Apotelesmatica
- 2.1.397
τοῖα μὲν ἀλλήλων οἴκοις ὁρίοις τε παρόντες
- 2.1.398
τεύχουσ’ ἄλλα τε πολλὰ πολυτλήτοις μερόπεσσιν.
- 2.1.399
Αὐτὰρ ἀληθείην πᾶσαν βροτέου βιότοιο
- 2.1.400
σύγκρασις διέκριν᾿, ἐπιμαρτυρίαι τε φαεινῶν
- 2.1.401
ἄστρων ἀλλήλοις χώροις θʼ, ὑπὲρ ὧν γεγάασιν·
- 2.1.402
ὅσσα δʼ ἄμ Ἠελίῳ δρῶσιν παρεόντες, ἀείσω.
- 2.1.403
πάντες μὲν χαίρουσιν ἐπʼ ἀντολίῃσιν ἐόντες,
- 2.1.404
ὡς ἐν ἑοῖσιν ἕκαστος ἀγαλλόμενος βασιλείοις,
- 2.1.405
καί ῥά τʼ ἐπ ἀντολίης μὲν ἰόντες ἅτʼ ἐς νεότητα,
- 2.1.406
θνητοῖς πάντα τελοῦσιν ἄγαν κρατεροὶ παρεόντες·
- 2.1.407
ἑσπερίοισι δὲ βαρδύτεροι προίασι χρόνοισιν
- 2.1.408
δείελοι αὐγῇσιν σφαλεραῖς ὑποπεπτηῶτες,
- 2.1.409
ἀδρανέες τε πέλονται ἑὸν σθένος ἀμβλύνοντες.
- 2.1.410
Φαίνων μὲν δὴ πρῶτα σύν Ἠελίῳ κατὰ πάντων
- 2.1.411
ζωιδίων πλήθει ξυνῶν ἀγαθῶν τε κακῶν τε,
- 2.1.412
κρείσσων μέν τε κατ᾿ ἦμαρ ἐών, βλάπτων δʼ ἐνὶ νυκτί·
- 2.1.413
τεύχει γὰρ πατέρας μὲν ἀγακλειτοὺς καὶ ἐπόλβους,
- 2.1.414
μητέρα δʼ ὠκύμορον θανάτῳ διέκρινε τοκῆος,
- 2.1.415
αὐτῶν δὲ κτῆσιν μινύθει οἶκόν τε πατρῷον,
- 2.1.416
ἀλλʼ οὐχ ὡς πενιχροὺς πάμπαν καὶ ἀχρήμονας εἶναι.
- 2.1.417
καὶ Φαέθων μετὰ τῆνος πατρώια πάντα
- 2.1.418
φθείρει, παντοίαις τε βλάβαις ἄταις τʼ ἐπέδησεν·
- 2.1.419
πολλάκι καὶ ξείνης γαίης ἔπι πήματʼ ἔδωκεν,
- 2.1.422
ἠῷος μὲν μείον᾿, ἐφʼ ἐ σπερίῃσι δὲ δεινά.
- 2.1.423
Ἄρης δʼ Ἠελίῳ συνιών πατράσιν μὲν ἀνίας,
- 2.1.424
γεινομένοις δʼ αὐτοῖς θόρυβον καὶ πήματʼ ἔδωκεν·
- 2.1.420
τοὺς δʼ ἄρα καὶ πάτρης γλυκερῆς θῆκεν μετανάστας·
- 2.1.425
ἠ ματίῃ γενέθλῃ δʼ ὀλοώτατος ἔπλετο πάντων,
- 2.1.421
ἥσσων δʼ ἑσπέριος γεγαὼς ἀδρανέστερα ῥέζει.
- 2.1.426
Ἀφρογενὴς δὲ συνοῦσʼ Ὑπερίονι γεινομένοισιν
- 2.1.427
δυσγαμίην παρέχει καὶ δύσκλειαν περὶ λέκτρα·
- 2.1.428
ἤτοι γὰρ πενιχραῖς ἢ δούλαις ἢ καὶ ἀνάγνοις,
- 2.1.429
ἢ καὶ πρεσβυτέρῃσι συνέζευξεν μάλʼ ἀεικῶς,
- 2.1.430
ἢ ἔτι καὶ πιναροῖσιν ἐφεζομέναις στεγέεσσιν.
