Declamatio 34
- 3.46.1
οὕτω δεῖ, πάτερ, κατὰ νοῦν στρέφειν μὴ μόνον τὴν τῶν χρημάτων ἀφαίρεσιν μηδὲ τἀναλώματα θεωρεῖν αὐτὰ καθ’ αὑτά, ἀλλὰ καὶ ἥτις ἐγένετο πρόφασις ἐξ ἀρχῆς ἀναλίσκειν καὶ ποῖον ἐντεῦθεν τὸ κέρδος συνέβη. εἰ γὰρ ταῦτα μόνα σκοπεῖν ἀξιοῖς, ὥρα σοι διαβάλλειν οὐ μόνον τοὺς ἰδίως ὀνομαζομένους ἐμπόρους ἕτερ’ ἀνθ’ ἑτέρων ἀμειβομένους ἀεί, ἀλλὰ καὶ κοινῶς τὸν ἀνθρώπινον βίον οὐδαμῶς ἄλλως ὅτι μὴ διὰ τῆς τοῦ ἀμείβειν ὁδοῦ προιόντα καὶ τοῦ διδό- ναι μὲν ἕκαστον τὰ παρ’ ἑαυτοῦ, εἰσφέρεσθαι δὲ τὰ παρὰ τῶν ἄλλων.
- 3.47.1
καί μοι προκεχειρισμένος ἅπαν ἔργον ἀνθρώπινον σκόπει μοι σαφῶς, ἂν μή σοι φα- νήσεται ἑτέρου χάριν ποιούμενον, τὰ πάντα δὲ κοινῶς ὑπέρ τε τοῦ ζῆν ἡμᾶς καὶ καλῶς ζῆν, εἰς ὃ δὴ καὶ τείνει ἐπίνοια πᾶσα καὶ τέχνη καὶ πόνος ἀνθρώπινος. εἰ δέ σοί τις καὶ ἰατρῶν μνησθήσεται καὶ κυβερνη- τῶν τοὺς μὲν τέμνοντας λέγων καὶ κᾴοντας ἔστιν ἃ τῶν μερῶν βουλομένους γε τὸ λεῖπον τοῦ σώματος σώζειν, τοὺς δ’ ἔστιν ἐν οἷς κινδύνων πάνθ’ ὅσ’ ἀγώ- γιμα ἀποβαλλομένους ὑπὲρ ἑνὸς τούτου, τῆς σωτηρίας σφῶν τε αὐτῶν καὶ τῶν ἐμπλεόντων, ἆρα βουλήσῃ κακῶς καὶ τούτους εἰπεῖν μὴ τὰ ἐνόντα φυλάξαντας, οὓς πάντες ὡς ἔπος εἰπεῖν ἄνθρωποι ἐπαινοῦσιν ἀν- δραγαθισαμένους ὡς ἄριστα πρὸς τἀς τύχας καὶ ἱκα- νώτατα πρὸς τὰς ἀνάγκας μεμαχημένους; οὔ μοι δο- κεῖς τοσοῦτον ζηλοῦν φιλοσκώμμων ἀκούειν ὥστε μέμφεσθαι οὓς εὐλαβηθῆναι καὶ τὸν Μῶμον αἰτιᾶσθαί φασιν.
- 3.48.1
οὐκοῦν σχέτλιον ἂν εἴη τούτους μὲν μήτε μέμφεσθαι μήτ’ ἐγκαλεῖν αἱρεῖσθαι, δῆλον γὰρ ὅτι μηδ’ ἀπ’ ἐναντίας ἀνέξῃ ταῖς πάντων δόξαις ὁρμᾶσθαι, τὸν δὲ υἱὸν ὑπὲρ πάντας καὶ ἰατροὺς καὶ κυβερνήτας ἐν τοῖς κατὰ σὲ κινδύνοις φανέντα ἀποκηρύττειν καὶ ἀπαλλοτριοῦν σαυτοῦ καὶ τοῦτ’ ἀνθ’ ὧν ἔσωσεν; εἶτ’, ὦ πρὸς θεοῦ, οἴει τινὰ σύμψηφον ἕξειν τῆσδε τῆς γνώμης; οὐκ οἶμαί τινα ἔγωγε, εἰ μή τις ἐστὶν ἃ κοι- νῶς πάντες ἴσασιν αὐτὸς ἀγνοῶν.
- 3.49.1
ἐμοὶ μὲν οὖν δοκεῖ, κἂν εἰ μηδὲν εἶχον ἐκ τοῦ τὰ τοιαῦτα δρᾶσαι τέλος οὐδὲν ἀπαντῆσαν δεῖξαι χρηστὸν μηδέ τι ἄμει- νον συμβὰν περὶ σέ, τῆς γοῦν ὀρθῆς γνώμης ἕνεκεν μεθ’ ἧς τὴν σὴν ἐπραγματευόμην βοήθειαν δεόντως πολλῶν ἀπολαύειν ἐπαίνων, εἴ τις οἶδεν ἀνθρωπίνως λογίζεσθαι. οὐ γὰρ ἀπὸ τοῦ τέλους πάνθ’ ἀπλῶς δοκι- μάζουσιν οἴ γε καλῶς διαιτῶντες τοῖς πράγμασι, τὴν δὲ γνώμην ἣ πρώτως ἐκίνησεν ἐξετάζοντες οὐδὲν περαιτέρω προέρχονται. διὰ τί ποθ’ οὕτως; ἐπειδὴ προαιρέσεως ἀνθρωπίνης καὶ τῶν ἐφ’ ἡμῖν ὄντων ἡ γνώμη. ταύτῃ τοι καὶ ὀρθῶς ταύτης ἐχούσης ὡς ὀρθὰ προῃρημένους δικαιώσει τις ἐπαινεῖν· ἂν δὲ μὴ οὕ- τως, ὑπευθύνους ἡγήσεται τιμωρίας πονηρά τε στρέ- φοντας καί, ὅσον εἰς ἡμᾶς ἧκε, διαπεπραγμένους τὰ χείρω. ὁ γὰρ ἔχων ἐκ προαιρέσεως κακουργεῖν τάχιστ’ ἂν ἐπενέγκοι τὴν πρᾶξιν τῷ λογισμῷ ἐν ἐξουσίᾳ τοῦ πράττειν γενόμενος, τοῦ τέλους δὲ οὐχ ἡμεῖς, ἡ δὲ Τύχη δήπου κυρία. κἂν μὴ τῆς γνώμης ἀξίως μηδὲ πρὸς τὰς ἐλπίδας ἐπίῃ τὸ πέρας, οὐ τοὺς ἀνθρώπους, τὴν δὲ δαίμονα αἰτιᾶσθαι προσήκει οὐ καλὴν τοῖς καλῶς ἠργμένοις ἐπνηνοχυῖαν τὴν τελευτήν.
