὐ πλήθους καὶ 1) τοῦ Κορὲ καταβοῶντος διὰ τὴν ἱερωσύνην Ἀαρών. ὑπόθεσις 2) Μώσεως, καὶ ὅπως ἐγνώσθη ὅτι ὁ θεὸς τὸν Ἀαρὼν ἱερᾶσθαι ἐθέλει. 3) ὅπως Δαθὰν καὶ Ἀβειρὼν ὑπὸ γῆν κατεχώσθησαν. κρίσις θεοῦ δικαία τοῖς περὶ τῆς ἱερωσύνης ἁμιλλωμένοις. περὶ τῶν βακτηριῶν τῶν ἐχουσῶν τὰ τῶν φυλῶν ὀνόματα, ἐν αἷς καὶ ἡ Ἀαρὼν ἐβλάστησε ῥάβδος. ὅς ἡ τῶν Λευιτῶν φυλὴ στρατειῶν ἀφείθη καὶ οἴας προσόδους ἔσχε.4)
- 1.18.1
ὅπως τέθνηκε Μαριὰμ ἡ τοῦ Μώσεως ἀδελφὴ μὴ ἰδοῦσα τὴν γῆν τῆς ἐπαγγελίας, καὶ Ἀαρὼν ὁμοίως, καταλιπὼν ἀρχιερέα τὸν υἱόν. ὅπως οἱ Ἑβραῖοι κατὰ Ἀμοραίων ἐμαχέσαντο, καὶ ἀναίρεσις τῶν αὐτῶν βασιλέων 5) Σηὼν καὶ Ὤγ. περὶ στρατοπεδεύσεως πρὸ 6) Ἱεριχοῦντος. περὶ Βαλαὰμ καὶ τῆς κατὰ τὴν ὁδὸν αὐτοῦ ἐπιφανείας ἀγγέλου. ὅτι ὁ Βαλαὰμ Μωσέα οὐ κατηράσατο, ἀλλὰ καὶ εὐλόγησε κινούμενος ἄκων ἐκ θεοῦ. ὅτι κατὰ συμβουλὴν Βαλαὰμ παρθένους ἀφῆκε 7) τοῖς Ἰουδαίοις, καὶ παρηνόμησαν δεινῶς. ὅπως ὁ Φινεὲς τὸν Ζαμβρὴν 8) σὺν τῇ Μαδιανίτιδι ἐξεκέντησεν. ἧττα Μαδιηναίων καὶ ἀναίρεσις πάντων ἄνευ γυναικῶν παρθένων. ὅτι γηράσας Μώσης Ἰησοῦν κατέλιπεν.
- 1.19.1
ὅτι τὴν Ἀμορῖτιν 9) τῷ 10) Γὰδ καὶ Ῥουβὶμ ἀφώρισε Μώσης, διαταξάμενος ἕνα ἕκαστος τῆς οἰκείας φυλῆς μένων ἔχῃ τὸν κλῆρον, εἰ δὲ τῆς φυλῆς ἀλλοτριωθῇ 1), καὶ τοῦ κλήρου στερηθῇ. 2) ὅπως μετὰ μ’ ἔτη λ' ἐνδεουσῶν ἡμερῶν τὸν οἰκεῖον θάνατον Μώσης διέγνω καὶ συναθροίσας τὸν λαὸν παρήγγειλε ταῦτα. 3) ὅπως εἰς ὅρος ὑψηλὸν στὰς Μώσης εἶδε τὴν γῆν τῆς ἐπαγγελίας, καὶ οὕτως ἀφανὴς γέγονε, βιώσας ἔτη ἑκατὸν εἴκοσιν,4) ὧν ἦρξε τὸ τρίτον τούτων. περὶ τῶν τῆς Ἱεριχοῦντος κατασκόπων. περὶ Ῥαὰβ τῆς ἐν Ἱεριχοῦντι κρυψάσης τοὺς κατασκόπους, καὶ ὅσα ὑπέσχοντο αὐτῇ ποιῆσαι μετὰ τὴν τῆς πόλεως ἅλωσιν. καὶ ὅτι φοινικίδα ἀπαιωρῆσαι 5) εἰς γνώρισμα τῆς οἰκίας ἐνετέταλτο ἡ γυνή. ὅτι πρῶτοι ἱερεῖς καὶ Λευῖται τὸν Ἰορδάνην εἰσελθόντες ἀνέκοψαν αὐτόν, καὶ οὕτως ὁ λαὸς διε- πέρασεν.
- 1.20.1
Περὶ τοῦ βωμοῦ καὶ τῶν λίθων οὓς ἔλαβεν Ἰησοῦς κατὰ τὸν ἀριθμὸν6) τῶν φυλῶν ἐκ τοῦ Ἰορδάνου. ὅτι κατὰ τὴν πρώτην τῆς τοῦ πάσχα ἡμέραν 7) ἤρξατο ὁ Ἰησοῦς πολιορκεῖν Ἱεριχώ. καὶ ἴως τῆς ἑβδόμης ἡμέρας τὸ τεῖχος κυκλῶν μετὰ τῶν ἱερέων καὶ τῆς κιβωτοῦ καὶ μετὰ σαλπίγγων, καὶ κατέπεσε τὸ τεῖχος, καὶ ἀρὰς κατὰ τῶν ποτε βουληθησομένων 8) ἀνεγεῖραι τὴν πόλιν Ἱεριχοῦντα ἐποιήσατο. περὶ τῶν εὑρεθέντων χρημάτων, ἃ ἀνετέθησαν τῷ θεῷ, καὶ περὶ τοῦ ἀποκρύψαντος τὸ χρυσίον, καὶ θ’ ὅτι ἀνῃρέθη διὰ τοῦτο. ὅπως ἐσπείσαντο 1) Γαβαωνῖται ὡς ὄντες ἀλλότριοι Ἱεριχοῦντος, καὶ 2) ὅτι Ἰησοῦς μαθὼν ψευσθῆναι, ἐποίησε τούτους ξυλοκόπους καὶ ὑδροφόφους 3) τῆς συναγωγῆς. ὅπως τὸν βασιλέα Ἱεροσολύμων ἥττησεν Ἰησοῦς, συμμαχῶν Γαβαωνίταις, ὅτε καὶ ἡ ἡμέρα ηὐξήθη. ὅτι Γάλγαλα τὴν ἐλευθερίαν οἱ Ἐβραῖοι καλοῦσιν.
- 1.21.1
Περὶ τῆς σκηνῆς ἧς ἔστησεν Ἰησοῦς εἰς Σηλώμ. ὅτι ὑπέργηρως Ἰησοῦς ἐτελεύτησεν, ἐτῶν γεγονὼς ἑκατὸν δέκα. ὅτι μετὰ θάνατον Ἰησοῦ κατὰ τῶν Ἑβραίων Χαναναῖοι ἐπανέστησαν, καὶ ἡττήθησαν. ὅτι εὐθηνούμενοι Ἰσραηλῖται κατεφφᾳθύμησαν 4) τῶν νόμων καὶ τῶν ὅπλων.
- 1.22.1
Περὶ τοῦ ξενωθέντος ἐν Γαβαὼ Λευίτου καὶ τῆς γυναικὸς αὐτοῦ τῆς βενιαμίτιδος 5), ἣν οἱ εἰς αὐτὴν πορνεύοντες διέφθειραν. καὶ ὅτι ταύτην εἰς δώδεκα μέρη διεῖλεν ὁ ταύτης ἀνὴρ καὶ ταῖς δώδεκα φυλαῖς ἔστειλε τὰ μέρη εἰς ἔλεγχον τοῦ γενομένου. περὶ Γοθονιήλ, καὶ ὅπως ἦρξε τοῦ Ἰσραηλιτῶν λαοῦ. μετὰ τὸν Γοθονιὴλ ἄναρχοι ὄντες οἱ Ἰσραηλῖται κατεφρονήθησαν. περὶ τοῦ Βενιαμίτου Ἀὼθ ἢ Ἰούδα, καὶ ὅτι τὸν Αἰγλὼμ ἀνεῖλε δόλῳ. ὅπως ἦρξε τοῦ λαοῦ Ἀώθ.
- 1.23.1
Περὶ Δευώρας τῆς προφήτιδος καὶ Βαρὰκ 6) τῶν κατὰ τοῦ Σίσαρα στρατευσάντων. ὅτι φεύγων Σισάρας ἀνῃρέθη παρὰ γυναικὸς γάλακτι μεθυσθείς. θάνατος Δευώρας καὶ Βαράκ. περὶ Γεδεών, καὶ ὅσα ἐποίησεν ὁ ὀφθεὶς αὐτῷ ἄγγελος, παραθαρρύνων αὐτὸν εἰς τὸν κατὰ τῶν ἐναντίων πόλεμον. περὶ τῆς 1) πόκου καὶ τῆς δρόσου. περὶ τῶν ἐν τῷ πίνειν λαψάντων. περὶ τῆς ἐν ὕπνοις κριθίνης μάζης, τί δηλοῖ. ὅπως τὸν οἰκεῖον λαὸν συνέταξε Γεδεών. ὅτι γηραιὸς ἐτελεύτησε Γεδεὼν καταλιπὼν υἱοὺς ἐκ διαφόρων γυναικῶν ἑβδομήκοντα, καὶ ἔνα ἐκ παλλακῆς, ὃς τοὺς ἑβδομήκοντα ἔκτεινε καὶ ἐτυράννησεν. ὅτι γύναιον ἄνωθεν βαλὸν κτείνει τὸν Ἀβιμέλεχ. ὅτι Ἰεφθάε ὑπέσχετο θῦσαι τὸ πρῶτον συναντῆσαν, εἰ νικήσει· καὶ οὕτω θύει τὴν θυγατέρα.
- 1.24.1
Ὅτι Σαμψὼν ἰσχὺν σημαίνει. ὅπως ἐγεννήθη Σαμψών. ὅτι Ναξοραῖος 2) ὁ ἀφωρισμένος θεῷ. ὅτι ὁ πατὴρ Σαμψὼν Μανωὲ ἐζήτει μαθεῖν τοῦ προσομιλοῦντος ἀγγέλου τὸ ὄνομα. ὁ δὲ θαυμαστὸν εἶπεν εἶναι τοῦτο, καὶ ἐσιώπησεν. 3) ὅτι θείῳ πυρὶ κατεκαύθη ἡ θυσία Μανωέ. ὅπως ἠράσθη ὁ Σαμψὼν γυναικὸς ἀλλοφύλου. καὶ ὅπως ἀναιρεῖ τὸν λέοντα, καὶ εὑρίσκει σμῆνος μελισσῶν ἐν τῷ στό- ματι αὐτοῦ. καὶ ὅτι τὰ περὶ τούτου πρόβλημα ἔθετο· καὶ ὅπως τοῦτο τῇ γυναικὶ ἐξηγήσατο αἰτησαμένη σὺν δάκρυσι. ὅτι διὰ τὸ τὴν γυναῖκα ἑτέρῳ συζυ- γῆναι ὠργίσθη Σαμψών, καὶ λαβὼν ἀλώπεκας τρια- κοσίας λαμπάδας ἡμμένας ταῖς ἐκείνων οὐραῖς προσ- έδησε, καὶ οὕτω τὰ τῶν Παλαιστηνῶν4) κατέκαυσε λήια. οἶ δὲ κατέκαυσαν τὴν γυναῖκα. ὅτι ἑκὼν ἑαυτὸν δεδεμένον τοῖς ἀλλοφύλοις παρέδωκεν ὁ Σαμψών. ὁ δὲ διὰ σιαγόνος ὄνου ἀπέκτεινε πολλούς, ὅθεν καὶ Σιαγόνα τὸν τόπον ἐκάλεσαν. ὅπως ἀπὸ τῆς σιαγόνος ἔπιε Σαμψών. ὅπως τὰς πύλας σὺν ταῖς παραστάσι μετέθετο Σαμψών. ὅτι ἠπάτησε Σαμψὼν ἡ Δαλιεά. καὶ μαθοῦσα τὴν ἀπὸ τῆς τριχὸς ἰσχὺν ἐκκόπτει τὴν τρίχα· καὶ αὐτοῦ ἀσθενήσαντος ἐκκόπτουσιν αὐτοῦ τοὺς ὀφθαλμοὺς οἶ ἐχθροί. ὅπως τῆς κόμης αὐξομένης καὶ ἡ ἰσχὺς ηὐξάνετο τοῦ Σαμψών. καὶ ὅπως τοὺς κίονας κατέσεισε καὶ τὴν οἰκίαν ἔρριψε καθ’ ἑαυτοῦ καὶ πάντας ἀπ’ ἔκτεινε σὺν ἑαυτὼ.
