Declamatio 34
- 1.1.1
Προθεωρία.
- 1.1.2
οὔτε ὁ πατὴρ μισόπαις καὶ ὁ παῖς περὶ R IV 654 τὸν πατέρα χρηστός. ὁ γὰρ παῖς τοσοῦτον ὑπεραλγήσας τοῦ πατρὸς φαίνεται ὧς μήτε τῶν ὄντων φείσασθαι καὶ παντὶ τρόπῳ ἀνασώζειν πειρᾶσθαι τὸν κάμνοντα, ὁ δὲ πατὴρ οὐχ οὕτως ἀνόητος ὡς ἀποκηρύττειν ἐθέ- λειν δι’ ὃν τὸ ζῆν ἔχει. ἡ γὰρ τοῦ παιδὸς εἰς τὸν θεὸν ἐπαγγελία καὶ ἡ τοῦ ταλάντου φιλοτιμία τεκμή- ῥίον τῷ παιδὶ γίνεται τοῦ περὶ τὸν πατέρα πόθου. ὅθεν ὁ πατὴρ οὐ μετ’ ἀληθείας τὴν ἀποκήρυξιν ἀπερ- γάζεται. ἤδει γάρ, κἂν εἰ πάνυ φιλάργυρον αὐτὸν ὑπο- λάβοις, ὧς ἀνασώσει πάλιν περιὼν τὸ τάλαντον.
- 1.2.1
τί οὖν αὐτῷ τὰ τῆς ἀποκηρύξεως βούλεται; ἐπανόρθωσίς ἐστι τοῦ παιδὸς εἰσύστερον καὶ ἔνα μὴ μεγάλας τὰς ἐπαγγελίας ποιῆται. τοῦτο γὰρ μάλιστα φιλαργύρων ἅπτεται καὶ λυπεῖν δοκεῖ. καὶ ἅμα εἰς τὸν ἑαυτοῦ τρόπον μεταθεῖναι | τὸν παῖδα βούλεται, ἐπεὶ καὶ οὗτος πατέρων νόμος ἄγειν πρὸς ἅπερ αὐτοὶ προῄρην- τᾶι τοὺς παῖδας. τραχύτερος δὲ διὰ τὸ ἦθος γίνεται. σκοπὸς δὲ αὐτῷ πρόδηλος ἐπανελθεῖν οἴκαδε τὸ τά- λαντον.
- 1.3.1
οὕτω μὲν ἀμφοτέροις τὰ τῶν λόγων κεράν- νυται. τοσαύτην ῥοπὴν τὸ ζήτημα νέμει. εἰ δὲ τὸν ἁρμόζοντα τῷ φιλαργύρῳ λόγον ἀποδεδώκαμεν καὶ πανταχοῦ τὸ ἦθος ἐν τῷ ζητήματι σεσώκαμεν, σκοπεῖν ὑμέτερον.
- 2.1.1
ἦν ἄρα, ὡς ἔοικεν, ἐπιτυχεῖν ὑγείας, ὦ δικά- ζοντες, παντὸς ὧς εἰπεῖν θανάτου χαλεπωτέρας, ὅπερ μοι συμβέβηκε τὰ νῦν διὰ τὸν χρηστὸν υἱὸν τουτονὶ τὴν ἀμείνω νόσον ἀντὶ κακῆς ὑγείας ἀλλάξασθαι. οὐ μὴν ἀλλ’, ἐπεὶ τῷ πλείονι τέθνηκα λογισμῷ καὶ δοκῶ μὲν περιεῖναι, οἴχομαι δὲ τῷ τοῦ ταλάντου πόθῳ, παρ’ ὑμᾶς ἀπήντηκα ἀπελάσασθαι τοῦτον τῆς οἰκίας ἐθέλων, καθάπερ οὗτος ἐμοῦ τὸ τάλαντον. καὶ δέομαι, τὴν χάριν ἐπινεύσατε, ἵνα μὴ πρὸς λύπῃ ζημίαν <λάβω> ἔνα μὴ καὶ ταύτην δυστυχήσω τὴν ἐπήρειαν τουτονὶ τρέφειν ἀναγκαζόμενος.
- 2.2.1
ὁ μὲν οὖν θεὸς ἀπὸ τῶν ἡμετέρων πλούσιος, ἐγὼ δὲ καινότερα δυστυχῶν περι- ορῶμαι πρὸ τελευτῆς κληρονομούμενος. ὃν γὰρ εἶχον κλῆρον περιών, τοῦτον ὧς τεθνηκὼς ἀπολώλεκα τῷ τῆς εὐχῆς τρόπῳ. ἐπειδὴ δὲ τούτων αἴτιος οὗτος, ἀκουσάτω μετὰ παρρησίας <μου λέγοντος> | ὡς οὐκ ἔστι μοι παῖς, ἐπειδὴ μηδὲ τὸ τάλαντον. συναπώλεσα γὰρ τῷ τα- λάντῳ τὸν παῖδα.
- 2.3.1
οἶ μὲν οὖν ἄλλοι πάντες ὅσοι τὴν οἰκουμένην οἰκοῦσιν ἄνθρωποι ἀπὸ τῶν κρειττόνων τὴν εὐτυχίαν ἔχουσι καὶ δέονται τῶν θεῶν τὴν ἀμείνω τύχην ἐλπίζοντες, ἐγὼ δὲ ὁ δείλαιος καὶ τῶν ἐμαυτοῦ δι’ αὐτοὺς ἀπεστέρημαι· γεγένημαι γὰρ ἀντὶ πλουσίου πένης. ἤδη τὴν ὑγείαν μέμφομαι καὶ ποθῶ τὴν νόσον. ἐν ἐκείνῃ μὲν γὰρ εὐδαίμων ἦν, νῦν δὲ δὴ νοσεῖν ἄρχομαι. οὐδὲν γάρ μοι τῶν κατὰ τὴν οἰκίαν σώζεται.
- 2.4.1
4. οὐ μὴν ἀλλ’ ἐπεὶ τὰ χείρω δυστυχεῖν ἄρχομαι δυσ- καταμαχήτῳ νόσῳ πενίᾳ μαχόμενος, υἱὸς δέ μοι μόνος φιλοπάτωρ λείπεται, τοῦτον ἀπελάσων ἀπήντηκα, ἔνα μοι μὴ βαρυτέραν ποιῇ τὴν πενίαν φαινόμενος. μόλις γὰρ ἂν ἐμαυτῷ πρὸς τὸ παρὸν ἀρκέσω.
- 2.5.1
εἰ μὲν οὖν ἐβούλετό τι χρηστόν, τάχ’ ἂν τὴν ἀποκήρυξιν προὔ- λαβεν. οὐ γὰρ τῶν τυχόντων ἐμέ τε καὶ αὑτὸν σεσύ- ληκε. τίς γὰρ μείζων ἀνθρώποις ζημία χρημάτων; ἐπειδὴ δὲ δυσχεραίνειν ἄρχεται τὴν ἀποκήρυξιν καὶ τὴν ὑγείαν ἡμῖν προβάλλεται, μικρὸν ἄνωθεν ἀκού- σατε. οὕτω γὰρ ἂν καὶ τὸ μέγιστον τοῦ ἀδικήματος γνώσεσθε καὶ ὧς οὐκ ἐπὶ τοῖς τυχοῦσιν ἐκβάλλεται.
- 2.6.1
6. Ἐμοὶ βίος ἦν εὐδαίμων, (5 ἄνδρες, οὐκ εἰκῆ δαπανώμενος, ἀλλὰ ταῖς καθ’ ἡμέραν ἐπινοίαις αὐξα- νόμενος. διὰ ταῦτα καὶ τὴν ἀπὸ τοῦ γάμου πολιορκίαν ὑπέμεινα καὶ γυναῖκα ἠγαγόμην οὐχ ὥρᾳ κάλλους περί- βλεπτον, ἀλλ’ εὖ κτημάτων ἔχουσαν. τί γὰρ ἀπὸ τοῦ κάλλους ἀνθρώποις ὄφελος; οὐ γὰρ οἶδεν ὁ κλῆρος ἐκ τούτων αὔξεσθαι. διὰ ταῦτα γοῦν ἐπειθόμην γα- μεῖν, οὐχ ἔνα μοι πονηρὸς γένοιτο παῖς, ἀλλ’ ἵνα τοῖς τοῦ πατρὸς ἀκολουθήσῃ τρόποις συνευπορῶν | ἐμοὶ καὶ συναύξων τὸν κλῆρον.
- 2.7.1
πόσας οἴεσθέ με παρῃτῆσθαι γυναῖκας; τῷ δεῖνι, φησί, θυγάτηρ ἐστὶ κάλλει καὶ γένει περίβλεπτος. τί οὖν ἐμοὶ τοῦ γένους αὐτῆς ἢ ἢ τῆς τοῦ κάλλους ὥρας μέλει; ἄλλος ἄλλην πάλιν ἐθαύμαζε καλὴν μέν, ἀλλ’ οὐκ εὔπορον. τότε μὲν οὐδὲ ἀκούειν ἐδόκουν τοῦ λέγοντος.
- 2.8.1
καὶ τίς ποθεν ἀνεφαίνετο τῶν πάνυ γνωρίμων ἐμοὶ γυναικὸς μνήμην ποιούμενος καὶ πάνυ γε, ὧς ἔφη, λαμπρᾶς. οὐκ ἐπείσθην οὐδὲ ἀπέβλεψα. ὁ δὲ πάλιν ἐθαύμαζε πλείονα τοῦ κάλλους λόγον ποιούμενος. καὶ σιωπῶντος ἐμοῦ πάλιν τῆς ὥρας ἐμέμνητο. τέλος δ’ οὖν πρὸς αὐτόν, ἀναχώρησον, ἔφην, ἄνθρωπε. οὔπω τὸν ἐμὸν γινώσκεις τρόπον; οὔκ εἰμι κάλ- λους, ἀλλὰ κτημάτων ἐραστής. εὐπορεῖ; κέκτη- ται πλείονα; οἰκέτας ἔχει μισθοφορεῖν δυνα- μένους; τοῦτο ἔστιν ὃ ποθοῦμεν κάλλος ἡμεῖς.
- 2.9.1
9. μόλις δ’ οὖν τοιαύτης τυχεῖν ἠδυνήθημεν. οὔπω τὴν γυναῖκα θεασάμενος ἦν καὶ πολὺ ἤδη τάλαντον ἔφθαρτο. μικροῦ καὶ τοῦτον ἠρνησάμην τὸν γάμον. πανταχόθεν γὰρ ἡμᾶς διηνώχλουν ἄλλος ἄλλο τι λαμ- βάνειν ἐθέλοντες. οἱ μὲν γὰρ ᾀσμάτων μισθὸν ἀπῄτουν, οἱ δὲ τὸν ὑμέναιον, φασίν, ἐκροτήσαμεν. οὐ γὰρ ἤρκει μόνον αὐτοῖς ἡ μέθη.
- 2.10.1
τὸ δὲ πάντων χαλε- πώτατον, τὰ τῶν ὀψοποιῶν καὶ οἰνοχόων δράματα. τί, φησίν, ἄνθρωπε, τί δαπανήσομεν; τί τῶν ἀπὸ γῆς καὶ θαλάττης οἴσομεν; φέρειν γάρ, ἔφην, τι καὶ τῶν πρὸς τρυφὴν οἶδεν ἡ θάλαττα ἧς μηδὲ τὸ ὕδωρ χρηστόν;
- 2.11.1
πάλιν οἱ τῶν λαμπτή- ρων ἐπιμελούμενοι πόσας, οἴεσθε, δᾷδας ἀπώλεσαν; ἐγὼ μὲν γὰρ ἤδη καὶ ὑπὲρ τῆς οἰκίας ἐδεδοίκειν μὴ καὶ ταύτην ἡμῖν ἐμπρήσῃ τὸ πῦρ, ἐπειδὴ ἅπτειν καὶ λύχνους παρεκελεύοντο. καί τις ἧκε λύχνον ἔχων οὐ κατὰ τοὺς εἰωθότας δή, ἀλλ’ ἐξοχὰς εἰς κύκλον ἔχοντα καὶ πανταχόθεν ἐπιζητοῦντα τὸ πῦρ. τοσαύτην ἠφίει φλόγα ὡς καὶ πυρκαιὰς | αὐτὰς μιμεῖσθαι τῷ φωτί. τοῦτον ἡμῖν ἐμπλῆσαι παρεκελεύετο.
- 2.12.1
ἐμοὶ δὲ τὸ πολὺ τοῦ φωτὸς νὺξ ἦν. σκότος γὰρ ἀντεδίδου τῶν λαμπτήρων τὸ πλῆθος. τότε μὲν οὖν ἐμαυτὸν ἐβουλόμην ἐπιδοῦναι τῷ πυρί, ἔν ἀντὶ τοῦ ἐλαίου τῷ λύχνῳ γένωμαι, ἐπέσχον δέ με τῶν περιεστηκότων οἶ φίλοι ἤδη τούτων ἀπαλλαγήσεσθαι λέγοντες. καὶ ἅμα τὴν προῖκα τῆς γυναικὸς κατέλεγον. ἐγὼ δὲ τὰ μὲν ἡδόμενος, τὰ δὲ ἀνιώμενος ἐκαρτέρουν. τὰ μὲν γὰρ ἀπὸ τῆς προικὸς ἔμελλεν ἀγαθά, τὰ δὲ τῆς ζημίας ἐν ὀφθαλμοῖς ἦν. τότε τοίνυν οἱ μὲν εἰς κύκλον ἐχόρευον, οἱ δὲ ἐνετρύφων, οἱ δὲ τὸν ἄκρατον ἐνεφοροῦντο. ἐγὼ δὲ ὁ κακοδαίμων περιεσκόπουν ἅπαντα, οὐδεὶς δὲ ἦν τῶν παρόντων φιλάνθρωπος, ἀλλὰ πᾶς πανταχόθεν ἐλυμαίνετο, καὶ ὁ τυχὼν ἀπλῶς.
- 2.13.1
πολλὰ μὲν οὖν τῷ νομοθέτῃ κατηρασάμην τοῦ γάμου. οὐ γὰρ πανή- γυριν, ἀλλὰ πόλεμον ἐνομοθέτησε. τί ταῦτα, ὦ μά- ταιε, οὐκ οἶδας ὡς σεμνὸν ὁ γάμος; σὺ δ’ οὐκ εἰς μυστήριον, ἀλλ’ εἰς θέατρον τὸν Ὑμέναιον ἤγαγες. οὐκ ἦς ἄρα νομοθέτης ἔμφρων. ἔκδοτον γὰρ ἀφῆκας τὴν κόρην τοῖς βουλομένοις εἰς θέαν, ἢν τῷ γεγαμηκότι μόνον ὁρᾶν ἦν θέμις. νυνὶ δὲ πρὶν ἢ πλησιάσαι τῷ λαχόντι πολλοὶ ταύτην περιεργάζονται. ἀλλ’ οὔπω τοῦτο δει- νόν, νυνὶ δέ, εἰ μὴ πάντα τῷ γαμοῦντι διαφθα- ρήσεται, οὐκ ἔσται νυμφίος.
