De Resurrectione
- 1.45.3.1
πρόσσχες γὰρ ὅπως ὥσπερ ἀκοντιστὴς ὁ ἀπόστολος δεινὸς συνεστραμμένα ῥήματα τῶν λόγων εἰς μέσον ἐμβαλὼν ἀσαφῆ μὲν καὶ ἐπικεκαλυμμένην μένην ποιεῖται εἰς βάθος τῶν ἀναγνωσμάτων τὴν ἐξεργασίαν, ἀληθεστάτην δὲ καὶ ὀρθόδοξον καὶ μηδὲν ἔχουσαν ἀπημελημένον ἢ δύσφημον.
- 1.45.4.1
τοῖς μὲν μὴ μετὰ σπουδῆς ἀλλὰ ἀγεννῶς ἐγκύπτουσι τοῖς λόγοις ἀσυνάρτητα ἔσθ᾿ ὅτε δοκεῖ καὶ ἀσύμφωνα λέγειν, τοῖς δ᾿ αὖ σπουδαίως καὶ λογισμῷ νήφοντι ὁπόσης τάξεως ἔμπλεα καὶ ἀληθείας.
- 1.45.5.1
Δι᾿ ἀκριβείας μὲν οὖν περὶ τούτων διεξιέναι τὰ νῦν ἱκανὸν ἂν γένοιτο αὐτὸ καθ᾿ ἑαυτὸ μόνον ἔργον. καὶ γὰρ γελοῖον καταλείψαντάς σου τὴν σκέψιν, ἧς ἕνεκα ταύτην ἐστειλάμεθα, εἰς ἄλλα μετιέναι. ταῦτα γὰρ ἡμῖν εἴρηται διὰ τὴν τῶν ἐθελοκακούντων τιμωρὸν δίκην.
- 1.45.6.1
ἀποδειχθέντος τοίνυν ἐνδηλότατα, τὸν θάνατον τῷ ἀνθρώπῳ μεμηχανῆσθαι μὴ ἐπὶ κακῷ τινι, ἀλλὰ <ἐπ᾿ ἀγαθῷ> , χρὴ λοιπὸν τὸν μὴ φαύλως τούτοις ἐγκύπτοντα περὶ τῆς ἀναστάσεως νοεῖν τοῦ σώματος. πῶς γὰρ οὐκ ὠφέλιμος ὁ θάνατος, διαφθείρων ἡμῶν τὰ ληΐζοντα τὴν φύσιν, εἰ καὶ παρὰ τὸν καιρὸν ἐπαχθής, καθ᾿ ὃν προσφέρεσθαι δοκεῖ καθάπερ αὐστηρότατον τῷ νοσοῦντι φάρμακον; καὶ ἵνα μὴ πολλάκις τὰ αὐτὰ περὶ τῶν αὐτῶν διαλεγώμεθα, φέρε καὶ ἀπὸ τῆς ᾠδῆς ἔτι τοῦ Δευτερονομίου βεβαιώσαντες τὸν λόγον ἴωμεν τὰ ἑξῆς διαληψόμενοι.
- 1.46.1.1
Τὸ γάρ »ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου« λεγόμενον ὑπὸ τοῦ θεοῦ τί ἄλλο διδάσκειν βούλεται ἢ ὅτι διὰ τοῦτο τὸ σῶμα πρῶτον ἀποκτέννυται καὶ θνῄσκει, ἵνα αὖθις ἀνασταθῇ καὶ ζήσῃ; πατάσσεται πρῶτον καὶ θραύεται, ἵνα σῶον αὖθις πλασθῇ καὶ ὑγιές.
- 1.46.2.1
καὶ οὐδὲν ἐξελέσθαι ὅλως τὸ σύνολον τῆς μεγάλης καὶ κραταιᾶς αὐτοῦ χειρὸς πρὸς ἀπώλειαν καὶ ὄλεθρον σθένει, οὐ πῦρ, οὐ θάνατος, οὐ σκότος, οὐ χάος, οὐ φθορά. »τίς γὰρ ἡμᾶς« φησίν »χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;« —ὃς ἑρμηνεύεται χεὶρ τοῦ πατρὸς καὶ λόγος —» θλίψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ λιμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μάχαιρα; καθὼς γέγραπται ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς«, ἀληθέστατα, ἵνα πληρωθῇ, καθὼς ἔφην, τό »ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω καὶ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται« »ἡμᾶς« »ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ« πρὸς ἀπώλειαν. διὸ καὶ »ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς«, ἵνα ἀποθανόντες »τῇ ἁμαρτίᾳ« ζήσωμεν »τῷ θεῷ«.
- 1.46.3.1
—καὶ ταῦτα μὲν μέχρι τοσούτου διεσκέφθω· τὰ δὲ συνεχῆ τούτοις ὧδε πάλιν προχειριστέον.
- 1.47.1.1
Εἰ πᾶν τὸ γεννώμενον νοσεῖ — προτείνει γὰρ οὕτως ὁ ἐξ ἐναντίας — καὶ κατὰ τὴν γένεσιν καὶ κατὰ τὴν τροφὴν (ἀπὸ τῶν προσιόντων γάρ, φησίν, αὔξεται, καὶ ἀπὸ τῶν ἀπιόντων ἐλαττοῦται), τὰ δὲ μὴ γεννώμενα ὑγιαίνει, ὅτι μὴ νοσεῖ μηδὲ προσδεῖται ἢ ἐπιθυμεῖ, ἐπιθυμεῖ δὲ τὰ γεννώμενα καὶ συνουσίας καὶ τροφῆς, τὸ δὲ ἐπιθυμεῖν νοσεῖν ἐστι, τὸ δὲ μὴ δεῖσθαι μηδὲ ἐπιθυμεῖν ὑγιαίνειν, νοσεῖ δὲ τὰ γεννώμενα, ὅτι ἐπιθυμεῖ, τὰ δὲ μὴ γεννώμενα οὐ νοσεῖ, πάσχει δὲ τὰ νοσοῦντα ἢ κατὰ πλῆθος ἢ ἔνδειαν τῶν προσγινομένων καὶ ἀπογινομένων, τὸ δὲ πάσχον καὶ φθίνει καὶ ἀπόλλυται, διόπερ καὶ γεννᾶται, γεννᾶται δὲ ὁ ἄνθρωπος, — οὐ δύναται ἄρα ἀπαθὴς εἶναι ὁ ἄνθρωπος καὶ ἀθάνατος.—
- 1.47.2.1
καταπίπτει μὲν οὖν καὶ ἐπὶ τούτοις αὐτοῖς ὁ λόγος. εἰ γὰρ πᾶν τὸ γιγνόμενον ἢ γεννώμενον ἀπόλλυται (διαφέρει γὰρ οὐδὲν οὕτως εἰπεῖν, ἐπειδὴ καὶ οἱ πρωτόπλαστοι οὐκ ἐγεννήθησαν, ἀλλ᾿ ἐγενήθησαν), γενητοὶ δὲ καὶ οἱ ἄγγελοι καὶ αἱ ψυχαί (ὁ »ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα«), ἀπόλλυνται ἄρα οἱ ἄγγελοι κατ᾿ αὐτοὺς καὶ αἱ ψυχαί. ἀλλ᾿ οὔτε οἱ ἄγγελοι οὔτε αἰ ψυχαὶ ἀπόλλυνται· ἀθάνατα γὰρ ταῦτα καὶ ἀδάμαστα, καθὼς ὁ ποιήσας εἶναι βεβούλευται. ἀθάνατος ἄρα καὶ ὁ ἄνθρωπος.
- 1.47.3.1
οὐκ ἀρεστὸν δὲ <οὐδ᾿> ἐκεῖνο, τὸ λέγειν εἰς ἄρδην ἀπολεῖσθαι τὸ πᾶν, καὶ γῆν καὶ ἀέρα καὶ οὐρανὸν μὴ ἔσεσθαι. ἐκπυρωθήσεται μὲν γὰρ πρὸς κάθαρσιν καὶ ἀνακαινισμὸν καταβασίῳ πᾶς ὁ κόσμος κατακλυζόμενος πυρί, | οὐ μὴν εἰς ἀπώλειαν ἐλεύσεται παντελῆ καὶ φθοράν.
- 1.47.4.1
εἰ γὰρ κρεῖττον τὸ μὴ εἶναι τοῦ εἶναι τὸν κόσμον, διὰ τί τὸ χεῖρον ᾑρεῖτο ποιήσας τὸν κόσμον ὁ θεός; ἀλλ᾿ οὐδὲν ὁ θεὸς ματαίως ἢ χεῖρον ἐποίει. οὐκοῦν εἰς τὸ εἶναι καὶ μένειν τὴν κτίσιν ὁ θεὸς διεκοσμήσατο, καθάπερ καὶ ἡ Σοφία συνίστησιν· »ἔκτισε γὰρ εἰς τὸ εἶναι« λέγουσα »τὰ πάντα ὁ θεός, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου«.
- 1.47.5.1
καὶ ὁ Παῦλος δὲ σαφῶς μαρτυρεῖ λέγων· »ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται. τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ᾿ ἐλπίδι, ὅτι καὶ αὐτὴν ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ«. »τῇ γὰρ ματαιότητι« φηςίν »ἡ κτίσις ὑπετάγη«, ἐλευθερωθήσεσθαι« δὲ »τῆς« τοιαύτης »δουλείας« προσδοκᾷ, κτίσιν τὸν κόσμον τοῦτον βουλόμενος νῦν καλεῖν. οὐ γὰρ »τὰ μὴ βλεπόμενα« τῇ φθορᾷ δουλεύει, ἀλλὰ ταῦτα δὴ »τὰ βλεπόμενα«.
- 1.47.6.1
μένει ἄρα ἡ κτίσις εἰς τὸ ἄμεινον ἀνακαινοποιηθεῖσα καὶ εὐπρεπέστερον, ἀγαλλομένη καὶ χαίρουσα ἐπὶ τοῖς τέκνοις τοῦ θεοῦ τῇ ἀναστάσει, δι᾿ οὓς στενάζει καὶ συνδίνει νῦν, τὴν ἐπολύτρωσιν ἠμῶν ἐπὸ τῆς φθορᾶς καὶ αὐτὴ τοῦ σώματος ἐκδεχομένη, ὅπως ἡμῶν ἐγερθέντων καὶ ἀποτιναξαμένων τὴν νεκρότητα τῆς σαρκός, κατὰ τὸ γεγραμμένον »ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι καὶ κάθισον, Ἱερουσαλήμ«, ἐλευθερωθέντων τε τῆς ἁμαρτίας »ἐλευθερωθήσεται« καὶ αὐτὴ »τῆς φθορᾶς«, μηκέτι τῇ ματαιότητι δουλεύουσα, ἀλλὰ τῇ δικαιοςύνῃ.
- 1.47.7.1
»οἴδαμεν γάρ«, φηςίν, »ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ τῦν. οὐ μόνον δέ ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν τὴν υἰοθεςίαν δέ· »ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ (φηςί) ποιῶ, μένει ἐνώπιόν μου, λέγει κύριος, οὕτως ἔσται τὸ σπέρμα ὐμῶν καὶ τὸ ὄνομα ὑμῶν«. καὶ πάλιν· »οὕτως λέγει κύριος ὁ ποιήσας τὸν οὐρανόν, οὗτος θεὸς ὁ κατασκευάσας τὴν γῆν καὶ ποιήσας αὐτήν· αὐτὸς διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτήν, ἀλλὰ κατοικεῖσθαι «.
