Ancient Textssearch the texts themselves, not just their titles

← Library

Apotelesmatica

First Thousand Years of Greek · First Thousand Years of Greek · 3,012 sections

  1. 2.1.297

    καὶ κρίσιας θαμινὰς καὶ νείκεα πυκνὰ ἑκόντες

  2. 2.1.298

    ἴσχουσιν, φήμη δὲ κακὴ περιδέδρομεν αὐτοὺς

  3. 2.1.299

    καί τε δικῶν μέγα πλῆθος, ὅ δὴ μάλʼ ἀχρήμονας ἔρδει·

  4. 2.1.300

    πολλοὶ καὶ παίδων τῶνδʼ ἡγητῆρες ἔασιν·

  5. 2.1.301

    πρὸς δʼ ἔτι καὶ ψεύστας, ἀθέους, ἀθεμίστια ἔργα

  6. 2.1.302

    μηδομένους, κλῶπας, ληίστορας, ἀνδροφονῆας,

  7. 2.1.303

    ὅρκων οὐδʼ ὅσσον τι νόῳ κρυερῷ ἀλέγοντας.

  8. 2.1.304

    ταῦτα δὲ καὶ Στίλβων Ἄρεως ἐν δώμασιν ἔρδει,

  9. 2.1.305

    πλαστογράφους τεύχων, λυμάντορας, ἠπεροπευτάς,

  10. 2.1.306

    ἀλλοτρίου πλούτοιο λιλαιομένους κτεάνων τε·

  11. 2.1.307

    πολλάκι καὶ κτεάνων πίστεις, ὧνπέρ τις ἔδωκεν

  12. 2.1.308

    λάθρῃ παρθέμενος, κακομητίῃ ἠρνήσαντο, πολλάκι

  13. 2.1.309

    χρήματα παῦρα διδοῦσιν, ἃ πολλῶν χρεῖος ἐτύχθη·

  14. 2.1.310

    πρὸς δʼ ἔτι φαρμακίης ὀλοῆς ἐπιίστορας ἔρδει·

  15. 2.1.311

    ὧν ἕνεκεν πάντων καὶ ὑπʼ ἴδρισιν ἶφι μάχεσθαι

  16. 2.1.312

    λάσθαις κερτομίαις τε κατὰ πτόλιας σοβέονται.

  17. 2.1.313

    ἐν δʼ Ἑρμοῦ ζώοισι φιλομμειδὴς Ἀφροδίτη

  18. 2.1.314

    θῆκε προϊσταμένους μεγάλων βιότοιο γυναικῶν,

  19. 2.1.315

    κείνων δʼ εἵνεκα δηθὰ κρίσεις καὶ νείκεʼ ἔχοντας,

  20. 2.1.316

    οἷς ἔπι κῦδος ἔθηκεν ἔδ’ εὐκλέα πολλάκι νίκην·

  21. 2.1.317

    οἱ δὲ θεῆς ἱεροῖο προφήτορες εὐκτεάνοιο

  22. 2.1.318

    γίνονται, τιμὰς ἰδʼ ἀπʼ αὐτοῦ πλοῦτον ἔχοντες·

  23. 2.1.319

    τεύχει δʼ ἐν τούτοισι τόποις καλὴ Κυθέρεια

  24. 2.1.320

    αἰόλʼ ὑπὸ χροιῇ ποικίλματα δαιδάλλοντας

  25. 2.1.321

    παντοίοις ζώοισιν ἐοικότα, τοὺς μὲν ἐφʼ ἰστῶν

  26. 2.1.322

    κερκίσιν ἠδὲ χερῶν τεχνήμασιν ἀμφί τε πέπλοις,

  27. 2.1.324

    τοὺς δὲ καὶ ἐν γραφίοις μελιηδέος ἄνθεσι κηροῦ

  28. 2.1.323

    δεικνύντας πάντων μορφὰς θηρῶν τε καὶ ἀνδρῶν,

  29. 2.1.325

    ἄλλους δʼ ἐν πετάλοις στεφανώματα ποικίλλοντας,

  30. 2.1.326

    οὓς δὲ καὶ ἀνθοβάφους ἀλίων ἄπο θήκατο κόχλων,

  31. 2.1.327

    εὐόδμων τε μύρων τεῦξεν τεχνήτορας ἄνδρας.