- 3.50.1
καὶ αὐτὸς τοίνυν, ὦ πάτερ, τὴν ἐμαυτοῦ γνώμην σκοπού- μενος, εἰ μὴ βούλει συνεξετάσαι καὶ οἶον ἐντεῦθεν τὸ τέλος ἀπήντησε, μὴ δύσνουν ἡγοῦ μηδὲ ἄχαρι μηδὲν ἐργάσῃ τὸν παῖδα μηδ’ ἐθελήσῃς δίκην λαμβάνειν ὧν χάριν ἐκτίνειν εἰκὸς ἦν, ἀλλ’ ὡς καὶ τὸν ἄνωθεν χρό- νον, καίτοι μᾶλλον ἐχρῆν, ὅμως ἀσπάζου καὶ παῖδα λέγε χρηστὸν καὶ φιλοπάτορα καὶ φῶς βίου καὶ ὅ, τι σοι τοιοῦτον ἐξ ἔθους λέγειν ἐμέ.
- 3.51.1
51. Ἀλλ’ αἰσθάνομαι, ὦ ἄνδρες δικασταί, τοῦ πα- τρὸς ἀφεμένου μὲν σκοπεῖν, εἰ δίκαια λέγων ἢ ἄδικα φαίνομαι, θαυμάζοντος δὲ ὡς ἐμαυτοῦ γενοίμην λα- λίστερος, ἔπειτα καὶ τούσδε τοὺς ἐγγὺς ἱσταμένους διδάσκοντος ὡς οὐ δεῖ πιστεύειν ἐμοί. σκῆψις γάρ, φησί, ταῦτα τῷ μειρακίῳ καὶ προσφάτως ἀνα- πλασθέντα μυθάρια, ἐπειδήπερ βουλομένῳ γε ἀληθῶς τῷ πατρὶ βοηθεῖν ἐνῆν καὶ ἄλλως τοῦτό γε μετελθεῖν καὶ πραγματεύσασθαι τὴν ὑγείαν, ὡς ἂν μάλιστα ἡσθῆναι ἔμελλον καὶ ὁ ταύτης τετυχηκὼς ἐγὼ οὐχ οὕτω λυμήνασθαι τοῖς ἐμοῖς καὶ μέχρι ταλάντου τὴν συμφορὰν παρεκτεῖναι, πρᾶγμα, ὦ ἄνδρες, νὴ τὴν Ἀλήθειαν, ὅ με καὶ σαφῶς ὑγιαίνοντα ἴσχυσεν ἂν εἰς Ἅιδου καταγα- γεῖν. καὶ ὁ μὲν οὕτως οὐδενί τῳ προσέχων τὸν νοῦν ὅτι μὴ ἑαυτῷ ἣν ἀρχῆθεν ἔσχε περὶ τῆς ἀποκη- ρύξεως γνώμην κρατύνειν μέχρι τέλους οἰόμενος, ἃ δ’ ἔγωγε πρὸς αὐτὸν ἀντὶ τούτων, ὧς δικαίως καὶ καλῶς ἔχει, ἀκούσατ’ ἐπιμελῶς. κἂν δὲ μὴ οὕτως εὕ- ρητε, ἀπελαθείην αὐτίκα μάλα καὶ τοῦ βήματος τοῦδε κακῶς καὶ τῆς πατρῴας οἰκίας, τοῦ μὲν ὡς ἡττημένος καὶ μηδὲν ἰσχυρὸν προβαλλόμενος, τῆς δὲ ὡς ἀξίως καταδεδικασμένος τὴν ἀποκήρυξιν.
- 3.52.1
πλὴν ἅπερ ἀκοῦ- ’σαι δεῖ πρὸς ἡμῶν τὸν πατέρα, εἰ μὲν ἀληθῶς λάλος ἐγώ, πάτερ, καὶ νυνὶ μᾶλλον ἢ πρότερον, τῆς ἀνάγκης τοῦτο εἰς ἣν ἡμᾶς περιέστησας. ὡς γὰρ περὶ τῶν ἐσχά- των τοῦ ἀγῶνος ὑπάρχοντος εἰκὸς μηδεμίαν φειδὼ τῶν λόγων γίνεσθαι μήτε μὴν ἐκφέρεσθαι κατὰ τὸ ἔθος αὐ- τοὺς τῆς βίας ὠθούσης λέγειν σφοδρότερον, ἔνα μὴ λέγω ὡς τοὺς τὰ δίκαια λέγοντας εἰκὸς καὶ πλείω καὶ ἰσχυρό- τερα λέγειν τῶν ἄλλων ὡς τῆς ἀληθείας πολλαχόθεν μὲν συνισταμένης, πολλὰ δὲ λέγειν καὶ ὑπὲρ ἑαυτῆς χορηγούσης. ὅτι δὲ οὐδὲ στωμύλος ἐγώ τις καὶ λάλος καὶ οἷον ἄρτι πρώτως ὑπείληφεν ὁ πατήρ, οἶμαι τοὺς γε ἄλλους καὶ ὑμᾶς αὐτοὺς μαρτυρήσειν, οἴ με καὶ σιωπῶντα καὶ βουλόμενον λέγειν μηδὲν παρεκελεύ- σατ’ ἀποκρίνασθαι καὶ τὰς αἰτίας εἰς δύναμιν λύειν πειρᾶσθαι, ἃς ἐπήγαγεν ὁ πατήρ. καὶ γὰρ οὐχ ὁ εἰς ἀνάγκην τοῦ λέγειν περιπεσών, εἶτα λέγων εἰς δύνα- μιν δίκαιος τῆς τοῦ λαλεῖν αἰτίας κληρονομεῖν, ἀλλ’ ὅστις μηδενὸς δήπου μήτε καλοῦντος μήτε βιάζοντος αὐτὸς χαρίζοιτο τῇ γλώττῃ παρὰ καιρόν. καὶ τοῦτο ἔστιν ἀληθῶς λαλιὰ τὸ μήτε σωφρονεῖν ἐν τοῖς λό- γοις μήτε τῇ χρείᾳ τούτους παραμετρεῖν, οὐχὶ τὸ ἀπλῶς λέγειν, εἰ μὴ πάντα ῥήματα λαλιὰν ὀνομάζεις αὐτός. καὶ γὰρ τοῦτον τὸν τρόπον οὐδὲ σύ, πάτερ, ἡμῖν μακρόθεν ἑστήξῃ τοῦδε τοῦ προσφθέγματος.
