Ancient Textssearch the texts themselves, not just their titles

← Library

Commentarium In Evangelium Matthaei (Lib. 12-17)

First Thousand Years of Greek · First Thousand Years of Greek · 472 sections

  1. 15.16.1

    Ζητήσαι δ´ ἄν τις ἀκολούθως ὅτι, εἴπερ τέλειός ἐστιν ὁ πάσας ἔχων τὰς ἀρετὰς καὶ μηκέτι τι ἀπὸ κακίας πράττων, πῶς τέλειος γένοιτ’ ἂν ὁ πωλήσας ἑαυτοῦ τὰ ὑπάροντα καὶ δοὺς τοῖς πτωχοῖς. ἔστω γάρ τινα τοῦτο πεποιηκέναι, πῶς δ’ αὖ καὶ ἀόργητος γένοιτ’ ἂν ἀθρόως, εἰ τύχοι εὐέμπτωτος ὢν εἰς ὀργήν; πῶς δὲ καὶ ἄλυπος καὶ κρείττων παντὸς οὑτινοσοῦ συμβῆναι δυναμένου τοῦ τὴν λύπην προκαλουμένου; πῶς δὲ καὶ ἔξω φόβου πάντη ἔσται τοῦ περὶ πόνων ἢ θανάτου ἢ τῶν ὅσα δύναται τὴν ἔτι ἐτελεστέραν ψυχὴν φοβῆσαι; τίνα δὲ τρόπον ὁ ἀποδόμενος τὰ ὑπάρχοντα καὶ διαδοὺς πτωχοῖς ἐκτὸς ἔσται πάσης ἐπιθυμίας; λέγοι γὰρ ἄν τις ὅτι δυνατόν, παρ’ αὐτὸ τὸ ἀποδίδοσθαι πάντα τὰ ὑτάρχοντα παθόντα τι ἀνθρώπινον ὑπὸ τῆς πενίας, μετανοῆσαι μὲν ἐπὶ τῷ τετολμημένῳ ἐπιθυμῆσαι δὲ τῆς παραπλησίου κτήσεως. εἰ δὲ καὶ ἡ λεγομένη ἡδονή, ἄλογος οὖσα ἔπαρσις τῆς ψυχῆς, πάθος ἐστί, πῶς ἄν τις ἅμα τε ἀπολοῖτο πάντα τὰ ὑπάρχοντα χοντα καὶ διαδοίη πτωχοῖς, ἅμα δὲ ἀπαλλαγείη τοῦ ἀλόγως ἐπαίρεσθαι; προσθείη δ’ ἄν τις τῇ ἐπαπορήσει ὅτι πῶς δύναται παρὰ τὸ ἀποδεδόσθαι τὰ ὑπάρχοντα καὶ πτωχοῖς [τις] διαδεδωκέναι σοφὸς γενέσθαι καὶ δέχεσθαι τὴν τοῦ θεοῦ σοφίαν, ὥστε λόγον διδόναι παντὶ τῷ ἐρωτῶντι αὐτὸν περὶ τῆς ἐν ταῖς ἱεραῖς γραφαῖς κεκρυμμέως τῶν πεπιστευμένων καὶ περὶ τῶν ἐν ταῖς ἱεραῖς γραφαῖς κεκρυμέν ως εἰρημένων; ὅρα δὲ ὅτι γενική ἐστιν ἡ ἐπαπόρησις, ἤτοι γενναία καὶ οὐκ εὔλυτος. εἲτε γὰρ παρ’ αὐτὸ τοῦτο μόνον φήσομέν τινα τέλειον γεγονέναι, κἂν μὴ ἀναλαβὼν ᾖ ἃ ἐξεθέμεθα, άτόπῳ περιπεσούμεθα λέγοντες εἶναί τινα καὶ τέλειον ἅμα καὶ ἁμαρτωλόν (ἁμαρτωλὸς γὰρ ὁ ὀργίλος καὶ ὁ τὴν τοῦ κόσμου λύπην λυπούμενος καὶ ὁ τὰ ἐπίπονα ἢ θάνατον φοβούμενος καὶ ὁ ἐπιθυμῶν τῶν ἀπόντων καὶ ὁ ἀλόγως ἐπαιρόμενος τὴν ψυχὴν ὡς ἐπ’ ἀγαθοῖς τοῖς οὐκ ἀγαθοῖς). εἴτε ἅμα τῷ ἀποδόσθαι τινὰ τὴν οὐσίαν καὶ διαδοῦναι πτωχοῖς φήσομεν αὐτὸν ὡσπερεὶ θεόληπτον γενόμενον πάσας τὰς ἀρετὰς ἀνειληφέναι καὶ πᾶσαν κακίαν ἀποτεθεῖσθαι, πιστῶς μὲν (ἵνα κοινότερον ὀνομάσω) ἐποῦμεν, οὐκ οἶδα δὲ εἰ ἀληθῶς· καὶ τάχα καταγελάσονται ἡμῶν, ὡς οὐ φρόνιμα λεγόντων, οἱ ἀκούσαντες τοιαὐτης λύσεως προσαγομένης τῷ ἐπηπορημένῳ.

  2. 15.17.1

    Φρονιμώτερον οὖν τις δόξαι ἂν <λέγειν>, τηρῶν τὰ τῆς λέξεως καὶ μηδαμῶς τροπολογῶν τὰ κατ’ αὐτήν, οὕτως ἀπαντῶν, ὡς πιστὸς μέν, εἰ δὲ καὶ ἀξίως τῶν κατὰ τὸν τόπον νοῶν τὰ λεγόμενα ἢ μή, καὶ αὐτὸς κρινεῖς. φήσει οὖν ὅτι, εἴπερ βοηθεῖται ὁ τοῖς πένησι μεταδιδοὺς ὑπὸ τῆς ἐκείνων εὐχῆς πρὸς τὴν ἑαυτοῦ σωτηρίαν, λαμβάνων τὸ ἐν τοῖς δεομένοις τῶν σωματικῶν ἐν πνευματικοῖς περίσσευμα εἰς τὸ ἑαυτοῦ <ἐνπνευματικοῖς> ὑστέρημα (ὡς ὑπέφηνεν ὁ ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ), τίς ἂν ἄλλος τοῦτο πάθοι καὶ με- γάλην βοήθειαν βοηθηθείη, ἐπακούοντος τοῦ θεοῦ ταῖς τῶν τοσούτων πενήτων ἀναπεπαυμένων εὐχαῖς, ἐν οἷς τάχα ἂν εἶέν τινες παραπλήσιοι τοῖς ἀποστόλοις ἢ ὀλίγῳ ὑποδεέστεροι αὐτῶν, πένητες μὲν ἐν τοῖς σωματικοῖς ὡς ἐκεῖνοι, πλουτοῦντες δὲ ἐν τοῖς πνευματικοῖς; οὗτος δὲ ὁ ἀνθυπαλλασςόμενος ἀντὶ πλούτου πενίαν ὑπὲρ τοῦ τέλειος γενέσθαι (πεισθεὶς τοῖς Ἰησοῦ λόγοις) ἀθρόως ἂν βοηθηθείη ὡς καὶ οἱ ἀπόστολοι τοῦ Χριστοῦ, πρὸς τὸ γενέσθαι σοφὸς ἐν Χριστῷ καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ σώωρων καὶ ἐκτὸς παντὸς πάθους. φήσει δὲ ὁ οὕτως ἀπολογούμενος ὅτι οὐκ ἀνάγκη τοῦτο νοηθῆναι αὐτῆς ἡμέρας ἀπαντῆσαι τῷ ἀποδομένῳ τὰ ὑπάρχοντα καὶ διαδόντι πτωχοῖς, ἀλλ’ ἴσως ἀπ’ ἐκείνης μὲν τῆς ἡμέρας ἄρξεται ἡ θεία ἐπισκοπὴ ἐπὶ τὰ τοιαῦτα αὐτὸν ἄγειν, λέγω δὲ τὴν ἐπαινετὴν ἀπάθειαν καὶ πᾶσαν τὴν ἀρετήν. »προβαίνων« δὲ ὡς ὁ Ἰσαὰκ διὰ τὴν ἀπὸ τοῦ θεοῦ εἰς αὐτὸν ἐν Χριστῷ βοήθειαν »μείζων« ἔσται, »ἕως οὗ« αὐξάνων »μέγας« γένηται »σφόδρα σφόδρα« ἐν πάσῃ ἀρετῇ, πάσης ἐξαφανισθείσης τῆς κακίας ἀπὸ τῆς ψυχῆς αὐτοῦ. καὶ οὐκ ἀναγκασθήσεταί γε ὁ ταύτην ἀποδεδωκὼς τὴν διήγησιν εἰπεῖν τέλειον παρ’ αὐτὸ τοῦτο γενέσθαι ἄνθρωπον <, ὅτι παρέδωκε τὰ ὑπάρχοντα τοῖς πτωχοῖς,> τὰ ἄλλα ἁμρτάνοντα.

  3. 15.18.1

    Ἕτερος δὲ (οὐκ οἶδα μὲν εἰ ἀκμάζων τῇ πίστει <καὶ> φαντασίᾳ τοῦ διαβαίνειν ἐπὶ τὴν φρόνησιν, οὐκ οἶδα δὲ εἰ καὶ μέγεθός τε ζητήσας καὶ εὑρὼν εἰς τοὺς τόπους νοημάτων ἀξίων τοῦ θεοῦ) καταλιπὼν τὴν λέξιν ἐπὶ τροπολογίαν ἀναβήσεται καὶ ἐρεῖ ὑπάρχοντα ἑκάστῶ | εἶναι τὰ ἑπόμενα αὐτῷ μετὰ τὴν ἔξοδον, ὡς ἑπόμενα αὐτῷ μετὰ τὴν δικαίοις μὲν ἀγαθὴν ὕπαρξιν, φαύλοις δὲ τὴν ἐναντίαν. ἐνταῦθα οὖν φήσει τὸν πολλὰ ἔχοντα κτήματα πλούσιον σύμβολον εἶναι τοῦ πολλὰ κεκτημένου φαῦλα, ἐν οἷς εἶναι δύναται καὶ ἡ φιλοπλουτία καὶ ἡ φιλοδοξία καὶ ἄλλα γήϊν πράγματα πεπληρωκότα ὐτοῦ τὴν ψυχὴν ψεκτοῦ πλούτου. ἐπεὶ οὖν δύναταί ποτε ὁ οὕτως πλούσιος ἀπέχεσθαι μέν τινων φαύλων, ὡς μοιχείας καὶ φόνου καὶ κλοπῆς καὶ ψευδομαρτυρίας, καὶ καθήκοντα δὲ ἀποδιδόναι πρὸς γονεῖς μετά τινος τιμῆς, εἶναι δέ τις καὶ φιλάνθρωπος πρὸς τὸν πληςίον οὐ μὴν καὶ τέλειος, συμβολικῶς τῷ τοιούτῳ προστάσσει ὁ σωτὴρ ἀποδόσθαι τὰ μοχθηρὰ ὑπάρχοντα <πάντα> καὶ ὡσπερεὶ παραδοῦναι αὐτὰ ταῖς ἐνεργηκυίαις αὐτὰ δυνάμεσι πτωχευούσαις παντὸς καλοῦ καὶ διὰ τοῦτο μὴ ὑφισταμέναις τὴν ἀπειλήν, κατὰ τὸ γεγραμμένον· »πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν«. ἀλλ’ εὖ οἶδ’ ὅτι σφόδρα βίαιος εἶναι δόξει ἡ τοιαύτη ἀπόδοσις, λύουσα μὲν οὐκ ἀγεννῶς τὰ περὶ τελειότητος ἠπορημένα, οὐ πάνυ δὲ πείθουςά πως τὸ ἀποθέ<μενόν τινα νοεῖ>σθαι τὴν κακίαν καὶ τὴν ἀπὸ κακίας ἀποδόσθαι ὕπαρξιν καὶ δοῦναι πτωχοῖς. <Ἐρῶ δ’ὡς> ἐν τοιούτῳ προκατειλημμένος τόπῳ· ὁ ταύτῃ παριστάμενος τῇ δόξῃ φήσει πεπληρῶσθαι τὸν ἁμαρτωλὸν πνευμάτων κατὰ τὴν ἁναλογίαν τῶν ἁμαρτημάτων· οἷον εἰ πόρνος εἴη τοῦ λεγομένου ἐν τοῖς προφήταις πνεύματος πορνείας, εἰ δὲ θυμικὸς πνεύματος θυμοῦ, οὕτω δὲ καὶ εἰ κατάλαλος πνεύματος καταλαλιᾶς. ταῦτα οὖν τις ἐκτήσατο τὰ ὑπάρχοντα φαῦλος ὢν καὶ γενόμενος τῇ μετοχῇ τῶν χειρόνων πνευμάτων Τυφῶνος πολυπλοκώτερος. ὥσπερ δ’ ἐκτήσατο αὐτὰ ὠνηςάμενος κπροαιρέσει εἰκούσῃ τοῖς φαύλοις, οὕτως ἀποδοῖτο ἂν <αὐτὰ καὶ δοίη ἂν> οἷς θέλει ὁ λόγος οὗτος πτωχοῖς διὰ τοῦ πείθεσθαι τῷ Ἰησοῦ· ὡς γὰρ »ἡ εἰρήνη« τῶν ἀποστόλων πρὸς αὐτοὺς ἀνακάμπτει, ἐὰν μὴ »υἱὸς εἰρήνης« τύχοι εἶναι ὁ ἀκούων τὸ »εἰρήνη« ὑμῖν, οὕτως ἡ πορνεία καὶ πάντα τὰ ἁμαρτήματα [πάντα] ἀνακάμψαι ἂν πρὸς τοὺς αἰτίους τῶν ἁμαρτημάτων πτωχούς, καὶ ἔστι μὴ διστάσαι περὶ τοῦ <εὐθέως> τέλειον γίνεσθαι τὸν οὕτω πωλήσαντα πάντα τὰ ἀποδεδομένα ὑπάρχοντα καὶ δόντα πτωχοῖς. εἰ δὲ χρόνῳ πολλῷ ἀποδίδοται τὰ ὑπάρχοντα καὶ πολλοῦ δεῖται χρόνου πρὸς τὸ δοῦναι αὐτὰ οἶς εἴπομεν πτωχοῖς, οὐδὲν ἂν κωλύοιτο ὁ λόγος χρόνῳ διδοὺς (κατ᾿ ἀναλογίαν ὦν ἀποδέδοται τοῖς πτωχοῖς) τέλειον γίνεσθαι τὸν ταῦτα ποιοῦντα. σαφῶς δὲ ὁ ταῦτα πράξας ἕξει θησαυρὸν ἐν οὐρανῷ καὶ αὐτὸς γινόμενος ἐπουράνιος· »οἶος« μὲν γὰρ »ὁ χοϊκὸς (ὁ πονηρὸς δηλαδή), τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἶος ὁ ἐπουράνιος (τουτέστιν ὁ Χριστός), τοιοῦτοι καὶ οἱ ἐπουράνιοι«. ἐν τῷ οὖν αὐτοῦ μέρει οὐρανοῦ ἕξει θησαυρὸν ὁ βουληθεὶς τέλειος γενέσθαι καὶ πωλήσας πάντα τὰ ὑπάρχοντα καὶ δοὺς τοῖς πτωχοῖς. ἀλλὰ μὴ ὑπολάβῃς τὸν τηλικοῦτον δύνασθαι ἐν τοῖς κατὰ τὰ βιωτικὰ πλουσίοις εὑρεθῆναι. τίς γὰρ αὐτῶν ἀπέθετο τὴν φιλοπλουτίαν καὶ τὴν (ἵν᾿ οὕτως ὀνομάσω) φιλοκοσμίαν; τίς δὲ πάντη ἀπέθετο τὸ πνεῦμα τῆς κενοδοξίας, ἵνα χωρήσῃ ἐν τῷ ἑαυτοῦ οὐρανῷ θησαυρὸν δόξης θεοῦ καὶ πλούτου τοῦ ἐν παντὶ λόγῳ καὶ πάσῃ σοφίᾳ θεοῦ; τίς δὲ ἀπέθετο τὸ πνεῦμα τῆς ἐπιθυμίας καὶ τοῦ φόβου καὶ τῆς ἡδονῆς καὶ τῆς ὀργῆς; ἀγαπητὸν γὰρ ἐπὶ τῶν ἀποστόλων τὸ τοιοῦτον <καὶ τῶν ἐκείνοις ὁμοίων τὸν> φιλαλήθως ἐξετάχοντα τὰ πράγματα ἀποφήνασθαι. οὗτος δὲ καὶ δύναται ἀκο- λουθῆσαι τῷ Ἰησοῦ, ὁ (ὡς ἀποδεδώκαμεν) πάντα ἀποδόμενος καὶ ἔχων θησαυρὸν ἐν οὐρανῷ· οὐ γὰρ περιέλκεται ὑπό τινος μοχθηροῦ κτήματος, ἵνα μὴ ἀκολουθῇ τῷ Ἰησοῦ.

  4. 15.19.1

    Ἑξῆς δὲ τούτοις λέγεται ὅτι ἀκούσας <δὲ> τὸν λόγον ὁ νεανίσκος ἀπῆλθε λυπούμενος· ἧν γὰρ ἔχων κτήματα πολλά. καὶ ὄψει γε (ὡς πρὸς τὴν ἀναγωγήν), τίνα τρόπον δυσαποσπάστως ἔχομεν τοῦ φρονεῖν τὸν πλοῦτον ἀγαθὸν εἶναι ἢ τὴν κάτω δόξαν, ἀλλὰ καὶ μᾶλλον θέλομεν, ἐπεὶ ἀγαπῶμεν τὴν ἐπιθυμίαν, τυχεῖν τῶν καὶ φαύλως ἐπιθυμουμένων ἢ ἀπαλλαγῆναι τῆς ἐπιθυμίας, καὶ μᾶλλον μὴ περιπεσεῖν οἶς φανταζόμεθα φοβεροῖς ἤπερ ἀποθέσθαι τὸν ἐχθρὸν τῷ φόβῳ τοῦ θεοῦ φόβον. ἀλλ᾿ οὐδὲ πρεσβύτερός τις εἰσῆκται καθεστηκὼς οὐδὲ ἀνὴρ καταργήσας »τ]ατοῦ νηπίου«, ἀλλὰ νεανίσκος ὁ τὸν λόγον ἀκούσας καὶ ἀπελθὼν λυπούμενος. τοιοῦτος γὰρ ἦν τὴν ψυχήν, διὸ καὶ καταλιπὼν τὸν Ἰησοῦν ἀπῆλθεν (ἐπὶ ψόγῳ γὰρ εἴρηται τὸ ἀπῆλθε), καὶ ἀπῆλθε λυπούμενος λύπην τὴν »τοῦ κόσμου«, τὴν »θάνατον« κατεργαζομένην. ἦν γὰρ ἔχων κτήματα πολλὰ ἅπερ ἠγάπα, ἀγαπῶν τὸ ὀργίζεσθαι καὶ τὸ λυπεῖσθαι (διὸ ἀπῆλθε λυπούμενος) καὶ ὅσα ἀπὸ κακίας ἦν <αὐτῷ γεγεννημένα> κεκρατηκότα τῆς ψυχῆς αὐτοῦ, εἰ μέντοι ἐπὶ τῆς ἱστορίας μένοις κατά τινα τῶν προαποδεδομένων διήγησιν ἐξ ἡμισείας εὕροις ἂν ἐπαινετὸν καὶ ἐξ ἡμισείας ψεκτὸν τὸν νεανίσκον τοῦτον. ᾗ μὲν γὰρ οὐκ ἐμοίχευσεν οὐδὲ ἐφόνευσεν οὐδὲ ἔκλεψεν οὐδὲ ἐψευδομαρτύρησεν, ἀλλὰ καὶ ἤδη νεανίσκος ὢν ἐτίμησε τὸν πατέρα καὶ τὴν μητέρα καὶ ἐλυπήθη ἐπὶ τοῖς τὴν τελειότητα ὑποτιθεμένοις λόγοις τοῦ Ἰησοῦ καὶ ἐπαγγελλομένοις αὐτήν, εἰ ἀποδοῖτο τὰ ὑπάρχοντα, ἀστεῖόν τι ἦν ἐν αὐτῷ. ᾗ δὲ ἀπῆλθεν ἀπὸ τοῦ Ἰησοῦ λυπούμενος διὰ τὰ κτήματα, δέον αὐτὸν χαίρειν, ὅτι ἀντ᾿ ἐκείνων ἔμελλεν ἔχειν θησαυρὸν ἐν οὐρανῷ, καὶ ἀκολουθῶν τῷ Ἰησοῦ κατ᾿ ἴχνη βαίνειν υἱοῦ θεοῦ, ψεκτὸς ἦν.

  5. 15.20.1

    Ἀπελθόντος δὲ αὐτοῦ, εἶπεν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν, ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἐφ᾿ ᾦ παρατηρητέον ὡς τοῦ σωτῆρος ἀκριβῆ λόγον τὸν ἀναγεγραμμένον. οὐκ εἶπε μὲν γὰρ ὅτι πλούσιος οὐκ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐπείπερ εἰ τὸ τοιοῦτον εἰρήκει, ἀποκεκλείκει ἄν <πάντως> τὸν πλούσιον ἀπὸ τῆς τῶν οὐρανῶν βασιλείας. φησὶ δὲ ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται· τὸ χαλεπὸν μὲν πρὸς σωτηρίαν τοῦ πλουσίου παριστὰς οὐ μὴν <τὸ> ἀδύνατον ***, ὄπερ ἐπὶ μὲν τοῦ ῥητοῦ αὐτόθεν λόγον ἔχειν φαίνεται, δυναμένων πλουσίων μετὰ δυσκολίας ἀντιστῆναι τοῖς πάθεσι καὶ ταῖς ἁμαρτίαις καὶ μὴ πάντη ὑπ᾿ αὐτῶν ἁλῶναι. εἰ δὲ τροπολογούμενος <ὁ πλούσιος> παραλαμβάνοιτο, ζητήσεις πῶς κἂν δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. τὴν δὲ δυσκολίαν τῆς εἰσόδου τοῦ ἑκατέρως νοουμένου <πλουσίου εἰς σωτηρίαν> ἐμφαίνει ἡ παραβολὴ τῷ εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρύπης ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἐν ᾖ παραβολῇ ὁ μὲν πλούσιος παραβάλλεται καμήλῳ, οὐ διὰ τὸ ἀκάθαρτον τοῦ ζῴου μόνον ὡς ὁ νόμος ἐδίδαξεν, ἀλλὰ καὶ <διὰ> τὴν ὅλην αὐτοῦ σκολιότητα, ἡ δὲ τῶν οὐρανῶν βασιλεία τρυμαλιᾷ ῥαφίδος, εἰς παράστασιν τοῦ πάνυ στενὴν εἶναι καὶ εἰς ὑπερβολὴν τεθλιμμένην τὴν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἴσοδον τῷ ἑκατέρῳ πλουσίῳ. δηλοῖ δ᾿ ὅ <ὡς> αὐτόθεν μὲν ἀδύνατον τὴν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν. <δυνατὸν δὲ ὅσον πρὸς τὸν θεόν, οὕτως καὶ τὸν πλούσιον ὅσον πρὸς αὐτὸν ἀδύνατον εἰς τὴν βασι- λείαν τῶν οὐρανῶν εἰσελθεῖν>. τῷ δὲ δυνατὰ εἶναι τῷ θεῷ πάντα καὶ τὸ τοιοῦτον αὐτῷ δυνατόν ἐστιν, ἀφάτῳ δυνάμνει <ἤ> τὴν παχύτητα τοῦ φαύλου λεπτύνοντι ἤ τὴν στενότητα τῆς εἰσόδου χωρητὴν αὐτῷ ποιοῦντι. ὅτι γὰρ τοῦ δυσκόλως εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν τὸν πλούσιον παράδειγμα ἔλαβε τὴν τρυμαλιὰν καὶ τὴν κάμηλον ἀλλ' οὐ τοῦ ἀδυνάτου, δῆλον ἐκ τοῦ πρὸς τοὺς μαθητὰς εἰρῆσθαι (φήσαντας· τίς ἄρα δύναται σωθῆναι;) τὸ παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ θεῷ πάντα δυνατά. οὐκοῦν δυνατὸν καὶ τὴν κάμηλον εἰσελθεῖν διὰ τρυμαλιᾶς ῥαφίδος. ἀλλ' οὐ παρὰ ἀν θρώποις δυνατόν. <παρὰ δὲ θεῷ>· οὕτως δὲ καὶ τὸν πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ. τὰς δὲ ἐφόδους τοῦ πῶς ἄν τὰ τοιαῦτα ποιήσαι ὁ θεὸς δυνατά, αὐτὸς ἄν εἰδείη καὶ ὁ Χριστὸς αὐτοῦ καὶ ᾧ ἄν ἀποκαλύψῃ ὁ υἱὸς αὐτοῦ. Ὁ μὲν οὖν διαβεβηκὼς ἐν σοφίᾳ καὶ λόγῳ ἐπιτολμήσαι ἄν ἐπὶ πλεῖον καὶ τῇ περὶ τῆς ῥαφίδος καὶ τῆς τρυμαιᾶς αὐτῆς σδιηγήσει. ἡμεῖς δὲ τοσοῦτον παραθησόμεθα ὅτι ἐστί τινα ἐν τῷ νόμῳ γινόμενα τέχνῃ ῥαφιδευτοῦ χρῄζοντος ῥαφίδος, ἵνα κατὰ σοφίαν θεοῦ ποιήσῃ τὰ ἔργα <τις> ἧς ἀνείληφε τέχνης. ὡς οὖν νοηθείη τὰ τοῦ ῥαφιδευτοῦ ἔργα κἀκείνη ἡ ῥαφίας, νοηθήσεται καὶ τὰ νοηθήσεται καὶ τὰ τῇδε λελεγμένα· ἅπερ νῦν λέγειν καὶ σαφηνίζειν τάχα μὲν καὶ ὑπὲρ ἡμᾶς ἐστι, τάχα δὲ καὶ τῷ εἰδότι πολλῆς ἄν καὶ ἀκαίρου /ρχοιτο παρεκβάσεως. δύο τὲ προκειμένων, τοῦ κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν καὶ τοῦ πλούσιον εἰς τὴνβασιλείαν τοῦ θεοῦ, εὐκοπώτερον εἶναι;φησι τὸ πρότερον. καὶ ζητήσεις γε ἐν τοῖς ἀνθρώποις ἄλλον μὲν τὸν κάμηλον <γενόμενον> εἰσερχόμενον διὰ τρυμαλιᾶς ῥαφίδος, ἄλλον δὲ τὸν πλούσιον (ἀδυνάτως <μὲν> ἀμνθρώποις δυνατῶς δὲ τῷ θεῷ) εἰσερχόμενον εἰς τὴν βασιλείαν τοῦ θεοῦ· οὕτως δὲ καὶ ἐπὶ τῆς καμήλου καὶ ἐπὶ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος, ὁστισποτοῦν ἐᾶν εὑρεθῇ κάμηλος καὶ ἡτισοῦν ἐᾶν νοηθῇ [κάμηλος] τρυμαλιὰ ῥαφίδος, [ἥ] εἰσελεύσεται δι' ἐκείνης· ὅτι ἀδύνατον μὲν ἀνθρώποις, παρὰ δὲ θεῷ καὶ τοῦτο δυνατόν. εἰ δὲ ἐμφαίνει ταῦτα καὶ παρίστησι τελικά τινα μυστήρια καὶ ἐπί <τινατ> τέλος ἄγοντα διά τινων ὁδῶν θεῷ μόνῳ δυνατῶν ἤ μή, ὁ δυνάμενος ἐξεταζέτω.

  6. 15.21.1

    Ἑξῆς ἔστιν ἰδεῖν τὰ περὶ τοῦ τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; καὶ ταῦτα δὲ ὁ μέν τις τηρήσει κατὰ τὴν λέξιν, ὁ δέ τις ἀνασκευάσας τὸ τῆς λέξεως ὡς οὐ μεγαλοφυὲς τροπολογήσει. ὁ μὲν οὖν τῇ λέξει παριστάμενος τοιαῦτα ἐρεῖ· ὥσπερ ἐπὶ τῆς δόσεως οὐ τὸ διδόμενον, ἀλλὰ τὴν <τοῦ διδόντος> προαίρεσιν ἀποδεχόμενος ὁ θεὸς δικαιοῖ καὶ <μᾶλλον> ἀποδέχεται τὸν τὸ ἔλαττον προαιρέσει τελειοτέρᾳ δεδωκότα παρὰ τὸν τὸ πλεῖον ἐκ πλειόων καὶ διαθέσει ὑποδεεστέρᾳ (ὡς δῆλόν ἐστιν ἐκ τῶν ἀναγεγραμμένων περὶ τῆς <μεγάλης> δόσεως τῶν πλουσίων καὶ τῶν δύο πεπτῶν, ἅτινα ἡ χήρα εἰς λόγον πενήτων ἔβαλεν εἰς τὸγαζοφυλάκιον). οὕτως καὶ ἐπὶ τῶν διὰ τὴν πρὸς τὸ θεῖον ἀγάπην καταλιπόντων ἅ κέκτηνται, ἵνα ἀπερισπάστως ἀκολουθῶσι τῷ Χριστῷ τοῦ θεοῦ πάντα πράττοντες κατὰ τὸν λόγον αὐτοῦ, οὐ πάντως μᾶλλον ἀπόδεκτος ὁ τὰ πλείονα καταλιπὼν τοῦ τὰ ἐλάττονα, καὶ μάλιστα ὅτε τύχοι ὅλῃ ψυχῇ τις καταλιπὼν τὰ ἐλάττονα, παρὰ τὸν δοκοῦντα καταπεφρονηκέναι τῶν πλειόνων. εἰ καὶ μικρὰ οὖν καὶ εὐτελῆ ὁ Πέτρος καταλέλοιπεν ἅμα τῷ ἀδελφῷ αὐτοῦ Ἀνδρέᾳ, ἡνίκα ἀκούσαντες ἀμφότεροι τὸ »δεῦτε ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων«, »εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολού- θησαν αὐτῷ«, ἀλλ' οὐ μικρὰ λελόγισται παρὰ τῷ θεῷ κατανοήσαντι ὅτι ἀπὸ ἕξεως αὐτὸ τοιαύτης πεποιήκασιν, ὡς εἰ καὶ ἐκέκτηντο πολλὰ κτήματα καὶ πλεῖστα ὑπάρχοντα, μὴ ἄν ὑπ' αὐτῶν κατασχεθῆναι μηδὲ ἐμποδισθῆναι τὴν ὁρμὴν βουλομένων ἀκολουθῆσαι τῷ Ἰησοῦ. καὶ θαρρῶν (οἶμαι) ἐπὶ τῇ προαιρέσειμᾶλλον ἤ τῷ ὕλῃ ὧν καταλέλοιπενὁ Πέτρος παρρησιασάμενος εἶπε τῷ Ἰησοῦ τὸ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;εἰκὸς δὲ νοεῖν μὴ δίκτυα μόνον αὐτὸν καταλελοιπέναι | ἀλλὰ καὶ οἶκον καὶ γυναῖκα, ἧς ἡ μήτηρ ἐπιστάντος τοῦ Ἰησοῦ ἀπήλλακται τοῦ πυρετοῦ· στοχάσαιτο δ' ἄν τις ὅτι δυνατὸν καὶ τέκνα αὐτὸν καταλελοιπέναι, οὐκ ἀδύνατον δὲ καὶ κτῆσίν τινα βραχεῖαν.

  7. 15.21.2

    Μέγα οὖν δηλοῦται περὶ τοῦ Πέτρου καὶ τοῦ ἀδελφοῦ αὐτοῦ, ἐπείπερ ἀκούσαντες τὸ »δεῦτε ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων« μηδὲν ἀναβαλλόμενοι »εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ«, οὐ μιμησάμενοι τὸν εἰπόντα· »ἀλλὰ πρῶτον ἐπίτρεψόν μοι εἰς τὸν οἶκόν μου ἀπεελθεῖν καὶ ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου«, οὐδὲ παραττλήσιόν τι ποιήσαντες τῷ λέγοντι· »ἐπίτρεψόν μοι πρῶτον ἀπελθεὶν καὶ θάψαι τὸν πατέρα μου«. καὶ πρόσχες ἐπιμελῶς ὅτι ἀξιολ ἀξιολόγως πληγέντες ὐπὸ τῆς προστάξεως τοῦ’ Ἰησοῦ καὶ τῆς ἐπαγγελίας αὐτοῦ, καὶ πιστεύσαντες ὄτι ὀλίγην ἀλισυτικ]ν καταλιπ΄ντες τὴν ἰχθώων ἀνθρώπους ἔμελλον ἀγρεύειν πρὸς σωτηρίαν, καὶ οίονεὶ τρωθέντες ὐπότε τῆς εἰς τὸν Ἰησοῦν κὰι ἦς ἐπηγγεείλατο αὐτοῖς διακονίας φιλανθρώπου μέλλουσιν ἀνδδρώπους θηρεύειν, »εὐθέως ἀφέντες τὰ δίκτυα« καὶ ὠσπερεὶ ἐπιλαθόμενοι τῶν οἴκοι »ἠκολούθησαν αὐτῷ«, ὠς ἄξιον γεγονέανι <ἐπὶ ἐκείνῃ>ἐπ’ ἐκείηῃ τῇ ὁρμῇ τὸν Πέτρον σεμνύνασθαι καὶ εἰρηκέναι τὸ προειρημένον. ἄμα δὲ παρατηρητέον ὄτι τοῦτο εἴρηχεν ὁ Πέτρος κατανοήσας μὲν τὴν εἰρημένην ὐπὸ τοῦ Ἰησοῦ φωνήν. εἰ θέλεις τέλειος εἶναι ὔπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἔξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι, θεασάμενος δὲ καὶ τὸν ἀκούσαντα νεανίσκον καὶ μετὰ λύπης ἀπεληλυθότα, ἐπείπερ πρροκεκρρίκει τὰ πολλὰ ἐπὶ τῆς γὴς κτήματα τοῦ τέλειος ἐν θεῷ γενέσθαι, νοήσας δὲ καὶ τὸ δύσκολον περὶ τοῦ εἰσελθεὶν ἐἰς τὴν τῶν οὐραῦνων βασιλείαν τοῦ πλουσίου, ὡσπερεὶ καὶ αὐτὸς οὐκ εὐχερὲς πρᾶγμα ποιῶν ἐν τῷ πάντα καταλελοιπέναι καὶ ἡκολουθηκέενοι τῷ σωτῆρι, εἶπε τὰ προκείμενα. διὰ καὶ παρρησισαμένῳ τῷ Πέτρῳ ἀποκρίνεται τὰ τῆς ἐπιφερομένης μεγάλης ἐπαγγελίας ὀ σωτὴρ πεερὶ τοῦ μέλλειν ἔνα τῶν κριτῶν τοῦ Ἰσραὺλ ἔσεσθαι τὸν πέτρον.