- 2.14.1
14. Τότε μὲν οὖν ἀπηλλαττόμην πολλὰ τοῖς θεοῖς εὐξάμενος, ἐπεὶ δὲ καὶ ὁ φιλοπάτωρ οὗτος ἐγένετο παῖς, ὧς εἴθε μήποτε, ὑπεκθεῖναι τοῦτον εὐθὺς ἐβου- λόμην ἐννοῶν τὸ δαπανηρὸν τῶν τόκων καὶ τὴν ἀνα- τροφὴν ἐνθυμούμενος. ἔτι γὰρ τῆς γυναικὸς ὠδινούσης καὶ οὔπω τεκούσης ὁλόκληρον, ἀλλ’ ἔτι κινδύνου προσδοκωμένου συνῄεσαν μὲν πανταχόθεν οἱ τῷ γένει προσήκοντες, ἑορτὴν δὲ τὸν τόκον ἑαυτοῖς ἐψηφίζοντο καὶ πίνειν ἔδει καὶ | τρυφᾶν. καὶ οὐ μέχρι τού- τῶν ἦν, ἀλλ’ ἤδη καὶ τὰ τῶν γειτόνων πανταχόθεν συνέρρει.
- 2.15.1
λογισάμενος δ’ ἐκ τῆς γυναικὸς εἶναι τὴν πρόφασιν τῷ μὴ τὰς ὠδῖνας ἠρέμα καρτερεῖν, ἀλλὰ βοᾶν καὶ κεκραγέναι, τὸ μὲν πρῶτον παρεκάλουν αὐτὴν τίκτειν ἡσυχῆ, ὧς δὲ μεῖζον παρακλήσεως ὁ τό- κος ἴσχυε καὶ καρτερεῖν οὐκ ἦν τῷ γυναίῳ, ἐπέσχον προσδραμὼν τὸ στόμα.
- 2.16.1
ἐπειδὴ δέ ποτε καὶ τὸ βρέφος ἐξέθορε, τοσοῦτον οἱ παρόντες ὠλόλυξαν ὥστε με φοβηθέντα τὸν θόρυβον ὑπ’ ἐκπλήξεως ἐμβεβρον- τῆσθαι. οἱ δὲ ἀπεκάλουν μακάριον καὶ τὸ βρέφος ἄμα ἐδείκνυον. ἐγὼ δέ, τί ταῦτα; ἔφην, ἐμοὶ μόνῳ παι- δίον ἐστίν; οὐκ ἔξιτε; οὐ φθαρήσεσθε; ποσάκις τὸν ἐμὸν οἶκον διολέσετε; οὐ μικροῦ γαμοῦντα πρῴην διεσπάσατε; πάλιν ἥκετε; εἰ δὲ καὶ ἕτε- ρόν μοι παιδίον ἔσται, πάλιν ὁ παρ’ ὑμῶν μοι γενήσεται πόλεμος;
- 2.17.1
ἐγὼ μὲν ταῦτα λέγων δυσ- ωπεῖν ἐνόμιζον, οἱ δὲ καὶ θύειν τοῖς θεοῖς παρεκε- λεύοντο. καὶ τὸ βρέφος ἁρπάσας θύειν ἐσπούδαζον, ἀφῆκε δέ με οὐδεὶς ταῦρον ἢ κάπρον προσάγειν ἀνα- πείσαντες. ἐγὼ δὲ σχοινίον ἐνενόουν καὶ πάτταλον τί τούτοις, λέγων, τοσοῦτον τῶν ἡμετέρων μέλει; ὅμως δ’ οὖν ἀπηλλαττόμην ὀλίγον ἐπιθεὶς τοῦ λιβα- νωτοῦ. καὶ πρὸς τὴν γυναῖκα ἔφην βούλει τὸν παῖδα εἰς ἐρημίαν θείημεν; ἡ δ’ οὐκ εὖ φρονοῦσα μετέ- πειθε, κοινωνὸς ἔσται σου γὰρ τῆς ἐπιθυμίας καί σου δυνήσεται τῶν ἰχνῶν ἐχόμενος αὐξῆσαι τὸν κλῆρον.
- 2.18.1
18. Ἐπὶ ταύταις αὐτόν, ὦ ἄνδρες, ταῖς ἐλπίσιν ἐτρέφομεν πολλὰς ὑπομείναντες πρότερον δαπάνας. πό- σοὺς | οἴεσθέ με λόγους πρὸς αὐτὸν εἰρηκέναι; κακόν, ὦ παῖ, ἔλεγον, ἡ πενία, ὁ πλοῦτος ἀγαθόν, καὶ τοῖς κεκτημένοις αὐτὸν πάντες προστρέ- χουσι καθάπερ τοῖς θεοῖς καὶ ὅλως ἐγκώμια πλού- του διεξῄειν παιδοτριβῶν ἐπὶ τοὐμὸν ἦθος αὐτόν, ἐξ ὧν ἄν τις γενήσεται κατ’ ἀλέγων πλούσιος.
- 2.19.1
ἀρρω- στήσας δ’ ἔναγχος καὶ νόσῳ τινὶ χρησάμενος, τίς γὰρ ἀνθρώπων νόσου κρείττων ἢ συμφορᾶς; ἄλλος κατ’ ἄλλην γὰρ δαιμονίζεται τύχην. πολύτροπα γὰρ τὰ πταίσματα, ἐκείμην καὶ αὐτὸς ταύτην ἐννοῶν τὴν τύχην. εἴπω τι, βούλεσθε, τῶν ἀπορρήτων; ἔφερέ μοι καὶ κέρδος ἡ νόσος. οὐ γὰρ εἰς κόρον ἐδείπνουν οὐδὲ παντοίοις ὄψοις ἐχρώμην οὐδ’ ἀναλίσκειν ἐχρῆν.
- 2.20.1
τί δεῖ τὰ πολλὰ λέγειν; θεῶν δωρεὰν τὴν νόσον ὑπελάμβανον. ἐβόων κατ’ ἐμαυτὸν πολλάκις· εὐδαι- μονέστεροι τῶν ὑγιαινόντων οἶ κάμνοντες. οἱ μὲν γὰρ ταῖς ἀγοραῖς παραβάλλουσιν, ὠνοῦν- ται πλέονα, ἐγὼ δὲ οἴκοι μένω οὐδὲν ὑπ’ οὐδε- νὸς ἐνοχλούμενος, ὀλίγα προσομιλῶν μόνον τοῖς δεομένοις χρυσίου. μίαν εἶχον φιλονεικίαν ἀεὶ ἐπιθεῖναί τι πλέον ἐφιλονείκουν] τῷ τόκῳ.
- 2.21.1
ἐν- τεῦθεν οἱ προσιόντες λυπεῖσθαι μάτην πως ἐδόκουν ἐμοὶ ἀγνοοῦντες τὸ ἐκ τούτου κέρδος ἡμῖν. ἐφθέγγετό τι καὶ οὗτος ὑπολαμβάνων τι χρηστὸν ἰατροῦ μνήμην ποιούμενος καὶ λέγων· εἰπέ μοι, βούλει, πάτερ, ἰατρὸν ἄξω σοι διαδραμών; μικροῦ μὲν οὖν αὐτὸν ἀπεκήρυξα καὶ παρὰ τὴν νόσον αὐτήν, ἐλογιζόμην δ’ αὐτοῦ τὸ πταῖσμα τῷ χρόνῳ.
- 2.22.1
τί ταῦτα, | ἔφην, ὦ παῖ; τί τὴν ἐκείνων ἡμῖν ἀπάτην ἀπει- λεῖς ἡμᾶς σώζειν ἐθέλων; οὐδὲν τῆς ἐκείνων ἡμεῖς δεόμεθα τέχνης. μαγγανείαι καὶ φλήνα- φοι. καὶ λόγῳ τὴν ὑγείαν, οὐ τῇ τέχνῃ πιστοῦν- τᾶι. μισθὸς ἐπὶ τούτοις πολύς. ἂν ἐπ’ ὀλίγον μελλήσῃ τις, οὐ διαφεύγει τὸν ἐκ τῆς ἀπειλῆς θάνατον. φθάνουσι γὰρ τὴν μοῖραν τῇ τέχνῃ. ἐμοὶ παντὸς ἰατροῦ ἀμείνων ἡ νόσος. ταύτῃ μᾶλλον πεπίστευκα. αὕτη με ἀναστήσει ταχὺ τῷ τῆς ἐνδείας λογισμῷ. ὁρᾷς ὡς τὸ τάλαντον αὔξεται, ὡς οὐδαμοῦ δαπανᾶται; τὸ τάλαντον ἀκέραιον ἡμῖν διὰ τὴν νόσον τετήρηται.
- 2.23.1
ἔλε- γον, ἔπειθον. καὶ τῶν μὲν Ἀσκληπιαδῶν ὑπερεώρα, ἐλάλει δὲ παρακαθήμενος, τί τὸν Ἀσκληπιόν, ὦ πάτερ, καταλελοίπαμεν; πολλοὺς πολλάκις ὁ θεὸς οὗτος ἀνέστησεν. ἐδόκει τί μοι λέγειν, νὴ τοὺς θεούς, φιλάνθρωπον. ἐσκόπουν γὰρ κατ’ ἐμαυτὸν ὅτι προῖκα τὰ παρὰ τῶν θεῶν ἡμῖν ἀγαθὰ γίνεται.
- 2.24.1
καὶ πρὸς αὐτὸν ἔλεγον· νῦν ἡμῖν τὸν ἰατρὸν ἀποδέδωκας, ὦ παῖ, νῦν τὸν ἰασόμενον εὕρη- κας. αὐτόματοι πρὸς εὐποιίαν οἱ θεοί, παρακα- λούμενοι δὲ βελτίονες. οὐδὲν τῶν ἀνθρωπίνων ἐπιζητοῦσιν. οὐ πλοῦτος αὐτοῖς προσφιλής, οὐ κέρδος ἕτερον. μόνην τὴν εὐποιίαν ἔχουσιν. ἐν ταύτῃ πλουτοῦσιν οἱ θεοί. ἴθι γοῦν ἡμῖν αἰ- τήσων ὑγείαν, ὦ παῖ. εὐχὴν εὖξαι τὴν πρέπου- ’σαν. πρόσθες τῇ τῆς ὑγείας εὐχῇ πλοῦτον πο- λὺν καὶ τὴν ἀπὸ τοῦ κέρδους εὐδαιμονίαν τῇ μετὰ τῆς ὑγείας καὶ χρήστας εὐγνώμονας, μᾶλ- λον δὲ τοῦτο μόνον, εἰ δοκεῖ, πρόσευξαι, τό- κους πλέονας. ἀπὸ γὰρ τούτων ἡ σωτηρία, μᾶλ- λον δέ, τοῦτό μοι ζωή, τοῦτο φῶς. ἂν δ’ ἄρω τὸ τάλαντον μετὰ τῆς ὑγείας, ἄμεινον.
- 2.25.1
οὕτω μὲν καὶ φρονεῖν καὶ λαλεῖν ὑπελάμβανον, ὁ δὲ | τὸν νεὼν καταλαβὼν ἀπλοῦν μὲν οὐδὲν οὐδὲ δίκαιον εὔχεται οὐδὲ ψιλὴν ὑγείαν ᾔτησε, ταλάντου δέ μοι ταύτην ὠνήσατο. ταῦτα γὰρ νυνὶ μανθάνω ὅτι πωλοῦσι τὴν ὑγείαν οἶ θεοὶ καὶ διὰ ταύτης ὁ Ἀσκληπιὸς πλου- τεῖν ἐσπούδακε καινότερον εὐπορίας τρόπον τὴν ἰα- τρείαν εὑρόμενος.
- 2.26.1
26. Ὡς δ’ οὖν πάντα καθ’ ἡμῶν εὐξάμενος ἐπανῄει, ἐγὼ δ’ ἤδη τῆς ὑγείας, μᾶλλον δὲ τῆς πενίας ἠρχόμην, ἐλάνθανον γὰρ κατ’ ἐμαυτοῦ τούτῳ τὴν εὐχὴν ἐπι- τρέπων, ὧς δ’ οὖν ἄμεινον ἐδόκουν ἔχειν, προσελθὼν οὗτος ἔφη· τί μὴ τοὺς ἱερέας εὐγνωμονοῦμεν, ὦ πάτερ; τί μὴ τὸ τάλαντον οἱ προφῆται λαμβά- νουσιν; ὁρᾷς ὡς τὴν ὑγείαν ἀπείληφας. γενώ- μεθα καὶ ἡμεῖς περὶ τὸν θεὸν εὐγνώμονες. οὕτω γὰρ συνεθέμην.
- 2.27.1
μικροῦ μὲν οὖν παρ’ αὐ- τοὺς τοὺς λόγους διαρραγεὶς ᾠχόμην καὶ τὴν ψυχὴν ἐπαφῆκα τοῖς τούτου ῥήμασι καὶ εἴθε γε, ὦ πάντες θεοί, πρὸ τῆς τοῦ ταλάντου καταβολῆς ἐκείμην. μεῖζον γὰρ ἂν εὐτυχῶν ἀπωλλύμην. ἐκέρδησά γε ἂν τῇ τε- λευτῇ τὴν ἀπὸ τῆς εὐχῆς ζημίαν. ὅμως δ’ οὖν ἀνενεγ- κὼν καὶ μόλις ἐν ἐμαυτῷ γενόμενος τί ἄρα, ἔφην, g) παῖ; πόθεν οἱ μῦθοι; οἱ ἱερεῖς δὲ τίνες; οὐδὲν γὰρ παρ’ οὐδενὸς κεκομίσμεθα οὐδ’ ἔχει τις καθ’ ἡμῶν συμβόλαιον οὐδὲ ἕν. εἰ δ’ ἀπονοίᾳ σφαλεὶς ἐπηγγείλω τῷ θεῷ τὸ τάλαντον, οὐδὲν ἐμοὶ τούτου μέτεστιν. οὐδὲν παρὰ τὴν νόσον ηὐξάμην ἐγὼ οὐδ’ ὑπεσχόμην τῷ θεῷ οὐδὲ πρὸς τὴν ὑγείαν αὐτὸν παρεκάλεσα, ἀλλ’ ἁπλῶς κατ’ ἐμαυτὸν ἐκείμην τῷ τῆς ἐνδείας ὑγιάνας τρόπῳ.
- 2.28.1
Ἐγὼ μὲν οὕτω πως ἀποσείεσθαι τοὺς ἱερέας ἐδόκουν διὰ τῶν πρὸς τοῦτον ῥημάτων, οἱ δὲ ἰταμώ- τερον ἐχώρουν. καί πού τις αὐτῶν ἀνεβόησεν· ἱερό- συλε καὶ μαστιγία, οὐ καταβαλεῖς τὰ τοῦ θεοῦ; οὐκ ἀποδώσεις τὸ τάλαντον; | πλέον, πλέον, ὦ ἄν- δρες, τῆς ζημίας ἐφοβήθην τὰ ῥήματα καὶ κατέβαλον, ὦ θεοί, ὀδυρόμενος, στένων, πολλάκις τὸ τάλαντον περιπτυσσόμενος, μόλις ἀριθμῶν, ὀκνῶν ἀποδοῦναι. τὸ σκότος μετὰ τὴν καταβολὴν ἑώρων. νὺξ ἦν ἐν ἡμέρᾳ μοι μέση. ὁ γὰρ τοῦ ταλάντου ζόφος ἐνίκα τὸ φῶς τοῦ ἡλίου.
- 2.29.1
εἰ μὲν οὗν ταῦτα παρ’ αὐτὴν ἐπυθό- μην τὴν νόσον, τάχ’ ἂν ἀποκαρτερήσας ᾠχόμην. ἄνθρωπος ὑπ’ ἀγρυπνίαις πολλαῖς, φροντίσιν ἀπείροις καὶ πόνοις πλείοσι καὶ μερίμναις καὶ μόχθοις καὶ πολλῷ πόνῳ συναγαγὼν τὸ τάλαντον ἀθρόως ἀφῄρημαι ὑπὸ τοῦ θεοῦ, μᾶλλον δὲ τοῦ τὸν ἐμὸν βίον ἐξ εὐχῆς προδεδωκότος. εἶτ’ ἐπὶ τούτοις ἀγανακτεῖ ὧς οὐ δεόν- τως ἐκβάλλεται.