- 3.53.1
εἶεν. τὴν δὲ ῥῶσιν τοῦ σώματος πῶς ἦν ἑτέρως οἰκονομῆσαι; σὺ δίδαξον, πρὸς θεοῦ, ἐπειδὴ καὶ σὺ μόνος ἡμῖν δι- δάσκαλος τοῦ πράγματος λέλειψαι τῶν ἄλλων ἀπάντων ἐληλεγμένων, ἐγὼ δὲ οὔτε τὸν καιρὸν ᾔδειν ἐκεῖνον οὔτε νῦν ἔχω εἰδέναι, οὗ χάριν οἶμαι καὶ συγγνώμης δίκαιος ἂν εἶναι, εἴ τι τῶν δεόντων ἀγνοήσας παρέλιπον. καὶ τίνος γὰρ ἄλλου γε δεῖ, ὅπου μὴ προαίρεσιν, τὴν δ’ ἄγνοιαν ἀφορμὴν ἴσχε τὸ πταῖσμα συμβῆναι; ἀλλ’ ᾔδεις αὐτός. καὶ τί τοῦτό γε πρὸς ἐμέ, ὅταν μὴ καλέ- σας εἰρήκεις· ὦ παῖ, βουλομένῳ σοι τὴν νόσον ἀποσοβῆσαι τὰ καὶ τὰ ποιητέα ἔσται καὶ τάδε μή; κἂν μὴ αὐτίκα, ὧς ἐκέλευες, ἔδρων, ἀλλ’ ὦλιγώ- ρουν καὶ παρέτρεχον ὅλως ἢ ἐσπούδαζον μὲν περὶ σέ, οὐχ ὡς σὺ δὲ προσέταξας, οὐ μόνον εἰς τουτονί, ἀλλὰ καὶ εἰς τὸν περὶ ψυχῆς ἀγῶνα προσῆκεν ἐγκαταστῆσαι. ἀλλ’ οὐδὲ σοὶ γνώριμον ἦν οὐδὲν πλὴν τῆς νό- σου. οὐδ’ ἐμοί, πάτερ. ἰατροὶ δ’ ἐρωτώμενοι πάντ’ ἔλεγον πλὴν ὑγείας. οὕτως ἦν ἁπανταχόθεν ἐνστᾶσα ἡ ἀπορία. πρὸς ταῦτα τί ἐχρῆν οὕτως ὄντος ἐν ὀφθαλμοῖς τοῦ κινδύνου βλέπειν πρὸς τὰ κιβώτια καὶ τὸν ἐν αὐτοῖς ἀντὶ τοῦ γεγεννηκότος περιέπειν χρυσόν; χάριεν ἂν ἦν καὶ πρέπον τῶν σῶν ὑπὲρ τοῦ παιδὸς πόνων, κα- λῶς δὲ καὶ ἡμῖν ἀπεδόθη ἂν πρὸς σὲ τὰ τροφεῖα καὶ τῶν ἐλπίδων οὐκ ἔλαττον.
- 3.54.1
εἴθε γε ἦν, πάτερ, ἀσπί- δα λαβεῖν καὶ ἀκόντιον καὶ στῆναι κατὰ τῆς νόσου. ἦ γὰρ ἂν εἶδες οὐκ ἔξω βέλους τὸν παῖδα οὐδ’ ἀπο- κνοῦντα τὴν μάχην, ἀλλὰ καὶ μάλα ἑαυτὸν εἰς τὸ τοῦ ἀγῶνος ὠθοῦντα μεσαίτατον καὶ δυεῖν θάτερον πρόθυ- μον, ἢ ὡς πορρωτάτω κινδύνου ἐκθεῖναι καὶ] σὲ ἢ καὶ αὐτὸν αὐτοῦ που πεσόντα καθυπαχθῆναι τῇ περιστά- σει, καὶ ἦν ἂν ἐκεῖνος θανάτων πάντων λαμπρότερός τε καὶ δικαιότερος. νυνὶ δ’ οὔθ’ οὕτως ἦν οὔτ’ ἄλλως ὑπὲρ σοῦ ἀγωνίσασθαι. διὸ καὶ παραχρῆμα πρὸς τὸ θεῖον ἀπεῖδον κἀκεῖθεν ᾔτησα τὴν ἐπικουρίαν. τὸ δ’ ἀξίως ἑαυτοῦ ἐτάχυνε σπεῦσαν καὶ τὴν ἰσχὺν ὧς ἄριστα ἐπεδείξατο.
