Ancient Textssearch the texts themselves, not just their titles

← Library

De Resurrectione

First Thousand Years of Greek · First Thousand Years of Greek · 799 sections

  1. 1.31.4.4

    ἈΓΛ. Ἀληθέστατα, ἔφη, λέγεις.

  2. 1.31.4.5

    ΜΕΘ. Τιμωρεῖται γὰρ αὐτὸν οὐ τοῦ παρεληλυθότος ἐγκλήματος ἕνεκα ὁ δικαστής, ἀλλὰ τοῦ λέλλοντος, ὅπως μὴ καὶ αὖθις ποιήσῃ τοῦτο.

  3. 1.31.4.6

    ἈΓΛ. Δῆλον, ἔφη.

  4. 1.31.4.7

    ΜΕΘ. Ὁ γὰρ δεσμὸς αὐτῷ δῆλον ὡς τὴν πρὸς τὸ ἀδικεῖν ὁρμὴν ἀναιρεῖ, μὴ ἐπιτρέπων ποιεῖν ἃ θέλει.

  5. 1.31.4.8

    ἈΓΛ. Ἀληθές.

  6. 1.31.5.1

    ΜΕΘ. Οὐκοῦν εἴργεται τοῦ ἁμαρτάνειν, τῶν δεσμῶν μὴ ἐώντων ἐλευθεριάζοντα χρῆσθαι ταῖς ἡδοναῖς, ἀλλὰ συστελλόντων καὶ τὸ δίκαιον διδασκόντων τιμᾶν, ἔστ᾿ ἂν αὐτὸς μάθῃ νουθετούμενος σωφρονεῖν;

  7. 1.31.5.2

    ἈΓΛ. Φαίνεται, ἔφη.

  8. 1.31.5.3

    ΜΕΘ. Οὐδὲ τοίνυν παραίτιος ὁ δεσμὸς γίγνεται τοῦ πλημμελεῖν.

  9. 1.31.5.4

    ἈΓΛ. Ἔοικεν.

  10. 1.31.5.5

    ΜΕΘ. Σωφρονίζει γὰρ καὶ ποιεῖ δικαιοτέρους, ἀλεξιφάρμακον ὢν ψυχῆς, αὐστηρὸν μὲν καὶ δηκτικόν, ἀλλ᾿ ἰατικόν.

  11. 1.31.5.6

    ἈΓΛ. Δῆλον, ἐφη.

  12. 1.31.6.1

    ΜΕΘ. Τί γὰρ; φέρε γὰρ ἐξετάζωμεν πάλιν τὰ ἔμπροσθεν. οὐ δεσμὸν τὸ σῶμα διὰ τὴν παράβασιν δέδωκας εἶναι τῆς ψυχῆς;

  13. 1.31.6.2

    ἈΓΛ. Καὶ δίδωμι, ἔφη.

  14. 1.31.6.3

    ΜΕΘ. Ἁμαρτάνειν δὲ τὴν ψυχὴν μετὰ σώματος, εἴπερ τὸ μοιχᾶσθαι, φονεύειν τε καὶ ἀσεβεῖν ἁμαρτία σοι δοκεῖ, ἃ μετὰ τοῦ σώματος ἡ ψυχὴ ποιεῖ;

  15. 1.31.6.4

    ἈΓΛ. ἐπένευσεν.

  16. 1.31.6.5

    ΜΕΘ. Ἀλλὰ τὸν δεσμώτην ὡμολογήσαμεν μὴ δύνασθαι ἀδικεῖν;

  17. 1.31.6.6

    ἈΓΛ. Ὡμολογήσαμεν, ἔφη.

  18. 1.31.6.7

    ΜΕΘ. Κωλύεσθαι δὲ ἀλγυνόμενον ὑπὸ τῶν δεσμῶν;

  19. 1.31.6.8

    ἈΓΛ. Ναί.

  20. 1.31.6.9

    ΜΕΘ. Δεσμὸς δὲ ἡ σὰρξ τῆς ψυχῆς;

  21. 1.31.6.10

    ἈΓΛ. ἐπένευσεν.

  22. 1.31.6.11

    ΜΕΘ. Ἀλλὰ ἁμαρτάνομεν ὄντες ἐν σαρκί, ὁμοδοξούσης ἡμῖν εἰς τοῦτο τῆς σαρκός;

  23. 1.31.6.12

    ἈΓΛ. Ἁμαρτάνομεν, ἔφη.

  24. 1.31.6.13

    ΜΕΘ. Ὁ δὲ πεπεδημένος οὐ δύναται ἁμαρτάνειν;

  25. 1.31.6.14

    ἈΓΛ. καὶ ἐνταῦθα ἐπένευσεν.

  26. 1.31.6.15

    ΜΕΘ. Ἄγχεται γὰρ.

  27. 1.31.6.16

    ἈΓΛ. Ναί.

  28. 1.31.6.17

    ΜΕΘ. Μὴ ἐώμενος ὑπὸ τοῦ δεσμοῦ;

  29. 1.31.6.18

    ἈΓΛ. Δῆλον.

  30. 1.31.6.19

    ΜΕΘ. Ἀλλὰ τὸ μὲν σῶμα πρὸς τὸ ἁμαρτῆσαι συνεργόν;

  31. 1.31.6.20

    ἈΓΛ. Ναί.

  32. 1.31.6.21

    ΜΕΘ. Εἴργει δὲ ὁ δεσμός;

  33. 1.31.6.22

    ἈΓΛ. συνέφη.

  34. 1.31.7.1

    ΜΕΘ. Οὐκ ἄρα τὸ σῶμα δεσμός, οὔτε κατὰ σὲ οὔτε κατὰ ἄλλον, ἔφην, ὦ Ἀγλαοφῶν, ἀλλὰ πρὸς ἑκάτερον τῇ ψυχῇ συνεργόν, εἴτε πρὸς τὸ ἀγαθὸν εἴτε πρὸς τὸ κακόν.

  35. 1.31.7.2

    ἈΓΛ. συνεχώρει.

  36. 1.32.1.1

    ΜΕΘ. Οὐκοῦν οὕτω δὴ τούτων ἐχόντων ἀπολόγησαι, ὦ Ἀγλαοφῶν, πρὸς ἃ πρῶτον ὑπέθου. ἔφης γὰρ δεσμὸν καὶ εἱρκτὴν καὶ πέδας τὸ σῶμα τῆς ψυχῆς ἐν τοῖς ἔμπροσθεν. καὶ ὁρᾷς ὡς οὐ συνᾴδουσι τούτοις ἃ ἔφης; πῶς γὰρ συνᾴδοιεν, εἴπερ γε ἀνάγκη, ὦ ἄριστε, δεσμὸν μὲν τὴν σάρκα νομίζεσθαι, τὴν δὲ ψυχὴν συνεργῷ πρὸς ἀδικίαν χρῆσθαι καὶ συμπράκτορι τῷ δεσμῷ, ὅπερ ἀδύνατον;

  37. 1.32.2.1

    εἰ γὰρ διὰ τὴν ἁμαρτίαν βασανιστήριον ἐδόθη, πρὸς τὸ ἀλγυνθεῖσαν εἰς τὸ τιμᾶν τὸν θεὸν παιδευθῆναι τὴν ψυχήν, πῶς συνεργεῖ καὶ συναγωνίζεται τὸ σῶμα αὐτῇ πρὸς τὸ ἀδικεῖν; δεσμοὶ γὰρ καὶ φυλακαὶ πέδαι καὶ συλλήβδην αἱ τοιαῦται πᾶσαι πρὸς ἐπανόρθωσιν τιμωροὶ μηχαναὶ ἐφεκτικαὶ τοῦ ἀδικεῖν καὶ ἁμαρτάνειν τοῖς κολαζομένοις γίγνονται.