- 1.47.8.1
| ὄντως γὰρ οὐκ εἰς κενὸν οὐδὲ εἰς μάτην πρὸς ἀπώλειαν ἔκτισε, κατὰ τοὺς φρονοῦντας μάταια, τὸ πᾶν ὁ θεός, ἀλλὰ εἰς τὸ εἶναί τε καὶ οἰκεῖσθαι καὶ διαμένειν. διὸ ἀνάγκη δὴ καὶ τὴν γῆν αὖθις καὶ τὸν οὐρανὸν μετὰ τὴν ἐκφλόγωσιν ἔσεσθαι πάν- των καὶ τὸν βρασμόν. διὰ τί δὲ τοῦτο ἀνάγκη, λόγος ἂν ἔτι πλείων τῶν εἰρημένων γίγνοιτο. οὔτε γὰρ εἰς ὕλην ἀργὴν καὶ τοιαύτην ἔτι κατάστασιν, οἵα καὶ πρὸ τῆς διακοσμήσεως ἦν, διαλυθὲν ἀναστοιχειωθήσεται τὸ πᾶν, οὔτ᾿ αὖ εἰς ἀπώλειαν παντελῆ καὶ φθοράν.
- 1.48.1.1
Ἐὰν δέ, Πῶς οὖν, εἰ μὴ ἀπόλλυται τὸ πᾶν, οἱ ἐξ ἐναντίας εἴπωσιν, ὀ μὲν Χριστὸς τὸν οὐρανὸν παρελεύσεσθαι ἔφη καὶ τὴν γῆν, ὁ δὲ προφήτης ἀπολεῖσθαι μὲν τὸν οὐρανὸν ὡς καπνόν, τὴν δὲ γῆν »ὡς ἱμάτιον« παλαιωθήσεσθαι; Ἐπειδήπερ ἔθος ταῖς ταῖς γραφαῖς, φαϊς} λεξομεν, τ ην εις το χρείττον χαι ενδοςοτερον απ ο ταύτης της χαταύτάϋεως τον χόομον μεταβολην άπώλειαν λέγειν, οίον τον πρό- ο&εν αγήματος άπολλνμένον χατίι την είς το φαιδρότερον απάντων εζαλλαγην' οτι μηδέ μία νπεναντίωοις η ατοπία ίν τοϊς ίϊείοις λογοις. λέξομεν, τὴν εἰς τὸ σχῆμα τοῦ κόσμου τούτου«, καὶ οὐχ ὁ κόσμος εἴρηται.
- 1.48.2.1
οὕτως ἔθος ἀπώλειαν καλεῖν τὰς γραφὰς τὴν πρὸς τὸ ἄμεινον ἔσθ᾿ ὅτε καὶ εὐμορφότερον τροπὴν τοῦ πρόσθεν σχήματος, οἷον ὥσπερ ὁπόταν τις ἀπώλειαν λέγοι τοῦ κατὰ τὸν νήπιον σχήματος τὴν »εἰς« τὸν »ἄνδρα« τὸν »τέλειον« μεταλλαγήν, τρεπομένης εἰς μέγεθος καὶ κάλλος τῆς ἡλικίας τοῦ νηπίου. »ὅτε γὰρ ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήρηκα τὰ τοῦ νηπίου«.
- 1.48.3.1
ταραχθήσεσθαι μὲν γὰρ τὴν κτίσιν, ὥσπερ τεθνηξομένην κατὰ τὴν ἐκπύρωσιν, ἵνα καὶ ἀνακτισθη, οὐ μὴν ἀπολεῖσθαι προσδοκητέον, ὅπως οἱ ἀνακαινοποιηθέντες ἐν ἀνακαινοποιηθέντι τῷ κόσμῳ ἄγευστοι λύπης κατοικήσωμεν, κατὰ τὸ λεχθέν »ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται« ἐν ἑκατοστῷ τρίτῳ ψαλμῷ »καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς«, τοῦ περιέχοντος τῆς εὐκραςίας ἐπιτροπεύοντος λοιπὸν τοῦ θεοῦ.
- 1.48.4.1
ἐσομένης γὰρ καὶ μετὰ τοῦτον τὸν αἰῶνα γῆς ἀνάγκη πᾶσα ἔσεσθαι καὶ τοὺς οἰκήσοντας, οὐκέτι τεθνηξομένους ἢ γαμήσοντας καὶ γεννησομένους, ἀλλ᾿ ὡς ἀγγέλους ἀμεταστρόφως ἐν ἀφθαρσίᾳ τὰ ἄριστα πράξοντα. διὸ ληρῶδες τὸ Ἐν ποίᾳ διαγωγῇ τότε δὴ τὰ σώματα ἔσονται λέγεσθαι, μήτε ἀέρος μήτε γῆς μήτε τῶν ἄλλων ἐσομένων.
- 1.49.1.1
Ἄξιον δὲ κἀκεῖνο πρὸς τοῖς εἰρημένοις ἐπισκοπεῖν, ὡς ἔχει πολλὴν διάπτωσιν, εἰ δεῖ παρρηςίαν ἄγειν περὶ τηλικούτων, ὦ Ἀγλαοφῶν, διαλεγομένους πραγμάτων. φράσας γὰρ ἀποφήνασθαι τὸν δύριον ὡς οἱ τῆς ἀναστάσεως τευξόμενοι ἔσονται τότε »ὡς ἄγγελοι«, ἔνθα πειράζουσιν αὐτὸν οἱ Σαδδουκαῖοι, ἐπέφερες· Οἱ δὲ ἄγγελοι ἐκτὸς ὄντες σαρκὸς ἐν μακαριότητος ἀκρότητι διὰ τοῦτο καὶ δόξης εἰσίν, καὶ ἠμᾶς δὲ ἄρα ἐξιςάζεσθαι μέλλοντας ἀγγέλοις ἀνάγκη δὴ σαρκῶν ὠσαύτως ἐκείνοις γυμνοὺς ἔσεσθαι δεῖν, οὐκ ἐπιστήσας, ὦ ἄριστε, ὡς ὁ ποιήσας καὶ διακοσμήσας ἐξ οὐκ ὄντων τὸ πᾶν τὴν τῶν ἀθανάτων φύσιν οὐ μόνον εἰς ἀγγέλους καὶ λειτουργοὺς διανείμας διεκόσμησεν, ἀλλὰ καὶ εἰς ἀρχὰς καὶ θρόνους καὶ ἐξουςίας.
- 1.49.2.1
ἄλλο γὰρ γένος τὸ τῶν ἀγγέλων καὶ ἄλλο τὸ τῶν ἀρχῶν καὶ ἐξουσιῶν, ὅτι μὴ τάγμα ἓν καὶ φυλαὶ καὶ διαφοραί. καὶ οὔτε τὰ Χερουβὶμ τῆς ἰδίας ἐξιστάμενα φύσεως εἰς τὴν τῶν ἀγγέλων ἰδέαν μετασκευάζονται, οὔτε εἰς ἑτέραν πάλιν οἱ ἄγγελοι. εἶναι γὰρ αὐτὰ χρὴ καὶ ὅ εἰσι καὶ ὃ γεεγόνασιν.
- 1.49.3.1
ἀτὰρ καὶ ὁ ἄνθρωποςτὸ κόσμονοἰκεῖν καὶ τῶν. ἐν αὐτῷ πάντων ἡγεμονεύειν κατασταθείς, τῆς ἐξ ἀρχῆς διακοσμήσεως ἀθάνατος ὤν, τοῦ εἶναι ἄνθρωπος οὔποτε μεταβληθήσεται, οὔτε εἰς τὴν τῶν ἀγγέλων οὔτε εἰς τὴν τῶν ἑτέρων μορφήν, ὅτι μηδὲ οἱ ἄγγελοι εἰς τὴν τῶν ἄλλων τῆς ἐξ ἀρχῆς ἰδέας μεταδοσμούμενοι μεταβάλλονται. ὁ γὰρ Χριστὸς ἧκεν οὐκ εἰς ἑτέραν. μορφὴν παλσθῆναι κηρύσσων ἢ μετασκευασθῆναι τὴν ἀνθρωπείαν φύσιν, ἀλλὰ εἰς ὃ ἦν ἐξ ἀρχῆς πρὸς τοῦ ἐκπεσεῖν, ἀθάντᾳτος ὤν.
- 1.49.4.1
χρὴ γὰρ ἐν τῷ ἰδίῳ τῆς ἕξεως αὐτοῦ τύπῳ τῶν γενητῶν ἕκαστον μένειν, ἵνα πάντα πάντων ὦσι πεπληρωμένα, οὐρανοὶ μὲν ἀγγέλων, θρόνοι δὲ ἐξουσιῶν, φῶτα δὲ λειτουργῶν, καὶ οἱ θειότεροι τόποι καὶ τὰ ἀκράτητα καὶ ἀκραιφνῆ φῶτα τῶν Σεραφίμ, ἃ παρεστήκασι τῇ μεγάλη βουλῇ διακρατούσῃ τὸ πᾶν, ὁ δὲ κόσμος ἀνθρώπων. ἐὰν δὲ μεταβάλλεσθαι δῶμεν τοὺς ἀνθρώπους εἰς ἀγγέλους, ὥρα μεταβάλλεσθαι λέγειν καὶ τοὺς ἀγγέλους εἰς ἐξουςίας, καὶ ταύτας εἰς ἄλλο καὶ ἄλλο, ἔστ᾿ ἂν ὀ λόγος ἀναβὰς εἰς κίνδυνον ἐμπέσῃ.
- 1.50.1.1
Ἀλλ᾿ οὔτε ὡς φαῦλον τεκτηνάμενος ὁ θεὸς τὸν ἄνθρωπον, ἢ διαμαρτήσας αὐτοῦ περὶ τὴν διάπλασιν, ἄγγελον αὐτὸν ὕστερον ἐπενόησε ποιῆσαι, μεταγνούς, ὥσπερ οἱ φαυλότατοι τῶν δημιουργῶν, οὔτε ἄγγελον κατ᾿ ἀρχὰς θελήσας ποιῆσαι καὶ μὴ δυνηθεὶς ἄνθρωπον ἔπλασεν. ἀσθενὲς τοῦτο γάρ.
- 1.50.2.1
τί δήποτε οὖν τὸν ἄνθρωπον ἄνθρωπον ἐποίει καὶ οὐκ ἄγγελον, εἴ γε ἄγγελον τὸν ἄνθρωπον καὶ οὐκ ἄνθρωπον γενέσθαι ἤθελεν; ὡς οὐ δυνάμενος; βλάσφημον. ἀλλὰ ἀνεβάλλετο περὶ τοῦ κρείττονος τὸ χεῖρον ποιῶν; καὶ τοῦτο ἄτοπον. οὔτε γὰρ διασφάλλεται περὶ τὸ ποιεῖν τὸ καλὸν οὔτε ἀναβάλλεται οὔτε ἀδυνατεῖ, ἀλλὰ καὶ ὡς θέλει καὶ ὅε θέλει τὸ δύνασθαι ἔχει, δύναμις ὤν.