- 3.55.1
ἀνθ’ ὧν μικρὸν μὲν ἡμεῖς ἀπέδομεν μείζονος δεῖγμα εὐγνωμοσύνης, ὀφείλεται δὲ τὸ πλέον ἀεί, κἂν πᾶσαν δὲ ἀνάθημα τὴν περι- οὐσίαν ποιήσωμεν, χρεώστας αὑτοὺς καὶ ἔτι ἡγεῖσθαι προσῆκον. μὴ γοῦν ἀντὶ τοῦ τιμᾶν ἐθέλειν ἡμέραν Ἐλευθερίου καὶ πανηγυρίζειν Σωτήρια συμφορὰν τὸ πρᾶγμα ἡγοῦ καὶ πένθους πλήρου τὸν οἶκον. πληρώ- σεις δὲ πάντως ἀποκηρύττων ἐμέ. ἀλλ’, ὡς ἔοικε, τὸ περὶ σοῦ πένθος ἐγὼ μὲν ὁ παῖς κατέπαυσα, σὺ δ’ ἀντεγεῖραι σπεύδεις τὸ τοῦ παιδὸς μηδεμίαν καὶ ταῦτα ἔχων αἰτίαν ἐπενεγκεῖν ἢ ὅτι τὸ σὸν ὑπὲρ σοῦ καλῶς διῳκήκαμεν.
- 3.56.1
καὶ μὴν τούτου γε χάριν θαυμάζοι ἄν τις δικαίως, ὅτι καὶ μέγα τὸ γεγονὸς καὶ ὄντως θαυμάσιον, παῖδα μὲν ὄντα, πλὴν οὐδὲν ὑπὸ τῆς ἡλικίας περιτραπέντα μηδὲ βλέψαντα εἰς οἷα τοὺς νέους εἰκός, νοῆσαι μὲν οὕτω περὶ τοῦ πατρός, ἀνα- λῶσαι δὲ φιλοτιμότατα καὶ κρείττω δεῖξαι θανάτου. νῦν ἀπιέναι σε πέπρωτο καὶ παράτασις τῶν τῆς ζωῆς δρῶν οὐκ ἦν, ἀλλ’ ἐξωνησάμην αὐτὸς καὶ τῷ μέτρῳ προσέθηκα οὐ τῷ ταλάντῳ μόνῳ χρησάμενος, ἀλλὰ καὶ τοῖς δάκρυσι τοῖς ἐμοῖς. ταῦτα δὲ δίκαια πάντως καὶ νενομοθετημένα τῇ φύσει. ἐκείνης νόμος τὸ δεῖν παῖ- δας ὄντας τῶν γεννησάντων φροντίζειν καὶ χάριν ἀπονέμειν ἅπασαν ὅση δυνατή.
- 3.57.1
οὐκοῦν ὑπήκουσα τῷ νόμῳ καὶ τὴν χάριν ἀπέδων οὐ τροφὴν ὀρέξας, οὐκ ἐσθῆτα δούς, οὐκ ἄλλο τι τῶν μικρῶν κἀκ τοῦ ῥᾴστου ποριζομένων, τὴν δὲ ζωὴν αὐτήν, τὸ τιμιώτατον ἀνθρώπῳ κτῆμα καὶ τελεώτατον, ὑπὲρ οὗ ἅπας πόνος αὐτῷ καὶ πᾶσα ἐπίνοια. ὅτι δὲ δι’ ἀναλωμάτων, οὐδὲν μέγα. οὕτως ἐξῆν. ἄλλως οὐκ ἐνῆν, ἐπεί τοί γε οὔσης καὶ ἄλλης παρὰ ταύτην πείρας ἑτοιμοτέρας ὥστε τινὰ μετιέναι τὴν σωτηρίαν πῶς ἂν ἐγὼ παριδὼν τὴν ῥᾴστην ὁδὸν ἔμελλον ἄλλην τραπῆναι καὶ τοσαύτην ἀφαίρεσιν ποιῆσαι ὧν ἐγὼ μετ’ οὐ πολὺ κληρονόμος χρημάτων; οὐκ εἰκὸς τοῦτό γε. οὐχ οὕτως ἐγὼ φρενῶν ἐνδεὴς καὶ τῆς σῆς φύσεως ἀπολειπόμενος, ἀλλ’ ὅ μοι δοκεῖ, ἐρῶ πρὸς ὑμᾶς, 03 ἄνδρες, μηδὲν ἐνδοιάσας.
- 3.58.1
ὅτι μὲν οὑμὸς πατὴρ αὖθις ζῇ τὸν κίνδυνον ὑπερ- σχών, σφόδρα γέγηθεν· ὅτι δὲ μετ’ ἀναλωμάτων, τοῦτ’ αὐτῷ ὑφαιρεῖται τῆς ἡδονῆς. καὶ πολὺ πλέον, ὥς φησιν, ἡ μετὰ δαπάνης θράττει ζωὴ θανάτου κε- χωρισμένου τοιούτων. εἶποι δ’ ἄν τις πρὸς τὸν πατέρα ὑπολαβών· ὦ χρηστέ, καὶ τί σοι τῶν μικρῶν ἢ τῶν μειζόνων ὅπερ μὴ ἀναλώσαντες μηδὲ πονή- σαντες μηδέ τι τῶν οἴκοθεν ἀποβαλόντες ἄνδρω- ποι κτώμεθα; ὁρᾷς τοὺς γεωργοὺς οἱ θέρους καὶ χειμῶνος περὶ τὰς ἀρούρας πονοῦσιν; ὁρᾷς τοὺς εἰς τὰ χαλκεῖα πονοῦντας νυκτὸς καὶ ἡμέ- ρας, τοὺς σκυτεῖς, τοὺς κναφεῖς, τοὺς τέκτο- νας, τοὺς ἄλλους; τί σοι τὸ τούτων δοκεῖ; ἢ ἔνα τούτους παρέλθω σφόδρα γε ὄντος ἐκδή- λοῦ τοῦ κατ’ αὐτούς, ἐκ δὲ τῶν σοὶ γνωρίμων τὸν λόγον ποιήσωμαι, οἱ πλουτοῦντες ὑμεῖς ἔχεις εἰπεῖν ὡς πόνων ἄτερ καὶ τοῦ ἀναλῶσαι τοὺς μακροὺς περιβέβλησθε πλούτους; ἀλλ’ οὐκ ἂν εἴποις. ἢ ἀνάγκη περιφανῶς ἐναντία φάσκειν σαυτῷ, καὶ γὰρ ἔφησθά που, ὅταν εἰς τὸ σὸν ἔλεγες, τὰ χρήματα ταῦτα, οὐχ ὡς ἔτυχεν οὐδ’ ἐκ τοῦ προχείρου, ἀλλὰ πολλῶν τῶν χρόνων πολλὰ πονήσαντα κτήσασθαι.