- 2.30.1
30. Οὐ γὰρ ἐπὶ κύβους οὐδὲ μέθην ἀνηλωκέναι τί φησιν. οἶδα. οὐ γέγονας περὶ κύβους ἐκμανής, οὐ περὶ μέθην ἠσχόλησαι, οὐ πρὸς ἑταίρας βλέπεις. ἀγαπᾷς τῶν αἰσχρῶν οὐδὲ ἔν. μισεῖς εὐωχίας, οὐ πλησιάζεις κώμοις. εἴθε μοι μηδὲ περὶ τοὺς θεοὺς ἐμεμήνεις. οὐκ ἂν δυστυχὴς ἐγενόμην ὁ δείλαιος, οὐκ ἂν τὴν πενίαν ταύτην ἐστέναξα.
- 2.31.1
πόσον δέ σοι καὶ πρὸς εὐωχίαν ἤρκεσεν; ὀλίγον ἀπὸ τοῦ τα- λάντου μέρος, τὸ δὲ λοιπὸν ἦν ἡμῖν ἐλεύθερον. οἶδα πολλοὺς περὶ μέθην ὀλίγα ἀνηλωκότας. πολλοῖς ἤδη καὶ κύβος ἤνεγκε κέρδος. πόσοι δὲ δι’ εὐωχίαν εὐτυ- χέστεροι; εἴθε μοι τούτων τις ἐγένου. τάχα ἂν ηὔξητο τὸ διὰ σέ μοι λελῃστευμένον τάλαντον. οὐδὲν ἂν τού- των ὠδυρόμην. νυνὶ δέ μοι τὸ πᾶν ἀπόλωλε. καὶ ἐπι- δοὺς τῷ θεῷ τὸ τάλαντον τοῦτο ἐμὲ μὲν τοῦ βίου, σὲ δὲ τῆς οἰκίας ἀπείργεις.
- 2.32.1
32. Μὴ οὖν ὧς οὐδὲν εἰς μέθην ἀνήλωταί σοι, ταῦτα νῦν πρόφερε. οὐδὲ γὰρ περὶ τούτου δικάσειν οὗτοι συνεληλύθασιν, οὐδὲ τοῦτο ἔστιν ὅ ἐγκαλοῦμεν ἡμεῖς, ἀλλ’ ἢ δεῖξον ὅτι μοι τὰ κατὰ | τὸν οἶκον ἔρρωται ἢ δίκην ὕπεχε. οὐδὲ γὰρ περὶ τούτων αἰτιῶ- μαι τήμερον. εἴθε κατ’ ἐμοῦ μᾶλλον, ὦ παῖ, τὰς χεῖρας ὤρεξας. ἤνεγκα ἂν τὴν παρὰ σοῦ πληγήν. νυνὶ δὲ πάντας ὁμοῦ νενίκηκας τοὺς ὑπὸ τῶν πατέρων κριθέν- τὰς πρότερον.
- 2.33.1
οὐδεὶς οὕτω πατραλοίας εὕρηται. οὐ γὰρ εἰς τὸ σῶμα τὴν πληγὴν ἐδεξάμην, εἰς αὐτὴν τὴν καρδίαν τὸ βέλος ἔχω. τοὺς μὲν γὰρ ἄλλους ὅσοι τῶν παίδων ἐπάταξαν κατ’ ἐκεῖνον τὸν χρόνον ἐλύπουν καθ’ ὃν ἐτόλμων, ἐγὼ δὲ τοσαυτάκις βάλλομαι ὁσάκις ἐνθυμηθῶ τὸ τάλαντον.
- 2.34.1
εἶτ’ ἔτι μνημονεύεις κύ- βων ἢ μέθης ἢ τρυφῆς οὕτω τὸν πατέρα διαθείς; ἐγὼ μὲν γὰρ ἤδη καὶ τεθνηκέναι δοκῶ, καὶ γὰρ ὑπὸ τῆς ἀνίας οἴχομαι, ὑμεῖς δὲ ταὐτὰ τούτῳ εἰ νῦν ἀποδέξεσθε, βαρύτεροί μοι τῆς ζημίας γενήσεσθε. ὑφ’ ὑμῶν γὰρ μᾶλλον ἢ τούτου κείσομαι.
- 2.35.1
35. Ναί, φησίν, ὑπὲρ γὰρ σοῦ τοῦτο πεποίηκα. τῆς γὰρ παρὰ τοῦ θεοῦ σωτηρίας μόνης ἐχρή- ζομεν. τί οὖν; οὐκ ἦσαν εὐχῆς ἕτεροι τρόποι; οὐκ ἦν λιβανωτὸς ἄφθονος; χαίρουσι καὶ δάφναις οἱ θεοὶ καὶ θαλλοῖς ἐλαίας. πολλάκις ἤδη τινὲς τῶν παλαιῶν καὶ δρυῶν κόμαις ἀπήρχοντο. πολλοὶ καὶ στεφάνοις τὸν θεὸν γεραίρουσιν, ὕμνοις ἕτεροι. τούτων οὐδὲν ἐνενόησας οὐδὲ θαλλοὺς ἐνεθυμήθης καὶ στέμματα.
- 2.36.1
36. μέχρις ἀλεκτρυόνος τὴν εὐχὴν στῆσαι ἔδει. βαρὺ μὲν γὰρ καὶ φορτικὸν καὶ τοῦτο. πλὴν οἶσα ἂν ἀνε- κτῶς. εἰ γὰρ μὴ τὸ τάλαντον ὅλον, μέρος δὲ τῆς οὐσίας ἀνέθηκας, οὐκ ἂν ἀπεκήρυξα. σὺ δ’ οὐδὲ τὰς γραφὰς ἐνενόησας. μετὰ τὴν νόσον πολλάκις ἄνθρωποι τῆς εὐποιίας ἀμειβόμενοι τὸν | θεὸν εἰκόνι τὸν Ἀσκλη- πιὸν ὡς εὐεργέτην γράφουσι. πόσην ἂν ἡ γραφὴ βλάβην ἤνεγκε; πόσος δ’ ἂν ὁ τοῦ ζωγράφου μισθὸς ἐγένετο; ἑκὼν ἂν ἐπὶ τούτοις κατέβαλον.
- 2.37.1
σὺ δέ μοι παριδὼν ἅπαντα ἐπ’ ἐκεῖνο τρέπῃ ὡς, εἰ μὴ διὰ τὸν Ἀσκληπιόν, ᾠχόμην. εἶτ’ οὐκ ἦν ἀποθανεῖν ἄμει- νον ἢ ζῆν ἐν τούτῳ τῷ σχήματι; μὴ γὰρ εὐηργέτημαί τι; σεσύλημαι. μὴ γὰρ ὑγεία μοι ταῦτα καὶ βίος; αὐ- τὸς ὧς εἰπεῖν ἐν ὀφθαλμοῖς ὁ θάνατος. νυνὶ δὲ τὴν μὲν ὑγείαν μοι λέγεις, τὴν πενίαν δὲ σιωπᾷς. καὶ τὸ φυγεῖν μὲν τὴν νόσον προφέρεις, τὸ δὲ μεῖζον κρύ- πτεις δυστύχημα.
- 2.38.1
οὐκ ἀνέχομαι ζῆν ἐλεούμενος, μισῶ τὴν ὑγείαν πενόμενος. τί μοι τὸ μεῖζον ἀφεὶς καταλέγειν δυστύχημα μικρὸν εὐποιίας προφέρεις ὄνο- μα, μᾶλλον δέ, κινεῖς πρὸς ἀγανάκτησιν; τίς ἰᾶται συλῶν τὸν κάμνοντα; τίς εὖ ποιεῖσθαι βούλεται μεί- ζονα τῆς δωρεᾶς ἀδικούμενος; ἀπόδος ἡμῖν τὸ τάλαν- τον καὶ τὴν ὑγείαν οὐ μέμφομαι.
- 2.39.1
εἰ δὲ ἐπὶ τούτοις ὁ Ἀσκληπιὸς ἀγανακτεῖ, αὐτό μοι μόνον ἀποδιδοὺς τὸ τάλαντον φερέτω καὶ μετὰ τοῦ πλούτου τὴν νόσον. ἕτοιμος ἀναλαμβάνειν μετὰ τοῦ ταλάντου τὸν κίνδυνον, καὶ πρόσθοιτό τι πλέον, εἰ βούλοιτο, τῇ νόσῳ, μόνον ἡμῖν ἐπανελθέτω τὸ τάλαντον.
- 2.40.1
εἶτ’, ὦ κατάρατε καὶ ὑπὲρ τὸ δέον φιλότιμε, ἐγὼ μόνος ἐδυστύχουν ἀφόρητα, ἔνα μοι δυστυχέστερον τῆς νόσου τὴν ὑγείαν ἀντέδωκας; πόσους ἐκ χαλεπωτέρων οἶδα σωθέντας; πόσοι δὲ ἤδη τελευτῆς ἐγγὺς γενόμενοι πάλιν προσω- μίλησαν τῷ βίῳ; ἆρα τούτους ἡμῖν πάντας ὁ Ἀσκλη- πιὸς ἀνέστησε;
- 2.41.1
πόθεν οὖν τῷ πλήθει τῶν ἰατρῶν στενοχωρούμεθα; τί δὲ μάτην οὗτοι κατὰ τὴν πόλιν στρέφονται; πόθεν δὲ πλουτεῖν νομίζουσιν; ἢ πόθεν τὸ κέρδος αὐτοῖς; οὐκ ἀφ’ ὧν παραμυθοῦνται τοὺς κάμνοντας; οὐκοῦν τὰ κατ’ αὐτοὺς οἴχεται, εἰ | μόνος ὁ Ἀσκληπιὸς χρήματα λήψεται;
- 2.42.1
42. Ἀλλ’ ἐπὶ μεγάλοις, φησίν, ὁ Ἀσκληπιὸς ἰᾶται καὶ δεῖ μεγάλας τἀς ἐπαγγελίας ἐπ’ αὐτῷ ποιεῖσθαι. τοῦτο νῦν πρῶτον ἀκήκοα. ἐγὼ μὲν γὰρ αὐτὸν καὶ παρέχειν ἑτέροις ὑπελάμβανον. οὐκοῦν οὐ- δὲν ἡμῶν οἱ θεοὶ βελτίους. εἶτα καὶ πόσον ἐχρῆν ἐπ- αγγείλασθαι; μὴ γὰρ ἀθανασίαν ἡμῖν δεδώρηται; μὴ γὰρ συνῆψέ με φυγόντα τὴν νόσον τοῖς κρείττοσι; πά- λῖν ἡμῖν ὁ θάνατος ἐλπίζεται. προσδοκῶ καὶ δευτέραν νόσον ἄνθρωπος ὤν. οὐκοῦν πάλιν καὶ ἐφ’ ἑτέρῳ δεῖ στένειν ταλάντῳ;
- 2.43.1
εἰ δ’ ἐπιλείψει με ταῖς νόσοις τὰ τάλαντα, πόθεν ἡ σωτηρία λοιπόν; ἢ καὶ τὰς ἀπὸ τῶν συγγενῶν ἀναθήσεις οὐσίας; πόσου τὴν ὑγείαν ὑπολαμβάνεις ἀξίαν; ἐγὼ μὲν γὰρ αὐτὴν οὐδὲ δραχμῆς ἂν ἐπριάμην, σὲ δὲ καὶ δευτέραν ἐχρῆν ἐπιθεῖναι καί, εἴγ’ ἔτι μεῖζον ἐβούλου μανῆναι, μνᾶν ὅλην. πόσα σοι βούλει ταλάντου πρίωμαι σώματα;
- 2.44.1
πολέμους ἀναδέ- χονταί τινες ὑπὲρ ἑτέρων <καὶ> α παρατάττονται ἔνα δραχμὴν κομίσωνται. τί δὲ οἶ τὴν θάλατταν πλέ- οντες; οὐ μικροῦ κέρδους ἕνεκεν μεγάλους ἀναμετροῦν- ται κινδύνους; εἰσὶ δὲ οἳ καὶ τροφῆς ἕνεκα μόνης, ἔνα τὴν ἀπὸ τῆς γαστρὸς ἀνάγκην παραμυθήσωνται, ἐπαφῆκαν αὑτοὺς ἀλλοτρίοις ἐγκλήμασιν. ἀλλὰ τί ταῦ- τα; μάτην γὰρ νῦν φθέγγομαι πρὸς ἄνδρα οὐδὲν ἕτε- ρον τῶν κατὰ τὸν βίον ἣ τὴν ἀπὸ τῆς φιλοτιμίας μανίαν ἐπιστάμενον.
- 2.45.1
45. Ἀλλ’ ἔτι σοι, φησί, περίεστι χρήματα καὶ μετὰ τὸ τάλαντον. εἶτα τί σοι τούτων μέλει; ἢ ποῖος οὗτος ἀπολογίας τρόπος; ἢ δάκνει σε τὸ λειπό- μένον, ὅτι μὴ καὶ τοῦτο τῷ ταλάντῳ προσέθηκας; μὴ γὰρ ἐφ’ ἐνὶ ταλάντῳ μόνον λελύπημαι; μὴ γάρ μοι περὶ τοῦτο μόνον τὴν ζημίαν ἔστησας; ἐγένετ’ ἂν ἤδη μοι διπλοῦν τῇ τοῦ τόκου προσθήκῃ καὶ πάλιν μεῖζον | εἰς ὕστερον. συναύξεσθαι γὰρ τῷ χρόνῳ χρή- μάτα πέφυκεν.
- 2.46.1
ὁρᾷς τῆς ἀδικίας τὸ μέγεθος; μέχρι τελευτῆς ἔχω τὴν βλάβην. ἐγὼ δ’ εἰς τοσοῦτον ἤδη προέρχομαι ὧς μηδὲ τῶν θεῶν αὐτῶν ἀπέχεσθαι. εἰ γὰρ αὐτοῖς ὁ πλοῦτος περισπούδαστον καὶ διὰ τοῦτον εὐδαίμονες εἶναί τινες νομίζονται, πόσῳ μᾶλλον ἡμᾶς προσήκει δάκνεσθαι καὶ μισεῖν τοὺς κἂν πρὸς ὀλί- γον τι βλάπτοντας;
- 2.47.1
πόσα τεμένη κατὰ τὴν πόλιν ὑπάρχειν οἴεσθε ἢ πόσα τῶν θεῶν ἱερά; πολλά. τί οὖν; ποῦ συντρέχουσιν ἅπαντες ἐν νόσῳ; ποῦ δὲ μᾶλλον παρεῖναι τοὺς θεοὺς ὑπολαμβάνουσιν; ὅπου πλείονα καὶ τὰ ἀναθήματα βλέπουσιν. ἐν μὲν γὰρ τοῖς ἄλλοις οἴκοις ἔνθα μηδέν ἐστιν ἰδεῖν πλού- του σύμβολον οὐδένα τῶν θεῶν χρηματίζειν πειθό- μέθᾳ· ἔνθα δὲ πολλὰ τεκμήρια πλούτου καὶ περίεργος ἐσθὴς καὶ φιάλαι καὶ θυμιατήρια καὶ χρυσῷ στίλβων ὄροφος, ἐκεῖ, κἂν ἀπῶσιν οἱ θεοί, ὡς πρὸς παρόντας εὐχόμεθα καὶ φαινομένους καὶ λαλεῖν δοκοῦντας. ἔστι μὲν γὰρ ὁ πλοῦτος καὶ ἄλλως καλόν, πολλὴν δὲ τοῖς κεκτημένοις αὐτὸν εὐδαιμονίαν χαρίζεται.