- 2.1.431
Ἑρμῆς δʼ Ἠελίῳ ξυνὴν βαίνων κατʼ ἀταρπὸν
- 2.1.432
ἤμερσεν σοφίης καὶ παιδείης μάλα πάσης·
- 2.1.433
ἑζομένους δʼ ὤπασσε βίους
- 2.1.434
μάλα δʼ ἡῴῃσιν ἀνάσσων ἀνέρας ἀφνειοὺς |
- 2.1.433a
ποίησε πόλει παναγήτους
- 2.1.435
πρῆξίν θ᾿ ἥσσονα δῶκ᾿, ἐν πρήξεΐ τʼ ἔμμεν ὑπ᾿ ἄλλοις.
- 2.1.436
Τόσσα μὲν Ἠελίῳ μούνῳ ξυνῇ παρεόντες
- 2.1.437
ῥέζουσ᾿, ἶσα δὲ τοῖσι καὶ ἀντίον Ἠελίοιο
- 2.1.438
φαινόμενοι. Μήνη δʼ ἃ σὺν αὐτοῖσιν παρεοῦσα
- 2.1.439
ῥέζει ἐν δισσῇσιν ἀπορροίαις συναφαῖς τε
- 2.1.440
θνητοῖς ἐν μογερῷ βιότῳ, καὶ νῦν ἐνέποιμι.
- 2.1.441
ἀστέρι μὲν Φαἰνοντος ἐπερχομένη συναφῇσιν,
- 2.1.442
αὐγαῖς αὐξομένη κρείσσων, περὶ μητέρα δʼ αἰνούς
- 2.1.443
ψυχμοὺς ἠδὲ νόσους παρέχει, σίνεσίν τε προσάπτει,
- 2.1.444
αὐτούς δʼ ἀπροκόπους καὶ δειμαλέους περὶ πρῆξιν
- 2.1.445
ἐνσινέας τε τίθησιν. ἀπορρείουσα δὲ τούτου,
- 2.1.446
ἢν μὲν Ζηνὶ συνάπτῃ ἢ ἁβροκόμῳ Κυθερείῃ,
- 2.1.447
ἐσθλὴ καὶ δώτειρα βίου πλούτοιό τε πολλοῦ,
- 2.1.448
πυροφόρων δʼ ἀγρῶνκτῆσιν κρατερῶν τε μελάθρων
- 2.1.449
δῶκεν, καὶ κῦδος φήμην τʼ ἀγαθὴν παρὰ δήμοις,
- 2.1.450
καὶ φιλίην ἀνδρῶν, ἧσπερ χρῄζουσιν, ἑταίρων·
- 2.1.451
ἢν δʼ Ἑρμῇ, πινυτούς τε καὶ εὔφρονας ἐξετέλεσσεν.
- 2.1.452
ἢν δὲ Κρόνον προλιποῦσα κενὸν δρόμον ἐξανύῃσιν,
- 2.1.453
ἢ καὶ Ἄρῃ μετέπειτα συνάπτῃ, πάγχυ κακίστη·
- 2.1.454
αὐχμηροὺς τεύχει γὰρ ἀναγκαίου βιότοιο,
- 2.1.455
οἵτʼ ἔργοις κενεοῖς καμάτοισί τε μοχθίζοντες
- 2.1.456
οὔποτε λιμηρὴν πενίην ἐδύνανθʼ ὑπαλύξαι,
- 2.1.457
πρὸς δʼ ἔτι καὶ ζωῆς τέκμωρ λυγρὸν ἐξανύοντας,
- 2.1.458
πολλάκι δʼ ὠκυμόρους τε καὶ ἐν νεότητι θανόντας·
- 2.1.459
οἱ δὲ καὶ εὐτροχάλοις δειρὴν σφίγγουσι βρόχοισιν.
- 2.1.460
ἢν δʼ ἀπὸ μὲν Κυθέρης ἢ καὶ Ζηνὸς πολυφεγγοῦς
- 2.1.461
ἢ καὶ ἀφʼ Ἑρμάωνος ἀπορρέῃ, ἔμπαλι δʼ ἐξῆς
- 2.1.462
ἢ Κρόνῳ ἢ Πυρόεντι συνάπτῃ, δεινὴ ἐτύχθη·
- 2.1.463
οἴκων γὰρ φθείρει κτῆσιν βιότῳ προϊοῦσιν,
- 2.1.464
καὶ χαλεπὴν πενίην γήρως ἐπὶ λυγροῦ ὀπάζει.