  38. 1.32.3.1

    οὐ γὰρ ὅπως ὁ ἀδικήσας ἀδικήσῃ πλέον συνεργὸς αὐτῷ πρὸς τὸ ἀδικεῖν ὁ δεσμὸς δίδοται, ἀλλ᾿ ὅπως λήξῃ τοῦ ἀδικεῖν, βασανιζόμενος διὰ τῶν δεσμῶν· καὶ γὰρ οἱ δικασταὶ ταῦτῃ πεδοῦσι τοὺς φαύλους. κωλύονται γὰρ, κἂν μὴ βούλωνται, κακοποιεῖν ὑπὸ τῶν δεσμῶν. ἐλευθεριαζόντων δὲ τὸ κακουργεῖν ἐστιν καὶ ζώντων ἀφυλάκτως, ἀλλ᾿ οὐ πεπεδημένων.

  39. 1.32.4.1

    ὁ δὲ ἄνθρωπος πρῶτον μὲν ἐφόνευσε, κατὰ τὸν Κάϊν, ηὑξήθη πρὸς ἀπιστίαν, εἰδώλοις προσέσχεν, ἀπεστάτησε θεοῦ. καὶ πῶς αὐτῷ δεσμὸς τὸ σῶμα ἐδόθη; ἢ πῶς ὁ θεὸς μετὰ τὸ πρὸ σώματος ἀνομῆσαι τὸν ἄνθρωπον συνεργὸν πρὸς ἀδικίαν αὐτῷ μείζονα τὸ σῶμα ἔδωκεν; πῶς δὲ καὶ μετὰ τὴν κατασκευὴν πρὸ προσώπου σου« λέγεται »τέθεικα

  40. 1.32.5.1

    πρὸ προσώπου σου« λέγεται »τέθεικα τὴν ζωὴν καὶ τὸν θάνατον, ἐκλεξαι τὴν ζωήν, τὸ ἀγαθὸν καὶ τὸ πονηρόν, ἔκλεξαι τὸ ἀγαθόν«, καί »ἐὰν θέλητε καὶ εἰσακούσητέ μου«. ταῦτα γὰρ ὡς αὐτεξουσιάζοντι, καὶ οὐχ ὡς ὑπὸ δεσμὰ καὶ ἀνάγκην ἀγομένῳ ἐρρήθη.

  41. 1.32.6.1

    ὥστε ἐκ παντὸς συνίστασθαι μήτε πέδας ἢ φυλακὴν ἢ δεσμοὺς <δεῖν> νομίζειν τὸ σῶμα μήτε »δεσμώτιδας γῆς« διὰ ταῦτα τὰς ψυχάς, »χοϊκαῖς« κατακρίνοντος αὐτὰς τοῦ θεοῦ δεθῆναι »πέδαις«.

  42. 1.32.7.1

    πῶς γάρ, ὁπότε μὴ δύναται ἀποδειχθῆναι τοῦτο; ἄτοπον δὲ κἀκεῖνο προφανῶς τὸ οἴεσθαι τὸ σῶμα ἐν τῇ κατὰ τοὺς αἰῶνας διαγωγῇ μὴ συνέσεσθαι τῇ ψυχῇ διὰ τὸ δεσμὸν αὐτὸ καὶ πέδας εἶναι, ἵνα μὴ αἰώνιοι γενώμεθα κατάκριτοι δεσμῶται κατ᾿ αὐτοὺς φθορᾶς, ἐν τῇ

  43. 1.32.8.1

    βασιλείᾳ τοῦ φωτὸς ἐσόμενοι, λελυμένου γὰρ ἱκανῶς καὶ ἐξελεγχθέντος τοῦ λόγου, ἐν ᾧ δεσμὸν τῆς ψυχῆς ὡρίσαντο εἶναι τὴν σάρκα, λέλυται καὶ τό Ἵνα μὴ δεσμῶται δι᾿ αὐτὴν ἐν τῇ βασιλείᾳ τοῦ φωτὸς ἢν ἀπολαμβάνωμεν ἐσόμεθα, διὰ τοῦτο οὐκ ἀναστήσεται.

  44. 1.33.1.1

    Ποταπὸν γὰρ λοιπὸν εἰς πειθὼ τοῖς δυσχεραίνουσιν ἕτερον ἀλήθευμα χρὴ δεικνύναι, τῶν εἰρημένων ἐναργέστερον, οὗ ἀνέξονται; ἀλλὰ ταύτην μὲν αὐτῶν τὴν φιλονεικίαν καὶ ἐκ τούτων ἄν τις καὶ ἐξ ἑτέρων ἐλέγχοι πλειόνων.

  45. 1.33.2.1

    ἁπεδείξαμεν γὰρ <καὶ ἀποδείξομεν> ἐν τοῖς ἑξῆς προβαίνοντος τοῦ λόγου φύσεως ἀληθεύμασι καὶ οὐκ εἰκασίαις μήτε τὸν Ἱερεμίαν »δεσμίους« ἡμᾶς »γῆς« διὰ τὴν πρὸς τὸ σῶμα κοινωνίαν εἰρηχέναι μήτε τὸν Δαυὶδ κατὰ τοῦτο »πεπεδημένους«. ἄξιον γὰρ καὶ ταῦτα προσφέρειν ἐν οἷς μάλιστ φαίνονται διαπίπτοντες.

  46. 1.33.3.1

    περὶ μὲν οὖν τῶν »δερματίνων χιτώνων«, καὶ ὅτι πρὸ τῆς κατασκευῆς αὐτῶν οἱ πρωτόπλαστοι διῆγον μετὰ σώματος, ἀθανασίας ἀπολαύοντες, ἔτι τε καὶ ὡς οὐ δύναται τὸ σῶμα δεσμὸς καὶ εἱρκτὴ νομίζεσθαι, τὰ προσήκοντα εἰπών, ὦ ἄνδρες δικασταί (δικαστὰς γὰρ ὑμᾶς τῶν λόγων <τῶν προκειμένων>, ὦ κράτιστε Θεόφιλε, καλῶ), τρέψομαι λοιπὸν ἐπὶ τὰ ἀκόλουθα, καθάπερ ὑπεσχόμην, [τῶν προκειμένων] ἵν᾿ εὐκρινέστερον ἴδωμεν ὃ βουλόμεθα.

  47. 1.34.1.1

    Ὁ τῶν ὅλων δημιουργὸς θεός, ἐπειδὴ τὸ πᾶν εὐτάκτως συνεστήσατο, καθάπερ μεγάλην πόλιν, καὶ διεόσμησεν προστάσσων τῷ λόγῳ, ἕκαστόν τε αἱτῷ συμφώνως ἡρμόσατο στοιχεῖον καὶ πάντα ζῴων πεπλήρωτο διαφοραῖς, ἵνα τελείως ὁ κόσμος εἰς κάλλος αὐξηθῇ, παντοίας φύσεως ζῳοτοκήσας μορφάς, ἄστρα μὲν κατὰ τὸν οὐρανὸν καὶ πτηνὰ κατὰ τὸν ἀέρα, τετράποδα δὲ κατὰ τὴν γῆν καὶ νηκτὰ κατὰ τὸ ὕδωρ, τελευταῖον τὸν ἄνθρωπον, προετοιμάσας ὡς οἰκίαν αὐτῷ καλλίστην τὸ πᾶν, μίμημα τῆς ἰδίας εἰκόνος ἐμφερὲς εἰς τὸν κόσμον εἰσήγαγεν, ἄγαλμα ὡς ἐν ναῷ καλῷ φαιδρὸν ταῖς ἑαυτοῦ χερσὶ κατασκευάσας.

  48. 1.34.2.1

    ἠπίστατο γὰρ ὅτι πάντως, ὅπερ ἂν τῇ ἑαυτοῦ τεχνήσηται χειρί, ἐξ ἀνάγκης ἔσται ἀθάνατον, ἅτε ἀθανασίας ἔργον. ἀθανασίᾳ γὰρ ἀθάνατα τὰ ἀθάνατα γίγνεται, καθάπερ καὶ τὰ κακὰ κακίᾳ κακά, καὶ τὰ ἄδικα ἀδικίᾳ ἄδικα. οὐ γὰρ δικαιοσύνης ἔργον τὸ ἀδικεῖν, ἀλλὰ ἀδικίας, οὐδ᾿ αὖ ἀδικίας ἀντιστρόφως τὸ δικαιοπραγεῖν ἔργον, ἀλλὰ δικαιοσύνης, ὥσπερ οὐδὲ ἐφθαρσίας τὸ φθείρεσθαι ποιεῖν, ἀλλὰ φθορᾶς, οὐδὲ φθορᾶς τὸ ἀθανατίζειν, ἀλλ᾿ ἀφθαρ- σίας.