- 2.48.1
φέρε γάρ, εἰ <δίκην> α ἦσαν δύο πρὸς ἀλλήλους ἔχοντες τινες ἢ ῥήτορες καὶ ὁ μὲν ἄγαν ἦν πένης, ὁ δὲ πλού- σιος, τίς ἀπῆλθε τὸ πλέον ἔχων; τίνι δὲ πλέονες μαρ- τυρεῖν ἐθέλουσι; ποῦ δὲ οἱ πάντες προστρέχουσι; τίνα δὲ μᾶλλον ἐπαινοῦσι λέγοντα; μετὰ τίνος δὲ τὸ δί- καιον φαίνεται; ὁ μὲν εὐκτήμων νενίκηκε κρίσιν πολ- λάκις ἄδικον, ἀπῆλθε δὲ μετὰ τῆς δίκης ὁ | πέ- νῆς, καὶ κατ’ ἐγνωσμένος ἂν τύχη. τοσούτων τοίνυν ἐκ τοῦ πλούτου γινομένων τοῖς ἀνθρώποις καλῶν ἐγὼ μετὰ τῶν χρημάτων καὶ τὴν παρρησίαν ἀπολώλεκα.
- 2.49.1
49. Ἀλλ’, ὦ Δήλιε καὶ Παιὰν Ἄπολλον, ἤδη γὰρ καὶ κατὰ σοῦ λέγειν ἄρχομαι, τί φιλοκερδῆ τῷ γέ- νει τὸν Ἀσκληπιὸν ἔφηνας; οὐδὲν τοῦ πατρὸς μεμί- μηται. σὺ μὲν γὰρ εὔωνον τὴν μαντείαν ἔχεις ὀβολοῦ πολλάκις τὸν χρησμὸν ἀντιδιδοὺς καὶ τὰ ἐκ τῆς μαν- τείας ἀγαθά, τοῦτον δὲ φιλάνθρωπόν τινες ὀνομάζου- σιν, ἴσως οἱ νόσου μὴ πεπειραμένοι.
- 2.50.1
50. Ἀλλὰ μάτην γάρ, ὡς ἔοικεν, ὀδύρομαι ταῦτα, ἔνα καὶ τὸν παρὰ τῶν ἱερέων ὀφλήσω γέλωτα τούτου με τὰ πάντα λυμηναμένου. ὅθεν ἀφ’ ἡμῶν βαδιζέτω. ἀλλότριός ἐστι τοῦ γένους, κατ’ οὐδὲν ἐμοὶ παραπλή- σιος. οὐδὲν τῶν τοῦ πατρὸς μιμεῖται. ὅν ἀγαπῶ βίον μεμίσηκε.
- 2.51.1
μὴ γὰρ ἐγώ σε νῦν ἀπείργω; ταύτην ἤνεγκεν Ἀσκληπιός σοι τὴν ψῆφον. ἐκεῖνός σε τῶν ἡμετέρων ἐκβέβληκεν. ἐκείνῳ δικάζου, ἐκεῖνον γράφου. μηδὲν καθ’ ἡμῶν ἀγανάκτει. <ὑπὸ> α σοῦ, ὦ παῖ, ἐκβέβλημαι, πρῶτος ἠδίκημαι. βάδιζε τοιγαροῦν παρὰ τὸν Ἀσκληπιόν, εἰ δοκεῖ. ἐκεῖνός σοι τοῦ λοιποῦ πατήρ. ὂν ἀγαπᾷς, τοῦτον ὅρα. οὐ λείψει σοι παρ’ αὐτῷ τρο- φή. I ἀρκέσει σοι πολλῷ χρόνῳ τὸ τάλαντον. εἰ δ’ ἄμεινον διοικεῖν ἐπίσταται, ζητείτω καὶ χρήστας τόκου πλείονας, ἴνα καὶ τὸ τάλαντον κατὰ χώραν μένῃ καὶ ἡ ἀπὸ τοῦ τόκου ἐνυπάρχῃ τροφή.
- 3.1.1
1. Εἰκός, ὦ ἄνδρες, τοὺς πλείους τῶν ἔξωθεν ἑστηκότων καὶ οἷς οὐδὲν ὅλως τοῦ παρόντος ἀγῶνος μέτεστι, μάλιστα δὲ πάντων οἶς καὶ παίδων πατράσιν ὑπῆρξε γενέσθαι οὐκ ἀποστῆναι τοῦ μὴ σφοδρῶς ἐγ- κεῖσθαι ταῖς κατ’ ἐμοῦ λοιδορίαις καὶ τὰ δεινότατα προφέρειν ἐμοί, οὐ μόνον ὅτι οὐκ ἔφερον ἡσυχῆ τὴν ἀποκήρυξιν δέξασθαι ἀγαπήσας πᾶν ὅ τι περὶ ἐμοῦ ἔδοξε τῷ γεγεννηκότι, ἀλλ’ ὅτι καὶ εἰς δικαστήριον ἀπήντησα καὶ ἐπεκαλεσάμην τοὺς νόμους καὶ ᾑρετισά- μην εἰς ἀγῶνα λόγων ἐλθεῖν τῷ πατρί.
- 3.2.1
καὶ γὰρ οἱ χρηστοὶ πατέρες βούλονται τοῖς σφῶν τέκνοις πρὸς αὑτοὺς ἄδειαν εἷναι οὐμενοῦν οὐδ’ ὅσην πρὸς δεσπό- τας τοῖς δούλοις, εἴπερ ἐκείνοις μέν, τοῖς ἀργυρωνή- τοις λέγω, ὅταν οἱ κύριοι μὴ μέτρια δρῶσιν αὐτούς, ἔστι καὶ δίκην ἐπιβοήσασθαι καὶ καταφυγεῖν πρὸς τὸ βῆμα καὶ τῆς ἐντεῦθεν φιλανθρωπίας μὴ διαμαρτεῖν, ἐπεὶ μηδ’ ἐφεῖται παρὰ τῶν νόμων ἅπασα κατὰ τῶν τοιούτων ἐξουσία τοῖς κεκτημένοις, υἱέσι δὲ πάντα καρτεροῦσι μὴ ἐξεῖναι ὅλως ποιεῖν πλὴν τοῦ στέγειν οὐδέν, οὔκουν οὐδ’ ὅσον γρύξαι βιαζομένους.
- 3.3.1
πλὴν ἐπειδήπερ ἐλαφρόν ἐστι τοὺς ἐκτὸς συμφορῶν τοὺς δυστυχοῦντας καὶ σωφρονίζειν καὶ νουθετεῖν καὶ ἅπερ χρὴ δεῖξαι, καὶ πᾶς τις ἤδη διδάσκαλος ἀρετῆς, ὅσα γ’ ἐκ τῶν λόγων, τί καινὸν εἰ δή τινες τῶν ἐμῶν κακῶν μηδὲν αἰσθανόμενοι ἢ καὶ ὅλως ἀγνοοῦντες ὅσον τὸ πάσχειν ἀδίκως εἰς ἔκστασιν τῶν δεόντων, συνίστανται κατ’ ἐμοῦ προσθέμενοι τῷ πατρὶ καὶ τὴν ἀποκήρυξιν ἐπισπεύδουσιν; ἀπειρία γὰρ πραγμάτων πολλοὺς πολλάκις σφάλλεσθαι ποιεῖ τοῦ καθήκοντος.
- 3.4.1
ὧν γε δὴ χάριν καὶ ὑμεῖς αὐτοὺς μετὰ τῆς σφῶν ἀπειρίας πολλὰ χαίρειν εἰπόντες τὸ νόμιμον ὑμῖν ἀρ- χῆθεν καὶ σύνηθες τὸν ἀεὶ χρόνον κἀνταῦθα δει- κνύναι οἴεσθε δεῖν, ὥστ’ ἀκούειν μὲν εὐμενῶς ἑκατέρων τῶν λόγων, φαίνεσθαι δὲ πρὸ τῆς ψήφου χαλεπαίνον- τας εἴτε χαριζομένους τῶν ἀγωνιζομένων μηδέποτε μηδενί.
- 3.5.1
εἰ δὲ καὶ νῦν πρώτως παῖς παρ’ ὑμῖν ἀγω- νίζεται πρὸς πατέρα καὶ οὔποτε τῶν ἄνωθεν ἡμερῶν, μὴ θαυμάσητε μηδαμῶς. καινοτομεῖ γὰρ ὁ χρόνος ἀεὶ καὶ νῦν μὲν δείκνυσι ταῦτα, νῦν δὲ ταῦτα, καὶ μετ’ ὀλίγον ἕτερα, καὶ μετ’ ἐκεῖν’ ἄλλα, καὶ οὕτω διὰ παντὸς κρύπτων μὲν ἀεὶ τὰ φανέντα, ἄγων δ’ εἰς μέ- σον ἀντὶ τῶν ἀπιόντων ἕτερα. οὐκοῦν οὐ πόρρω τῆς τοῦ χρόνου φύσεως τοῦτο.
- 3.6.1
καὶ χρή γε ὑμᾶς μὴ περὶ τούτου, εἴτε πρόσφατον εἴτε καὶ πάλαι ἠργμένον τὸ πρᾶγμα, σκοπεῖν, τί γὰρ τῷ τοῦ δικαίου λόγῳ τοῦτό γε διαφέρει; ἀλλ’ ἀκριβῶς διασκεψαμένους, ἐπὰν κἀμοῦ λέγοντος ἀκροάσησθε, πότερα δίκαιά γε καρτερῶ ταῦτα ἢ μὴ δίκαια ἐλαυνόμενος τῶν πατρῴων, διδά- σκειν ἐμέ· τοῦτο γάρ, εἴπερ ἄλλο τι, προσῆκον ὑμῖν τοῖς δικάζουσι.
- 3.7.1
χωρὶς δὲ τούτου οὐ δυσμεναίνων ἐγὼ τῷ πατρὶ καὶ ἀντεπεξιέναι σκοπούμενος ἀντιλέγειν ἐπιχειρῶ, ἀλλ’ ὥσπερ ἐκεῖνος δικαίαν ἐθέλων εἷναι τὴν ἀποκήρυξιν ὑμῖν τοῦ πράγματος ἐχρήσατο δι- κασταῖς εἰς μέσους τὰς αἰτίας προθεὶς καὶ τῷ λόγῳ ἐπάρας εἰς δύναμιν, οὕτω δεῖν οἶμαι κἀμὲ ποιῆσαι, στῆναι κατὰ τῶν ἐγκλημάτων καὶ ἀποσκευάσασθαι πειραθῆναι, κἄν τι λέγειν δόξω, τῶν δικαίων ἐννόμως τυχεῖν, ἂν δὲ κρατήσῃ τὰ τοῦ πατρός, στέρξαι τε τὴν καταδίκην καὶ ἀπιέναι κατῃσχυμμένον, | κατεγνω- κότα καὶ αὐτὸν ἐμαυτοῦ.
- 3.8.1
ὅτι δὲ καὶ ἄκων εἶναι εἰς τοὺς παρόντας λόγους κατέστην ἐγώ, οὐδεὶς ἀντερεῖ. τὸ γὰρ ἠδικῆσθαι δόξαι ὧς οὐδεὶς οὐδέπω τῶν ἄλλων καὶ εὐεργέτου μὲν ἔργα ἔχειν δεικνύναι, ἀντὶ δὲ τού- των ἀκούειν ἄμα καὶ πάσχειν τὰ τῶν ἐπιβούλων καὶ λυμεώνων βίᾳ συνωθεῖ πρὸς τὸ βῆμα καὶ πείθει ἀποσκευασάμενον τὴν αἰδῶ ἢν εἶχον ἐκ νέου πρὸς τὸν πατέρα ὁμόσε τοῖς λόγοις ἰέναι. ταύτῃ τοι, κἄν τι λελέξεται δόξαν ἔχον κατὰ τοῦ γεγεννηκότος εἰρῆσθαι, συγγνώμην αἰτῶ καὶ πρὸς τοῦ πατρὸς καὶ πρὸς ὑμῶν καὶ πρὸς τῶν ἄλλων ἀπάντων, ὧς οὔτι ἑκόντος ἐμοῦ τοιοῦτον ῥηθήσεται, τῆς δὲ συνεχείας τῶν λόγων τάχα καὶ μέχρι τοιούτου παρασῦραι μελλούσης.
- 3.9.1
πλὴν ἐπειδὴ κἀμοὶ λέγειν ἐφεῖται καὶ καιρὸς ἤδη τοῦ ἀγῶ- νος γενέσθαι, εὐξαίμην ἂν ἡδέως πρὸς ἄλλον τινά, μὴ πρὸς τοῦτον, εἶναί μοι τὴν διαφοράν, ἦ γὰρ ἂν ἦν χρήσασθαι τοῖς ἐμαυτοῦ ἀδεῶς, νυνὶ δ’ ἀνάγκη τῆς δυνάμεως ἑκόντα καθυφιέναι καὶ φείδεσθαι τῶν λό- γων, ὧν εἰρημένων, ὡς ἐμαυτὸν πείθω, ῥᾳδίως ἂν ὑπῆρξε κρατῆσαι καὶ οὐ τὸ πλεῖστον τῶν ψήφων, τὰς πάσας δὲ ῥᾳδίως ἀπολαβεῖν. συμβήσεται δ’ ἔμοιγε τοῦτον ἐνδιδόναι τὸν τρόπον καὶ τῆς ἰσχύος ὑπο- χαλᾶν, ἐπειδήπερ νίκην ἣν ἄν τις φέροι κατὰ πατρὸς ἥττης ἀπάσης χαλεπωτέραν ἔγωγε τίθεμαι καὶ ἀνε- κτότερον ἡττώμενον μετ’ αἰσχύνης ἀπιέναι τῶν ὧδε ἢ δικαιότερον πεφηνότα τοῖς λόγοις τοῦ τεκόντος ὑπερ- τερῆσαι.
- 3.10.1
καὶ ὥσπερ, εἴ τις καθ’ ἑαυτοῦ ἔκ τινος ἀνάγκης ἐποιεῖτο τοὺς λόγους, εἰκὸς ἦν τὰ μείζω παρα- τρέχειν καὶ τῶν ἐπικαίρων φείδεσθαι, οὕτω κἀγὼ λέ- γειν μὲν προάγομαι, ἀμελεῖν δ’ ὅμως ἐξεπίτηδες ἀναγ- κάζομαι τοῦ συμφέροντος ἐμαυτῷ, ἐπεὶ πατὴρ μὲν οὗτος, κἂν μυριάκις τῆς οἰκίας ἐλαύνῃ, κἂν διώκῃ πέρα Γαδείρων, υἱὸς δ’ ἐγώ, καὶ ὁ δεσμὸς τῆς φύσεως κρατεῖ παρ’ ἡμῖν ἔτι, καὶ ἀλλήλων ἐχόμεθα καὶ συν- δούμεθα καὶ ἀλλήλων ἐσμέν, καὶ οὐκ ἔσθ’ ὅπως θατέ- ρου παθόντος μὴ καὶ πρὸς θάτερον διαβαίνει τὸ ἄλγος, ὡς ἔστι κἀπὶ τοῦ ἑνὸς καὶ ταὐτοῦ σώματος συμβαῖνον ὁρᾶν· κἀκεῖσε γὰρ ἓν ὁποιονοῦν εἰ πάσχον ἐστί, συμ- πάσχει καὶ τὰ λοιπὰ εἰς ἅπαντα τοῦ λυποῦντος διαδι- δομένου τῇ συνεχείᾳ. πλήν, ὅπερ ἔφην, ἐπειδὴ χρεὼν ἅπαντα τρόπον εἰς τοὺς λόγους ἐμαυτὸν καθιέναι, ὧς οὐκ ὂν ἄλλως ὅτι μὴ δι’ ἀγῶνος ἀποδυσάμενον τὰς κατηγορίας ἵλεω τυχεῖν τοῦ πατρός, ἐγὼ μὲν ἤδη λέ- γειν ἀπάρχομαι, ὑμέτερον δ’ ἂν εἴη κἀνταῦθα προσέ- χειν τὸν νοῦν.