  32. 2.1.328

    Ἑρμῆς δʼ αὖτʼ οἴκοισι φανεὶς καλῆς Κυθερείης

  33. 2.1.329

    προσφιλέας θῆκεν καὶ τιομένους μάλα πᾶσιν,

  34. 2.1.330

    μορφῇ θʼ ἱμερόεντας ἰδʼ αἱμύλα κωτίλλοντας,

  35. 2.1.331

    παντοίης μούσης τʼ ἐπιίστορας· ἢ γὰρ ἀοιδούς

  36. 2.1.332

    εὐκλέας, ἢ κιθάρης ὑποφήτορας ἐξετέλεσσεν,

  37. 2.1.333

    ἠὲ μελῶν μολπῆς εὐρύθμου τεύκτορας ἄνδρας,

  38. 2.1.334

    ἠὲ πολυτρήτοις λιγέως μέλποντας ἐν αὐλοῖς·

  39. 2.1.335

    ἄλλους ὀρχηθμοῦ βητάρμονας ἴδριας ἔρδει·

  40. 2.1.336

    παιδευτὰς δʼ ἄλλων τοίων ἔργων ἀνέφηνεν,

  41. 2.1.337

    ἐξ ὧν ὄλβον ἐυκτέανον κῦδός τʼ ἐνὶ δήμοις

  42. 2.1.338

    ἄρνυνται, χαρίτεσσι κεκασμένοι εὐεπίῃ τε·

  43. 2.1.339

    πρήξεσι δʼ ἐν βιότου πάντες μακάριστοι ἔασιν,

  44. 2.1.340

    οἷσί τʼ ἐπιθύνωσʼ ἔργοις, πάντʼ ἐκτελέουσιν

  45. 2.1.341

    ᾖσιν ἐπιφροσύνῃσιν ἀμόχθως, ὥς κʼ ἐθέλωσιν. —

  46. 2.1.342

    ἐν δὲ Λέοντι, δόμῳ πανδερκέος Ἠελίοιο,

  47. 2.1.343

    Φαίνων μὲν μεγάλους τε καὶ ἐκ πατέρων ἀριδήλων

  48. 2.1.344

    τεύχει, καί τʼ ὄλβῳ βιότου ἅμα κῦδος ὀπάζει,

  49. 2.1.345

    ἀλλὰ κακῷ θανάτῳ ὀλέσει πάντως γενετῆρα,

  50. 2.1.346

    ἢ βίῃ ἢ φθορίμων ὑγρῶν πλήθεσσι χαλέψας.

  51. 2.1.347

    δεικήλῳ δʼ ἐν τῷδε Διὸς πολυφεγγέος ἀστὴρ

  52. 2.1.348

    ὥστʼ οἴκῳ σφετέρῳ χαίρει, ἐπεί ἐστι τρίγωνον

  53. 2.1.349

    αὐτοῦ, ὡς καὶ πρόσθεν ἀείσαμεν, Ἠελίου τε,

  54. 2.1.350

    καὶ μεγάλους βασιλῆας ἢ ἴσους κοιρανέουσιν,

  55. 2.1.351

    ἤ που τῶν ἑτάρους τεύχει, λαοῖσιν ἀγητούς·

  56. 2.1.352

    πάντας δʼ ἀφνειοὺς καὶ τιμήεντας ἔθηκεν.

  57. 2.1.353

    αὐτὰρ Ἄρης ἐπὶ τῷδε πατρώια πάντʼ ἐκέδασσεν,

  58. 2.1.354

    καὶ σίνος ὀφθαλμῶν δῶκεν, βιότου δʼ ἄρα πρῆξιν

  59. 2.1.355

    πολλὴν ἀμφὶ πυρὸς πολιοῦ τʼ ἄπο δῶκε σιδήρου,

  60. 2.1.356

    τοῖς δʼ ἔργοις σκληρὰς καὶ ἀπηνέας ὤπασε τέχνας·

  61. 2.1.357

    αἰεὶ δʼ ἔν τε Λέοντι καὶ ἐν Μήνης δόμῳ ὀφθεὶς

  62. 2.1.358

    ὠκυμόρους τεύχει, τούς δʼ ἡμιβίους ἐναρίζει.

  63. 2.1.359

    Ἀφρογενὴς δὲ Λέοντι βεβηκυῖʼ οὐ μάλα χαίρει·

  64. 2.1.360

    δυσγαμίην τεύχει, ποτὲ δʼ αὖτʼ ἀλόχοιο διείργει.