  8. 15.22.1

    Ὁ δὲ τῆς λέζεως <ὠς> οὐχ ἰκανῆς πεῖσαι μεγαλοφυῆ ἀκροατὴν καταφρονήσας, ὠς καὶ ἄλλων λέζεων τῆς γραφῆς τὸ σεεμνὸν ἐν τῇ ἀναγωγῆ ἐχουσῶν, τοιαῦτα φήσει ὅτι αὐτό τὸ τὸ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι, δικτυδίου καταλειφθέντος καὶ πενιχρᾶς οἰκίας καὶ ἐπιπόνου ἐν πενίᾳ βίου, οὐ πάνυ τι <μέγα ἐστὶν οὐδὲ> ἀξίως λέλεεκται τοῦ τηλικούτου μαθητοῦ, ᾦ »σὰρξ καὶ αἶμα οὐκ ἀπεκάλυψεν« ὅτι Ἰησοῦς εἴη »ὁ Χρι στὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζπωντος«, »ἀλλ’ ὁ ἐν τοῖς οὐρανοῖς πατὴρ« αὐτροῦ, καὶ ᾦ λέλεκται τὸ »σὺ εἶ ὁ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾄλου οὐ κατισχύσουσιν αὐτῆς«. ἀλλὰ οὐποτε τὰ <προ-> αποδελομένα εἰς τὴν διήγησιν τοῦ· ὔπαγε πύλησόν σου τὰ ὐπάρχοντα καὶ τὰ ἐξῆς χρήσιμα <καὶ ἀληθινὰ> εἰς τὰ προκείμενά ἐστι. πέτρος γὰρ ἀφῆκε πάντα, ἐφ’ οἶς ἀμαρτωλὸς ἦν καὶ δἰ ἄ εἶπεν· »ἔξελθε ἀπ’ ἐμοῦ, κύριε, ὄτι ἀνὴρ ἀμαρτωλὸς ἐγώ εἰμι«, καὶ μέγας αἰτοῦ ἔπαινος ἦν τεθαρρηκότος ἐπὶ τῷ μηκέτι ἀμαφτάνειν λέγειν· ἀφήκαμεν πάντα, καὶ οὐ μόνον τὰ χείρονα καταλοίπαμεν ἀλλὰ καὶ ἠ κολουθήσαμέν σοι. τὸ δὲ σοὶ ἠκολουθήσαμεν ἴσον δύναται εἶναι τῷ· ἀπολαύψαντος ἡμῖν <κατὰ πάντα, ὡς Πέτρῳ, τοῦ> πατρὸς ὅστις εἶ, καὶ ὄτι δικαιοσύνη τρὸς ὄστις εὶ, καὶ ὄτι δικαιοσύνη εἶ, ἠκολουήσαμέν σοι καθὸ δικαιοσύνη τυγχάνεις, οὔτω δὲ καὶ καθὸ ἁγιασμὸς καὶ καθὸ σοφία καὶ καθὸ εἰρήνη καὶ καθὸ ἀλήθεια καὶ καθὸ ὁδὸς ἡ φέρουσα πρὸς θεὸν καὶ καθὸ ζωὴ ἀληθινή διάπερ ὡς ἀθλη- <τὴς νικη> τὴς μετὰ τὸν ἀγῶνα πυνθανόμενος τοῦ ἀγωνοθέτου, εἰ τύχοι μὴ ἐπιστάμενος τὰ ἐπὶ τῷ ἀγῶνι ἆθλα, πυνθάνεται τοῦ σωτῆρος λέγων μετὰ τῆς ἐπὶ τοῖς ἀνδραγαθήμασι παρρησίας τὸ τί ἄρα ἐσται ἡμῖν; καὶ ἔἴπερ βουλόμεθα τὰ πρὸς Πέτρον εἰρημένα τὰ κατὰ τὴν πεῦσιν αὐτοῦ καὶ αὐτὶ λαβεῖν, ἀφῶ| μεν ὁμοίως πάντα, μηκέτι περιεχόμενοι τῆς καίας καὶ τῆς κατ' αὐτὴν ἐνεργείας, καὶ ἀκολουθήσωμεν τῷ τοῦ θεοῦ λίγῶ, ἴνα ἡμῖν εἴπῃ καὶ πᾶσι τοῖς ἀκολουθήσασιν αὐτῷ τὰ ἐπιφερόμενα οἴτως ἔχοντα· ὀ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὐμῖν ὄτι ἡμεῖς οἱ ἀκολουθήσαντές μοι καὶ τὰ ἐξῆς. ἄπερ καὶ αὐτὰ καὶ ἀπλούστερον ἔχει τινὰ προτρεπτικὸν ἐπὶ τὸ καταλιπεῖν πεῖν τὰ ὐπάρχοντα νοῦν, καὶ ἔτερον παρὰ τοῦτον βαθύτερον. ὁ μὲν οὖν κατὰ τὴν λέξιν ἐρμηνεύων τὸν τόπον τοῦ εὐαγγελίου τοιαῦτα ἐρεῖ· <οὐ>πάντας εἶπεν ἀκολουθεῖν τῷ Ἰησοῦ ὁ λόγος, ἀλλὰ τοὺς μὲν τότε ἀποστόλους καὶ <τοὺς> ὁμοίως ἐκείνοις ἐπιμόνως αὐτῷ ἀκολουθήσαντας <ἀκολουθήσαντας ἑαυτῷ> ὠνόμασεν· τοὺς δὲ μεταγενεστέρους ἐδήλωσε <τῷ> καὶ πᾶς ὄστις ἀφῆκεν ἀδελφοὺς ἤ ἀδελφὰς καὶ τὰ ἐξῆς. ἀλλ’ ὠς βιαίως διηγγησάμενον τὸ ἀκολουθεὶν ἀνατρέψει τις λέγων περὶ πάντων εἰρῆςσθαι τὸ ἀκολου θεῖν ἐν τῷ »ὅς ἄν μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθήσῃ ὀπίσω μου, οὐκ ἐστι μου ἄξιος εἶναι μαθητής«.

  9. 15.22.2

    Οἰ τοίνυν ἀκολουθήσαντες τῷ σωτῆρι καθεδοῦνται ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. καὶ ταύτην λήψονται τὴν ἐξουσίαν ἐν τῇ ἀνα στάσει τῶν νεκρῶν· αὕτη γάρ ἐστιν ἡ παλιγγενεσία καινή τις γένεσις οὖσα, ὄτε οὐρανὸς καινή τις γένεσις οὖσα, ὄτε οὐρανὸς καινὸς καὶ [ἡ] γῆ καινὴ τοῖς ἐαυτοῦς ἀνακαινώσασι κατίζεται καὶ καινὴ διαθήκη παραδίδοται καὶ τὸ ποτήριον αὐτῆς.

  10. 15.23.1

    ἐκείνης δὲ τῆς παλιγγενεσίας παλιγγενεσίας προοίμιόν ἐστι τὸ καλούμενον παρὰ τῷ Παύλῳ λουτρὸν παλιγγενεσίας, καὶ ἐκείνης τῆς καινότητος <μυστήριόν ἐστι> τὸ ἐπιφερόμενον τῷ λουτρῷ τῆς παλιγγενεσίας ἐν τῷ »ἀνακαινώσεως πανεύματος«. τάχα δὲ καὶ κατὰ μὲν τὴν γένεσιν »οὐδείς ἐστι καθαρὸς ἀπὸ ῥύπου, οὑδ' εἰ μία ἡμέρα εἴη ἡ ζωὴ αὐτοῦ« διὰ τὸ περὶ τῆς γενέσεως μυστήριον, ἐφ'ᾖ τὸ ὑπὸ τοῦ Δαυΐδ ἐν πεντηκοστῷ ψαλμῷ λελεγμένον ἕκαστος ἂν τῶν εἰς γένεσιν ἐληλυθότων λέγοι, ἔχον οὕτως ὅτι »ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου«. κατὰ δὲ τὴν ἐκ λουτροῦ παλιγγενεσίαν πᾶς μὲν »καθαρὸς ἀπὸ ῥύπου« ὁ γεννηθεὶς »ἄνωθεν« »ἐξ ὕδατος καὶ πνεύματος«, ἵνα <δὲ> τολμήσας εἴπω καθαρὸς »δἰ ἐσόπτρου« καὶ »ἐν αἰνίγματι. κατὰ δὲ τὴν ἄλλην παλιγγενεσίαν, ὅταν καθίσῃ ὁ υἱὺς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, πᾶς ὁ εἰς τὴν ἐν Χριστῷ παλιγγενεσίαν ἐκείνης φθάσας καθαρώτατός ἐστιν »ἀπὸ ῥ΄φπον« <καὶβλέπει>»πρόσωπον πρὸς πρόσωπον«, καὶ αὐτὸς »διὰ λουτροῦ παλιγγενεσίας« φθάνων ἐπ' σύνες πῶς Ἰωάννης, ὁ »ἐν ὅδατι« βαπίζων »εἰς μετάνοιαν« λέγει περὶ τοῦ σωτῆρος τὸ »αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί«.

  11. 15.23.2

    Ἐν μὲν οὖν τῇ διὰ λουτροῦ παλιγγενεσίᾳ συνετάφημεν τῷ Χριστῷ. »συνετάφημεν γὰρ αὐτῷ (κατὰ τὸν ἀπόστολον) διὰ τοῦ βαπτίσματος«. ἐν δὲ τῇ τοῦ διὰ πυρὸς καὶ πνεύματος λουτροῦ παλιγγενεσίᾳ σύμμορφοι γινόμεθα »τῷ σώματι τῆς δόξης« τοῦ Χριστοῦ καθεφμένου ἐπὶ θρόνου δόξης αὐτοῦ καὶ αὐτοὶ καθεζόμενοι ἐπὶ δώδεκα θρόνους, εἰ καὶ ἀφέντες πάντα (ὁποτερωσοῦν *** μᾶλλον δὲ κατὰ τὸ δεύτερον) ἠκολουθήσαμεν Χριστῷ. τότε δὲ ὅταν καθίςῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, πληροῦται ἡ λέγουσα προφητεία.»εἶπεν ὁ κύριος τῷ κυρίῳ μου. κάθου.ἐκ δεξιῶν μου ἕως ἂν θῶτοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«. καὶ τό<τε> »δεῖ αὐτὸν βασιλεύειν, ἄχρις οὖ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ«, ἕως οὗ »ὁ ἔσχατος ἔχθρὸς θάνατος« καταργηθῇ, οὗ καταργηθέντος Οὑκέτι ἔσται πρὸ προσώπου τῶν σωζομένων θάνταος ἀλλὰ μόνη ζωὴ ἡ πιστευομένη. θανάτου μὲν γὰρ ὄντος πρὸ προσώπου <ἀνθρώπων> δἰ ἐκεῖνον ἀπιστεῖται ὐπὸ τῶν κρατουμένων ὑπ'αὐτοῦ ζωή· καταργηθέντος δὲ θανάτου πιστεύεται ὑπὸ πάντων ἡ ζωή. ἐν δὲ τῷ νόμῳ εὑρήσεις καὶ τὸ »τέθεικα τὴν ζωήν καὶ τὸν θάνατον πρὸ προσώπου σου« καὶ τὸ »ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλκρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν« καί. »οὐ μὴ πιστεύσητε τῇ ζωῇ ὑμῶν«. καθέζεται δὲ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, οὑδενὸς ἀτίμου καὶ ἀδόξου ἐνν θεῷ βασιλευομένου ὑπ'αὐτοῦ. πάντες γὰρ τότε οἱ μὴ »δόξαν παρὰ ἀνθρώπων« λαμβάνοντες μηδέ <τι> ποιοῦντες πρὸς τὸ δοξασθῆναι »ὐπὸ τῶν ἀνθρώπων«, ἀλλὰ τὴν δόξαν τὴν ἀπὸ »τοῦ μόνου« ζητοῦντες, βασιλευθήσονται ὑπὸ τοῦ καθημένου ἐπὶ θρόνου δόξης αὐτοῦ. τότε δὲ καὶ ἀποδίδοται τὰ τῆς εὐχῆς τῷ σωτῆρι εὐξαμένῳ καὶ εἰπόντι. »πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ κόσμον εἶναι«.

  12. 15.24.1

    Εἰ δὲ δύνασαι νοῆσαι τὸν λόγον ἀποκαταστάντα μὲν μετὰ τὸ γεγονέναι αὐτὸν σάρκα καὶ ὅσα γέγονε τοῖς γεννητοῖς, γινόμενος αὐτοῖς ὅπερ ἕκαστος αὐτὸν <ἐαυτῷ> ἔχρῃζε γενέσθαι, ἵνα τοὺς πάντας κερδήσῃ, καὶ ἀποκαταστάντα, ἵνα γένηται ὁποῖος »ἦν ἐν ἀρχῇ τὸν θεόν«, (θεὸς λόγος ὢν) ἐν τῇ ἰδίᾳ δόξῃ, ὡς λόγου τοιούτου δόξῃ. ὅψει αὐτὸν καθεζόμενον ἐπὶ θρονου νου δόξης αυτοῦ, καὶ οὐχ ἔτερον αὐτοῦ τὸν υἰὸν τοῦφ ἀνθρώπου, τὸν κατὰ τὸν Ἰησοῦν ἄνθρωπον νοούμενον· ἓν γὰρ οὖτος τῷ λόγῳ γίνεται, παντὸς μᾶλλον τῶν διὰ τὸ κολλᾶσθαι »τῷ κυρίῳ« γινομένων »ἓν πνεῦμα« πρὸς αὐτόν. τότε δέ, ἡνίκα ἂν ταῦτα ἐν τῇ ἀποκαταστάσει τοῦ σωτῆρος γένηται, καὶ οἱ ἀφέντες πάντα καὶ ἀκολουθήσαντες αὐτῷ καθεδοῦνται, ὡς σύμμορφοι γενόμενοι »τῷ σώματι« καὶ τῷ θρόνῳ τῆς δόξης τοῦ Χριστοῦ, ἐπὶ θρόνους δώδεκα κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. ὁ γὰρ ὅλος βίος τῶν δικαίων κρινεῖ τὰς μὴ πεπιστευκυίας δώδεκα φυλὰς τοῦ Ἰσραήλ, καὶ κρινοῦσί γε οἱ ἀπόστολοι καὶ οἱ τὸν ἀποστολικὸν ἐζηλωκότες βίον καὶ κατωρθωκότες τοὺς εὐγενεῖς μὲν (διὰ τὸ εἶναι αὐτοὺς Ἰσραηλίτας) οὐ τὰ ἄξια δὲ τῆς εὐγενείας πεποιηκότας. τάχα δὲ τὸ μὲν »ἐν ὑμῖν κρίνεται ὁ κόσμος« πρὸς Κορινθίους λελεγμένον λέγεται πρὸς τοὺς ἀπὸ τῶν ἐθνῶν, τὸ δὲ καθίσεσθε καὶ αὐτοὶ ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοὺ Ἰσραὴλ πρὸς τοὺς ἀποστόλους καὶ τοὺς τὸν ἀποστολικὸν βίον ἐζηλωκότας, κρινοῦντας τοὺς εὐγενεστέρους τοὺ ὅλου κόσμου ὄντας τὸν Ἰσραήλ. ἀλλὰ νόησον ἐν τούτοις ἀξίως τῆς μεγαλονοίας τοῦ εὐαγγελίου τὸν Ἰσραὴλ εὐγενῆ μὲν καὶ πεφυκότα κρειττόνως, οὐ πεπιστευκότα δέ. ἀνάγειν δὲ μετὰ τὸν περὶ τοῦ Ἰσραὴλ καὶ τὸν περὶ τῶν δώδεκα φυλῶν λόγον (ὥστε δώδεκα τάγματα εἰπεῖν γενικὰ ψυχῶν καὶ εὐγενεστέρων, ὧν αἱ μὲν διαφέρουσαι ἐν ὑπεροχῇ εἰσιν αἱ δὲ καθ᾿ ἕνδεκα μοίρας τεταγμέναι λοιπαὶ <ἐν> τάξει δευτέρᾳ), ὑπὲρ ἧμᾶς ἐστι μὴ τηλικαῦτα θεωροῦντας, ὡς δυνηθῆναι παραστῆσαι πῶς δώδεκά εἰσιν αστέρες οἱ πατέρες τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, ὥσπερ ἐδήλου τὸ προφητικὸν (ἵν’ οὕτως ονομάσω) ὄναρ τοῦ Ἰωσήφ. οἱονεὶ δὲ καὶ ἕκαστος τῶν κρινομένων Ἰσραηλιτῶν ὑπό τινος ἢ συνωνύμου ἄστρου ἢ ἄστρῳ παραπλησίου ἀποστόλου καὶ τοῦ τὸν ἀποστολικὸν βίον βιώσαντος κριθήσεται.

  13. 15.25.1

    Εἰ μὲν οὖν τις πάντα ἀφῆκε καὶ ἠκολούθησε τῷ Ἰησοῦ, τῶν εἰρημένων πρὸς τὸν Πέτρον κατὰ τὴν πεῦσιν αὐτοῦ τεύξεται· εἰ δὲ οὐ πάντα μὲν τὰ δὲ ἐπιφερόμεαν, ὁ τοιοῦτος πολλαπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. τίνα δὲ οὐ πάντα ἀλλ’ εἰδικῶς λελεγμένα, κατανοητέον ἐκ τοῦ καὶ πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺς ἢ ἀδελφὰς καὶ τὰ ἑξῆς. καὶ τοῦτο δὲ ὅτι μὲν ἔχει οὐκ εὐκαταφρόνητον λόγον καὶ κατὰ τὸ ἁπλοῦν τῆς ἐκδοχῆς καὶ προτρεπτικὸν τῆς ἐκδοχῆς καὶ προτρεπτικὸν ἐπὶ τὸ πάσης σαρκικῆς συγγενείας καταφρονεῖν καὶ πάσης τῆς κτήσεως. πᾶς ὁστισοῦν ὁμολογήσει. εἰ δὲ καὶ τοῦτο ἐκιδέχεται ἀναγωγήν, ὁ μέν τις διστάσει ὁ δὲ καὶ ἀποφανεῖται ὅ τι ἔχει. καὶ σαφές γε κατὰ τὸ ῥητὸν ὅτι πολλοὶ τῶν πιστευσάντων εἰς τὸν σωτῆρα ἡμῶν ἑμισήθησαν ὑπὸ συγγενῶν καὶ εἵλαντο τούτους καὶ πᾶσαν κτῆσιν καταλιπεῖν ὑπὲρ τοῦ πεισθέντες ὅτι πᾶς ὅστις ἀφῆκε τοὺς κατὰ σάρκα ἀδελφοὺς καὶ τὰς συγγενεῖς μόνῳ τῷ σώματι ἀδελφὰς καὶ γονεῖς τῶν σωμάτων καὶ τὰ τέκνα τῆς σαρκὸς καὶ τοὺς ἐν τῇ ἐπικαταράτῳ γῇ ἀγροὺς καὶ τὰς ἐν αὐτῇ οἰκίας, ἄλλο τι ἀλλ’ ἕνεκεν τοῦ ὀνόματος Ἰησοῦ, πολλαπλασίονα λήψεται· πολλαπλασίονα γὰρ καὶ (εἰ δεῖ οὕτως ὀνομάσαι) ἀπειροπλασίονα οὐκ ἐν προσκαίρῳ ζωῇ, ἀλλ’ ἐν αἰωνίῳ γενόμενος, κληρονομήσει αὐτά. πολλαπλασίονας μὲν γὰρ ἀδελφοὺς καὶ ἀδελφὰς ὧν τις ἀφῆκε διὰ τὸν τοῦ θεοῦ λόγον, εὐχερὲς διηγήσασθαι· καὶ γὰρ ἐν τῷ κόσμῳ τούτῳ πολλαπλασίους οἱ κατὰ τὴν πίστιν ἀδελφοὶ τῶν δι’ ἀπιστίαν καταλελειμμένων ὑπὸ τῶν πιστευσάντων. οὕτω δὲ καὶ γονεῖς πάντας τοὺς ἀνεπιλήπτους ἐπισκόπους καὶ τοὺς ἀνεγκλήτους πρεσβυτέρους λαμβάνει τις, ἀνθ’ ὧν καταλέλοιπε δού· ὁμοίως δὲ καὶ τέκνα πάντας τοὺς ἡλικίαν ἔχοντας τέκνων. πῶς δὲ πολλαπλασίονας ἀγροὺς ἢ οἰκίας ὧν τις καταλέλοιπε κλγρονομεῖ, οὐκέτι ὁμοίως ἀποδοῦναι δύναται, ἂν μὴ ἄρα τις βιασάμενος ἐπ’ ὀλίγων τὸ τοιοῦτον παραστήσῃ, ὅπερ οὐκ εὔλογον· ἅπαξ δὲ ἀλληγορῶν τοὺς ἀγροὺς καὶ τὰς οἰκίας ἀναγκασθήσεται κατὰ τὸ ἀκόλουθον καὶ τὰ ἀνωτέρω τούτων ἀπόδοῦναι.

  14. 15.25.2

    Εἰσὶν οὖν (οἶμαι) ἐν ταῖςμακαρίαις ἁγίαις καὶ μακαρίαις δυνάμεσιν ἀδελφοὶ οἱ »εἰς ἄνδρα τέλειον« κατηντηκότες τῶν τὸ »μέτρον τῆς ἡλικίας τοῦ χριστοῦ« κεχωρηκότων καὶ ἀδελφαὶ πάντες οἱ παρθένος ἀγνὴ παραστησάμενοι Χριστῷ οὐκ ἀπˆ’ ἀνθρώπων (οἶμαι) μόνον, ἀλλὰ καὶ τῶν λοιῶν δυνάμεων. γονεῖς δὲ τοιοῦτοι εἶεν ὰν τίνες ἢ περὶ ὧν εἴρηται πρὸς τὸν Ἀβράμ· »σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης, τραφεὶς ἐν γήρᾳ καλῷ«; εἰ δὲ γίνονταί ποτε οὗτοι (ἀνάλογον ἐκείνοις τοῖς πατράσιν) ἑτέρων πατέρες, τοῖς πατράσιν) ἑτέρων πατέρες,, πολλοαπλάσιον καὶ τέκνα λήψονται ὁμοίως τῷ Ἀβραάμ. καὶ τοὺς ἀγροὺς δὲ καὶ τὰς οἰκίας πολλαπλασίονας τῶν καταλειπομένων νόει μοι ἐν τῇ ἀναπαύσει τοῦ θείου παραδείσου καὶ τῇ πόλει τοῦ θεοῦ, περὶ ἧς »δεδοξασμένα ἐλαλήθη«. ἧς »ὁ θεὸς ἐν ταῖς βάρεσι γινώσκεται, ὅταν ἀντιλαμβάνηται λαμβάνηταί αὐτῆς«, ἧς »ὁ θεὸς ἐν πρὸς τοὺς τὰς ἐκεῖ οἰκίας κληρονομοῦντας· »κααθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ θεοῦ ἡμῶν«, περὶ ἧς λέγεται· »καταδιέλεσθε τὰς βάρεις αὐτῆς«. ἐπὶ τοιούτοις δὴ κληρονομεῖν τὴν αἰώνιον ζωὴν μακάριον, τοσούτους ἔχοντας κληρονομ <ίαν αγρ>οὺς καὶ τοσαῦτα δένδρα ὑπὰθεοῦ γεωργούμενα καὶ οἰκίας ἐκ θεοῦ γεωργούμενα καὶ οὐκίας ἐκδοχῆς λίθων ζώντων, ἐν αἷς ἀναπαύσεται πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺςἢ ἀδελφὰς καὶ τὰ λοιπά.

  15. 15.26.1

    Μετὰ τοῦτό ἐστι τὸ πολλοὶ δὲ ἔσονται πρῶτοι 30 ἔσχατοι καὶ ἔσχατοι πρῶτοι. καὶ τοῦτο δὲ ἔχει μέν τινα καὶ κατὰ τὸν ἁπλούστερον νοῦν προτρέψα- σθαι δυνάμενα τοὺς ἄρτι προσερχομένους τῷ θείῳ λόγῳ ἐπὶ τὸ ἀναβῆναι παρὰ πολλοὺς τῶν νομιζομένων ἐγγεγηρακέναι τῇ πίστει ἐπὶ τὸν ὑπὲρ αὐτοὺς βίον καἲ λόγον, ὡς οὐκ ἐμποδίζοντος οὔτε χρόνου τοῖς ὕστερον πιστεύουσιν οὔτε γονέων μοχθηρῶν τοῖς αὑτοὺς ἀνεγκλήτως ἀγωνιζομένους παραστήσασιν. ἀγὼν δέ ἐστι καὶ καθελεῖν οἴημα διὰ τὸ ἐκ πατέρων <Χριστιανῶν> ἀνατετράφθαι ἐν Χριστιανισμῷ μέγα φρονούντων, καὶ μάλιστα ἐπὰν τύχῃ πατράσιν ἐπαυχεῖν καὶ προγόνοις προεδρίας ἠξιωμένοις ἐν τῇ ἐκκλησίᾳ, ἐπισκοπικοῦ θρόνου ἢ πρεσβυτερίου τιμῆς ἢ διακονίας εἰς τὸν λαὸν τοῦ θεοῦ· ἀμφότεροι γὰρ διδαχθέντες τὸ πολλοὶ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι ὡπομνησθήσονται μέτε ἐπὶ τῷ νομίζειν εἶναι πρῶτοι μέγα φρονεῖν μήτε συστέλλεσθαι καὶ ταπεινοῦσθαι, ὡς ἔλαττόν <τι> ἔχοντες τῶν προτέρων διὰ τὸ ἔσχατοι ἐκείνων τὰ τοῦ Χριστιανισμοῦ παρειληφέναι δόγματα.

  16. 15.26.2

    Ἔχει δ’ οἶμαι τὸ ῥητὸν <καὶ ἕτερον> λόγον ἀθρόως ἡμᾶς ἐπιστῆσαι δυνάμενον τοῖς πολλοῖς πρὸ ἡμῶν πρώτοις χρηματίσασιν ἀπὸ τοῦ Ἰσραὴλ γενομένοις διὰ τὴν εἰς τὸν Ἰησοῦν ἀπιστίαν καὶ προδοςίαν ἐσχάτοις, καὶ ἠμῖν τοῖς ἐσχάτοις τὰ πρωτεῖα δυναμέηοις λαβεῖν, ἐὰν ἐπιμένωμεν τῇ πάστει »μὴ ὑμηλο- Φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συν- Σαντες τῇ ῥίζῃ τῶν πατριαρχῶν Καὶ τῇ ἀπὸ τοῦ λόγου τῶν πατέρων 15 πιότητι συμφυεῖς γενώμεθα τῷ βου- Λήματι τοῦ πνευματικοῦ νόμου καὶ Τῶν ἀνάλογον αὐτῷ νοουμένων προ- Φητῶν, ἡμεῖς οἱ ἔσχατοι ἐσόμεθα πρῶτοι, Κἀκεῖνοι οἱ πρῶτοι, διὰ τὴν ἀπι- Στίαν ἐκκοπέντες ἀπὸ τῆς καλλιε- Λαίου Λεγόνασιν ἔσχατοι· καὶ γὰρ διὰ τὴν Χριστοῦ ἐπιδημίαν »εἰς κρίμα« τῷ κόσμῳ ἐπιδημή- Σαντος, ἵνα (τὰ ἔθνη) »οἱ μὴ βλέ- Ποντες βλψωσι καὶ οἱ βλέποντες (Ἰσραὴλ) τυφλοὶ μένωνται« διὰ τὴν ἀπιστίαν, »ὁ«μὲν» πρῶτοι, ὁ δὲ πρὸ ἡμῶν Ἰσραὴλ ὁ πρῶτος γέγονεν ἔσχατος καὶ »κάτω κάτω«. Οὕτω δὲ δύναται νοεῖσθαι καὶ τὸ »εἴ τις δέλει πρῶτος Εἶναι, ἔσται πάντων ἔσχατος«, ὡς Εἰ ἔλεγεν· ἐπεὶ νῦν τὰ πρωτεῖα Λαμβάνουσιν οἱ ἀπὸ τῶν ἐθνῶν εἰς ἐμὲ πιστεύοντες ἔσχατοι νομιζόμενοι ἐν τῷ Ἰσραήλ, ἔσχατοι δὲ κρίνονται Παρὰ τῷ θεῷ ὅλος ὁ λαὸς Τῶν ἀπιστηςάντων ἐν Ἰσραήλ, Κἂν νομίζωνται »διὰ τὸν χρόνον« εἶναι πρῶτοι. Εἴ τις <οὖν> βούλεται τὸ ἀληθινὸν πρῶτον ἀναλαβεῖν, γενέσθω ἐν τοῖς ὑπὸ τοῦ νῦν Ἰσραὴλ ἐσχάτοις εἶναι νενομισμένοις· ὃς ἂν γὰρ θέλῃ ἐν τοῖς οἰομένοις εἶναι πρώτοις, τῶν μὲν πρωτείων ἐπὶ τὰ ἔθην μεταβε- Βηκότων ἀποπεσεῖται, ἐν δὲ ἐσχάτοις ἀριθμηθήσεται· καὶ γὰρ οἱ μὲν ἀπὸ τῶν ἐθνῶν κεφαλὴ διὰ τὴν πίστιν γίνονται, ὁ Δὲ ἄπιστος Ἰσραὴλ διὰ τὴν ἀπιστίαν Οὐρά. Κατὰ τοῦτον τὸν λόγον πολλοὶ μὲν (οὐ πάντες δὲ) ἔσονται ἐκ πρώ- Των ἔσχατοι καὶ πάλιν πολλοὶ Μὲν τῶν ἐσχάτων ἔσονται πρῶτοι. Οὐ μὴν εἴ τις ἔσχατος προσελήλυθε, Τοῖς ἀπὸ τῶν ἐθνῶν πιστέύουσι Συναριθμεῖσθαι δοκῶν, οὗτος ἐν Πρώτοις λογισθήσεται. Εἰσὶ γὰρ καὶ πρῶτοι < γενόμενοι καὶ Οὐδὲν ἧττον διαμένοντες> πρῶτοι, ὡς οἱ τοῦ Χριστοῦ ἀπόστο-| Λοι, Ἰσραηλῖται τυγχάνοντες καὶ ἀκ σπέρματος Ἀβραάμ. Καὶ εἰσὶν ἔσχατοι <οὐδὲν ἧττον διαμένοντες> ἔσχατοι, οἱ πολλῷ ὑποδεέστερον βιοῦντες τῶν ἀπὸ τῆς ἐκκληςίας χρηματιζόντων ***.

  17. 15.27.1

    Μετὰ ταῦτα ἐπίστησον εἰ δύ- νασαι τὸ τῶν ἀγγέλων γένος πρῶ- Τον ὡς τιμι <ώτερ> ον λέγειν εἶναι Τοῦ τῶν ἀνθρώπων γένο <υς νομι- Σο> μένων ἐσχάτων. καὶ γὰρ ὡς ἐν τῷ Ἰὼβ γέγραπται· »ὅτε ἐγεννήθησαν ἄστρα, ᾔνεσαν Τὸν θεὸν πάντες οἱ ἅγγελοι αὐτοῦ«, ὡς πρεσβύτεροι καὶ τιμιώτεροι οὐ μόνον τοῦ ἀνθρώπου, ἀλλὰ καὶ πάσης τῆς μετ’ αὐτοὺς κοσμοποιίας. <καὶ οὕτως ἄν τις> τολμήσαι ἀποφήνασθαι ὄτι πολλοὶ μὲν ἀγγέλων οἳ πρῶτοι ἦσαν ἀν- 30θρώπων γίνονταί τινων ἀνθρώπων ἔσχατοι, πολλοὶ δὲ καὶ τῶν ἀν- Θρώπων οἳ ἔσχατοι τῇ φύσει τυγχάνουσι τῶν ἀγγέλων γίνονται διὰ τὸν βίον καὶ τὸν τοῦ θεοῦ λόγον τινῶν ἀγγέλων (ἐν πρώτοις μὲν τεταγμένων, γενομένων δὲ ἔκ τινων αἰτιῶν ἐσχάτων) πρῶτοι. παραλαβὼν δὲ εἰς τοῦτο ἀπό τε τῆς <Πέτρου> πρώτης ἐπιστολῆς καὶ τῆς Παύλου πρὸς Κορινθίους προτέρας ῥητὰ προσαχθήσῃ ὡς ὑγιῶς εἰρημένῳ τῷ λόγῳ. λέγει γὰρ ὁ μὲν Πέτρος· »εἰς ὃν ἄρτι μὴ ὁρῶντες (δηλονότι Ἰησοῦν Χριστὸν) πιστεύοντες δὲ ἀγαλλιᾶτε« καὶ τὰ ἑξῆς ἕως τοῦ »εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι«· ὁ δὲ Παῦλος· »ἢ οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά«; ὄρα οὖν εἰ μὴ οὗτοι μέν, ὅσον ἐτήρουν »τὴν ἑαυτῶν ἀρχὴν« καὶ οὐκ ἀπέλιπον »τὸ ἴδιον οἰκητήριον«, πολλῷ ἀνθρώπων διέφερον καὶ ἦσαν αὐτῶν πρῶτοι, ὧν ἀνθρώπων »ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ« γενομέ- νων εν τῳ τῆς ταπεινωσεως σωματι καὶ μόγις ποτέ λεγόντων τὸ »ταλαίπωρος ἐγὼ ἐγὼ ἄνθωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου« οἱ δέ ἄνθρωποι, ὅσον εἰς σύγκρισιν ἀγγέλων ἔσχατοι τυγχάνοντες, γίνονται ἀγγέλων πρῶτοι τῶν μὴ τηρησάντων »τὴν ἑαυτῶν ἀρχήν« ἀλλὰ ἀπολιπόντων »τὸ ἴδιον οἰκητήριον«, λαμβάνοντες τὴν ἀρχὴν κατὰ τὸ »ἴσθι ἐξουσίαν ἔχων ἐπάνων δέκα πόλεων« ἣ »ἴσθι ἐξουσίαν ἔχων ἐπάνω πέντε πόλεων«. γενόμενοι δὲ ἐν οἰκητηρίῳ ἀγγέλων τινὲς ἀπολελοίπασιν ποσιν 〈οὐτό, γίνονται δέ πρῶτοι ἄνθρωποι,> ἐπὰν ποιήσωσι αὐτοῖς τῆς τῶν οὐρανῶν βασιλείας τὰ ἀνάγοντα αὐτοὺς ἐπ αὐτήν · καὶ γὰρ οἱ μέν ἐν γῇ τῶν οὐρανίων ἔσχατοι, οἱ δέ ἐν οὐρανῷ τῶν ἐν γῇ πρῶτοι. καὶ γίνονται πολλοὶ μὲν τῶν οὐρανίων καὶ πρώτων ἔσχατοι, »εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ἐν ζόφῳ« τηρού- μενοι· πολλοὶ δὲ τῶν ἐσχάτων καὶ ἐπὶ γῆς γένεσιν ἀνειληφότων ἀναβαίνοντες, ὥστε τεθαρρηκότως λέγειν· ἡμῶν δέ τὸ πολίτευμα ἐν ουρανοις υπαρχει«, 〈πρῶτοι γίνονται〉. καὶ αὐτός γε ό ὡς ἀστραπὴ »ἐκ τοῦ οὐρανοῦ« πεσὼν πρῶτος ἦν, ἡνίκα περιεπάτει »ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ« ἄμωμος, ἕως εὑρέθη ἀνομία ἐν αὐτῷ καὶ γέγονεν ἔσχατος εἰς ᾄδου καταβάς, ὡς τοὺς ἰδόνοτας αὐτὸν θαυμάζειν ἐπ' αὐτῷ, καὶ λέγειν· »καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης. κατέβη εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου«. οὕτω δέ καὶ ἔσχατος ἦν πᾶς καὶ ἀνόητος καὶ ἀπειθής, δουλεύων »ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ« διάγων, στυγητὸς καὶ μισῶν, ἀλλὰ γέγονε πρῶτος, »ὅτε ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ« »διὰ λουτροῦ παλιγγενεσίας κοὶ ἀνακαινώσεως πνεύματος ἁγίου«, κοὶ ἐδέξατο τὸν εἰπόντα· »ὁ δεχόμενος ἐμὲ δέχεται τὸν ἀποστείλαντά με«.