- 3.11.1
11. Ὡς μὲν οὖν ἄνωθεν ἡμῖν ἔσχε τὰ πράγματα, κἀγὼ δὲ πειθήνιον ἐκ παιδὸς ἔτι παρέσχον ἐμαυτὸν τῷ πατρὶ πάντα μὲν μεθαρμοζόμενος πρὸς αὐτόν, ἐναν- τιούμενος δὲ οὔκουν οὐδ’ ὅσον αὐτὸς ἑαυτῷ, ἀφ’ ὧν καὶ εἴπερ τις ἕτερος τῷ ἰδίῳ πατρὶ φίλος παῖς ἐγὼ τῷ ἐμαυτοῦ ἐκεκλήμην καὶ γέγονα μεγάλης μὲν τῆς κηδεμονίας ἀπολαύων ἀεὶ καὶ κρείττονος ἢ ἐρεῖν τινα δύνασθαι, μειζόνων δὲ καὶ τῶν εὐχῶν, ἃς ὑπὲρ ἐμοῦ μᾶλλον ἢ τῆς ἰδίας ηὔχετο κεφαλῆς ὁ πατὴρ εἰς ἱερὰ καθημέραν βαδίζων, οὐδὲν δέω λέγειν, ἑνὸς μὲν δὴ χάριν, τοῦ μὴ προιόντα τὸν λόγον εἰς μῆκος ὑμᾶς ἀποκναισθῆναι ποιῆσαι τῷ πλήθει, ἑτέρου δ’, ὅτι καὶ ὁ πατήρ, ὅταν ἔρρει τὸ κατ’ αὐτὸν ὕδωρ, φθάσας εἴρηκεν ἱκανῶς, εὖ γε ποιῶν καὶ ἀξίως αὑτοῦ μὴ τῆς πρὸς ἐμὲ χάριν διαφορᾶς τῇ ἀληθείᾳ λελυμασμένος.
- 3.12.1
12. καὶ ὑμεῖς δὲ ἀκηκοότες ἐστὲ καὶ φήσετ’ ἂν εἰδέναι καλῶς, ὥστε καὶ περιττὸν ἂν εἴη δεύτερον αὖθις περὶ τῶν αὐτῶν ἐν εἰδόσι πειρᾶσθαι διδάσκειν· ἃ δὲ τέως ἐστίν, ὧν ἕνεκεν τὸ πᾶν ἡμῖν ἀνετράπη, καὶ ὁ μὲν πατὴρ οὐ πατήρ, ἀλλά τις δυσμενὴς καὶ τῶν ἑαυτοῦ ἐπιλελησμένος, Ι ὁ δὲ υἱὸς ἐγὼ οὐχ υἱὸς οὐδ’ ὧς τὸ πρόσθεν φιλούμενος, ἀποτρόπαιος δὲ μᾶλλον καὶ μισητὸς καὶ μετὰ τῶν ἐχθρῶν ἀριθμούμενος καὶ διὰ τοῦτο ἐξωθοῦμαι μὲν τῆς οἰκίας, εἰς κόρακας δὲ μυριά- κις τῆς αὐτῆς ὥρας βάλλομαι, διὰ βραχέων, ὧς ἔνεστιν, ἐπειδὴ μηδὲ ταῦτα παντελῶς ἀγνῶτές ἐστε, ἐρῶ πρὸς ὑμᾶς.
- 3.13.1
13. Νοσῆσαι μὲν δὴ κατὰ νόμον τῆς ἀνθρώπων φύσεως καὶ τόνδε συνηνέχθη πολλάκις, τὸν ἐμὸν λέγω πατέρα. πλὴν τὰς πολλὰς ἐκείνας εἰ καὶ χαλεπῶς διε- τίθετο κατὰ μίαν νοσῶν, ἀλλ’ οὐ τοσοῦτον ὥστε καὶ κίνδυνον ἐντεῦθεν ὑποπτευθῆναι συμβῆναι, ἀλλ’ ἦν ἐλπίζειν ἔτι καὶ σωτηρίας τυγχάνειν καὶ ἀνακτηθῆναι δύνασθαι, καὶ ἐτύγχανέ γε ταύτης καὶ ἀνεκτᾶτο μεθύ- στερον· ἐν δὲ τοῖς τελευταίοις τούτοις τοσοῦτον ὑπερ- έβαλε τὸ δεινὸν καὶ πάσης ὑψηλότερον βοηθείας ἐδό- κει ὡς μηδ’ ἐν ὀνείροις ἐλπίσαι χρηστότερα, μήτοι γε καθ’ ὕπαρ εἰπεῖν. ταύτῃ τοι καὶ ἔλεγον μὲν ἰατροί, ἔλεγον δὲ καὶ πάντες ἄλλοι ἕκαστος φιλοσοφοῦντες περὶ τῶν παρόντων ὡς ἔτυχεν, ὅπερ συμβαίνειν ἐν τοῖς τοιούτοις φιλεῖ, πλὴν καὶ οὗτοι κἀκεῖνοι τὰ χείρω περὶ αὐτοῦ.
- 3.14.1
τούτων δ’ οὕτως ἐχόντων καὶ λεγο- μένων ὧς διεκείμην αὐτός, τίς ἂν ἀρκέσει διὰ τέλους εἰπεῖν; νύκτας μὲν γὰρ δὴ τὰς πάσας, ἔν ἐντεῦθεν ἄρξωμαι, ἐφ’ ὅσον ἡ νόσος κατεῖχεν, οὐκ ἐπέτρεπον μὲν τοῖς οἰκέταις ἔχειν περὶ τὸν κάμνοντα καὶ πονεῖν διεγρηγορότας αὐτοὺς καὶ πᾶσαν ἀποπληροῦντας φρον- τίδα, ἐγὼ δ’ ἐμαυτῷ προσέχειν ἠξίουν ὕπνου τε μετα- λαγχάνειν καὶ τὴν ἄλλην αἱρεῖσθαι τοῦ σώματος χρείαν ἀποπιμπλάναι, ὅπερ ἴσως τοῖς πλείοσιν ἀνθρώπων οὐδὲ πόρρω συγγνώμης ἔδοξεν ἂν εἷναι τὸ στερρὸν τῆς ἀνάγκης γινώσκουσιν, ἀλλὰ καὶ μικροῖς καὶ μεί- ζοσιν ἠρεμεῖν καὶ ἡσυχάζειν διδοὺς ἄγρυπνος διόλου ὥς τις τῶν ἔξω σώματος παρεκαθήμην αὐτὸς ἕτοιμος ὢν ὑπηρετήσειν εἰς ὅ τι βούλοιτο. οὐ γὰρ ᾤμην ἕτερον ἀντ’ ἐμοῦ τῷ πατρὶ γνησιώτερον θεραπευτὴν χρημα- τίσαι. καὶ νύκτας μὲν οὕτως, τὸν δ’ ἄλλον καιρὸν τῆς ἡμέρας τίνα ποτ’ ἐμαυτὸν παρεῖχον;
- 3.15.1
ἀλλ’ εἰ μὲν μὴ πρὸς ὕδωρ ἔλεγον μηδ’ ἦν τῷδε τῷ ῥεύματι τοὺς λόγους παραμετρεῖν, εἴρητο ἂν ἱκανῶς, νυνὶ δ’ οὐ ῥᾴδιον ἐν οὕτω βραχεῖ χρόνῳ τὸ πᾶν παραστῆσαι. πλὴν ἔθεον ἄνω καὶ κάτω ἐπικουρίαν ἁπανταχόθεν ζη- τῶν. ἐπεκαλούμην πάντας ἀνθρώπους ὀρέξατε χεῖρα, λέγων, ὀρέξατε. ἰατροὺς δ’ ἐφιλοκρίνουν καὶ τοὺς μὲν εἰσῆγον, τοὺς δ’ ἀπεπεμπόμην ἀποδοκιμασθέντας εἶναι μηδὲν ἐπαρκεῖν ἱκανούς. στεναγμοὺς δ’ ἐκείνους καὶ οἰμωγὰς ἃς ᾤμωζον συχνάς τε ἀναβοήσεις καὶ δάκρυα ὅσ’ ἔλειβον ἐλεεινὸς τοῖς πᾶσιν ὁρώμενος ἄλλοι λεγόντων. πολλοὶ δ’ εἰσὶν οἶ τότε μὲν τεθεαμέ- νοι, νυνὶ δὲ καὶ μαρτυρεῖν ἕτοιμοι, εἴ τις ἔροιτο, ὡς οὕτω κάμνοντος τοῦ πατρὸς μᾶλλον πονηρῶς διεκείμην αὐτός. ὅ δ’ οὖν ἔγωγε πρὸς θαύματος ἔχω καί μοι λογιζομένῳ ἔκπληξις ἀτεχνῶς, ὅπως οὐκ ἐτεθνήκειν ἐγὼ παραχρῆμα τῆς φύσεως ἀπαγορευσάσης πρὸς τὴν ὑπερβολήν. καὶ γὰρ οὐχ ὕπνου μόνον, ὧς ἔφθην εἰ- πών, ἀλλὰ καὶ σιτίων πάντων καὶ πομάτων ἀπεκε- κλείσμην· καὶ ἢν ἄν τις εἴποι θεραπείαν τοῦ σώματος ἀπεσκευασάμην ὧς πορρωτάτω πρὸς μὲν τἆλλα ἄμει- νον οὐδὲν νεκροῦ διακείμενος, πρὸς δὲ τὸ πάθος τὸ τοῦ πατρὸς καὶ σφόδρα εὐαίσθητος ὤν.
- 3.16.1
ταῦτα δέ μοι κατὰ τοῦτο ἐγίνετο τοῦδε τοῦ κινδύνου λύσιν ἐκ τῶν ἐφ’ ἡμῖν ὄντων εὑρεῖν οἰομένῳ. ἀλλὰ μάταιον ἦν ἄρα οἴεσθαι, μάταιον δὲ καὶ τέχνη πᾶσα ἥντινα δήποτε μετιόντες ἦμεν. καὶ πόνος ἐκεῖνος, ὂν οὐκ ἀπηξιοῦμεν ἔχειν ἡμέρας καὶ νύκτ’ ἃς, πόνος ἀνήνυτος ἦν, τὸ δὲ κακὸν ἐπὶ μεῖζον ἐχώρει καὶ ἐκραταιοῦτο τῷ χρόνῳ, καὶ ὁδὸς ἦν ἐπὶ τὸ χεῖρον ἀεί, ἔστ’ ἂν ἀπιδὼν πρὸς ἕτερ’ αὐτὸς τὴν ἀληθινὴν ἐπορισάμην βοήθειαν.
- 3.17.1
γνοὺς Ι γὰρ ἤδη σαφῶς κρεῖττον εἶναι ἢ κατ’ ἀνθρω- πίνην ἰσχὺν ἰᾶσθαί μου τὸν πατέρα, κἂν μή τις θεῶν ἀντιλαβόμενος ᾖ χεῖρα προτείνας, οἰχήσεταί μοι ἐξ ἀνθρώπων αὐτίκα, καὶ τῶν μὲν δεόντως ὀλιγωρήσας ὡς ἀσθενῶν ἐπαρκέσαι τῇ χρείᾳ, τὰς ἐλπίδας δὲ πάσας τρέψας ἐπὶ τὸ θεῖον πάλαι καὶ νῦν εὖ εἰδὼς ὧς βου- λομένου γε δρᾶν πάνθ’ ὑπόκειται ῥᾴδια, τί ποιῶ; ἱκέτης τε θερμὸς γίνομαι τούτου καὶ διὰ τῶν πρὸς τόδε δεήσεων βοηθῶ τῷ πατρί.
- 3.18.1
ἔνθα ·πρῶτα μὲν τοῖς τε ἄλλοις, ἔνα βραχέως τῷ λόγῳ χρήσωμαι, καὶ δάκρυσιν ἐξευμένιζον καὶ στεναγμοῖς καὶ χειρῶν ἀνα- τάσεσιν, ἐπὶ τέλους δὲ καὶ εὐχὴν εὐξάμην, μεγάλης εὐγνωμοσύνης πάνυ τοι μέγα τεκμήριον. ἡ δὲ <ἦν> ἧ μὴν τάλαντον ἀφιερώσειν εὐθὺς τῆς εὐχῆς τυχόντα καὶ τοῦ μεγάλου τοῦδε κινδύνου ἀνενεγκόντος τοὐμοῦ πατρός. κἀγὼ μὲν οὕτως εὐξάμην καὶ οὕτω πεπλήρωκα οὐχ ὅπως μοι μέμψεται τῆς εὐχῆς ὁ πατὴρ ὑγιάνας εἰς νοῦν εἰληφώς, ἀλλὰ καὶ ἀγαπᾶν μειζόνως προσθή- σεῖ ταυτηνὶ τὴν πεῖραν τελεωτέρας ἀγάπης πρόφασιν ἐσχηκώς, καθ’ ἢν ἐγὼ τοὐμὸν περὶ αὐτὸν ὅσον τε καὶ οἷον ἦν λαμπρῶς ἐφανέρωσα. τὸ δὲ ἦν ἄρα πᾶν τοὐ- ναντίον.
- 3.19.1
καὶ γὰρ ἐπειδήπερ ἐγὼ μὲν ἀνεθέμην τὸ τάλαντον, ὁ δὲ θεὸς οὐ τοῦ ταλάντου, τῆς δ’ εὐγνω- μοσύνης ἀγαπήσας ὀξύτατ’ ἀντελάβετο, ἥ τε βοήθεια προφανὴς ἦν καὶ ὁ πατὴρ πρῶτον μὲν ῥᾷον ἔσχε, μετὰ ταῦτα δὲ ἄμεινον καὶ τὴν ἐξῆς ἔτι μᾶλλον καλῶς, καὶ οὐ μετὰ πολλὰς ὕστερον ὑγιὴς ὅλος καὶ λαμπρὸς λαμ- πρῶς τῆς κλίνης ἀνέθορεν, ἡμεῖς δ’ ἐν εὐθυμίαις οὔκ- οὑν οὐδὲ λεχθῆναι δυναταῖς οὕτω παρ’ ἐλπίδα σῶον ἐκεῖνον ἀπολαβόντες, πρὸ παντὸς ἔργου καὶ φροντίδος ἑτέρας ἢ τῶν κατ’ οἴκους ἢ τῶν ἐκτὸς ἄγε, φησίν, ὦ καλὲ παῖ, λογιζώμεθα τἀργύριον ὅσον ἡμῖν δεδαπάνηται νοσοῦντος ἐμοῦ. ἐπ’ ἐμοὶ δὲ πάν- τὼς οὐκ ἂν πολλῶν τινων ὡς ἀναλώσας ἔχοις μνησθῆναι ἐν ἐσχάτοις τε ὄντι καὶ μηδεμίαν ἐξ ἴσου τοῖς ἀψύχοις προσιεμένῳ τροφήν.