- 1.25.1
Ὅτι μετὰ τὸν Σαμψὼν οὐκέτι κριταὶ ἦγον τὸν Ἰσραήλ, ἀλλ’ ὁ ἀρχιερεὺς Ἠλεί. περὶ τῆς Νοεμὶν καὶ τῆς Ὀρφὰ καὶ τῆς Ῥούθ. ὅπως ἡ Νοεμὶν εὐτυχίαν δηλοῖ, Μάρα δὲ ὀδύνην. ὅπως ὁ βοὸς τὴν Ῥοὺθ εἰσ- αγαγὼν εἰς τὴν γερουσίαν καὶ τὸν συγγενῆ ἤρετο εἰ ταύτην βούλεται ἀγαγεῖν. τοῦ δὲ παραιτησαμένου, λαμβάνει αὐτήν, καὶ ὅτι κατὰ τὸν νόμον γέγονε τὰ σημεῖα τῆς παραιτήσεως. ὅτι Ὠβὴδ 1) δουλεύων ἑρμηνεύεται. περὶ Σαμουήλ. ὅτι ὁ Ἠλεὶ προεῖπε τῇ Ἄννῃ τὴν τοῦ Σαμουὴλ γέννησιν. ὅτι προσήχθη τῷ Ἤλει μετὰ τὸ γεννηθῆναι Σαμουὴλ. ὅτι κοιμώμενον τὸν Σαμουὴλ ἐκάλεσεν ὁ θεός. πρόρρησις διὰ τοῦ Σαμουὴλ τῶν ἐσομένων τοῖς Ἰσραηλίταις καὶ τοῖς παισὶ τοῦ Ἠλεὶ συμφορῶν.
- 1.26.1
Κίνησις Παλαιστηνῶν 2) κατὰ Ἰσραηλιτῶν καὶ τῆς κιβωτοῦ ἀποστολὴ εἰς βοήθειαν καὶ Ἑβραίων ἧττα καὶ φόνος τῶν παίδων Ἠλεὶ καὶ ἅλωσις τῆς κιβωτοῦ, καὶ θάνατος διὰ τοῦτο τοῦ Ἠλεί, ἐνενή- κοντα ἐτῶν γενομένου. ὅτι εἰς Ἄξωτον πόλιν οἶ ἀλ- λόφυλοι τὴν κιβωτὸν ἀπήγαγον, καὶ ἀνέθεντο ἐν εἰδωλείῳ θεῷ Δαγών, καὶ διαπέπτωκε τὸ εἴδωλον. ὅτι δυσεντερία ἐνέσκηψε τῇ πόλει Ἀζωτίων, καὶ μύες ἐκ τῆς γῆς ἀνεδόθησαν. ὅτι ἀπὸ πόλεως εἰς πόλιν ἡ κιβωτὸς πεμπομένη παρὰ τῶν παλαιστηνῶν ἐκάκου αὐτάς. ὅπως ἀπεστάλη ἡ κιβωτὸς ἐπὶ ἀμάξης ἀναθεμένων τὴν τῆς κιβωτοῦ ἄφιξιν τῇ ὁρμῇ τῶν βοῶν τῶν ἀλλοφύλων.1) ὅτι βόες ἀπήγαγον μόνοι εἰς τοὺς Ἰσραηλίτας τὴν κιβωτόν. ὅτι τοὺς ἀψαμένους τῆς κιβωτοῦ ἀνιέρους ἐθανάτωσεν ὁ θεός. ὅτι ὁ Σαμουὴλ ἀντὶ ἐλευθερίας ἐπείσατο. 2) ὅτι οἱ Παλαιστηνοὶ προσβαλόντες τοῖς Ἑβραίοις ἡττήθησαν, σεισμοῦ γεγονότος καὶ βροντῶν 3) καὶ ἀστραπῶν, αἷς ἐξεδειματώθησαν καὶ οὐκέτι προσέβαλον.
- 1.27.1
ὅτι ὁ 4) Σαμουὴλ γεγηρακὼς τοῖς υἱοῖς τὴν κρίσιν τοῦ λαοῦ ἀνατίθησιν. ὅτι ὁ λαὸς διὰ τὴν τῶν υἱῶν τοῦ Σαμουὴλ 5) κακίαν βασιλέα ἐζήτησαν, καὶ ὁ Σαμουὴλ δεδωκέναι ὑπέσχετο, προειπὼν με- ταμελήσειν αὐτοῖς 6), εἰ λάβοιεν βασιλέα. περὶ Σαούλ, καὶ ὅπως εἰς βασιλέα ἐχρίσθη, ἀναζητῶν τοὺς ὄνους τοῦ πατρός. τίνα σημεῖα ἐπὶ τῷ χρίσματι δέδωκε τῷ Σαοὺλ ὁ Σαμουήλ. ὅτι ὁ κλῆρος ἐπὶ τόν Σαοὺλ ἔπεσε. καὶ ἀνεζήτησαν αὐτόν, καὶ εὗρον ἀπόντα. ὅτι ἐζήτησεν ὁ τῶν Ἀμμανιτῶν βασιλεὺς ἐξελεῖν ἑκάστου δεξιὸν ὀφθαλμὸν τῶν Γαλααδιτῶν, καὶ οὕτως ἀπαλλαγῆναι αὐτῶν. ὅτι προτὴν εφήτευσε Σαοὺλ1) τὴν ἀπώλειαν τῶν ἐχθρῶν. ὅπως κατετροπώσατο Ἀμμανίτας ὁ Σαούλ. ἡ δευτέρα τοῦ Σαοὺλ ἀναγόρευσις. πότε ἦσαν Ἑβραῖοι ἀριστοκρατούμενοι καὶ πότε ἄναρχοι καὶ πότε ἐκρίνοντο καὶ πότε ἐβασιλεύοντο.
- 1.28.1
ὅτι ἐν ἀκμῇ θέρους χειμὼν γέγονεν. ὅτι καὶ πάλιν οἱ Παλαιστηνοὶ τοὺς Ἑβραίους κατέτρωσαν. ὅπως ὁ Ἰωνάθαν προσέβαλε τοῖς πολεμίοις καὶ ἥττησεν αὐτούς. ὅτι ἀρὰν ἔθετο Σαοὺλ τοῦ μὴ φαγεῖν τινα ἕως νυκτός, ἀλλὰ διώξας ἀκρατῶς τοὺς ἐχθρούς, καὶ ὅτι μὴ ἀκούσας τῆς ἀρᾶς ἔφαγεν Ἰωνάθαν, διὰ τοῦτο γέγονεν ἧττα. καὶ ὅτι ἔμελλε τοῦτον 2) ἀνελεῖν ὁ πατήρ, εἰ μὴ ἥρπασεν αὐτὸν ὁ λαός.
- 1.29.1
Ὅτι κατὰ κέλευσιν θεοῦ εἶπε Σαμουὴλ τῷ Σαοὺλ συμβαλεῖν Ἀμαληκίταις καὶ πάντας κτεῖναι. καὶ ὅτι προσβαλὼν ἐνίκησε, τὸν δὲ βασιλέα αὐτῶν οὐκ ἀπέκτεινε. καὶ διὰ τοῦτο ἀκούει ἀπὸ Σαμουὴλ ἀφαιρεθῆναι τὴν βασιλείαν. ὅτι τοῦ Σαμουὴλ ὑπο- χωροῦντος κατέσχε τὴν διπλοίδα αὐτοῦ Σαούλ, παρακαλῶν ἱλεώσασθαι τὸν θεόν. καὶ ἐσχίσθη ἡ διπλοίς, καὶ εἶπε Σαμουὴλ οὕτω διαιρεθῆναι τὴν βασιλείαν αὐτοῦ. καὶ ὀψὲ παρεκλήθη Σαμουὴλ εἰπὼν ἱκετεῦσαι τὸν θεόν, εἰ τὸν βασιλέα Ἀμαληκιτῶν κτείνει Σαούλ. ὅτι ἀπὸ πάντων τῶν ἀδελφῶν ὁ Δαβὶδ ἐχρίσθη εἰς βασιλέα, καὶ ὅτι ἐπῆλθεν ἐπ’ αὐτὸν πνεῦμα προφητείας ὑποχωροῦν ἀπὸ Σαούλ. ὅτι πνεῦμα πονηρὸν ἔπνιγε τὸν Σαούλ, ὃ κατεπῇδε Δαβὶδ ψάλλων μετὰ κιννύρας. καὶ ὁπλοφόρος τῷ αοὺλ ἐχρημάτιζεν. περὶ τόν ἐπελθόντων ἀλλοφύλων τοῖς Ἰσραηλίταις καὶ περὶ Γολιὰθ οἷος ἦν, καὶ ὅπως ὁ Δαβὶδ αὐτὸν ἐνίκησε, καὶ περὶ τῶν ὅπλων τοῦ Γολιάθ. ὁ Δαβὶδ θαρρεῖν λέγει ἐπὶ τῷ ἐνισχύσαντι αὐτὸν κατὰ τῆς ἄρκτου καὶ κατὰ τοῦ λέοντος. ὅτι ἄοπλος πρόσ’ ἔβαλε Δαβὶδ τῷ Γολιάθ, μόνους πέντε λίθους φέρων καὶ τὴν σφενδόνην. ὅπως λίθῳ διὰ σφενδόνης τὸν Γολιὰθ κατέβαλε Δαβίδ, καὶ ἀνεῖλεν αὐτὸν τῇ οἰκείᾳ ῥομφαίᾳ αὐτοῦ. καὶ οὕτως ἡττῶνται οἶ ἀλλόφυλοι.
- 1.30.1
ὅτι ἀνέθετο Δαβὶδ τὴν ῥομφαίαν τοῦ Γολιὰθ τῷ θεῷ. ὅπως φθονῆσαι τὸν Δαβὶδ ἐκινήθη Σαούλ. ὅπως ἔψαλλε Δαβὶδ ἐπὶ Σαοὺλ δαιμονιξομένῳ, ὁ δὲ ἐπεχείρησε βάλλειν τῷ δόρατι, καὶ ἠτύχησεν. ὅτι ἤρα Δαβὶδ ἡ θυγάτηρ Σαούλ, καὶ ὑπέσχετο τὸν γάμον, εἰ ἑκατὸν ἀκροβυστίας ἐνέγκοι αὐτῷ Δαβίδ, ὃ καὶ πεποίηκεν ὁ Δαβίδ. ὅπως ἐπεβούλευεν ἀεὶ Σαοὺλ τῷ Δαβίδ. ὅπως καὶ πάλιν ὁ Δαβὶδ ἐνίκησε τοὺς πολεμίους. ὅπως πρὸς τὴν ἀποστολὴν τοῦ Σαοὺλ ἡ θυγάτηρ αὐτοῦ ἀντεμηχανήσαντο τὸν Δαβὶδ προπέμψασα καὶ ἧπαρ αἰγὸς νεοσφαγοῦς ἐν τῇ κλίνῃ κατακρύψασα. ὅπως διαφόρως προεφήτευον τότε πολλοί. ὅτι εἴρηται τὸ εἰ καὶ Σαοὺλ ἐν προφήταις.
- 1.31.1
Αἶ’ φυγαὶ τοῦ Δαβίδ. ὅπως τοὺς ἁγίους ἄρτους ἔφαγε Δαβὶδ καὶ τὴν ῥομφαίαν τού Γολιὰθ ἔλαβεν. ὅτι μανίαν ὑπεκρίθη Δαβίδ. περὶ Δωὴκ τοῦ δούλου Σαούλ, καὶ ὅπως κατήγγειλε περὶ τῶν ἄρτων καὶ τῆς ῥομφαίας, καὶ ὅπως δι’ αὐτοῦ ἐκτάνθη ὁ ἀρχιερεὺς ἐκεῖνος καὶ τὸ γένος αὐτοῦ. πάλιν ἐπιβουλὴ κατὰ Δαβίδ. ὅπως διὰ τὴν τῆς γαστρὸς ἀνάγκην εἰσῆλθε Σαοὺλ εἰς τὸ σπήλαιον, ἔνθα ἦν ὁ Δαβίδ, καὶ οὐκ ἀπέκτεινεν αὐτόν, ἀλλ’ ἔλαβε μέρος τῆς διπλοίδος. ὅρκος Δαβὶδ πρὸς Σαοὺλ ὅτι οὐ κακώσει τὸ γένος αὐτοῦ.