  18. 15.27.2

    Ἀλλὰ κατὰ μὲν ταῦτα πρώτους ἀποδεδώκαμεν τοὺς σωθησομένους, ἐσχάτους δέ τοὺς μὴ ἀξίους τῆς τοιαύτης τῶν σωθησομένων τάξεως ἀλλὰ κολάσεως καὶ τοῦ ἐγκαταλειφθῆναι, | ἤτοι ἔως »τὸ πλήρωμα τῶν Μνῶν εἰσέλθῃ« ἢ ἕως ἐκπληρώσωσι τὰ περὶ τῶν ἰδίων ἁμαρτημάτων. ἡ μέντοι ἐπιφερομένη τῷ πολλοὶ δέ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι παραβολὴ σῴζεσθαι μέν ἐπαγγέλλεται καὶ τοὺς <ἐσχάτους> τῆς παραβολῆς, μέν ἐργασαμένους, ἐσχάτους δὲ λαμβάνοντας τὸν μισθὸν κοὶ διὰ τοῦτο πρώτους ὄντας καὶ εἰς ἐσχάτους λελογισμένους. διαφέρειν δὲ αὐτῶν λέγει τοὺς ἐσχάτους μέν ἐπὶ τὰ ἔργα κεκλημένους, ἀπολάβόντας δὲ τὸν μισθὸν οὐ μόνον πρώτους ἀλλὰ καὶ ἴσον τοῖς γογγύσασι κατὰ τοῦ οἰκοδεσπότου καί εἰρηκόσιν· οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους αὐτοὺς ἐποίησας ἡμῖν τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα« καὶ πρῶτοί γε οἱ ἔσχατοι κληθέντες ἐπὶ τὸ ἔργον λέγονται παρὰ τὸ πρώτους αὐτοὺς εἰληφέναι τὸν μισθόν. θεῷ δὲ εὐξάμενοι καὶ ἀπικαλεσάμενοι »τὸ ὄνομα τοῦ κυρίου ἠμῶν Ἰησοῦ <Χριστοῦ> « ἐκθώμεθα τὴν παραβολὴν καὶ ἴδωμεν, τίνα ἡμῖν ἐξετάσαι καὶ εἰπεῖν εἰς αὐτὴν ἢ καὶ ὑπαγορεῦσαι δοθήσεται· ἔχει δέ οὕτω. Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκο- δεσπότη, ὅστις ἐξῆλθεν ἅμα μισθώσασθαι ἐργάτας καὶ τὰ ἐξῆς ἔως τοῦ πολλοὶ γάρ εἰσι κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί. (20, 1—16)

  19. 15.27.3

    Δύναται μέν οὖν ἡ πᾶσα παραβολὴ διὰ τοῦτο παρειλῆφθαι, εἰς τὸ μαθεῖν ἡμᾶς πῶς οἱ ἔσχατοι ἐλθόντες εἰς τὸ ἔργον ὡσεὶ πρῶτοι κληθέντες θέντες τὸν μισθὸν ἔλαβον πρῶτοι, καὶ τίνα τρόπον οἱ πρῶτοι κληθέντες ἐν ἐσχάτῃ χώρᾳ παρὰ τῷ οἰκοδεσπότῃ ἐτάχθησαν, διὸ καὶ τελευταῖοι τὸν μισθὸν ἀπειλήφασι. χρὴ δὲ εἰδέναι ὅτι, ὡς Ἰησοῦ παραβολὴ »ἐν ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεώς εἰσιν ἀπόκρυφοι«) ἐξεταζομένη, τοσαῦτα δόγματα τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης σοφίας εὑρεθήσεται τοῖς τὰ τοιαῦτα εὑρίσκειν δυναμένοις αἰνισσομένη, ὥστε εὐλόγως ἃν ἐπὶ ταύτῃ μάλιστα εἰπεῖν τῇ παραβολῇ τὸν σωτῆρα τὸ »ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ᾿ ἀρχῆς« κοὶ »ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς«. ἀναγκαῖον γὰρ ἰδεῖν τὸν μέλλοντα νοῆσαι τὴν παραβολὴν τὴν ἐν οὐτῇ δηλουμένην ἡμέραν καὶ τὰς ἐν αὐτῇ ὥρας, καὶ ὅτι οὐ κατὰ ἀποκλήρωσιν ό οἰκοδεσπότης πέντε τάγμασιν ἐργατῶν παραδίδωσι τὰ ἔργα τοῦ ἀμπελῶνος, ἐξετάσει δέ ὁ δυνάμενος τὴν αἰτίαν τοῦ πρω ῒ μισθώσασθαί τινας ἀργάτας εἰς τὸν αμπελῶνα, καὶ μετὰ τοῦτο οὐ περὶ δευτέραν μέν περὶ τρίτην δέ ὥραν ἄλλους, καὶ ἑξῆς ταύτῃ οὐ περὶ τετάρτην ἢ πέμπτην ἀλλὰ περὶ ἔκτην, εἶτα μετὰ τοῦτο 〈οὐ περὶ ἑβδόμην ἢ ὀγδόην, ἀλλὰ περὶ ἐννάτην, την, εἶτα ἐπὶ τέλει οὐ περὶ δεκάτην, ἀλλὰ> περὶ τὴν ἐνδεκάτην. ὀφείλει γάρ τις λόγος εἶναι ἄξιος Ἰησοῦ <τοῦ> τὸν μετὰ τὸν ἐωθινὸν καιρὸν τρία ἴσα διαστήματα τρίτης καὶ ἕκτης καὶ ἐννάτης ὥρας, καὶ μετ’ αὐτὸν ἔλαττον διάστημα τῶν περὶ τὴν ἑνδεκάτην ἑστώτων, ὁπόσον ἦν διάστημα ἀπὸ τοῦ ἅμα πρω ῒ ἐπὶ τὴν τρίτην. οὐ παρέργως δὲ προσεκτέον καὶ τῷ συμπεφωνηκέναι μέν τὸν οἰκοδεσπότην τοῖς ἅμα τῇ ἕῳ παραληφθεῖσι τὸ ἀνὰ δηνάριον, οὓς ἀπέστειλεν εἰς τὸν ἀμπελῶνα αὐτοῦ, τοῖς δὲ περὶ τὴν τρίτην κληθεῖσιν οὐ τεταγμένως τὸν μισθὸν ὠνομακέναι, ἀλλὰ τό ὃ ἂν ᾖ δίκαιον δώσω ὑμῖν. προσεκτέον δὲ ὅτι ὡσαύτως ἐποίησε τοῖς περὶ τὴν ἔκτην καὶ ἐννάτην ὥραν κληθεῖσι, κοὶ ὅτι τοῖς περὶ τὴν ἐνδεκάτην εἶπεν ἀπολογησαμένοις περὶ τῆς δι’ ὅλης ἡμέρας ἀργίας τὸ ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, ἀλλὰ καὶ <ὅτι> ὡς τοῦ ἀμπελῶνος γενόμενος καὶ εὑρὼν ἐκεῖ τοὺς ἐργάτας; τοὺς μὲν πρώτους ἀποστέλλει εἰς τὸν ἀμπελῶνα, τοῖς δέ δευτέροις φησίν· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, ὁμοίως δὲ τὴν αὐτὴν λέξιν καὶ τοῖς <περὶ> ἑνδεκάτην κεκλημένοις· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα. ὁ δὲ δυνάμενος κατανοησάτω τίς ἡ ἀγορά, ἐν ᾖ ἑστῶτας τοὺς ἀργοὺς εὗρε τοὺς δευτέρους ἐξελθὼν ὁ οἰκοδεσπότης. οὕτω δἐ καὶ ἐξετασθήτω τίνες οἱ εὐρεθέντες ἑστῶτες περὶ τὴν ἐν - δεκάτην, οἶς λέγει ὁ οἰκοδεσπότης τὸ τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; ἐπιστησάτω <δέ> τις καὶ τῇ ἀπολογίᾳ τῶν ὅλην τὴν ἡμέραν ἑστώτων ἀργῶν καὶ τὸν πόνον τοῦ ἑστηκέναι τῶν τὸ ἀργοὶ ἐστηκέναι> δι' ὅλης ἡμέρας μετὰ παρρησίας εἰπόντων ὅτι πρόθυμοι μέν ἧσαν τοῦ ἐργάσασθαι, οὐδεὶς δὲ αὐτοὺς ἐμισθώσατο, ὡς πολλῶν ὄντων τῶν μισθωσαμένων μέν ἂν οὐ μισθωσαμένων δέ.

  20. 15.29.1

    Μὴ παρέργως δὲ ἐπιστησάτω τις καὶ τῷ ὀνίας <γενομένης> λέγειν τὸν τοῦ ἀμπελῶνος κυριον τῳ επιτροπῳ αυτου· κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος τὸν μισθόν, ἀθξάμενος μενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. τί δέ κεκίνηκε τὸν κύριον τοῦ ἀμπελῶνος, ὥστε κελεῦσαι τῷ ἐπιτρόπῳ καλέσαι τοὺς ἐργάτας καὶ ἀποδοῦναι τὸν μισθὸν ἀρξάμενον ἀπὸ τῶν ἐσχάτων, καὶ οὕτως ἀναβαβίνειν ἕως τῶν πρώτων, ἵνα πρῶτοι μὲν ἀπολάβωσιν οἱ τὴν ἐνδεκάτην, δεύτεροι δέ οἱ τὴν ἐννάτην καὶ τρίτοι οἱ τὴν ἕκτην καὶ μετὰ τούτους <τέταρτοι> οἱ τὴν τρίτην, καὶ τελευταῖοι οἱ πρωΐ; τοῦτο γὰρ σαφῶς δηλοῦται ἀπὸ τοῦ ἀπόδος τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. τίς δὲ παρὰ τὸν κύριον τοῦ ἀμπλῶνος ὁ τοῦ κυρίου ἐπίτροπος, διδοὺς τὸν μισθὸν κατὰ τὸ τοῦ κυρίου πρόσταγμα; ἀλλὰ καὶ εἴπερ οἱ ἐν τῇ ἐννάτῃ κληθέντες ὥρᾳ οὐκ ἐβάστασαν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα, δηλονότι οὐκ οὗτοι ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου λέγοντες ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. ἀλλ᾿ οὐδὲ οἱ τῇ ἕκτῃ κληθέντες τὸ βάρος ἐβάστασαν τῆς ἡμέρας, ἀλλ᾿ εἰ ἄρα τοῦ ἡμίσους τῆς ἡμέρας. καὶ οἱ τῇ τρίτῃ δὲ κληθέντες οὐ τῆς ὅλης ἐβάστασαν ἡμέρας τὸ βάρος, ἀλλ᾿ (εἰ δεῖ ἀκριβῶς ἰνομάσαι) τοῦ ἡμίσους καὶ τοῦ τετάρτου τῆς ἡμέρας. μόνοι δὲ οἱ ἀπὸ τῆς ἕω μεμισθωμένοι τὸ βάρος ἐβάστασαν τῆς ἡμέρας καὶ τὸν καύσωνα ὅλον μὲν [οἱ ἀπὸ τῆς ἕω μεμισθωμένοι], οἱ δὲ λοιποὶ παρὰ τοὺς τελευταίους ἀνάλογον τῷ καιρῷ ᾧ ἐν τῷ ἀμ- πελῶνι πεποιήκασιν <ἐβάστασαν>

  21. 15.30.1

    Ἐπεὶ δὲ διάφοροί εἰσι παραβολαὶ ὀνομάζουσαι ἀμπελῶνα, ζητηθείη ἃν πότερον κατὰ διαφόρων πραγμάτων καθ’ ἕκαστον ὁ ἀμπελῶν παραλαμβάνεται ἢ κατὰ τοῦ αὐτοῦ Πράγματος. ἐγὼ νομί(ω δεῖν ἐξετάσαι <καὶ> διὰ τί οὐ πρὸς πάντας τοὺς ἐλθόντος πρώτους καὶ νομίζοντας ὅτι πλέον λήψονται καὶ γογγ;σαντας κατὰ τοῦ οἰκοδεσπότου ἀπεκρίνατο ὁ οἰκοδεσπότης, ἀλλ᾿ ἑνὶ μόνῳ εἶπεν αὐτῶν τὸ ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοί; καί· θέλω τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. ὅτι μέν οὖν ταῦτα καὶ τὰ τούτοις παραπλήσια ἐπιδέχεταί ἡ ἐκκειμένη παραβολὴ ἃ ζητήσαι τις ἃν εἰς αὐτήν, διαβεβαιωσαίμην ἄν· ὅτι δὲ οὐκ ἔστιν κατ’ ἀξίαν εἰπεῖν εἰς τὴν παραβολὴν ἄλλον ἢ τὸν φήσαντα ἃν μετὰ τοῦ ἀληθεύειν τὸ ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν«, καὶ τοῦτο θαρρῶν ἀποφανοῦμαι. »τίς« οὖν ἄρα »ἔγων« τὸν ἐν τῇ παραβολῇ ταύτῃ »νοῦν Χριστοῦ« ἢ ὁ ἐμπαρασχὼν ἑαυτὸν τῷ παρακλήτῳ, περὶ οὗ φησιν ὁ σωτὴρ ὅτι »ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὐμᾶς πάντα ὅσα εἶπον ὑμῖν«; μὴ διδάσκοντος γὰρ τοῦ παρακλήτου πάντα ἃ εἶπεν ὁ Ἱησοῦς κοὶ ταύτην τὴν παραβολήν, οὐκ ἃν λέγοιτό τι ἄξιον Ἰησοῦ εἰς αὐτήν. καὶ εἰ τοιαῦτά γε ἐζήτουν κατὰ τὴν Ἰησοῦ φωνὴν ἀπὸ τοῦ παρακλήτου πάντες οἱ τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἀναγινώσκοντες, οὐκ ἂν προσέσχον τινέ·ς ὡς παρακλήτῳ »πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει φευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν«, ὥστε τὰ τῆς πλάνης πνεύματα καὶ τὰ δαιμόνια ἀναγορεῦσαι τῷ μεγάλῳ τοῦ παρακλήτου ὀνόματι, ὅπερ ὁ σωτὴρ τοῖς ἀποστόλοις κοὶ εἴ τις τοῖς ἀποστόλοις παραπλήσιός ἐστιν ἐπηγγείλατο. καὶ πείθομαί γε ὅτι ὁ Ματθαῖος ᾔδει μέν τὰ κατὰ τὴν παραβολὴν ταύτην μυστήρια, ὡς καὶ τὰ κατὰ τὴν τοῦ σπόρου καὶ τῶν ἐπεσπαρμένων τῷ σίτῳ ζιζανίων, οὐκ ἔκρινε δὲ εὔλογον εἶναι ὁμοίως ταῖς περὶ ἐκείνων διηγήσεσι καὶ τὴν περὶ ταύτης ἀναγράψαι, μὴ πιστεύσας γράμμασι κἂν τὴν ἐπὶ ποσὸν τῆς παραβολῆς ταύτης σαφήνειαν, ὥσπερ ἐκείνων ἐξ ὅλων τὴν διήγησιν ἀνέγραψεν. εἰ δὲ εὐλόγως ὁ ματθαῖος τὴν περὶ τῆς

  22. 15.30.2

    παραβολῆς διήγησιν ἀπεσιώπησε, δηλονότι κἂν ἐκ μέρους τις αὐτὴν νοῆσαι δυνηθῇ, τάχα μὲν εὐλόγως ἂν αἰνίξαιτό <τι> τῆς φαινομένης διηγήσεως, οὐ μὴν πάντα τὰ ἀποκαλυπτόμενα αὐτῷ σαφηνίζων καὶ γραφῇ πιστεύων ἔξω κινδύνου τοῦ περὶ τῆς ἐκθέσεως τῶν μυστηριων εσται.

  23. 15.31.1

    Φέρε οὖν ἡμεῖς, οἱ σφόδρα ἀπολειπόμενοι τοῦ κατὰ τὴν παραβολὴν βάθους τῶν πραγμάτων καὶ σφόδρα ὀλίγα εἰς αὐτὴν φανταζόμενοι, πῆ μέν μετ' εὐχῆς τινα ἐκ μέρους ἀποδῶμεν, τινὰ δὲ ἐπ' ὀλίγον καὶ τῶν φαινομένων δείξαντες οὕτω παρέλθωμεν μετὰ τὸ εἰπεῖν καθηκόντως εἰς τὴν παραβολὴν καὶ ἐπὶ τὰ ἐξῆς αὐτῆς. <καὶ> πρῶτον τοίνυν ἴδωμεν περὶ τῆς ἐν τῇ ζητουμένῃ παραβολῇ ἡμέρας. καὶ ὅρα εἰ δυνάμεθα τὸν ὅλον ἐνεστῶτα αἰῶνα ἡμέραν τινὰ εἰΠεῖν, μεγάλην μὲν ὡς Πρὸς ἡμᾶς, μικρὰν δέ τινα καὶ ἀλιγοχρόνιον ὡς πρὸς τὴν τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου πνεύματος ζωήν. ταχα γαρ και τινων τῶν μακαρίων δυνάμεων καὶ ἐπαναβεβηκυιῶν, συγκρίσει τῶν πολλῶν γένους τῶν ὐποκάτω τῆς ἀρχικῆς τριάδος. <τοῦτον γὰρ τὸν> ἔχει ὅλος ὁ ἐνεστὼς αἰὼν ὡς πρὸς τὴν ζωὴν αὐτῶν, ὅν λόγον ἔχει ἡ παρ’ ἀνθρώποις ἡμέρα πρὸς ὅλον τὸν δυνατὸν ἀνθρώπῳ ζῆν χρόνον. εἰ δὲ τοιοῦτόν τι μυστήριον ἐν Δευτερονομίῳ δηλοῦται κατὰ τὴν ᾠδὴν ἐν ᾗ γέγραπται · »μνήσθητε ἡμέρας αἰῶνος« ἢ μή ζητήσει ὁ δυνάμενος. εἶτα εἰ τοιαῦται αἱ ἡμέραι αἰῶνός εἰσιν, ἀκόλουθον ἂν εἴη τὴν παραπλήσιον ἐκδοχὴν ἐννοεῖν εἰς τὸ »ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα · νυκτὸς μετὰ τῆς καρδίας μου ἠδοδέσχουν, καὶ ἔσκαλλεν τὸ πνεῦμά μου. κοὶ εἶπα· μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος;« καὶ τάχα ἵνα τολμηρότερον εἴπω) εἰς μὲν »τοὺς αἰῶνας« οὐκ »ἀπώσεται κύριος« πολὺ γὰρ καὶ εἰς ἕνα αἰῶνα ἀπώσασθαι κύριον), ἀπώσεται δὲ τάχα καὶ εἰς δεύτερον αἰῶνα, ὅτε οὐκ ἀφίεται ἡ τοιάδε ἁμαρτία »οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι«.

  24. 15.31.2

    Τίς οὖν ἄρα ἱκανὸς τὰς ἔξ ἡμέρας καὶ τὴν τῆς ἀναπαύσεως ἐβδόμην ἐπὶ τοιαύτας ἀναγαγεῖν ἡμέρας καὶ μετὰ τὰ σάββατα τὰς νουμηνίας καὶ τὰς ἐν τῷ πρὡτῳ μηνὶ ἑορτὰς καὶ <τὸν ἐν> τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς ἡμέρᾳ πάσχα καὶ ταῖς ἐξῆς τῶν ἀξύμων; οὕτω δέ ἀνάλογον εἰς ἔβυσσόν τις ἐμπεσεῖται νοημάτων καὶ τὰς λοιπὰς ἐορτὰς ἐν τοιαύταις φανταζόμενος ἡμέροις καὶ ὅλον τὸν ἐβδομαδικὸν ἐνιαυτόν, ἐν ἐν ᾦ πτωχοῖς καὶ προσηλύτοις καὶ τοῖς θηρίοις τῆς γῆς χαρίζεται ὁ θεὸς τοὺς ἐκ προτέρας γεωργίας ἀνατέλλοντας καρποὺς ἐν καιρῷ μὴ γεωργουμένης τῆς <τῆς γῆς>. τις δἐ δύναται ἀναβῆναι ἐπὶ τὸν ἀριθμὸν τῶν τῆς ἀβύσσου ἐν τῇ πεντηκονταετηρίδι ἡμερῶν ἀβύσσου δέ λέγω διὰ τὸ βάθος τῶν δογμάτων), ἔνα τις ἀναβῇ καὶ ἵδῃ τὸν πεντηκοστὸν ἐνιαυτὸν καὶ τὰ ἐν αὐτῷ νενομοθετημένα πληρούμενα ; ἀλλὰ γὰρ ζητοῦντες τὴν μίαν τῆς ἐκκειμένης παραβολῆς ἠμέραν καὶ νομίσαντες αὐτὴν ὅλον τὸν ἐνεστῶτα αἰῶνα, ἐλάθομεν ἐμβάντες εἰς βάθη θεοῦ, δεόμενοι πνεύματος τοῦ »πάντα« ἐρευνῶντος, »καὶ τὰ βάθη τοῦ θεοῦ«. ἐγὼ δ’ οἶμαι ὅτι, ὥσπερ ἐπ ἐξόδῳ συντελείας τοῦ ἐνιαυτοῦ εἴρηταί τινα δεῖν γίνεσθαι, οὕτως οἱονεὶ) <καὶ> »ἐπὶ« πλειόνων »αἰώνων εἴτε ἐνιαυτόν τινα συμπληρούντων εἴτε ὅ τι δήποτε, »εἰς ἀθέτησιν ἁμαρτίας ἐφανερώθη« ὁ Ἰησοῦς ἡμῶν, ἵνα μετὰ τὴν ὡς <ἑνὸς> ἐνιαυτοῦ ἡμερῶν συντέλειαν τῶν αἰώνων πόλιν ἄλλη ἀρχὴ διαδέξηται, καὶ »ἀνδείξηται ὁ θεὸς έν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ« εἰς οὒς αὐτὸς οἶδε δεῖν ἐνδείξασθαι. κοὶ ταῦτα μέν διὰ τὴν ἐν τῇ <ἐκκειμένῃ> παραβολῇ λελέχθω ἡμέραν, ἅτινα δύνασαι κατασκευάσαι καὶ ἐκ τῆς Ἰωάννου ἐπιστολῆς φάσκοντος· παιδία, ἐσχάτη ὥρα ἐστί, καὶ καθὼς ἠκούσατε ὅτι ἀντέχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν«. ἐσχάτη γὰρ ὥρα μετὰ τὴν έν - δεκάτην τῆς προκειμένης παραβολῆς, ἐπεὶ περὶ τὴν ἑνδεκάτην ὁ κατὰ τὴν παραβολὴν οἰκοδεσπότης ἄνθρωπος ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας, κοὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;

  25. 15.32.1

    Μετὰ δὲ τοῦτο ζητοῦμεν, πῶς οὐ κατὰ ἀποκλήρωσιν ὁ οἰκοδεσπότης πέντε τάγμασιν ἐργατῶν παραδίδωσι τὰ ἔργa τοῦ ἀμπελῶνος· πρώτῳ μέν ὅτε ἐξῆλθεν ἅμα ποωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα, δευτέρῳ δέ ὅτε ἐξελθῶν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς, τρίτῳ δἐ καὶ τετάρτῳ ὅτε Πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐν - νάτην ὥραν ἐποίησεν ὡσαύτως, πέμπτῳ δὲ τῷ περὶ τὴν ἑνδε- κάτην, ἡνίκα ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς· τί ὧδε εστηκατε ολην την ημεραν ἀργοί; καὶ ὅρα εἰ δύνασαι πρῶτον μέν τάγμα εἰπεῖν τὸ κατὰ τὸν Ἀδὰμ ἅμα τῇ κασμοποιίᾳ· ἐξῆλθε γὰρ ἅμα πρωῒ ὁ οἰκοδεσπότης καὶ ἵν' οὕτως ὀνομάσω) τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐμισθώσατο, ἵν’ ἐργάσωνται τὸν ἀμπελῶνα τῆς θεοσεβείας βείας · δεύτερον δὲ τάγμα τὸ κατὰ τὸν Νῶε καὶ τὴν πρὸς αὐτὸν διαθήκην, κοὶ τρίτον τὸ κατὰ τὸν Ἀβραὰμ ᾦ συνεξακούεται τὰ κατὰ τοὺς πατέρας μέχρι Μωσέως συμπαρειλῆφθαι, τέταρτον δέ τὸ κατὰ τὸν Μωσέα κοὶ πᾶσαν τὴν Αἰγύπτου οἰκονομίαν κοὶ τὴν ἐν τῇ ἐρήμῳ νομοθεσίαν, τελευταῖον δέ τάγμα τὸ κατὰ τὴν παρουσίαν ἐστὶ Χριστοῦ Ἰησοῦ τὸ περὶ τὴν ἑνδεκάτην. πλὴν εἷς ἄνθρωπος οἰκοδεσπότης (ὅσον ἐπὶ τῇ προκειμένῃ πεντάκις ἐξελήλυθε καὶ ἐπὶ τὰ τῇδε ἐλήλυθε πράγματα, ἵν ἐργάτας ἀνεπαισχύντους, ὀρθοτομοῦντας »τὸν λόγον τῆς ἀληθείας« ἐξαποστείλῃ ἐπὶ τὸν ἀμπελῶνα, τους εργασομενους αυτου τα εργα. εἷς γὰρ Κριστὸς ὁ ἀνθρώποις συγκαταβὰς πλεονάκις) τὰ τῆς κλήσεως τῶν ἐργατῶν ἀεὶ ᾠκονό- μησεν.

  26. 15.33.1

    Εἐ δέ καὶ ἀπὸ τοῦ αἰσθητοῦ κόσμου καὶ ἀπὸ τῶν ἀπὸ αἰσθήσεως ἀρξαμένων τὰ ἔργα ποιεῖν σύμβολόν τι ἔχουσιν αἱ πέντε τῶν ἐρυ<ατ> ῶν παραλήψεις, ὁ δυνάμενος ἐπιστησάτω. γεγυμνάσθω δὲ κἂν μὴ βούληταί τις εἰς δόγματα παραδέξασθαι καὶ τὰ λεχθησόμενα. ἐρεῖ γάρ τις ὅτι ἁφὴ μέν ἐστι κατὰ τὴν πρώτην κλῆσιν—διὸ »εἶπεν ἡ γυνὴ τῷ ὄφει« <τι> »εἶπεν ὁ θεός οὐ φάγητε ἀπ' αὐτοῦ οὐδ’ οὐ μὴ ἄψησθε αὐτοῦ«, ὄσφρησις δέ κατὰ τὴν δευτέραν — ὅθεν ἐπὶ τοῦ Νῶε »καὶ ὡσφράνθη κύριος ὀσμὴν εὐωδίας«, γεῦσις δέ κατὰ τὸν Ἀβραάμ —διὸ καὶ ἑστιῶν τοὺς ἀγγέλους παρατίθησιν αὐτοῖς ἐγκρυφίας ἀπὸ σεμιδάλεως καὶ τὸν ἁπαλὸν μόσχον, ἀκοὴ δέ ἐπὶ Μωσέως —ὅτε ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ γέγονεν ἡ φωνὴ τοῦ θεοῦ, ὅρασις δέ ἡ πασῶν τῶν αἰσθήσεων τιμιωτέρα κατὰ τὴν Χριστοῦ ἐπιδημίαν — ὅτε ἑωράκασι τὸν Χριστὸν τοῖς μακαρίοις ἀφθαλμοῖς. λελέχθω δέ καὶ ταῦτα, εἴτε γυμνασίας χάριν λογικῆς εἴτε βού- λεταί τις καὶ δογματικῆς, διὰ τὰς πέντε κλήσεις.

  27. 15.34.1

    Οἶμαι δ’ ὅτι καὶ ἔργα τοῦ ἀμπελῶνος ἦν δεόμενα καθ' ὥραν ἐργατῶν. ἔδει γὰρ ἅμa τῇ ἕῳ ἔργα γίνεσθαι ἐν τῷ ἀμπελῶνι, καὶ εἶδεν ὁ καλῶν οἰκοδεσπότης τοὺς ἐργάτας, γάτας, τίνες ἦσαν ἐπιτήδειοι πρὸς τὰ ἀπὸ τῆς ἔω ἔργα. ἄλλο δὲ ἔργον περὶ τὴν τρίτην ὥραν ἦν τὸ ἐπὶ τοῦ Νῶε, ὅτε ἔστησεν αὐτῷ ὁ θεὸς διαθήκην. εἶτα οἱ δέκα ἀπὸ τοῦ Νῶε ἐπὶ τὸν Ἀβραὰμ γενεαὶ καταλήγουσαι ἐπὶ τὸν Ἀβραάμ, ἀρχὴν ἄλλης ὑπερβαλλούσης κλήσεως · καὶ ἦν ἐργάτης τοῦ ἀμπελῶνος τότε ἀρξάμενος ὁ Ἀβραάμ. καὶ μετ’ αὐτὸν Μωσῆς μετὰ τῶν σὺν αὐτῷ παρελήφθη εἰς τὸν ἀμπελῶνα. ἔλειπε δέ τι τελευταῖον ἔργον τῷ ἀμπελῶνι, ὅπερ ἔχρῃζε νεαρᾶς κλή- σεως καὶ καινῆς, ἀκμαίως κοὶ ἀθρόως ἐν βραχεῖτὸ λεῖπον ἐν τῷ ἀμπελῶνι ἐργαζομένης· τοῦτο δὲ ἦν τὸ τῆς καινῆς διαθήκης. ἴσa μὲν οὖν διαστήματα τῶν περὶ τρίτην καὶ ἕκτην καὶ ἐννάτην κληθέντων· ἀνάλογον δέ τῷ ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὴν τρίτην ὥραν τὸ ἀπὸ τῆς ἀννάτης Μωσέως ὥρας ἐπὶ τὴν ἑνδεκάτην τῆς Χριστοῦ Ἰησοῦ ἐν σαρκὶ ἐπιδημίας <διάστημα> . συμπεφώνηκε δὲ ὁ οἰκοδεσπότης τοῖς ἅμα τῇ ἔῳ παραληφθεῖσι — δηνάριον· τοῦτο δ’ οἶμαι) ἐστὶ τὸ τῆς σωτηρίας νόμισμα, οὐ συνεξεταζομένων αὐτῇ τῶν κατὰ τὴν δόξαν. σωτηρίας γὰρ ὅνομα οἶμαι) τὸ δηνάριον, δόξης δέ τὸ ὐπὲρ τὸ δηνάριον, εἴ που ὠνομάσθη νομίσματα τοῦ πενταπλασιάσαντος τὴν δεδομένην μνᾶν ἢ δεκαπλασιάσαντος. ὁ δὲ λέγων τοῖς περὶ τὴν τρίτην παραληφθεῖσιν· ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν, προετρέψατο μέν τοὺς τῆς τρίτης ὥρας ἐργάτας ἐπὶ τὸ πᾶν ὅ τί ποτε δύνανται ἐργάσασθαι· ἑαυτῷ δὲ τετήρηκε τὸ κρίναι τὸν δίκαιον Πρὸς τὸ γενόμενον ἔργον μισθόν. ἐπεὶ δὲ ὡσαύτως ἐποίησε τοῖς περὶ τὴν ἕκτην καὶ ἐννάτην ὥραν, δηλονότι καὶ αὐτοῖς εἶπεν· ὁ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. καὶ δύνανταί γε <ἴσον> ἔργον τῷ ἀμπελῶνι πεποιηκέναι τοῖς ἅμα τῇ ἕῳ ἐργασαμένοις οἱ ἐν ὀλιγωτέρῳ χρόνῳ ἐπιτείνειν βουλόμενοι τὴν εἰς τὸ ἔργον δύναμιν κοὶ ἐνέργειαν οὐ προκαμόντες, ὅπερ συμβέβηκε τοῖς ἅμα τῇ ἕῳ κεκλημένοις. ἀλλὰ ζητήσει τις, πῶς οὐ μόνον ἀργοῖς ὐπάρχουσιν ἀλλὰ καὶ ἑστηκόσιν ὅλην τὴν ἠμέραν, τουτέστι παρὰ πάντα τὸν πρὸ τῆς ἐνδεκάτης ὥρας καιρόν, φησὶν ὁ οἰκοδεσπότης ἐξελθὼν περὶ τὴν ἐνδεκάτην ὥραν· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; ἐγὼ δέ ὐπονοῶ τὸν περὶ ψυχῆς ἀπόρρητον κοὶ ἐν τούτοις κεκρύφθαι λόγον, ὅτε ἤργουν ὅλην τὴν ἡμέραν μέχρι τῆς ἑνδεκάτης ὥρας, θέλοντες μέν ἐργάσασθαι, οὐ παραλαμβανόμενοι δέ εἰς τὸν ἀμπελῶνα οἱ τεθαρρηκότως ἀπολογούμενοι καὶ λέγοντες· οὐδεὶς ἠμᾶς ἐμισθώσατο. ἠμεῖς μέν οὖν ἐπολμήσαμεν τοιαῦτά τινα, καὶ ἐκ πολλῶν μὲν φαντασθέντες γραφῶν καὶ ἐκ τῆς προκειμένης δέ παραβολῆς, εἰπεῖν εἰς τὸ καταστῆσαι πῶς ὅλην τὴν ἡμέραν ἐστήκασιν ἀργοὶ παρὰ τὸ μηδένα αὐτοὺς μεμισθῶσθαι οἱ περὶ τὴν ἐνδεκάτην ὥραν κεκλη- μένοι.