- 3.20.1
καὶ ὁ μὲν οὕτως, ἐγὼ δ’ ἐθαύμαζον καὶ ἐξεπληττόμην, τί ποθ’ ὁ λογισμὸς οὗτος βούλοιτο, καὶ ὡς πρὸ ἔργου παντὸς ἑτέρου τοῦτον ζητῶν ἐστιν ὁ πατήρ. ἀλλ’ ἐν- ταῦθα ἔξεστι καὶ τὸν τρόπον τἀνδρὸς αἰτιάσασθαι ἔχοντος περὶ ἀριθμοὺς καὶ τὰ τοιαῦτα τὸν σύμπαντα χρόνον, ἔξεστι δὲ καί τινα δαίμονα, ὅστις μοι βασκή- νας τῆς τύχης τοὺς λογισμοὺς τούτους ἐνέβαλε τῷ πατρί. πλὴν τί ἐχρῆν ἕτερον ἐλογιζόμεθα. καὶ μέχρι μέντοι οὐδὲν ἐμεμνήμην περὶ τοῦ ταλάντου, ἠρέμα τε ἤκουε καὶ πράως ἠρίθμει εἰς ἔνα τινὰ ἀριθμὸν ἀναβι- βάζων τὰ πάντα καὶ κεφαλαιούμενος· ἐπὰν δὲ καὶ τὸ τάλαντον εἰς μέσον ἦλθε καὶ ἠξίουν καὶ τοῦτο προσθεῖ- ναι τῷ ἀριθμῷ, ἐνταῦθά μοι καὶ τὸ σχετλιώτατον δρᾶμα τῶν κατ’ ἐμέ, τότε δὴ τότε οὐκέτι καθεκτὸς ἦν οὐδ’ εἶχεν ὡς καὶ προτοῦ, καί μοι πρὸς θεοῦ ἔστω τῆς ἀπονοίας συγγνώμη, ἀλλ’ ἐταράττετο καὶ ἄλλος ἐξ ἄλλου ἐδόκει οὕτω ταχέως τοῦ καθεστῶτος μεταβαλών, ὡς οὐκ ἄν ποτε ῥᾳδίως οὐδὲ τὸ σφοδρότατον τῶν πνευμάτων τὴν θάλασσαν ἐξεκύμηνε.
- 3.21.1
καὶ ἔνα παρεὶς τὰ ἐν μέσῳ ὅσα τ’ ἔδρασεν ὅσα τ’ ἔλεξε τῷ μὴ βού- λεσθαι τὴν ἡμῶν αὐτῶν δημοσιεύειν αἰσχύνην ἐπὶ τὸ πέρας ἔλθω τῶν ἡμετέρων, τέλος ἀπόστειχε, φησίν, ὦ ’γαθέ, τῆς οἰκίας τῆς ἐμαυτοῦ καὶ πολλῶν οὐσῶν ἃς ἄν τις πορεύεσθαι ἕλοιτο καὶ αὐτὸς ἣν ἂν ἐθέλῃς πορεύου, ὡς ἂν μεταμάθῃς σω- φρονέστερον εὔχεσθαι καὶ μὴ σφόδρα ζηλοῦν καλεῖσθαι φιλότιμος, παῖς δὲ ἄλλου μὲν ἴσως κεκλήσῃ ἢ ἀγνοοῦντος τὴν σὴν λώβην ἢ σαφῶς μαινομένου, ἐμὸς δὲ οὔκουν οὐδ’ ἐν προσφθέγ- ματι.
- 3.22.1
ταῦτ’ εἶπε καὶ ταῦτ’ ἔδρασε διασχὼν οὐδὲ τὸ βραχύτατον, ἀλλ’ ὧς τάχιστα | τοῖς ῥήμασι τοῦ θυμοῦ καὶ τὴν πρᾶξιν ἐπενεγκών. ὅμως δὲ βουλό- μενος μὴ ἄδικα ποιῶν ἀκοῦσαι μηδέ τιν’ αὐτῷ μετὰ ταῦτα προφέρειν τὸ αὐτεξούσιον ὧδ’ ἀναβιβάσας με πρότερον αἰτεῖ παὶ ὑμᾶς ἐπαινέτας τε φανῆναι τῆς γνώμης καὶ συγκατασκευάσαι τὴν ἀποκήρυξιν. ὅτι δὲ ταῦτα παρὰ τὴν τοῦ δικαίου φύσιν καὶ οὐδ’ ἔχει λό- γον αὐτῷ τὰ ἐγκλήματα, εἴ τινα, ὅπου γε καὶ ἐπαι- νεῖν καὶ μεγάλας εἰδέναι τὰς χάριτας εἰκὸς ἦν, ἄνευ τοῦ καὶ πλήθει λόγων ἐθέλειν χρήσασθαι δοκῶ μοι διδάξειν.
- 3.23.1
23. Οὐδέν, πάτερ, δεινὸν σύνοιδα ἐμαυτῷ οὔτε σὲ οὔτε τι τῶν σῶν εἰργασμένῳ, ὅτι μὴ καὶ μᾶλλον ἐπι- κουρήσας ἐν τοῖς ἀναγκαίοις εἰμί. σὺ δ’ οὐδὲν τοῦθ’ ἡγῇ οὐδὲ φὴς ὡς καὶ σμικροῦ τινος ἄξιον λογίζεσθαι πρέπει, ἀποκηρύττεις δ’ ὥς τινα τῶν κακούργων καὶ ξένον ποιεῖς τὸν σαυτοῦ ἄνω καὶ κάτω τὸ τάλαντον προβαλλόμενος. καὶ γὰρ ἅπαντα ῥήματα, ὦ ἄνδρες, εἰς τοῦτ’ αὐτὸ περιστρέφεται. καὶ τί φησι; τάλαντον, ὦ μιαρέ, οὐ γὰρ ἔτι παῖδα καλεῖν ἀξιοῖ με—τάλαν- τον τῶν ἐμῶν ἀναλώσας ἔχεις, τάλαντον, ὦ Ἑρμῆ καὶ Ζεῦ Κτήσιε καὶ εἴ τις θεῶν ἕτερος χρημάτων καὶ κέρδους προστάτης. εἶτα παῖς μετὰ ταῦτ’ ἐμὸς σὺ κεκλήσῃ καὶ διάδοχος τῶν ἐμῶν τοσούτου τὴν ἐμὴν περικόψας οὐσίαν;
- 3.24.1
ὅτι μὲν οὖν σὸν ἦν τἀργύριον κἀγὼ ἀναλώσας εἰμί, οὐκ ἔστιν ἀρνήσασθαι, πάτερ. σαφὲς γὰρ τοῦτό γε καὶ ἡμεῖς τοσοῦτον πρὸς πάντας βοῶμεν ὧς καὶ δοκεῖν ἐμπομπεύειν τῇ πράξει καὶ ὡς ὑπὲρ μεγάλων τινῶν ἔργων μέγα καὶ αὐτοὺς φρονοῦντας ἐγκαλλω- πίζεσθαι. πλὴν οὐ μέχρι τούτου δεῖ στῆναι τοῖς λο- γισμοῖς οὐδ’ ὧς ἀνάλωται μόνον σκοπεῖν, ἀλλὰ καὶ προσθεῖναι λογιζόμενον, ὑπὲρ τίνος καὶ μεθ’ ἧστινος τῆς αἰτίας. οὕτω γὰρ ἅπαν ἔργον, κἂν μικρὸν εἴπῃς κἂν μεῖζον, ἀνθρώποις ἔδοξεν ἐξετάζειν οὐ ψιλὸν αὐτὸ καθ’ αὑτὸ θεωροῦσιν, ἀλλὰ καὶ τὰς ἀφορμὰς σκοπου- μένοις, αἰ τὴν ἀρχὴν πρὸς γένεσιν ἐκίνησαν ἕκαστον.
- 3.25.1
οἷον ὅδε τὸν δεῖνα κακῶς εἶπεν. οὐ καθυπάγεται τιμωρίᾳ, πρῶτος γὰρ ἤκουσε παρ’ ἐκείνου κακῶς. ἀπέθανε δὲ πάλιν ὅδε πληγεὶς παρὰ τοῦδε. ἄξιά γε τῶν ἔργων παθών, ἐπίβουλος γὰρ ἦν τῆς οἰκίας καὶ τῶν τιμιωτάτων αὐτῷ. τὸν δεῖνα ὁ δῆμος ἀπέκτεινε. καλῶς, προδότης γὰρ ἦν καὶ λαμβάνων κατὰ τῆς πό- λέως. οὕτως ἀπανταχοῦ ἐξετάζοντας συμπαραλαμβάνειν καὶ τὰς αἰτίας προσήκει, μεθ’ ὧν ἕκαστα πέπρακται. καὶ σὺ τοίνυν μεμαθηκὼς ὑπὲρ σοῦ τἀργύριον ἀπιέναι, ὅπως γε ὑγιαίνοις, ἢ μᾶλλον εἰπεῖν, ὅπως τὸ δεύτερον ζῴης, περὶ γὰρ θανάτου καὶ ζωῆς ἐξητάζου, οὐχ ὑγείας καὶ νόσου, σκόπει εἰ μή σοι εἰς δέον ἀναλῶσθαι δοκεῖ.
- 3.26.1
26. εἰ μὲν οὖν ἔχει τις ἄλλην παρ’ ἣν αὐτὸς τίθημι πρόφασιν τῶνδε τῶν ἀναλωμάτων εἰπεῖν, δέον μὴ ταύ- την, ἀλλὰ καὶ μείζω πολλῷ, εἴπερ οἷόν τ’ ἦν, κατα- δίκην ἐπενεγκεῖν· οὐχ εὑρισκομένης δὲ μηδαμῶς αἰτίας παρὰ τὴν εἰρημένην τί τις ἂν τὸν ἀναίτιον αἰτιῷτο; μάλιστα μὲν οὖν καὶ πολλῶν ἦν δίκαιος τῶν ἐπαίνων ἀπολαύειν ἀνθ’ ὧν ἔδρασα, εἰ δὲ μὴ τούτων, τὸ γοῦν μὴ ἀκούειν κακῶς μηδ’ ἐγκαλεῖσθαι ἔδει προσεῖναι. νυνὶ δὲ σὺ πάντ’ ἀφεὶς ἀποκηρύττεις ἐμὲ καὶ ταῦτα μηδαμόθεν τοῦ δικαίου ὁρμώμενος. οὐ γὰρ ἀσωτίᾳ προσκείμενος οὐδ’ ἡδοναῖς δουλεύων οὐδ’ ὀρέξεις ἀπο- πιμπλὰς ἐμαυτοῦ, οὐ συμπόσιον συγκροτῶν οὐδὲ συν- ἀθροίζων χορὸν μεθυόντων ἐλάττονά σοι τὰ χρήματα ἔδειξα, σώφρων γὰρ περιφανῶς ἐγὼ καὶ τῶν τοιούτω ὅσον πλεῖστον ἀφεστηκώς, εἰς δὲ τὸ σὸν σπεύδων ὅπως ἀνενεγκὼν ῥοπῇ κρείττονι τύχῃς τῆς σωτηρίας.
- 3.27.1
27. εἶτα μετὰ τῶν κακούργων ἡγήσῃ τὸν οὕτως ἐν τοῖς καλοῖς διαπρέψαντα; καὶ πῶς οὐ ποιῶν δόξεις ταὐτὸν τοῖς, ἀλλ’ οὐκ ἔχω τίσιν εἰπεῖν πλὴν τοῖς ὑπ’ ἀναισθησίας καὶ ἀδικίαν καὶ δικαιοσύνην κολάζουσι καὶ σωφροσύνην ἀπ·οστρεφομένοις καὶ ἀκρασίαν καὶ τὴν αὐτὴν οὐ περὶ τῶν αὐτῶν ἔχουσι δόξαν; εἰ δ’ ἄσεμνος ὁ λόγος καὶ ἥκιστα προσήκων εἰρῆσθαι πρὸς σέ, κἀγὼ μὲν ὁμολογῶ, πλὴν σαυτῷ μέμφεσθαι καὶ τοῖς σοῖς ἔργοις νόμιζε δεῖν, ἅ γε καὶ τοὺς ἐμοὺς λό- γους εὑρίσκεται. εἰ γὰρ μὴ τὸν εὐεργέτην κακῶς λέγων ἠξίους τοῖς δυσμενέσιν ἐγκαταλέγειν, οὐκ ἂν παρε- βιάσθην μέχρι τοιούτου προελθεῖν παραδείγματος. τί δέ, κἂν ἐγὼ μὴ λέγω, κἂν ἄλλος τις τῶν ἀπάντων, οὐκ οἴει καὶ τούτους ὀρθῆς γνώμης ὄντας κυρίους σιγῇ καθ’ ἑαυτοὺς παραπλήσια τοῖς εἰρημένοις λογί- ζεσθαι περὶ σοῦ;
- 3.28.1
βούλει λέγων ἄριστα καὶ πράττων φανῆναι. ἡγείσθω σοι λογισμὸς πρὸ πάντων ἔργων καὶ λόγων, καὶ μέμψεως χώραν δώσεις μηδέποτε μηδενί. ὁποῖον ἐχρῆν κἀν τοῖς λόγοις τούτοις φυλάττειν τοῖς κατ’ ἐμοῦ, πρῶτα μὲν ἀναλογίσασθαι πρὸς ἑαυτόν, ποῦ ποτε τῶν δεινῶν ἦσθα, ἢ μὴ δυνάμενον οἴκοθεν συνιδεῖν, ἐρέσθαι τοὺς ἄλλους καὶ παρ’ αὐτῶν δι- δαχθῆναι ὧς ἐκινδύνευες μηκέτ’ εἶναι, κεῖσθαι μετὰ τῶν ἐν Ἅιδου, ἀπολιπεῖν οὐ μόνον τὰ φίλα ταυτὶ χρή- ματα, ἀλλὰ καὶ εἴ τι χάριεν σὺν αὐτοῖς τὸν ἀνθρώπι- νον ὁρᾷς ἔχοντα βίον, προσμαθεῖν δὲ καὶ ὅστις ποτ’ ἀνθρώπων ἢ θεῶν ὁ σεσωκὼς ἦν τοῦ τοσούτου κινδύνου, καὶ μεμαθηκότα χάριν εἰδέναι τῆς σωτηρίας τοσοῦτον ἀφιστάμενον δυσμεναίνειν ἐκείνῳ, ὁπόσον δὴ λειπόμεθα καὶ τοὺς εἰς τὴν ζωὴν ἡμῶν ἐπιβουλεύοντας ἐπαινεῖν.