  49. 1.34.3.1

    καὶ συλλήβδην, οἷον ἂν ᾖ τὸ ποιοῦν, κατὰ τὸν αὐτὸν οὕτως λόγον τοιοῦτον καὶ τὸ ποιούμενον ἐξ ἐνάγκης ἀπεργάζεσθαι συμβαίνει. ὁ δὲ θεὸς καὶ ἀθανασίας καὶ ζωὴ καὶ ἀφθαρσία, ἔργον δὲ ἄνθρωπος θεοῦ· πᾶν δὲ τὸ ὐπὸ ἀθανασίας ἐργασθὲν ἀθάνατον. ἀθάνατος ἂρα ὁ ἄνθρωπος. διὸ δὴ τὸν μὲν ἄνθρωπον αὐτούργησεν αὐτός, τὰ δὲ λοιπὰ γένη τῶν ζῴων ἀέρι καὶ γῇ καὶ ὕδατι προσέταξε φέρειν.

  50. 1.34.4.1

    ἄνθρωπος δὲ ἀληθέστατα λέγεται κατὰ φύσιν οὔτε ψυχὴ χωρὶς σώματος οὔτ᾿ οὖ πάλιν σῶμα χωρὶς ψυχῆς, ἀλλὰ τὸ ἐκ συστάσεως ψυχῆς καὶ σώματος εἰς μίαν τὴν τοῦ καλοῦ μορφὴν συντεθέν. ὅθεν ἐντεῦθεν ἀθάνατον δὴ τὸν ἄνθρωπον γεγονέναι φαίνεται, φθορᾶς τε ἁπάσης καὶ νόσων ἐκτός.

  51. 1.34.5.1

    μάθοι δ᾿ ἄν τις τοῦτο καὶ ἀπὸ τὴς γραφῆς ἱκανῶς. ἐπὶ μὲν γὰρ τῶν ἄλλων, ὁπόσα χρόνων μετακοσμοῦνται διαστολαῖς ἡβῶντα καὶ γηράσκοντα, »ἐξαγαγέτω« λέγεται »τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ«, καὶ »ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος«, ἐπὶ δὲ τοῦ ἀνθρώπου ὡσαύτως ἐκείνοις οὐκέτι »ἐξαγαγέτω ἡ γῆ« ἤ »ἐξαγαγέτω τὰ ὕδατα« ἤ »γενηθήτωσαν φωστῆρες«, ἀλλά »ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν ἡμετέραν καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν«. καί »ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον«.

  52. 1.35.1.1

    Καὶ ἵνα δὴ μᾶλλον καὶ ὑμεῖς τὴν διαφορὰν αἴσθησθε, ὡς ὅλῳ καὶ παντὶ τῶν ἄλλων διαφέρων καὶ ἐν δευτέρᾳ τιμῇ τῶν ἀγγέλων ἐγκαταλεχθεὶς ὁ ἄνθρωπος εὑρίσκεται ἀθάνατος ὤν, φέρε κατὰ τὸν ἀληθῆ πάλιν καὶ ὀρθόδοξον καὶ τοῦτο διαλάβωμεν λογισμόν.

  53. 1.35.2.1

    τοῖς μὲν γὰρ ἀπὸ τῆς εἰσπνοῆς τοῦ κατὰ τὸν ἀέρα πνεύματος <τὸ> ἐμψυχῶσθαι ἐδόθη καὶ ζῆν, τῷ δὲ ἐξ αὐτῆς τῆς ἀθανάτου καὶ διαφερούσης οὐσίας. »ἐνεφύσησε« γὰρ ὁ θεὸς »εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν«. καὶ τοῖς μὲν δουλεύειν καὶ ἄρχεσθαι προσετάγη, τῷ δὲ ἄρχειν καὶ δεσπόζειν, καὶ τοῖς μὲν διάφορα σχήματα φύσεως δίδονται καὶ μορφαί, ὁπόσας ἡ <γῆς> στερέμνιος καὶ ὁρατὴ φύσις κελεύοντος θεοῦ ἐγέννησε, τῷ δὲ τὸ θεοειδὲς καὶ θεοείκελον καὶ πάντα πρὸς ἐκείνην ἀπηκριβωμένον τὴν πρωτότυπον τοῦ πατρὸς καὶ μονογενῆ εἰκόνα. »ἐποίησε γὰρ ὁ θεός« <σησι> »τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν«· διὸ καὶ ἐμέλησεν αὐτῷ τοῦ σφετέρου ἀγάλματος τῆς διαμονῆς, καθάπερ καὶ τῶν ἀνδριάντων

  54. 1.35.3.1

    καθάπερ καὶ τῶν ἀνδριάντων τοῖς δημιουργοῖς. οὐ γὰρ μόνον κάλλους τῶν ἀγαλμάτων αὐτοῖς καὶ τῆς εὐπρεπείας αὐτῶν πεφρόντισται, ὅπως ὦσι περικαλλῆ μεγαλοπρεπῶς, ἀλλὰ καὶ τῆς εἰς τὸ δυνατὸν σφίσιν αὐτοῖς ἀθανασίας τῶν δημιουργημάτων πρόνοιαν ποιοῦνται, <τοῦ> εἰς τὸν μακραίωνα χρόνον διασῴζεσθαι μὴ λυόμενα, καθάπερ καὶ Φειδίας. οὗτος γὰρ μετὰ τὸ κατασκευάσαι τὸ Πισαῖον εἴδωλον (ἐξ ἐλέφαντος δὲ τοῦτο ἦν) ἔλαιον ἐκχεῖσθαι προσέταξεν ἀμφὶ τοὺς πόδας ἔμπροσθεν τοῦ ἀγάλματος, ἀθάνατον εἰς δύναμιν φυλάσσων αὐτό.

  55. 1.35.4.1

    καὶ τοίνυν εἰ τῶν χειροκμήτων οὕτως οἱ δημιουργοί, θεὸς ὁ ἀριστοτέχνας, ὃς πάντα. δύναται καὶ ἐξ οὐκ ὄντων ποιεῖν, οὐ μᾶλλον τὸ ἄγαλμα τὸ λογικὸν ἑαυτοῦ, τὸν ἄνθρωπον, ἀνώλεθρον καὶ ἀθάνατον εἶναι τὸ παράπαν ἐξ ἁπάσης ἀνάγκης ἐμηχανήσατο; ἀλλ᾿ εἴασεν οὕτως ἀτιμότατα λυόμενον ὀλέθρῳ παραδοῦναι καὶ φθορᾷ, ὃ διαφερόντως ἠξίωσε ταῖς ἑαυτοῦ ποιῆσαι χερσίν, »κατ᾿ εἰκόνα« μορφοποιήσας αὐτὸ »καὶ καθ᾿ ὁμοίωσιν« τὴν ἑαυτοῦ, τὸν κόσμον τοῦ κόσμου, δι᾿ ὃ καὶ ὁ κόσμος ἐγένετο; οὐκ ἔστιν εἰπεῖν· ἀπῄει γὰρ εἰς ἀφροσύνην ἐπαρθέντα φρονῆσαι τοῦτο.

  56. 1.36.1.1

    Ἀλλ᾿ ἴσως μὲν ἐπιστήσαντες ἑαυτοὺς πρὸς τὰ λεχθέντα νῦν, ὦ Ἀγλαοφῶν, λέξετε, Καὶ πῶς, εἰ ἀθάνατον ἦν ἐκ γενέσεως καθ᾿ ὑμᾶς τὸ ζῷον, γεγένηται θνητόν, ὁπότε τὸ ἀθάνατον ἀμεταστρόφως τοῦτο ὅ ἐστιν εἶναι χρή, μὴ μεταπῖπτον ἢ ἐξιστανόμενον εἰς τὴν αἰσχίονα καὶ θνητὴν φύσιν; | ἀμήχανον γάρ, ἐπεὶ οὐκέτι ἔσται ἀθάνατον.