- 3.59.1
καὶ ἀληθῶς γε, πάτερ. καὶ οὐκ ἔσθ’ ὃς οὐ συνθήσεται ὡς τούτου κρατοῦντος ἁπανταχοῦ τοῦ μηδὲν εἶναι προῖκα λαμ- βάνειν, ἀλλ’ ἀντικαταλλάττειν ἀεὶ ἕτερ’ ἀνθ’ ἑτέρων διδόντας. εἰ δὲ τοῦθ’ ἁπανταχοῦ κύριον, τί τὰ μικρὰ λογίζῃ ἔχων ἀντ’ ἐκείνων σαυτὸν καὶ ἀφεὶς εὐφραί- νεσθαι τῆς σωτηρίας ἀσχάλλεις διὰ τὸν ἀπιόντα χρυ- σὸν οὐδὲν ὄντα πρὸς ἅπερ ἔχεις κερδάνας;
- 3.60.1
60. Ναί, φησίν, ἀλλ’ ἐχρῆν κἀμοὶ κοινωσάμε- νον καὶ τὴν ἐμαυτοῦ γνώμην λαβόντα οὕτω πρὸς τήνδε τὴν πεῖραν χωρῆσαι. νυνὶ δὲ οἴ- κοθεν ἐν τοῖς ἐμοῖς τὸ τοσοῦτον εἰργασμένος ἐστίν. ἐχρῆν ἀληθῶς, ὦ πάτερ, καὶ ἔγωγε κατὰ ταῦτα συντίθεμαι. πλὴν οὐκ ἦν ἄδεια ἀκμάζοντος τοῦ κα- κοῦ κἀπὶ μικρῶν τινων σαλευούσης σοι τῆς ζωῆς. οὐδ’ ἐφεῖτο προσιοῦσιν ἡμῖν λόγον περὶ τῆς χρείας κινεῖν. ἀλλὰ τότε καὶ λόγος ἐκ σοῦ ὥσπερ ἀποδημῶν ἦν καὶ αἰσθήσεως δύν·αμις, πνεῦμα δὲ ἦν πλὴν ἀμυ- δρόν τι δόκησιν παρέχον καὶ τοῦτο ὅσον οὔπω ἀπο- λιπεῖν.
- 3.61.1
οὐκ ἔδει τότε τοσαύτης ἀωρίας οὔσης προσ- ιέναι καὶ τὸν ἀναισθητοῦντα κινεῖν, οὐχὶ φωνασκεῖν ἐπικεκυφότα κατὰ τῶν ὤτων, οὐκ ἄλλως ἐνοχλεῖν, ἀφ’ οὗ προσδοκᾶν ἦν ἀκοῦσαι μηδ’ ὁτιοῦν. εἰ δὲ καὶ τὰς αἰσθήσεις ἐρρωμένας ἔχων ἤκουες μὲν ὅ τι λέγοιμι προσελθών, ἐδυσχέραινες δὲ τὸν λόγον καὶ ἰταμώτερον διετίθεσο, εἰκὸς γὰρ ταῦτα δρώσης πολλάκις τῆς νό- σου, τί προσῆκεν ἐμὲ δρᾶν ἐπὶ τούτοις; ἡσυχάσαι πρὸς τὸ ῥῆμα καὶ μηδὲν τῶν σοὶ δεδογμένων παρακινῆσαι; ἀλλ’ οὐκ ἂν ἴσχε ταῦθ’ ὁ νόμος ἰατρῶν ἐπαινεῖν, ὅς σώζειν μὲν καὶ προσηνῶς μετιόντας τὰ πάθη, σώζειν δ’ ἴσθ’ ὅτε καὶ πρὸς ἀνάγκην, εἰ μὴ ἔξεστιν ἄλλως, διαρρήδην βοᾷ. καὶ θεραπευτὰς δὲ καὶ ἰατροὺς τότε μᾶλλον θαυμάζομεν ἄνθρωποι, ὅταν καὶ τῶν καμνόν- των ἀποσειομένων τὰ φάρμακα αὐτοὶ μᾶλλον ἰῶνται. οὓς καὶ παιδευταὶ μιμούμενοι τοὺς διδασκομένους πρὸς παιδείαν ἀνάγουσι.
- 3.62.1
πῶς δὲ καὶ οὐ πᾶς ἀνθρώπων ἐπήνεγκέ μοι τὰ χαλεπώτατα τὰ πρὸς σωτηρίαν μὴ ἐθελήσαντι μετιέναι, ὧς ἄρα καὶ κατεφαίνετο δυνατόν, ἀνδρὸς δὲ γνώμῃ προσέχοντι τοσοῦτον ὑπὸ τῆς νόσου διεφθορότι τοὺς λογισμούς; οὕτω σοὶ μὲν διὰ τὸ πάθος συνέγνωσαν, ἐμὲ δὲ οὐδεὶς ἀφῆκεν αἰτίας. διὰ γοῦν τοῦτο πάνθ’ ὅσ’ εἶχον ἐκίνησα. καὶ πρῶτον μὲν δὴ ἰατροὺς ἐζήτησα, φάρμακα ὅσ’ ἁπλῶς λυσιτελεῖν ἐνομί- ζετο. εἶτ’ ἀπεδοκιμάσθη ταῦτα κατὰ πᾶσαν πεῖραν ἀπελεγχθέντα. ἐγὼ δ’ οὐκ ἠμέλουν οὐδ’ ἀπεγίνωσκον. ἔτι γὰρ ἐλείπετό μοι ἱερά τις ἄγκυραι ἡ θεόθεν βοήθεια. πρὸς ἢν ἀπεῖδον ἀπαγορεύσας τῶν ἄλλων. ἱκέτευσα, ἐδεήθην, ἔσπεισα δάκρυα, ἐλεεινὸν ἐμαυτὸν παρέσχον καὶ θεοῖς καὶ ἀνθρώποις. εἶτα καὶ τάλαντον ἀφιέρωσα. εἰ δὲ καὶ πλεῖον ἔδει προσθεῖναι τὴν σωτηρίαν ἐγγυω- μένου τινός, προσέθηκα, πάτερ, εὖ ἴσθι, μηδὲν δείσας τὴν σὴν ἀγανάκτησιν.