- 1.32.1
Περὶ Νάβαλ τοῦ ἀπανθρώπως ἀποκριναμένου πρὸς τοὺς παρὰ τοῦ Δαβὶδ σταλέντας καὶ περὶ τῆς 1) γυναικὸς Νάβαλ ὅπως ἐξιλεώσατο τηνικαῦτα τὸν Δαβίδ. ὅτι τὸ Νάβαλ ἀφροσύνην δηλοῖ. ὅπως ἐκ λύπης ἀπέθανε Νάβαλ δειματωθείς, καὶ ἔλαβε Δαβὶδ τὴν γυναῖκα αὐτοῦ, καὶ ὅπως ἐπεβούλευσεν αὐτὸν Σαούλ. ὅπως κοιμωμένῳ τῷ Σαοὺλ ἐπέστη Δαβίδ, καὶ οὐκ ἀνεῖλεν αὐτόν. ὅτι 2) φακὸς ἀγγεῖον ὑδατηρόν. περὶ τῆς ἐγγαστριμύθου, καὶ ὅπως ἔδοξεν ἀναχθῆναι Σαμουὴλ ἐκ νεκρῶν καὶ οἷα εἶπεν ὁ ἀναχθεὶς τῷ Σαούλ. περὶ τῶν μετὰ Δαβὶδ στρατευσαμένων τετρακοσίων καὶ τῆς νίκης καὶ περὶ τῶν φυγόντων ἐν δρομάσι καμήλοις καὶ τῶν λοιπῶν διακοσίων, οὓς ἀφῆκεν εἰς φυλακὴν τῶν σκευῶν ὁ Δαβίδ, καὶ ὅτι συμμερισταὶ τοῖς τετρακοσίοις γεγόνασιν οἱ διακόσιοι οἶ τὰ σκεύη φυλάττοντες. θάνατος τῶν παίδων τοῦ Σαοὺλ καὶ ὅτι ἔσφαξεν ἑαυτὸν ὁ Σαοὺλ καὶ ὁ ὁπλοφόρος αὐτοῦ. ὅτι μετὰ τὸ ἀποθανεῖν τὸν Σαοὺλ καὶ τοὺς παῖδας αὐτοῦ ἀφῃρέθγσαν τὰς κεφαλάς, τὰ δὲ σώματα τούτων ἀνεσταυρώθησαν.
- 2.1.1
ὅτι ἐκόλασεν ὁ Δαβὶδ τὸν κατὰ τοῦ 3) Σαοὺλ ἐπελθόντα καὶ τρώσαντα διὰ τὸ εἶναι χριστὸν κυρίου. ὅτι ἐν πόλει Χεβρὼν ᾑρέθη βασιλεὺς ὁ Δαβὶδ παρὰ τῆς Ἰούδα φυλῆς.4) ὅπως ὁ Ἀβεννὴρ διωκόμενος ἔπληξεν ἐξόπισθεν καιρίως τὸν διώκοντα Ἀσαὴλ καὶ ἔκτεινεν. ὅτι ἐπὶ πολὺ ἐπολέμουν ἀλλήλοις οἱ τοῦ Σαοὺλ καὶ οἱ τοῦ Δαβίδ, ὑπερίσχυον δὲ οἶ τοῦ Δαβίδ. ὅτι ὁ Ἀβεννὴρ προσερρύη τῷ Δαβὶδ καὶ ἔπεισε καὶ τοὺς λοιποὺς προσελθεῖν αὐτῷ. ὅτι ἀνεῖλεν Ἰὰ τὸν Ἀβεννὴρ ἐν δόλῳ. ἀναίρεσις Ἰεβοσθέ 1), υἱοῦ Σαούλ, καὶ ὅτι τοὺς ἀνελόντας αὐτὸν ἀνεῖλε Δαβίδ. πότε παρὰ παντὸς τοῦ Ἰσραὴλ ἐχρίσθη εἰς βασιλέα Δαβίδ, καὶ ὅτι τριακονταέτης ἦν, ὅτε μόνης τῆς τοῦ Ἰούδα φυλῆς ἦρξεν. ὅτι τὴν πόλιν Ἰεβοῦς πολιορκήσας καὶ ἑλὼν ὁ Δαβὶδ τοὺς ἐκεῖ κατοικοῦντας ἐδίωξεν, ἐπὶ οἰκείῳ δὲ ὀνόματι ταύτην ἀνῳκοδόμησε τὴν νῦν Ἱεροσόλυμα καλουνην.
- 2.2.1
Προσβολὴ Δαβὶδ κατὰ τῶν ἐναντίων καὶ ἧττα αὐτῶν. περὶ τῆς εἰς Ἱεροσόλυμα ἀπαγωγῆς τῆς κιβωτοῦ, ὅτε καὶ ὁ Δαβὶδ ἥλατο 2) ἔμπροσθεν αὐτῆς, καὶ ὁ ἁψάμενος αὐτῆς τέθνηκεν, ὡς ἀνίερος. ὅτι οὐκ ἀσχημοσύνην ἡγεῖτο Δαβὶδ τὸ ὀρχεῖσθαι καὶ ψάλλειν ἔμπροσθεν τῆς κιβωτοῦ. ὅτι ἐκωλύθη Δαβὶδ οἶκον κατασκευάσαι τῇ κιβωτῷ. περὶ ὧν ἀγαθῶν ἐποίει ὁ Δαβὶδ τῷ ἐγγόνῳ Σαούλ.
- 2.3.1
Περὶ τῶν διὰ παρηγορίαν ἀποσταλέντων παρὰ τοῦ Δαβὶδ πρὸς τὸν υἱὸν τοῦ βασιλέως Ἀμμανιτῶν, καὶ δοξάντων κατασκόπων καὶ ξυρηθέντων τὰς κεφαλὰς καὶ τοὺς πώγωνας. διὸ καὶ πόλεμος ἤρθη κατὰ Ἀμμανιτῶν. περὶ τῆς Βηρσαβεὲ καὶ ὅπως ἠράσθη αὐτῆς ὁ Δαβίδ, καὶ ὅπως ἀνεῖλεν Οὐρίαν τὸν ἄνδρα αὐτῆς. ὅτι μετὰ τὰ κατὰ τὸν Οὐρίαν ἔλαβε τὴν Βηρσαβεὲ ὁ Δαβὶδ εἰς γυναῖκα, καὶ ὅπως ὁ Νάθαν διὰ παραβολῆς ἤλεγξεν αὐτὸν καὶ τὴν διὰ τοῦτο ὀργὴν τοῦ θεοῦ προεῖπε. καὶ ὅτι συνῆκε Δαβὶδ καὶ μετενόησεν. περὶ τῆς νόσου τοῦ ἐκ τῆς Βηρσαβεὲ υἱοῦ τοῦ Δαβὶδ καὶ ὅπως ἐν τῷ νοσεῖν ἐπένθει αὐτὸν Δαβίδ. καὶ ὅπως μετὰ θάνατον τοῦ πένθους ἐπαύσατο. περὶ Σολομῶντος, ὃν ἐκ τῆς Βηρσαβεὲ ἔσχε Δαβίδ. περὶ τοῦ πολυτίμου στεφάνου, ὃν ἔλαβε Δαβὶδ πορθήσας Ἀμμανίτας.
- 2.4.1
Περὶ τοῦ ἔρωτος ὃν ἔσχε πρὸς Θάμαρ τὴν ἀδελφὴν ὁ Ἀμνών. καὶ περὶ τοῦ μέσους ὃ ἔσχε μετὰ τὸ διακορήσασθαι 1) αὐτήν, καὶ Ἀβεσσαλὼμ καὶ ὅπως ἠμύνατο φόνῳ τὸν ἀδελφόν, καὶ περὶ τῆς διὰ τὸν φόνον τοῦ Ἀμνὼν φυγῆς τοῦ Ἀβεσσαλώμ, καὶ ὅτι ὠργίσθη ὁ Δαβίδ. ὅπως Ἰωὰβ ὁ πάππος Ἀβεσσαλὼμ 2) ἐσοφίσατο ἐξιλάσασθαι τὸν Δαβὶδ πρὸς τὸν παῖδα Ἀβεσσαλώμ. περὶ τῆς κατὰ τοῦ Δαβὶδ ἐπαναστάσεως τοῦ Ἀβεσσαλὼμ καὶ περὶ τοῦ Ἀχιτόφελ τοῦ συναποστάτου Ἀβεσσαλώμ. περὶ τῆς πεπλασμένης αὐτομολήσεως Χουσὶ τοῦ ἑταίρου Δαί. περὶ τῆς ἀνοχῆς Δαβὶδ ἧς ἔδειξεν ὑπὸ τοῦ Σεμεεὶ καταρώμενος.
- 2.5.1
ὅπως ἐμίγη ταῖς τοῦ πατρὸς παλλακαῖς 3) ὁ Ἀβεσσαλώμ. ὅς τὴν τοῦ Ἀχιτόφελ βουλὴν ἄπρακτον ἔδειξεν ἔδειξεν Χουσί. ὅπως ὁ Ἀχιτόφελ ἀπήγξατο. ὅπως ἡττηθεὶς ἐδιώκετο Ἀβεσσαλὼμ καὶ ὅπως ἐκ τριχῶν ἐν δένδρῳ κατεσχἐθη καὶ ἀνῃρέθη. ὅπως τὸν θάνατον τοῦ Ἀβεσσαλὼμ ἐθρήνει Δαβίδ.
- 2.6.1
ὅπως αἱ λοιπαὶ φυλαὶ ἄνευ τῆς τοῦ Ἰούδα ἀπέστησαν ἀπὸ Δαβίδ. ὅπως ὁ Ἰωὰβ ἀνεῖλε τὸν Ἀβεσᾶ. 4) περὶ τοῦ ἐπὶ ἔτη τρία κρατήσαντος λιμοῦ. καὶ ὅπως ἐλύθη διὰ τὸ δοθῆναι εἰς φόνον έπτὰ ἄ δρας τοῦ οἴκου Σαοὺλ κατὰ θεῖον χρησμόν. ὅπως ἠγάπων τὸν Δαβὶδ οἱ περὶ αὐτόν. περὶ τοῦ γιγαντιαίου ἀνδρὸς τοῦ ἔχοντος ἐν ταῖς χερσὶ καὶ ἐν τοῖς ποσὶν ἀνὰ δακτύλους ἔξ.
- 2.7.1
Ὅπως συνέθετο τοὺς ψαλμοὺς ὁ Δαβὶδ καὶ οἶα τὰ τοῦ ψαλμοῦ ὄργανα. περὶ τῆς ἀπαριθμήσεως καὶ ὅπως μετὰ ταῦτα μετεμελήθη Δαβίδ. περὶ τῆς αἱρέσεως τῶν τριῶν ἕν ἐξ αὐτῶν λαβεῖν, διὰ τὴν τοῦ λαοῦ ἀπαρίθμησιν, καὶ ὅτι τὸ αἱρεθὲν κακὸν τὸ ἐπελθεῖν τῷ λαῷ θάνατον, καὶ ἐπῆλθεν ἀπὸ πρωὶ ἕως ἀρίστου. πῶς ἔπαυσεν ὁ θεὸς τὴν τοῦ λαοῦ φθοράν. ὅτι καθ’ ὃν τόπον ἔμελλε σφαγιάσαι Ἀβραὰμ τὸν Ἰσαάκ, ἠβουλήθη ναὸν οἰκοδομῆσαι Δαβίδ, καὶ ἐκωλύθη παρὰ θεοῦ. ὅτι ἐπῆγε Δαβὶδ διὰ τὴν θέρμην νεάνιδα. 1) ὅτι Ἀδωνίας τέταρτος υἱὸς τοῦ Δαβὶδ ἐπεχείρησε βασιλεῦσαι. ὅπως ἐχρίσθη Σολομὼν εἰς βασιλέα. τί ἐνετείλατο τῷ Σολομῶντι Δαβὶδ τελευτῶν. περὶ τοῦ τὸν ναὸν κτισθῆναι. πόσα ἔτη ἔζησε Δαβίδ.
- 2.8.1
ὅτι συνετάφη τῷ Δαβὶδ πολλὰ χρήματα. ὅτι δωδεκαετὴς ἐβασίλευσε Σολομὼν. ὅτι ἐζήτησεν Ἀδωνίας τὴν παλλακὴν Δαβίδ, καὶ διὰ τοῦτο ἀνῃ- ρέθη παρὰ Σολομῶντος. ὅπως ἀνῃρέθη Σεμεεί. ὅτι ἔλαβε Σολομὼν τὴν θυγατέρα Φαραώ. ὅσα ᾔτησε Σολομὼν τῷ θεῷ. περὶ τῶν προσελθουσῶν γυναικῶν καὶ αἰτησαμένων κρίσιν περὶ τοῦ θανόντος παιδός. ὅσα συνεγράψατο Σολομών. περὶ τοῦ δακτυλίου οὑ ἡ σφραγὶς ἐδίωκε δαίμονας.
- 2.9.1
Πότε ἤρξατο τῆς οἰκοδομῆς τοῦ ναοῦ Σολομών. ὅτι ἐν ἔτεσιν ἑπτὰ συνετελέσθη ὁ ναός. οἶα δι’ ὀνείρου ἐνέφηνε Σολομῶντι θεὸς περὶ τῶν μελλόντων. τίνα ᾠκοδόμησε Σολομών. περὶ ὧν ἔλυσεν αἰνιγμάτων Σολομών. περὶ τῆς βασιλίσσης Αἰθιόπων. ὅθεν ἐν Παλαιστίνῃ ἐφύη τὸ βάλσαμον.