  28. 15.35.1

    Οἱ δέ μὴ ἀρεσκόμενοι τοῖς τοιούτοις δόγμασι λεγέτωσαν ἡμῖν τὴν ὅλην ἠμέραν καὶ τοὺς ἑστῶτας ὅλην τὴν ἠμέραν ἀργοὺς θέλοντας <μὲν> ἐργάσασθαι, μὴ <δὲ> εἰς τὸν ἀμπελῶνα παρρησιαζομένους ἐν τῷ οὐδεὶς ἡμᾶς ἐμισθώσατο. εἰ γὰρ συνεσπάρη ἡ ψυχὴ τῷ σώματι, πῶς ὅλην τὴν ἠμέραν εἰστήκεισαν ἀργοί; ἢ λεγέτωσαν ἠμῖν, τίς ἡ ὅλη ἡμέρα καὶ αἱ ἐν αὐτῇ διάφοροι κατὰ τὰς διαφόρους ὥρας κλήσεις τῶν ἐργατῶν. πότερον δέ μακάριοι μὲν οἱ ὑπὸ τοῦ κατὰ τὴν παραβολὴν οἰκοδεσπότυ μεμισθωμένοι ἦσαν δὲ καὶ ἄλλοι μεμισθωμένοι ἐργάται ἤτοι ὑπὸ ἐτέρων οἰκοδεσποτῶν ἢ τοῦ αὐτοῦ) καὶ ἤτοι οὐ μακάριοι ἢ οὐχ οὕτως μακάριοι, ὑπέρ ἡμᾶς ἐστι κατ ἀξίαν τὸ τοιοῦτον νοῆσαι ἢ καὶ ὡς νοοῦμεν γραφῇ τὰ νοούμενα παστεῦσαι. ἐγὼ ζητῶ καὶ τὰ ἔξω τοῦ ἀμπελῶνος, ὅπου <καὶ> οἱ ἐργάται ὑπὸ τοῦ ἐξελθόντος αὐτοὺς μισθώσασθαι, καὶ ἐπισκοπῶ μήποτε ἡ χώρα τῶν πρὸ τοῦ σώματος φυχῶν ἐστιν ὁ ἔξω τοῦ ἀμπελῶνος τόπος, ἀμπελὼν δέ οὐ μόνον τὰ τῇδε, ἀλλὰ καὶ τὰ ἔξω τοῦ σώματος, ἔνθα οἶμαι) ἐργάζονται οἱ ἐργάται· οὐ γὰρ ἐν ἀργίᾳ εἰσὶν αἱ ἀπαλλαγεῖσαι τοῦ σώματος ἐργατῶν παραληφθέντων εἰς τὸ χωρίον τοῦ οἰκοδεσπότου ψυχαί. καὶ Σαμουὴλ γοῦν ἔξω σώματος εἰργάσατο προφητεύων καὶ Ἰερεμίας εὐχόμενος »ὑπὲρ τοῦ λαοῦ«. φιλοτιμώμεθα οὖν καὶ ἐργαζώμεθα τὸν ἀμπελῶνα »εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες« ληψόμενοι ὁ ἐὰν ᾖ δίκαιον. καὶ οὐδείς γε ὅσον ἐπὶ τῇ παραβολῇ) μὴ ἐργασόμενος τὰ τοῦ ἀμπελῶνος ἔργα ἐξαποστέλλεται εἰς αὐτόν· οὐδένα γὰρ ὡς ἐλλιπέστερον τὸ ἔργον πεποιηκότα ὁ οἰκοδεσπότης ἐμέμψατο, εἰ καὶ ἐπὶ τῷ πλείονα καὶ μείζονα ἐλπίσαι μισθὸν ἐμέμψατο. καὶ τάχα ὁ ἔξω τοῦ ἀμπελῶνος τόπος ἐστὶν ἡ ἀγορά, ἔνθα ἦσαν οἱ ἑστῶτες ἀργοί. μεγάλη δὴ ἀπολογία πρὸς τὸ ἀξίους αὐτοὺς γενέσθαι τοῦ τῆς ὅλης ἡμέρας μισθοῦ τοῖς εἰποῦσι λέλεκται ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο· διόπερ αὐτοῦς ἐμισθώσατο καὶ (ἵν᾿ οὕτως εἴπω) ἀποδέδωκεν αὐτοῖς μισθὸν τοῦ μακροθύμως ἑστηκέναι ὅλην τὴν ἡμέραν καὶ περιμένειν μέχρι ἑσπέρας τὸν μισθωσόμενον. Μετὰ ταῦτα ὀψίας γενομένης, τουτέστι τῆς συντελείας τῆς τοῦ αἰπωνος καὶ τῆς κατὰ τὴν παραβολὴν ἡμέρας, λέγει τῷ ἐπιτρόπῳ ἑαυτοῦ ὁ κύριος, εἴτε τινὶ ἀγγέλῳ τῷ ἐπὶ τῶν μισθῶν εἴτε καὶ ἑνὶ ἐκ πολλῶν ἐπιτροπευσάντων ἐπιτρόπῳ, καθὸ λέλεκται »ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους« εἶναι τὸν κληρονόμον παρὰ τὸν χρόνον ὃν »νήπιός ἐστι«. κατὰ τὸ πρόσταγμα τοίνυν τοῦ οἰκοδεσπότου καλοῦνται οἱ ἐργάται ὑπὸ τοῦ ἐπιτρόπου, ἵνα ὁ μισθὸς τοῖς ἐσχότοις πρώτοις δοθῇ· οἱ γὰρ πρότεροι ἐργάται »μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν τοῦ θεοῦ, περὶ ἡμῶν κρεῖττόν τι προβλεψα- μένου« <τοῦ οἰκοδεσπότου> (τῶν ἐν τῇ ἑνδεκάτῃ ὥρᾳ κεκλημένων), »ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι«. καὶ ἐλεήθημέν γε ἐπὶ τῷ ὅλην τὴν ἡμέραν στῆναι καὶ βεβουλῆσθαι ἥκειν ἡμῖν τὸν μισθωσόμενον, ἠργηκέναι δὲ καὶ μετὰ ἀπολογίας ἠξιῶσθαι τοῦ ἔργου, καὶ ἐλεηθέντες πρῶτοι τὸν μισθὸν ἀπολήψεσθαι προσδοκῶμεν οἱ Χριστοῦ γνώριμοι. εἶτ᾿ ἐπαναβαίνων δώσει τὸν μισθὸν τοῖς πρὸ ἡμῶν ἐργασαμένοις, εἶτα τοῖς πρὸ ἐκείνων καὶ οὕτως μέχρι τῶν πρώτων. ἰδὼν δέ τις τὸν τόπον ἔνθα διέτρβε Σαμουὴλ καὶ ἀκολούθως σκοπήσας περὶ τῶν <πρὸ> τῆς ἑνδεκάτης κληθέντων ἐργατῶν ὄψεται, τίνα τρόπον ἐβάστασαν τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οἱ πρότεροι· οἱ δὲ περὶ τὴν ἑνδεκάτην κληθέντες <ἡμεῖς> ὡς ἐκεῖνοι μὲν οὐκ ἐβαστάσα<με>ν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα, ἐβαστάσα<με>ν δὲ τὸ βάρος τοῦ ἑστηκέναι ἀργοὶ πρὸ τῆς ἐφ᾿ ἡμᾶς [οὖν] παρουσίας τοῦ <οἰκο<- δεσπότου, ὃς εἶπεν ἡμῖν· »δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμενοι, κάγὼ ἀναπαύσω ὐμᾶς«· φορτίον γὰρ ἦν <αὐτὴ> ἡ ἀργία καὶ τὸ μὴ ἀξίους πω κριθῆναι τῶν ἐν τῷ ἀμπελῶνι ἔργων. καὶ καύσωνά γε ἐβάστασαν οἱ πρὸ τῆς ἑνδεκάτης <κληθέντες> ἕκαστος κατ᾿ ἀναλογίαν τῆς κλήσεως. μὴ εἰδότες <δὲ> τὸ τοῦ οἰκοδεσπότου ἀξίωμα οἱ πρῶτοι καὶ ὅτι οὐ χρὴ γογγύζειν κατὰ τούτου, πλεῖόν τι σωτηρίας ἧς λαμβάνουσιν οἱ τελευταῖοι ᾠήθησαν λήψεσθαι καὶ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότους, φθονοῦντες ἠμῖν τοῖς ἐσχάτοις μίαν ὥραν τὴν μέχρι τῆς συντελείας πεποιηκόσι καὶ ἴσοις γεγονόσι τοῖς ἀρχῆθεν κεκλημένοις ἐπὶ τὸν θεῖον ἀμπελῶνα. ἀλλ' ὁ οἰκοδεσπότης ἐνὶ αὐτῶν εἶπε (τάχα τῷ Ἀδάμ)· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησά σοι; ἆρον τὸ σὸν καὶ ὕπαγε (σὸν γὰρ ἡ σωτηρία τὸ δηνά- ριον)· δέλω γὰρ καὶ τούτῳ > ἐρχάτῳ> φησὶ) δοῦναι ὡς σοί. καὶ οὐκ εἶπε· τούτοις <τοῖς ἀλλ' ἔδειξέ τινα κατ’ ἐξοχὴν ἕνα· ὃν τολμηρότερον μέν εἰΠεῖν ὅστις ἐστίν, οὐκ ἀπιθάνως δ’ ἄν τις στοχάσαιτο Παῦλον μὲν εἶναι τὸν ἀπόστολον μίαν ὥραν ἐργασάμενον <καὶ> τάχα ὑπέρ πάντας τοὺς αὐτοῦ. εἰ δέ δεῖ καὶ περὶ τοῦ ἀμπελῶνός τι εἰπεῖν λαβόντα ἀφορμὴν ἀπ’ οὐτοῦ τοῦ ἑρμηνεύσαντος ἐν τοῖς περὶ ἄλλης παραβολῆς τὸν ἀμπελῶνα, φήσομεν ὅτι ἀμπελών ἐστιν ἡ βασιλεία τοῦ θεοῦ. οὕτως γὰρ αὐτὸς εἶπεν ἐν τῷ· »ἀρθήσεται ἀφ’ ὑμῶγ ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«. Πάντες οὖν οἱ τὰ ἔργα τοῦ ἀμπελῶνος ἐργαζόμενοι, τὰ ἔργα τῆς βασιλείας τοῦ θεοῦ ἀξίως σωτηρίας ἐπιτελοῦντες, τὸ δηνάριον λήφονται.

  29. 15.36.1

    Μετὰ τὸ ὑπαγορεῦσαι ταῦτα εἰς τὴν ἐκκειμένην 〈ταύτην〉 παρα- βολὴν καὶ ταῦτα ὑπέπεσεν ἡμῖν εἰς αὐτήν, χρήσιμα εἶναι δυνάμενα τοῖς προ[σ]κόπτουσι <ν ἐν> τῇ βαθυτέρᾳ καὶ ἀπορρητοτέρᾳ διηγήσει. φήσει γοῦν τις τὸν πάντα τῶν ἀνθρώπων βίον εἶναι τὴν κατὰ τὴν παραβολὴν ἡμέραν. δηλοῦσθαι οὖν τοὺς μὲν ἐκ παίδων καὶ πρώτης ἡλικίας κληθέντας ἐπὶ τὸ ἐργάζεσθαι τὰ τῆς βασιλείας τοῦ θεοῦ ἔργα εἶναι τοὺς ἅμα τῇ ἕω̣ μισθωθέντας ὑπὸ τοῦ οἰκοδεσπότου, τοὺς δέ μετὰ τό μειράκιον ἐρχομένους ἐπὶ τὴν θεοσέβειαν τοὺς ἀπὸ τρίτης ὥρας παραγενομένους, τοὺς δέ ἤδη ἄνδρας τοὺς περὶ τὴν ἕγτην ἐξαποστελλομέ- νους ἐπὶ τὸν ἀμπελῶνα· τοὺς δέ πρεσβύτας ἐπὶ τὴν θεοσέβειαν ἀγομένους εἶναι 〈τοὺς περὶ〉 τὴν ἐννάτην ὥραν μετὰ τόν ἐν νεότητι καύσωνα καὶ τὸ βάρος τῶν μέχρι τῆς πρεσβυτικῆς ἠλικίας πράξεων παραληφθέντας ἐπὶ τὸν λόγον τοῦ θεοῦ, τοὺς δέ πρὸ( αὐτῇ τῇ ἐξόδῳ γέροντας > δηλοῦσθαι τοὺς <περὶ> ἑ νδεκάτην ὥραν κεκλημένους εἰς τὰ τοῦ ἀμπελῶνος ἔργα. επει τοινυν προαιρεσις και ου χρονος ἐξετάζεται, ὃν ἐν πίστει πεποίηκέ τις, διὰ τοῦτο τοῖς ἐξ οὗ κέκληνται τὰ ἐπιβάλλοντα Πεποιηκόσι πᾶσι δίδοται ὁ ἴσος τῆς σωτηρίας μισθός. ἐφ’ ᾦ ἀγαακτοῦσιν οἱ ἐκ παίδων πιστοὶ καὶ καμόντες κοὶ βιασόμενοι τὴν νεότητα, εἰ μέλλουσιν ἔχειν ἴσην σωτηρίαν τοῖς ἀργοῖς ἀπὸ 〈νεότητος περὶ〉 θεοσεβείας μέχρι γήρως γεγενημένοις καὶ <ἀργοῦσιν ἐν ἀπιστίᾳ κατ᾿> ὀλίγον καιρὸν ἐπὶ τὴν καὶ τὰ ἔργα τῆς πίστεως ἐληλυθόσιν.

  30. 15.37.1

    Ἀμπελὼν δέ κατὰ ταύτην τὴν διήγησιν εἵη ἂν ἡ ἐκκλησία τοῦ θεοῦ, ἀγορὰ δέ καὶ τὰ ἔξω τοῦ ἀμπελῶνος τὰ ἔξω τῆς ἐκκλησίας, ὅθεν ὁ λόγος παραλαμβάνει τοὺς καλουμένους καὶ πέμπει ἐπὶ τὸν ἀμπελῶνα, τὴν ἐκκλησίαν. οὐκ ἀριθμηθεῖεν δ’ <ἄν> κατὰ διήγησιν ταύτην) εἰς τοὺς ἐργάτας τοῦ ἀμπελῶνος, ὅσοι ἀκλήθησαν μὲν εἰς τὴν θεοσέβειαν πρότερον, μὴ τηρήσαντες δέ τὰ τῆς πίστεως νικηθέντες ὑπὸ παθῶν ἐξῆλθον· κἂν γὰρ μετὰ τὸ ἐμφορηθῆναι τῶν ἐν ἁμαρτίαις ἡδονῶν θέλωσιν ὡς μετανοοῦντες 〈πόλιν ἀπ’ > ἐργάσασθαι τὸν ἀμπελῶνα, οὐ δύνανται λέγειν τῷ οἰκοδεσπότῃ· οὐδεὶς ἡμᾶς ἐμισθώσατο· ἐμισθώθησαν γὰρ καθ’ ὃν καιρὸν πρότερον ἐπὶ τὸ πιστεύειν ἐκλήθησαν. ἀλλ’ οὐδὲ λελέξεται αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; μάλιστα εἰ»ἀρξάμενοι πνεύματι«καὶ ὕστερον »σαρκὶ« ἐπιτελούμενοι πόλιν ἐπανέρχεσθαι βούλοιντο ἐπὶ τὸ ἐξ ὑπαρχῆς πνεύματι θέλειν ζῆν. καὶ οὔ φαμεν ταῦτα ἀποτερπόμενοι ἀνίστασθαι τοὺς πεπτωκότας ἢ <ἐμποδίζοντες> τοὺς πεπλανημένους ἢ παλινδρομεῖν ἐπὶ τὸνπατρῷον οἷκοντοὺς ἀσελγεῖς υἱοὺς τοὺς〉 κατασωτευσαμένους τὴν τῆς εὐαγγελικῆς διδασκαλίας οὐσίαν. ἐχέτωσαν μέν γὰρ διὰ τὴν μετάνοιαν καὶ τὸ καταλαμβάνεσθαι ἐν ἐπεστραμμένῳ βίῳ κρείττονα τῶν καταλαμβανομένων ἐν ταῖς ἁμαρτίαις <παραμυθίαν σωτηρίας>. οὐ μὴν χρὴ ὑπολαμβάνειν περὶ αὐτῶν ὅτι ὅμοιοί εἰσι τοῖς παρὰ τοῦτο ἡμαρτηκόσιν ἐν τῇ νεότητι, παρὰ τὸ μηδὲ τὴν ἀρχὴν τὰ τῆς πίστεως μεμαθηκέναι. θέλλει οὖν ὁ οἰκοδεσπότης καὶ τοῖς ἐσχάτοις δοῦναι ὡς καὶ τοῖς πρώτοις τὸ δηνάριον, τὴν σωτηρίαν, ἐπεὶ ἔξεστι<ν αὐτῷ> ποιεῖν ὃ θέλει ἐν τοῖς ἑαυτοῦ, καὶ ἐλέγχει τὸν ἔχοντα πονηρὸν ὀφθαλμὸν ἐπὶ τῷ τὸν οἰκοδεσπότην εἶναι ἀγαθόν. ἔσονται οὖν πολλοὶ τῶν ἐσχάτων πρῶτοι καὶ τινες τῶν πρώτων κληθέντων ἔσχατοι· καὶ γὰρ οἱ κλητοὶ μὲν πολλοί, οἱ δὲ ἐκλεκτοί εἰσιν ὀλίγΟι.

  31. 15.37.2

    Εἐκὸς μὲν οὖν, τὸν ἡμῶν σοφώτερον καὶ κριθέντα παρὰ θεῷ ἄξιον τρανοτέρου τοῦ ἐν λόγῳ σοφίας διὰ πνεύματος θεοῦ χαρίσματος καὶ πλουσιωτέρου καὶ δωρεᾶς τῆς ἐν λόγφ γνώσεως κατὰ τὸ πνεῦμα, ὑψηλότερα καὶ μείζονα [καὶ] μετὰ πάσης καταλήψεως εὑρήσειν εἰς τὴν παραβολὴν καὶ ἀποδείξεων εὐπορήσειν παραλαμβάνοντα εἰς αὐτὰς ῥητὰ μεγαλοφυέστερα. καὶ ἡμεῖς δέ, ὡς ἐχωρήσαμεν ἐκθέμενοι τὸν νοῦν τῆς παραβολῆς, αἰτοῦμεν ἀπὸ τῶν ἐντυγχανόντων συγγνώμην, εἰ καὶ μὴ κατ' ἀξίαν καθικέσθαι τοῦ βουλήματος τῶν ἐνταῦθα γεγραμμένων δεδυνήμεθα· τάχα γὰρ τῆς προθυμίας καὶ τοῦ μὴ ἀπωκνηκέναι χάριν δόξομεν ἔχειν ἀποδοχῆς τι ἄξιον.

  32. 16.1.1

    Μέλλων δὲ ὁ Ἰησοῦς ἀναβαίνειν εἰς Ἱεροσόλυμα παρέλαβε τοὺς δώδεκα κατ ἰδίαν ἐν τῇ ὁδῷ καὶ εἶπεν αὐτοῖς καὶ τὰ ἑξῆς εως του· καὶ τῇ τρίτη ἡμέρᾳ ἀναστήσεται (20, 17 — 19). τὰ δὲ ἰσοδυναμοῦντα τούτοις καὶ παρὰ τῷ Μάρκῳ ἀναγέγραπται τοῦτον τὸν τρόπον· »ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς ‘Ιεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται«. καὶ ὁ Λουκᾶς δὲ δόξει τούτοις συνᾴδειν γράψας· »παραλαβὼν δὲ τοὺς δεκαδύο εἶπε πρὸς αὐτοὺς« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα«.

  33. 16.1.2

    Ὁ προτρεπόμενος ἡμᾶς Παῦλος μιμεῖσθαι αὐτόν, ὡς καὶ αὐτὸς Χριστὸν ἐμιμήσατο, καὶ εἰπών· »μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ«, ἰδὼν Χριστὸν ὁμόσε τοῖς προφανέσι κινδύνοις χωροῦντα καὶ 〈προθύμως〉 ἀναβαίνοντα εἰς Ἱεροσόλυμα μετὰ τοῦ προεγνωκέναι ὅτι παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ κατακριθήσεται θανάτῳ καὶ τὰ ἑξῆς, τὸ παραπλήσιον πεποίηκεν. ὁ μὲν γὰρ Ἄγαβος λαβὼν αὐτοῦ »τὴν ζώνην«, δήσας ἑαυτὸν χειρῶν καὶ ποδῶν ἔλεγε· »τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· τὸν ἄωδρα οὗ ἐστιν ἡ ζώνη αὕτη οὕτω δήσουσιν« ἀπελθόντα εἰς »Ἱεροσόλυμα«. μαθὼν δὲ ταῦτα ὁ Παῦλος, ὡς τὸν διδάσκαλον μιμούμενος ἀνέβαινε προθύμως εἰς τὰ Ἱεροσόλυμα. παθὸ)ν δέ τι ἀνθρώπινον ὑπὸ τῶν διὰ τὴν πρὸς αὐτὸν ἀγάπην κλαιόντων καὶ κωλυόντων »αὐτὸν ἀναβαίνειν εἰς ‘Ιεροσόλυμα« εἶπε· »τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι εἰς ‘Ιεροσόλυμα γενόμενος ἑτοίμως ἔχω, ἀλλὰ καὶ ἀποθανεῖν ὑπέρ τοῦ ὀνόματος τοῦ κυρίου μου Ἰησοῦ«. ταῦτ’ οὖν κατανοοῦντες, ἔστιν ὅτε καὶ γινώσκοντες ἐπικειμενους επιπονους πειρασμους, ομοσε αὐτοῖς 〈ἡμεῖς αὐτοὶ> κατὰ τὸ χωρήσωμεν, λαβόντες παράδειγμα τῶν τοιούτων προηγουμένως μέν τὸν σωτῆρα, μετὰ δέ τοῦτον καὶ τὸν ἀπόστολον αὐτοῦ. μὴ νομίσῃς δὲ ἐναντιοῦσθαι ταῦτα καὶ τὰ ἐπ αὐτοῖς ὑφ’ ἡμῶν εἰρημένα τῷ »ἐὰν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν« καὶ τοῖς ἑξῆς, καὶ τῷ τὸν Ἰησοῦν ἀκούσαντα »ὅτι Ἰωάννης παρεδόθη« εἰς φυλακὴν ἀνακεχωρηκέναι. φαμὲν γὰρ ὅτι οὔτε πάντοτε καθήκει ἐκκλίνειν τοὺς κινδύνους οὔτε ἀεὶ ὁμόσε χωρεῖν πρὸς αὐτούς · σοφοῦ δέ τινος ἐν Χριστῷ Χρεία εἰς τὸ δοκιμάζειν, ποῖος μὲν ἀπαιτεῖ καιρὸς ἀναχώρησιν, ποῖος δέ τὴν εἰς τὸν ἀγῶνα προθυμίαν χωρὶς ἀναχωρήσεως καὶ πολλῷ πλέον χωρὶς φυγῆς. καὶ ταῦτα μὲν κατὰ τὸ βούλημα τῆς ἐκκειμένης γραφῆς λελέχθω εἰς προτροπὴν τὴν περὶ τοῦ <ποτε> θανάτου κινδύνων καταφρονεῖν.

  34. 16.2.1

    Ἐξῆς δέ παρατηρητέον ὅτι μέλλων ὁ Ἰησοῦς ἀναβαίνειν εἰς Ἱεροσόλυμα, εἴπερ παρέλαβε τοὺς δώδεκα κατ' ἰδίαν, εἷς δὲ τῶν δώδεκα ἔτι ὁ Ἰούδας ἦν, καὶ τὸν Ἰούδαν παρέλαβε κατ᾿ ἰδίαν· ἔτι γὰρ γὰρ εἰκὸς) ἄξιος ἦν τοῦ μετὰ τῶν λοιπῶν ἕνδεκα παραλαμβάνεσθαι κοτ’ ἰδίαν. καὶ ὅτε ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς τὸ ἰδοὺ ἀναβαίνομεν εἰς Ἰεροσόλυμα καὶ τὰ ἑξῆς, δηλονότι καὶ τοῦτον ἔκρινεν ἕνα εἶναι τῶν ἀκουόντων ἃ πείσεται ὁ διδάσκαλος, οὐκ ἀπογινώσκων ὅτι ἔτι Ἰούδας ἠγνόει ἃ ποιήσει, ὡς ἕκαστος ἡμῶν καὶ γὰρ πᾶσιν ἡμῖν λέλεκται· »μὴ καυχῶ τὰ εἰς αὔριον, οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα«) · οὔπω γὰρ οἶμοι) βεβλήκει ὁ διάβολος »εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἶνα παραδῷ« τὸν Ἰησοῦν. καὶ ἐπεὶ τὸ κατὰ Ματθαῖον πρόκειται νῦν ἐξετάζειν, ἐπιμελέστερον ὁ δυνάμενος ἀρχῆθεν τοῦ εὐαγγελίου ἐπιστῆσαι τοῖς μέχρι τῶν προκειμένων ζητησάτω μήποτε οὐδέπω Ἰούδας κατηγόρηται ὑπὸ τοῦ Ματθαίου, ἀλλὰ μόνον ἐν τῷ καταλόγῳ τῶν δώδεκα εἶπε τὸ > Ἰούδας Σίμωνος Ἰσκαριώτου, ὃς καὶ παρέδωκεν αὐτόν«. πλείονα δὲ εἰς κατασκευὴν τοῦ καὶ Ἰούδαν ὅμοιον τοῖς λοιποῖς ἀποστόλοις πρότερον γεγονέναι λέλεκται ἡμῖν, ἡνίκα ἐξητάζομεν τὸ τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων« τὰ ἀναγεγραμμένα. συγκριτέον δὴ τὰ ἐνταῦθα λελεγμένα τοῖς ἀνωτέρω παραπλησίως ἀναγεγραμ- μένοις · ἐπείπερ ἐκεῖ μέν ἐπὶ τοῖς τοιούτοις λόγοις προφητευομένοις ὑπὸ τοῦ σωτῆρος προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων · ἴλεώς σοι, κυριε· ου μη εσται σοι τουτο«, ἐνταῦθα δὲ οὐδὲν ἀνεγράφησαν οἱ μαθηταὶ εἰρηκότες ἢ πεποιηκότες ἐπὶ τοῖς περὶ τῶν ἀπαντησομένων σκυθρωποτέρων ἀπηγγελμένοις. καὶ οἶμαι ὅτι διὰ τοῦτο ἐσιώπησαν νῦν οἱ μαθηταί, ἐπείπερ ἐν τοῖς ἀνωτέρω, ὅτε »προσλαβόμενος« τὸν Ἰησοῦν »ὁ Πέτρος ἤρξατο αὐτῷ ἐπιτιμᾶν λέγων· ἵλεώς σοι, κύρις· οὐ μὴ ἔσται σοι τοῦτο«, »στραφεὶς« ὁ Ἰησοῦς »εἶπε τῷ Πέτρῳ· ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων«. εἰκὸς οὖν αὐτοὺς μεμνημένους τῶν πρὸς τὸν Πέτρον λελεγμένων πεφυλάχθαι ταὐτὰ ἢ καὶ χείρονα ἀκοῦσαι ἀπὸ τοῦ διδασκάλου.

  35. 16.3.1

    Οὐδὲν λυπεῖ ἐκθέσθαι τὴν προτέραν καὶ παραπλησίαν τοῖς ἐκκειμένοις λέξιν οὕτως ἔχουσαν· »τότε διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ, ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι«. ἐπὶ τούτοις γὰρ εἴρηται τὸ »καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος« καὶ τὰ ἑξῆς. ἔτι δὲ ἀνωτέρω μὲν εἴρηται »ἀποκτανθῆναι« μέλλειν τὸν σωτῆρα· ἐνταῦθα δὲ <καὶ> τὸ εἶδος τῆς ἀναιρέσεως γέγραπται, τὸ σταυρωθῆναι. ἕως μὲν οὖν Ἰησοῦς οὐ παρεδίδοτο ἐν Ἱεροσολύμοις τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσιν οὐδέ κατεκρίνετο θανάτῳ οὐδὲ ἐνεπαίζετο ἢ ἐμαστιγοῦτο ἢ ἐσταυροῦτο, Ἱεροσόλυμα συνειστήκει καὶ τό καλούμενον ἁγίασμα οὐ κατεβάλλετο. ὅτε δέ ταῦτα τῷ Ἰησοῦ ποιῆσαι τετολμήκασι, τότε οἱ παραδόντες αὐτὸν ἐγκατελείφθησαν καὶ οἱ ἀρ- Χιερεῖς τοῦ εἶναι ἀρχιερεῖς ἐπαύσαντο ὡς μηδὲ μετ’ αὐτοὺς εἶναι ἀρχιερεῖς, τότε δὲ καὶ οἱ κατακρίναντες τὸν Ἰησοῦν θανάτῳ γραμματεῖς πωρωθέντες τὴν διάνοιαν καὶ τυφλωθέντες τὸν λογισμὸν οὐκ ἔβλεπον τὸ βούλημα τῶν ἁγίων γραμμάτων. καὶ πάντες ἐκεῖνοι <οἱ> τὸν Ἰησοῦν θανάτῳ παρεδόθησαν τῷ ἐχθρῷ Χριστοῦ θανάτῳ, καὶ ἀμπαίξαντες τῷ Ἰησοῦ εἰς ἐμπαιγμὸν γεγόνασι κυκλωθείσης »ὑπὸ στρατοπέδων Ἱερουσαλὴμ« ὅτε καὶ »ἤγγισεν ἡ ἐφήμωσις αὐτῆς«, ἀλλὰ καὶ τὸν Ἰησοῦν μαστιγώσαντες αὐτοὶ ἐμαστιγώθησαν καὶ μαστιγοῦνται ἕως »τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ«· ὁ γὰρ »βάλλων λίθον εἰς ὕφος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ βάλλει«. καὶ πάντα ταῦτα γεγένηται, ἵν' ἐκείνων μὲν ἀποστῇ ἡ ἐπισκοπή, ἐπὶ δέ τοὺς ἀπὸ τῶν ἐθνῶν μεταστῇ, σῳζομένους ἅμα τῷ »κατ' ἀκλογὴν« λείμματι· »εἰ μὴ« γὰρ »κύριος Σαβαὼθ ἐγκατέλιπεν« αὐτοῖς »σπέρμα, ὡς Σόδομα ἄν« ἐγενήθησαν, »καὶ ὡς Γόμορρα ἂν« ὡμοιώθησαν. ἐγὼ δ’ οἶμαι ὅτι ὥσπερ <ἡ> »ὑποδείγματι καὶ σκιᾷ« λατρεία πάλαι ἐπιτελουμένη »τῶν ἐπουρανίων« κατελύθη διὰ τὰ ἐπουράνια καὶ ἐλθόντος <τοῦ> ἀληθινοῦ ἀρχιερέως ὁ συμβολικὸς ἀρχιερεὺς ἐπαύσατο καὶ τῶν ἀληθινῶν ὑπέρ ἁμαρτιῶν θυσιῶν ἐπιτελουμένων αἱ συμβολικαὶ <θυσίαι> καθῃρέθησαν, οὕτως ὅτε ἡ ἀληθινὴ Ἱερουσαλὴμ τὸν Ἰησοῦν ἐδέξατο ἀναβάντα ἐπὶ τὸ ὑποζύγιον ἑαυτοῦ σῶμα (ἐφ’ ᾧ καὶ ἔχαιρε σφόδρα θυγάτηρ Σιὼν καὶ ἐκήρυσσεν ἡ θυγάτηρ τῆς ἄνω Ἱερουσαλήμ), τότε καθῃρέθη Ἱερουσαλὴμ ἡ σκιὰ καὶ καταπέπτωκεν ὁ ναὸς ὁ ἐκ νεκρῶν λίθων διὰ τὸν ἐκ ζώντων λίθων ναὸν <ἐγερθησόμενον> κατεσκάφη δὲ καὶ τὸ κάτω θυσιαστήριον, ἐπείπερ ἐχρημάτισε τὸ ἐπουράνιον, τὰ ἐγκαίνια αὐτοῦ Ἰησοῦ ἐν τῇ ἀληθινῇ λατρείᾳ ποιήσαντος. Εἰ δὲ κατά τι τῶν σημαινομένων οἱ ἄνθρωποι ἡ πόλις εἰσί, καὶ νῦν ἐν Ἰεροσολύμοις (οὕτω δὲ τοὺς ἔχοντας τὰς ἀλπίδας ἐπὶ τὸν ἐπὶ γῆς τόπον) Παραδίδοται ὁ Ἰησοῦς τοῖς ἐπαγγελλομένοις τὴν τοῦ θεοῦ θεραπείαν Ἰουδαίοις, καὶ > ὡσπερεὶ ἀρχιερεῖς τυγχάνοντες καὶ οἱ τὰ θεῖα γράμματα αὐχοῦντες διηγεῖσθαι γραμματεῖς κατακρίνουσι δανάτῳ τὸν Ἰησοῦν δι’ ὧν κακῶς λέγουσιν γουσιν αὐτόν, καὶ οὐκ ἔστιν ὅτε οὐ παραδιδόασι τοῖς ἔθνεσιν Ἰησοῦν ἐμπαίζοντες αὑτῷ καὶ τῇ διδασκαλίᾳ αὐτοῦ παρ’ αὐτοῖς, καὶ ἀεὶ ταῖς γλώσσαις αὐτῶν μαστιγοῦσι τὴν διὰ Ἰησοῦ Χριστοῦ θεοσέβειαν. καὶ αὐτοὶ μὲν αὐτὸν σταυροῦσι δι ὧν ἀναθεματίζουσι καὶ ἀναιρεῖν θέλουσι τὴν διδασκαλίαν αὐτοῦ. ὁ δὲ κρείττων αὐτῶν <πάντων> ἀλίγον διαλιπὼν ἐγείρεται καὶ ζῶν τοῖς 〈ἔθνεσι τοῖς> εἰδηφόσι βλέπειν φαίνεται. νῦν γὰρ »τίς τυφλὸς ὡς ‘Ησαΐας ἐκ προσώπου τοῦ θεοῦ φησιν) <ἀλλ᾿> ἢ οἱ παῖδές μου, κοὶ τίνες κωφοὶ ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν«; φησὶ γὰρ μετὰ μεγάλου καὶ προφητικοῦ ἤθους καὶ πνεύματος· »οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέματε ἰδεῖν. καὶ τίς τυφλὸς ἀλλ' ἢ οἱ παῖδές μου, καὶ τίνες κωφοὶ ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ«· ἦλθε γὰρ Ἰησοῦς »εἰς κρίμα εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες εἰσὶ δ’ οὗτοι τὰ ἔθνη) βλέπωσι καὶ οἱ βλέποντες ὁ Ἰσραὴλ) ἐκεῖνοι τυφλοὶ γένωνται«. τηλικούτου γοῦν φωτὸς ἀληθινοῦ ἀνατείλαντος καὶ δεικνύντος τοῦ λόγου αὑτὸν καὶ φάσκοντος · »ἰδοὺ ἀνήρ, Ἀνατολὴ ὄνομα αὐτῷ«, οὐκ εἶδον τὸ φῶς, ἐπεὶ ἐτύφλωσεν αὐτοὺς ἡ κακία αὐτῶν, καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ«, καὶ παράδοξον γεγένηται τῷ λαῷ ἐκείνῳ καὶ τοῖς ἔθνεσι. λύχνον μέν γὰρ ἕκαστον τῶν προφητῶν τυγχάνοντα ἐώρα ὁ λαός, ἀνατείλαντα δὲ τὸν τῆς δικαιοσύνης ἥλιον οὐκ ἔγνωσαν· διὸ καὶ εἴ τινα ἐδόκουν ἔχειν λύχνον, ἀφῃρέθη ἀπ’ αὐτῶν. »λαὸς« δέ ὁ τῶν ἐθνῶν »ὁ καθήμενος ἐν σκότει εἶδε φῶν«, οὐχ ὁποῖον ὁ Ἰσραὴλ μικρόν μικρὸν γὰρ φῶς ἕκαστος ἦν τῶν προφητῶν), ἀλλὰ »λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα«, τὸν κύριον καὶ σωτῆρα ἡμῶν Ἰησοῦν Χριστόν, οὗ τὸ μέγεθος φαίνεται διατείνοντος »ἀπὸ πέρατος

  36. 16.3.2

    γῆς εἰς τὸ πέρας αὐτῆς εὐρώστως, κοὶ διοικοῦντος« τὰς ἐκκλησίας »χρηστῶς«, ὅτε τὸ πνεῦμα αὐτοῦ πεπλήρωκε τὴν οἰκουμένην, πληρωθείσης τῆς λεγούσης προφητείας, »ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς« ἔσεσθαι »τὸ ὄρος τοῦ θεοῦ«· καὶ νῦν »πορεύονται ἐπ᾿ αὐτὸ πάντα τὰ ἔθνη«, καὶ ἔστι τοῦτο Χριστὸς Ἰησοῦς.