- 3.29.1
Ἀλλ’ ἴσως τὸ μέν σοι μέγεθος τοῦ κινδύ- νου οὐκ ἄγνωστον εἶναι φής, ἀλλὰ σαφῶς οἶδας καὶ τοῦ διδάξοντος οὐ προσδέῃ, ἀμφιβάλλεις δὲ περὶ τῆς σωτηρίας καὶ ὅστις σοι ταύτης ὑπῆρξε παραίτιος. οὐκ αὐτόματός σοι, πάτερ, ἐγένετο οὐδ’ ἔκ τινος τύχης, ὡς ἂν οἰηθείης, ἀλλὰ θεὸς μὲν τὰ πρῶτα ἀντιλαβόμενος ἔσωσε, μετὰ δὲ ταῦτα καὶ ὅσον εἰς ἀνθρώπους ἧκεν, ἐγώ. καὶ τίνι γὰρ ἑτέρῳ ἀντ’ ἐμοῦ τοῦτο προσῆκεν; ἔσωσα δέ σε, ὥσπερ τοὺς εἰς θάνατον ἀπαγομένους οἱ τῶν ἀνθρώπων φιλανθρωπότεροι, ταλάντου ἐξωνησά- μένος καὶ τὰ σῶστρα καταβαλόμενος τῆς ζωῆς. ἐρρυ- σάμην πολλῇ τῇ σπουδῇ. τί δὲ οὐκ ἔμελλον δοὺς τὰ σά, ὅπου γε κἀκ τῶν ἰδίων ὑπὲρ φίλου κινδυνεύοντος μὴ τοῦτο δρᾶσαι λίαν ἀπάνθρωπον, ὥσπερ αὖ δικαίας γνώ- μης τεκμήριον καὶ ἀνθρωπίνης ὄντως τὸ ταῖς ἀνάγκαις τῶν φίλων ὑπηρετεῖν; καὶ μὴν οὐκ ἐξ ἴσου πατέρας τε καὶ φίλους τιθέμεθα οὐδὲ τῶν αὐτῶν ἀξιοῦμεν, ἀλλὰ τοῖς μὲν τὰ δέοντα χαριζόμεθα, πατράσι δὲ καὶ κατ’ ἀνάγκην δουλούμεθα τοσούτῳ μᾶλλον πρὸς αὐ- τοὺς βλέποντες, ὅσῳ τὸν τῆς φύσεως δεσμὸν τοῦ κατὰ προαίρεσιν μᾶλλον ἄρρηκτον ἴσμεν καὶ ἰσχυρότερον.
- 3.30.1
30. καὶ τί δὴ λέγω τοῦτο ὡς μέγα τι καὶ σφόδρα ὂν πρὸς ἡμῶν τὸ δεῖν φίλους ὄντας πάντα τρόπον ὑπὲρ φίλων πονεῖν, ὅταν καὶ μυρίους ἄν τις καταλέγειν ἔχῃ καὶ ὡς παράδειγμα φέρειν τῷ λόγῳ πλειστάκις ἐκ τῶν οἴκοθεν χρημάτων αἰχμαλώτους πριαμένους, κατα- δίκους πριαμένους καὶ ἄλλως κτείνεσθαι μέλλοντας, τοὺς μὲν φιλανθρωπίας ἕνεκα καὶ τοῦ μὴ δεῖν ἀνθρώ- πους ὄντας ἄνθρωπον παριδεῖν ἀπολλύμενον, κἂν μὴ προσήκων ᾖ γένει, κἂν ἐξ ἐσχάτων βαρβάρων, τοῦτο δὲ μόνον ἄνθρωπος, τοὺς δὲ καὶ φιλοτιμίας ἕνεκεν, ἀμφοτέρους δὲ πάντως τοῦ περὶ ἐλάττονος ἅπαντα πλοῦτον ἡγεῖσθαι τῆς ἀνθρώπων ζωῆς;
- 3.31.1
τοῦτον τοίνυν τὸν τρόπον τῶν ἀνθρωπίνων πάντων ἐχόντων καὶ μεγάλου τοῦ τῆς φιλανθρωπίας νόμου κηρυττο- μένου ἀπανταχοῦ ἔδει μόνους ἀνυποτάκτους εἶναι ἡμᾶς καὶ τὰ μὲν χρήματα περιέπειν, σοῦ δ’ ἀμελεῖν οὑτωσὶ φερομένου; καὶ τίς ἄν με τῶν μικρῶν ἢ τῶν μειζόνων συγγνώμης ἠξίωσε, μᾶλλον δέ, τίς ἂν ἀπέστη τοῦ μὴ κακῶς λέγειν τὸν προδότην τοῦ γένους, τὸν ἀγνώμονα, τὸν τῆς φύσεως ἀλιτήριον, ὅς κινδυ- νεύοντος τοῦ πατρὸς καὶ ἀργυρίου συχνοῦ οἴ- κοι κειμένου δέον πάντα προιέναι ὑπὲρ τῆς ζωῆς, ὁ δὲ οὐδ’ οἶα κἂν οἶ δυσμενέστατοι ἔδρα- σεν, οὐκ ἐπεστράφη νοσοῦντος, οὐκ ἐπεκού- ρησεν ἐκ τῶν δυνατῶν, οὐδὲν συνόλως ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἐπραγματεύσατο;
- 3.32.1
32. Πῶς δὲ οὐχὶ σὺ πρὸ τῶν ἄλλων ἐπήνεγκάς μοι τὰ χαλεπώτατα; εἰ γὰρ νυνὶ σωθεὶς δι’ ἐμοῦ, λε- γέσθω γάρ, οὐκ ἀνίης αἰτιώμενος καὶ τοῖς ἐπιβούλοις συντάττων, τί ἂν ἔδρας μὴ τοιαύτην γνοὺς εἰσενη- νεγμένην τὴν προθυμίαν; ἐπῄνεις; οὐκ ἔνι δέχεσθαι τὸν λόγον ὡς ἀληθῆ. ἢ πῶς ἂν τὸν περιφρονητήν; οὐ γὰρ ἔχει φύσιν τὸ πρᾶγμα οὐδ’ ἄν τῳ δόξει ποτὲ πιστὸν εἶναι, ἐπειδήπερ ὀλιγωρία καὶ περιφρόνησις λύπην μὲν γεννᾶν καὶ θυμὸν ἐξάπτειν πεφύκασιν, οὐχὶ δὲ πρὸς ἀγάπην οὐδὲ πρὸς ἔπαινον τοῦ κατωλι- γωρηκότος διερεθίζειν, καὶ ὅσῳ θατέρῳ τῶν ἐναν- τίων εἰς τὸ εἶναι συμβάλλειν ἴσμεν, τοσούτῳ καὶ θα- τέρῳ εἰς τὸ μὴ εἶναι γινώσκομεν. οἷον τί δὴ λέγω; φίλος ἔστι σοι. περιεφρόνησας ἐκεῖνον καὶ παρεῖδες, ὁ δὲ ᾔσθετο. ἐλυπήθη πρῶτον. εἶτ’ ἐχαλέπηνε καὶ πρὸς ὀργὴν ἀνήφθη. ἀλλ’ οὐ περιεφρόνησας, ἐπεστράφης δὲ πλέον τῆς συνηθείας. ὁ δὲ μᾶλλον ἠγάπησε καὶ τοῖς σοῖς ἐπαίνοις προσέθηκε.
- 3.33.1
διὰ ταῦτα οὐκ ᾤμην ὀλιγωρῆσαι οὐδ’ εἰπεῖν ἐν ἐμαυτῷ· κάμνει καὶ τί τοῦτο καινόν; καμνέτω. ἄνθρωπός ἐστι καὶ τὸ πάθος ἀνθρώπινον. οἶδε τὴν νόσον τὸ γένος. καὶ οὐ ξένον τοῦτο τῇ φύσει οὐδὲ προσφάτως ἐπιδημῆσαν τῷ βίῳ. οὕτω καὶ τοὐμοῦ πατρὸς ὁ πατὴρ καὶ ὁ ἐκείνου πατὴρ κἀγὼ καὶ πάντες ἄνθρωποι πορευσόμεθα. ἀλλὰ τὰ τοιαῦτα λογί- ζεσθαι παντὶ μᾶλλον οἰηθεὶς πρέπειν ἤπερ ἐμοὶ καὶ ἄμα ἢν τὰ συγγενῆ τῶν ἀλόγων ζώων πρὸς ἄλληλα στοργὴν ἐπιδείκνυται ἡμετέραν νουθεσίαν ὑπειληφὼς καὶ πρὸς τὸ συγγενὲς ἀστοργότερον ἐκείνων διατεθῆ- ναι μὴ ἐνεγκών, ἦ γὰρ ἂν ἦμεν εἰς ὄνειδος τῷ ἀνθρω- πίνῳ φύλῳ παντὶ ὡς καὶ τῶν ἀλόγων αὐτῶν ἀλο- γώτεροι, οὐκ ἀνῆκα οὐδ’ ἐνέδων τῇ προθυμίᾳ τοῦ μὴ πάντα μετιόντα πολλῇ τῇ σπουδῇ πᾶσαν πεῖραν εἰσ- φέρειν ὥστε σε καὶ αὖθις συναριθμεῖσθαι τοῖς ζῶσι κἀν τῷ βίῳ περινοστεῖν. καὶ περινοστεῖς ἐκ τούτου εὖ ἔχων καὶ ἐρρωμένος ὑψοῦ τοῦ κινδύνου γενόμενος.
- 3.34.1
34. σὺ δ’ ἀντὶ τούτων πάντων δέον μετὰ τῆς ψυχῆς ἀγαπᾶν χαλεπαίνεις ἐμοὶ καὶ βαρέως διάκεισαι ὡς οὐδ’ ἂν πρός τινα τῶν ἐχθρῶν. καὶ οὐκ ἄν μοι δοκεῖς ὀργίλως οὕτω ποτὲ οὔτε πολεμίῳ προσβλέψαι οὔτε Ιοργόνος ἰδεῖν κεφαλὴν ἀηδῶς, ὡς νῦν ὁρᾷς πρὸς τὸν φίλτατον καὶ ὅτι μὴ θᾶττον μακράν σου καὶ τῆς πό- λεῖος γίνομαι, ἀφόρητον ἡγῇ καὶ θανάτου μακρῷ χαλεπώτερον. καίτοι τότ’ ἐχρῆν δεικνύναι ταύτην τὴν ἰταμότητα, καὶ ἦν ἄν κατὰ λόγον προβαῖνον τὸ πρᾶγμα. πότε δὲ λέγεις; ὅτε εἰ σὺ μὲν ἔκαμνες, ἐγὼ δὲ οὐκ ἐπεστρεφόμην, ἐκινδύνευες, ἐγὼ δ’ ἐλογιζόμην ὁπόσα μοι αὐτίκα μάλα καταλελείψεται χρήματα, ἐγγὺς ἦσθα θανάτου, ἐγὼ δὲ ἀφροντίστως παρέτρεχον οὐδὲν οὐ- δαμῶς τῆς ὀφειλομένης εὐνοίας παρέχων τεκμήριον· νῦν δὲ οὐδαμῶς, εἴπερ οἶδας εὐεργεσίαν καὶ κακουρ- γίαν τιθέναι χωρὶς καὶ τἀναντία μὴ λέγειν εἷναι ταυ- τόν, ἀμέλειαν καὶ σπουδήν, περιφρόνησιν καὶ φρον- τίδα, καὶ ὅλως εἰπεῖν κακίαν καὶ ἀρετήν, ἀλλ’ ἀνὰ μέ- ρος τὸν ἴδιον ἀπονέμεις ἑκάστῳ λόγον, ὥσπερ δήπου καὶ πάντας ἀνθρώπους οἶς καὶ ὁποσονοῦν μέτεστι γνώμης ὀρθῆς ἴσμεν ποιοῦντας περὶ τῶν πλεῖστον διεστηκότων ἀλλήλων πραγμάτων πλεῖστον διεστηκυίας καὶ τὰς γνώμας αὐτοὺς ἔχοντας.
- 3.35.1
35. Εἶτ’ ἐρεῖς αὖθις ὧς εἰς χρήματα ἐξημίωκα καὶ μικρὸν ἐκ μεγάλου τὸν σὸν πλοῦτον πεποίηκα; ἀλλ’ ἐρήσομαί σε, καὶ ὅπως μοι μὴ καὶ δεύτερον χαλεπαίνῃς βαρέως τὸν λόγον δεχόμενος. ὃ γοῦν ἐρήσο- μαι, τί διανοούμενος καὶ τί μετιὼν ὑφειλόμην τοῦ πλούτου καὶ τὴν ζημίαν ἐπήνεγκα; εἰπέ, ὦ πρὸς θεοῦ, εἰ δὲ μή, ἕτερος ἀντὶ σοῦ κληρονομείτω τοῦ λόγου, τί ὅλως δρῶν τῶν ἀπηγορευμένων εἰς ἔλαττον τὰ σὰ περιέστησα; ἵππους ὠνού- μενος, ἱπποτροφίᾳ προσκείμενος, ἀσωτεύων, κωμάζων, παρασίτους τρέφων, κόλακας ἐπαγό- μενος; ἀλλ’ οὐδεὶς ἀποκρίνεται. ἐγὼ δὲ καὶ αὐτὸς ποιήσομαι τὸν ἀπόλογον, ὦ πάτερ, καὶ μάλα γε ἀληθῆ. οὐδὲν ἄλλο γε κατὰ νοῦν στρέφων οὐδὲ πραγματευό- μενος ἢ ὅπως δεσπότης εἴης καὶ αὖθις τῶν σῶν καὶ τὴν Κυρείαν ἔχοις, ὡς κὰν τοῖς ἄνω καιροῖς.
- 3.36.1
ταῦτα ἔστιν ὑπὲρ ὧν εὐξάμην καὶ τὸ τάλαντον ἀφιέρωσα, οὐχ ὧς ἐπάξων ζημίαν, ἀλλ’ ὡς τὸ τελεώτατον ἀπάντων κερ- δῶν προξενήσων οὐδ’ ὡς λυπήσων σὲ τὸν πατέρα, ἀλλ’ ὧς μεγίστης αἴτιος εὐφροσύνης ὑπάρξων, εἴπερ τὸ ὑγιῶς ζῆν μέγιστον εἰς εὐφροσύνης ὑπόθεσιν. ἢ τίς ἄν σε, πάτερ, ἐπὶ τούτῳ δυσχερᾶναι ᾠήθη καὶ τοσ- οῦτον ὡς καὶ παρ’ ἐμοῦ δίκην ἐθέλειν λαμβάνειν, ᾧ βουλομένῳ σοι τὰ δίκαια δρᾶν οὐκ ἂν εἶχες ῥᾳδίως τὰ εἰκότα εὐχαριστεῖν;
- 3.37.1
εἰ δὲ μὴ τοσοῦτος ἐκ νό- σου ἢ τοιούτου τινὸς πάθους ἠπειλεῖτό σοι κίνδυνος, πολεμίους δὲ συνέβη λαβόντας ἔκ τινος τύχης, οἶα πολλὰ κατ’ ἀνθρώπους συμβαίνει, εἰς δουλείαν ἀπά- γειν, ἆρ’ οὖν ἠξίους ἐμὲ ἐλεύθερον μὲν περιόντα, χρημάτων δὲ κύριον ὑπάρχοντα καὶ πλοῦτον περιβε- βλημένον μακρὸν μηδὲν ὑπὲρ σοῦ καὶ τῆς σῆς ἐλευθε- ρίας μηδ’ ὀβολὸν προιέναι δέει τοῦ μὴ ἐλαττῶσαι τὰ χρήματα; οὐκ οἶμαί σε τοιαύτην ἄν ποτε ποιῆσαι ἀξίωσιν εἰς τοιάνδε τὴν τύχην συνελαθέντα, τοὐναντίον γε μὴν καὶ πάσας ἀφιέναι φωνὰς τῆς σῆς ἐλευθερίας γενέσθαι καὶ πάντα ῥήματα δυσωπῆσαι δυνάμενα λέγειν βοῶντα· μνήσθητι, ὢ καλὲ παῖ, πρώτης γεννή- σεως, τῆς εἰς τόδε τὸ φῶς παραγωγῆς, ἀνατροφῆς, σπλάγχνων πατρός, πόνων οὓς ὑπὲρ σοῦ κατε- βαλόμην πολλούς. πρόες τὰ πάντα. τίμησον τὴν φύσιν. καλή σοι φιλοτιμία κἀν τοῖς νῦν οὖσιν ἀνθρώποις κἀν τοῖς μετὰ ταῦτα, ἂν ἀφειδήσας χρημάτων ἀνακομίσῃς σαυτῷ τὸν πατέρα. ἐγώ, παῖ, τὰ κατ’ οἴκους ἐπορισάμην καὶ δι’ ἐμὲ ἀπι- όντα ἀνασωθεὶς ἀνασώσομαι. ἔτι γὰρ πονεῖν δύναμαι καὶ τῆς τέχνης ὡς δεῖ συλλέγειν οὐκ ἐπιλέλησμαι.