  57. 1.36.2.1

    Ἐπειδή, λέξω, γενόμενον αὐτεξούσιον πρὸς τὴν αἵρεσιν τοῦ καλοῦ, καὶ τοῦτον τὸν θεσμὸν εἰληφός, ὁ μισόκαλος ἐπιστὰς ἐβάσκανε φθονῶν. »ὁ« γὰρ »θεὸς ἔκτισε τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνα τῆς ἰδίας αϊδιότητος ἐποίησεν αὐτόν«. καὶ »ὁ θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ᾿ ἀπωλείᾳ ζώντων«· »φθόνῶ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον«, καθάπερ καὶ ἡ σοφία διὰ Σολομῶνος μαρτυρεῖ.

  58. 1.36.3.1

    πόθεν οὖν ὁ θάνατος πάλιν δὴ λέγεσθαι ἀνάγκη, εἰ μὴ θάνατον ἐποίησεν ὁ θεός. εἰ ἀπὸ τοῦ φθόνου, καὶ πῶς ὁ φθόνος τῆς βουλήσεως μᾶλλον ἴσχυσε τοῦ θεοῦ; ἀλλὰ τοῦτο δύσφημον λέξομεν. Πόθεν οὖν ὁ φθόνος; ὁ ἀντιλέγων ἐρεῖ, εἰ γὰρ ἀπὸ τοῦ διαβόλου, καὶ διὰ τί διάβολος ἐγένετο, εἰ ἐγένετο, καὶ ὁ ποιήσας αὐτόν ἐστιν αἴτιος τοῦ εἶναι κακόν; ἀλλὰ ἀναίτιος παντάπασι κακῶν πᾶσιν ὁ θεός.

  59. 1.36.4.1

    ἀγένητος ἄρα ὁ διάβολος, καὶ εἰ ἀγένητος, καὶ ἀπαθὴς καὶ ἀνώλεθρος καὶ ἀνενδεής. τῷ γὰρ ἀγενήτῳ ἐξ ἀνάγκης ἁπάσης ταῦτα ὑπάρχειν δεῖ. ὁ δὲ διάβολος καταργεῖται καὶ κολάζεται· τὸ δὲ κολαζόμενον ἀλλοιοῦται καὶ πάσχει, ἀπαθὲς δὲ τὸ ἀγένητον. οὐκ ἄρα ἀγένητος, ἀλλὰ γενητὸς ὁ διάβολος.

  60. 1.36.5.1

    εἰ δὲ γενητὸς καὶ πᾶν τὸ γεγενημένον ἀπό τινος ἀρχῆς ἐγένετο καὶ ἔστιν αὐτοῦ δημιουργός, ἔστιν ἄρα τις δημιουργὸς τοῦ διαβόλου. καὶ πότερον κἀκεῖνος ἀγένητός ἐστιν ἢ γενητός; ἀλλὰ τὸ ἀγένητον ἓν εἶναι μόνον νοεῖσθαι χρὴ τὸν θεόν· οὐδὲ γὰρ εἶναι τὸ σύνολον ὅλως ἐκ παντὸς τὸ παράπαν ἕτερος δημιουργὸς δύναται πλὴν αὐτοῦ (»ἐγώ« φησὶ »πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ ἄλλος οὐκ ἔστιν θεός«), οὐδὲ μετασκευάζεσθαί τι ἢ κτίζεσθαι παρὰ τὴν αὐτοῦ δύναται βουλήν. καὶ γὰρ »ὁ υἱὸς οὐδὲν ἀφ᾿ ἑαυτοῦ δύνασθαι ποιεῖν« ὁμολογήσει, »ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἄν« φησίν »ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ«.

  61. 1.36.6.1

    οὐδὲ μήν τι πολέμιον ἢ ἀντίξουν αὐτῷ ἢ ἀντίθεόν ἐστιν· ἐπει κἂν εἰ ἀντέπρασσέ τι τῷ θεῷ, ἐπαύσατο ἂν τοῦ εἶναι, λυθείσης αὐτοῦ τῇ τοῦ θεοῦ δυνάμει καὶ ἰσχύϊ τῆς συστάσεως. τῷ γὰρ ποιήσαντι λῦσαι μόνῳ καὶ τὰ ἀθάνατα δυνατόν.

  62. 1.37.1.1

    Τί οὖν ὁ διάβολος; λέξετε. πνεῦμα περὶ τὴν ὕλην ἔχον, καθάπερ ἐλέχθη καὶ Ἀθηναγόρα, γενόμενον ὑπὸ τοῦ θεοῦ, ὥσπερ δὴ καὶ οἱ λοιποὶ γεγόνασιν ὑπ᾿ αὐτοῦ ἄγγελοι, καὶ τὴν ἐπὶ τῇ ὕλῃ καὶ τοῖς τῆς ὕλης εἴδεσι πεπιστευμένον διοίκησιν.

  63. 1.37.2.1

    τοῦτο γὰρ ἦν ἡ των ἀγγέλων σύστασις, τῷ θεῷ ἐπὶ προνοίᾳ γεγονέναι τοῖς ὑπ᾿ αὐτοῦ διακεκοσμημένοις, ἵνα τὴν μὲν πανατελικὴν καὶ γενικὴν ὁ θεὸς ἔχων τῶν ὅλων πρόνοιαν ᾖ, τὸ κῦρος καὶ τὸ κράτος ἁπάντων αὐτὸς ἀνηρτημένος καὶ ὥσπερ σκάφος τῷ τῆς σοφίας οἴακι διευθύνων ἀκλινῶς τὸ πᾶν, τὴν δὲ διὰ μέρους οἱ ἐπὶ τούτῳ ταχθέντες ἄγγελοι.

  64. 1.37.3.1

    ἀλλ᾿ οἱ μὲν λοιποὶ ἐφ᾿ οἷς αὐτοὺς ἐποιησε καὶ διέταξεν ὁ θεὸς ἔμειναν, ὁ δὲ ἐνύβρισε καὶ πονηρὸς περὶ τὴν τῶν πεπιστευμένων ἐγένετο διοίκησιν, φθόνον ἐγκισσήσας καθ᾿ ἡμῶν, ὥσπερ καὶ οἱ μετὰ ταῦτα σαρκῶν ἐρασθέντες καὶ ταῖς τῶν ἀνθρώπων εἰς φιληδονίαν ἐνομιλήσαντες θυγατράσιν.

  65. 1.37.4.1

    αὐθαίρετον γὰρ καὶ αὐτοῖς ἔχειν πρὸς ἑκάτερα διετάξατο βούλησιν ὁ θεός, οἷα καὶ ἐπὶ τῶν ἀνθρώπων, ἵν᾿ ἢ πειθόμενοι τῷ λόγῳ συνῶσιν αὐτῷ καὶ ἀπολαύωσι μακαριότητος, ἢ πειθόμενοι κρίνωνται. ἦν δὲ καὶ ὁ διάβολος ἀστὴρ ἑωσφόρος.

  66. 1.37.5.1

    »πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων;« ἦν μετὰ τῶν ἀγγέλων ἀνατέλλων τοῦ φωτός, ἦν ἄστρον πρωϊνόν, ἀλλ᾿ ἐξέπεσε καὶ »εἰς τὴν γῆν συνετρίβη«, ἐπιτροπεύσας τῷ ἀνθρώπῳ τἀναντία. τὸ γὰρ θεῖον νεμεσᾷ <ἀεὶ> »τοῖς ὑπερηφάνοις« καὶ τὰ αὐθάδη φρονήματα κολούει.