- 2.10.1
Ὅτι ἀλλοφύλοις γυναιξὶν ἐμίγη Σολομών. ὅτι τὴν κατὰ τοῦ Σολομῶντος ἀρὰν εἰς τὸν ἐξ αὐτοῦ ἔφη ἀποπληρῶσαι θεός. περὶ Ἄδερ. περὶ Ἱεροβοάμ. περὶ τῶν χρόνων Σολομῶντος, ὅσους ζῆσαι λέγεται.
- 2.11.1
Περὶ Ῥοβοὰμ τοῦ ὒ ἰοῦ Σολομῶντος. περὶ τῆς ἀποστασίας τῶν δέκα φυλῶν. περὶ τῶν δύο δαμάλεων, καὶ ὅπως ἐκώλυσεν εἰς Ἱεροσόλυμα πορεύεσθαι τὸν λαὸν Ἱεροβοάμ. ὅτι Ἱεροβ0ὰμ θυσιάσαι ἐλθὼν ἤκουσεν ἃ πείσεται. περὶ τοῦ ψευδοπρο- φήτου τοῦ ἀπατῶντος τὸν Ἱεροβοάμ. ὅτι πεισθεὶς ξενισθῆναι 1) ὁ τοῦ θεοῦ προφήτης τῷ ψευδοπροφήτῃ ἐβρώθη 2) παρὰ λέοντος ὑποστρέφων.
- 2.12.1
Περὶ τῶν πωλούντων τὴν χάριν τοῦ πνεύματος. περὶ ὧν προεῖπεν ἐσομένων τῇ γυναικὶ τοῦ Ἱεροβοὰμ Ἀχιά. ἐπέλευσις Σουσακὶμ κατὰ Ῥοβοὰμ καὶ ὅτι παρασπονδήσας ὁ Αἰγύπτιος πολλὰ χρήματα ἐσύλησεν. περὶ τῶν χρυσῶν ὅπλων Σολομῶντος καὶ τῶν δοράτων τῶν χρυσῶν τοῦ Δαβὶδ ἃ ἀνέθετο θεῷ. ἐπέλευσις Ἱεροβοὰμ καὶ νίκη τοῦ υἱοῦ Ῥοβοάμ. θάνατος Ἱεροβοάμ, οὗ διάδοχος ὁ υἱός. ὅτι ὁ Βασσὰν παγγενῆ τὸν οἶκον Ἱεροβοὰμ ἐξωλόθρευσεν. περὶ τοῦ εἰσδύντος εἰς τὰ βασίλεια καὶ ἑαυτὸν κἀκεῖνα καύσαντος. περὶ τοῦ πῶς ἐκλήθη Σαμάρ. ὅτι οἱ, τῶν Ἰσραηλιτῶν βασιλεῖς ὀλιγοχρόνιοι τότε ἦσαν διὰ τὴν παρανομίαν. ὅτι προεῖπεν ὁ προφήτης νίκας ἔσεσθαι καὶ λοιπὰς εὐκληρίας τοῖς ἀν- θρώποις ἐκείνοις, εἰ ἀντιποιοῦνται δικαιοσύνης. περὶ Ἀχαάβ, ὅτι ἐν Σαμαρείᾳ ἐκέκτητο τὰ βασί- λεια.
- 2.13.1
Περὶ Ἠλιοὺ καὶ περὶ τῆς ἀνομβρίας καὶ περὶ τοῦ τρέφεσθαι αὐτὸν ὑπὸ κόρακος καὶ περὶ τῆς χήρας ἣ ἔτρεφε τὸν Ἠλιού. περὶ τοῦ υἱοῦ τῆς χήρας, ὃν ἀνέστησεν Ἠλιού. περὶ Ἀβδίου, ὅτι χρη- στὸς ὢν φεύγειν συνῄνει τὸν Ἠλιού, ἴνα μὴ ἀναιρεθῇ. περὶ ὧν ἔκρυπτεν Ἀβδίου ἑκατὸν προφητῶν. περὶ ὧν ἐπαρρησιάσατο Ἠλίας πρὸς Ἀχαάβ. περὶ τῆς θυσίας τῶν ψευδοπροφητῶν καὶ τῆς θυσίας Ἠλιού, καὶ ὅπως ἀνεῖλε τοὺς ἱερεῖς τῆς αἰσχύνης. ὅτι εἶπεν Ἠλίας εἶναι ὑετόν, καὶ ἐγένετο. καὶ ὅτι ἔφυγε διὰ τὴν Ἰεξάβελ. ὅτι τεσσαράκοντα ἡμέρας ἄσιτος ἐπορεύετο Ἠλιού. ὅπως ἔχρισεν Ἠλίας τὸν Ἀξαὴλ εἰς βασιλέα καὶ τὸν Ἰηοὺ καὶ τὸν Ἐλισσαῖον εἰς προφήτην.
- 2.14.1
Περὶ τοῦ ἀμπελῶνος Ναβουθαί. ὅπως ἐξ ἐπιβουλῆς τῆς Ἰεξάβελ ὁ Ναβουθαὶ τέθνηκε, καὶ ὅπως ἔκτοτε τὸν ἀμπελῶνα κατέσχεν Ἀχαάβ. πρόρρησις Ἠλιοὺ περὶ τῆς ἀπωλείας τοῦ Ἀχαὰβ παγγενῆ διὰ τὸν φόνον Ναβουθαί 1). ὅτι διὰ τὴν μετά- νοιαν τοῦ Ἀχαὰβ τὰ ἠπειλημένα ὑπερθέσθαι εἷπεν ὁ θεὸς καὶ τελέσαι ταῦτα ἐπὶ τῶ υἱῶ αὐτοῦ. ὅτι ὁ βασιλεὺς Συρίας ἐστράτευσε κατὰ Σαμαρείας. ὅτι ὁ Ἀχαὰβ πεισθεὶς τῷ προφήτῃ μετὰ σλβ' ἡττᾷ τὸν Ἀσσύριον καὶ σκυλεύει αὐτοῦ τὸ στράτευμα. ὅτι καὶ πάλιν ἐπεστράτευσε κατὰ Σαμαρείας ὁ Σύρος. ἧττα καὶ πάλιν τῶν Σύρων. ὅπως οἶ τοῦ Ἄδερ προσῆλθον δεδεμένοι ἑκόντες τῷ Ἀχαάβ, καὶ ὅπως τὸν Ἄδερ μετὰ τιμῆς ἐδέξατο. περὶ τοῦ προφήτου Μιχαίου, καὶ ὅπως ἠξίου παταχθῆναι. ἐκστρατεία Ἀχαὰβ κατὰ τῆς πόλεως Ῥεμμάν. ὅπως προεῖπε Μιχαίας τὸν Ἀχαὰβ πεσεῖσθαι ἐν Ῥεμμάν. ὅπως ἐν τῷ πολέμῳ τοξευθεὶς Ἀχαὰβ ἔθανεν. ὅτι κατὰ τὴν πρόρρησιν Ἠλιοὺ τὸ αἷμα Ἀχαὰβ κύνες ἔλειξαν καὶ πόρναι ἐλούσαντο.
- 2.15.1
τι τὸν Ἀχαὰβ διεδέξατο ὁ υἱός. ὅπως ἐπῆλθον κατὰ ‘Iερουσαλὴμ πολέμιοι. ὅπως τῇ κελεύσει τοῦ θεοῦ οἱ πολέμιοι ἀλλήλους ἐφόνευσαν, καὶ οὕτως ἡ νίκη γέγονε τοῖς ἐν Ἱερουσαλήμ. ὅτι μυῖα ἦν ἡ τῶν Ἀκκαρῶν θεός, καὶ ὅτι ἤρετο ταῦτα, εἰ ἀναστήσεται νοσῶν Ὀχοξίας. καὶ ὅτι διὰ τοῦτο εἶπεν Ἠλιοὺ μὴ ἀναστῆναι αὐτόν. καὶ ὅτι ἀπέστειλεν Ὀχοξίας ἀγαγεῖν τὸν Ἠλίαν. ὅτι οἱ ἀποσταλέντες τες πυρὶ θείῳ ἐκαύθησαν. ὅπως ἐπαύσατο Ὀχοξίας, ὃν διεδέξατο Ἰωρὰμ ὁ ἀδελφὸς αὐτοῦ. περὶ τῆς ἀναλήψεως Ἠλιού. ὅπως ἐζητήθη ’Eλισσαιέ. ὅπως ἐν ἅλατι τὰ ὕδατα ἐγλύκανεν Ἐλισσαιέ. ὅτι ἐξ ἀρᾶς ἄρκτοι κατέφαγον τὰ παιδία. ὅπως ἐν ἐρήμῳ διῆλδεν ὁ στρατός. ὅπως τὰ ὕδατα διὰ τὴν τοῦ ἡλίου αὐγὴν ἐρυθρὰ ἐφαίνοντο. ὅπως ἔθυσε Μωαβίταις 1) ὁ βασιλεὺς τὸν οἰκεῖον υἱόν. περὶ Ἰωσαφάτ.
- 2.16.1
Πῶς 2) Ἐλισσαῖος ἐπλήθυνε τὸ ἔλαιον τῇ χρεωστούσῃ γυναικί. ὅτι ἐγεννήθη ὁ παῖς, καθὼς προεῖπεν Ἐλισσαιέ, καὶ ὅτι τεθνηκότα τὸν παῖδα πάμωαβίταις λῖν ἀνέστησεν Ἐλισσαῖος. ὅτι διὰ μετρίων ἄρτων Ἐλισσαῖος πλῆθος ἐχόρτασε πολύ. ὅπως προσήγαγε χρήματα τῷ Ἐλισσαίῳ Νεεμάν, ἵνα τῆς λέπρας λυτρωθῇ. ὅτι κατ’ ἐντολὴν τοῦ προφήτου εἰς τὸν Ἰορδάνην ἐλούσατο Νεεμάν, καὶ ἐκαθαρίσθη. περὶ τῆς εἰς τὸ ὕδωρ πεσούσης ἀξίνης, καὶ ὅπως ἀνέδυ διὰ τοῦ ξύλου. περὶ τοῦ ληψομένου λαοῦ τὸν Ἐλισσαῖον. ὅπως ἤγαγεν αὐτοὺς εἰς μέσους τοὺς πολεμίους, καὶ ὅπως πάλιν ἐρρύσατο τούτους, καὶ ὅπως εἶδεν αὐτὸν ὁ οἰκεῖος διάκονος πυρίνοις ἅρμασι κεκυκλωμένον.
- 2.17.1
> ὅτι ἐν καιρῷ λιμοῦ ἡ κεφαλὴ τῆς ὄνου πολλοῦ ἐπωλεῖτο. περὶ τῆς ἐγκαλούσης γυναικὸς ὅτι μὴ πείθεται ταῖς συνθήκαις. ὅτι προεῖπεν Ἐλισσαῖος τὴν τῶν ἐναντίων καταστροφήν. ὅπως ἀθρόον οἱ Σύροι ἡττήθησαν. περὶ τῶν λεπρῶν, οἱ κατεμήνυσαν τὴν τῶν ἐναντίων ὑποχώρησιν. ὅτι μετὰ τὴν τῶν πολεμίων ὑποχώρησιν ἄφθονα γέγονε τὰ ἀναγκαῖα. ὁ δὲ ἀπιστήσας τῇ προρρήσει τοῦ προφήτου συμπατηθεὶς τέθνηκε, καὶ οὐκ ἔφαγε κατὰ τὴν πρόρρησιν Ἐλισσαίου. ὅτι προεῖπεν ὁ προφήτης τῷ Ἀξαὴλ τὴν βασιλείαν Συρίας. ὅτι Ἀξαὴλ ἔπνιξε τὸν βασιλέα Δαμάσκου καὶ ἐκράτησεν.
- 2.18.1
ὅτι προεῖπε τῷ Ἰωρὰμ ὁ προφήτης τὰ ἐσόμενα τούτῳ κακὰ διὰ τὴν ἀσέβειαν αὐτοῦ. ὅτι διὰ τοῦ μαθητοῦ τοῦ προφήτου ἐχρίσθη εἰς βασιλέα Ἰηού, ἕνα τὸ γένος Ἀχαὰβ ἀπολέσῃ. ὅτι βέλει κτείνει τὸν Ἰωρὰμ Ἰηοῦς, καὶ ἔπεσεν ὁ νεκρὸς εἰς τὸν τοῦ Ναβουθαὶ ἀγρόν, καθὼς προεῖπεν Ἠλιού. ὅτι καὶ Ἰεξάβελ ἄνωθεν ῥιφεῖσα τέθνηκε, καὶ διεσπάσθη τὸ σῶμα αὐτῆς ὑπὸ κυνῶν. ὅτι οἱ παῖδες Ἀχαὰβ πάντες ἀπετμήθησαν καὶ πᾶσα ἡ συγγένεια αὐτοῦ. ὅπως οἱ ἱερεῖς καὶ οἶ προφῆται τοῦ Ἀχαὰβ πάντες ἀνῃρέθησαν καὶ ὁ οἶκος τοῦ Βαὰλ ἐκαύθη καὶ ἡ στήλη αὐτοῦ.