- 3.63.1
63. Καὶ τί περὶ ταλάντου μακρολογῶ καὶ χρυσοῦ καὶ φλυαρίας; αἰτοῦντος κἀμὲ θῦμα λαβεῖν τοῦ θεοῦ οὐκ ἂν παρῃτησάμην τοῦ μὴ δέξασθαι τὴν σφαγήν. οὕτως ἐγὼ πρόθυμος τὰ πάντα ῥᾳδίως καὶ δρᾶσαι καὶ παθεῖν ὑπὲρ σοῦ. καὶ γὰρ ἥγημαι δεῖν εἶναι παῖδας τῶν πατέρων ἕνεκεν διακαρτερεῖν οὐχ ὅσα ὑπὲρ αὐτῶν καρτεροῦσι πατέρες, ἀλλὰ πολλῷ μείζω καὶ ἰσχυρότερα, εἴπερ ἐκείνοις μηδὲν χρεωστοῦσιν ἡμῖν ὅμως τὰ πάντα τολμᾶται χωρὶς τοῦ γεννῆσαι μηδὲν ὄντας τὴν ἀρχὴν καὶ θρέψαι καὶ παιδεῦσαι, ἡμῖν δὲ μέγα τὸ ὄφλημα πρὸς αὐτοὺς ἐκεῖθεν πάντ’ εἰληφόσι. καὶ πρέπον γε μὴ ἐν προαιρέσει κεῖσθαι νομίζειν, ἐν ἀνάγκη δὲ μᾶλ- λον τὸν ὑπὲρ ἐκείνων ἀγῶνα.
- 3.64.1
ἀνθ’ ὧν ἠγωνισάμην καὶ αὐτός, ὧς μάλιστα συμφέρειν ᾠήθην, οὐ νῦν πρώτως φρόνημα τοιοῦτο λαβὼν ὥστε πάντα γίνεσθαι τῷ πατρὶ ἐν καιρῷ, ἀλλὰ μετὰ τοῦδε πάσας ἡμέρας ἀναστρεφόμενος. καί γε, πρὸς Ἀσκληπιοῦ, πάτερ, σύ μοι λέγε καὶ τοῖσδε τὸν ἐμὸν τρόπον, οἷος εὐθὺς ἐξ ἀρχῆς ἦν, ὡς συνετὸν αὐτίκα παρεῖχον ἐμαυτὸν καὶ πραὺν κἀν τοῖς ἔργοις κἀν ταῖς ὁμιλίαις, ὅταν ἐτύγ- χανον πρὸς ὑμᾶς φθεγγόμενος τοὺς γονεῖς μήτε τὸ φρόνημα κατὰ τοὺς νέους ὑπάρχων καὶ ἅλματα καὶ μεταφορὰς καὶ τοιαύτας κινήσεις, ἃ τῇ ἡλικίᾳ ταύτῃ φιλεῖται, ἀπὸ ψυχῆς βδελυττόμενος, ὡς ἦν μοι τὸ ἦθος κρεῖττον ἢ δεῖσθαι ῥυθμίζεσθαι, ὡς οὔτε προσ- εῖχον ἀθύρμασι καὶ πρόθυμος ἐβάδιζον ἐς μυσταγω- γῶν τρόπον μὲν ἀποσειόμενος παιδικόν, μελέτην δ’ ἔχων τὴν παίδευσιν καὶ ἀνδρικώτερον τὴν γνῶσιν δε- χόμενος, ὧς πάνθ’ ὅσ’ ἐκέλευες ἔδρων καὶ πρὸς τὸ σὸν ἐσκόπουν καὶ διετιθέμην ἀεὶ μηδὲν ἔχοντος ὑπὲρ μηδενὸς μήτε τοῦ μυσταγωγοῦ μήτε τοῦ παιδαγωγοῦ, ἀλλ’ οὐδὲ σοῦ αἰτιάσασθαι τῶν ἐμῶν ἀεὶ πάσης μέμψεως ὑπερκειμένων.
- 3.65.1
λέγε δή μοι καὶ τὰ μετὰ ταῦτα, ὧς ἀνδρωθῆναι μὲν ἐγένετο καὶ τὴν ἡλικίαν ἐκείνην παραδραμεῖν, οὐ μὴν δὲ καὶ τοὺς ἀγαθοὺς τῶν τρόπων μεθαρμοσθῆναι, ὡς οὐ διέφθειρα τὴν ἁρμονίαν τὴν ἐξ ἀρχῆς, οὐ μετέβαλον τῆς πραότητος, οὐ μετέβαλον τῶν ἠθῶν, ἀλλ’ οὐδ’ ἀνήκοος ἐφάνην καὶ δυσπειθής, παγιώτερος δὲ μᾶλλον ὑπῆρξα τὰ ἐκ νηπίου φυλάξας καλὰ καὶ τὰ φυσικὰ προτερήματα ἀν- δρικῇ φρονήσει ἐκόσμησα. προστίθει δὲ κἀκεῖνα, ὧς ἔχαιρον σωφροσύνη, ὡς ἐβδελυττόμην, εἵ τις πέρα τοῦ μετρίου χρήσαιτο οἴνῳ, καὶ ταλαίπωρον ἡγούμην, εἴ τις μὴ ἐτίμα γονεῖς, ἀλγοῦσι μὲν συναλγῶν, εὐφραι- νομένοις δὲ συνευφραινόμενος, ὡς ἀπεστρεφόμην καὶ κακοδαίμονας ἔλεγον φιλονείκους, λάλους, πλήκτας, παροίνους, πάντας ὑβριστάς.