- 2.1.465
φαύλη καὶ κερόεσσα συνάπτουσ’ Ἄρεϊ Μήνη·
- 2.1.466
κλῆρον γάρ τε δόμων πατρώιον ἐξαπόλεσσεν
- 2.1.467
καὶ μητρῷον ὁμοῦ, ποτὲ δʼ αὖ καὶ μητέρας αὐτάς·
- 2.1.468
γεινομένους δʼ αὐτούς μεγαληγορίῃσι χανόντας
- 2.1.469
ῥέζει παντόλμους τε θρασεῖς τ᾿, ἐπὶ τοῖσι βιαίους,
- 2.1.470
ἀστεμφεῖς, ὠμοὺς καὶ ἀπηνέα ἔργα τελοῦντας,
- 2.1.471
τοὔνεκα καὶ πταίοντας ἐν ἔργμασιν, ὁππόσʼ ἕλωνται·
- 2.1.472
καὶ δὲ δέσιν θνητοῖσι πόρεν κείνῳ συνιοῦσα.
- 2.1.473
ἶσα δὲ καὶ συνιούσῃ ἀπορρείουσʼ ἀπὸ Θούρου.
- 2.1.474
εἰ δέ τ᾿ ἀπορρείῃ μὲν ἀπʼ Ἄρεος, εἶτα κυνάπτῃ
- 2.1.475
κυδίστῳ Κρονίδῃ, πολυόλβους τῆμος ἔτευξεν
- 2.1.476
καὶ μακαριστοτάτους, πρήξεις τʼ ἀγαθὰς τελέοντας.
- 2.1.477
ταῦτα δὲ καὶ Κυθέρῃ συναφὴν τεύχουσ’ ἀπ᾿ Ἄρηος
- 2.1.478
ῥέζει· πρὸς δʼ Ἑρμῆν, βουλαῖς μύθοισί τ᾿ ἀρίστους,
- 2.1.479
αἰὲν ὑπὲρ θνητούς πυκιναῖς πραπίδεσσι νοοῦντας.
- 2.1.480
τοῖα δὲ καὶ διάμετρος ἀεὶ πέντʼ ἀστράσι τεύχει.
- 2.1.481
Ἠελίῳ δʼ οἴῳ συναφὴν τεύχουσα Σελήνη
- 2.1.482
ἔκπτωσίν τε τίθησι βίου, καὶ κήδεʼ ὀπάζει.
- 2.1.483
ἢν δʼ ἀποχαζομένη Ὑπερίονος εἶτα συνάπτῃ
- 2.1.484
ἐσθλοδόταις, ἀγαθὴ καὶ ὑπείροχα ἔργα φέρουσα
- 2.1.485
μείζονα καί τʼ ἀρίδηλʼ ἀγάθʼ ἀνθρώποις ἀνέφηνεν.
- 2.1.486
αἰεὶ δʼ ἐν γενέθλῃσι κενοδρομέουσα Σελήνη
- 2.1.487
πλαζομένους βιότους καὶ ἄλην ξείνης ἐπὶ γαίης
- 2.1.488
ῥέζει, λιτοτέρους τε βίῳ καὶ πολλὰ μογεῦντας.
- 2.1.489
χρὴ δʼ αἰεὶ γενέθλης πρότερον νεοφεγ γέα Μήνην
- 2.1.490
καὶ δʼ ἔτι πληροσέληνον ἐνὶ πραπίδεσσιν ὁρᾶσθαι,
- 2.1.491
ὅππῃ τάσδε δύω φάσιας παρεοῦσα τέλεσσεν,
- 2.1.492
ἢ καὶ συντροχάουσ᾿, ἐπεὶ ἐσθλοδόταις μὲν ἀρίστη
- 2.1.493
πρώτας ἀκτῖνας ξυνουμένη ἠέ τε πλήρεις,
- 2.1.494
σύν χαλεποῖσι δʼ ἐοῦσα πανεικέλιον μένος ἴσχει
- 2.1.495
κείνοισιν, λυγροῦ τε βίου πλήρωσε γενέθλην.
← Previous · Next → — showing 401–500 of 3,012
First Thousand Years of Greek. CTS URN tlg2583.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.