  67. 1.37.6.1

    ἐπέρχεται δέ μοι καὶ ἔμμετρόν <τι> εἰπεῖν, ὦ πᾶσιν ἀρχὴ καὶ πέρας κακῶν ὄφις, σύ τ᾿ ὦ βαρὺν τίκτουσα θησαυρὸν κακῶν πλάνη, τυφλοῦ ποδηγὲ ἀγνοίας βίου, χαίρουσα θρήνοις καὶ στενάγμασι βροτῶν, ὑμεῖς ἀθέσμους εἰς ὕβρεις ὁμοσπόρων τὰς μισαδέλφους ὁπλίσαντες ὠλένας Κάϊν μολῦναι φοινίῳ πρῶτον λύθρῳ ἐπείσατον γῆν, καὶ τὸν ἐξ ἀκηράτων πεσεῖν αἰώνων πρωτόπλαστον εἰς χθόνα ὑμεῖς ἐτετήνασθε. |

  68. 1.38.1.1

    Καὶ ὁ μὲν διάβολος οὕτως· ὁ δὲ θάντος πρὸς ἐπιστροφὴν εὑρέθη, καθάπερ καὶ τοῖς ἀπτιμαθέσι γραμμάτων παιδίοις πρὸς ἐπανόρθωσιν αἱ πληγαί. οὐδὲν γὰρ ἄλλο ὁ θάνατος ἢ διάκρισις καὶ διαχωρισμὸς ψυχῆς ἀπὸ σώματος. Τί οὖν;

  69. 1.38.2.1

    παραίτιος ὁ θεὸς θανάτου; λέξετε. πάλιν γὰρ ὁ αὐτὸς ἡμῖν ἥκει λόγος. μὴ γένοιτο, ἐπεὶ μηδὲ οἱ διδάσκαλοι προκαθηγουμένως τοῦ ἀλγύνεσθαι ταῖς πληγαῖς τοὺς παῖδας αἴτιοι. καλὸν οὖν ὁ θάνατος, εἰ καθάπερ παισὶ πρὸς ἐπιστροφὴν δίκην πληγῶν εὑρέθη, οὐχ ὁ τῆς ἁμαρτίας, ὦ σοφώτατοι, ἀλλ᾿ ὁ τῆς διαζεύξεως τῆς σαρκὸς καὶ τοῦ χωρισμοῦ.

  70. 1.38.3.1

    αὐτεξούσιος γὰρ ὢν καὶ αὐτοκράτωρ ὁ ἄνθρωπος, καὶ αὐτοδέσποτον βούλησιν καὶ αὐτοπροαίρετον πρὸς τὴν αἴρεσιν, ὡς ἔφην, τοῦ καλοῦ λαβών, ἀκούσας τε »ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φάγεσθε, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ· ᾗ δ᾿ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε«, ἐνδοὺς ἀπ᾿ αὐτοῦ εἰς τὸ φαγεῖν τῷ διαβόλῳ δεδελεασμένῃ σοφίᾳ ποικίλως πρὸς παρακοὴν πείθοντι, ἠθέτησε τὴν ἐντολὴν τοῦ θεοῦ· καὶ ἐγένετο τοῦτο αὐτῷ εἰς σκάνδαλον καὶ παγίδα καὶ σκῶλον.

  71. 1.38.4.1

    οὐ γὰρ ἐκοίησεν ὁ θεὸς κακόν, οὐδέ ἐστιν τὸ σύνολον ὅλως ἐκ παντὸς εἰς τὸ παράπαν αἵτιος κακοῦ· ἀλλὰ πᾶν ὅπερ ἂν αὐτεξούσιον οὕτως ὑπ᾿ αὐτοῦ γεγονὸς ᾖ πρὸς τὸ φυλάξασθαι καὶ τηρῆσαι νόμον, ὃν αὐτὸς δικαὶως διεστείλατο, μὴ τηρῆσαν λέγεται κακόν. βαρυτάτη δὲ βλάβη τὸ παρακοῦσαι θεοῦ, τοὺς ὅρουσ τῆς κατὰ τὸ αὐτεξούσιον ὑπερβάντα δικαιοσύνης. ὅθεν ἐπειδὴ κατερρυπώθη καὶ κατεμάνθη τῆς άποφάσεως 5 ἀποστατήσας ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ κηλῖδας ἐναπεμάξατο πλάνης, »πόνον« κατὰ τὴν γραφὴν συλλαβών, ἵνα τὸν ἄνθρωπον φανταζειν ἀεὶ πρὸς ἀδικίαν ἔχῆ καὶ κινεῖν, ὁ θεὸς ὁ παντοκράτωρ, ἀθάντρον κακὸν ἐξ ἐπιβουλῆς τοῦ διαβόλου ἰδὼν αὐτὸν γεγενημένον, καθάπερ καὶ ὁ διάβολος πλάνος ἦν, τοὺς δερματίνους χιτῶνας διὰ τοῦτο κατεσκεύασεν, οἱονεὶ νεκούτητι <τινὶ> περιβαλὼν αὐτόν, ὅπως διὰ τῆς λύσεως τοῦ σώματος πᾶν τὸ ἐν αὐτῷ γεννηθὲν κακὸν ἀποθάνηῃ. |

  72. 1.39.1.1

    Προηπόρηται δὲ ἤδη καὶ ἀπεδείχθη τοὺς δερματίνους χιτῶνας μὴ εἶναι τὰ σώματα. ὅμως δὲ καὶ πάλιν (οὐ γὰρ ἅπαξ ῥητέον) φράζωμεν. αὐτὸς πρὸ τῆς κατασκευῆς αὐτῶν ὁ πρωτόπλαστος ὁμολογεῖ καὶ ὀστᾶ ἔχειν καὶ σάρκας, ὁπότε δὴ τὴν γυναῖκα προσενεγθεῖσαν σὐτῶ θεασάμενος »τοῦτο νῦν ὀστοῦν« ἰφώνησεν »ἐκ τῶν ὀστῶν μου καὶ σᾶρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. ἕνεκεν τούτου καταλείφει ἄνθρωπος τὸν πατέρα αὐτοῦ και τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν«.

  73. 1.39.2.1

    οὐ γὰρ δὴ ἀνέξομαι φληναφώντων τινῶν καὶ βιαζομένων ἀπηρυθριασμένως τὴν γραφήν, ἵνααὐτοίς δὴ σαρκὸς μὴ εἶναι προχωρήσῃ ἡ ἀνάστασις, ὀστᾶ νοητὰ καὶ σάρκας ὑποτιθεμένων, καὶ ἄλλοτε ἄλλως ἄνω καὶ κάτω μεταβαλλομένων ἀλληγορίαις, καὶ ταῦτα οὕτως ὼς γέγραπται παραλαμβάνεσθαι κρατύνοντος τοῦ Χριστοῦ τὴν γραφήν, ἔνθα πυνθανομένοις τοῖς Φαρισαίοις περὶ χωρισμοῦ γυναικὸς ἀποκρίνεται· »οὐκ ἀνέγνωτε ὅτι ἀπ᾿ ἀρχῆς ὁ κτίσας ἄρσεν καὶ θῆλυ ἐποίησε; καὶ εἰπεν, ἕνεκεν τούτου καταλείωει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα« καὶ τὰ ἑξῆς.

  74. 1.39.3.1

    πῶς γὰρ ἐπὶ ψυχῶν μόνον τό »αὐξάνεσθε <καὶ πληθύνεσθε> καὶ πληρώσατε τὴν γῆν« παραληπτέον, ἢ τό »ἔλαβε χοῦν ἀπὸ τῆς γῆς ὁ θεὸς καὶ ἕπλασε τὸν ἄνθρωπονε«, ὅ κυρίως ἐπὶ τοῦσώματος λελέχθαι φαίνεται; οὐ γὰρ ἀπὸ τοῦ χοὸς καὶ τῶν βαρυτέρων τὴν οὐσίαν ἐκτήσατο ἡ ψυχή.

  75. 1.39.4.1

    ὥστε συνέστηκεν ἐκ παντὸς ἀληθέστατα πρὸ τῶν δερματίνων σεσωματοποιῆσθαι χιτώνων τὸν ἄνθρωπον. ταῦτα γὰρ τοῦ ἐκπεσεῖν αὐτὸν ἅπαντα εἴρηται, τὰ δὲ κατὰτ τοὺς χετῶνας μετὰ τὸ ἐκπεσεῖν.