- 3.66.1
66. Ταῦτα, πάτερ, πρὸς τούσδε μαρτύρησον ἐμοὶ καὶ ἄλλοτε ἤδη τοῖς φίλοις προθεὶς εἰς διήγησιν καὶ σφόδρα ἐπὶ τούτοις καλλωπισάμενος. ἐγὼ δὲ βραχέα ἐπειπὼν καταβήσομαι. τοῦ γοῦν ἀρχῆθέν μοι βίου μέχρι τῶν νῦν ἡμερῶν οὕτω διὰ παντὸς ἀγομένου ἴδει γε τοῖς τελευταίοις τουτοισὶ καταισχῦναι καὶ πᾶν ἡμῖν ὅ τι καλὸν ἐλέγετο ἀφανίσαι τὴν μισανθρωπίαν τούτῳ ὥσπερ κονίαν ἐπαγαγόντα, ἀλλὰ μὴ μᾶλλον ἐπιδιδόναι καὶ περὶ τὸν πατέρα ἔτι φανῆναι χρηστὸν οὐκ ἄν, ὧς ἔδει γε, εἴποι ἀνθρώπων οὐδείς. ἢ σχολῇ γ’ ἂν ἄλλῳ τῳ ἐνδέοντι κατεφάνημεν μὴ τῷ πατρὶ ἐκ τῶν δυνατῶν ἐπαρκέσαντες;
- 3.67.1
τοιγαροῦν καὶ τῆς χρείας ἐνστάσης ἐμνήσθην τῆς τάξεως καὶ τὴν ἀκο- λουθίαν ἐπεδειξάμην καλὴν ἐπιθήκην τοῖς περὶ ἐμοῦ λόγοις τήνδε τὴν πρᾶξιν παρεσχηκώς. ἀλλ’ ὧς διετέθην τῳ] τότε καὶ τῷδ’ ἐκινδύνευον παραπλήσιον, ἄγε κάλει μοι τοὺς εἰς τὴν οἰκίαν τότε θαμίζοντας τοῦτο μὲν ἐπισκεψομένους τόνδε, τοῦτο δὲ καὶ τοὺς προσήκοντας ἡμᾶς παραμυθησομένους, ὡς ἂν αὐτοὶ σαφέστερον εἴπωσιν, οἴ μ’ ἐπειδὴ οὕτως ἀθλίως ἔχονθ’ ὁρῶντες πολλὰ λήγειν πένθους παρῄνουν, ὦ βέλτιστε, λέ- γοντες, σφόδρα γίνῃ τῆς λύπης. τεθνήξῃ, σα- φῶς ἴσθι, πρὸ τοῦ πατρός. ἀλλ’ οὐχ οὕτως αὐτόχειρα ἑαυτοῦ εἰκὸς χρηματίσαι μὴ τὸν εἱ- μαρμένον ἀναμείναντα θάνατον. ταῦτ’ ἔλεγον ἐκεῖνοι, ἔπειθον δὲ οὐδαμῶς.
- 3.68.1
τοῦτο δ’ ἐμοὶ τί ποτ’ ἄλλο γε ἦν ἢ ζῆν ἐθέλειν μετὰ τοῦ πατρὸς ἢ μηδὲ ζῆν ἀγαπᾶν; διὰ τοῦτο καὶ οὐδενὸς ἐτόλμησα φεί- σασθαι τῶν εἰς ἐμέ. καὶ ἐκινδύνευε μὲν ὁ πατήρ, ἐθα- νάτων δ’ ἐγὼ καὶ ἠγάπων προαρπάσαι τὸν κίνδυνον. ἀνήλωτο δὲ τὸ χρυσίον καθιερωθὲν τῷ σωτῆρι ἀμφο- τέρων χάριν, κἀμοῦ τε καὶ τοῦ πατρός, ἐπειδήπερ καὶ κοινὸς ἀμφοτέρων ὑπῆρχεν ὁ κίνδυνος. εἰ δ’ ἄξιόν τι τῆς σπουδῆς ταύτης καὶ τῆς ἐλπίδος συμβέβηκεν, ἔξε- στιν ὁρᾶν τὸν πατέρα καὶ ὁρῶντας διδάσκεσθαι. ταῦτ’ ἐμοὶ πέπρακται, ὦ ἄνδρες δικασταί, καὶ πεπράξεταί γε αὖθις. οὐ γὰρ ἀφέξομαι λέγειν, εἰ καὶ δεύτερον συνε- νεχθείη, ἀλλὰ μὴ συμβαίη ποτὲ παραπλήσια τῷ πατρί. οὕτως ἐγὼ ζῆν καὶ ἀναστρέφεσθαι ἔγνωκα καὶ ἀνα- στραφήσομαί γε τὸν ἐξῆς ἅπαντα χρόνον καὶ οὐκ ἄν, εἴ τι γένοιτο, τῆς γνώμης μεθαρμοσθήσομαι.
- 3.69.1
ὑμεῖς δέ, ὦ ἄνδρες δικασταί, τί πρὸς ταῦτά φατε; ἠδίκησα τὸν πατέρα τῷ ταλάντῳ δείξας ἀναβιοῦντα παῖς ὢν αὐτοῦ; οὐκοῦν τὴν φύσιν αἰτιατέον. ἐκείνη γὰρ μέχρι τούτου προελθεῖν ἐβιάσατο καὶ οὐκ ἐνταῦθα μόνον λῆξαι, ἀλλὰ καὶ περαιτέρω προβῆναι καὶ παθεῖν πλείω καὶ δρᾶσαι. ἐμοὶ δὲ συγγνώμη τυραννηθέντι. τί γὰρ ἦν καὶ ποιῆσαι; ἡττήθην τῆς τοῦ πατρὸς ἀγάπης, ἡτ- τήθην μεμνημένος τῶν ἄνωθεν ἡμερῶν, ὡς ἔστεργε περιών, ὡς προὐτίθει τῆς οἰκείας ζωῆς, ὧς φιλοτί- μῶς ἔτρεφε καὶ ἀνῆγε πάντα κινῶν, ὅπως μὴ ὧν ἐποιεῖτο εὐχῶν ἀπολειφθείην ἐγώ. ὑπὲρ ὧν μὴ χάριν εἰδέναι ἀλλότριον ἐνόμισα ἐμαυτοῦ καὶ ὅλως τῆς φύ- σεως. διὰ τοῦτο ζῆν ἐπραγματευόμην αὐτόν. καὶ ζῇ γε δι’ ἐμὲ ἐρρωμένος καὶ τὰ μάλιστα εὐεκτῶν. εἰ δ’ ἀπο- κηρύττει, οὐδὲν ἐμοὶ πρᾶγμα. ἀποκηρυττέτω, διωκέτω. μόνον αὐτὸς πόρρω κινδύνου μενέτω. μὴ περιπιπτέτω τοῖς αὐτοῖς καὶ πάλιν ἀνιαροῖς.