- 1.50.3.1
οὐκοῦν εἶναι τὸν ἄνθρωον ἄνθρωπονθέλων ἐξ ἀρχῆς ἔκτισεν. εἰ δὲ θέλων, θέλει δὲ τὸ καλόν, καλὸν δὲ ὁ ἄνθρωπος, ἄνθρωπος δὲ τὸ ἐκ ψυχῆς καὶ σώματος, λέγεται συντεθέν, οὐκ ἔσται ἄρα ἐκτὸς σώματος ὁ ἄνθρωπος, ἀλλὰ μετὰ σώματος, ἵνα μὴ ἄλλος ἄνδρωπος παρὰ τὸν ἄνθρωπον, ἀλλὰ μετὰ σώματος, ἴνα μὴ ἄλλος ἄνθρωπος παρὰ τὸνἄνθρωπον γενηθῇ.
- 1.50.4.1
δεῖ γὰρ τῷ θεῷ τὰ ἀθάνατα γένη πάντα σῴζεσθαι, ἀθάνατον δὲ καὶ ὁ ἄνθρωπος· »ἔκτισε« γάρ φησιν ἡ Σοφία »τὸν ἄνθρωπον ὁ θεὸς ἐπὶ ἀφθαρςίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἐπίησεν αὐτόν«. οὐκ ἄρα ἀπόλλυται τὸ σῶμα· ὁ γὰρ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος.
- 1.51.1.1
Διὸ ἐπίστησον ὡς καὶ ὁ κύριος τὰ αὐτὰ ταῦτα διδάσκειν θέλων, μὴ πιστευόντων Σαδδουκαίων εἰς τὴν ἀνάστασιν τῆς σαρχός· δόγμα γὰρ τοῦτο Σαδδουκαίων· ὅθεν συσκευαςάμενοι τὴν κατὰ τὴν γυναῖκα καὶ τοὺς ἑπτὰ ἀδελφοὺς παραβολήν, ἵνα τὸν περὶ ἀναστάσεως τῆς σαρκὸς λόγον ἀπορήσωσι, προςῆλθον αὐτῷ· ἀμέλει αὐτὸς ὁ εὐαγγελιστὴσς ἐπεσημήσατο »προςῆλθον δὲ αὐτῷ» εἰπὼν »καὶ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν«.
- 1.51.2.1
ὁ οὖν χριστός, εἰ μὴ ἦν ἀνάστασις σαρκός, ἀλλὰ μόνον ἐσῴζετο ἡ ψυχή, συνέθετο ἂν αὐτοῖς ὡς καλῶς καὶ ὀρθ][ως φρονοῦσι. νυνὶ δὲ ἀποδρούεται λέγων »ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ᾿ ὡς ἄγγελοι ἐν οὐρανῷ εἰσιν«, οὐ τῷ σάρκα μὴ ἔχειν, ἀλλὰ τῷ μὴ γεμεῖν καὶ γαμεῖσθαι, | ἀλλ᾿ εἶνα λοιπὸν ἐν ἐφθαρςίᾶ καὶ φωτί· ἀγγέλοις κατὰ τοῦτο παραπλησιάζοντες, ἵν᾿ ὥσπερ οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ, οὕτως καὶ ἡμεῖς ἐν τῷ παραδείσῳ, μὴ γάμοις ἢ εἰλαπίναις ἔτι σχολάζοντες, ἀλλὰ τῷ βλέπειν τὸν θεὸν καὶ γεωργεῖν τὴν ζωὴν πρυτανεύοντος ἡμῖν τοῦ Χριστοῦ.
- 1.51.3.1
οὐ γὰρ εἶπεν Ἔσονται ἄγγελοι, ἀλλ᾿ »Ὡς ἄγγελοι«, οἷον »δόξῃ« μὲν »καὶ τιμῇ«, κατὰ τὸ γεγραμμένον, »ἐστεφανωμένοι, βραχὺ δέ τι παρὰ τοὺς ἀγγέλους« διαλλάσσοντες καὶ ἐγγὺς ὄντες τοῦ εἶναι ἄγγελοι. καθάπερ εἰ ἔλεγεν, οὔσης εὐταξίας κατὰ τὸν ἀέρα καὶ γα- λήνης νυκτὸς καὶ πάντων τῷ τῆς σελήνης αἰθερίῳ φωτὶ κεκοσμημένων, Ἡ σελήνη φαίνει ὡς ὁ ἥλιος, καὶ οὐ πάντως ἂν ἥλιον εἶναι τὴν σελήνην ἀπομαρτυρεῖν αὐτὸν ἐλέγομεν, ἀλλ᾿ ὡς ἥλιον· ὥσπερ καὶ τὸ μὴ ὑπάρχον χρυςός, ἐγγὺς δὲτοῦ εἶναι χρυςὸς πεφυκός, ὡς χυρυςὸς λέγεται καὶ οὐ χρυςός (εἰ δὲ ἦν χρυςός, οὐκ ἐλέγετο ἂν ὡς χρυςὸς, ἀλλὰ χρυςός· ἐπεὶ δὲ μὴ ἔστι χρυςός, ἀλλὰ <ἐγγὺς> τοῦ εἶναι χρυςὸς καὶ φαντάζεσθαι τὸν χρυςόν, οὐ χρυςός, ἀλλ᾿ ὡς χρυςὸς λέγεται)· οὕτως καὶ ὡς ἀγγέλους ἔσεσθαι λέγοντος τοὺς ἁγίους ἐν τῇ
- 1.51.4.1
ἀναστάσει, οὐκ αὐτὸ τοῦτο ἀγγέλους αὐτὸν ἐπαγγέλλεσθαι ἀκούομεν τοὺς ἁγίους ἔσεσθαι ἐν τῇ ἀναστάσει, ἀλλὰ ἐγγὺς τοῦ εἶναι ἀγγέλους. ὥστε ἀλογώτατον λέγειν, ἐπειδὴ ὁ Χριστὸς ἀπεφήνατο τοὺς ἁγίους ὀφθῆναι ὠς ἀγγέλους ἐν τῇ ἀναστάσει, τὰ σώματα διὰ τοῦτο ταῦτα μὴ ἀνίστασθαι, καίτοι τὴς λέξεως αὐτὴν τὴν τάξιν δηλούσης σαφῶς τοῦ συμβαίνοντος.
- 1.51.5.1
ἀνάστασις γὰρ οὐκ ἐπὶ τοῦ μὴ πεπτωκότος, ἀλλ᾿ ἐπὶ τοῦ πεπτωκότος λέγεται καὶ ἀνισταμένου· ὥσπερ ὀπόταν λέγῃ καὶ ὀ προφήτης »καὶ ἀνστήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν«. 14 De res. I, 52, 1. 53, 3. III, 5, 7. 14, 5. Justin De res. 10 (S. Parall. 109, 1ff S. 48 Holl). Iren. V, 12, 3. Tert. De resurr. 18. Adv Marc. V, 9. z. B. Orig. De princ. S. 173, 21 Koetschua. Petr. Alex. (Pitra Anal. s. IV, 193 [429]) — 16 Amos 9,11 ἔπεσε δὲ ὀκλάσασα ἡ ποθητὴ σκηνὴ τῆς ψυχὴς »εἰς γὴν χώματος«. οὐ γὰρ τὸ μὴ θνῇσκον, ἀλλὰ τὸ θνῇσκον κλίνεται. θνῇσκει δὲ σάρξ·
- 1.51.6.1
ψυχὴ γὰρ ἀθάνατος. καὶ τοίνυν εἰ ἡ ψυχὴ ἀθάνατος, σῶμα δὲ ὁ νεκρός, οἱ λέγοντες ἀνάστασιν μὲν εἶναι, σαρκὸς δὲ μὴ εἶναι, ἀρνοῦνται μὴ εἶναι ἀνάστασιν, ὅτι μὴ τὸ ἑστός, ἀλλὰ τὸ πεπτωκὸς καὶ κλιθὲν διανίσταται, κατὰ τὸ γεγραμμένον »μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὀ ἀποστρέφων οὐκ ἀναστρέφει;«
- 1.52.1.1
Ὅτι δὲ ἀθάνατος ἡ ψυχὴ ἐδίδαξεν ἀναφανδὸν Χριστὸς καὶ δι᾿ πλούσιον καὶ τὸν πένητα Λάζαρον ἰστορίᾳ, τὸν μὲν ἐν κόλποις τῇ κατὰ τὸν πλούσιον καὶ τὸν πένητα Λάζαρον ἱστορίᾳ, τὸν μὲν ἐν κόλποις Ἀβραὰμ δοὺς ἀναπαύεσθαι μετὰ τὴν ἀπόθεσιν τοῦ σώματος, τὸν δὲ ἐν ἀλγηδόσιν, οἷς διαλεγόμενον τὸν Ἀβραὰμ εἰσήγαγε· διὰ Σολομῶνος δὲ ἐν τῇ ἐπιγραφομένῃ Σοφίᾳ, ἔνθα »δικαίων αἱ ψυχαὶ ἐν χειρί« γέγραπται »θεοῦ, καὶ οὐ μὴ ἄφηται αὐτῶν βάσανος. ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ, καὶ ἡ ἐλπὶς αὐτῶν ἀθαναςάς πλήρης«. ὅθεν σώματος ἡ ἀνάστασις, καὶ οὐ χυχῆς. οὐ γὰρ τὸν ἑστῶτά τις ἀνίστησιν, ἀλλὰ τὸν κείενον, ὥσπερ οὐδὲ τὸν ὑγιαίνοντα θεραπεύουσιν, ἀλλὰ τὸν πάσχοντα.
- 1.52.2.1
Εἰ δέ τις τὴν ἀνάστασιν ἐπὶ τῆς ψυχῆς, καὶ μὴ ἐπὶ τῆς σαρκὸς βιάζεται [λέγειν] ἔσεσθαι, πολλὴ μὲν μωρία τοῦτο καὶ ἀλογία. δεῖ γὰρ φθορὰν πρῶτον καὶ λύσιν τὸν τοιοῦτον τῆς ψυχῆς δεικνύναι, ἵνα δείξῃ δὴ καὶ τὴν ἀνάστασιν <αὐιτῆς>, μήτοι ληροῦντά γε, ἀλλὰ σαφῶς λέγοντά τι φαίνεσθαι.
- 1.52.3.1
ὄμως γοῦν δοτέον αὐτῷ θνητὴ ὁρίσασθαι τὴν ψυχήν. δυοῖν γάρ τοι θάτερον ταύτῃ θετέον, ἢ ἀληθῆ τὸν κύριον ἀποφήνασθαι ἀθάνατον τὴν ψυχὴν διδάσκοντα, καὶ ψεῦδος τὸ φθείρεσθαι ἀυτὴν λέγειν, ἢ φθείρεσθαι, καὶ ψεὺδος τὸ ἀνώλεθρον αὐτὴν καὶ ἀθάνατον εἶναι διδάσκειν τὸν Χριστόν, καὶ ἐν τῇ κατὰ τὸν πλούσιον καὶ τὸν πένητα φράσει, καὶ ἐν τῇ κατὰ τὸν Μψυςέα καὶ τὸν Ἠλίαν ὀπταςίᾳ. ἀλλ᾿ οὐδὲν ὁ κύριος ἄλλως ἐξθέγξατο ἢ ἐψεύσατο. οὐ γὰρ εἴδωλον ἢ φάσμα, τοὺς ἀποστόλους βουλόμενος ἀπατᾶν,ἐδείκνυεν αὐτοῖς ἐν τῷ ὄρει τὸν Ἠλίαν καὶ τὸν δυσμαθέστατον μαθεῖν ἀθάνατον αὐτὸν εἶναι καὶ ἀνώλεθρον διαβεβαιοῦσθαι τὴν ψυχήν.