- 2.19.1
Ὅτι διὰ τὸν ἀφανισμὸν τοῦ γένους Ἀχαὰβ ἐπηγγείλατο ὁ θεὸς μακρὰν τὴν βασιλείαν τῷ γένει τοῦ Ἰηοῦς. καὶ ὅτι ἡ Γοθολία ἀνεῖλε πάντας τοὺς τοῦ γένους Δαβὶδ πλὴν ἑνός. ὅπως ὁ περιλειφθεὶς τοῦ γένους Δαβὶδ ἀνηγορεύθη βασιλεύς. ὅπως ἀνῃρέθη ἡ Γοθολία. ὅτι ἑπταετὴς ἦν ὁ ἐκ γένους Δαβὶδ τότε βασιλεύσας. περὶ τοῦ κιβωτίου, οὗ τὸ πῶμα 1) τετρημένον ἦν, καὶ ἐνέβαλε διὰ τῆς ὀπῆς ἕκαστος κατὰ δύναμιν εἰς τὸν ἀνακαινισμὸν τοῦ ναοῦ. ὅτι ἑκατὸν τριάκοντα ἔτη ἐβίω Ἰωδαέ. ὅτι ὁ υἱὸς Ὶωδαὲ Ζαχαρίας ἐλέγχων τὸν βασιλέα ἀνῄ- ρητο. 2)
- 2.20.1
ὅτι θνήσκων ’Eλισσαιὲ ἐθρηνεῖτο παρὰ βασιλέως Ἰωάς. περὶ τοῦ ῥιφέντος παρὰ τῶν λῃστῶν εἰς τὸν τάφον ’Eλισσαιὲ καὶ ζήσαντος. τελευτὴ Ἰάς, ὃν διεδέξατο Ἀμεσίας ὁ υἱός, καὶ ἐκόλασε τοὺς τὸν πατέρα ἀνελόντας, τοὺς δ’ υἱοὺς αὐτῶν ἀφῆκεν. ὅτι Ἀμεσίας ὑπερηφανευσάμενος ἐμήνυσε δριμέα πρὸς τὸν βασιλέα Ἰσραήλ. ὁ δὲ ταπεινοφρονεῖν) αὐτῷ ἀντεμήνυσε διὰ παραδείγματος. ὅτι ὁ Ἰωὰς νικᾷ Ἀμεσίαν.
- 2.21.1
Περὶ τοῦ προφήτου Ἰωνᾶ, καὶ ὅτι ἀπεστάλη εἰς Νινευίτας, καὶ ὅτι ὁ κλῆρος ἐπὶ τὸν Ἰωνᾶν ἔπεσεν. ὅπως ὁ τῆς Νινευὶ βασιλεὺς καὶ ὁ λαὸς ἅπας μετενόησαν. περὶ τοῦ Ὀξίου, ὅπως ὡς ἱερεὺς θυμιᾶσαι ἐπιχειρήσας ἐλεπρώθη. περὶ τοῦ προφήτου Ναούμ.
- 2.22.1
Ὅτι Φακεὲ πολλοὺς αἰχμαλώτους εἰς Σαμάρειαν ἤγαγεν, εἶτα τούτους ἀπέλυσεν ὡς ὁμοφύλους. ὅτι σφόδρα ἠσέβησεν Ἀχάξ. ὅτι εὐσεβὴς ἦν Ἐζεκίας. πολιορκία καὶ κατάσχεσις Σαμαρείας. ὅτι μετῳκίσθησαν οἶ Σαμαρεῖται ἀπὸ Σαμαρείας. ὅτι ἐγκατῳκίσθησαν ἐκεῖ οἶ Χουθαῖοι. μετὰ δὲ τὴν κατοίκησιν λέοντες τούτους διέφθειραν· διὸ καὶ ἐπείσθησαν τῷ θεῷ προσελθεῖν.
- 2.23.1
Πότε Σεναχηρεὶμ ἐστράτευσε κατὰ τῆς Ἰουδαίας. ῥήματα Ῥαψάκῃ1) πρὸς Ἐξεκίαν, καὶ ὅτι οὗτος τὸν θεὸν ἐπικαλεσάμενος ἐνίκησε κατὰ τὴν πρόρρησιν Ἠσαΐου. ὅτι διὰ νυκτὸς ἄγγελος ἀνεῖλεν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας τῶν ἐναντίων. περὶ τῶν μυῶν τῶν φαγόντων τὰ τόξα τῶν Ἀσσυρίων καὶ τὰ λοιπὰ ὅπλα. περὶ τῶν ἐν μιᾷ νυκτὶ διὰ λοιμώδους 2) νόσου ἀναιρεθέντων Ἀσσυρίων μυριάδων πολλῶν. ἀναίρεσις Σεναχηρείμ. νόσος Ἐξεκίου καὶ προφητεία Ἠσαίου ὅτι θνήσκει. καὶ μετάνοια Ἐξεκίου, καὶ προσθήκη αὐτοῦ τῆς ζωῆς. καὶ περὶ τοῦ ἀναποδισμοῦ τοῦ ἡλίου ὃν ἐποίησεν Ἠσαΐας. ὅτι Ἐξεκίας ἤνοιξε τοὺς θησαυροὺς αὐτοῦ καὶ τὰ ὅπλα τοῖς πρέσβεσι τοῦ βασιλέως 3) Βαβυλωνίων, καὶ ὅτι Ἠσαΐας ᾐτιάσατο τοῦτο. θάνατος Ἐξεκίου. ἀνάρρησις Μανασσῆ καὶ Βαβυλωνίων ἐπέλευσις καὶ νίκη. ὅτι μετανοήσας Μανασσῆς ἐλυτρώθη τῆς αἰχμαλωσίας. τελευτὴ Μανασσῆ. βασιλεία Ἰωνία καὶ ἀνακαινισμὸς τοῦ ναοῦ.4)
- 2.24.1
Περὶ τῆς προφήτιδος Ὄλδα. ὅτι ὅρκον ἀπῃ- τήθη ὁ λαὸς φυλάττειν τοὺς νόμους τοῦ 5) θεοῦ. ὅτι τοξευθεὶς Ἰωσίας τέθνηκεν. περὶ τοῦ προφήτου Ἱερεμίου. περὶ Ναβουχοδονόσορ. περὶ ὧν προεῖπεν Ἱερεμίας. ὅτι ὁ Βαβυλώνιος ᾐχμαλώτευσε μετὰ τοῦ λαοῦ καὶ τὸν προφήτην Ἰεξεκιήλ. ὅτι Ἰωακεὶμ παραδέδωκεν ἑαυτὸν ὑπὲρ τῆς πόλεως.
- 2.25.1
ὅπως τῆς Ἱερουσαλὴμ ὁ Σεδεκίας ἐβασίλευσεν. περὶ τῶν δοκουμένων διαφωνιῶν τῶν προφητῶν, καὶ ὅπως ὁμόφωνοι εὑρέθησαν. ὅτι ὁ Σεδελόας τυφλωθεὶς οὐκ εἶδε τὴν Βαβυλῶνα. περὶ προεῖπεν Ἱερεμίας ἐσομένων κακῶν. ἡ δευτέρα ἐπέλευσις τῶν Βαβυλωνίων κατὰ Ἰερουσαλήμ, καὶ ὅπως τὰ ἐσόμενα εἰδὼς Ἱερεμίας παρεκάλει τὸν λαὸν δέξασθαι τοὺς Βαβυλωνίους. ὅπως εἰς λάκκον ὁ προφήτης ἐνεβληθη. κατάσχεσις τῆς Ἱερουσαλὴμ παρὰ τῶν Βαβυλωνίων. ὅτι ἐζωγρήθη Σεδεκίας παγγενῆ, καὶ ἐτυφλώθη, οἱ δὲ ἐκείνου ἀνῃρέθησαν. ὅπως ὁ Ναβουξαρδὰν τὸν ναόν, τὰ βασίλεια, καὶ τὴν πόλιν κατέσκαψεν.
- 3.1.1
ὅτι ὁ Ἰσμαὴλ τὸν Γοδολίαν ἀπέκτεινεν. φυγὴ πρὸς Αἴγυπτον τῶν Ἰουδαίων ἀγόντων καὶ τὸν Ἱερεμίαν καὶ τὸν Βαρούχ. ὅτι λίθοις τέθνηκεν Ἱερεμίας. ὅπως παρ’ Ἀλεξάνδρου ὁ νεκρὸς Ἱερεμίου μετηνέχθη εἰς Ἀλεξάνδρειαν. 1) πότε αἱ δέκα φυλαὶ ἤχθησαν εἰς Σαμάρειαν. πότε αἱ δύο παρὰ Ναβουχοδονόσορ ᾐχμαλωτίσθησαν.
- 3.2.1
Περὶ τῶν εὐνουχισδέντων αἰχμαλώτων παρὰ τοῦ Βαβυλωνίου. περὶ Δανιὴλ καὶ τῶν τριῶν παίδων. ὅπως οὐκ ἐκρεωφάγησαν οἱ παῖδες καὶ ὁ Δανιήλ. ὅτι τὴν Χαλδαικὴν παιδείαν ἔμαθον οἱ παῖδες καὶ ὁ Δανιήλ. περὶ τοῦ ἐνυπνίου Ναβουχοδονόσορ. ὅπως ἱκέτευον οἱ παῖδες τὸν θεὸν ἀποκαλυφθῆναι αὐτοῖς τὸ ἐνύπνιον. διήγησις τοῦ ἐνυπνίου καὶ κρίσις. ποίας βασιλείας εἰκόνιζεν ἡ εἰκὼν ἡ τῷ Ναβουχοδονόσορ.
- 3.3.1
Οἴα νῦν ἡ τῶν Ῥωμαίων βασιλεία, οὐκ ἰσχυρὰ ὡς τὸ πρότερον. δι’ ἣν αἰτίαν ἡ τῶν Ῥωμαίων βασιλεία σιδήρῳ εἰκονίσθη ἀναμεμιγμένῳ μετὰ ὀστράκου. τί δηλοῖ ὁ λίθος, ὃς τὴν εἰκόνα κατέλυσεν. χρῆσις ἐκ τῆς γραφῆς ὅτι λίθος ὁ Χριστός. ὅτι ὄρος ἡ τοῦ Ἰούδα φυλὴ καὶ λίθος ὁ Χριστός. καὶ τὸ ἄνευ χειρῶν τμηθῆναι ἡ ἄνευ ἀνδρὸς γέννησις. ὅτι δώροις ἐδεξιώσατο τὸν Δανιὴλ ὁ Ναβουχοδονόσορ καὶ Βαλτάσαρ τοῦτον μετωνόμασεν.
- 3.4.1
Περὶ τῆς εἰκόνος ἧς ἔστησε Ναβουχοδονόσορ εἰς τὸ προσκυνηθῆναι. περὶ τοῦ ἀγγέλου, ὃς τέταρτος ὤφθη μετὰ τῶν παίδων. ὅπως ἐτιμήθησαν οἱ τρεῖς παῖδες. ἐνύπνιον ἕτερον τοῦ Ναβουχοδονόσορ περὶ τοῦ δένδρου. πάλιν ἀγνοεῖ τὸν ὄνειρον καὶ καλεῖ τοὺς εἰπεῖν αὐτὸ 1) μέλλοντας, καὶ καλεῖ τὸν Δανιήλ, ὃς καὶ ἔκρινε τοῦτο. ὅτι τὸ Ἲρ ἄγγελον δηλοῖ, τοῦτ’ ἐστὶ τὸν ἐγρηγορότα. ὅτι μανίαν νοσήσας ὁ Ναβουχοδονόσορ ἐν τῇ ἐρήμῳ ὡς θηρίον διέτριβεν. ὀνόματα ἀρχαίων 2) ἱστορικῶν.
- 3.5.1
Τίς διεδέξατο τὸν Ναβουχοδονόσορ, καὶ ἐξῆς περὶ Βαλτάσαρ, καὶ ὅπως ἐχρήσατο τοῖς ἱεροῖς τῶν Ἰουδαίων σκεύεσιν. περὶ τοῦ ἀστραγάλου τῆς χειρός, εἶδεν ἐν τῷ τοίχῳ Βαλτάσαρ. ὅπως ὁ Δανιὴλ διασαφεῖ τῷ Βαλτάσαρ τὸν θεαθέντα ἀστράγαλον. τί σημαίνει τὰ γραφέντα διὰ τοῦ ἀστραγάλου. ὅτι Κύρου ἐπελθόντος κατὰ Βαλτάσαρ ἀνῃρέθη Βαλτάσαρ. ὅτι τὸν Δανιὴλ ὁ Δαρεῖος εἰς Μηδίαν μετήγαγε μετὰ τὴν τῆς Βαβυλῶνος ἅλωσιν. ὅτι ὁ Δαρεῖος καὶ Κυαξάρης ἐκαλεῖτο. ὅτι διὰ τὸ δόξαι παραβῆναι τὸν τεθέντα τότε νόμον περὶ τοῦ μὴ εὔξασθαι ὁ Δανιὴλ ἐνεβλήθη εἰς τὸν λάκκον μετὰ τῶν λεόντων. ὅτι οἱ κατὰ τοῦ Δανιὴλ εἰπόντες ἐνεβλήθησαν εἰς τὸν λάκκον τῶν λεόντων.