  37. 16.4.1

    Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς κοὶ τὰ ἑξῆς ἕως τοῦ | ἀκούσαντες δὲ οἱ δέκα ἠγα νάκτησαν περὶ τῶν δύο ἀδελφῶν (20, 20 — 24). τὸ δ᾿ ὅμοιον αὐτῷ καὶ ὁ Μᾶρκος ἀνέγραφε τοῦτον τὸν τρόπον· »καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου καὶ λέγουσιν αὐτῷ« καὶ τὰ ἑξῆς ἕως τοῦ »ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου«.

  38. 16.4.2

    Ἄξιον ἐν τοῖς προκειμένοις ζητῆσαι νοῦν οὐκ εὐκαταφρόνητον καὶ ἀληθῶς εὐαγγελίῳ πρέποντα Ἰησοῦ Χριστοῦ. <προπαρεθέμεθα δὲ τοῦτο,> ἐπεὶ τὸ ῥητὸν τοῖς μέν ἁπλουστέροις καὶ πάντη ἀκεραίοις καὶ βάθη θεοῦ καὶ τῶν γραφῶν αὐτοῦ μὴ ἐπισταμένοις ζητεῖν ἐμφαίνει ἁπλότητα ἀξιώσεώς 〈τινος〉 καὶ τῆς πρὸς αὐτὴν τοῦ Ἰησοῦ ἀποκρίσεως. τοῖς δὲ κἂν ἐπὶ ποσὸν δυναμένοις βασανίζειν προβλήματα ὁ αὐτόθεν ἐμφαινόμενος νοῦς βραχύς ἐστι καὶ εὐτελὴς καὶ οὐδὲν ἔχων <μέγα>, μάλιστα ὅτε Ἰησοῦς ἀποκρίνεται ἁρμόζον αὐτοῦ τῇ μεγαλονοίᾳ. ὥσπερ γὰρ ἐπὶ κοσμικῆς βασιλείας έν προαγωγῇ δοκοῦσιν εἶναι οἱ συγκαθεζόμενοι τῷ βασιλεῖ ἐν τῇ βασιλικῇ ἐσθῆτι καθεζομένῳ καὶ ὁτιποτοῦν τῶν τῆς βασιλικῆς πραγμάτων διέποντι οὕτω δόξει κατὰ τὴν λέξιν) φανταζομένη ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου ἢ ὡς ὁ Μᾶρκος ἀνέγραψεν Ἰάκωβος καὶ Ἰωάννης) ἐξιοῦν ἀπὸ τοῦ σωτῆρος τὸ καθεσθῆναι τὸν μἐν ἕτερον ἐκ δεξιῶν αὐτοῦ ἐν τῇ βασιλείᾳ τυγχάνοντος, τὸν δέ λοιπὸν ἐξ ἀριστερῶν. καὶ οὐδέν μέν ἦν παράδοξον, γυναῖκα <γυναικείας> ἀπὸ καὶ ἰδιωτείας τοιαῦτα νομίζειν <δεῖν> ἀξιοῦν. δεδόσθω δέ ὅτι καὶ οἱ δύο ἀπόστολοι, ὡς ἄνθρωποι ἔτι ἀτελεῖς κοὶ μηδὲν νοοῦντες βαθύτερον περὶ τῆς βασιλείας Χριστοῦ, τοιαῦτα ὑπελάμβανον περὶ τῶν συγκαθεζομένων τῷ Ἰησοῦ· ἐπὰν δὲ κοὶ ὁ Ἰησοῦς ὡς συγκατατιθέμενος τῷ μέγα εἶναι τὸ καθεσθῆναί τινα ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων αὐτοῦ ἐπαίρῃ τὴν ἀξίωσιν κοὶ λέγη· οὐκ οἴδατε τί αἰτεῖσθε καὶ οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου, ζητήσοι τις ἃν συνετὸς δοκῶν εἶναι ἀκροατὴς τῆς γραφῆς, τί βούλεται τὸ καθέζεσθαι ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων Ἰησοῦ ἐν τῇ βασιλεία αὐτοῦ.

  39. 16.4.3

    Καὶ πρὸς τοὺς ὐπολαμβάνοντάς γε περιεργότερον ἠμᾶς ταῦτα ζητεῖν συνακτέον τὰ περὶ καθίσεων ἀναγεγραμμένα θεοῦ ἢ τοῦ Χριστοῦ, ἵνα τῇ βασάνῳ τῶν εἰς τοῦτο συνγομένων καὶ παραθέσει αὐτῶν πρὸς ἄλληλα ἀνατεῖλαι δυνηθῇ μέγεθός τι δόγματος ἀπὸ ἁπλουστέρου παραδείγματος ληφθέντος. οἷον ἐν μὲν τῇ τρίτη τῶν Βασιλειῶν γέγραπται ὅτι »εἶπε Μιχαίας«· »εἶδον θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, κοὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αῦτοῦ« καὶ τὰ ἑξῆς· ἐν δέ τῇ δευτέρᾳ τῶν Παραλειπομένων ό αὐτὸς Μιχαίας φησὶ παραπλήσια τούτοις ἐν τῷ· »ἀκούσατε λόγον κυρίου. εἶδον κύριον καθήμενον ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ« καὶ τὰ ἑξῆς. καὶ ἐν ‘Ησαΐᾳ δέ γέγραπται· »καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίος ὁ βοσιλεὺς εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑφηλοῦ καὶ ἐπηρμένου« καὶ τὰ έξῆς. ἔτι δὲ καὶ ἐν τῷ Δανιὴλ τοιαῦτα γέγραπται· »ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκά- θητο« καὶ τὰ ἑξῆς. παραπλήσια τούτοις ἔστιν εὐρεῖν καὶ ἐν τῷ Ἰεζεκιὴλ κατὰ τὴν ἀρχὴν τῆς προφητείας αὐτοῦ, ὅτε φησίν · »ὑπεράνω τοῦ στερεώματος τοῦ ὑπέρ κεφαλῆς αὐτῶν δῆλον δ’ ὅτι τῶν χερουβὶμ) ὡς ὅρασις λίθου σαπφείρου, ὁμοίωμα Πρόνου ἐπ' αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν«. ἐν δὲ τῶ ἑκατοστῶ ἐννάτω ψαλμῷ τὸ »εἶπεν ὁ κύριος τῷ κυρίῳ μου · κάθου ἐκ δεξιῶν μου« ἐμφαίνει κάθισιν τοῦ πατρὸς καὶ ἄλλην τοῦ σωτῆρος καθεζομενου ἐκ δεξιῶν αὐτοῦ. καὶ πόλιν ἐν ἄλλῳ ψαλμῷ εὐχόμενος ὁ προφήτης φησίν· ὁ καθήμενος ἐπὶ τῶν ερουβὶμ ἐμφάνηθι«, κοὶ πάλιν · ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἀγίου αὐτοῦ« εἰ δέ κοὶ ἀπὸ τῶν εὐαγγελίων παράδειγμα βούλει λαβεῖν, ἄκουε Ματδαίου ἀναγράφοντος τίνα τρόπον ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς· »ἀμήν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀλοκουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὂταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ« καὶ τᾶ ἑξῆς καί· »ἀπάρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως«]. καὶ ὁ Ματθαῖος <καὶ> ταῦτάφησιν· »ὂταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξη

  40. 16.4.4

    αὐτοῦ κοὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ« κοὶ τὰ ἑξῆς, καὶ ἀπάρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως«. τὸ δὲ ἰσοδυναμοῦν αὐτῷ καὶ ὁ Μᾶρκος ἀνέγραψεν ἐν τῷ καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ«, καὶ ὁ Λουκᾶς δὲ τὸ ὅμοιόν φησιν ἐν τῷ »ἀπὸ γὰρ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ«.

  41. 16.4.5

    Καὶ τέ με δεῖ ἐπὶ πλεῖον τὰ τοιαῦτα συνάγειν, βουλόμενον <μετὰ> τὴν εὐτελῆ καὶ ἁπλουστέραν καὶ ταπεινοτέραν ἐκδοχὴν περὶ τῆς ἐν τῇ βασιλείᾳ καθίσεως τοῦ Χριστοῦ καὶ τῶν ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων αὐτοῦ καθεδουμένων παραστῆσαι <καὶ> μυστικωτέραν ἲν' ἵν’ εὐλόγως ὑπὸ τῶν ἐπὶ rd θεῖα νοήματα ἀναβαίνειν οἴων τε ὄντων ἐξετασθῆναι καὶ εὐρεθῆναί τι ἄξιον τοῦ ἀνακρίνοντος »πάντα« πνευματικοῦ καὶ »ὑπ' οὐδενὸς« ἀνακρινομένου, ἀνάλογον τοῖς τοῦ Παύλου περὶ πνευματικῶν φωναῖς 〈καὶ περὶ> εὐαγγελικῶν ἐροῦντος. ὡς γὰρ Παῦλος κατὰ τὸν πενυματικὸν ἐκλαβὼν νόμον τὰ περὶ τοῦ μάννα καὶ τῆς πέτρος καὶ τοῦ ἀπ' αύτῆς ὕδατός φησι · καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρος, ἡ δὲ Πέτρα ἦν ὁ Χριστός«, οὕτως εἴποι ἄν ὁ ἐπὶ τὴν πέτραν ταύτην ἑστὼς πνευματικος καὶ ἐπὶ τούτῳ εύχαριστῶν τῷ θεῷ καὶ λέγων καὶ περὶ ἑαυτοῦ· »ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε t]a διαβήματά μου«, ὅτι πνευματική ἐστιν ἡ κάθισις θεοῦ ἐπὶ πνευματικοῦ θρόνου καὶ ἡ Χριστοῦ ὁμοίως, καὶ τὸ ἐκ δεξιῶν τῆς δυνάμεως« καθέζεσθαι τὸν Χριστὸν πνευματικόν ἐστιν. οὐδὲν γὰρ κατὰ ταῦτα δηλοῦται περὶ σωματικῆς καθίσεως, ἢν ὡρίσαντο ἑδρασμὸν εἶναι ἐπὶ τῶν ἰσχίων ἑδραζομένων ἐπί τινος ἒδρας)· καὶ γὰρ γελοῖον διὰ τὸ σωματικῶς ταῦτα ὠνομάσθαι νομίζειν θρόνους τινὰς <σωματικῶς> εἶναι δεδημιουρ- γημένους, οὐκ οἶδα ἐκ ποίας ὕλης, δεκτικοὺς τῆς καθίσεως τοῦ θεοῦ ἢ τοῦ Χριστοῦ ἢ τῶν καθεζομένων ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων Χριστοῦ, οἶς ἡτοίμασε τὸ τοιοῦτον ὁ πατήρ. οὐκ οἶδα δὲ εἰ εὐαγές ἐστι σωματικὸν νομίζειν εἶναι τὸ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων« τοῦ θεοῦ ἑστηκέναι τὴν στρατιὰν τοῦ οὐρανοῦ« σωματικῶς, ἢ πόλιν οἴεσθαι τοὺς μέν σῳζομένους καὶ ἐπαινουμένους ἐν τοῖς σωματικοῖς εἰναι δεξιοῖς τοῦ βασιλέο)ς ἡμῶν Ἰησοῦ Χριστοῦ, τοὺς δέ ψεκτοῦς καὶ ἀπολουμένους ἐν τοῖς ἀνάλογον τούτοις σωματικοις ευωνυμοις.

  42. 16.5.1

    Ἀλλὰ μήποτε τὸ μὲν ἀποκαταστῆναι ἐΠὶ τὴν βασιλείαν ἀπολαβόντα τὴν ἑαυτοῦ ἀρχὴν Χριστόν, καταργηθείσης τῆς βασιλευούσης ἐν τοῖς θνητοῖς σώμασι τῶν ἀνθρώπων ἁμαρτίας καὶ πόσης τῆς ἀρχούσης τῶν πονηρῶν ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, τοῦτ' ἔστι τὸ καθεσθῆναι αὐτὸν ἐπὶ θρόνου δόξης αὐτοῦ«· τὸ δὲ καὶ δεξιὰ <καὶ εὐώνυμα> ποιῆσαι ποιῆσαι πάντα τῷ θεῷ, ἴνα μηκέτι ᾖ σκαιόν τι πρὸς αυτον, τοῦτ' ἔστι τὸ ἐσόμενον ἐν τοῖς ἐκ δεξιῶν τῆς δυνάμεως« ἐσομένοις, πρὸς παράδειγμα μέλλουσι βλέπειν τὸ ἐκ δεξιῶν τῆς δυνάμεως« καθέζεσθαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων αὐτοῦ ἐν τῇ βασιλείᾳ Χριστοῦ τοῦ λόγου· οὓς άποκαθίστησιν ὁ θεὸς συνεργήσας αὐτοῖς καὶ ἑτοιμάσας τὸ ἐγγίζειν τῇ Χριστοῦ ὑπεροχῇ, ἵν’ ὁ μὲν προηγούμενος τῶν ἄλλων τῶν Χριστῷ> ᾖ ἐκ δεξιῶν καὶ οἶον ἁπτόμενος αὐτοῦ καὶ κολλώμενος τοῖς τοῦ λόγου δεξιοῖς, ὁ δὲ ὑποδεέστερος ἐγγὺς τῶν ἀριστερῶν αὐτοῦ. δεξιὰ δὲ ὅρα εἰ δύνασαι νοῆσαι Χριστοῦ τὰ ἀόρατα ὀνομαζόμενα κτίσματα, ἀριστερὰ δὲ τὰ ὁρατὰ κοὶ σωματικά. ἀλλὰ Χριστὸς μὲν πόντων βασιλεύει· ἤδη δέ τῶν ἐγγιζόντων αὐτῷ οἱ μέν κεκλήρωνται τὰ δεξιὰ καὶ νοητά, οἱ δέ τὰ ἀριστερὰ καὶ αἰσθητά. καὶ μήποτε ἡ ἀληθινὴ μήτηρ τῶν υἱῶν Ζεβεδαίου οὓς ἐκάλεσε Βοανεργὲς ὁ σωτήρ, ὅ ἐστιν υἱοὺ βροντῆς«), ἡ βροντὴ <αὐτή>, μεγάλα κρίνασα περὶ τῶν υἱῶν αὑτῆς Ἰακώβου καὶ Ἰωάννου καὶ γὰρ ἦσαν μεγάλοι) καὶ ὑπολαβοῦσα αὐτοὺς τὰ πρωτεῖα δύνασθαι ἔχειν πορὰ πᾶσαν γεννητὴν φύσιν ὡς χωρήσοντας τὴν μεγαλοφωνίαν αὐτῆς , προσελθοῦσα ἠξίου τὸν κύριον, ἶνα ἱδρύσῃ τὸν μὲν ἕτερον αὐτῶν ἐκ δεξιῶν, τὸν δ’ ἄλλον ἐξ εὐωνύ- μων. ὁ δὲ σωτὴρ διελέγχο)ν καὶ τὴν τηλιγαύτην μεγαλόφωνον μητέρα τοῦ Ἰακώβου καὶ Ἰωάννου ὡς ἀγνοοῦσαν, τίνες οἱ ὑπερέχοντες καὶ ὅτι ἡ τηλικαύτη δωρεὰ χάρις ἐστὶ <μόνου> τοῦ ἐπὶ πᾶσι θεοῦ συμπνέον τος κοὶ συνεργοῦντος καὶ ἱδρύοντος ἐν τῇ τοιαύτῃ ὑπεροχῇ, οὓς εἶδεν ἐπιτη- δείους, εἶπε τὸ οὐκ οἴδατε τί αἰτεῖσθε καὶ· τὸ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρος μου. ἐπιστήσει δὲ ὁ δυνάμενος τίνα μέν ὑπὸ τοῦ σωτῆρος δίδοται, τίνα δὲ ὑπὸ τοῦ πατρός, ὁρῶν ὅτι ἔστι τινὰ ἃ οὐ δοίη ἂν ὁ υἱός. ἀλλ’ αὐτὸς ὁ ποτήρ. εἰ δὲ τοιοῦτόν τι παρίστησι καὶ τὰ εὐαγγέλια, ὅπου μὲν εἰσάγοντα τὸν σωτῆρα εὐχόμενον περί τινων δυνάμεων ἵνα αὐτῷ ὑπαρχθῇ τὰ αἰτήματα ἀπὸ τοῦ πατρός, ὅπου δὲ χωρὶς εὐχῆς ποιοῦντα ὡς ἤδη ἔχοντα ἐκεῖνα περὶ ὧν ἠξίωτο, τολμηρὸν μὲν ζητῆσαι, ὅμως δέ ὁ δυνάμενος μετὰ εὐλαβείας καὶ ταῦτα ἐξεταζέτω. παραστῆσαι δ’ οἶμαι βουλόμενος τῇ μητρὶ τῶν υἱῶν Ζεβεδαίου καὶ αὐτοῖς, ὅτι καὶ ἔλειπεν αὐτοῖς πρὸς τὸ τελειοῦσαι τὰ ἐν ἀνθρώποις ἐφικτὰ οὐ τὰ τυχόντα, ἀποκριθεὶς εἶπε μετὰ τὸ οὐκ οἴδατε τί αἰτεῖσθε τὸ δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν ἢ ὡς ὁ Μᾶρκος ἀνέγραφε · »δύνασθε τὸ ποτήριον πιεῖν ὃ ἐγὼ πίνω ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; «)

  43. 16.6.1

    Κοὶ ἐν τούτοις δέ ζητήσει τις τί τὸ ποτήριον καὶ τί τὸ βάπ- τισμα, ὡς ἕτερα ἀλλήλων <ὅντα ἀμφότερα καὶ οὕτως ὠνομασμένα> κοὶ δεόμενα οὐ τῆς τυχούσης δυνάμεως τῆς τοῦ πιομένου ἢ τοῦ βαπτισθησομένου, κοὶ πιομένου οὐκλλο ποτήριον ἢ ὁ ἔμελλε πίνειν ὁ Ἰησοῦς βαπτισθησομένου τε παραπλησίως βάπτισμα, ὃ αὐτὸς ἔμελλε βαπτίζεσθαι ὁ κύριος. οἱ πολλοὶ μέν οὖν τὰ ἀμφότερα ἄγουσιν εἰς τὴν κατὰ τὸ μαρτύριον οἰκονομίαν, οὐ παριστάντες οὔτε εἰ δύο ἐπινοίας ἔχει δηλουμένας διὰ τῶν δύο ὀνομάτων ἔν τῇ ὑποστάσει τυγχανόντων, οὔτ’ εἰ δύναται καὶ δύο δηλοῦσθαι ἐν τούτοις πράγματα. ἡμεῖς δὲ οὑκ ἀποδοκιμάζομεν μέν καὶ ταύτην τὴν ἐκδοχήν, ἐφίστα- μεν δέ εἰ δύναται καὶ ἄλλο τι δηλοῦν παρὰ ταῦτα τὰ δύο ὀνόματα. κοὶ ἐπεὶ πολύ ἐστι τὸ νῦν ἀκριβῶς διαλαβεῖν περὶ αὐτῶν, ὀλίγα εἰς τὸ στῆναι τὰ ἐμφαινόμενα ἡμῖν παραστήσομεν εἰς τὸν τόπον. καὶ εἰς μὲν τὸ δηλοῦσθαι ἐν τούτοις τὸ μαρτύριον οὐ μόνῳ χρήσεταί τις τῷ »πάτερ, εἰ δυνατόν, παρένεγκε τοῦτο τὸ ποτηριον απ εμου«, ως ἐπιπόνως πινόμενον ὑπὸ τοῦ ἀναδεχομένου τοὺς ἐν τῷ μαρτυρίῳ ἀγῶνας, ἕως τις ἐκπίῃ ὑπομείνας τὰ κατὰ τὸν ἐν τῷ μαρτυρίῳ πειρασμὸν πάντα τὰ προσαγόμενα αὐτῷ, ἀλλὰ καὶ τῷ ἐν ἑκατοστῷ πεντεκαιδεκάτῳ Ψαλμῷ εἰρημένω̣ · τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πόντων ὧν ἀνταπέδωκέ μοι; ποτήριον σω- τηρίου λήψομαι, καὶ τὸ ὄνομα κυ- ρίου ἐπικαλέσομαι«. τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς του λαου αυτου. «τιμιος εναντιον γυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ«. οὐδὲν γὰρ δυνάμεθα πλεῖον ἀποδοῦναι τῷ κυρίῳ ἐφ’ οἶς εὐηργετήθημεν ἢ τὸ τοῦ σωτηρίου πο- τήριον προθύμως λαβεῖν καὶ ἐπικαλέσασθαι τὸ τοῦ κυρίου ὄνομα εἰς τὸ πιεῖν αὐτό · ἐν ᾧ ἐκπινομένῳ ἀπᾴδωσί τις τὰς εὐχὰς αὑτοῦ πάσας τῷ κυρίῳ ἐναντίον πιστὸς τοῦ λαοῦ αὐτοῦ«. σαφῶς δὲ ἐδίδαξεν ἐν τούτοις ὅτι τὸ ποτήριον <τὸ μαρτύριόν> ἐστιν ὁ ἐπαγαγὼν κατὰ τὸ ποτήριον τὸ τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ«. τῇ δέ ἐπινοίᾳ τὸ μαρτύριον δύο ἐστίν, ὧν τὸ μὲν ἔν καλεῖται ποτήριον σωτηρίου«, τὸ δὲ λοι- πὸν βάπτισμα. καὶ καθὸ μὲν ὑπομένει τις τους πονους, ποτη- ριόν ἐστιν εκπινομενον υπο του φέροντος πάντα τὰ Προσαγόμενα εἰς εουτον, ἀναλαμβάνοντος καὶ οἱονεὶ πνίγοντος τὰς ἀλγηδόνος καὶ μὴ ἀνωθουμένου αὐτὰς μηδέ ἀποβάλλοντος ἢ ἐμοῦντος. καθὸ δέ ἄφεσιν λαμβάνει ἁμαρτημάτων ὁ ὑπομείνας, βάπτισμα ἐστιν· εἰ γὰρ τὸ βάπτισμά ἄφεσιν ἁμαρτημάτων ἐπαγγέλλεται, καθὼς παρειλήφαμεν περὶ τοῦ ἐν ὕδατι καὶ πνεύματι βαπτίσματος, ἄφεσιν δὲ λαμβάνει ἁμαρτημάτων καὶ ὁ τὸ Ι τοῦ μαρτυρίου ὑπομείνας βάπτισμα, βάπτισμα τὸ μαρτύριον εὐ- λόγως λέγοιτ’ ἂν.

  44. 16.6.2

    Ὅτι δὲ ἄφεσις ἁμαρτημάτων γίνεται <παντὶ> τῷ τὸ μαρτύριον ὑπομείναντι, δῆλον ἐκ τοῦ »πᾶς ὃς ἐὰν ὁμολογήση έν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς«. ὁμολογεῖ δὴ ἔμπροσθεν τοῦ ἐν τοῖς οὐρανοῖς Πα- τρὸς ὁ σωτὴρ πάντα τὸν ὁμολογήσαντα, κἂν τύχῃ πρὸ τῆς ὁμολογίας ὁτιποτοῦν ἁμαρτών· εἰ γὰρ τοὺς ὁτιποτοῦν ἁμαρτ<όντας ὁμολου> ήσαντας οὐχ ὁμολογήσει, οὐκ ἔσται ἀληθές τὸ »πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ« κοὶ τὰ ἑξῆς. οὐκ οἶμοι δ’ ὅτι ἔμπροσθεν τοῦ ἐν οὐρανοῖς πατρὸς ὁμολογήσει ὁ σω- τὴρ τὸν ὁποιῳποτοῦν ἔνοχον ἁμαρτήματι· παρρησιαζομένουγὰρ <υἱοῦ> ἐνώπιον πατρός ἐστιν ἡ ὁμολογία ἐπὶ τῷ ὁμολογουμένῳ ὡς ἀξίῳ τῆς <Χριστοῦ> ἐπὶ τοῦ πατρὸς μὴ σαινέτω δέ ἡμᾶς εἰ ὁ σωτὴρ πορὰ τῷ Μάρκῳ καὶ τὸ ποτήριον πίνει, καὶ τὸ βάπτισμα βαπτίζεται· κοὶ γὰρ ἡνίκα ὁ Ἰωάννης ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν«, καὶ Ἰησοῦς »παραγίνεται πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ’ ἀὐτοῦ« οἱονεὶ ἀπολουόμενος τὰ ἡμέτερα ἁμαρτήματα, ἵν ἡμεῖς τῷ λουτρῷ αὐτοῦ καθαρισθῶμεν. μᾶλλον δὲ ἐμφαίνεται τὸ καθαρίζεσθαι ἡμᾶς ἐπὶ τῷ μαρτυρίῳ αὐτῷ, καθὸ ἐβαπτίζετο ἀναλαβὼν ἡμῶν τὰς ἁμαρτίας, ἵνα αὐτὰς λύσῃ καὶ ἀφ’ ἡμῶν καὶ ἀφ’ ἑαυτοῦ· διόπερ »ὃ <ἀπέθανεν,> ἀπέθανε τῇ ἁμαρτίᾳ« ἡμῶν, ἐπεὶ αὐτὸς ἀπέθανε τῇ ἁμαρτίᾳ« οὐ τῇ ἑαυτοῦ ἀλλὰ τῇ ἡμετέρᾶ, εἴ γε ἔχειν λόγον τὸ τοιοῦτον δόξει τισί. πεπώκασι δέ <κατὰ ταῦτα, ὡς ἐμοὶ δοκεῖν, καὶ τὸ> ποτήριον καὶ τὸ βάπτισμα ἐβαπτιίσθησαν οἱ τοῦ Ζεβεδαίου υἱοί, ἐΠείπερ Ἡρώδης μέν ἀπέκτεινεν »Ἰάκωβον τὸν <ἀδελφὸν> Ἰωάννου μαχαίρᾳ«, ὁ δὲ Ῥωμαίων βασιλεὺς ὡς ἡ παράδοσις διδάσκει) κατεδίκασε τὸν Ἰωάννην μαρτυροῦντα διὰ τὸν τῆς ἀληθείας λόγον εἰς Πότμον τὴν νῆσον. διδάσκει δέ τὰ περὶ τοῦ μαρτυρίου ἑαυτοῦ Ἰωάννης, μὴ λέγων τις αὐτὸν κατεδίκασε, φάσκων ἐν τῇ Ἀποκαλύψει ταῦτα· ἐγὼ Ἰωάννης, ὁ ἁδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν Ἰησοῦ, ἐγενό- μην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ« καὶ τὰ ἑξῆς. καὶ ἔοικε τὴν ἀποκάλυψιν ἐν τῇ νήσῳ τεθεωρηκέναι.

  45. 16.7.1

    Ὁ δὲ προστιθεὶς μετὰ τὴν ἀποδεδομένην διήγησιν εἰς τὸ Ποτήριον καὶ τὸ βάπτισμα τοιαῦτά φησιν· ὥσπερ ἔστι τι βρῶμα τοῦ σωτῆρος, περὶ οὗ λέγει· »ἐμὸν βρῶμά βστιν ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με κοὶ τελειώσω αὐτοῦ τὸ ἔργον«, οὕτως ἀνάλογόν ἐστι ποτήριον ἐκείνῳ τῷ βρώματι. ὁ τολμηρὸν μὲν διορίσαι ἀπὸ τοῦ βρώματος καὶ παραστῆσαι πραγματικῶς, ὅμως δὲ ὁ δυνάμενος ἐπιστησάτω μήποτε τὸ μὲν προετικόν ἐστι τὸ βρῶμα τὸ δέ θεωρητικὸν τὸ πόμα. κατὰ γὰρ τὸ ἐσυίειν τὸν Χριστόν, ἐν τῷ ποιεῖν τὸ θέλημα τοῦ πέμψαντος« αὐτὸν καὶ τελειοῦν ἐκείνου τὸ ἔργον«, τὸ κοὶ πίνειν αὐτόν ἐστι , ἐν τῷ νοεῖν> θέλημα τοῦ πέμψαντος« αὐτὸν καὶ τελειῶσαι αὐτοῦ τὴν γνῶσιν. εἰ δὲ δύναται ἢ μὴ εἰς ταύτην τὴν διαφορὰν ἀναφέρεσθαι <καὶ> τὸ ἡ σάξ ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις«, καὶ σὺ κρινεῖς. λέγοι γὰρ ἄν τις ὅτι ἀληθῶς μέν βρῶσις ἡ πρᾶξις, ἀληθῶς δὲ πόσις ἡ θεωρία, καὶ ὁ τοῦτο φάσκων ἐρεῖ ὅτι διὰ τοῦτο πρῶτον δίδωσι τὸν »ἄρτον εὐλογήσας« καὶ κλάσας »τοῖς μαθηταῖς« — ἐπεὶ πρώτη ἐστὶν ἡ πρᾶξις, καὶ μετὰ τοῦτο »λαβὼν ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· πίετε ἐξ αὐτοῦ πάντες« — ἐπεὶ δεῖ τὰ τῶν πράξεων ῥυθμίσαντα καὶ τὸ πρακτικὸν κατορθώσαντα οὕτως ὁδεύειν διὰ τῶν προγνόντων καὶ ἐπὶ θεωρίαν αὐτῶν. καὶ γὰρ κατὰ τὸν προφήτην λέγεται τὸ »σπείρατε ἐαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζο)ῆς«, ἶνα πρῶτον πράξωμεν τὸ δέον· καὶ μετὰ τοῦτό φησι· »φωτίσατε ἑαυτοῖς φῶς γνώσεως«, <ὡς> ὁδῷ γὰρ τις μετὰ τὸ τὰ καθᾶραι ὁδεύοι ἂν ἐπὶ τὴν γνῶσιν καὶ φωτίζοιτο ἐν αὐτῇ.