- 1.53.1.1
Οὐκοῦν σαρκὸς ἡ ἀνάστασις γίγεται καὶ οὐ ψυχῆς, ὅπως »ἡ πεπτωκυῖα τοῦ Δαυὶδ« εἰς τὴν φθροὰν ἀνασταίη »σκηνή«, καὶ ἀναστᾶσα καὶ ἀνοικοδομηθεῖσα, »καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος«, ἀπή- μων λοιπὸν καὶ ἀδιάπτωτος διαμένοι, ὅτι μὴ τῷ θεῷ τὴν λιθίνην οἰκίαν δείμασθαι τοῦ Δαυὶδ εἰς τὸ μέλλον, ἵν΄ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν οἰκίαν σχῇ καλήν ἀλλὰ τὴν σάρκα τὸ σκῆνος τῆς ψυχῆς, ἥν αὐτὸς ταῖς ἑαυτοῦ χερσὶν ἐτεκτήνατο.
- 1.53.2.1
σκοπεῖσθαι δέ σε, ὠ σοφώ- τατε Ἀγλαοφῶν, οὐτωσὶ χρή. πάντων δὲ ῥᾷστα μαθήσῃ τοῦτο, ἐὰν ἐπὶ τὴν τοῦ καθεύδειν εἰκόνα πρόσσχῃς καὶ ἀνίστασθαι. εἰ γὰρ τὸ ὑπνοῦν ἀπὸ τοῦ ἐγρηγορέναι καὶ τὸ ἀνίστασθαι ἀπὸ τοῦ καθεύδειν γίγνεται, καὶ τοῦτο θανάτου καὶ ἀναστάσεως μελέτη ὕπνῳ (γὰρ) καὶ θανάτῳ διδυμάοσιν, ἀνάγκη δὴ καὶ τὸ ἀναβιώσκεσθαι εἶναι ἐκ τοῦ τεθνάναι, εἰς τὸ ζῆν τὴν σάρκα, εἴπερ παὶ τὸ ἀνεγείρεσθαι ἐκ τῶν καθευδόντων.
- 1.53.3.1
ὡς γὰρ ἐκ τοῦ καθεύδειν τὸ ἐγρηγορέναι γίγνεται, καὶ οὐ πάντως ὁ καθεύδων ἐν τῷ αὐτῷ διαμένει σχήματι καθεύδων ἀεί, ἀλλ᾿ αὐθις ἀνίσταται, οὕτως καὶ τὸ ζῆν ἐκ τοῦ ἀποθανεῖν συμβήσεται, καὶ οὐ πάντως ὁ ἀποθανών, ἐπειδὰν ἀποθάνοι, ἐν τῷ αὐτῷ μένει. εἰ γὰρ ἐκ τοῦ κομᾶσθαι τὸ ἐγρηγορέναι καὶ ἐκ τοῦ πεσεῖν τὸ άνεγερθῆναι καὶ ἐκ τοῦ καταβληθῆναι τὸ ἀνοικοδομηθῆναι, τίς μηχανὴ καὶ ἐκ τοῦ κλιθέντος μὴ οὐχὶ προσδοκᾶν τὸ ἀναστήσεσθαι καὶ ἐκ τοῦ θανόντος τὸ ἀναβιώσκεσθαι; καὶ γὰρ ἡμεῖς ταῦτα οὐκ ἐξαπατώμενοι ὁμολο- γοῦμεν, ἐκ τῶν τεθνεώτων σωμάτων τὸ ἀναβιώσκεσθαι συμβαίνειν.
- 1.53.4.1
καὶ μὴ μόνον τοῦτο, εἰ βούλει, ἀπὸ τοῦ καθεύδειν σκόπει καὶ ἀνί- στασθαι, ἀλλὰ καὶ ἀπὸ τῶν σπερμάτων καὶ φυτῶν, ὡς ἐν πᾶσιν αὐτοῖς ἡ ἀνάστασις καταγγέλλεται. καταμάθετε γὰρ τὰ σπέρματα, πῶς »γυμνά« φησι καὶ ἄσαρκα βάλλεται εἰς τὴν γῆν καὶ τελεσφορούμενα πάλιν <τὰ αὐτὰ> ἀποδίδοται. ἐπεὶ εἰ θνῄσκοι μὲν καὶ σήποιτο τὰ σπέρματα, ἐκ δὲ τῶν σπερμάτων μηκέτι τὸ ἀναζῆν κοὶ φύειν γένοιτο, τίς ἡ ἀποκλήρωσις μὴ οὐχὶ πάντα καταναλωθῆναι εἰς τὸ τεθνάναι;
- 1.54.1.1
Ἀλλὰ γὰρ περὶ τούτων πλείω λέγειν τὰ νῦν, ὦ »χράτιστε Θεόφιλε«, παρήσομεν, καὶ οἱ λοιποὶ κριταὶ τῶν λόγων. λάβωμεν δὲ καὶ τὰ τούτοις ἐφεξῆς ἀκόλουθα, ὡς ἀφέστηκε τοῦ δέοντος μακράν. ὁ θεὸς γὰρ αὐτῷ πάλιν τὰς ψυχὰς ἐν τῇ κατὰ τὸν ἑξηκοστὸν πέμπτον ψαλμὸν προφητείᾳ, βεβιασμένως αὐτὴν καὶ άνοικείως ἐκτιθεμένῳ, ὡς εἰς παγίδα τὴν σάρκα δίκην ὑφεξούσας τῶν ἡμαρ- τημένων ἐμβιβάζει, ὅπερ άτοπίας μᾶλλον ἢ όρθοδοξίας ἐστίν.
- 1.54.2.1
εἰ γὰρ πρὸ τῆς παραβάσεως, καθάπερ ἤδη καὶ ἐν τοῖς ἔμπροσθεν ἐξεθέμεθα, σῶμα ἐκέκτηντο αἱ ψυχαί, πῶς <ὡς> εἰς παγίδα ὕστερον, μετὰ τὴν παρίαβασιν, εἰς <τὸ> σῶμα ἐμβιβάζονται, οὐκ ὄντος χρόνου, ἐν ᾧ πρὶν αὐτὰς τὸ σῶμα λαβεῖν ἐξημάρτοσαν; οὐ γὰρ ἔμφρονος, ὁτὲ μὲν ὡς διὰ τὸ σῶμα λέγειν τὰς ψυχὰς ἡμαρτηκέναι, ὁτὲ δέ, ἐπειδήπερ ἡμάρ- τοσαν, διὰ τοῦτο δεδμὸν αὐτὸ καὶ παγίδα πρὸς κατάκρισιν γεγονέναι.
- 1.54.3.1
εἰ γὰρ διὰ τὸ σῶμα ἥμαρτον, συνῆν ἄρα ἐξ ἀρχῆς αὐταῖος καὶ πρὸ τῆς ἁμαρτίας τὸ σῶμα. πῶς γὰρ διὰ τοῦτο ἡμάρτανον, ὅ μὴ ἠν μηδέπω; εἰ δὲ παγὶς πάλιν αὐτὸ τὸ σῶμα καὶ πέδαι νομίζεται καὶ δεσμός, οὐκέτι τὸ συναμφότερον αἴτιον, ἀλλὰ ψυχὴ μόνη· ἁμαρτήσαντι γὰρ μετὰ τὸ ἁμαρτῆσαι [τῷ ἁμαρτήσαντι] δεσμὰ καὶ παγίδες καὶ πέδαι κατασκευάζονται.
- 1.54.4.1
ἀλλὰ μὲν δὴ ὡμολογήσαμεν μὴ δύνασθαι δεσμὸν εἶναι τὸ σῶμα τῆς ψυχῆς, ἐπειδὴ τὸ μὲν σῶμα πρὸς ἑκάτερα, καὶ πρὸς τὸ δίκαιον καὶ ἀδικον, συνεργεῖ, ὁ δὲ δεσμὸς εἴργει τοῦ ἀδικεῖν, ὥστε ὅπερ λέγω δυοῖν θάτερον· ἤ γὰρ ἐξ ἀρχῆς ἡμάρτομεν μετὰ σώματος, καὶ οὐ φαίνεται χρόνος, ἐν ᾧ ἐκτὸς ὑπήρξαμεν σώμα- τος, καὶ συναίτιον τὸ σῶμα καὶ ἀγαθῶν τῇ ψυχῇ καὶ κακῶν, — ἢ χωρὶς σώματος διάγοντες ἡμάρτομεν, καὶ ἀναίτιον τὸ σῶμα κακίας ἐκ παντός· ἀλλὰ χωρὶς σώματος ὑπὸ ἀλόγου ἡδονῆς οὐ κρατεῖται ἡ ψυχή, ἐκρατήθησαν δὲ οἱ πρωτόπλαστοι ἀλόγῳ δελεσασθέντες ἡδονῇ.
- 1.54.5.1
ἦν ἄρα ἡ ψυχὴ μετὰ σώματος καὶ πρὸ τῆς ἁμαρτίας. περὶ γὰρ δὴ τοῦ μὴ ἐγχωρεῖν αὐτὸ νομίζεσθαι διὰ τὴν παράβασιν δεσμὸν ἐπὶ τιμωρίᾳ γεγονότα, ἵν᾿ ἀκήρατον ἡ ψυχὴ καὶ συνεχῆ κατ’ αὐτοὺς βάσανον ἔχῃ νεκροφοροῦσα, δοκῶ μοι πλήρη ταῦτα ἤδη μετὰ πάσης ἀποδείξεως δεδηλωκέναι. ὅθεν ἀσύστατον καὶ ἀνένδεκτον τὸ μὲν σῶμα παγίδα τίθεσθαι καὶ δεσμά, τὸν δὲ θεὸν εἰσάγειν τὰς ψυχὰς εἰς τὴν παγίδα δίκην ὑφεξούσας, ἄνωθεν ἐκ τοῦ τρίτου ἐκβάλλοντα οὐρανοῦ ἀνθ᾿ ὡν παρήκουσαν τῆς ἐντολῆς.
- 1.54.6.1
πρὸς τί γάρ τις βλέψας πιστεύσει τοῖς οὕτως ὑπ᾿ αὐτῶν προπετῶς εἰρημένοις; καίπερ οὐκ ἔχοντος οὕτως τοῦ ψαλμοῦ, κἂν βεβιασμένως αὐτὸν ἐκτίθωνται. αὐτὰ δὲ προοίσω τὰ ἐγκείμενα, ἵνα δὴ καὶ τὸ μυθῶδες αὐτῶν τῆς ἐξηγήσεως φανῇ, ὁρθῶς μὴ θελόντων νοεῖν τὰς γραφάς.