- 3.6.1
Περὶ τοῦ ἐνυπνίου ὃ εἶδεν ὁ Δανιήλ, ἤτοι τῶν τεσσάρων θηρίων τῶν ἀπὸ τῆς θαλάσσης ἀναβάντων, καὶ ὅτι τὸ πρῶτον ἦν λέαινα. τὸ δεύτερον ἄρκος. 1) τί ἔστι τὸ εἶδος τῆς τιμωρητικῆς σκαφεύσεως. τίνας ὁ Κῦρος καὶ τίνας ὁ Καμβύσης καὶ τίνας ὁ Δαρεῖος ὑπέταξε καὶ τίνας ὁ Ξέρξης. τὸ δὲ τρίτον πάρδαλις. τίνες οἶ δ’ οἱ διαδεξάμενοι τὴν τοῦ Ἀλεξάνδρου ἀρχήν.
- 3.7.1
Τί τὸ τέταρτον θηρίον. εἰς τί ἐπὶ τῆς Ῥωμαϊκῆς 2) βασιλείας τὸ ἐσθίειν καὶ λεπτύνειν ἐξείληπται. περὶ τοῦ Ἀντιχρίστου. περὶ τοῦ ὀφθέντος Δανιὴλ παλαιοῦ τῶν ἡμερῶν. περὶ τῆς ἀπωλείας τοῦ Ἀντιχρίστου. περὶ τῆς δευτέρας παρουσίας τοῦ υἱοῦ τοῦ θεοῦ.
- 3.8.1
Περὶ τῆς ἑτέρας ὀπτασίας τοῦ Δανιήλ. ἦν δ’ αὕτη κριὸς κερασφόρος καὶ τὰ ἐξῆς. ὅτι τὰ Σοῦσα μητρόπολις ἦν τῶν Περσῶν. ὅτι Καμβύσης παῖς Κύρου, καὶ τοῦτον διεδέξαντο μάγοι, καὶ τούτους ὁ Ὑστάσπου Δαρεῖος. περὶ τοῦ τράγου ὃν εἶδε Δανιὴλ καὶ τί ἐσήμαινεν. ὅτι Ἀλέξανδρος τῶν Περσῶν καὶ Μηδῶν βασιλεὺς κατέστη, καὶ Δαρεῖον ἥττησε, συλλαβὼν τὴν γυναῖκα αὐτοῦ καὶ τὰς θυγατέρας. ὅτι Πέρσαι καὶ Μῆδοι κατέλυσαν τὴν βα- σιλείαν Ἀσσυρίων. περὶ τοῦ Ἀντιόχου τοῦ Ἐπιφανοῦς καὶ τῆς αὐτοῦ κατὰ Ἱερουσαλὴμ ἐπελεύσεως καὶ ὧν ἐποίησεν ἐκεῖ. ἑσπέρα 1) σημαίνει τὴν ἀρχὴν ἀνιαρῶν ἢ τὸν ὅλον χρόνον καθ’ ὅσον ταύτα.
- 3.9.1
Ὅτι ὤφθη τῷ Δανιὴλ ὁ ἄγγελος Γαβριήλ. διὰ τί ἐκλήθη Δανιὴλ ἀνὴρ ἐπιθυμιῶν. ὅτι ἑκάστην ἡμέραν εἰς ἐνιαυτὸν ἐλογίσαντο. 2) ὅτι τὸ σφραγίσαι τοῦ παυθῆναι σημαντικόν. πότε ἤρξατο ὁ ναὸς τῶν Ἰουδαίων οἰκοδομεῖσθαι μετὰ τὴν αἰχμαλωσίαν. ὅτι ἡγούμενος ἐκλήθη ὁ Χριστός.
- 3.10.1
Ὅτι οἶ Ἑβραῖοι κατὰ τὸν σεληνιακὸν δρόμον μετροῦσι τὸν ἐνιαυτόν, ἔχοντες αὐτὸν ἡμερῶν τριακοσίων καὶ πεντήκοντα καὶ τεσσάρων. 3) ὅτι τὸ παράνομον ία τῶν ἱερέων οὐδὲν δοκεῖ.
- 3.11.1
Ἰουδήθ. ὅτι τὰ Ἐκβάτανα βασίλεια τῶν Μηδῶν ἦσαν. περὶ Ἀχιὼρ τοῦ συμβουλεύσαντος τῷ Ὀλοφέρνῃ μὴ στρατεῦσαι κατὰ Ἰουδαίων, καὶ ὅπως αὐτὸν ὁ Ὀλοφέρνης παρέδωκε τοῖς Ἰουδαίοις, ἐλπί- ζων καὶ αὐτὸν συλλαβεῖν μετ’ αὐτῶν 4) καὶ κολάσασθαι. ὅτι ἐστενοχωρήθησαν οἱ Ἑβραῖοι δι’ ἔνδειαν ὔ δ’ ἄτος.
- 3.12.1
Οἴα ἦν Ἰουδήθ. ὅτι ἐξῆλθε πρὸς Ὀλοφέρνην ἡ Ἰουδὴθ στολισαμένη λαμπρῶς καὶ ἀποβαλομένη5) τὴν τῆς χηρείας στολήν. πρόρρησις τῆς Ἰουδὴθ περὶ τῆς Ὀλοφέρνου σφαγῆς. ὅτε ἀπῆλθε πρὸς τὸν Ὀλοφέρνην. ὅτι ἀρχαῖον, ὡς ἔοικε, τοῖς εὐνούχοις τὸ ὑπηρετεῖν εἰς τοιαῦτα. τί ἔστιν ἀκινάκης, καὶ ὅτι δι’ αὐτοῦ ἀνῃρέθη ὁ Ὀλοφέρνης. ὅπως εἰσῆλθε πάλιν εἰς τὴν πόλιν Ἰουδὴθ μετὰ τῆς κεφαλῆς Ὀλοφέρνου, καὶ οἷα συνεβούλευσε μετὰ ταῦτα γενέσθαι. περιτομὴ Ἀχιώρ. ἧττα κατὰ Ἀσσυρίων. ὅτι Ἰουδὴθ ἐστεφανώθη ἐλαίας θαλλῷ 1) καὶ ᾖσεν ᾠδὴν τῷ θεῷ, ᾧ καὶ ἀνέθετο τὴν Ὀλοφέρνου σκήνην.
- 3.13.1
Τωβέτ. ὅτι ἡ Νινευὶ τῶν Ἀσσυρίων μητρόπολις. τύφλωσις Τωβίτ. ὅτι δικαιότατος ὁ Τωβίτ, ὃς καὶ ἐν πενίᾳ τοῦ δικαίου ἐφρόντιξεν. 2) περὶ Σάρρας, ἧς τοὺς ἄνδρας ἀπέπνιγε τὸ συνὸν αὐτῇ δαιμόνιον, ὡς ἐρῶν αὐτῆς. περὶ τοῦ ἀρχαγγέλου Ῥαφαήλ. ὅπως ὁ υἱὸς Τωβὶτ Τωβίας ἀπεστάλη παρὰ τοῦ πατρὸς ἐπὶ τὸ λαβεῖν τὴν παρακαταθήκην, καὶ ὅπως Ῥαφαὴλ ὁ ἀρχάγγελος ὡδήγησεν αὐτόν. περὶ τοῦ ἰχθύος οὗ τὸ ἧπαρ καὶ τὴν χολὴν ἐκελεύσθη Τωβίας φυλάττειν, καὶ ἐδιδάχθη εἰς τί ταῦτα συντελεῖ.
- 3.14.1
Ὅτι Ἀξαρίαν μετωνόμασεν ἑαυτὸν ὁ ἄλλελος Ῥαφαήλ. ὅς ὁ Τωβίας ἰάσατο τὰ λευκώματα τοῦ πατρός. ὅτι ὁ Ῥαφαὴλ ἀπήγγειλε τῷ Τωβὶτ ἄγγελος εἶναι θεοῦ, καὶ ἀποσταλῆναι πρὸς αὐτούς. διήγησις τῶν ἐσομένων Νινευὶ τῇ πόλει κατὰ τὴν πρόρρησιν Ἰωνᾶ ἀπὸ Τωβὶτ πρὸς Τωβίαν τὸν ὒ ἰὸν αὐτοῦ ὑπὸ 3) Ἰερουσαλήμ. ὅτι ἑκατὸν πεντήκοντα καὶ ὀκτὼ ἐτῶν γενόμενος ὁ 4) Τωβὶτ τέθνηκεν. ὅτι τὰ Ἐκβάτανα πόλις τῆς Μηδίας ἐστίν.
- 3.15.1
Περὶ τῆς βασιλείας Μηδῶν καὶ Περσῶν, καὶ ὅτι Ἀστυάγης ἦρχε Μηδῶν, ὁ Καμβύσης δὲ περσῶν. ὅπως οἱ Πέρσαι ἐπολιτεύοντο λίαν ἐννόμως καὶ δικαίως. ὅπως οἱ παῖδες παρὰ Πέρσαις διῆγον. ὅτι μέχρι τοῦ ἑπτακαιδεκάτου ἑκάτου ἐνιαυτοῦ παῖδες ἐλέγοντο, ἑξῆς δ’ ἔφηβοι. ὅπως περὶ τὴν θήραν ἠσχό- ληντο Πέρσαι. ὅτι ἔστιν οὗ καὶ κάρδαμον εἶχον ὄψον. ὅτι κε ἐτῶν οἱ τέλειοι ἦσαν. ὅτι μετὰ τὰ πεντήκοντα ἔτη εἰς τοὺς γηραιοὺς ἐτάττοντο καἰ οὐκέτι ἐστρατεύοντο, ἀλλ’ ἐδίκαζον. ὅτι τοῖς Πέρσαις αἰσχρὸν τὸ ἔχειν περιττώματα.
- 3.16.1
ὅτι μητροπάτωρ Κύρου ὁ Ἀστυάγης ἄρχων μὲν Μηδῶν, πενθερὸς δὲ Καμβύσου ἄρχοντος Περσῶν καὶ πατρὸς Κύρου, καὶ ὅτι ἕτεροι Ἀσσύριοι καὶ ἕτεροι Σύροι. ὅτι ὁ τῶν Ἀσσυρίων βασιλεὺς πολκρατήσας ἐθνῶν καὶ κατὰ Μηδῶν ἐστράτευσεν. ὅτι πρὸς Κυαξάρην ἄρχοντα Μηδῶν τὸν καὶ Δαρεῖον ὁ Καμβύσης ὁ ἄρχων Περσῶν Κῦρον τὸν υἱὸν ἀπέστειλε σύμμαχον κατὰ Ἀσσυρίων. ὅτι λιτότητι οἱ Πέρσαι χαίρουσιν. ὅπως ὁ Κῦρος ἠθέλησε κατὰ Ἀρμενίων ἐλθεῖν. ὅτι ἐγγίζουσι τὰ ὅρια Μηδῶν καὶ Ἀρμενίων. περὶ Χρυσάντα καὶ ὅπως πρὸς τὸν Ἀρμένιον ὁ Κῦρος. ὅτι οὐκ ἦν πόλις ἐν Ἀρμενίᾳ ἑάλωσαν πάντες οἱ οἰκεῖοι τοῦ Ἀρμενίου καὶ αὐτὸς προσῆλθεν.
- 3.17.1
ὅπως ὁ Κῦρος λαβὼν χρήματα παρὰ τοῦ Ἀρμενίου καὶ συμμαχίαν διέλυσε τὴν μάχην. ὅτι ὅμοροι Ἀρμένιοι καὶ Χαλδαῖοι. συνέλευσις Μηδῶν καὶ Ἀσσυρίων εἰς πόλεμον. τί ἐστι παρασάγγης. συμβολὴ Περσῶν καὶ Μηδῶν μετὰ Ἀσσυρίων, καὶ ἧττα Ἀσσυρίων. ὅτι ἀφέντες νυκτὸς οἱ Ἀσσύριοι ἔφυγον καὶ ὁ 1) Κῦρος σὺν Κυαξάρῃ διέβησαν τὸ τῶν Ἀσσυρίων χαράκωμα, καὶ ὁ Κῦρος ἐδίωξεν ὀπίσω αὐτῶν, προσελθόντων αὐτῷ καὶ τῶν Ὑρκα- νίων, οὑς συνομόρους εἶχον καὶ συμμάχους Ἀσσύ- ριοι. ὅτι κατέλαβε τοὺς Ἀσσυρίους ὁ Κῦρος , οἱ δὲ καὶ ἔτι ἔφευγον.