- 3.70.1
70. Ἀλλὰ δεινὸν τὸ μηδὲν τῶν πατρῴων μετέχειν. ἄλλοις μὲν ίσως, ἐμοὶ δὲ οὐ πάνυ τι χα- λεπόν. ἔχω τὸν πατέρα καί, εἰ μὴ τὰ τοῦ πατρός, ἀποχρῶν ἐμοὶ τοῦτό γε ἀντ’ ἄλλης εὐδαιμονίας ἁπά- σης. εἰ δ’ αὐτὸς οὐκ ἐπιστραφήσεται οὐδὲ νομιεῖ τοῦ λοιποῦ παῖδα, ἥκιστα τοῦτό γε τῇ φύσει λυμαίνεται. ἄρρηκτος γὰρ ὁ ταύτης δεσμός, καὶ τούτου κρατήσει, κἂν μὴ τελευτὴν εἴπῃς βίου, οὐδὲν οὐδαμῶς.
- 3.71.1
εἰ μὲν οὖν ἠδικήσαμεν, ἅλις παρῃτησάμεθα. μακρό- τερα γὰρ λέγειν οὐκ ἔχομεν· εἰ δ’ οὐκ ἔστιν ἀδίκημα, διδάσκετε τὸν πατέρα μὴ σφόδρα δυσχεραίνειν τὸν παῖδα ὦ ’γαθέ, λέγοντες, οὐκ ἠδίκησεν ὁ παῖς, ἀλλ’ εὐηργέησεν. ἀξίως ἑαυτοῦ διεπράξατο. καλῶς ἠγωνίσατο. ἔγνω τὴν φύσιν. ᾐδέσθη. ἠλέ- ησεν. οὐκ ἠγνόησε τὸ συγγενές. οὐ παρῆλθεν ὧν φροντίζειν εἰκός. ταλάντῳ σοι τὴν περιου- σίαν ἠλάττωσεν, ἀλλ’ εἰς θεοὺς ἀνάλωσεν, ἀλλ’ ὑπὲρ σοῦ. ζηλωτὸς ἕνεκά γε τούτων ὁ παῖς, εὐ- σεβής. φιλόθεος, μεγίστη φιλοτιμία γονεῦσι καὶ τῆς σφῶν εὐχῆς ἄξιος. ὡς εἴθε καὶ πάντες οἷς εἰσι παῖδες οὕτως ἔσχον ἐγκαλλωπίσασθαι τοῖς ἑαυτῶν. κόσμος ἀληθῶς ἐστι τοῖς προσήκουσι κατὰ γένος, κόσμος πάσῃ τῇ πόλει, περιλάλητος τοῖς πολίταις, ἀγαθὸν νέοις παράδειγμα, κοι- νὴ τοῖς ἀκμάζουσι νουθεσία.
- 3.72.1
πολλοὶ τῶν παῖδας ἐχόντων πρὸς τοῦτον ὁρᾶν τοὺς ἑαυτῶν ἀξιώσουσι. πολλοὶ δὲ καὶ τῶν παίδων ζηλωταὶ θελήσουσιν εἶναι. πλὴν οὐδεὶς προσεγγίσει, οὐδεὶς ἔλθῃ πλησίον. φιλότιμος γὰρ ἐσάγαν ἐστί. καί τινα μετ’ αὐτοῦ στῆναι οὐκ ἴσθ’ ὅπως ἀνέξεται. λῆγε γοῦν ἔριδος. χάριν ἔχε τοῖς κρείττοσι. μὴ δυσχέραινε τοῦ ἀναθήματος. ἔχεις τὸ μεῖζον ἐκεῖθεν, τὴν σωτηρίαν καὶ μετ’ αὐτῆς τὸν παῖδα τὸν καλόν. χάριν ἔχε καὶ τῷ παιδὶ οἷς σου κραταιότατα ἀντελάβετο φερο- μένου καὶ στέργε καὶ κληρονόμον κάλει καὶ γηροτρόφον καὶ κηδεμόνα καὶ ζωῆς πρύτανιν καὶ πᾶν ὅ, τι κάλλιστον ὄνομα.
- 3.73.1
ταῦθ’ ὑμεῖς πρὸς αὐτόν, ὦ ἄνδρες, εἰ μὴ ἀδικῶν φαίνομαι, καὶ πείσετε, σαφῶς οἶδα, πατέρα τε ὄντα καὶ τῇ φύσει δουλεύοντα, κἂν μυριάκις ἀγανακτῇ κἂν ὀργίζηται. ἡ γὰρ ὑμετέρα ψῆφος ἐνθεῖσα γνῶσιν αὐτῷ τοῦ δικαίου, λαβοῦσα δὲ καὶ τὴν φύσιν συνέριθον ῥᾳδίως ἔξει κατα- πειθῆ καὶ καταναγκάσει περιέπειν καὶ αὖθις τὸν παῖδα καὶ στέργειν ὡς καὶ πρὸ τοῦ τὴν ὀργὴν εἰς ἀγάπην μεταμειψάμενον.
- 3.73.2
Sequuntur quattuor declamationes quae contentionem divitis et pauperis argumentum habent.
← Previous — showing 101–129 of 129
First Thousand Years of Greek. CTS URN tlg2200.tlg00534.opp-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.