- 1.54.7.1
εἰσὶ γὰρ οὕτω πως δήπου τὰ λεχθέντ· »ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, Μου δλίχεις ἐπὶ τὸν νῶτον ἡμῶν. ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κε- φαλὰς ἡμῶν. διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς Ταῦτα δὲ ὑπὸ τῶν ψυχῶν
- 1.54.8.1
Ταῦτα δὲ ὑπὸ τῶν ψυχῶν εἴρηται τῶν εἰς τὴν παγίδα τὸ σῶμα, ὡς εἰς ἀγώνισμα, κατενεχθεισῶν ἐκ τοῦ τρίτου οὐρανοῦ, ἔνθα ὁ παράδεισος. τὸ γὰρ »διήλθομεν διὰ πυρὸς καὶ ὕδατος« ἤτοι, φασί, τὴν διὰ μήτρας εἰς τὸν κόσμον τῆς ψυχῆς πάροδον δηλοῖ, ἐπειδήπερ ἐν φλογὶ τοσαύτῃ καὶ ὑγρασίᾳ καταγίγνεται, ἤ τὴν ἀπὸ τῶν οὐρανῶν κατάπτωσιν εἰς τὸν βίον διερχονένης τὰς πηγὰς τοῦ Πυρὸς καὶ τὰ ὑπὲρ τὰ νῶτα τοῦ στερεώματος ὕδατα. πρὸς οὕς ἠξίουν ἐνίστασθαι. φέρε γὰρ ὑπὲρ αὐτῶν, ὠ Ἀγλαο- φῶν αὐτὸς ποίησαι τὴν ἀπόκρισιν, τί λέξουσι.
- 1.55.1.1
Πρῶτον γὰρ ὁ παράδεισος, ὅθεν καὶ ἐξεβλήθημεν ἐν τῷ πρωτοπλάστῳ, ἐκ ταύτης ἐστὶ τῆς γῆς προδήλως τόπος ἐξαίρετος, πρὸς ἄλυπον ἀνάπαυσιν καὶ διαγωῆν τοῖς ἁγίοις ἀφωρισμένος, <ὡς> δῆλον ἀπὸ τοῦ καὶ τὸν Τίγριν καὶ τὸν Εὐφράτην καὶ τοὺς λοιποὺς ποταμοὺς τοὺς ἐκεῖθεν προχεομένους ἐνταῦθα φαίνεσθαι τῶν ῥευμάτων τὰς διεκβολὰς εἰς τὴν καθ᾿ ἡμᾶς ἤπειρον ἐπικλύζοντας. οὐ γὰρ ἀπὸ τῶν οὐρανῶν ἄνωθεν καταράσσονται χεόμενοι· ἐπεὶ οὐδὲ ὑπέστη ἂν ἡ γῆ ὅγκον τοσοῦτον ἀθρόως ἐξ ὕψους καταφερόμενον ὑποδέξασθαι ὕδατος.
- 1.55.2.1
ἀλλ’ οὐδὲ ὁ ἀπόστολος ὑποτίθεται τὸν παράδεισον εἶναι ἐν τρίτῳ οὐρανῷ λεπτῶν λεπτῶν ἀπροᾶσθαι λόγων ἐπισταμένοις. »οἶδα« γάρ τὸν τοιοῦτον ὰρπαγέντα ἕως τρίτου« λέγων »ούρανοῦ. καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν σώματι εἴτε χωρὶς σώματος, ὁ θεὸς οἶδεν, ὅτι ἡρπάγη εἰς τὸν παράδεισον« δύο ἀποκαλύψεις ἑωρακέναι μηνύει, δὶς ἀναληφθεὶς ἐναργῶς, ἅπαξ μὲν ἕως τρίτου οὐρανοῦ, ἅπαξ δὲ εἰς τὸν παράδεισον.
- 1.55.3.1
τὸ γάρ »οἶδα ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ‘ ἰδίως ἀποκάλυψιν αὐτῷ κατὰ τὸν τρίτον ἀναληφθέντι οὐρανὸν πεφηνέναι συνίστησι· τὸ δέ »καὶ πάλιν ἐπιφερόμενον »τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος, ὁ θεὸς οἶδεν, ὅτι ἡρπάλη εἰς τὸν παράδεισον« αὖδις ἐτέραν αὐτῷ πεφανερῶσθαι κατὰ τὸν παράδεισον ἀποκάλυψιν δείκνυσι.
- 1.55.4.1
τερετισμὸς ἐστι ἐστι καὶ τραγικολογία τὸ καταβάλλεσθαι λέγειν τὰς ψυχὰς ἐκ τῶν οὐρανῶν καὶ διαβαίνειν τοῦ πυρὸς τὰς πηγὰς καὶ τὰ ὕδατα τὰ ὑπὲρ τὰ νῶτα τοῦ στε|ρεώματος, εἰς τὸν καθ᾿ ἡμὰς φερομένας κόσμον. ἐπεὶ μηδὲ ὁ Ἀδὰμ ἐκ τῶν οὐρανῶν ἐξεβλήθη, ἀλλὰ ἀπὸ τοῦ »κατὰ ἀνατολὰς ἐν Ἐδὲμ« πεφυτευμένου παραδείσου. οὐ γὰρ πρὸ τῆς ἐνσωματώσεως τὸ παράπτωμα, καθάπερ ἐδιδάξαμεν ἱκανῶς, οὐδ᾿ αὖ τὸ σῶμα παγὶς τοῦτο, ἀλλὰ μετὰ τὴν εἰς τὸ σῶμα σύμφυσιν τῆς ψυχῆς γίγνεται τὸ παράπτωμα, ὅτι τὸ συναμφότερον ὁ ἄνθρωπος, καὶ ἡ ἐκ τοῦ παραδείσου κατάπτωσις ἐνθάδε.
- 1.55.5.1
ὁ δὲ ὅλως οὐ προσέσχεν ἐπιμελέστερον, Ἀγλαοφῶν, τῷ λόγῳ, ἀλλὰ διετείνατο περὶ πραγμάτων διανόησιν οὐκ ἐχόντων ἀκίνδυνον, ἐπιχειρήσας κατὰ τὰς δόξας ἐξηγήσασθαι τῶν φαύλων τὸν ψαλμόν, περὶ ὧν λέγειν πλείω παρήσομεν.
- 1.56.1.1
Βούλομαι γάρ, ἐπειδὴ ἅπαξ εἰς τὸ διευθῦναι τὴν μοχθηρίαν αὐτῶν ἥκαμεν, ἀπογυμνῶσαι καὶ ταύτης αὐτοῖς τῆς προφητείας τὴν πρόφασιν. »ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.«
- 1.56.2.1
δοκιμασθέντες διαρκῶς οἱ μάρτυρες ἐν ταῖς κατὰ τοὺς πειρσαμοὺς τῶν βασάνων προσβολαῖς (τὰ πολλὰ γὰρ εἰς καθ’ ἡμᾶς αἱ προφητεῖαι πίστιν πληροῦνται) καὶ εὐκλεῶς καὶ ἐρρωμενέστατα διαθλήσαντες εὐχαριστοῦσι τό »ἐδοκίμασας ἡμᾶς« λέγοντες τῷ θεῷ, ὡς ἵνα τὴν δόξαν παρ’ αὐτῷ κτήσωνται μείζονα, διὰ πολλῶν αὐτοὺς ἤλεγξε πόνων, τὸν ἀληθῶς Ὀλυμπιακὸν ἀγῶνα νικῆσαι προθείς.
- 1.56.3.1
καὶ ἐπισκέψασθε ὡς τούτοις συνῳδὰ σαφῶς τοῖς λόγοις περὶ τῶν μαρτύρων καὶ ὁ Σολομῶν ἀναφθέγγεται οὐ γὰρ ἀμάρτυρος ὁ λόγος καὶ ἄλλων γραφῶν) ὅτι »ὁ θεὸς ἐπείρασεν αὐτούς, καὶ ηὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ, ὡς χρυσίον ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα εὐωδίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ αὐτῶν«, πρόσθεν εἰπών »καὶ γὰρ ἐὰν ἐν ὄψει ἀνθρώπων κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὀλίγα παιδευ- θέντες μεγάλα εὐεργετηθήσονται«.
- 1.56.4.1
ἀλλὰ καὶ ἐν τῷ ρκγ΄ ψαλμῶ τό »εἰ μὴ ὅτι κύριος ἠν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ᾿ ἠμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἠμᾶς· ἄρα τὸ ὕδωρ <ἄν> ἡμᾶς· κείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ άνυπόστατον. εύλογητὸς κύριος, ὅς οὐκ ἔδωκεν ἡμᾶς εἰς δήραν τοῖς ὀδοῦσιν αὐτῶν. ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐρρύσθημεν« οἱ μαρ τυρ΄ς εἰσιν οἱ ψάλλοντες.
- 1.56.5.1
δύο δὲ τῶν καλλινίκων οἱ χοροὶ μαρτύρων, εἶς μὲν τῆς διαθήκης τῆς καινῆς, θάτερος δὲ τῆς Παλαιᾶς, ἀντίφθογγον ὕμνον συμφώνως τῷ ὑπερμάχῳ θεῷ καὶ βασιλεῖ τῶν ὅλων ἀναπέμποντες ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον, εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν‘, τὸ δικαστήροιν τῶν ἐθνῶν ἢ τοὺς πειρασμούς, καθ’ οὕς ἐκθλιβέντες καὶ πυρωθέντες ἰσχυρῶς ἐδοκιμάσθησαν.
- 1.56.6.1
<καὶ πάλιν Δαυίδ·> »δοκίμασόν με« φησί »κύριε, καὶ πείρασόν με. πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου«. λεγέτω δὴ καὶ ὁ Ἀβραὰμ ἐπὶ τῷ μονογενεῖ πυρωθεὶς τὰ σπλάγχνα, προτιμήσας τε τὸ τοῦ θεοῦ μᾶλλον πρόσταγμα, μετὰ τὸ ἀκοῦσαι »Ἀβραάμ«, φεῖσαι τοῦ παιδός σου, άπορρίψας τὸ ξίφος, »ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμὰς, ὡς πυροῦται τὸ ἀργύριον«.
- 1.56.7.1
λεγέτω καὶ ὁ Τὼβ μετὰ τὸ ἀπορρεῦσαι τὴν σαπρίαν . . καὶ ὀνειδισθῆναί τε ὑπὸ τῶν φίλων καὶ ἀλγῆσαι τὸ σῶμα, »διὰ λαίλαπος« ἀκούσας λαλοῦντος αὐτῷ τοῦ θεοῦ οἴει με ἄλλως σοι κεχρηματικέναι ἢ ἴνα ἀναφανῇς δίκαιος;« »ἔθου θλίψεις ἐναντίον ἡμῶν., κύριε, ἴνα ἡμᾶς »ὡς χρυσίον ἐν χωνευτηρίῳ« δοκιμάσῃς.
- 1.56.8.1
λεγέτωσαν καὶ οἱ τρεῖς ἐν τῇ καμίνῳ παῖδες δροσιζόμενοι, ἵνα μὴ καταφλεχθῶσιν ὑπὸ τοῦ πυρός, »ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρω- σας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν«.