- 3.38.1
ταῦτ’ ἂν εἶπες, σαφῶς οἶδα, καὶ ἔτι πλείω ποριμώτερος εἰς λόγους σαυτοῦ ὑπὸ τῆς ἀνάγκης ἀναφανείς. κἂν μὲν πρόθυμον εἶδες ἐλευθε- ροῦν, πρόθυμος καὶ αὐτὸς πᾶν ὅ,τι καλὸν ἐπηύξω γενέσθαι μοι, ἂν δ’ ἀμελοῦντα καὶ πάντα μᾶλλον σκοπούμενον πράττειν ἢ σοί γε προσέχειν, ἐπηράσω δι- καίως καὶ θᾶττον τὰς Ἐριννῦς ᾔτησας ἐπιέναι μοι τιμωρούς. ὅπου δὲ τότε ταῦτ’ ἂν βεβαίως διετέλεις πράττων καὶ λέγων, ἦπου χάριεν ἂν ἦν μὴ ἐν τοῖς ὁμοίοις τὴν αὐτὴν γνώμην τηρεῖν μηδὲ παραπλήσια κρίνειν αἱρεῖσθαι)·
- 3.39.1
ὅτι δ’ ὅμοια οἷς ὑπεθέμην τὰ πεπραγμένα, πολλῇ τινι ῥᾳστώνῃ ἐξέσται σκο- πεῖν. καὶ γὰρ σὺ μὲν ᾤχου τὴν ἐπὶ θάνατον, ἐγὼ δὲ περιελειπόμην ἐνταῦθα κτῆσιν ἔχων μυρίαν καὶ χρή- μάτα ὧν τὸν ἀριθμὸν τί δεῖ λέγειν; εἰδείης ἂν αὐτός. πλὴν οὐκ ἠγάπησα πλοῦτον μὲν ἔχειν καὶ κτήματα τόσα καὶ τόσα, τὸν πατέρα δὲ οὐδαμῶς, ἀλλ’ ἐκεῖνα μὲν προθυμότατα ἀφαιρεθῆναι ὥσπερ καὶ ἄκρων ὀνύ- χων, σοῦ δὲ μηδ’ ἐν ὀνείροις διαζευχθῆναι βούλεσθαι.
- 3.40.1
40. καὶ τί τοῦτο λέγω ὧς λίαν θαυμάσιον, ὅπου γε δεῆσαν καὶ τὴν ζωὴν ὑπὲρ σοῦ οὐκ ἂν ἀπέσχον τοῦ μὴ τάχιστα δοῦναι, μόνον εἰ σῶς αὐτὸς ἀντ’ ἐμοῦ ἔμελλες περιεῖναι τῷ βίῳ; ὅθεν καὶ μή μοι χρήματα λογίζου, μὴ περιουσίαν, μὴ κτῆσιν ἄλλην καὶ κέρδη παντοῖα καὶ ἡδονὰς ἐντεῦθεν γεγενημένας. ἀπόχρη μοι συνὼν ὁ πατὴρ ἀντὶ πάντων. μεθ’ οὗ κἂν δυστυχῶ κἂν ἐσχάτως ταλαιπωρῶ, οὐ μακρὰν εἶναι τῶν εὐδαι- μονούντων δοκῶ, ὥσπερ αὖ ἀπωρφανισμένος ἐκείνου οὐ πολὺ τῶν ἀθλίως ἐχόντων διίστασθαι, κἂν τοὺς Λυδῶν κἂν τοὺς ἀπάντων ἀνθρώπων πλουτῶ θησαυ- ρούς. οὕτως ἐγὼ τιμᾶν οἶδα γονεῖς καὶ χρῆμα τοῖς τέκνοις ἥγημαι τούτους πάντων εἶναι χρημάτων ὀφεῖ- λον ἐξῃρημένον.
- 3.41.1
διὸ οὐδ’ ἐλαττῶσαι δοκῶ μοι τὰ χρήματα, πῶς γὰρ τοσοῦτον προσθεὶς τὸν πατέρα; ἀλλὰ δεόντως αὐξῆσαι, ὅτι μηδ’ ἔμποροι τὰ ἑαυτῶν ἐλαττοῦν οἴονται ἴν, εἰ τύχοι, τῶν τιμιωτάτων ἀργυρίων πολλῶν κατακτώμενοι. ἤρκεσε γὰρ ἀντὶ τῶν καταβλη- θέντων τὸ ἤδη κτηθέν. κἀμοὶ δὲ ὁ πατὴρ ἀντὶ πάν- των τῶν ὄντων, κἂν μικρὸν εἴπῃς κἂν μέγα κἂν αὐ- τὴν προσθῇς τὴν ψυχήν. εἰ δ’ ἠλάττωται τῆς χρείας σφοδρῶς ἐγκειμένης καὶ ἀπαιτούσης, τί παρὰ τοῦτο δεινόν; οὐ πάντες ἄνθρωποι διὰ τὴν ἀνάγκην σφῶν καὶ χρήματα καὶ πᾶν ἄλλο πορίζονται; ἢ τίνος ἄλλου γε χάριν ἔχεις εἰπεῖν; ἂν γὰρ μὴ οὔθ’ ὅταν πόλεμος ἐπιστῇ, ἐξέσται χρήσασθαι καὶ χρυσῷ καὶ ἀργύρῳ οὔθ’ ὅταν λιμὸς ἢ νόσος ἢ ἕτερός τις ἀγὼν ἐπαγό- μενος κίνδυνον, ἀλλ’ ἔνδον ἡμῖν ἄχρηστα κείσεται, τί λιθιδίων καὶ καχλήκων καὶ τῆς ἐκ πεδίου κόνεως διοίσει ἡμῖν; ἢ τί μᾶλλον ταῦτα μὲν εἰσοικίζομεν πολλῇ τῇ σπουδῇ καὶ ἀσφαλισάμενοι ἔχομεν, ἐκεῖνα δὲ ῥιπτοῦμεν ἡμῖν ἀχρήστων καὶ ἀνονήτων καὶ τούτων κἀκείνων ὄντων ὁμοίως; ὃ γὰρ μὴ ταῖς ἀνθρωπίναις ἀνάγκαις ὑπηρετεῖν ἔχει, ἐπίσης ἀπόβλητον. καὶ τῶν ὁμοίως ἀχρήστων οὐκ ἔνι δήπου, εἰ μή τινα λέγεις παραφρονοῦντα, τὸ μὲν ἀποβάλλεσθαι, τὸ δὲ πέρι, σπουδαστὸν οἴεσθαι.
- 3.42.1
σὺ δέ μοι, ὅταν σαυτοῦ προ- τιθῇς τὰ χρήματα καὶ ταῦτα μεγάλων ἐνεστηκότων κινδύνων καὶ ἀξιοῖς ἡμᾶς μὲν κινδυνεύειν ἀνέχεσθαι, ταῦτα δ’ ἀθάνατα μένειν, ἦ που συμβουλεῦσαί τῳ οὐκ ἄν ποτε ἔδοξας μὴ σθένοντι χρήσασθαι τοῖς ποσὶν ὄντων χρημάτων ἵππον πρίασθαι καὶ ἱπποτροφεῖν ἀνέ- χεσθαι, ὅπως μὴ σφοδρότερον αὐτὸ κάμνον τὸ σῶμα οἰχήσεται, καὶ τῷ ὑπὸ χειμῶνος πολιορκουμένῳ προσ- κτήσασθαι καὶ χλαῖναν τοῖς ἱματίοις καὶ τῷ γε τρο- φῆς δεομένῳ ἤ τινος ἄλλου τῶν ἀναγκαίων χρυσὸν δόντα πορίσασθαι. τοῦτο δὲ τί ποτ’ ἂν ἕτερον ἔσται ἢ τὴν ἀνθρωπίνην ἀποκλείειν ζωὴν καὶ κελεύειν ἢ ἀγαπᾶν κατὰ ταὐτὸν τοῖς ἀλόγοις διάγειν καὶ τοῖς αὐτομάτως ἀναδιδομένοις ἐκ γῆς ἐξαρκεῖσθαι ἢ μὴ βουλομένους πεσόντας ἀπομετρῆσαι τὸν βίον αὐτίκα μὴ ἐξὸν ἄλλως ἀπολαύειν ζωῆς;
- 3.43.1
43. Ἀλλ’ ὑποκνίζει τὸ τάλαντον ἀπιόν. τί δέ; εἴπερ αὐτὸς ἀντὶ τοῦ ταλάντου ἀπῄεις, οὐ πολὺ μᾶλλον ἦν λυπηρόν; τοιγαροῦν ἀντίθες τῇ ζημίᾳ τὸ κέρδος. εἰς σαυτὸν βλέπε καὶ τὴν σαυτοῦ σωτηρίαν. λέγε πρὸς σαυτὸν διαλεγόμενος ἡσυχῆ· ἐκινδύνευον μηκέτ’ εἶ- ’ναι, ἀπολέσαι πάντα, τὸ φῶς τόδε, τοὺς ἀνθρώ- πους, τὰ χρήματα. ἀλλ’ ὁ παῖς ἄριστα προὐνοή- σατο. ἔδειξεν ἀληθῶς φιλοπάτωρ εἶναι καὶ τῆς ἐμαυτοῦ φύσεως ὧς μάλιστα προελθὼν ἐβε- βαίωσε τὸ συγγενὲς τῇ σπουδῇ κἀκ τῶν πολλῶν δοὺς ὀλίγα ἴσχυσε πάλιν τῶν πάντων ἀπολαύειν ποιῆσαι. καὶ νῦν ἀναβιούς εἰμι. οὕτω γὰρ μά- λιστα προσήκει νομίζειν. ὢ πραγματείας ἀρί- στης, ὢ τῆς μεγαλοψυχίας τοὐμοῦ παιδός; ὢ τῆς περὶ ἡμᾶς ἀγάπης. ἀργυρίου τὴν ζωὴν ὠνή- σατο τοῦ πατρός. καὶ νῦν ἔχει μὲν αὐτὸς τὸν πατέρα, κἀγὼ δὲ τὸν παῖδα πάλιν. ἀπολαύω καὶ τῶν χρημάτων τὸ δεύτερον, τῆς οἰκίας, τῶν τε- τραπόδων, τῶνκτημάτων πάντων. μετὰτοῦ δήμου περιπολεύω, ὁρῶ τὸ βῆμα, τοὺς δικαστάς, τὴν ἀγοράν, τῆς πολιτείας τὸ σχῆμα. συνεκκλησιάζω, εἰσφέρω ψηφίς μάτα, εἰσφέρω γνώμας. οὐδὲν ὃ μὴ καὶ αὖθις ἀπείληφα. ἃ δὴ πάντα μὴ ὅτι ἑνός, ἀλλὰ μυρίων μὴ προτιθέναι ταλάντων, μάλιστα δὲ παντὸς θησαυροῦ, οὐκ οἶδα τίνος ἐρῶν ἔργον ἀληθῶς εἰπὼν ἔσομαι.
- 3.44.1
ταῦτα τοῖς λογισμοῖς οἵ σε κατ’ ἐμοῦ παροξύνουσιν ἀντι- τίθει, καὶ οὐκ ἀγνοήσεις τὸν φίλτατον. προστίθει δὲ καὶ τοῖς εἰρημένοις, εἰ βούλει· ἔστω, ὑποκείσθω μὴ νόσον τὴν κατασχοῦσάν με, ἀλλὰ λῃστὰς ἐνεδρεύσαντας εἶναι. ἐπεὶ δ’ ἐκεῖνοι συνέλαβον, ἐπὶ θάνατον ἦγον, εἰ μὴ βουλοίμην εὐθὺς συ- χνὸν καταβαλέσθαι χρυσίον. οὐκ ἦν τούτου γε χωρὶς τὰς σφῶν διαδρᾶναι χεῖρας, οὐ δακρύον- τα, οὐκ ὀδυρόμενον, οὐ παρακαλοῦντα, οὐκ ἄλλο τι ἐλεεινὸν ἐνδεικνύμενον. εἶτα ζῆν αἱ- ρούμενος ἀποθέμενος ἐκείνοις πρόθυμος ὅσα εἶχον, περινοστῶ ζῶν, ὤνιον τῶν ἐμαυτοῦ γε- γονώς. καλὸν τοῦτό γε ἐμπόρευμα δοῦναι μικρὰ καὶ κερδῆσαι τὰ μείζω, χοῦν ῥίψαι καὶ εἰς ἑαυτὸν ἐπαναγαγεῖν τὴν ψυχήν. ἤ γὰρ οὐ φλυα- ρία σαφὴς καὶ χρυσὸς καὶ ἄργυρος καὶ πάντα χρήματα πρὸς ἀνθρώπου ζωὴν ἐξετάσαι;
- 3.45.1
καὶ μὴν οὐ πάντ’ ἔχομεν δόντες ἐν τῷ μεγάλῳ τῷ- δε κινδύνῳ. ἔτι τὰ πλείω παρ’ ἡμῖν εὕροις. ἔτι χρυσὸς ἔνδον πολύς, ἄργυρος δὲ πλείων. χαλ- κὸν δὲ καὶ σίδηρον τίς ἐξαριθμήσει; βοῶν ἀγἐ- λαι, ἵππων ἀγέλαι, ποίμνιά τε καὶ θρέμματα ἡμῖν ἄλλα κατ’ οὐδὲν τῶν προτέρων ἐλάττω. ὅσον δ’ ἐξ ἡμῶν ἀπῆλθεν εἰς τοὺς κρείττονας, μικρά τις τοῦ περιττεύοντος ἀφαίρεσις ἦν. καὶ οὐκ ὀδυνηρὸν τοῦτό γε, ὅτι μὴ καὶ μᾶλλον με γαλῆς παραίτιον εὐφροσύνης ὡς τῶν καλλίστων ἀντ’ αὐτοῦ προσγεγενημένων ἡμῖν. καὶ ὥσπερ εἴ τῳ περὶ ὀφθαλμοὺς κινδυνεύοντι καί τινος συμβουλεύοντος ἀφελέσθαι τῶν ἄκρων τριχῶν καὶ ἀφελομένῳ γε ἡ ῥῶσις συνείπετο, οὐκ ἂν δικαίως ἀσχάλλων ἦν, ὅτι τὴν κόμην ἀπέβα- λεν, οὕτως οὐδ’ ἡμῖν εὐπρεπὲς δυσχεραίνειν οἷς ἀποκοπέντες μικρὰ οὐκ ὀφθαλμοὺς καὶ ῥῖνα ἢ τι ἕτερον τῶν μερῶν, ἀλλ’ ὅλους ἀνεκτη- σάμεθα ἑαυτούς.
Next → — showing 1–100 of 129
First Thousand Years of Greek. CTS URN tlg2200.tlg00534.opp-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.