  76. 1.39.5.1

    Ὅθεν ἔωμεν πάλιν ἐπισκεψόμενοι τὰ ἐν χερσίν, ἱκανῶς ἀποδείξαντες μὴ εἶναι τοὺς δερμαντίνους χιτῶνας τὰ σώματα, ἀλλὰ τῆν ἀπὸ τοῦ ἀλόγου τῶν ζῴων νεκρότητα κατεσκευασμένην· τοῦτο γὰρλείπεται. ἀμέλει τῶν ὅρων ἔξω τοῦ παραδείσου κατὰ ταύτην ἐξοικίζεται τὴν αἰτίαν· οὐ γάρ, ὅτι μὴ θέλων ὁ θεὸς ἀπὸ τοῦ ξύλου δρέψασθαι τῆς ζωῆς αὐτὸν καὶ φαγεῖν ἐξέβαλεν (ἐδύνατο γὰρ εἰς τὸν αἰῶνα ζῆ, αὐθις φαγὼν ἀπὸ τῆς ζωῆς), ἀλλ᾿ ἵνα μὴ ἀθάνατον, ὡς ὑπεθέμεθα, γενηθῇ τὸ κακόν.

  77. 1.39.6.1

    ἐπεὶ διὰ τί τὸν Χριστὸν ἀπὸ τῶν οὐρανῶν ἀπέστελλεν εἰς τὴν γῆν, εἰ ὅλως ἤθελε ζωῆς τὸν ἄνθρωπον ἄγευστον ἀποθανεῖν εἰς τὸ παντελές; εἰ δὲ ἐκ μεταμέλου φαίη τοῦτο πεποιηκέναι τὸν θεὸν ὁ ἀντικέγων, ἀσθενὴς αὐτῷ ὁ λόγος, μεταγινώσκοντα τ]ν θεὸν εἰσάγων. ἀλλ᾿ οὔτε ἀσύνετος τοῦ μέλλοντος ὁ θεὸς οὔτε κακοποιός, ἀλλὰ καὶ ἄκρως ἀγαθὸς καὶ προγινώσκων τὰ μέλλοντα.

  78. 1.39.7.1

    ὥστε οὐκ ἄρα διὰ τὸ μὴ σῴζεσθαι εἰς τὸν αἰ[νωα φαγόντα αὐτὸν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς ἐξέβαλεν, ἀλλὰ διὰ τὸ νεκρωθῆναι πρῶντον θανάτῳ τὴν ἁμαρτίαν, ἵν᾿ οὕτως μετὰ τὸ ἀποθανεῖν ἐκτακεἰσης τῆς ἁμαρτίας ἰγερθεὶς ὁ ἄνθρωπος καθαρὸς φάγῃ τῆς ζωῆς.

  79. 1.40.1.1

    Μηδεὶς δὲ ἀβέλτερος ὢν παρακινδυνευέτω ὡς τούτων ἑτέρως λεχθέντων. ὁ γὰρ ὅλως ὁριζόμενος τὴν σάρκα μὴ εἶναι ταύτηνἀθανασίας δεκτικήν, ὄντως ἀνοίας ὑπεύθυνος ὢν νόσῳ βλασφημεῖ.

  80. 1.40.2.1

    διὰ τί γὰρ μετὰ τὴν τῶν χιτώνων τῶν δερματίνων ὁ Ἀδὰμ κατασκευὴν ἐκβάλλεται, κωλυόμενος φαγεῖν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ζῆσαι, εἰ ὅλως ἀδύνατον ἦν μετὰ σώματος εἰς τὸν αἰῶνα ζῆσαι τὸν ἄνθρωπον; ὡς δυναμένου γὰρ αὐτοῦ μὴ ἀποθανεῖν, ἐὰν ἀπὸ τῆς ζωῆς γεύσηται λαβών, ἡ κώλυσις γίγνεται.

  81. 1.40.3.1

    φησὶ γάρ· »καὶ ἐποίησε κύριος ὁ θεὸς τῷ Ἀδὰμ καὶ τῆ γυναικὶ αὐτοῦ χιτ[νας δερματίνους καὶ ἐνέδυσεν αὐτούς. καὶ εἶεν ὁ θεός· ἰδού, γέγονεν Ἀδὰμ ὡς εἶς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν· καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ζήλου τῆς ζωῆς καὶ καὶ φάηῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα. καὶ ἐξαπέσταειλεν ἀυτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆυν, ἐξ ἧς ἐλήφθη, καὶ ἐξέβαλε τὸν Ἀδάμ«.

  82. 1.40.4.1

    οὐκοῦν ἐσύνατο ζῆν εἰς τὸν αἰ[να τὸ σῶμα καὶ ἀθάνατον ἔσεσθαι, εἰ μὴ κεκώλυτο γεύσασθαι τῆς ζωῆς. ἐκωλύθη δέ, ὅπως ἡ μὲν ἁμαρτίαν συναποκτανθεῖσα τῷ σώματι θάνῃ, τὸ δὲ σῶμα ἀνασταθῇ τῆς ἁμαρτίας ἀπολομένης.

  83. 1.40.5.1

    ἵνα τοίνυν μὴ ᾖ κακὸν ἀθάνατον ὁ ἄνθρωπος, ὡς ἔφην, ἣ ἀείζῳον, ἔχων ἐν ἑαυτῷ τὴν ἁμαρτίαν κρατιεύουσαν, ἅτε ἐν ἀθανάτῳ βλαστήσασαν σώματι καὶ ἀθάνατον ἔχουσαν τὴν τροφήν, ὁ θεὸς αὐτὸν διὰ τοῦτο θνητὸν ἀπεφήνατο νεκρότητι περιβαλών.

  84. 1.40.6.1

    τοῦτο γὰρ οἱ δερμάτινοι χιτῶνες ἐβούλοντο, ἵνα δὴ διὰ τῆς λύσεως τοῦ σώματος καὶ τῆς διαιρέσεως ἡ ἁμαρτία κάτωθεν αὐτόπεεμνος πᾶσα διαφθαρῇ, ὡς μηδὲ κἂν βραχύτατον ῥίζης ἐαθῆναι μέρος, ἀφ᾿ οὗ νέαι βλάσται πάλιν ἁμαρτημάτων ἀναβήσονται. |

  85. 1.41.1.1

    Καθάπερ γὰρ ὁπότ᾿ ἂν ἐν οἰκοδομήμασι ναῶν καλοῖς σικῆ <ᾗ> γεννηθεῖσα καὶ εἰς ἔκτασιν καὶ μέγεθος εὐτροφήσασα, καὶ περὶ πάσας τὰς ἁρμονίας πολυκλημάτοις ῥίζαις τῶν λίθων κεχυμένη, οὐ πρότερον τοῦ φύειν στέλλεται, ἔστ᾿ ἂν πᾶσα ἀποσπασθῇ, λυθέντων τῶν καθ᾿ οὓς ἐβλάστησε τόπους τῶν λίθεων (δυνατὸν γὰρ πάλιν εἰς τοὺς ἑαυτῶν ἐναρμοσθῆναι τόπους τοὺς λίθους, τῆς συκῆς ἀφῃρημένης, ὅπως ὁ μὲν ναὸς σῴζηται, μηδὲν τῶν ἀφανιζόντων αὐτὸν κακῶν ἐν ἑαυτῷ μηκέτι φέρων, ἡ δὲ συκῆ πᾶσα προθέλυμνος ἀποσπασθεῖσα ἀποθάνῃ), κατὰ ταὐτὸ καὶ ὁ θεὸς ὁ τεχνίτης τὸν ἑαυτοῦ νεὼν τὸν ἄνθρωπον, δίκην ἀγρίας συκῆς τὴν ἁμαρτίαν βλαστήσαντα, διέλυσε θανάτου προσκαίροις προσβολαῖς »ἀποκτέννων«, κατὰ τὸ γεγραμμένον, »καὶ ζῳοποιῶν«, ἵνα πάλιν τῶν αὐτῶν ἡ σὰρξ μερῶν, μετὰ τὸ ξηρανθῆναι καὶ ἀποθανεῖν τὸ ἁμάρτημα, δίκην ἀνακαινοποιηθέντος ναοῦ ἀθάνατος καὶ ἀπήμων ἐγεθρῇ, τελέως ἐκ βάθρων ἀπολομένης τῆς ἁμαρτίας.