- 3.18.1
ὅτι καὶ γυναῖκες εἵποντο Κροίσῳ τῷ συμ- μάχῳ τῶν Ἀσσυρίων. ἅμαξαι καὶ ἁρμάμαξαι. ὅτι, ὡς ἔοικε, μέχρι τότε οὐκ ἦν παρὰ Πέρσαις ἱππικόν. τί διελέχθη πρὸς τοὺς αἰχμαλώτους Ἀσσυρίους ὁ Κῦρος. διαμερισμὸς τῶν ἐξ Ἀσσυρίων λαφύρων, ἐξ ὧν τοὺς ἵππους οἶ Πέρσαι ἔλαβον, ἴνα καὶ αὐτοὶ ἱππεῖς γένωνται, μὴ πρὶν ὄντες.
- 3.19.1
Περὶ προσελεύσεως Γωβρύου πρὸς Κῦρον· ὁ δὲ Γωβρύας Ἀσσύριος ἦν. ὅρα εἰς ὅρκου τύπον τὸ λαμβάνειν καὶ διδόναι τὴν δεξιάν. τὰ ἐπινεμηθέντα τῷ Κύρῳ λάφυρα, ἐν οἶς ἦν καὶ ἡ τοῦ Ἀβραδάτου γυνή. ὅτι εἰς Βαβυλῶνα ἔρχεται πάλιν Κῦρος κατὰ Ἀσσυρίων. ὅτι ἐζήτησε Κῦρος μονομαχῆσαι μετὰ τοῦ ἄρχοντος Βαβυλῶνος. ὁ δὲ εἶπε μὴ εἶναι παρεσκευασμένος , καὶ ἀνέμεινε τὴν παρασκευὴν ἐκείνου Κῦρος. περὶ Γαδάτα, ὃς εὐνοῦχος ὢν ἦΝ χεν. προσέλευσις πρὸς Κῦρον τοῦ Γαδάτα, ὃς τῶν Ἀσσυρίων ἦν. ἑτέρων ἐθνῶν προσέλευσις πρὸς Κῦρον. ὅτι ἀρχαῖον τοῖς βασιλεῦσι τὸ δέσποτα.
- 3.20.1
ὅπως εὐζώνως ἐξήλασε Κῦρος συμμαχῆσαι Γαδάτᾳ, καὶ ὅπως αὐτὸν ἀνελπίστως ἐρρύσατο τῆς ἐνέδρας. ἧττα Καδουσίων 2) συμμάχων Κύρου. δῶρα παρὰ Γαδάτου τῷ Κύρῳ, ἐν οἷς καὶ ἵπποι, δι’ ὧν μυρίους τοὺς οἰκείους ἱππεῖς ὁ Κῦρος ἐποίη- σὸν. ὅτι φρούρια κατέσχε Σύρων ἐν μεθορίοις Σύρων καὶ Μηδῶν ὁ Κῦρος. ὅτι ἠχθέσθη ὁ Κυαξά- ρης ἰδὼν τῷ Κύρῳ τῷ οἰκείῳ 1) συμμάχῳ πσρεπομένην πολλὴν δύναμιν ὑπὲρ τὴν ἑαυτοῦ , καὶ ὅπως αὐτοῦ τὴν λύπην κατέπαυσεν ὁ Κῦρος.
- 3.21.1
Κύρου συμβουλὴ ὅπως χρὴ χειμῶνος τος λῦσαι τὸν πόλεμον. ὅτι ἀεὶ ἀεὶ ’ν τοὺ ’ς οἰκείους ἤθελε Κῦρος, ἵνα, φησίν, ὑγιαίνοιεν. περὶ Ἀράσπα, καὶ ὅπως ἤρα τῆς γυναικὸς ἣν ἐφύλαττε τῷ Κύρῳ, καὶ ὅπως αὐτῆς μὴ πεισθείσης τῷ Ἀράσπᾳ καίτοι βιαζομένῳ ὁ Κῦρος ἔμαθε, καὶ οὐκ ὠργίσθη, ἀλλὰ συνέγνω αὐτῷ ὡς ἀνθρώπῳ , εἰπὼν καὶ θεοὺς ἐρᾶν, ‘‘ἑαυτὸν μᾶλλον’’ εἶπεν ‘‘ αἰτιῶμαι ὅτι συγκα- θεῖρξα τῷ Ἀράσπᾳ θηρίον τοιοῦτον ἄμαχον, τὴν γυναῖκα δηλονότι. ὅτι κατὰ συμβουλὴν Κύρου ἔδοξε φεύγειν Ἀράσπας 2), καὶ ἀπῆλθε πρὸς τὸν Ἀσσύριον ἐπὶ τῷ μαθεῖν τὰ κατ’ αὐτόν, καὶ ἡ Πάνθεια, τοῦτο γὰρ ὄνομα τῇ γυναικί, ἐζήτησεν ἐλθεῖν ἀντὶ Ἀράσπα εἰς 3) φίλον Κύρου καὶ ὑπηρετεῖν τὸν ἄνδρα αὐτῆς Ἀβραδάταν, ὁ καὶ γέγονε. καὶ ἐλθὼν ὁ Ἀβρα- δάτας, καὶ μαθὼν τὰ πρὸς τὴν γυναῖκα αὐτοῦ Πάνθειαν καὶ τὴν σωφροσύνην Κύρου, ηὐχαρίστει αὐτῶ.
- 3.22.1
Ἀποστολὴ χρημάτων τῷ Κύρῳ παρὰ τοῦ Ἰνδοῦ καὶ φιλίας ἀρχή. ὅτι εἶχε μυρίους ἱππεῖς ὁ Κῦρος καὶ ἅρματα δρεπανηφόρα ἑκατόν, καὶ ὁ ἀβραδάτας ἑκατόν, καὶ τὰ Μηδικὰ ἑκατόν, καὶ ὅτι ἑκάστη κάμηλος εἶχε τοξότας δύο. πάλιν Κύρου συνέλευσις κατὰ Ἀσσυρίων. ὅτι χιλὸς ἐνταῦθα ἡ τῶν ἀλόγων τροφή. ὑποστροφὴ Ἀράσπου καὶ ἐγκώμιον αὐτοῦ ἀπὸ Κύρου. ὅτι ἡ Πάνθεια τὸν ἑαυτῆς 1) κόσμον συνέκοψεν εἰς ὁπλισμὸν τῷ ἀνδρί. ὅτι κόσμον ἡγεῖτο τόν ἄνδρα, καὶ οἶα αὐτῷ προσεφθέγ- ξατο ὁπλιζομένῳ, καὶ ὅπως ηὐχαρίστει Κύρῳ, ὡς συντηρήσαντι ταύτην ἀνύβριστον. οἷα εἶπε πρὸς Πάνθειαν ὁ ἀνήρ.
- 3.23.1
ὅπως ἀντέταξε τοὺς ἑαυτοῦ τοῖς τοῦ Κύρου ὁ Κροῖσος. ὅτι ὁ παιὰν ᾠδή ἐστι πολέμου. ὅτι αἱ κάμηλοι τοῖς ἵπποις δειλίαν ἐνέβαλον. συμβολὴ Περσῶν καὶ Αἰγυπτίων , ἐν οἶς καὶ ὁ Ἀβραδάτας, ὃς ἐκπεσὼν τοῦ ἅρματος κατεκόπη. ὅτι πεσών τις μαχαίρᾳ τὸν ἵππον τοῦ Κύρου ἔπληξε, καὶ οὕτως ὁ Κῦρος ἐκ τοῦ ἵππου κατεβλήθη. ὅτι κυκλωθέντες οἱ Αἰγύπτιοι ὑπὸ τῶν πολεμίων, καὶ μὴ δυνάμενοι ἀντέχειν, ὑπὸ ταῖς ἀσπίσιν ἐκάθηντο ἄπρακτοι, εἶτα ῥίψαντες τὰ ὅπλα ἔφευγον. ἐστρατοπεδεύσατο ἀντὶ τοῦ ἦλθεν εἰς τὸ στρατόπεδον.
- 3.24.1
Ὅτι Κῦρος Κροίσου φυγόντος ἐπὶ Σάρδεις καὶ αὐτὸς ἐκεῖ ἀπῆλθεν. εἶλε δὲ καὶ τὴν ἀκρόπολιν. 2) πρόσρησις)) Κροίσου πρὸς Κῦρον καὶ πρό- κλησις μὴ διαρπάσαι τὴν πόλιν , ἀλλὰ λαβεῖν ἡσυχῇ τὰ χρήματα. περὶ τοῦ θανάτου τοῦ Ἀβραδάτου καὶ ὅσα εἶπεν ἡ γυνὴ πρὸς Κῦρον, καὶ ὅπως ἀπέσφαξ ν ἑαυτήν. ὅπως ὁ Κῦρος Ἀβραδάτην καὶ τὴν Πάνθείαν ἔθαψε μεγαλοπρεπῶς.
- 3.25.1
Περὶ Καρῶν καὶ τῶν ἐπὶ Φρυγίαν τὴν 4) παρ’ Ἑλλήσποντον. περὶ τῶν ἁμαξῶν τῶν ἑλκουσῶν τὰ χρήματα ἃ ἔδωκεν ὁ Κροῖσος, καὶ οἷον εἶπε λόγον ὁ Κῦρος. περὶ τῆς μεγάλης Φρυγίας. πολιορκία Βαἑαυτῆς βυλῶνος καὶ μετένεξις τοῦ ποταμοῦ Εὐφράτου καὶ κατάσχεσις τῆς πόλεως δι’ αὐτοῦ. ὅπως πρώτως τὰ βασίλεια κατεσχέθησαν. ὅτι ὁ ἁλοὺς βασιλεὺς Ἀσσυρίων ἐν Βαβυλῶνι ὁ Βαλτάσαρ ἦν, ᾧ καὶ ἡ χεὶρ ὤφθη κατὰ τὸν τοῖχον, ὥς φησι Δανιὴλ ὁ προφήτης.
- 3.26.1
Ὅτι ἐκτομίας εἶχεν ὁ Κῦρος ὑπηρέτας. οἵα ἦν ἡ διαγωγὴ Κύρου καὶ τῶν περὶ αὐτὸν ὡς λίαν καλή. ὅπως τὸν Κροῖσον ὁ Κῦρος ἤλεγξε κακῶς. ὅτι κόσμον οἰκεῖον ὁ Κῦρος ἡγεῖτο τὸν κόσμον τῶν ὑπηκόων. διὰ1) τί περὶ τὴν ἀριστερὰν τοὺς οἰκειοτάτους2) ἐκάθισεν. ὅτι πολλὰ ἔλεγεν ἔχειν ὁ Κῦρος χρήματα, ἵνα τοῖς ἀξίοις αὐτὰ διανέμῃ, οὐ μήν γε3) ἑαυτοῦ χάριν.
- 3.27.1
Ὅτι εἰς τὰ οἰκεῖα Κύρφοι ὑποστρέφοντι4) δέδωκε Κυαξάρης5) καὶ ἄλλα μέν, ἀλλὰ καὶ τὴν θυγατέρα γυναῖκα καὶ τὴν χώραν Μηδῶν. ὁ δὲ μὴ ἄλλως λαβεῖν εἶπεν, εἰ μὴ συναινέσει τῶν γονέων. ὃ δὴ καὶ ἐποίησεν , ἀπελθὼν ἐκεῖ καὶ δοὺς πᾶσι τοῖς Πέρσαις δῶρα πολλά. ὅτι πάλιν εἰς Βαβυλῶνα ὑπέστρεψε, καὶ ὅσα κατέσχεν ἔθνη, ἐν οἷς ἦν καὶ Κύπρος. περὶ τῶν λεγομένων κοντούρων. ὅτι τὰ πρὸς Συρίαν ἔθνη οἰκοῦντα ὑπέταξε καὶ Αἴγυπτον. καὶ ὅθεν ἤρχετο αὐτῷ ἡ ἐξουσία. καὶ ὅπως δι’ ὅλου τοῦ ἐνιαυτοῦ περιῄει τὴν οἰκείαν ἐπικράτειαν. καὶ ὅτι γέρων γέγονεν, οἶά τε διελέχθη τοῖς οἰκείοις καὶ τίωας νᾶς κατέλειψε διαδόχους. ὅτι ὁ ‘Πρόδοτος ἄλλως τὰ κατὰ τὸν Κῦρον ἱστόρησεν.