  65. 2.1.361

    ἀλλʼ Ἑρμῆς πινυτούς τε καὶ ἐν μύθοισι φερίστους

  66. 2.1.362

    ἔρδει, καὶ βιότῳ προφανεῖς καὶ ἀγακλέας ἄνδρας. —

  67. 2.1.363

    ἐν δʼ οἴκῳ Μσήνης Φαίνων μητρὸς βίον αἰεὶ

  68. 2.1.364

    φθείρει Ἠελίοιο βολὰς καὶ φέγγος ὁρώσης,

  69. 2.1.365

    αὐτούς δʼ ἐν νούσοις δολιχαῖς ἄταις τʼ ἐδάμασσεν,

  70. 2.1.366

    ἠὲ μελαγχολίῃσι καὶ ἄλγεσι κρυπτομένοισιν,

  71. 2.1.367

    ἄχρι κεν ἵζηνται μακάρων ἱεροῖς παρὰ βωμοῖς.

  72. 2.1.368

    γήθει δʼ οὖ Φαέθων ἐν Καρκίνῳ, οὕνεκεν αὐτοῦ

  73. 2.1.369

    ὑψοῦται, πλεόνων τε γονὴν τέκνων μάλʼ ὀπάζει,

  74. 2.1.370

    καὶ βίον ἐν μεγάροισι καὶ εὐκλέα φῆμιν ἀπάντῃ

  75. 2.1.371

    δῶκεν, καὶ φιλίην μεγάλων καὶ κέρδεα νωμᾶν.

  76. 2.1.372

    Ἄρης δʼ ἐν Μήνης οἴκοις μεγαθαρσέας ἔρδει

  77. 2.1.373

    καὶ μάλʼ ἀγηνορίῃσι πεποιθότας, οὐκ ἀλέγοντας

  78. 2.1.374

    οὔτε τι κινδύνων ἰδʼ ὁμοκλῆς, οὔτε φόβοιο·

  79. 2.1.375

    τῷ καὶ σφάλλονται θαμινὰ σφετέροισιν ἐπʼ ἔργοις·

  80. 2.1.376

    ἄλλοι δʼ οὖ τέχνης ἐπιίστορες ἐξεγένοντο·

  81. 2.1.377

    πάντες δʼ ἀλγεινοῖσι περιπταίουσι σίνεσσιν,

  82. 2.1.378

    τῶν πλεόνων δὲ βίῃ θάνατος καὶ μοῖρα τελεῖται.

  83. 2.1.379

    οὐδὲ μὲν οὐδὲ Κύπρις γήθει Μήνης ἐνὶ οἴκῳ·

  84. 2.1.380

    μάχλους γὰρ τεύχει καὶ τερπομένους φιλότητι,

  85. 2.1.381

    ἄλλα τʼ ἐπʼ ἀλλοίοις κακά τʼ αἴσχεα πολλὰ τελοῦντας·

  86. 2.1.382

    καὶ δʼ ἑτέροις τροπικοῖς ζώοις πάντεσσι τάδʼ ἔρδει.

  87. 2.1.383

    χρυσοφαὴς δʼ Ἑρμῆς ἐν Καρκίνῳ αἰθροπολεύων

  88. 2.1.384

    ὀξεῖς ἐν πραπίδεσσι, νοήμονας, ἄλλοτε δʼ ἄλλῃ

  89. 2.1.385

    βουλῇ τερπομένους μήτʼ ἔμπεδα μητιόωντας

  90. 2.1.386

    ῥέζει, καὶ μύθοις ἀγαθοὺς ἔργοις τε φερίστους. —

  91. 2.1.387

    Ἠέλιος δʼ αὐτὸς μὲν ὑπὲρ χαροποῖο Λέοντος

  92. 2.1.388

    εὐκλέας ἐν βιότῳ καὶ ὑπείροχον εὖχος ἔχοντας

  93. 2.1.389

    ῥέζει· κέντρου δʼ αὖτε τυχών βασιλῆας ἔτευξεν,

  94. 2.1.390

    ἢν ἐσθλῶν κοσμῆται ὑπʼ ἄστρων μαρτυρίῃσιν.

  95. 2.1.391

    ὣς δʼ αὔτως καὶ Μήνη ἐὸν δόμον ἀμφιβεβῶσα

  96. 2.1.392

    πρήξιας ἀνθρώποις ἀγαθὰς καὶ κῦδος ὀπάζει·

  97. 2.1.393

    ἢν δὲ μεσουρανέῃ νυκτός, βασιλῆας ἔθηκεν.

  98. 2.1.394

    οἱ δʼ ἄρ᾿ ἀμειβόμενοι ζῶʼ ἀλλήλων κατὰ κύκλον,

  99. 2.1.395

    ζώοις δʼ ἐμβεβαῶτες ἐπʼ ἀλλήλων κατὰ κύκλον,

  100. 2.1.396

    Μήνῃ μὲν Τιτάν, Μήνη δὲ γέγηθε Λέοντι.

← Previous · Next → — showing 301400 of 3,012

First Thousand Years of Greek. CTS URN tlg2583.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.