  46. 16.7.2

    Καὶ ταῦτα δὲ παρεκβατικῶς λέλεκται διὰ τὴν περὶ τοῦ ποτηρίου βαθυτέραν ἐξέτασιν. κοὶ ἐν εἰκοστῷ δευτέρῳ Ψαλμῷ λέλεκται πρῶτον μέν τὸ »ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με«, ἑξῆς δὲ καὶ τό· ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον«. μὴ ὑπο- λαμβανέτω δ’ ἡμᾶς ὁ ἐντυγχάνων τῇδε τῇ γραφῇ κροτεῖν ὅτι ἐχρῆν Πως διηγήσασθαι τὰ περὶ τῶν ἀναγεγραμμένων καθίσεων τοῦ θεοῦ ἢ τοῦ Χριστοῦ. ἀπολογούμεθα γὰρ ὅτι δυσωπῆσαι μόνον ἀπὸ τῶν ῥητῶν προέκειτο Ta περὶ καθίσεως καὶ αποστησαι του εντυγχανοντα απο τῆς ταπεινοτέρας ἐκδοχῆς. ἄλλῳ γὰρ καιρῷ ἐχρῆν Προηγουμένην τινὰ σκέψιν ποιήσασθαι περὶ καθίσεως Λ·αὶ στάσεως καὶ περιπάτου θεοῦ ἢ τοῦ Χριοτοῦ, ὅπερ οὐκ ἀπαιτεῖ ἡ ποροῦσα διήγησις· μεγίστη γὰρ ἂν καὶ ἄκαιρος ἐγένετο ἡ παρέκβασις.

  47. 16.8.1

    πλὴν τούτων λεχθέντων ὑπὸ τοῦ σωτῆρος πρὸς τὴν ἀξίωσιν τῆς μητρὸς Ἰωάννου καὶ Ἰακώβου ἢ αὐτῶν τῶν υἱῶν Ζεβεδαίου ἀκούσαντες (φησὶν) οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν ὡς ἀξιωσάντων προτιμηθῆναι τῶν λοιῶν. παρατήρει δ’ ὅτι καὶ Ἰούδας ἐν τοῖς ἀγανακτοῦσιν ἠν (καὶ ανέγραψε τοῦτο καὶ ὁ Μᾶρκος). εἰ δὲ ἐν τοῖς ἀγανακτοῦσιν ἦν μετὰ τῶν λοιπῶν ἐννέα, μήποτε ἔτι οὐδέ- πω βεβλήκει ὁ διόβολος εἰς τὴν καρδίαν« αὐτοῦ, ἵνα αὐτὸν« τὸν κύριον ἡμῶν »παρδῷ«, ’ ἔτι γΑ τῇ προαιρέσει εἷς τοῖν ποστόλων ὁ Ἰούδος ἦν. πολλὰ δέ περὶ αὐτοῦ ἐν τοῖς πρὸ τού- των εἰπόντες, νῦν οὐκ ἐποναλαμβό- νομεν περὶ τοῦ κατασκευάοοι ὅτι Ἰούδας προαιρέσεως έὸν ὁποίας Λ́αὶ οἱ λοιποὶ πέπτωκε κοὶ ἐνέπεσεν εἰς τὴν παγίδα τοῦ πονηροῦ, γΑ φιλαρ- γυρήσας καὶ προδοὺς τὸν σο)τῆρα.

  48. 16.8.2

    Ὁ δὲ Ἰησοῦς προδκαλεσάμενος αὐτοὺς εἶπεν· οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ <τὰ> ἔως τοῦ καὶ δοῦναι τὴν Ψυχὴν αὑτοῦ λύτρον ἀντὶ πολλῶν (20, – 28). τούτοις τὰ ἰσοδυναμοῦντα καὶ ὁ Μᾶρκος ἀνέγραφεν. ἐτηρήσαμεν δὲ ὥνπερ ἐπ’ ἄλλων πλεόνων καὶ τὴν τάξιν τῶν ἀναγεγραμμένο)ν τη- ροῦντας Ματθαῖον καὶ Μάρκον, ἕτε θεραπειῶν ἕτε λόγων, οὕτο)ς καὶ ἐνταῦθα. ἑξῆς γὰρ τὰ ἀπὸ τοῦ »μέλλων δέ ὁ Ἰησοῦς ἀναβαίνειν εἰς Ἱεροσόλυμα κοὶ] παρέλαβε τοὺς δώδεκα κατ’ ἰδαν« μέχρι τοῦ »εὐθέως δέ ἀποστέλλει αὐτοὺς« πάντα τῇ τάξει τετήρηκε καὶ ὁ Μάρκος ἀπὸ τοῦ ἦσαν δέ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα« μέχρι τοῦ »εὐθέως αὐτὸν ἀποστέλλει πάλιν ὧδε«. σὺ δέ πορευθεὶς τὰ εὐαγγέλια ἀλλήλοις κατὰ τοὺς τόπους τούτους καὶ συγκρίνων αὐτοὺς εὑρήσεις τὸ λεγόμε- νοι·. καὶ ὁ Λουκᾶς μέντοι ἐκ μέρους τὸ ὅμοιον ἀνέγραφε προτάξας αὐτῶν τὸ ἐγένετο δέ φιλονεικία αὐτῶν, τὸ τίς αὐτῶν <ὰν εἴ> η μείζων«. ἐν τούτοις γὰρ ἐπιφέρει· »ὁ δέ εἷπεν αὐτοῖς· οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. ὑμεῖς δέ οὐχ οὕτως« καὶ τὰ ἑξῆς. ταῦτα μέν οὖν λελέχθω, ἵν’ ἡμᾶς μὴ λανθάνῃ τὰ περὶ τῆς ἰσοδυναμίας τῶν κατὰ τὸν τόπον τετηρημένης Ματθαίῳ καὶ Μάρκῳ, καὶ ἐκ μέρους τῷ Λουκᾷ. ἤδη δὲ καὶ τὴν διάνοιαν τῶν λεγομένων ἡμῖν ἐξεταστέον. Προείρηται ὅτι τῶν παρὰ τῷ Ἰησοῦ πρωτείων ἐπεδικάζοντο Ἰάκωβος καὶ Ἰωάννης, καὶ ἠξίουν λαβεῖν τὸ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἢ ἡ μήτηρ αὐτῶν τοῦτο ᾔτει περὶ αὐτῶν), καὶ λέλεκται ὅτι ἐπὶ τούτοις, ὡς καὶ αὐτοὶ τῶν παρὰ τῷ Ἰησοῦ πρωτείων ἐπιδικαζόμενοι, οἱ λοιποὶ »ἠγανάκτησαν δέκα«, εἰ ὑφαρπάζειν βούλονται Ἰάκωβος κα Ἰωάννης, ὡς ὑπὲρ τοὺς λοιποὺς δέκα ὄντες, τὴν πρὸς τὸν Ἰησοῦν κατὰ τὴν δόξαν ἐγγύτητα. τούτων δὲ προειρημένων κατὰ τὸ εὔλογον ὁ Ἰησοῦς προσκαλεπιται ἤτοι τοὺς ἀγανακτήσαντας δέκα, ἢ καὶ μετὰ τῶν λοιπῶν δύο, κοὶ διδάσκει τὴν ὁδὸν καθ’ ἣν μέγας καὶ πρῶτός τις ἔσται παρὰ τῷ θεῶ. τὸ δὲ λεγόμενον τοιοῦτον ἦν ὅτι οἱ μέν τῶν ἐθνῶν ἄρχοντες ἢ δοκοῦντες« αὐτῶν »ἄρχειν«) οὐκ ἀρκούμενοι τῷ κυριεύειν τῶν ὑποτεταγμένων, βιαιότερον αὐτῶν κρατεῖν θέλοντες καὶ κατακυριεύουσιν αὐτῶν. ὁμοίως δὲ καὶ οἱ ὡς κατὰ τὴν ἐν τῷ βίῳ τούτῳ ἀξίαν ἐν τοῖς ἔθνεσι μεγάλοι οὐχ ἵστανται ἐπὶ τοῦ ἐξουσιάζειν τῶν ὑπηκόων, ἀλλὰ κατεξανιστάμενοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. ἐν ὑμῖν δὲ τοῖς ἐμοῖς γνωρίμοις μὴ ἔστω ταῦτα, μηδὲ οἱ ἀρχήν τινα ἐγκεχειρισμένοι τῶν εἰς ἐμέ πιστευόντων ἢ ἐξουσίαν ἐν ἐκκλησίᾳ τοῦ πατρός μου καὶ θεοῦ ἔχειν νενομισμένοι κατακυριευέτωσαν τῶν ἰδίων ἀδελφῶν ἢ κατεξουσιαζέτωσαν τῶν ἐπὶ τὴν δι’ ἐμοῦ θεοσέβειαν καταπεφευγότων. ἀλλ’ εἴπερ βούλεταί τις παρὰ τῷ πατρί μου κριθῆναι μέγας καὶ συγκρίσει τῶν ἑαυτοῦ ἀδελφῶν ὑπερέχων, πᾶσι διακονείτω ὧν βούλεται εἶναι μεί(ων. εἰ δὲ καὶ τῶν παρ’ ἐμοὶ πρωτείων τις ὀρέγεται, ἴστω μηδενὸς ἔσεσθαι πρῶτος, ᾧ πορὸν δουλεύειν μὴ ἐδούλευσε δουλείαν τὴν κοὶ ἐν μετριότητι καὶ τῇ ἐπαιντῇ ταπεινότητι, τόν τε δουλεύοντα ὠφελπῆσαι δυναμένην ὀνῆσαι δὲ ἢ ἀναπαῦσαι καὶ τοὺς δουλευομένους. ὁ δὲ Λουκᾶς βασιλεῖς καὶ ἐξουσιάζοντας ἐθνῶν προλαμβάνει εἰς τὸν λόγον, ἀποτρέπον τόν βουλόμενον εἶναι ἐν τοῖς ἀδελφοῖς μείζονα μιμεῖσθαι τὴν βασιλικὴν ἐξουσίαν ἢ τὴν τῶν ἐξουσιαζόντων τῆς κολακείας ἐπιθυμίαν, διδάσκων <δ᾿ > ἡμᾶς ἵν ὁ μὲν ἀληθῶς ἐν ἡμῖν »μείζων« γένη- ται ὡς ὁ νεώτερος« τουτέστιν ὡς παιδίον) ἁπλότητος κοὶ ἰσότητος χάριν, ὁ δὲ »ἠγούμενος οὕτω δὲ οἶμαι ὀνομάζειν τὸν καλούμενον ἐν τοῖς ἐκκλησίαις ἐπίσκοπον) ὡς ὁ« τοῖς ὑπηρετουμένοις διακονούμενος.

  49. 16.8.3

    Καὶ ταῦτα μὲν ὁ τοῦ θεοῦ διδάσκει ἡμᾶς λόγος. ἡμεῖς δὲ ἤτοι μὴ νοοῦντες τό βούλημα τῆς διδασκαλίας ἐν τούτοις Ἰησοῦ ἢ καταφρονοῦντες τῶν τηλικούτων ὑποθηκῶν τοῦ σωτῆρος, τοιοῦτοί ἐσμεν ὡς ἐνίοτε κοὶ τὸν τῶν κακῶς ἀρχόντων ἐν τοῖς ἔθνεσιν ὑπερβάλλειν τῶφον καὶ μονονουχὶ ζητεῖν ὅς οἱ βασιλεῖς δορυφόρους, κοὶ φοβεροὺς ἑαυτοὺς καὶ δυσπροσίτους μάλιστα τοῖς πένησι κατασκευάζοντες, τοιοῦτοί εσμεν προς αυτους, ἐντυγχάνοντας ἡμῖν καὶ περί τινων ἀξιοῦντας, ὡς οὐδὲ οἱ τύραννοι καὶ ώμότεροι τῶν ἀρχόντων πρὸς τοὺς ἱκέτας. καὶ ἔστι γε ἰδεῖν ἐν πολλαῖς νομιζομέναις ἐκλησίαις, καὶ μάλιστα ταῖς τῶν μει(όνων πόλεων, τοὺς ἡγουμένους τοῦ λαοῦ τοῦ θεοῦ μηδεμίαν ἰσολογίαν Ι <ἔχοντας ἢ πρὸς αὑτοὺς ἔχειν> ἐπιτρέποντος, ἔσθ’ ὅτε κοὶ τοῖς καλλίστοις τῶν Ἰησοῦ μαθητῶν * * * εἶναι πρὸς αὐτούς. κοὶ ὁ μὲν ἀπόστολος τοῖς κυρίοις περὶ τῶν οἰκετῶν ἐντολὴν δίδωσι λέγων· »οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῷ«· διδάσκει δέ καὶ ἀνιέναι τὴν ἀπειλὴν τοὺς δεσπότας κατὰ τῶν οἰκετῶν. ἔστι δέ τινας ἰδεῖν <ἐπισκόπου> ὠμῶς ἀπειλοῦντας, ὁτέ μέν προφάσει ἁμαρτίας, ὁτέ δὲ τῷ καταφρονεῖν τῶν πτωχῶν, παρὰ τὸν ἀποστολικὸν λόγον ἐν ᾦλέλεκται· »δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα. ἡμεῖς εἰς τὰ ἔθνην, αὐτοὶ δὲ εἰς τὴν περιτομήν· μόνον τῶν πτωχῶν ἵνα μνημονεύω- μεν«, καὶ πόλιν τὴν πρὸς τοὺς ὑποχερίους ἰσότητα μήτε ἐννοοῦντας μήτε φανταζομένους ὅτι καθήκει ἀτυφίαν Λ·οὶ ἰσότητα μάλιστα Χριστιανοῖς ἐμπολιτεύεσθαι, κοὶ ἐξαιρέτως ἐν τοῖς ὑπεροχήν τινα ὀνόματος ἐκκλησιαστικοῦ φοροῦσι· γέγραπται γάρ· »ὅσῳ μέγας εἶ, τοσούτῳ ταπείνου σεαυτόν, κοὶ ἔνοντι κυρίου εὑρήσεις χάριν«. ἐχρῆν δ’ ἡμᾶς εἰδέναι καὶ τὸ ἐν Παροιμίαις οὕτως εἰρημένον· πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός, καὶ πρὸ δόξης ταπεινοῦται«, ἐκκλίνειν δέ καὶ τὸ περιπεσεῖν τῷ <μέγα> φρονῆσαι ἢ εἰπεῖν λόγον, ὃν εἶπεν ὁ »θέλων ἑαυτὸν δικαιῶσαι« πρὸς τὸν Ἰησοῦν διδάξαντα τὸ »ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν«, ὃς οὐκ ᾐδέσθη τῷ σωτῆρι εἰπεῖν· »καὶ τίς ἐντί μου πλησίον;« ἔδει δὲ καὶ ἀπὸ Παύλου ἀνεγνωκέναι τὸ »δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι, ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα«. ἐχρῆν μιμήσασθαι καὶ τὸ »ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε«;

  50. 16.8.4

    Οἱ ἄρχοντες οὖν τῶν μὲν Μνῶν κατακυριευέτωσαν αὐτῶν, τῆς δὲ ἐκκλησίας δουλευέτωσαν αὐτῇ. ἀλλὰ καὶ οἱ μεγάλοι μέν τῶν ἐθνῶν κατεξουσιαζέτωσαν αὐτῶν, τῶν δὲ πιστῶν ἀκουέτωσαν τοῦ »μάθετε ἀπ’ ἐμοῦ. ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν«. παιδευώμεθα δέ καὶ πρὸς τὸ μὴ ἀποδέχεσθαι κολακείας μηδὲ ἡδέο)ς καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ἐφ’ οἶς ἂν δόξωμεν εὖ τινας πεποιηκέναι, »ευεργεται«. οὐ ταῦτα δέ φαμεν ἀνεπιστημόνως, ταπεινοῦν ἑαυτοὺς θέλοντες ὑΠὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ« καὶ κατὰ τόν λόγον αὐτοῦ ὑπὸ τὴν ἐκκλησιαστικὴν διακονίαν · ἔστι δ’ ὅτε χρὴ (κατὰ τὴν ἀποστολικὴν φ(ονὴν) τοὺς ἁμαρτάνοντος ἐνώπιον πάντων« ἐλέγχειν, ἴνα καὶ οἱ λοι- ποὶ φόβον ἔχωσιν«. ἔστι δ’ ὅτε δεῖ χρησόμενον τῇ ἐξουσίᾳ »παραδοῦναί« τινα »τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου«. σπανίως δὲ τὸ τοιοῦτο ποιητέον· νουθετητέον γὰρ τοὺς ἀτάκτους« καὶ παραμυθητέον »τοὺς ὀλιγοψύχους« καὶ ἀνθεκτέον »τῶν ἀσθενῶν« καὶ πρὸς πάντας« δέ μακροθυμητέον καὶ οὐδενὶ κακὸν ἀντὶ κακοῦ« ἀποδοτέον. καὶ οὐ χρὴ ἡγεῖσθαι ἐχθρὸν εἶναι τὸν ἁμαρτάνοντα, ἀλλ’ ἀκουστέον τοῦ ἀποστόλου λέγοντος· μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν«. κοὶ ταῦτα πάντα μοι λέλεκται βουλομέ- νῳ κατὰ τὸν λόγον προστῆσαι ὅτι οὐ μιμητέον τῷ ἄρχοντι τῆς ἐκκλησίας τὸν ἄρχοντα τῶν Μνῶν, οὐδὲ ζηλωτέον τοὺς κατακυριεύοντας κοὶ κατεξουσιάζοντος κοὶ βασιλεῖς· ἀλλ’ ὅση δύναμις καὶ ἐν τούτοις Χριστὸν μιμητέον τὸν εὐεντευκτοτατον κοὶ γυναιξὶν ὁμιλοῦντα καὶ παιδίοις ἐπιτιθέντα χεῖρας. εἰ κοὶ μείονα δὲ ἔχει λόγον τὸ Ἰησοῦν βεβληκέναι ὕδωρ εἰς νιπτῆρα« καὶ »τοὺς πόδας τῶν μαθητῶν« κεκαθαρκέναι, οὐδὲν ἧττον κοὶ κατὰ τὴν λέξιν ἀκουστέον αὐτοῦ περὶ τούτων λέγοντος· ὑμεῖς φωνεῖτέ με· ὁ διδάσκαλος καὶ ὁ κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γὰρ« καὶ τὰ ἐξῆς· διὰ τούτων γὰρ διδάσκει μιμητὰς αὐτοῦ τῆς ἐπαινετῆς ταπεινότητος γίνεσθαι τοὺς μαθητάς. τάχα δὲ καὶ ἐπεὶ κύριος ὢν ἐδούλευσεν ὑπὲρ ἀνθρώπων σωτηρίας τῷ γένει ἡμῶν, κατὰ τοῦτο λέγεται μορφὴν δούλου« ἀνειληφέναι καὶ τεταπεινωκέναι ἑαυτὸν γενόμενον ὑπήκοον μέχρι θανάτου«. καὶ εἴπερ διὰ τοῦτο ’ὁ θεὸς αὐτὸν ὑπερύψωσεν«, ὁ βουλόμενος ὑψοῦσθαι τὰ παραπλήσια ποιησάτω τῷ διὰ τόδε τινὰ ὑπερυψοῦσθαι.

  51. 16.8.5

    Καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώ- που <οὺκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι· ἐπεὶ> εἰ κοὶ διηκονήθη, ἡνίκα »ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ« καὶ πόλιν διηκονήθη ὑΠὸ τῆς Μάρθας, ἀλλ’ οὐ διὰ τοῦτο ἐλήλυθε τὸ διακονηθῆναι· ἐπεδήμησε γὰρ τῷ γένει τῶν ἀνθρώπω ἶνα διακονήση̣ καὶ ἐπὶ τοσοῦτον ὀδεύσῃ διακονῶν ἡμῶν τῇ σωτηρίᾳ, ὡς δοῦναι τὴν ἑαυτοῦ Ψυχὴν λύτρον ἀντὶ πολλῶν τῶν πιστευσόντων εἰς αὐτόν. κοὶ εἰ καθ’ ὑπόθεσιν πάντες ἐπίστευον εἰς αὐτόν, δεδώκει ἂν τὴν Ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πόντων. τίνι δέ ἔδωκε τὴν Ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν; οὐ γὰρ δὴ τῷ θεῷ· μήτι οὖν τῷ πονηρῷ; οὗτος γὰρ ἐκρότει ἡμῶν, ἕως δοθῇ τὸ ὑπέρ ἡμῶν αὐτῷ λύτρον ἡ τοῦ Ἰησοῦ ψυχή, ἀπατηθέντι <δηλονότι καὶ φαντασθέντι> ὡς δυναμένῳ αὐτῆς κυριεῦσαι καὶ οὐχ ὁρῶντι ὅτι οὐ φέρει τὴν ἐπὶ τῷ κατέχειν αὐτὴν βάσανον. διὸ καὶ »θάνατος αὐτοῦ« δόξας κεκυριευκεναι »ουκετι κυριευει« γενομενου <μόνου> ἐν νεκροῖς« ἐλυθέρου καὶ ἰσχυροτέρου τῆς τοῦ θανάτου ἐξου- σίος, καὶ επὶ τοσουτον ἰσχυροτέρου ὥστε καὶ πάντας τοὺς βουλομένους αὐτῷ ἀκολουθεῖν τῶν κρατουμένων ὑπὸ τοῦ θανάτου δύνασθαι ἐλευθεροῦν, οὐδὲν ἰσχύοντος κατ’ αὐτῶν ἔτι τοῦ θανάτου. πᾶς γὰρ ὁ μετὰ τοῦ Ἰησοῦ <ὤν> ἀνεπίληπτός ἐστι θανάτω. ἐν μὲν οὖν τοῖς ἐξεταζομένοις τοῦ εὐαγγελίου ῥητοῖς γέγραπται ὁ σωτὴρ ἡμῶν δεδωκέναι τὴν ἑαυτοῦ Ψυχὴν λύτρον ἀντὶ πολλῶν. παρὰ δὲ τῷ Πέτρῳ εἴρηται ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ καὶ χρυσίῳ, ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι«· καὶ ὁ ἀπόστολος δέ φησι· »τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων«. οὐκοῦν ἠγοράσθημεν μὲν τῷ τιμίῳ τοῦ Ἰησοῦ αἵματι, δέδοται δέ λύτρον ὑπέρ ἡμῶν ἡ Ψυχὴ τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ οὔτε τὸ πνεῦμα αὐτοῦ πρότερον γὰρ αὐτὸ παρέθετο τῷ πατρὶ λέγων· »πάτερ, εἰς χεῖράς σου προτίθεμαι τὸ πνεῦμα μου«) οὔτε τὸ σῶμα οὐδὲν γὰρ εὕρομέν πω τοιοῦτον περὶ αὐτοῦ γεγραμμένον). καὶ ἐπεὶ δέδοται ἡ Ψυχὴ αὐτοῦ λύτρον ἀντὶ πολλῶν, οὐκ ἔμενε δὲ παρ’ ἐκείνῳ ᾧ ἐδέδοτο λύτρον ἀντὶ πολλῶν, διὰ τοῦτό φησιν ἐν πεντεκαιδεκάτῳ Ψαλμῷ τὸ οὐκ ἐγκαταλείψεις τὴν Ψυχήν μου εἰς ᾅδην«.

  52. 16.8.6

    Γενόμενος δέ ἅπαξ κατὰ τὸν τόπον ὑπομνήσαιμ’ ἂν τοὺς φαντασίᾳ δοξολογίας τῆς Περὶ τοῦ Χριστοῦ συγχέοντας τὰ Περὶ τοῦ πρωτοτόκου πάσης κτίσεως τοῖς περὶ τῆς ψυχῆς καὶ τοῦ σώματος Ἰησοῦ, τάχα δέ κοὶ τοῦ πνεύματος αὐτοῦ, κοὶ ἔν πάντη ἀσύνθετον οἰομένους εἶναι τὸ ὀφθέν καὶ ἐπιδημῆσαν τῷ βίῳ, ὅτι μὴ ὑγιῶς λέγουσι. πυθώμεθα γὰρ αὑτῶν εἰ ἡ θειότης τῆς εἰκόνος τοῦ θεοῦ τοῦ ἀοράτου« καὶ ἡ ὑπεροχὴ τοῦ πρωτοτόκου πόσης κτίσεως«, εἰ ἐκεῖνος ἐν ᾧ »ἔκτισται τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι« λύτρον ἐδόθη ἀντὶ πολλῶν· καὶ τίνι ἐδόθη ἐκείνη λύτρον πολεμίῳ κατέχοντι ἡμᾶς αἰχμαλώτους ἕως λάβῃ τὸ λύτρον , καὶ εἰ ἐχώρει τὸ τηλικοῦτον κοὶ τοσοῦτον ἐκεῖνος λύτρον ἀντὶ τῶν αἰχμαλώτων λαβεῖν. κοὶ οὐ ταῦτά φημι ὡς καταφρονῶν τῆς Ψυχῆς Ἰησοῦ κοὶ σμικρύνων αὐτήν, ἀλλὰ βουλόμενος τάυτην μὲν κατὰ τὸ ἐνδεχόμενον λύτρον δεδόσθαι ὑπὸ τοῦ ὅλου σωτῆρος, τὴν δέ ὑπεροχὴν καὶ τὴν θεότητα ἐκείνην μηδ’ ἂν δεδυνῆσθαι λύτρον δοθῆναι. πλὴν σήμερον οὐ λύω τὸν Ἰησοῦν ἀπὸ τοῦ Χριστοῦ, ἀλλὰ πολλῷ πλέον οἶδα ἔν εἶναι Ἰησοῦν τὸν Χριστὸν καὶ τὴν Ψυχὴν αὐτοῦ πρὸς τὸν πρωτότοκον »πάσης κτίσεως« ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ, ὡς πλέον εἰ δεῖ οὕτως ὀνομάσαι) εἶναι ἐν ὅλον τοῦτο, ἤπερ ὁ κολλώμενος τῷ κυρίῳ ἔν πνεῦμά ἐστιν«.

  53. 16.9.1

    Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχὼ ἠκολούθησεν αὐτῳ ὄχλος πολύς. κοὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδὸν« κοὶ <τὰ> ἑΞῆς (20, 29- 30 [34]).

  54. 16.9.2

    Ἔστω μέν κοὶ τὰ τῆς ἱστορίας τῶν κατὰ τὸν τόπον ἀληθῆ, καὶ ἐκπορευομένῳ ἀπὸ τῆς Ἱεριχὼ τῷ Ἰησοῦ μετὰ τῶν μαθητῶν ἡκολουθηκέναι αὐτῷ ὄχλον πολύν. καὶ τυφλοὶ δύο παρὰ τὴν ὁδὸν καθεζόμενοι τῆς ἀπὸ Ἱεριχὼ ἐξόδου ἀκούσαντες ὅτι Ἰησοῦς παρέρχεται τὸν τόπον ἐκεῖνον, κοὶ αὐτοὶ κράξαντες εἰρηκέτωσαν· ἐλέησον ἡμᾶς, κύριε, υἱὲ Δαυΐδ« καὶ συμπεφωνηκότων ἐν τῷ κεκραγότας τὸ ἀναγεγραμμένον εἰρηκέναι. καὶ διὰ τοὺς τυφλοὺς ἀξιώσαντας ἐλεηθῆναι στὰς ὁ Ἰησοῦς πεφωνηκέτω αὐτούς, ἵνα μὴ παράγων καὶ παρερχόμενος αὐτοὺς καλῇ ἀλλὰ καὶ ἑστηκώς, καὶ πυνθανόμενος εἰρηκέτω αὐτοῖς· τέ θέλετε ἵνα ποιήσω ὑμῖν; τήν τε ἀξίωσιν ἰδικώτερον ἤδη παριστάντες οἱ τυφλοὶ εἰρηκέτωσαν αὐτῶ θέλειν ἶνα ἀνοι- γῶσιν ἀπὸ τοῦ Ἰησοῦ οἱ ὀφθαλμοὶ αὐτῶν. καὶ ὁ φιλάνθρωπος ἡμῶν καὶ συμπαθὴς σωτὴρ σπλαγχνισθεὶς ἐπὶ τοῖς τυφλοῖς, σπλαγχνισθεὶς δ’ οἶμαι) τῷ προειληφέναι ἐκείνους τὸ Προκαλούμενον τὸν ἴν’ οὕτως ὀνομάσω) ἔλεον τοῦ Ἰησοῦ, ὅπερ ἦν τὸ κεκραγότας εἰρηκέναι· ἐλέησον ἡμᾶς, κύριε, υἱέ Δαυΐδ καὶ πεπιστευκότας ἠξιωκέναι ἴνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ αὐτῶν, ἁψάμενος αὐτά τῶν τῶν ὀφθαλμῶν <καὶ> δύναμιν διὰ τῆς ἰατικὴν ἐνιεὶς τοῖς ὀφθαλμοῖς πεποιηκέτω τοὺς τυφλοὺς ἀναβλέπειν, κἀκεῖνοι εὐχαρίστως ἠκολουθηκέτωσαν τῷ Ἰησοῦ. καὶ πιστεύσας τις τούτοις καὶ γινώσκων δὲ τὸ »ἐὰν μὴ πιστεύσητε, οὐ μὴ συνῆτε«, ἐκ τοῦ πεπιστευκέναι »κατὰ τὴν ἀναλογίαν τῆς πίστεως« τὸ συνιέναι εἰληφέτω, καὶ εἰληφὼς λεγέτω τὰ περὶ τούτων κατὰ τὸν περὶ αὐτῶν τῆς πίστεως θεμέλιον περὶ αὐτῶν ἑρμηνεύων κατὰ τὸ ἐπίστευσα, διὸ ἐλάλησα«, καὶ ἔστω ὁ τοιοῦτος οὐ μόνον πιστεύων τῷ Ἰησοῦ καὶ τοῖς κατὰ τὸν τόπον τοῦτον ἀναγεγραμμένοις, ἀλλὰ καὶ γινώσκων τὸν περὶ αὐτῶν νοῦν. ὁ γὰρ μένων ἐν τῇ τῆς πίστεως ἀληθείᾳ κοὶ διὰ τῶν ἔργο)ν τοῦ λόγου ἐμμένων »τῷ λόγῳ« κατὰ τὴν Ἰησοῦ ἐπαγγελίαν γινώσκει τὴν ἀλήθειαν« καὶ ὑπ’ αὐτῆς ἐλευθεροῦται.

  55. 16.9.3

    Καὶ ἡμεῖς δέ, ἐπεὶ μὴ πιστεύοντες μὲν οὐ συνίεμεν τοῦ βουλήματος τῶν λεγομένων συνιέντες δέ ἐκ τοῦ πιστευειν ουνιεμεν, φέρε τὰ ὑποπίπτοντα ἡμῖν εἰς τὸν τόπου. εὐξάμενοι τῷ ῥυομένῳ ἡμᾶς ἀπὸτοῦ κεκαλύφθαι ἡμῖν τὸ εὐαγγέλιον«, καθὸ χωροῦμεν παραστήσωμεν. καὶ πρῶτόν γε κατανοήσωμεν τί τὸ ἐκπορευομένων ἀπὸ Ἱεριχὼ τῶν μαθητῶν τοῦ Ἰησοῦ μετὰ τοῦ σωτῆρος ἠκολουθηκέναι αὐτῷ πολὺν ὄχλον. ὅρα τοίνυν εἰ δύνασαι, μεμνημένος τῶν ἡμῖν ὑπαγορευθέντων εἰς τὴν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ παραβολὴν τὴν »ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ περιέπεσε λῃσταῖς«, ἐπιστήσας λέγειν μήποτε κοὶ ἐνταῦθα Ἱεριχὼ σύμβολόν ἐστι τοῦ περιγείου τόπου συνήθως καλουμένου κατὰ τὴν γραφὴν κόσμου. ὁ μὲν οὖν καταβαίνων »ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ« Ἀδὰμ (τουτέστιν ἄνθρωπος) περιπέπτωκε »λῆσταῖς«. διὰ δὲ τοὺς ἐν Ἱεριχὼ πολλοὺς πολὺς γὰρ ὄχλος ἐν Ἱεριχὼ) ὁ Ἰησοῦς ἡμῶν ἅμα τοῖς μαθηταῖς γενόμενος ἐν αὑτῇ ἐκπορευέσθω πραγματευόμενος (διὰ δὴ τοῦ εἰς τὴν Ἱεριχὼ εἰσεληλυθέναι) τὸ τοὺς βου- λομένους ἕπεσθαι ὁδηγεῖν. οὐ γὰρ οἴδασιν οἱ ἐν Ἰεριχῶ ἐξελθεῖν ἀπὸ τοῦ κοσμικοῦ φρονήματος, ἐὰν μὴ θεόσδοτα οὐ μόνον τὸν Ἰησοῦν ἐκπορευόμενον ἀπὸ τῆς Ἱεριχὼ ἀλλὰ κοὶ ἰοὺς μαθητὰς αὐτοῦ. ταῦτα δέ θεωρήσαντες ἀκολουθοῦσιν αὐτῷ ὄχλος Πολύς. καὶ ἔστι κατανοοῦντα τοὺς κατὰ τὸν λόγον βιοῦν θέλοντας καὶ τοῦ κόσμου καὶτῶν περιγείων <ὅλων> καταφρονεῖν ἀκολουθοῦντας τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ καὶ κατ’ ἴχνη βαίνοντας αὐτοῖς ἐκπορευομένοις ἀπὸ Ἱεριχώ, βλέΠειν τὰ κατὰ τὸν τόπον. ἀκολουθοῦσι μέντοι ὁ πολὺς ὄχλος τῷ Ἰησοῦ, ἵν’ ὀπίσω αὐτοῦ βαδίζοντες καὶ αὐτῷ ὁδηγῷ χρώμενοι ἀναβῶσιν εἰς τὴν Ἱερουσαλήμ * * * .

  56. 16.10.1

    (μετ᾿ ὀλίγα ἐπιφέρεται ὅτι ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητὰς καὶ τὰ ἑξῆς).