- 4.1.1
Ὅτι μόναι αἱ δύο φυλαὶ ἀνέβησαν εἰς Ἱεροσόλυμα. περὶ τοῦ ἔθνους τῶν Χουθαίων. ὅτι Καμβύσης τὴν ἀρχὴν Κύρου διεδέξατο, ὃς καὶ ἐκώλυσε τὴν ἀνοικοδομὴν τοῦ ναοῦ, βασιλεύσας ἔτη ἑπτά. περὶ Καμβύσου, καὶ ὅπως αὐτὸν διεδέξατο Σμέρδης ὁ μάγος. καὶ ὅς ὁ Καμβύσης τὸν ἀδελφὸν Σμέρδην ἐξ ὀνείρου δειματωθεὶς ἀπέκτεινεν. ὅπως ὁ Καμβύσης ἀπέθανεν ἐν Ἐκβατάνοις τῆς Συρίας, κεχρηματισμένον σχὼν τοῦτο.
- 4.2.1
Ὅτι ὁ μάγος Σμέρδης 1) ὡς υἱὸς τοῦ Κύρου ἐκράτησεν, ἠλέγχθη δ’ ὕστερον ἕτερος εἶναι παρ’ ἐκεῖνον, ὡς μὴ ἔχων ὦτα· ἀπετμήθη γὰρ ταῦτα διὰ πταῖσμα παρὰ τοῦ Κύρου. ἐπανάστασις κατὰ Σμέρδου. ὅπως ὁ Πρηξάσπης τεθνάναι τὸν υἱὸν Κύρου Σμέρδην 2) ἐκήρυξεν, καὶ ἕτερον δὲ ὁμώνυμον εἶναι τὸν κρατοῦντα, καὶ ὅπως οὗτος διὰ τοῦτο ἀπέθανεν. ὅς οἱ μάγοι ἀνῃρέθησαν, ὧν εἷς ὁ Σμέρδης. 3)
- 4.3.1
ὅπως ἐκράτησε Περσῶν Δαρεῖος 4) ὁ Ὑστάσπου ἐκ περινοίας τοῦ οἰκείου ἱπποκόμου. τί ηὔξατο τῷ θεῷ, εἰ κρατήσει, ὁ Δαρεῖος. οἷα προέθετο ἐρωτήματα ὁ Δαρεῖος τοῖς οἰκείοις φίλοις, καὶ οἷα ὑπέσχετο τῷ διαλύσοντι ταῦτα. ὅτι ὁ Ζοροβάβελ ἐν τούτοις ἠρίστευσε, τοῦ οἴνου καὶ τῶν βασιλέων τὴν γυναῖκα κρειττονεύειν εἰπών. ὅτι ἐξ αἰτήσεως Ζοροβάβελ τὴν ἀνοικοδομὴν τοῦ ναοῦ καὶ Δαρεῖος δι’ αὐτοῦ γενέσθαι.
- 4.4.1
Δευτέρα ἀνάβασις εἰς Ἱεροσόλυμα μετὰ τοῦ· Ζοροβάβελ. οἱ δὲ ἀναβάντες μυριάδες υξβ΄ καὶ χιλιάδες ἡ, ἄνευ ὑπηρετῶν. περὶ Σαμαρειτῶν καὶ ὅπως ἠχθέσθησαν. πότε ἦν Ἀγγαῖος καὶ Ζαχαρίας οἱ προφῆται. ὅτι ὁ Δαρεῖος ἐπέτρεπε δίδοσθαι τοῖς Ἰουδαίοις καθ’ ἑκάστην τὰ εἰς θυσίαν συντελοῦντα ζῷα καὶ τὴν σεμίδαλιν. ὅτι δι’ ἐτῶν ἑπτὰ ὁ ναὸς ἐκτίσθη. πότε ἐβασιλεύοντο οἱ Ἰουδαῖοι καὶ πότε ὑπὸ κριτῶν ἤρχοντο.
- 4.5.1
ὅτι τὸν Δαρεῖον Ξέρξης διεδέξατο καὶ εὐσεβῶς περὶ τὸν ναὸν καὶ αὐτὸς διετέθη, ὅτε καὶ Ἔσδρας ἀνεσώθη ἐκ Βαβυλῶνος εἰς Ἱεροσόλυμα μετὰ πολλοῦ πλήθους Ἰουδαίων. ὅτι πολλαὶ μυριάδες πέραν Εὐφράτου μεμενήκασιν Ἰουδαίων. περὶ Νεεμίου τοῦ Ἑβραίου, ὅπως καὶ αὐτὸς ἐκ Βαβυλῶνος εἰς Ἱεροσόλυμα ἦλθε καὶ τὸ τεῖχος ἀνῳκοδόμησεν. ὅτι πρώτη ἡ τοῦ Ἰούδα φυλὴ ἐκ Βαβυλῶνος ἀνέβη, ὅθεν καὶ Ἰουδαῖοι οἱ ἐν Ἰερουσαλὴμ ἐκλήθησαν.
- 4.6.1
Ὅτι τὸν Ξέρξην υἱὸς Κῦρος 1) ὁ καὶ Ἀρτα- ξέρξης διεδέξατο. περὶ Ἐσθήρ, ἣν ἔλαβε γυναῖκα ὁ Ἀρταξέρξης, καὶ περὶ Μαρδοχαίου. ὅτι νόμον ἔθετο Ἀρταξέρξης μηδένα οἱ ἄκλητον ἐπὶ θρόνου καθη- μένω προσέρχεσθαι. ὅπως ὁ Μαρδοχαῖος ἐπιβουλὴν ἐμήνυσε κατὰ τοῦ βασιλέως. ὁ Ἀμὰν Μαρδοχαῖον ἀνασταυρῶσαι ἠβούλετο , ἀλλ’ ἐσταυρώθη ἐκεῖνος προνοίᾳ θεοῦ. ὅτι 2) Ἐσθὴρ γνοῦσα τὴν μελετωμένην τῶν Ἰουδαίων ἀπώλειαν παρὰ Ἀμὰν διὰ τὸν Μαρδοχαῖον ἐδεήθη πρότερον τοῦ θεοῦ, εἶτα καὶ ἄκλητος εἰσῄει πρὸς βασιλέα, καὶ διὰ τοῦτο θορυβουμένου ἔπεσε πρὸ ποδῶν αὐτοῦ ἀχανής, καὶ ὅπως εἰς δεῖπνον αὐτὸν ἐκάλεσε καὶ τὸν Ἀμάν. ὅτι πεντήκοντα πήχεων ἦ ’ν τὸ ξύλον, ἐν ᾧ τὸν Μαρ- δοχαῖον ὁ Ἀμὰν ἀνασταυρῶσαι ἐμελέτα. ὅπως 1) ἀνεμνήσθη ὁ βασιλεὺς τοῦ Μαρδοχαίου διὰ τὴν ἐπιβουλήν, καὶ ὅτι διὰ τοῦτο ἐκεῖνον ἐτίμησεν. οὕτω διασκεδάζει βουλὰς πονηρὰς ὁ θεός.
- 4.7.1
Ὅπως ὁ Ἀμὰν ἐκρεμάσθη εἰς τὸ ξύλον, ὃ κατὰ τοῦ Μαρδοχαίου ἡτοίμαζεν. ὅτι καὶ οἱ τοῦ Ἀμὰν παῖδες ἀνεσταυρώθησαν. ὅπως Ἰωάννας τὸν οἰκεῖον ἀπέκτεινεν ἀδελφὸν ἐν τῷ ναῷ. ὅπως τὸν ἀδελφὸν τοῦ ἀρχιερέως συνοικήσαντα ἀλλοφύλῳ γυναικὶ ἐκώλυον ἀπὸ τοῦ ναοῦ. περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ τοῦ ἐν τῷ Γαριζὶν τοῦ2) ἐν τῇ Σαμαρείᾳ.
- 4.8.1
Ἀρχὴ τῆς κατὰ τὸν Ἀλέξανδρον ἱστορίας. τίνος υἱὸς ἦν Ἀλέξανδρος. οἶον ὄνειρον εἶδε Φίλιππος ἐγκυμονούσης τῆς γυναικὸς τὸν Ἀλέξανδρον καὶ πότε ἐγεννήθη. περὶ τοῦ σώματος Ἀλεξάνδρου. περὶ τοῦ ἵππου τοῦ Βουκεφάλου. ὅτι ὁμιλητὴς Ἀριστο- τέλους ἐγένετο. ὅτι καὶ πρακτικὸς ἰατρὸς ἦν ὁ Ἀλἐξανδρος.
- 4.9.1
Ὅτι εἰκοσαετὴς τῆς βασιλείας ἐκράτησεν. περὶ Τιμοκλείας τῆς τὸν βιασάμενον αὐτὴν εἰς τὸ φρέαρ βαλούσης. οἷα ὁ Σινωπεὺς Διογενὴς πρὸς Ἀλέξανδρον εἶπεν. τὸ φιλότιμον Ἀλεξάνδρου. ὅσων ἐκράτησε πόλεων. περὶ Ἀκαρνᾶνος τοῦ ἰατροῦ, καὶ ὅπως ἐξ αὐτοῦ τὸ φάρμακον3) ἔλαβεν Ἀλέξανδρος, καὶ ἀντέδωκε τὴν τῆς συκοφαντίας ἐπιστολήν. ἡ ἐν Ἰσσῷ συμπλοκὴ Δαρείου καὶ Ἀλεξάνδρου καὶ ἡ Δαρείου ἧττα. περὶ τῆς γυναικὸς καὶ τῆς μητρὸς Δαρείου ἁλουσῶν παρὰ Ἀλεξάνδρου.
- 4.10.1
Ὅτι καὶ Δαμασκὸν εἷλεν Ἀλέξανδρος καὶ Κύπρον καὶ Φοινίκην. περὶ τοῦ κατ’ ὄναρ Σατύρου. περὶ τῆς κατ’ Αἴγυπτον Ἀλεξανδρείας καὶ τοῦ κατ’ ὄναρ Ὁμήρου καὶ ὅτι νῆσος ἦν αὕτη πρότερον. περὶ τῶν κατὰ τὴν ἐν ἐρήμῳ διάβασιν Ἀλεξάνδρου ἐξαισίων. πῶς παῖς Δῖός ἐλογίσθη ὁ Ἀλεξάνδρου ὅτι λύτρα ὁ Δαρεῖος ἔπεμψε, καὶ οὐκ ἔλαβε ταῦτα 1) Ἀλέξανδρος. περὶ τοῦ θανάτου τῆς γυναικὸς Δαρείου. περὶ τῆς μαρτυρίας τῆς πρὸς Δαρεῖον διὰ τὴν Ἀλεξάνδρου σωφροσύνην.
- 4.11.1
ὅτι Ἀλέξανδρος οὐ λάθρᾳ συμβαλεῖν ἤθελε τοῖς πολεμίοις. φυγὴ Δαρείου. ὅσον πλοῦτον εὑρεν Ἀλέξανδρος τοῦ Δαρείου. ὅπως ὠνείδιζε τοὺς τρυφῶντας Ἀλέξανδρος. τί ἔλεγεν Ἀλέξανδρος περὶ τῶν γογγυζόντων εἰς αὐτόν. περὶ τῆς δίψης ἣν εἶχεν Ἀλέξανδρος διώκων Δαρεῖον. ὅπως ἐν τῷ 20) θανάτῳ Ἀλέξανδρος τὸν Δαρεῖον ἐτίμησε, τὸν δ’ ἀνελόντα διεσφενδόνησεν. περὶ Ὑρκανίας καὶ τοῦ Κασπίου πελάγους.
- 4.12.1
ὅτι Ἀλέξανδρος βαρβαρικὴν στολὴν ἐνδυσάμενος τοῖς Μακεδόσιν οὐκ ἤρεσεν. καὶ περὶ Ῥωξάνης, ἣν Ἀλέξανδρος ἔγημεν. ὅπως παρὰ Ἀλεξάνδρου Φιλώτας καὶ Κλεῖτος. ὅσα ὁ Ταξίλης καὶ οἶα ἐμήνυσεν ’ Ἀλεξάνδρῳ κατὰ τῆς Ἰνδικῆς ἐρχομένῳ χώρας.
- 4.13.1
Περὶ Πώρου τοῦ τῆς Ἰνδικῆς ἄρχοντος, οἷος ἦν τὸ σῶμα. ὅσα ὁ Ἀλέξανδρος ἤλγησε τοῦ Βουκεφάλα 30 ἵππου θανόντος, καὶ περὶ τοῦ ποταμοῦ Γάγγη, ὅσος ἦν κατ’ εὖρος καὶ βάθος. ὅτι λ Μαλλοὶ ἔθνος Ἰνδικόν. ὅπως Ἀλέξανδρος πρῶτος ὥρμα ἐν τοῖς πολέμοις1) καὶ τυχαίως ἐνίκα.
Next → — showing 1–100 of 483
First Thousand Years of Greek. CTS URN tlg3135.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.