- 1.56.9.1
δὸς εἰπεῖν κἀμοὶ τῷ Μεθοδίῳ, ὁ θεὸς ὁ παντοκράτωρ, ὁ μέγας, ὁ αἰώνιος, ὁ πατὴρ τοῦ Χριστοῦ, ἐν τῇ ἡμέρᾳ σου διαβάντι τὸ πῦρ ἀναλγητί, καὶ τῶν ῥευμάτων εἰς τὴν καυστικὴν μεταβληθέντων φύσιν ὑπεξαλύξαντι τὰς ὁρμάς, διῆλθον »διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγές με εἰς ἀνάψυξιν«. σὴ γὰρ αὕτη τοῖς ἀγαπῶσί σε ἡ ἐπαγγελία »ἐὰν διαβαίνῃς δι᾿ ὕδατος. μετὰ σοῦ μἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσί σε. κἂν διαβαίνῃς διὰ διὰ πυρός, οὐ μὴ κατακαυθῇς· φλὸξ οὐ κατακαύσει σε«. ἀλλὰ γὰρ περὶ τῆς κατὰ τὸν ψαλμὸν ἐξηγήσεως ἄλις ἔχει ταῦτα.
- 1.57.1.1
Ἔτι δὲ ἐκεῖνο διασκεπτέον, ἐν ᾧ πολυμόρφοις ἐμφαντα- ζόμενοι ἀπάταις. καθευδόντων τρόπον, ἀποφαίνονται τὸν ἀπόστολον εἰρηκέναι »ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ«, καὶ βοῶσι, Τὴν πρὸ τῆς ἐντολῆς ἡμῶν ἐν τῷ πρωτοπλάστῳ διαγωγὴν πρὸ σώματος ἴφη, ὼς τὰ ἐπιφερόμενα συνίστησιν »ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν«, ὅτι μὴ ἄλλως ὁ ἄνθρωπος ἄρχεσθαι ἠδύνατο καὶ κυριεύεσθαι ὑπὸ τοῦ κακοῦ, πραθεὶς αὐτῷ διὰ τὴν παράβασιν, εἰ μὴ σάρκινος ἦν γεγονώς. ἄληπτος γὰρ καθ’ ἐαυτὴν ἡ ψυχή, φησί, τῇ ἁμαρτίᾳ. διὸ δριμέως ἐπήγαγε τὸ »ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν«, πρόσθεν εἰπὼν τό »ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ«.
- 1.57.2.1
— θαῦμα μὲν οὐν τοῖς πολλοῖς ταῦτα λεγόντων αὐτῶν τότε ὑπεδύετο καὶ κατάπληξις· νῦν δὲ προκυψάσης εἰς τὸ φανερώτερον ἤδη τῆς ἀληθείας οὐ μόνον μακρῷ πλανώμενοι καταφαίνονται, ἀλλὰ καὶ μέχρι τῆς ἄκρας ἀναβαίνοντες βλασφημίας.
- 1.57.3.1
δόντες γὰρ ἀσωμάτως τὰς ψυχὰς πρὸ τῆς ἐντολῆς βεβιωκέναι, ἀλήπτους τε εἶναι καθ’ ἐαυτὰς ἐκ παντὸς τῇ ἁμαρτίᾳ. διανοηθέντες πάλιν ἀνέτρεψαν τὸν λόγον, ἑαυτοὺς δὲ πολὺ μᾶλλον. τὰ γὰρ δὴ σώματα κατασκευάζουσιν αὐταῖς ὕστερον ἐπὶ τιμωρίᾳ <δοθῆναι>, διὰ τὸ πρὸ αὐτὰς ἠμαρτηκέναι. καὶ δὴ καὶ λοιδορήσεις τε ἐπῆλθον αὐτοῖς, δεσμοῖς ἀπεικάζουσι καὶ πέδαις τὸ σῶμα, ἄλλα τε ἀνόητα εἰπεῖν.
- 1.57.4.1
νῦν δέ, ὅπερ εἴρηται, πᾶν τοὐναντίον ἔχει· χρὴ γὰρ πρὸ τῆς ἁμαρτίας τὴν ψυχὴν ὑπάρχειν μετὰ σώματος. ἐπεὶ εἰ ἄληπτος ἡ ψυχὴ καθ’ ἑαυτὴν τῇ ἁμαρτίᾳ, οὐκ ἂν ἥμαρτεν ὅλως πρὸ τοῦ σώματος· εἰ δὲ ἥμαρτεν, οὐκέτι ἄληπτος καθ’ ἑαυτὴν τῇ ἁμαρτίᾳ, ἀλλὰ καὶ εὐάλω- τος μᾶλλον καὶ εὔληπτος. διὸ καὶ πάλιν, κἂν μὴ λάβῃ τὸ σῶμα τοῦτο, ὰμαρτησεται, ὥσπερ δὴ καὶ πρὸ τοῦ λαβεῖν αὐτὸ ἥμαρτεν.
- 1.57.5.1
διὰ τί δὲ ὅγως καὶ σῶμα ἐλάμβανεν ὕστερον μετὰ τὸ ἡμαρτηκέναι; ἢ τίς αὐτῇ χρεία σώματος ἦν; εἰ μὲν οὖν ἴνα βασανίζηται καὶ ἀλγῆ, πῶς μᾶλλον ἐντρυφᾷ καὶ ἀκολασταίνει μετὰ τοῦ σώματος;
- 1.57.6.1
πῶς δὲ καὶ τὸ αὐτεξούσιον εἶναι ἐν τούτῳ φαίνεται ἔχειν τῷ κόσμω; ἐφ ἡμῖν γὰρ τὸ πιστεῦσαι κεῖται καὶ τὸ μὴ πιστεῦσαι. ἔνθα δὲ ἐφ΄ ἡμῖν τὸ πιστεῦσαι κεῖται καὶ τὸ μὴ πιστεῦσαι, ἐφ΄ ἡμῖν τὸ κατορθώσασθαι καὶ ἁμαρτῆσαι, ῤφ᾿ ὴμῖν τὸ ἀγαθοποιῆσαι καὶ κακοποιῆσαι.
- 1.57.7.1
ἀλλὰ καὶ ἡ κρίσις πῶς δὴ ἐπιφέρεσθαι, ὡς μέλλουσα, προσθοκᾶσθαι ἔτι δύναται, καθ᾿ ἤν ὁ θεὸς ἑκάστῳ κατὰ τὰ ἔργα καὶ κατὰ τὰ ἐπιτηδεύματα ἀποδίδωσι, καὶ οὐχ ὡς ἤδη παροῦσα νομισθήσεται, εἴ γε τὸ γεννηθῆναι μὲν καὶ εἰς σῶμα ἐλθεῖν τὴν | ψυχὴν κριθῆναί ἐστιν ἤδη καὶ ἀνταπολαβεῖν, τὸ δὲ ἀποθανεῖν καὶ χωρισθῆναι τοῦ σώματος ἐλευθερωθῆναί τε καὶ εἰς ἀνάψυξιν διὰ τὸ τὸ πρὸ σώματος αὐτὴν ἁμαρτήσασαν ὡς εἰς κατάκρισιν καὶ καταδίκην εἰς τὸ σῶμα ἐμβιβάζεσθαι καθ᾿ ὑμᾶς; ἀπέδειξε δὲ διαρκῶς ἐκ περιουσίας ὁ λόγος ἀνένδεκτον εἶναι νομίζεσθαι τὸ σῶμα βασανιστήριον καὶ πέδας τῆς ψυχῆς.
- 1.58.1.1
Ἤρκει μὲν οὖν ἀπὸ τῆς γραφῆς αὐτῆς ἀποδείξαντα πρὸ τῆς παραβάσεως τὸν πρωτόπλαστον ἐκ ψυχῆς καὶ σώματος ὄντα καταπαύειν τὸν περὶ τούτων ἐνταῦθα λόγον. κἀγὼ μὲν νῦν ἐπὶ κεφαλαίων αὐτὰ διεξέρχομαι, ὅσον τὰς ἀφορμὰς τῶν ἐπιχειρημάτων αὐτῶν εὐθῦναι διαμιλλώμενος, ἵνα μὴ τὴν συμμετρίαν ἐκβαίων τῶν λόγων.
- 1.58.2.1
πάρεστι γὰρ ἤδη σκοπεῖν ὑμᾶς, ὠ δικασταί, ὄτι τό »ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ« λεγόμενον ἐν τῇ πρὸς Ῥωμαίοθς οὐ δύναται πίπτειν εἰς τὴν πρὸ σώματος κατ᾿ αὐτοὺς διαγωγὴν τῆς ψυχῆς, καθάπερ τὰ ἐπιφερόμενα τούτοις μηνύει, κἂν εἰ ὁ γενναῖος οὑτος ἰατρὸς τῶν ῥητῶν τὰ ἑξῆς ὑφελόμενος πρὸς τὸ δοκοῦν αὐτῷ τὸν νοῦν ἐβιάσατο μεταπλάσαι τοῦ ἀποστόλου, ἀνίατόν τι παθὼν λίαν κοὶ παιδικόν.
- 1.58.3.1
ἀντὶ γὰρ τοῦ πρὸς τὰς οἰκείας συμφύσεις καὶ ἁρμογὰς τὰ μέλη τηρεῖν τῶν σωμάτων, ἴνα τὸ πᾶν ἄρτιον ᾖ κατὰ φύσιν σχῆμα τοῦ σώματος, ἠκρωτηρίασε παρελθὼν τὸν εἰρμὸν τῆς γραφῆς, καθάπερ Σκύθης ἐχθροῦ τινος ἀφειδῶς πρὸς ἀναίρεσιν κατατέμνων τὰ μέλη.
- 1.58.4.1
Εἶεν· πῶς οὖν ὁ ἀπόστολος, λέξουσι, ταῦτα ἀπε- φήνατο, εἰ σὺ μὴ οὕτως αὐτὰ ἀπέδειξας ἔχειν; ὅτι Νόμον, εἴποιμ΄ ἄν θέμενος εἶναι τὴν ἐντολήν δεδόδθω γὰρ πρῶτον κατὰ τὴν ὑμετέραν ὑπόθεσιν τὴν ἐντολὴν <ἐκείνην> αὐτὸν νόμον εἰρηκέναι), οὐ τοῦτο καὶ ἀσωμάτως πρὸ τῆς ἐντολῆς τὸν πρωτόπλαστον ὑπέθετο βεβιωκέναι, ἀλλὰ χωρὶς ἁμαρτίας. καὶ γὰρ ὀλίγος ὁ ἀπὸ τῆς κατίσεως αὐτῶν ἀχρι τῆς ἐντολῆς χρόνος, ἐν ᾦ διέζησε χωρὶς ἁμαρτίας, οὐκ ἐκτὸς σώματος, ἀλλὰ μετὰ σώματος. εὐθέως γοῦν μετὰ τὴν ἐντολὴν ἐξεβλήθησαν βραχύτατον ἐννεάσαντες έν τῷ παραδείσῳ χρόνον. — τὰ
- 1.58.5.1
τὰ παθήματα τῶν ἡμαρτιῶν τὰ διὰ τοῦ νόμου« λεγούσης »ἐνηργεῖτο έν τοῖς μέλεσιν ἡμῶν« διαβάλλειν αὐτὸν τὴν σάρκα νομίζῃ καὶ παραιτεῖσθαι, παραφέρῃ τε ὅσα τοιαῦτα ἄλλα εἴρηται (οἷον »ἵνα τὸ τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα« ἤ τό οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος· τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη, διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν· τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλὰ ἐν πνεύματι«), λεκτέον αὐτῷ, Πότερον οὖν ἤδη ἀναλύσας ὁ ἀπόστολος ἠν ἐκ τοῦ βίου καὶ οἶς ταῦτα ἐπέστελλεν, εἰ μὴ τὴν κατὰ σάρκα νῦν παρῃτεῖτο πολιτείαν, ἀλλὰ τὴν σάρκα, ἢ ἔτι ἐν σαρκὶ ἠν; ἀλλὰ ἐν σαρκὶ μὴ ὄντα αὐτὸν ἀπεσταλκέναι ταῦτα, οὐ λεκτέον· φανερὸν γὰρ ὅτι ἠν ἐν σαρκὶ καὶ αὐτὸς καὶ οἶς ταῦτα ἐπέστελλεν.