  57. 16.10.2

    Εἶθ’ ἑξῆς γέγραπται, οἱονεὶ δεικνύντος τοῦ λόγου τοὺς ὅσον οὐδέπω θεραπευθησομένους τυφλοὺς το καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι Παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ἐλέησον ἡμᾶς, κύριε, υἱὲ Δαυΐδ. καὶ πρόσχες ἐν τούτοις τῷ καὶ ἰδοὺ δύο τυφλοί, εἰ μὴ δεῖξιν περιέχει τὸ ἰδού. εἴπερ οὖν δεικνύντι τῷ λόγῳ τοὺς δύο τυφλοὺς παρακολουθεῖν δυνάμεθα καὶ βλέπειν αὐτούς, φήσομεν ὅτι Ἰσραὴλ κοὶ Ἰούδας οἱ πρὸ τῆς Ἰησοῦ ἐπιδημίας τυφλοὶ ἦσαν, πλὴν καθεζόμενοι παρὰ τὴν ὁδὸν τῷ ἐν νόμῳ καὶ προφήταις ποιεῖσθαι τὰς διατριβὰς · τυ φλοὶ μὲν τῷ μὴ βλέΠεσθαι αὐτοῖς πρὸ τῆς Ἰησοῦ εἰς τὰς ψυχὰς αὐτῶν ἐπιδημίας τὸν ἐν νόμῳ καὶ τοῖς προφήταις ἀληθῆ λόγον· κεκραγότες δὲ τὸ ἐλέησον ἡμᾶς, κύριε, υἱέ Δαυΐδ παρὰ τὸ συναισθέσθαι ἑαυτῶν <τυφλῶν>, μὴ βλεπόντων τὸ βούλημα τῶν γραμμάτων καὶ βουλομένων ἀναβλέπει καὶ ἰδεῖν τὴν ἐν αὐτοῖς δόξαν. ὡς ἔτι δὲ τυφλοὶ καὶ μηδέν μέγα περὶ τοῦ Ἰησοῦ φανταζόμενοι, ἀλλὰ τὸ κατὰ σάρκα αὐτοῦ μόνον νοοῦντες, καλοῦσι τὸν γενόμενον ἐκ σπέρματος Δαυΐδ κατὰ σάρκα«, ἐπεὶ μηδέν τούτου πλέον συνιεσαν, υἱὸν Δαυΐδ καὶ πᾶσα αὐτῶν ἡ δοκοῦσα διὰ τὴν θεοσέβειαν μεγαλοφωνία οὐδὲν πλέον ἤδει λέγειν περὶ τοῦ σωτῆρος ἢ ὅτι υἱὸς ἦν τοῦ Δαυΐδ. ἐὰν δέ λέγω δύο τυφλοὺς | τὸν πρὸ τῆς Ἰησοῦ εἰς τὴν ψυχὴν αὐτῶν ἐπιδημίος Ἰσραὴλ καὶ Ἰούδαν, ἄναγε σαυτὸν ἐπὶ τὰς <δύο> βα- σιλείας, καὶ κατανόησον κατὰ τοὺς χρόνους Ῥοβοὰμ διαιρούμενον τὸν λαὸν Ἰσραὴλ καὶ Ἰούδαν · καὶ ἑξῆς ὅρa τοὺς προφήτας. ὁτέ μὲν τῷ Ἰσραὴλ ὁτέ δὲ Ἰούδᾳ Ἰούδᾳ προφητεύοντας, ὅΠου δέ ἅμα ἀμφοτέροις. ἰδίᾳ μὲν οὖν πῶς ἑκατέρῳ προφητεύουσιν εὕροις ἂν προσέχων τῇ ἀναγεννήσει τῶν προφητῶν, ἅμα δὲ Ἰσραὴλ καὶ Ἰούδᾳ, ἡνίκα διὰ τοῦ Ἰησοῦ ἐπαγγέλλεται ὀ θεὸς συντελέσειν ἐΠὶ τὸν οἶκον <Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον> Ἰούδα διαθήκην κοινήν, οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησεν« ὁ θεὸς τοῖς πατράσιν« ἐπιπορευομένοις ἐκ γῆς Αἰγύπτου. καὶ τυφλοὶ γε ὄντες ὁ Ἰσραὴλ Περὶ οὗ πολλάκις ἀποδεδώκαμεν ἀντιδιαστελλόμενοι αὐτὸν πρὸς τὸν κατὰ σάρκα Ἰσραὴλ) κοὶ Ἰούδα ὁμοίως ἀκούσαντες φησὶν) ὅτι Ἰησοῦς παράγει, ἔκραξαν· ἀκούσοντες φησὶν ὅτι] γὰρ (οἶμαι) τῶν κηρυσσόντων τὰ περὶ τῆς Ἰησοῦ ἐΠιδημίας καὶ ὅτι παράγει τὴν παρελευσομένην Ἱεριχὼ ἐπιδημῶν μέν <ἐν> αὐτῇ. ἐξελευσόμενος δέ ἀπ’ αὐτῆς), εὐλογοῦνται μὴ Παρέλθῃ αὐτοὺς μὴ ἐλεηθέντας · διὸ κεκράγασι πρὸς αὐτὸν λέγοντες · ἐλέησον ἡμᾶς, κύριε, υἱὸς Δα- υΐδ. εὐεργετῶν δέ ὁ σωτὴρ οὐ παράγει, ἀλλ’ ἵπταται, ἵνα στάντος αὐτοῦ μὴ παραρρέῃ ἡ εὐεργεσία καὶ παρέρχηται, ἀλλ’ ὡς ἀπὸ πηγῆς ἑστώσης ἐγγένηται τοῖς εὐεργετουμενοις.

  58. 16.11.1

    Στὰς οἶν ὁ Ἰησοῦς καὶ πληγεὶς ἀπὸ τῆς κραυγῆς αὐτῶν καὶ τῆς ἀξιώσεως καλεῖ αὐτοὺς πρὸς ἑαυτόν, τὴν ἀρχὴν τῆς εὐεργεσίας ἤδη ποιούμενος ὅτε ἐφώνησεν αὐτούς· οὐκ ἂν γὰρ κενῶς ἐφώνησε καὶ ἐπὶ τῷ μηδέν ἀνυσθῆναι ἐν τοῖς φωνηθεῖσίν. ὡς εἴθε καὶ ἡμῶν πρὸς αὐτὸν κεκραγότων κοὶ λεγόντων · ἐλέησον ἡμᾶς, κύριε, φωνήσοι ἡμᾶς ἀρχομένους ἀπὸ τοῦ υἱὸς Δαυΐδ καὶ στὰς γε φωνήσαι ἡμᾶς ὡς προσέχων ἡμῶν τῇ ἀξιώσει. εἶπεν οὖν ἐκείνοις· τί θέλετε ἵνα ποιήσω ὑμῖν; ὅπερ τοιοῦτον εἶναι νομίζω· τί θέλετε παραστήσατε, δηλώσατε, ἵνα πάντες οἱ ἐκπορευόμενοι ἀπὸ Ἱεριχὼ καὶ ἀκολουθοῦντές | μοι ἀκούσωσι καὶ θεάσωνται τὸ γινόμενον. aXK ἐκεῖνοι ἀπεκρίναντο · κύριε, ἵνα ἀνοιγῶσιν οἱ ὁφθαλμοὶ ἡμῶν· ἥντινα ἀπόκρισιν οἱ εὐγενεῖς μέν (τῷ εἶναι Ἰσραὴλ καὶ Ἰούδα) τυφλωθέντες δέ ὑπὸ τῆς ἀγνοίας καὶ συνῃσθημένοι αὐτῆς) καὶ ἀκούσαντες τῶν λεγόντων περὶ τοῦ σωτῆρος <κεκρά> γασι Πρὸς αὐτόν, καὶ λέγουσι θέλειν ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ αὐτῶν. καὶ μάλιστα τοῦτό φασιν οἱ ἐν τῷ ἐντυγχάνειν τῇ ἱερᾷ γραφῇ μὴ ἀναισθητοῦντες ἑαυτῶν τυφλωττόντων πρὸς τὸν ἐν αὐτῇ νοῦν. οὗτοι γὰρ φασι τὸ ἐλέη - σον ἡμᾶς καὶ τὸ θέλομεν ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. ὡς εἴθε καὶ ἡμεῖς αἰσθανόμενοι, ἐν οἷς τυφλώττομεν καὶ οὐ βλέπομεν, παρ’ αὐτὴν καθεζόμενοι τῶν γραφῶν τὴν ὁδὸν <καὶ> ὅτι Ἰησοῦς Παράγει. διὰ τῆς ἡμετέρας ἀξιώσεως στήσαιμεν αὐτὸν καὶ εἴποιμεν ὅτι θέλομεν ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. ὅπερ ἐὰν εἴπωμεν ἀπὸ διαθέσεως ὀρεγομένης τοῦ βλέπειν ἃ χαρίζεται βλέπειν ἁλάμενος τῶν τῆς ψυχῆς ὀφθαλμῶν Ἰησοῦς, σπλαγχνισθήσεται ὁ σωτὴρ ἡμῶν, καὶ ὡς δύναμις καὶ λόγος καὶ σοφία κοὶ πάντα ὅσα ἀναγέγραπται περὶ αὐτοῦ τυγχάνων, ἅψεται τῶν πρὸ αὐτοῦ μὴ βλεπόντων ὀφθαλμῶν ἡμῶν. καὶ ἁψαμένου αὐτοῦ φεύξεται μέν τὸ σκότος καὶ ἡ ἄγνοια, εὐθέως δὲ οὐ μόνον ἀναβλέψομεν ἀλλὰ κοὶ ἀκολουθήσομεν αὐτῷ, αὐτοῦ τοῦ ἀναβλέπειν ἡμᾶς παρ’ αὐτὸν συνεργοῦντος πρὸς τὸ μὴ ἄλλο τι πρᾶξαι ἢ ἀκολουθεῖν τῷ ἀναβλέψαι ποιήσοντι, ἵνα ἀεὶ ἑπόμενοι αὐτῷ ὁδηγηθῶμεν ὑπ’ αὐτοῦ πρὸς τὸν θεὸν κοὶ ὁρῶμεν τοῖς ἀναβλέψασι δι’ αὐτὸν ὀφθαλμοῖς ἡμῶν τὸν θεὸν μετὰ τῶν μακαριζομένων ἐπὶ τῷ καθαρὰν ἔχειν τὴν καρδίαν. ἔχομεν οὖν τοὺς ἐκπορευομένους ἀπὸ Ἱεριχὼ καὶ ἀκολουθοῦντας τῷ Ἰησοῦ ὄντας ὄχλον πολύν, τοὺς οὐκ Ἰσραὴλ οὐδὲ Ἰούδαν· τοὺς δέ δύο τυφλοὺς ἀκούσαντας ἅτι Ἰησοῦς παράγει καὶ ἐκδότης ὅτι υἱός ἐστι Δαυΐδ καὶ συναισθομένους τῆς ἑαυτῶν τυφλότητος καὶ ἀξιοῦντας ἀνοιγῆναι τοὺς ὀφθαλμοὺς αὑτῶν, Ἰσραὴλ καὶ Ἰούδαν ἰοὺς ἀποδεδομένους, ὧν κεκλεισμένοι οἱ ὀφθαλμοὶ κοὶ συμμεμυκότες διὰ τῆς ἁφῆς ἀναβλέπουσιν Ἰησοῦ. ταῦτα μὲν κατὰ τὸν Ματθαῖον.

  59. 16.12.1

    Ἐπεὶ δέ Μάρκος κοὶ Λουκᾶς κατὰ τινὰς μέν τὴν αὐτὴν ἱστορίαν ἐκτίθενται κατὰ δέ τινὰς ἑτέραν παραπλησίαν, ἄξιόν γε καὶ τὰ τούτων ἰδεῖν. καὶ πρῶτόν γε κατανοητέον τὴν κατὰ τὸν Μᾶρκον, οὕτως ἀναγράφοντα τὰ κατὰ τόν τόπον· καὶ ἔρχεται εἰς Ἱεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἐκεῖθεν καὶ τῶν μαθητῶν αὐτοῦ κοὶ ὄχλουἱκανοῦ, ἰδοὺ ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς« καὶ τὰ ἑξῆς, ἕως τοῦ »καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ«. ὁ μὲν οὖν τῇ ἱστορίᾳ Ψιλῇ παριστάμενος καὶ μὴ βουλόμενος διαφωνεῖν τοὺς εὐαγγελιστάς, ἐρεῖ οὐχ ὅμα γεγονέναι τὸ κατὰ τόν Ματθαῖον καὶ τὸν Μᾶρκον, ἀλλὰ τινὶ μὲν ἐπιδημίᾳ τῇ ἐν Ἱεριχὼ γεγονέναι τὰ κατὰ τοὺς ἀναβλέψαντας δύο τυφλούς, ἑτέρᾳ δέ τὰ κατὰ τὸν ἔνα τοῦτον υἱὸν Τιμαίου Βαρτιμαῖον, κα]]ι ἄλλῃ τὰ κατὰ τὸν Λουκᾶν. εἴπερ γὰρ ἀκριβῶς πιστεύομεν ἀναγεγράφθαι συνενοῦντος καὶ τοῦ ἁγίου πνεύματος τὰ εὐαγγέλια, καὶ μὴ ἐσφάλησαν ἐν τῷ ἀπομνημονεύειν οἱ γράψαντες αὐτό, δῆλον ὅτι, ἐπεὶ μὴ δυνατὸν ἐν μιᾷ καὶ τῇ οὐτῇ ἐπιδημίᾳ ἀληθὲς εἶναι δύο τυφλοὺς τεθεραπεῦσθαι καὶ ἕνα, ἑτέρα μέν ἐΠιδημία δεδήλωται ὑπὸ τοῦ Ματθαίου ἑτέρα δὲ ὑΠὸ τοῦ Μάρκου, ἤδη δὲ καὶ ἄλλη ὑΠὸ τοῦ Λουκᾶ, ὡς τῷ ἐπιστήσαντι ἐκ τῆς πρὸς τοὺς λοιποὺς διαφορᾶς ἔστι καὶ τοῦτο τεθαρρηκότως ἀποφήνασαι. καὶ οὐδέν θαυμαστὸν ἐπιτηρήσαντά τινα τῶν ἐν Ἱεριχὼ τὴν προτέραν θεραπείαν διὰ τῆς <αὐτῆς> λέξεως καὶ τῆς ὁμοίας ἀξιώσεως καὶ ἐν τῷ αὐτῷ τόπῳ βεβουλῆσθαι θεραπευθῆναι. εἴποι δ’ δ’ τις <ὅτι> οὕτω καὶ ἄλλος ἐστὶν ὁ κατὰ τὸν λουκᾶν τυφλὸς θεραπευθείς. ὁ μέντοιγε ὅλων τούτων ζητῶν βοθυτέραν διήγησιν φήσει ὅτι ἔν καὶ τό αὐτὸ πρᾶγμα διαφόροις λέξεσι παρισταται δύο μέν γὰρ τυφλοὶ εἰσιν ὡς ἀποδέδοται) Ἰσραὴλ καὶ Ἰούδας, εἷς δέ ὁ ὅλος τούτων λαός, ὅτε εἶς δηλοῦται θεραπευόμενος τυφλός. ὄχλου« οὖν »ἱκανοῦ« τοῦ ἀπὸ τῶν ἐθνῶν συνεκπορευομένου ἀπὸ τῶν κοσμικῶν τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, Ἰσραηλιτικόν τι λεῖμμα »παρὰ τὴν ὁδὸν« καθεζόμενον <τουτέστι παρὰ τὰς προφητικὰς γραφὰς> καὶ πενόμενον τοῖς νοήμασι καὶ ἐπαιτοῦν τὰ εἰς τὴν χρείαν τῆς ψυχῆς, ἀκοῦσαν ὅτι 1 Ἰησοῦς ὀ Ναζαρηνός ἐστιν«, ἄρχεται μέγα βοῶν ἀξιοῦν τὸν σωτῆρα ὡς υἱὸν Δαυΐδ ἔλεον αὐτῷ παρασχεῖν. καὶ ἐπὰν ἴδης τῶν ἀπὸ Ἰουδαίων πιστευόντων εἰς τὸν Ἰησοῦν τὴν περὶ τοῦ σωτῆρος πίστιν, ὁτὲ μὲν ἐκ Μαρίος καὶ τοῦ Ἰωσὴφ οἰομένων αὐτὸν εἶναι ὁτέ δὲ ἐκ Μαρίας μέν μόνης καὶ τοῦ θείου πνεύματος, οὐ μὴν καὶ μετὰ τῆς περὶ αὐτοῦ θεολογίας, ὄψει πῶς οὗτος ὁ τυ- φλὸς λέγει τὸ υἱὸς Δαυΐδ, ἐλέησόν με«, ᾧ ἐπιτιμῶσιν οἶ »πολλοί«· πολλοὶ γὰρ οἱ ἀπὸ τῆς Ἱεριχὼ ἐκπορευόμε- νοι ἀπὸ τῶν ἐθνῶν, ἐπιτιμῶντες τῇ πτωχείᾳ τῶν ἀπὸ τῶν Ἰουδαίων πιστεύειν δολούντων. κοὶ ἀλόγων δὲ ἐπὶ τὴν εὐγενῆ Ψυχὴν τὰ τοιαῦτα πτωχεύσσσαν καὶ μέχρι ἐπαιτήσεως φθάσασαν, οὐ πόνυ τι διαμαρτήσῃ τοῦ λόγου.

  60. 16.12.2

    Ἐπεὶ δέ ἔδοξε τῷ Μάρκῳ καὶ τὸ τοῦ πατρὸς τοῦ τυφλοῦ ὄνομα ἀναγράψαι ὅτι Τίμαιος ἦν, καὶ τὸ τοῦ τυφλοῦ ὅτι Βαρτιμαῖος ἐκαλεῖτο, ζητοῦμεν μή πη ἐνενόησέ τι ὁ Μᾶρκος βαθύτερον κατὰ τὸν τόπον. καὶ ἀναλλοίως τάχα μέν ἀπὸ τῆς ἱστορίας λοβὼν προσέθηκε τό ὄνομα, εἴποι δ’ ἂν τις καὶ ποιήσας αὐτὸ ὡς χρήσιμον. καὶ εἰ μὴ δόξομεν ψυχρεύεσθαι μέχρι τῆς τῶν τοιούτων ἐξετάσεως φθάνοντες. ζητοῦμεν τὸν τῆς τιμῆς ἐπώνυμον Τίμαιον καὶ τὸν υἱὸν αὐτοῦ Βαρτιμαῖον, ὅπερ ἐστὶν υἱὸν Τιμαίου. μήποτε δὲ διὰ τὸ τίμιον τοῦ πατριάρχου Ἰακὼβ καὶ Ἰσραὴλ τροπικῶς ἐκεῖνός ἐστιν ὁ Τίμαιος · οἱ δὲ τὴν εὐγένειαν ἀπ’ ἐκείνου κεκτημένοι ὁ Βαρτιμαῖος τυφλὸς διὰ τὰ προειρημένα, ὁμοίως δέ καὶ καθεζόμενος »παρὰ τὴν ὁδὸν« καὶ »ἐπαιτῶν. εἶτα ἐπείπερ| λέγοντι αὐτῷ · υἱὸς Δαυΐδ, ἐλέησόν με«, ἐπετίμων οἱ πολλοὶ ἵνασιωπήσῃ«, ζητῶ εἰ δύνασαι πολλοὺς μὲν εἰπεῖν ἐπιτιμῶντος »ἵνα σιωπήσῃ« τῷ Ἐβιωναίῳ καὶ πτωχεύοντι περὶ τὴν εἰς Ἰησοῦν πίστιν τοὺς ἀπὸ τῶν ἐθνῶν, οἵτινες παρ᾿ ὀλίγους ἅπαντες πεπιστεύκασιν αὐτὸν ἐκ παρθένου γεγενῆσθαι, καὶ ἐπιτιμῶσιν »ἵνα σιωπήσῃ« τῷ οἰομένῳ αὐτὸν ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς εἶναι, κατάγοντα τὸ γένος ἀπὸ τοῦ Δαυΐδ. ἀλλὰ καίτοιγε τῶν πολλῶν ἐπιτιμώντων »πολλῷ μᾶλλον« κέκραγε, πιστεύων μὲν ἐπὶ τὸν Ἰησοῦν ἀνθρωπικώτερον δὲ πιστεύων, καὶ κεκραγὼς λέγει· »υἱὸς Δαυΐδ, ἐλέησόν με«. ἀλλ᾿ ὁ φιλάνθρωπος σωτὴρ στάς, οὐκέτι (κατὰ τὸν Ματθαῖον) αὐτὸς αὐτὸν φωνεῖ, ἀλλ᾿ εἶπεν αὐτὸν φωνηθῆναι· οἱ δὲ προσταχθέντες εἶπον αὐτῷ· »θάρσει, ἔγειραι« (καθεζομένῳ γὰρ αὐτῷ καὶ ἀναπεπτωκότι φασίν· »ἔγειραι«) καὶ λέγουσι· »φωνεῖ σε«. μετὰ ταῦτά φησιν ὁ Μᾶρκος ὅτι »ἀποβαλὼν τὸν Ἰησοῦνα. ἆρ᾿ οὖν οὐδὲν ἐννοήσας ἀνέγραψε περὶ τοῦ ἀποβαλόντα αὐτὸν τὸ ἱμάτιον ἀναπεπηδηκότα ἐληλυθέναι πρὸς τὸν την ταῦτα προσερρῖφθαι τῷ εὐαγγελίῳ; ἐγὼ μὲν οὖν ἰῶτα ἓν ἢ μίαν κεραίαν οὐ πιστεύω κενὴν εἶναι θείων μαθημάτων, τὸ δὲ ἐπιτυγχάνειν ἑρμηνεύοντα ἡγοῦμαι πολλοῦ δεῖσθαι λόγου διὰ τὸ δυσερμήνευτον τῶν πραγμάτων. μήποτ’ οὖν τὰ ὡς τυφλοῦ καὶ ἐπαίτου * * * ἐπιγαμβρεύματα καὶ περιβόλαια, οἷς περιβέβλητο ὁ Βαρτιμαῖος, δηλοῦται· ἅτινα ἀπέβαλεν ὁ τυφλὸς ἀκούσας· »θάρσει, ἔγειραι, φωνεῖ σε« καὶ ἀποβαλὼν τὰ τῆς ἐπαιτήσεως καλύμματα καὶ περιβόλαια »ἀνεπήδησε καὶ ἀνέστη«, ἵνα ἔλθῃ πρὸς τὸν Ἰησοῦν καὶ τυχὼν τῆς παρ’ αὐτοῦ ἀποκρίσεως εἰρημένης πρὸς τὴν ἀξίωσιν τῆς »τί θέλεις ποιήσω;« καὶ αὐτὸς εἴπῃ μείζονα φωνὴν τῆς »υἱὲ Δαυΐδ, ἐλέησόν με« · μεῖζον γὰρ ἐπινενόηται τοῦ »υἱὲ Δαυΐδ« τῷ λέγοντι »Ῥαββουνὶ« καὶ τὸ εἶδος τοῦ ἐλέους παραστήσαντι διὰ τοῦ ἵνα ἀναβλέψω«. καὶ ὁ σωτήρ γε διὰ μὲν τοῦ υἱέ Δαυΐδ, ἐλέησόν με« οὐ δίδωσι τὴν εὐεργεσίαν οὐδ’ ὅτε τὸ ἱμάτιον τῆς <τυφλότητος καὶ τῆς τῆς> ἐπαιτήσεως οὐδ’ ὅτε ἐκαθέζετο παρὰ τὴν ὁδὸν ἐποικῶν. διὰ δέ τὸ »Ῥαββουνί, ἴνα ἀναβλέψω« εἶπεν αὐτῷ· »ὕπαγε, η πιστις σου σεσωκε σε«. καὶ ὁ μέν σωτὴρ εἰπεν αὐτῷ· »ὕπαγε«, ὁ δὲ τοῦ προστάγματος τούτου κρεῖττον πεποίηκεν· οὐ γὰρ ἀπελήλυθεν, ἀλλὰ »ἠκολούθει« τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ«, ἐπεὶ »εὐθέως ἀνέβλεψεν«.

  61. 16.13.1

    Ἰδωμεν δὲ καὶ τὸ τοῦ Λουκᾶ οὕτως ἔχον · ἐγένετο δέ ἐν τῷἐγγίαὐτὸν εἰς Ἱεριχὼ καὶ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῶ θεῶ«. καὶ τούτου δέ τὰ μέν κοινὰ πρὸς τοὺς λοιποὺς ἤδη τῆς κατὰ τὸ φανὲν ἡμῖν διηγήσεως τετευχότα οὐκ ἐπαναληψόμεθα, τὰ δέ καίρια καὶ ἴδια κατὰ τὸ δυνατὸν ἡμῖν παραστήσομεν. καὶ πρῶτόν γε παρατήρει ὅτι Ματθαῖος μέν καὶ Μᾶρκος ἐκπορευομένου μετὰ τῶν μαθητῶν τοῦ Ἰησοῦ ἀπὸ τῆς Ἱεριχὼ ἀνέγραφεν γεγονέναι τὰ περὶ τοὺς τυφλοὺς ἢ τὸν τυφλόν · ὁ δέ Λουκᾶς φησιν · ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱεριχώ«. οὐκοῦν κατὰ τὸν Λουκᾶν εἰσερχόμενος εἰς τὴν Ἱεριχὼ καὶ ἐγγὺς αὐτῆς γενόμενος ἐπιτελεῖ τὴν κατὰ τὸν τυφλόν οἰκονομίαν. καὶ εἴποι τις ἂν κατὰ τὸν μυστικὸν λόγον ὅτι πρῶτόν ἐστι τὸ τοῦ Λουκᾶ, δεύτερον δέ τὸ τοῦ Μάρ- κου, καὶ τρίτον τὸ τοῦ Ματθαίου. πρῶτον γὰρ δεῖ ἐγγίσαι τῇ Ἱεριχώ εἶτα εἰσελθεῖν εἰς αὐτήν, καὶ <μετὰ ταῦτα δὲ> ἐκπορευθῆναι ἀπ’ ἀνέγραψε τοίνυν ὁ μὲν Λουκᾶς τὸ ἐγένετο ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱεριχώ«, ὁ δὲ Μᾶρκος· » καὶ ἔρχεται εἰς Ἱεριχώ, καὶ εἰσπορευομένου αὐτοῦ ἐκεῖθεν«, ὁ δὲ Ματθαῖος οὔτε τὸ ἐγγίζειν τῇ Ἱεριχώ ἀνέγραφεν οὔτε ὅτι ἔρχεται εἰς Ἱεριχώ, ἀλλὰ μόνον ὅτι ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. δύναται οἶν τὸ μὲν κατὰ τὸν Λουκᾶν ἐγγίσας τῇ Ἱεριχώ πεποιηκέναι, τὸ δὲ κατὰ τὸν Μᾶρκον ἐλθὼν εἰς Ἱεριχώ, τὸ δέ κατὰ τὸν Ματθαῖον ἐκπορευθεὶς ἀπ’ αὐτῆς. ὁρᾷς δὲ ὅτι κοὶ ὁ κατὰ τὸν Λουκᾶν τυφλὸς »ἀκούσας ὄχλου διαπορευομένου (καὶ οὐ δήπου τοῦ Ἰησοῦ) τὶ ἂν εἴη«, ὁ δὲ κατὰ τὸν Μᾶρκον »ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν ἤρξατο κράζειν«, οἱ δέ κατὰ τὸν ματθαῖον δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν. καὶ οὐκ ἔστιν ὁ κατὰ τὸν Ματθαῖον παρὰ τοῖς τυφλοῖς Ἰησοῦς Ναζαρηνός, ἀλλ’ ὁ παρὰ τοῖς λοιποῖς, ὧν ὁ μέν κατὰ τὸν Μᾶρκον <τυφλὸς> ἀκούει ὅτι Ἰησοῦς ὁ Ναζορηνός ἐστιν«, ὁ δέ κατὰ τὸν Λουκᾶν, ὅτε ἐπυνθάνετο παρὰ τοῦ ὄχλου »τί ἂν εἴη τοῦτο«, ἔμαθεν ἀπαγγειλάντων αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζαρηνὸς παρέρχεται.

  62. 16.13.2

    Ἑξῆς δέ τούτοις παρατήρει ὅτι τῷ βοήσαντι τυφλῷ <καὶ> λέγοντι · υἱέ Δαυΐδ, ἐλέησόν με« οἱ προάγοντες ἐπετίμων, ἵνα σιωπήσῃ«, ὡσεὶ ἔλεγεν· οἱ πρῶτοι πιστεύσαντες ἐπετίμων τῷ λέγοντι· υἱέ »υἱὲ Δαυΐδ«, ἵνα σιγήσῃ καὶ μὴ ἀναγορεύσῃ αὐτὸν τῷ ἐλάττονι ὀνόματι. ἀλλ’ οἱονεὶ λέγῃ · υἱὲ θεοῦ, ἐλέησόν με. ἀλλ’ ἐκεῖνος »πολλῷ μᾶλλον ἔκρξεν· υἱέ Δαυΐδ, ἐλέησόν με«. εἶτα φησὶ) σταθεὶς ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν«. καὶ ὅρα εἰ μὴ ὡς παρατετηρήκαμεν) ὑποδεέστερός ἐστιν οὗτος ὁ τυφλός · οὔτε γὰρ ὁ Ἰησοῦς αὐτὸν ἐφώνησεν οὔτε εἶπεν αὐτὸν φωνηθῆναι, ἀλλ’ ὡς μὴ χωροῦντα ταῦτα »ἐκέλευσεν αὐτὸν« <ὠς> μὴ μὴ δυνάμενον καθ’ αὑτὸν αὑτὸν πρὸς αὐτὸν »ἀχθῆναι πρὸς αὐτόν«. εἶτα (φησίν) »ἐγγίσαντος αὐτοῦ ἐπηρώτησεν αὐτὸν εἰπών· τί σοι θέλεις ποιήσω;« καὶ οὐ πρότερον ἐπηρώτησεν αὐτὸν ἢ ὁ ἐρωτώμενος ἤγγισεν αὐτῷ, ἀλλ’ ἐπεὶ ἤγγισε, διὰ τοῦτο ἐρωτηθεὶς εἶπε τὸ ἶνα ἀναβλέψω, κύριε«. εἶτα φησὶν) ἀποτιθεὶς »εἶπεν αὐτῷ Ἰησοῦς · ἀνάβλεψον · ἡ πίστις σου σέσωκέ σε«. πλεῖον δέ <τι> ἔχουσιν οἱ κατὰ τὸν Ματθαῖον τυφλοί, ἐφ’ ὧν γέγραπται ὅτι σπλαγχνισθεὶς Ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν· οὐχ ἥφατο δέ οὔτε τοῦ κατὰ τὸν Μᾶρκον οὔτε τοῦ κατὰ τὸν Λουκᾶν. ἔχει δέ πόλιν πλεονέκτημά τι ὁ κατὰ τὸν Λουκᾶν, ἐπείπερ ἡνίκα »παραχρῆμα ἀνέβλεψεν«, οὐ μόνον ἠκολούθει αὐτῷ, ἀλλὰ πλεῖόν τι εἶχε παρὰ τοὺς λοιΠούς · »ἠκολούθει« γὰρ φησὶν) »αὐτῷ δοξάζων τὸν θεόν«. καὶ ἦν τὸ τέλος τούτου, ἐν τῷ ἀκολουθεῖν καὶ δοξάζοντος τὸν θεόν, <τὸ> πάντα τὸν ὄχλον ἰδόντα δοῦναι »αἶνον τῷ θεῷ«. ταῦτα μέν ἐπὶ τοῦ πορόντος ἡμεῖς εἰς τοὺς τόπους, <εἴτε γνόντες> εἴτε λαβόντες, εἴδομεν · θεὸς δὲ δοίη ᾧ βούλεται λόγον σοφίας πλουσιώτερον καὶ λόγον ἐν φωτὶ γνώσεως τρανότερον, ἵνα ταῦτα τοῖς ἀπὶ τοιούτων χαρισμάτων συγκρινόμενα εὑρεθῇ ὡς λύχνος παρ’ ἥλιον.