  86. 1.41.2.1

    ζῶντος γὰρ ἔτι τοῦ σώματος πρὸ τοῦ τεθνήξεσθαι συζῆν ἀνάγκη καὶ τὴν ἁμαρτίαν, ἔνδον τὰς ῥίζας αὐτῆς ἐν ἡμῖν ἀποκρύπτουσαν, εἰ καὶ ἔξωθεν τομαῖς ταῖς ἀπὸ τῶν σωφρονισμῶν καὶ τῶν νουθετήσεων ἐνεστέλλετο, ἐπεὶ οὐκ ἂν ἔτι μετὰ τὸ φωτισθῆναι συνέβαινεν ἀδικεῖν, ἅτε παντάπασιν εἰλικρινῶς ἀφῃρημένης ἀφ᾿ ἡμῶν τῆς ἁμαρτίας.

  87. 1.41.3.1

    νῦν δὲ καὶ μετὰ τὸ πιστεῦσαι καὶ ἐπὶ τὸ ὕδωρ ἐλθεῖν τοῦ ἁγνισμοῦ πολλάκις ἐν ἁμαρτίαις ὄντες εὑρισκόμεθα. οὐδεὶς γὰρ οὕτως ἁμαρτίας ἐκτὸς εἶναι ἑαυτὸν καυχήσεται, ὡς μηδὲ κἂν ἐνθυμηθῆναι τὸ σύνολον ὅλως τὴν ἀδικίαν. ὥστε συνέστηκε συστέλλεσθαι μὲν καὶ κατευνάζεσθαι τῇ πίστει νῦν τὴν ἁμαρτίαν εἰς τὸ μὴ οἶσαι καρποὺς βλαβοποιούς, οὐ μὴν ἐνῃρῆσθαι καὶ τῶν ῥιζῶν ἄχρις. νῦν μὲν γὰρ ἐνταῦθα τὰς βλάστας αὐτῆς, οἷον τὰς ἐνθυμήσεις τὰς πονηράς, συστέλλομεν, »μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλήσῃ«, μὴ ἐῶντες ἀναμύειν καὶ διοίγνυσθαι τὰ μεμυκότα στόμια πρὸς τὰς ἐκφύσεις, τοῦ λόγου δίκην ἀξίνης τὰς ῥίζας αὐτῆς τὰς κάτω φυομένας τέμνοντος· τότε δὲ καὶ τὸ ὅλως ἐνθυμηθήσεσθαι περὶ κακίας ἀφανισθήσεται.

  88. 1.42.1.1

    Οὐδὲ γὰρ ἀμάρτυρος ὁ λόγος γραφῶν τοῖς βουλομένοις εἰλικρινῶς τὸ ἀληθὲν λέγειν, ἐπεὶ οἶδεν ὁ ἀπόστολος μηδέπω τὴν ῥίζαν ἐξ ἀνθρώπων τῆς ἁμαρτίας ὁλοσχερῶς ἀνῃρημένην, ὁτὲ μέν »οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου« φράζων »τὸ ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ. οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν, ἀλλ᾿ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω. εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, οὐκέτι κατεργάζομαι αὐτό, ἀλλ᾿ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία«, ὁτὲ δέ »συνήσομαι τῷ νομῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ ἐν παντὸς αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου«.

  89. 1.42.2.1

    οὕτως οὐδέπω τὴν ἁμαρτίαν αὐτόπρεμνον ἐκ ῥιζῶν διακοπῆναι συνέβη, ἀλλὰ ζῆν (οὐ γὰρ εἰς τέλος ἀπέθανεν· πῶς γὰρ πρὸ τοῦ περιβεβλῆσθαι θανάτῳ τὸν ἄνθρωπον;), ἵνα αὐτῷ συμμαρανθεῖσα καὶ συμφθινήσασα αὐτὴ μὲν εἰς ἄρδην ἀπόληται καὶ διαφθαρῇ καθάπερ φυτόν λυθέντος ἐν ᾧ κρύπτουσα τὰς ῥίζας, ὡς ἔφην, ἑαυτῆς διεσῴζετο, ὁ δὲ ἄνθρωπος αὖθις μηκέτι »ῥίζαν« ἐνθωπεύουσαν »πικρίας« ἔχων ἐξεγερθῇ ὥσπερ ναός.

  90. 1.42.3.1

    ἀλεξιφαρμάκου γὰρ τρόπον ὑπὸ τοῦ ἀλεξητῆρος ἡμῶν ἀληθῶς καὶ ἰατροῦ θεοῦ πρὸς ἐκρίζωσιν τῆς ἁμαρτίας παρελήφθη ὁ θάνατος καὶ ἀφανισμόν, ἵνα μὴ διαιωνίζον ἐν ἡμῖν εἴη τὸ κακὸν ἀθάνατον ἅτε ἐν ἀθανάτοις ἀνατεῖλαν, αὐτοὶ δὲ λελωβημένοι καὶ ἐκστάντες, νοσούντων τρόπον, τῆς οἰκείας ἀρετῆς ἐπὶ πολὺ διατρίβωμεν, ἅτε ἐν ὑφεστηκόσιν ἀεὶ καὶ ἀθανάτοις σώμασι τὴν κατὰ τὸ ἁμάρτημα μεγάλην τρέφοντες νόσον. διὸ δὴ καλῶς ταύτην πρὸς ἄμφω σωτηρίαν καῖ ψυχῆς καὶ σώματος, φαρμακευτικῆς τρόπον καθάρσεως, τὸν θάνατον ὁ θεὸς ηὕρατο, ἵνα πανάμωμοι καὶ ἀσινεῖς οὕτως ἐξεργασθῶμεν.

  91. 1.43.1.1

    Φέρε γάρ, ἐπειδὴ πολλῶν δεῖ τῶν περὶ τᾶ τοιαῦτα παραδειγμάτων, ἐντεῦθεν αὐτὰ μάλιστα σκεπτώμεθα, μὴ ἀφιστάμενοι, πρὶν ἂν πρῶτον εἰς εὐδηλοτέραν ἑρμηνείαν ἀποτελευτήσῃ καὶ ἀπόδειξιν ὁ λόγος.

  92. 1.43.2.1

    φαίνεται τοίνυν, ὥσπερ εἴ τις δημιουργὸς ἄκρος ἄγαλμα καλόν, ἀπὸ χρυσοῦ κατεσκευασμένον ἢ ὕλης ἑτέρας αὐτῷ καὶ πάντα τὰ μέλη συμμέτρως εἰς κάλλος διακεκοσμημένον, πάλιν χωνεύοι, λελωβημένον ἄφνω θεασάμενος ὑπό τινος ἀνθρώπου πονηροτάτου, ὃς οὐκ ἐωεγκὼν ὑπὸ βασκανίας εὐπρεπὲς εἶναι τὸ ἄγαλμα, ἐσίαντο, ματαίαν ἡδονὴν καρπίζόμενος τοῦ φθόνου (πρόσσχες γάρ, ὦ σοφώτατε Ἀγλαοφῶν, ὅτι, εἰ βούλοιτο μὴ εἶναι σεσινωμένον ὅλως ὁ δημιουργὸς καὶ ψεκτὸν τὸ μετὰ τοσαύτης αὐτῷ σπουδῆς τε καὶ φροντίδος πεπονημένον, πάλιν προτραπήσεται συγχωνεύσας αὐτὸ τοιοῦτο ποιεῖν οἷον καὶ πρόσθεν ἦν. εἰ δὲ μὴ ἀναχωνεύοι μηδὲ ἀνασκευάζοι — ἐᾠη δὲ μένειν — θεραπεύων αὐτὸ καὶ ἐπανορθόμενος, ἀνάγκη δὴ πυρακτούμενον καὶ χαλακευόμενον τὸ ἄγαλμα μηκέτι κύνα- σθαι διατηρηθῆναι τὸ αὐτό, ἀλλὰ διηλλαγμένον ἔσεθσαι καὶ ὑπε- σπασμένον)· διὰ τοῦτο, εἰ βούλοιτο ὅλον καλὸν αὐτὸ καὶ ἄμωμον εἶναι τὸ ἔργον, ἀναθλᾶσθαι αὐτὸ καὶ ἀναχωνύεσθαι δεῖ, ὅπως τὰ μὲν αἴσχη καὶ τὰ ἀλλοιώματα πάντα τὰ ἐξ ἐπιβουλῆς αὐτῷ καὶ φθόνου ὑπάρξαντα αὐτὰ μὲν διὰ τῆς ἀνασκευῆς καὶ ἀναχωνεύσεως ἀπόληται, τὸ δὲ εἰς τὸ ἑαυτοῦ εἶδος ἀσινὲς καὶ ἀκίβδηλον αὖθις ἄγαλμα ὁμοιότατον ἑαυτῷ κατασταθῇ (τῷ μὲν γὰρ ἀγάλματι ἀπο- λέσθαι μὲν οὐκ ἔστιν ὑπὸ τῷ αὐτῷ τεχνίτῃ, κἄν πάλιν εἰς ὕλην χυθῇ, ἀποκατασταθῆναι δὲ ἔστιν· τοῖς δὲ αἴσχεσι καὶ λωβήμασιν ἀπολέσθαι μὲν ἔστιν — τήκονται γάρ — ἀποκατασταθῆναι δὲ οὐκ ἔστιν, διὰ τὸ ἐν πάσῃ τέχνῃ τὸν ἄριστον δημιουργὸν μὴ πρὸς τὸ αἴσχιον ἤ ἀπηχθημένον ὁρᾶν, ἀλλὰ πρὸς τὸ σύμμετρον καὶ εὔθὲς τοῦ δημιουργουμένου)· —