- 1.58.6.1
πῶς οὐν »ὅτε γὰρ ἠμεν ἐν σαρκί τὰ παθήματα τῶν ἀμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἠμῶν«, ὠς οὐκ ὤν οὔτε αὐτὸς ἔτι έν σαρκὶ οὔτε οἶς ταῦτα ἐπιστέλλει, λέγει; οὐκοῦν περὶ τῆς κατὰ ἀκρασίαν πολιτείας διαλέγεται καὶ οὐ περὶ τῆς σαρκὸς αὐτῆς. ἔθος γὰρ αὐτῳ σαρκικὸν τὸν οὕτως ζῶντα ἄνθρωπον λέγειν, καθάπερ καὶ ψυχικὸν ἄνθρωπον τὸν ἀπηλγηκότα πρὸς τὴν ἀλήθειαν ἀτενίσαι καὶ τὸν φωτισμὸν τοῦ μυστηρίου.
- 1.58.7.1
ἐπεὶ λεγέτωσαν μηδὲ τὴν ψυχὴν δύνασθαι σῴζεσθαι τὸ σύνολον. γέγραπται γὰρ »ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ έστιν· ὁ δὲ πνευματικὸς πάντα ἀνακρίνει«. ὥσπερ ἐκεῖ ψυχικὸς εἰσάγεταί τις καὶ πνευματικὸς ἄνθρωπος, καὶ ὁ μὲν πνευματικὸς τῶν σῳζομένων, ὁ δὲ ψυχικὸς τῶν ἀπολλυμένων, καὶ οὐ παρὰ τοῦτο δὴν ψυχὴ μὲν ἀπόλλυται, ἄλλα δὲ παρὰ τὴν ψυχὴν σῴζεται, οὕτω δὴ καὶ ἐνθάδε σαρκικοὺς καὶ έν σαρξὶν ὑπάρχοντας ἀπόλλυσθαι λέγων, καὶ μὴ δύνασθαι ἀρέσαι θεῷ, οὐ τὴν σάρκα, ἀλλὰ τὴν κατὰ σάρκα πολιτείαν ἀναιρεῖσθαι ἀγωνίζεται.
- 1.58.8.1
ὑπο- βὰς δὲ καὶ εἰπών »οἱ δὲ έν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται« εὐθέως ἐπιφέρει »ὺμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρχί, ἀλλὰ ἐν πνεύματι, εἴπερ πνεῦμα Χριστοῦ οἰκεῖ ἐν ὑμῖν«, κοὶ μετ’ ὀλίγον »ὅτι δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖνμ, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. ἄρα οὐν, ἀδελφοί, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν· εἰ γὰρ κατὰ σάρκα ζῆτε μέλλετε άποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε«. προσεκτέον γὰρ ὡς τὴν τοῦ σώματος πρὸς τὰς ἡδονὰς ὁρμὴν καὶ οὐχὶ τὸ σῶμα θανατοῦσθαι διεβεβαιώσατο.
- 1.59.1.1
Ἐὰν δὲ πάλιν ἀνθυποφέρωσι λέγοντες, Πῶς δὴ οὖν »τὸ φρόνημα τῆς σαρκός« εἶναι εἴρηται »ἔχθρα εἰς θεόν; τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· ούδὲ γὰρ δύναται«, λεκτέον ὡς ἄρα καὶ ἐνθάδε διαπίπτουσιν. οὐ γὰρ τὴν σάρκα αὐτήν, ἀλλὰ τὸ φρόνημα τῆς σαρκὸς ὑποτάσσεσθαι μὴ δύνασθαι τῷ νόμῳ τοῦ θεοῦ ὑπέθετο, ἕτερον παρὰ τὴν σάρκα ὑπάρχον.
- 1.59.2.1
καθάπερ εἰ ἔλεγεν· ὁ ῥύπος τοῦ μὴ καλῶς άργύρου καθαρισθέντος εἰς τὸ γενέσθαι σκεῦος ἐπιτήδειον οὐχ ὐποτάσσεται« τῷ δημιουργῷ· »οὐδὲ γὰρ δύναται« (ἐκβλξθῆναι γὰρ αὐτὸν πρότερον καὶ ἐκτακῆναι δεῖ), καὶ οὐ παρὰ τοῦτο τὸν ἄρ- γυρον άπεφαίνετο μὴ δύνασθαι εἰς σκεῦος πονηθῆναι χρήσιμον, άλλὰ τὸ χαλκῶδες τὸ ἐν τῷ άργύρῳ καὶ τὴν ἄλλην σκληρότητα.
- 1.59.3.1
οὕτω καὶ »τὸ φρόνημα τῆς σαρκὸς‘ εἰπὼν οὐ τὴν σάρκα ἔφη μὴ μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ »νόμῳ τοῦ δεοῦ«, ἀλλὰ τὸ φρόνημα τὸ ἐν τῇ σαρκί, οἶον τὸ πρὸς τὰς ἀκρασίας αὐτῆς λέγων ὅρμημα. ὅπερ ἀλλαχοῦ ὁτὲ μὲν »παλαιὰν ζύμην« »κακίας καὶ πονηρίας« ἐκάλεσεν, ἐπισπέρχων αὐτὸ τελέως ἀφ᾿ ἡμῶν ἀἱστωθῆναι, ὁτὲ δὲ »νόμον τῷ νόμῳ τοῦ νοὸς καὶ αἰχθμαλωτίζοντα«.
- 1.59.4.1
ἐπεί, εἰ αὐτὴν τὴν σάρκα ἔλεγε μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, πρῶτον οὐδὲ μέμψιν ἀσελγαίνοντες ἢ λῃστεύοντες ἢ τὰ ἄλλα ὅσ᾿ ἄττα διὰ σώματος πράσσοντες ἢ ποιοῦντες ἔχειν ἐδυνάμεθα παρὰ δικαίῳ κριτῇ, ἀδυνάτως ἐχούσης τῆς σαρκὸς ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ. πῶς γὰρ ἂν μεμπτέον ἐδύνατο τὸ σῶμα κατὰ τὴν προσοῦσαν αὐτῷ φύσιν βιοῦν εἶναι;
- 1.59.5.1
ἀλλὰ οὐδὲ ἄλλως εἰς ἁγωείαν ἢ ἀρετὴν ὑπαχθῆναι τὸ σῶμα ἐδύνατο, πεφυκὸς μὴ ὑποτάσσεσθαι τῷ ἀγαθῷ. εἰ γὰρ ἡ φύσις τοιαύτη τῆς σαρκός, μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, νόμος δὲ θεοῦ δικαιοσύνη καὶ σωφροσύνη. ἐχρῆν μήτε παρθενεύειν μήτε ἐγκρατεύεσθαι δύνασθαι τὸ σύνολον ὅλως ἐκ παντός· εἰ δὲ παρθενεύουσι καὶ ἐγκρατεύονται, ἐγκρατεύονται δὲ ὁπότε τὸ σῶμα ὑποτάσ- σουσιν (ἄλλως γὰρ ἐγρατεύεσθαι ἁμαρτίας ἀδύνατον), οὐκ ἄρα οὐ δύναται τὸ σῶμα ὑποτάσσεσθαι τῷ τοῦ θεοῦ νόμῳ.
- 1.59.6.1
ἐπεὶ πῶς ἂν ὁ Ἰωάννης ὑπέταξεν αὑτοῦ τὸ σῶμα εἰς ἁγνείαν; ἤ πῶς Πέτρος εἰς ὁσιότητα ἢ οἱ καθεξῆς εἰς δικαιοσύνην; πῶς δὲ καὶ Παῦλος μὴ οὐν βασιλευέτω ὴ ὴμαρτία ἐν τῷ θνητῷ ὺμῶν« γέγει »σώματι εἰς τὸ ὑπακούειν ταῖς ἐπι- θυμίαίς αὐτοῦ, μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ὡσεὶ ἐκ νεκρῶν ζῶντας καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ δεῷ«; καὶ πάλιν »ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ άκαθαρσίᾳ καὶ τῇ άνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτως νῦν παραστήσατε τὰ μελη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.
- 1.60.1.1
Οὐκοῦν ἐγίγνωσκε δύνασθαι διευθύνεσθαι τὸ σκήνωμα τοῦτο καὶ νεύειν πρὸς τὸ ἀγαθόν, ἵνα νεκρωθῶσιν ἐν αὐτῷ τὰ ἀμαρτήματα. ἐπεὶ πῶς ἑτέρως δουλωθῆναι τῇ δικαιοσύνῃ δύναται ἄνθρωπος καὶ ἐξ᾿ ἡμῶν, ἐὰν μὴ πρότερον ὖποτάξας ἑαυτοῦ τὰ μέλη τῆς σαρκὸς εἰς τὸ μὴ ὑπακούειν αὐτὰ τῇ ἁμαρτίᾳ, ἀλλὰ τῇ δικαιοσύνῃ, πολιτεύσηται κατ᾿ ἀξίαν τοῦ Χριστοῦ; ἐπειδὴ τὸ ἁμαρτῆσαι καὶ τὸ μὴ ἁμαρτῆσαι διὰ τοῦ σώματος γίγνεται, τῆς ψυχῆς ἢ πρὸς ἀρετὴν ἢ πρὸς κακίαν όργάνῳ χρωμένης αύτῷ.
- 1.60.2.1
εἰ γὰρ »οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οτε μαλακοὶ ουτε άρσενοκοῖται ουτε κλέπται ουτε πλεονέκται οὔτε μέθυσοι οὔτε λοίδοροι οὔτε ἄρπαγες βασιλείαν θεοῦ κληρονομῆσαι« δύνανται, πληροῦνται δὲ ταῦτα καὶ κρατύνονται διὰ τοῦ σώματος, δικαιοῦται δὲ οὐδείς, ἐὰν μὴ πρῶτον κρατήσῃ τούτων, κρατεῖ δὲ τούτων ὸ ἐκνεύων πρὸς σωφροσύνην καὶ πίστιν, ὑποτάσσεται ἄρα τὸ σῶμα τῷ νόμῳ τοῦ θεοῦ· ὁ νόμος γὰρ θεοῦ σωφροσυνη.
- 1.60.3.1
ὥστε ὁ άπόστολος οὐ τὴν σάρκα »μὴ ὺποτάσσεσθαι« τῷ άγαθῷ ἔφη, άλλὰ »τὸ φρόνημα τῆς σαρκλός«, οἶον τὴν ὁρμὴν αύτῆς [αὐτὴν] τὴν πρὸς τὰς ἀκρασίας ἀναιρῶν, ὥσπερ δὴ καὶ τῆς ψυχῆς τὴν πρὸς τὸ ἄδικον ἔκκλισιν.
- 1.60.4.1
ἐκκαθαίρεσθαι γοῦν ἄχρι καὶ τῆς γαστριμαργικῆς ἀκρασίας διαμιλλώμενος, διδάσκων τε τὰς τοιαύτας ὀρέξεις καὶ ἡδονὰς ἐξαπόλλυσθαι, καὶ καταισχύνων τοὺς τὸ τρυφᾶν τοῦτο καὶ πολυτελεύσεσθαι ζῆν εἶναι νομίζοντας, οἵ θεὸν τὴν κοιλίαν, »φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν‘, καθάπερ ἀδηφάγα θρέμματα κάτω περὶ τὴν βορὰν μόνον καὶ τὰς ἀσχολούμενα, εἰπών τε τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν, | ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει« ἐπήγαγε »τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ κυρίω, καὶ ὁ κύριος τῷ σώματι. ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρε, καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. ἢ οὐκ οἴδατε ὅτι τὰ μέλη ὑμῶν μέλη Χριστοῦ ἐστίν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἕν σῶμά ἐστιν; ἔσονται γὰρ φησίν, οἱ δύο εἰς σάρκα μίαν. ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἕν πωεῦμά ἐστι. φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα, ὃ ἂν ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν. ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἀγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; καὶ οὐκ ἐστὲ ἕαυτῶν· ἠγοράσθητε γὰρ τιμῆς. ἄρα γε δοξάσατε τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν <καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ θτοῦ).4
- 1.61.1.1
Πρόσσχες γὰρ ὅτι, ἐπειδὴ τὸ σῶμα τοῦτο δύναται τῷ νόμῳ τοῦ θεοῦ <ὑποτάσσεσαι> καὶ τὴν ἀθανασίαν ὑποδέξασθαι, ἐὰν τῆς ἀκρασίας τῶν ὑπεκκαυμάτων, μὴ χραινόμενον ἀθέσμοις ὅλως οἴστρων παρατριβαῖς, ὁ ἀπόστολος ταῦτα ἀνεφθέγξατο. ποῖον γὰρ τὸ κολλώμενον ἕτερον »τῇ τόρνῃ« καὶ πλησιάζον καὶ »σὰρξ« μετ᾿ αὐτῆς κατὰ τὴν σύνερξιν ταῖν μελῶν καὶ τὴν κοινωνίαν »μία« γινόμενον παρὰ τοῦτο τὸ σῶμα τὸ ἔξω, δἰ οὗ ταῦτα πάντα πληροῦται τὰ πρὸς μῖξιν καὶ ἔκκαυσιν ἁμαρτήματα; ὅθεν καὶ »πᾶν ἀμάρτημα, 6 ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἀμαρτάνει« . . .
- 1.61.2.1
τῦφος μὲν γὰρ καὶ ἀπιστία καὶ θυμὸς καὶ ὑπόκρισις ψυχῆς ἁμαρτήματα, πορνεία δὲ καὶ οἶστρος καὶ σώματος· μεθ· ὡν οὔτε ψυχὴ πρὸς ἀλήθειαν ἀναπτήσεται οὔτε σῶμα σωφροσύνης ὑποταχθήσεται δόγμασιν, ἀλλὰ ἄμφω διολισήσουσι τῆς βασιλείας τοῦ Χριστοῦ.
- 1.61.3.1
καὶ τοίνυν εἰ τὰ σώματα ἡμῶν ἐν ὰγιασμῷ διακρατούμενα »ναός ἐστι τοῦ ἐν ἠμῖν« οἰκοῦντος πνεύματος«, καὶ »ὸ κύριος ἐν τῷ σώματι«, καὶ τὰ μέλη τοῦ σώματος »μέλη Χριστοῦ, ὑποτάσσεται« ἄρα τὸ σῶμα »τῷ νόμῳ« τῷ θείῳ »κληρονομῆσαι« δύναται »τὴν βασιλείαν τοῦ θεοῦ..
- 1.61.4.1
ὁ γὰρ »ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει« φησί »καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν«, ἵνα »τὸ θνητὸν τοῦτο« ἐνθύσηται τὴν »ἀθανασίαν καὶ τὸ φθαρτὸν τὴν »εἰς νῖκός τε καταποθῇ ὁ δάνατος.« οὐ γὰρ περὶ ἄλλου διελάβανεν καθ’ ἡμᾶς ἐνταῦθα σώματος ὁ ἀπόστολος, ἀλλὰ περὶ τούτου τοῦ ἀποθνῄσκοντος καὶ ωεκρουμένου, δι᾿ οὗ κοὶ πορνεῦσαι καὶ ἀσελγῆσαι δυνατόν.
- 1.62.1.1
Ἐὰν δὲ διαφορὰν εἶναι σώματος πρὸς σάρκα ὑποτοπάζωσιν (ἵνα δὴ καὶ ταῦτα αὐτοῖς ἐπιτρέψωμεν λογικεύεσθαι), καὶ σῶμα ἄλλο νομίζοιεν, οἶον αὐτῆς τῆς ψυχῆς, ὅ μὴ βλέπεται, σάρκα δὲ τοῦτο τὸ ἔξω τὸ βλεπόμενον, λεκτέον ὡς οὐ μόνον ὁ Παῦλος καὶ οἱ προφῆται σῶμα γιγνώσκουσι τὴν σάρκα ὀνομάζεσθαι ταύτην, άλλὰ καὶ ἄλλοι φιλόσοφοι, παρ’ οἶς δὴ μάλιστα καὶ ἡ τῶν ὀνομάτων ἀκρίβεια παρατετήρηται.
- 1.62.2.1
σὰρξ γὰρ ὅλως, εἰ βούλονται καὶ περὶ τούτων ἐπιστη- μόνως ἐπισκέψασθαι, πᾶς ὁ ὄγκος οὗτος τοῦ σκηνώματος ἡμῶν κυρίως οὐ λέγεται, ἀλλά τι μέρος τοῦ ὅλου καθάπερ ἢ ὀστᾶ ἤ νεῦρα ἤ φλέβες· σῶμα δὲ τὸ ὅλον. ὅθεν καὶ ἰατροί, οἳ δὴ καὶ περὶ φύσεως σωμάτων ἀκριβῶς διειλήφασι, σῶμα γινώσκουσι τοῦτο τὸ βλεπόμενον. ἀλλὰ καὶ ὁ Πλάτων καὶ αὐτὸ τοῦτο σὼμα καὶ αὐτὸς ἐπίσταται.
- 1.62.3.1
ἐν γοῦν τῷ Φαίδωνι ὁ Σωκράτης »ἆρα μὴ ἄλλο τι τὸν θάνατον ἡγούμεθα εἶναι« ἴφη »ἤ <τὴν> τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ἀπαλλαγήν; καὶ εἶναι τοῦτο <τὸ> τεθνάναι, χωρὶς μὲν <ἀπὸ> τῆς ψυχῆς ἀπαλλαγὲν αὐτὸ καθ’ ἑαυτὸ τὸ σῶμα γεγονέναι, χωρὶς δὲ τὴν ψυχὴν <ἀπὸ> τοῦ σώματος;« ὁ γάρ τοι Μωυσῆς ὁ μακάριος (ἥκομεν γὰρ καὶ ἐπὶ <αὐτὰς>
- 1.62.4.1
τὰς κυριακὰς ἤδη γραφάς) οὐ σῶμα τοῦτο ὀνομάζεσθαι ἐπίσταται, ὅ βλέπομεν, »καὶ πλυνεῖ τὰ ἱμάτια« λέγων ἐν τοῖς καθαρισμοῖς ὁ ἐπιψαύσας τοῦ ἀκαθάρτου, καὶ λούσεται« τὸ σῶμα αὐτοῦ »ὕδατι«, »καὶ ἀκάσαρτος ἔσται ἕως ἑσπέρας«; τί δὲ καὶ ὁ Ἰώβ; οὐ σῶμα ἐπίσταται καὶ αὐτὸς τοῦτο τὸ νεκρούμενον καλεῖν, »φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων‘ γέγων;
- 1.62.5.1
ἀλλὰ καὶ ὁ Σολομῶν ὅτι »εἰς κακότεχνον ψυχὴν οὐκ εἰσε- λευσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἀμαρτίας«. καὶ ἐν τῷ Δανιὴλ ἐπὶ ταῖν μαρτύρων »οὐκ ἐκυρίευσεν αὐτῶν τὸ πῦρ τοῦ σώματος. λέγεται »καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλογίσθη« καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ·
- 1.62.6.1
»διὰ τοῦτο λέγω τοῦτο μὴ μεριμνᾶτε τί φάγητε ἢ τί ἐνδύσησθε. οὐχὶ ἡ ψυχὴ ψυψὴ πλέον »μὴ οὖν
- 1.62.7.1
»μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι« λέγων, σῶμα γινώσκειν τοῦτο ὅ περικείμεθα συνίστησι. καὶ πάλιν· »εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν«. καὶ πάλιν· »ἐὰν εἴπῃ ὁ ποὺς ὅτι οὐκ εἰμὶ | χείρ, οὐκ εἰμὶκ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος«. καὶ πάλιν· »καὶ μὴ ἀσθενήσας« Ἀβραὰμ »τῇ πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον«. καὶ πάλιν· τοὺς γὰρ ἅπαντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἕνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἅ ἔπραξε«. καὶ πάλιν· »αἱ μὲν ἐπιστολαὶ βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενής«. καὶ πάλιν· »οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα«. καὶ πάλιν· »οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα«. καὶ πάλιν· αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη«.
- 1.62.8.1
οἱ δὲ ἀσφαλῶς οὐ νοήσαντες τούτων οὐδὲν ἐν σάλω καὶ ταραχῇ φέρεσθαι τὸν ἀπόστολον ὑπέλαβον, ὡς στάσιν αὐτοῦ τὰς διανοήσεις τῶν λόγων καὶ ἔδραν οὐκ ἐχούσας, ἀλλὰ ἀναπλεούσας ἄνω καὶ κάτω καὶ ὁμιλούσας παλίμφημα, ὸτὲ μὲν τὴν σάρκα άνίστασθαι, ὁτὲ δὲ οὐκ άνίστασθαι.
- 1.62.9.1
Όθεν ἴνα μὴ παραλειφθῇ τῶν προταθέντων μηδὲ ἔν, ὅπως τελέως ἐκτέμωςμεν Ὕδραν, εἰς τὸ προκείμενον πάλιν ἐφεξῆς γάρ, καθάπερ ὑπεσχόμην, καὶ τὰ ἄλλα ἅ προσαποροῦσι κεφάλαια θείς, καὶ ἅ χρὴ πρὸς αὐτὰ λέγεσθαι ἀποδείξας, ἀκόλουθα παραστήσω αὐτὸν καὶ σύμφωνα εἰς τὴν περὶ τῆς ἀναστάσεως τῆς σαρκὸς πίστιν καὶ αὐτὰ εἰρηκότα.
← Previous · Next → — showing 301–400 of 799
First Thousand Years of Greek. CTS URN tlg2959.tlg003.opp-ger1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.