  93. 1.43.3.1

    ταὐτὸν ἄρα φαίνεται δή μοι καὶ ἐφ' ἡμῶν ὁ θεὸς διῳκονομηκέναι. τὸν γὰρ ἄνθρωπον, τὸ εὐπρεπέστατον ἑαυτοῦ τέχ- νημα, βασκάνοις ἐπιβουλαῖς φθόνου κεκακωμένον ἰδὼν οὐκ ἠνέσχετο τοιοῦτον καταλεῖψαι, φιλάνθρωπος ὤν, ὅτως μὴ δἰ αἰῶνος εἴη μεμωμημένος, ἀθάνατον ἔχων ἐν ἑαυτῷ τὸν ψόγον, ἀλλὰ διέλυσεν εἰς ὕλην πάλιν, ἵνα διὰ τῆς ἀναπλάσεως ἐκτακῶσι καὶ ἐξαφανισθῶσι πάντα τὰ ἐν αὐτῷ μωμήματα. τὸ γὰρ ἐκεῖ ἀναχωνευθῆναι τὸν ἐν- δριάντα τοῦτο ἐνταῦθα ἀποθανεῖν καὶ διαλυθῆναι τὸ σῶμα· τὸ δὲ ἐκεῖ ἀναμορφοποιηθῆναι τὴν ὕλην ἤ ἀνακοσμηθῆναι, τοῦτο ἐντοῦθα τὸ ἀναστῆναι. ὥσπερ καὶ ὁ προφήτης Ἱερεμίας· τούτοις γὰρ ἤδη καὶ αὐτὸς ὧδε τὰ αὐτὰ παρεγγυᾷ, »καὶ κατέβην« λέγων »εἰς τὸν οἶκον τοῦ κεραμέως· καὶ ἰκού, αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων, καὶ διέπεσε τὸ ἀγγεῖον ὅ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῦ ποιῆσαι. καὶ ἐγίνετο λόγος κυρίου | πρός με λέγων· εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦτο ποιῆαι ὑμᾶς, οἶκος τοῦ Ἰσραήλ; ἰδού, ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου.«

  94. 1.44.1.1

    Πρόσσχες γὰρ ὅπως, ὡς ἔφην, μετὰ τὸ παραβῆναι τὸν ἄνθρωπον ἡ μεγάλη χεὶρ εἰς νῖκος καταλεῖψαι τὸ ἑαυτῆς ἔργον οὐκ ηὐδόκησεν ὡς κίβδηλον τῷ πονηρῷ ἀδίκως αὐτὸ λυμηναμένῳ βασκά- νοις αἰτίαις, ἀλλὰ ἀνατήξας ἀνέδυσεν αὖθις εἰς πηλόν, οἷα κεραμεὺς ὁ ἀναπλάσσων ἄγγος πρὸς τὸ ἀφανισθῆναι μὲν διὰ τῆς ἀναπλάσεως πάντα τὰ ἐν αὐτῷ αἴσχη καὶ θλάσματα, γενηθῆναι δὲ τὸ πᾶν ἄνωθεν ἀμέμπτως ἀρεστόν.

  95. 1.44.2.1

    ἤ »οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆαι σκεῦος, ὅ μὲν εἰς τιμήν, ὅ δὲ εἰς ἀτιμέαν;« ὅ δή ἐστι (τοῦτο γὰρ παντάπασιν ὁ ἀπόστολός μοι δηλοῦν φαίνεται)· μή τι ἐξουσίαν οὐκ ἔχει ὁ θεὸς ἀπὸ τῆς ὔλης ἑκόστου τῆς αὐτῆς ἀναπλάσας καὶ ἀνακοσμήσας ἰδίως ἕκαστον ἤ εἰς τιμὴν ἡμῶν ἀναστῆσαι καὶ δόξαν, ἤ εἰς ἀτιμίαν καὶ κατάκρισιν; εἰς ἀτιμίαν μὲν τὸν ἐν ἁματρίαις φαύλως βιώσαντα, εἰς τιμὴν δὲ τὸν ἐν δικαιοσύνῃ.

  96. 1.44.3.1

    καθάπερ ἐδηλώθη καὶ τῷ Λανιήλ, »καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι« λέγοντι »ἑξεγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον. καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον καὶ οἱ συνιέντες ἐκλάμυουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος«.

  97. 1.44.4.1

    ἐφ' ἡμῖν γὰρ οὐ τὸ ἀφανίσαι τὴν ῥίζαν τελείως τῆς πονηρίας, ἀλλὰ τὸ μὴ πρὸς ἔκτασιν αὐτὴν ἐᾶσαι φῦναι καὶ καρ[οφορεῖν. ἡ μὲν ἀπώλεια ὑπὸ τοῦ θεοῦ κατὰ τὴν τοῦ σώματος, ὡς εἴρηται, διάλυσιν γίγνεται, ἡ δὲ ἐκ μέρους πρὸς τὸ μὴ οἶσαι βλαστὸν ὑφ᾿ ἡμῶν.

  98. 1.44.5.1

    καὶ διὰ τοῦτο τὸν ἐκθρέψαντα πρὸς αὔξησιν αὐτὴν μᾶλλον καὶ μέγεθος, ἀλλὰ μὴ στειρώσαντα τὸ ὅσον ἐπ᾿ αὐτῷ καὶ συμπιλήσαντα ἀνάγκη διδόναι δίκην, ὅτι δυνάμενος καὶ ἔχων πρὸς τοῦτο τὴν ἐξουσίαν εἵλατο τὸ βλάπτον πρὸ τοῦ συμφέροντος μᾶλλον τιμῆσαι.

  99. 1.45.1.1

    Ὥστε μηδείς, αὐτὸς αἴτιος ὤν, ἀκολάστῳ γλώσσῃ μεμφέσθω τὴν θείαν φύσιν, ὡς οὐκ ἐν δίκῃ διανέμουσαν ἑκάστῳ κακίας καὶ ἀρετῆς τὰ ἀμοιβαῖα. »τίς γὰρ εἶ, ὦ ἄνθρωπε, ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως ἢ οὕτως;« πῶς γάρ, ὁπότε αὐτοδεσπότῳ βουλῇ κακίαν εἵλατο;

  100. 1.45.2.1

    διὸ καὶ οὐ λέξει δικαιοσύνης δόγμασιν ἀπαραλλάκτοις κρίνοντι τῷ θεῷ· »τί με ἐποίησας οὕτως« κατακριθέντα εἰς τὸ ἀλγύνεσθαι;

← Previous · Next → — showing 201300 of 799

First Thousand Years of Greek. CTS URN tlg2959.tlg003.opp-ger1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.