  63. 16.14.1

    Κοὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν καὶ τὰ ἑξῆς ἕως τοῦ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου (Matth. 21, – 5). καὶ ὁ Μᾶρος δέ κατὰ τὸν τόπον οὕτο)ς ἀνέγραφε · καὶ ὅτε εγγίζουσιν εἰς Ἱεροσόλυμα κοὶ εἰς Βηθανίαν πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν« καὶ <τὰ> ἐξῆς ἕως τοῦ καὶ εὐθέως ἀποστελεῖ«· ὁ δὲ Λουκᾶς τοῦτον τὸν τρόπον · καὶ ταῦτα εἰπὼν ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα« καὶ τὰ ἑξῆς, ἕως τοῦ οὕτως ἐρεῖτε · ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει«. Ἄξιόν ἐστι μάλιστα ἐπὶ τῶν τοιούτων τοῦ εὐαγγελίου ῥητῶν ἐπιστῆσαι τῷ βουλήματι τῶν ἀναγραφόντων κοὶ τῇ προαιρέσει αὐτῶν, τί σκοποῦντες ἀνέγραψαν πρὸς τοῖς τεραστίοις καὶ παραδόξοις τῶν ὑπὸ τοῦ σωτῆρος γεγενημένων καὶ τὰ μηδὲν ἐμφαίνοντα τοιοῦτον. ἔστω γὰρ περὶ τυφλῶν ἀναβλέψεως καὶ παρέτων ἰάσεως καὶ νεκρῶν ἀναστάσεως κοὶ λεπρῶν καθαρίσεως πεπραγματεῦσθαι τοὺς εὐαγγελιστὰς εἰς οἰκοδομὴν τὴν περὶ τοῦ Ἰησοῦ τοῖς ἐντευξομένοις αὐτῶν τῇ γροφῇ, τί βούλεται αὐτοῖς τὸ προκείμενον ῥητόν, καθὸ ἡνίκα τοῖς Ἱεροσολύμοις ἤγγισεν ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν καὶ ἐλήλυθεν εἰς Βηθφαγὴν πλησίον τοῦ ὄρους τῶν Ἐλαιῶν, ἀπέστειλε δύο μαθητὰς ἐντελλόμενος αὐτοῖς περὶ ὄνου καὶ πώλου ἴνα λύσαντες ἀγάγωσιν αὑτῷ, τῷ ἔσθ’ ὅτε μὴ ὁκνήσαντι πλείονα ὁδὸν πεζευσαι, καὶ τοῖς ἑαυτοῦ ποσὶ τὴν ὁδοιπορίαν εκτελεσαι, ὡς ὅτε ἀπὸ Ἱεροσολύμων διήρχετο διὰ τῆς Σαμαρείας <εἰς τὴν καὶ> φθάσας ἐπὶ τὸ κοπιάσας ἐκ τῆς ὁδοιπορίας« ἐκαθέσθη παρ’ αὐτῷ; τί δέ καὶ αὐτῷ τῷ Ἰησοῦ πρόκειται ὄνον δεδεμένην μετὰ πώλου λύεσθαι κελεύοντι <καὶ> προστάσσοντι λέγειν τῷ ἐπὶ τούτῳ φάσκοντι ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει· εὐθέως δὲ ἀποστελεῖ αὐτούς; ὁ γὰρ τηλικοῦτος κύριος, χρείαν ἔχων ὄνου κοὶ πώλου τῶν πάλαι δεδεμένων, ἐμφαινέτω * * * τι ἄξιον αὐτοῦ τῆς μεγαλοπρεπείας. Ἐπιτείνει δὲ τὴν κατὰ τὸν τόπον ζήτησιν προφήτης Ζαχαρίας ὁ τοῦ Βαραχίου, προφητεύσας περὶ τούτων προφητείαν ἀξίαν ἐπιστάσεως, ἐν ᾗ αὐταῖς λέξεσι γέγραπται ταῦτα· χοῖρε »χαῖρε θύγατερ Σιών· | κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχαταί σοι δίκαιος καὶ σῴζων, αὐτὸς πραΰς καὶ ἐπιβεβηκῶς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον«. εἰ δέ βούλει ἀπὸ τοῦ προφήτου μαθεῖν πῶς ἐστι χαῖρε σφόδρα] χαρᾶς ἄξια τῇ θυγατρὶ Σι(ὸν τὰ προφητευόμενα, ἄκουε τοῦ κοὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραΐμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν· καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς. καὶ σὺ ἐν αἵματι διαθήκης ἐπαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς, κοὶ ἀντὶ μιᾶς ἠμερας παροικίας σου διπλᾶ ἀνταποδώσω σοι«. κοὶ ἵνα μὴ μηκύνωμεν τὸν λόγον ἐπὶ πλεῖον, καταλίπωμεν τῷ βουλομένῳ συγκρῖναι τὴν προφητείαν τῇ κατὰ τὸ εὐαγγέλιον ἱστορίᾳ ὅλα τὰ κατὰ τοὺς τόπους ἐξετάσαι παρακειμένης τῆς λέξεως. ἐσημειωσάμεθα δέ ὥσπερ ἐπ’ ἄλλων ὅτι μὴ αὐτοῖς λέξεσιν ὁ Ματθαῖος καὶ ὁ Ἰωόννης ἐξέθεντο τὸ προφητικόν· οὐ γὰρ ταὐτὸν τὸ »χαῖρεσφόδρα, θύγατερ Σιών, <κήρυσσε, θύγατερ Ἱερουσαλὴμ> « τῷ· εἴπατε τῇ θυγατρὶ Σιὼν <ἢ τῷ μὴ φοβοῦ, θυγάτηρ Σιών«>, ἀλλὰ <καὶ τὰ> μετὰ τὸ ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σου) προτεταγμένα τοῦ »πραΰς« οὐκ ἐξέθετο ὁ Ματθαῖος, οὕτως ἔχοντα · δίκαιος καὶ σῲζων αὐτός«. ἔτι δέ ἀντὶ τοῦ καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου ’ »καὶ ἐιβεβηκὼς ἐπὶ ὄνον> καὶ πῶλον νέον« ἢ ὡς ἔν τισι πῶλον ὑποζυγίου«. ὁ δέ Ἰωάννης ἀντὶ τοῦ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον <καὶ πῶλον νέον>« πεποίηκε· »καθήμενος ἔρχεται ἐπὶ πῶλον ὄνου« · ὅστις ἐμφαίνων ὅτι γνώσεως δεῖται τὸ κατὰ τὸν τόπον, ἐπιφέρει τὸ »ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρότερον«.

  64. 16.15.1

    Ζητήσαι δ’ ἂν τις πῶς εὐλόγως προστάσσεται κατὰ τὸν προφήτην χαίρειν σφόδρα θυγάτηρ Σιὼν κοὶ κηρύσσειν θυγάτηρ Ἱε. ρουσολὴμ διὰ τὸν ἐπιβεβηκότα ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον«, ὅτε μετὰ βραχὺ ἰδὼν τὴν Ἱερουσαλὴμ ἔκλαυσεν <ἐπ’ αὐτὴν« ὁ Ἰησοῦς λέγων »Ἱερουσαλὴμ Ἱερουσαλὴμ,> ἡ ἀποκτείνουσα τοὺς προφήτας« καὶ τὰ ἑξῆς. πρόσχες οὖν εἰ δύνασαι Σιὼν νῦν δὴ λεγομένην θυγατέρα τοῦ προστάσσοντος αὐτῇ χαίρειν καὶ Ἱερουσαλὴμ πόλιν θυγατέρα τοῦ κηρύσσειν αὐτῇ κελεύοντος, εἰπεῖν εἶναι <μὴ τὴν τόν κύριον σταυρώσασαν, άλλὰ τὴν δεομένην τὸν ἐσταυρωμένον, Σιὼν> τὴν ἐπουρανίαν, περὶ ἧς ἐν μέν τῇ πρὸς Ἑβραίους γέγραπται τὸ »ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει κοὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. καὶ μυριάσιν ἀγγέλων. πανηγύρει«, ἐν δὲ τῇ πρὸς Γαλάτας· ἡ δέ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν«. μήποτε γὰρ σύμβολά ἐστι ταῦτα τοῦ σωτῆρος λύσαντος τῶν δεσμῶν διὰ τῶν μαθητῶν τὰ ἴδια ὀχήματα, τούς τε απὸ τοῦ λαοῦ πιστεύσαντας ἐκείνου τότε καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν. δεδεμένη γὰρ ταῖς ἁμαρτίαις ἦν ἡ τότε συναγωγή, δεδεμένος δὲ καὶ ὁ πῶλος μετ’ ἐκείνης ὁ ὕστερον γενόμενος νέος ἀπὸ τῶν ἐθνῶν <πιστεύων> λαός · καὶ τούτους ἀμφοτέρους εγγίζων τῇ εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνόδῳ ὁ σωτὴρ ἐκέλευσεν ὑπὸ τῶν μαθητῶν διδασκόντων λυθῆναι, δοὺς αὐτοῖς τὸ ἅγιον πνεῦμα καὶ εἰπών· »λάβετε πνεῦμα ἅγιον. ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται«. καὶ ἀεί γε οἱ μαθηταὶ < στοῦ> οὓς »ἱκάνωσε διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος«, λύοντες τὴν δεδεμένην ὄνον κοὶ τὸν πῶλον ἄγουσι πρὸς τὸν Ἰησοῦν βουλόμενον ὀχήμασι χρήσασθαι τοῖς ὑπὸ τῶν γνησίων αὑτοῦ μαθητῶν λελυμένοις ἀπὸ τῶν πάλαι <ἁμαρτιῶν δεσμοῦ. καὶ πρέπει γε τῷ υἱῷ τοῦ θεοῦ οὕτω χρείαν ἔχειν φιλάνθρωπος γὰρ ἐστι) τῆς δεδεμένης ὄνου κοὶ τοῦ μετ’ αὐτῆς δεδεμένου πό)λου · χρείαν δ’ αὐτῶν ἔχει, ἶνα αὐτοῖς ἐπικαθίσας ἀναπαύσῃ μᾶλλον ἤπερ ἀναπαύσηται τοὺς οἷς ἐπικαθέζεται.

  65. 16.16.1

    Ἁλλὰ ζητήσει τις πῶς ὁ λόγος τῶν ἑξῆς ἀκόλουθος ἔσται τοῖς ἀποδεδομένοις, οὕτο)ς ἐχόντων· των· εὐθέως δέ ἀποστελεῖ αὐτοὺς« - ἤ »καὶ καὶ εὐθέως αὐτὸν ἀποστελεῖ πόλιν ὧδε«. λύσεις δέ τὸ ἐπηπορημένον ζητήσας τὴν ἀποστολὴν ἢ τῶν κατὰ τὸν Ματθαῖον δύο ἢ τοῦ κατὰ τὸν Μᾶρκον πώλου. ὅτι δὴ κύριος οὐδεὶς ἄλλος ἦν τῶν δεδεμένο)ν <ἢ ἐκεῖνος περὶ οὗ φησιν ὁ ἀπόστολος>· »ἀλλ’ ἡμῖν εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα«, ᾧ <ὅτι> μηδαμῶς ἀντλέγειν ἔμελλε τῶν λεγόντων τις · »εἰς τί λύετε τὸν Πῶλον ;« ἢ ὁτιποτοῦν βοσκόντων, δῆλον · ὡς γὰρ μὴ ἀντερούντων αὐτῷ εἶπεν ὁ σωτὴρ τὸ καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει ἤ· »ἐάν ἐόν τις ὑμῖν εἴπῃ· τί λύετε τὸν πῶλον; εἴποτε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει« · καὶ κατὰ τὸν Λουκᾶν δέ · ἐόν τις φησὶν) ὑμαῖς ἐρωτᾷ· διὰ τί λύετε ; οὕτως ἐρεῖτε · ὅτι ὁ κύριος αὐτοῦ χρείον ἔχει«. καὶ ζητήσεις εἰ μετὰ <τὸ εἰς > τὴν Ἱερουσαλὴμ καὶ τὸ ἐπιβεβηκέναι τούτοις ἢ τούτῳ τὸν σωτῆρα. ἀποστολή τις ἐπί τι ἔργον ἀναγκαῖον πρὸς τὸν τόπον γίνεσθαι ἔμελλεν, ἶνα τι ποιήσωσιν ἡ ὄνος καὶ ὁ Πῶλος ἔργον κατὰ τὸ σιωπώ- μενον, ἐμφαινόμενον μὲν οὐ τρανῶς δὲ δεδηλωμένον. ἔννοιαν δέ τοῦ τοιούτου λαμβάνω ἐπιστήσας τῇ τάξει τῶν ἐν τῷ κατὰ Ματθαῖον μακαρισμῶν. ἐν οἷς μετὰ τὸ »μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν« ἑξῆς γέγραπται τὸ »μακάριοι οἱ προεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν«. τήρει γὰρ ἐν τούτοις ὅτι πρῶτον μέν τῶν μακαριζομένων ἡ βασιλεία« ἐστὶ τῶν οὐρανῶν«· δεύτερον δὲ »καληρονομήσουσι τὴν γῆν«, οὐχ ὥστε τὸν πάντα αἰῶνα εἶναι ἐπ αὐτῆς · παρακληθέντες γὰρ καὶ διὰ τὸ πεπεινηκέναι καὶ δεδιψηκέναι δικαιοσύνης κορεσθέντες αὐτῆς καὶ ἐλεηθέντες καὶ τὸν θεὸν ἰδόντες καὶ υἱοὶ αὐτοῦ κληθέντες πάλιν ἐπὶ τὴν βασιλείαν ἀποκαθίστανται τῶν οὐρανῶν.

  66. 16.16.2

    Ἐὰν δέ ὄνος καὶ πῶλος, οἷς ὁ σωτὴρ ἐπιβαίνει, οἱ ἀποδεδομένοι τυγχάνωσι, μὴ προσκόψῃς τῷ λόγῳ παραβάλλοντι ἀλόγοις ζῲοις ἀχθοφόροις τοὺς φέροντας τὸν Ἰησοῦν αὐτοῖς ὀχούμενον. τάχα γὰρ τι τοιοῦτον νοήσας καὶ ὁ προφήτης εἶπε τὸ γενονέναι <ὡς> κτηνώδης, οὐχ ἁπαξαπλῶς ἀλλὰ παρὰ τῷ θεῷ ἢ παρὰ τῷ Χριστῷ, κατὰ τὸ »κἀγὼ κτηνώδης ἐγενήθην παρὰ σοί«. ὡς γὰρ πρὸς τὸν αὐτόλογον καὶ πρὸς τὴν τοῦ θεοῦ μεγαλειότητα κτηνώδεις ἐσμὲν οὐχ ἡμεῖς μόνοι, ἀλλὰ καὶ ἡμῶν πολλῷ λογικώτεροι καὶ σοφώτεροι · οὕτω δέ καὶ ὡς πρὸς τὸ λογικὸν τοῦ ποιμένος πρόβατά ἐσμεν αὐτοῦ, τῷ τὸν ἐν ἀνθρώποις καὶ τοῖς τελειοτάτοις λόγον παραβαλλόμενον τῷ αὐτολόγῳ πλεῖον ἔχειν ἀπόστημα ἀπ’ ἐκείνου, ἢ ὅσον ἔχει ἀπόστημα ὄνου καὶ πώλου Ψυχὴ ἢ προβάτου πρὸς ἄνθρωπον. καὶ τάχα ἀναβαίνοντα μὲν εἰς Ἱεροσόλυμα ἐποχουμένου τοῦ Ἰησοῦ) τὸ ὑποζύγιον ἢ καὶ ὁ πῶλος τοιαῦτά ἐστιν, γενόμενα δὲ ἐκεῖ οὐ μένει ὑποζύγιον οὐδέ πῶλος, ἀλλὰ ἀπ[οστέλλεται μεταβαλόντα καὶ ὠφεληθέντα καὶ μετασχόντα τῆς τοῦ λόγου θειότητος καὶ ὑπεροχῆς τῆς γνώσεως, ὥστε εἰς δόξαν <ἀξιοῦσθαι θεοῦ ἀποστέλλεσθαι αὐτὰ εἰς τὸν τόπον ὅθεν ἐλύθη πρότερον, τοῦ γυρίου μεταποιήσαντος αὐτὰ καὶ μισθὸν αὐτοῖς δεδωκότος τοῦ ἐνηνοχέναι αὐτὸν τὴν τοιαύτην μεταβολήν, ὡς καὶ ἀποσταλῆναι αὐτὰ ἐπὶ τόν πρότερον τόπον, οὐκέτι <δ᾿ > ἐπὶ τοῖς ἔργοις τοῖς πρότερον. οὐ γὰρ ἔμελλεν ὁ φιλάνθρωπος ἡμῶν <ὥν> κύριος, ἅπαξ παραδεξάμενος τιμῆσαι τῇ τε ἀπὸτῶν δεσμῶν λύσει καὶ τῇ ἑαυτοῦ ὀχήσει, πόλιν αὐτὰ πέμπειν ἐπὶ τοὺς δεσμοὺς ἢ ἔργα ἐλάττονα ου πεποιηκεν εργου. δεξάμενα τοῖς νώτοις τὸν υἱὸν τοῦ θεοῦ. πρέπον δέ ἦν ἐπὶ τῷ τοιούτῳ μυστηριω̣ καὶ τοῖς μετ’ αὐτοῦ λεγομένοις σφόδρα χαίρειν καὶ ἐπιτείνειν χαρὰν τὸν καρπὸν» τοῦ πνεύματος«) τὴν θυγατέρα τοῦ βεοῦ Σιὼν καὶ θυγατέρα οὐτοῦ τὴν Ἰερουσαλὴμ κηρύσσειν · ἤρχετο γὰρ ἀυτῇ »ὁ βασιλεὺς δίκαιος καὶ σῴζων«,<καὶ οὐχ ἁπλῶς »σῴζων«> ἀλλὰ <»δίκαιος καὶ σῴζων«, τουτέστι> μετà τοῦ τηρεῖν τὸ δίκαιος εἶναι καὶ σῴζων μετὰ δικαιοσύνης, καὶ εὐτρεπίζων εἰς σωτηρίαν τοὺς σῳζομένους. αὐτὸς δέ ἤρχετο εἰς Σιὼν κοὶ Ἱερουσαλὴμ »πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον κοὶ πῶλον νέον« ὡς ἀποδεδώκαμεν) ἐπισκοπῶν τὸν Ἰσραὴλ ἐν τῷ ἐξολοθρεύειν »ἃρματα ἐξ Ἐφραΐμ«, παραπλήσια τυγχάνοντα ἃρμασι Φαραώ, ὅτε »ἃρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτου ἒρριψεν εἰς θάλασσαν«. ἤρχετο δέ καὶ ἵππον« ἐξολοθρεύων τὸ πολεμικὸν ζῷον ἀπὸ τῆς Ἱερουσαλήμ, ἳνα εἰρήνην ποιήσῃ τῷ Ἰσραὴλ ἐπιστρέφων τὰ ἀπολωλότα αὐτοῦ πρόβατα, εἰρήνην δὲ καὶ τῇ Ἱερουσαλὴμ ἐπανάγων αὐτῆς ἐκπεσόντα τὰ τέκνα. πῶς δέ οὐκ ἔμελλε μεγάλης χαρᾶς εἶναι ἂξιον τὸ οὕτως ἒρχεσθαι τὸν δίκαιον βασιλέα καὶ σῴζοντα καὶ πρᾶον εἰς τὴν Ἱερουσαλήμ, ὅτε ἒμελλεν ἐξολοθρεύεσθαι πᾶν »τόξον Πολεμικόν«, ἴνα μηκέτι »οἱ ἁμαρτωλοὶ« ἐκτείνωσι τόξα μηδέ ἑτοιμάζωσι βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνη τοὺς εὐθεῖς τῇ καρδίᾳ«; ἔμελλε δέ τότε καὶ πλῆθος καὶ εἰρήνη« εἶναι ἀπὸ τῶν πιστευόντων καὶσῳζομένων»ἐθνῶν«, κατάρχοντος »ὑδάτων ἓως θαλάσσης« τοῦ σωτῆρος, κατάρχοντος δέ καὶ »ποταμῶν διεκβολὰς διεκβολὰς γῆς« καὶ διεξόδους ποιουμένων καὶ ποτιζόντων τὰ πολλὰ αὐτῆς.

  67. 16.16.3

    Ὁ δέ θέλων ἁπλούστερον ἐπὶ τοῦ <τῶν Ἰουδαίων> ἐπιδεδήμηκεν ὁ σωτὴρ ἀκούειν τὸ θύγατερ Σιὼν« καὶ »θύγατερ Ἰερουσαλὴμ« φήσει ὅτι ὁ λόγος μέν προστάσσει χαίρειν τῇ θυγατρὶ Σιὼν καὶ κηρύσσειν τῇ θυγατρὶ Ἱερουσαλήμ· εἰ δέ τινες ἠπείθησαν οὐ τὰ τοῦ χαίρειν ποιήσαντες ἒξια οὐδέ παραξάμενοι τὸ περὶ τοῦ κηρύσσειν Πρόσταγμα, αὐτοὶ γεγόνασιν ἑαυτῶν αἴτιοι τοῦ παθεῖν ἃ πεπόνθασιν, ὥστε λεχθῆναι αὐτοῖς· »ὑμῖν ἦν ἀναγκαῖον καταγγεῖλαι τὸν λόγον τοῦ θεοῦ· ἐΠεὶ δέ ἀναξίους κρίνετε ἑαυτούς, ἰδοὺ στρεφόμεθα εἰς τὰ χρὴ δὲ καὶ τοῦτο εἰδέναι ὅτι πέντε περιτυχόντες ἐδδόσεσι τοῦ Ζαχαρίου παρὰ μὲν τοῖς Ἑβδομήκοντα καὶ τῷ Ἀκύλᾳ εὕρομεν τὸ αὐτὸς πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον« ἢ ἐπὶ ὄνου καὶ πώλου υἱοῦ ὀνάδων«, παρὰ δὲ θεοδοτίωνι· »αὐτὸς ἐπακούων καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὄνου«, παρὰ δὲ Συμμάχῳ· »αὐτὸς πτωχὸς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον Λ·αὶ πῶλον υἱὸν ὀνάδος», ἐν δέ τῇ πέμπτη ἐκδόσει· αὐτὸς πτωχὸς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον υἱὸν ὂνων«, καὶ δύναταί γέ τις ταῦτα ἐφαρμόζειν τῇ κατὰ τὸν ἐξεταζόμενον τοῦ εὐαγγελίου τόπον ἱστορίᾳ, ὅτε πρᾶος καὶ ἐπακούων καὶ πτωχὸς ἐλήλυθεν εἰς τὴν Ἱερουσαλὴμ ὁ σωτήρ · »ἐπτώχευσε« γὰρ »πλούσιος ὤν, ἳνα« οἱ ἀκούοντες αὐτοῦ τοῦ ἐπακούοντος ἡμῶν »τῇ πτωχείᾳ« αὐτοῦ πλουτήσωσιν.

  68. 16.17.1

    Ἲδωμεν δὲ περὶ τῆς Βηθφαγὴ μὲν κατὰ Ματθαῖον, Βηθανίας δὲ κατὰ τὸν Μᾶρκον, Βηθφαγὴ δὲ καὶ Βηθανίας κατὰ τὸν Λουκᾶν. ταῦτα δέ ἦν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν«. ἑρμηνεύεσθαι δέ φαμεν τὴν Βηθφαγὴ μὲν OIKON ΣΙΑΓΟΝΩΝ (ἥτις τῶν ἱερέων ἦν χωρίον),

  69. 16.17.2

    Βηθανία δὲ ΟΙΚΟΣ ΥΠΑΚΟΗΣ. ἐπὲ τὸν οἶκον οὖν τῆς ὑπακοῆς ἄγεται τὰ λυόμενα ἢ τὸ λυόμενον,

  70. 16.17.3

    ἵν᾿ ἐκεῖθεν ἐπιβῇ αὐτοῖς ὁ Ἰησοῦς, ἢ ἐπὶ τὸν οἶκον τῆς σιαγόνος, περὶ ἧς ἔστιν εἰπεῖν λαβόντα ἀφορμὰς καὶ ἀπὸ τῶν Κριτῶν, ἐν οἷς πηγή ἐστιν ἐπίκλητος σιαγόνος. ἀφ᾿ ἧς ἔπιεν ὁ Σαμψὼν διψήσας, ἢ τάχα ἐπεὶ »τῷ τύπτοντι εἰς τὴν σιαγόνα«δεῖ παρέχειν καὶ τὴν ἑτέραν, σύμβλον τῆς τῶν σῳζομένων ἀνεξικακίας ἡ Βηθγαγὴ ἦν,

  71. 16.17.4

    ὅθεν ἐκθέζετο ὁ Ἰησοῦς ἐπὶ τῶν ὑπὸ τῶν μαθητῶν κατὰ τὴν πρόσταξιν τοῦ Ἰησοῦ λυθέντων.

  72. 16.17.5

    Καὶ τὸ ὄρος δὲ τῶν Ἐλαιῶν <ἡ ἐκκλησία> ἐστίν, ἳτινεσ λέγουσι καρποφοροῦσαι καλλιέλαιος οἶσαι · »ἐγὼ δέ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἲκῳ τοῦ θεοῦ« · καὶ οἱ ἀρχόμενοι δὲ καὶ εἰσαγόμενοι ἐν αὐτοῖς εἰσιν ὡσεὶ νεόφυτα ἐλαιῶν κύκλῳ τῆς« Χριστοῦ »τραπέζης«, τεκνία καὶ »υἱοὶ« ὄντες αὐτοῦ. εἰ δὲ δεῖ ἐπιστῆσαι καὶ τοῖς δύο μαθηταῖς, οὓς ἀπέστειλεν ὁ Ἰησοῦς ἐπὶ τὴν δεδεμένην ὄνον καὶ τὸν μετ’ αὐτῆς πῶλον ἵνa λύσαντες ἀγάγωσιν αὐτῷ, λεκτέον <τάχα οὐκ ἀλόγως> μήποτε δύο μαθηταὶ Πέτρος εἰσὶ καὶ Παῦλος, δεξιὰς διδόντες ἀλλήλοις »κοινωνίας«, ἵνα Πέτροςμέν εἰς τὴν περιτομὴν πρὸς τὸ ὑποζύγιον γένηται, τὸν ὑπὸ τὸν ζυγὸν τοῦ νόμου γεγενημένον 〈λαόν〉, Παῦλος δέ εἰς τὰ ἔθνη, τὸν νέον καὶ ἀδάμαστον πῶλον. καὶ ἦσαν ἀμφότεροι λέγω δέ· τὸ ὑποζύγιον καὶ ὁ πῶλος) πρὸ τοῦ Ἰησοῦ ἐν κώμη καὶ οὐ πόλει, ἔνθα ἦσαν δεδεμένοι. ἀλλ᾿ οἱ τοῦ Ἰησοῦ μαθηταὶ λύουσι καὶ ἂλουσι πρὸς τὸν Ἰησοῦν ἀμφότερα.

  73. 16.17.6

    Ἒτι δ’ ἐπανάγων τῷ λόγῳ τοὺς δύο μαθητὰς φήσεις ὅτι ἐστὶ μέν ἔν τάγμα τῶν διακονουμένων τοῖς ἐκ περιτομῆς, ἀλλο δὲ τοῖς ἀπὸ τῶν ἐθνῶν. πλὴν κοινωνία ἐστὶ τῶν ἔργων αὐτῶν, λυόντων τὰ προστεταγμένα ὑπὸ τοῦ Ἰησοῦ λύεσθαι· ὧν λυόντων, ἐόν τις λέγη αὐτοῖς » τί λύετε τὸν πῶλον ;« ὁτιποτοῦν, λέγει περὶ ἀμφοτέρων· κηρύσσομεν ὅτι ὁ κύριος αὐτῶν τῶν πρότερον δεδεμένων χρείαν ἔχει. χρείαν δὲ αὐτῶν ἔχει ἐπιβαίνων αὐτοῖς, λελυμένοις ἀπὸ τῶν ἁμαρτημάτων καὶ ἄφεσιν αὐτῶν εἰληφόσι· δεδεμένοις γὰρ ἔτι καὶ σειροῖς τῶν ἰδίων ἁμαρτιῶν« σφιγγομένοις ὁ Ἰησοῦς οὐκ ἐπικαθέζεται. κατὰ μέντοι τὸν Μᾶρκον καὶ τὸν Λουδᾶν <καὶ> πῶλός δεδεμένος, »ἐφ᾿ ὃν οὐδεὶς ἀνθρώπων ἐκάθισεν«· οὐδέν γὰρ λογικὸν καὶ κατὰ τρόπον <ἀνθρώπινον> ἐπέπρακό <ποτε> καὶ τῷ ἀπὸ τῶν ἐθνῶν πώλῳ. καὶ οὗτος ἐφ’ ᾧ οὐδὲν λογικὸν πρότερον ἐφίδρυτο εὐτύχησε θεὸν αὐτοῷ ἐπικαθεσθῆναι λόγον, τὸν υἱὸν τοῦ θεοῦ, ἳνα ὑπ᾿ αὐτοῦ ἀγόμενος ἡνιοχοῦντος καταντήσῃ ἐπὶ τὴν Ἱερουσαλὴμ τοῦ Θεοῦ. τοσαῦτα μέν ἡμεῖς εἰς τὸν τόπον ἐπὶ τοῦ παρόντος εἲδομεν· ὁ δέ δυνάμενος καὶ χο)ρῶν μείζονα εἰς τὸν τόπον χάριν λεγέτω μείζονα καὶ βελτίονα, κἀκεῖνος μᾶλλον ἀκουέσθω ὑπὸ τῶν διψώντων εὐαγγελικῆς σαφηνείας.

  74. 16.18.1

    Πορευθέντες δέ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς ἤγαγον τὴν ὂνον καὶ τὸν πῶλον καὶ τὰ ἑξῆς ἓως τοῦ ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας (Matth. 21, — 11). ὁ δέ Μᾶρκος οὕτω κατὰ τὸν τόπον ἐξέθετο· »καὶ ἀπελθόντες εὗρον πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτὸν« καὶ τὰ ἑξῆς ἕως τοῦ »εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαθΐδ· εἰρήνη ἐν τοῖς ὑψίστοις«. καὶ ὁ Λουκᾶς δὲ τοιοῦτό φησιν · »ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς ἑστῶτα τὸν πῶλον« καὶ τὰ ἑξῆς ἕως τοῦ »ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται«. Ἀκολούθως τοῖς ἀποδεδομένοις περὶ τῶν ἀποσταλέντων δύο μαθητῶν ἐπὶ τὸ λῦσαι τὴν δεδεμένην ὄνον καὶ τὸν πῶλον τὸν μετ’ αὐτῆς καὶ πᾶσι τοῖς εἰς τὸν τόπον εἰρημένοις, διηγησόμεθα καὶ τὰ ἐκκεί- μενα, ἐν οἷς λέλεκται ὅτι πορευθέντες οἱ δύο μαθηταὶ καὶ ποιήσαντες τὰ ὑπὸ τοῦ σωτῆρος αὐτοῖς προστεταγμένα ἤγαγον Πρὸς αὐτὸν τὴν ὄνον καὶ τὸν πῶλον· οὓς οὐκ ἀφήκασι γυμνοὺς ἀλλὰ κόσμον αὐτοῖς περιέθηκαν ἐν ἱματίοις εὐσχημοσύνην περιποιοῦσι, δοσμήσασι τὴν ὑπ᾿ αὐτῆς λελυμένην ὄνον καὶ τὸν μετ’ αὐτῆς πῶλον οἶς κοὶ αὐτοὶ ἦσαν κεκοσμημένοι καὶ ἐσκεπασμένοι, καὶ] ἵνα κεκοσμημένοις τῇ ὄνῳ καὶ τῷ πώλῳ τοῖς ἐνδύμασι τῶν διδαξόντων μαθητῶν βῇ καὶ παύσηται καὶ ἐφιδρυθῇ ὁ τοῦ θεοῦ λόγος, γινόμενος ἐπάνω μόνος καὶ ἡνίοχος τῶν λελυμένων καὶ βασταζόντων αὐτόν. ἀλλὰ τοῖς μέν ἐκ τῶν διδαξάντων ἱματίοις ἐπιτεθεῖσι τῇ ὄνῳ καὶ τῷ πώλῳ ὁ Ἰησοῦς ἐπικαθέζεται, ἐπειδὴ ἓκαστον ἐχρῆν συμβαλέσθαι τι Χριστῷ πραεῖ βασιλεῖ ἐπιβεβηκότι ὑποζυγίῳ καὶ πώλῳ νέῳ *** <Ὁ δέ πλεῖστος ὄχλος ἒστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἂλλοι δέ ἒκοπτον κλάδους ἀπὸ τῶν δένδρο)ν καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.> ἦν δὴ πλεπιστος ὂχλος ὁ συνεισερχόμενος εἰς Ἱερουσαλὴμ τῷ Ἰησοῦ, καὶ οὗτοι ἒδειξαν καρΠὸν τῆς τοῦ σωτῆρος ἀποδοχῆς ἐν τῷ τὰ ἑαυτῶν ἱμάτια ὑποστρῶσαι, καὶ ὃν εἶχον κόσμον καὶ σκέπην, τῷ έπικαθεζομενῳ τῇ ὄνῳ κοὶ τῷ πώλῳ. ἐν τῇ ὁδῷ τοίνυν καθ’ ἣν ἦγε τὴν ὄνον καὶ τὸν πῶλον ἐπὶ τὰ Ἱεροσόλυμα, ἔστρωσαν τὰ ἑαυτῶν ἱμάτια ὁ πλεῖστος ὄχλος, ἵνα καθαροῖς γῆς καὶ γηΐνων πραγμάτων <ποσὶ> καὶ μηδαμῶς ἔχουσι κονιορτὸν ἡ ὄνος καὶ ὁ πῶλος ἐπιβῇ τῇ Ἱερουσαλήμ. καὶ τρίτον δέ τι τάγμα τὸ παρὰ τοὺς δύο μαθητὰς καὶ τὸν ὑποστρώσαντα Ι πλεῖστον ὄχλον τὰ ἱμάτια ἐν τῇ ὁδῷ νῦν κατείλεκται· ἄλλοι γὰρ ὡραιότητά<τινα> περιεποίουν τῇ ὁδῷ δι᾿ ἧς ὥδευεν ἐπὶ τὰ Ἱεροσόλυμα ὁ Ἰησοῦς ὀχούμενος τοῖς προειρημένοις· ἡ δὲ ὡραιότης ἦν κοπτομένων κλάδων ἀπὸ δένδρων καὶ στρωννυμένων παρ᾿ ἑκάτερα τῶν ἐστρωμένων ἱματίων· εἰ μὴ ἂρα τοῦτο τέταρτον τάγμα ἦν. ἄλλοι γὰρ οἱ λύοντες μαθηταί, <καὶ> ἄλλη ἡ ὄνος καὶ ὁ μετ’ αὐτῆς πῶλος, κοὶ τρίτοι ὁ πλεῖστος ὄχλος, καὶ τέταρτοι οἱ κόπτοντες τοὺς κλάδους ἀπὸ τῶν δένδρων καὶ στρωννύντες ἐν τῇ ὁδῷ. νόει δέ μοι ἀπὸ τούτων καὶ πέμπτον καὶ ἓκτον τάγμα κατειλεγμένον τῶν τόν Ἰησοῦν προαγόντων κοὶ τῶν ἀκολουδούντων αὐτῶ. καὶ προάγοντας μὲν φήσεις ἀπὸ τῶν πρὸ τῆς παρουσίας εἶναι ἐκ τοῦ λαοῦ, δικαίων τάχα καὶ προφητῶν · ἀκολουθοῦντας δέ τοὺς ἀπὸ τῶν μετὰ τὴν παρουσίαν ἑπομένων τῷ λόγῳ κοὶ ἀκολουθούντων αὐτῷ εἲτε δικαίων εἲτε καὶ ἀποστόλων χριστοῦ. πλὴν οὐκ ἂλλα μὲν ἔλεγον οἱ προάγοντες, ἄλλα δὲ οἱ ἀκολουθοῦντες· ἒκραζον γὰρ πάντες ἃμα ὡς χορὸς συνᾴδων καὶ σύμφωνος καὶ ἔλεγον καὶ τὸ ἀνθρώπινον ὑμνοῦντες τοῦ σωτῆρος ἐν τῷ ὡσαννὰ τῷ υἱῷ Δαυΐδ καὶ τὴν δευτέ- ραν αὐτοῦ ἐΠιδημίαν 〈ἐν τῷ> εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου καὶ τὴν εἰς τὰ ἂγια ἀποκατάστασιν ἐν τῷ ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

  75. 16.19.1

    Τούτων δὴ τῶν τριῶν ἐκφωνήσεων λεγομένων ὑπὸ τῆς συμφωνίας τῶν προαγόντων καὶ ἀκολουθούντων τῷ Ἰησοῦ, ὁ μὲν εἰσῄει εἰς τὰ αληθινὰ Ἱεροσόλομα· ξενισθεῖσαι δὲ αἱ οὐράνιαι δυνάμεις, αἳτινες λέγονται πᾶσα εἶναι ἡ πόλις, ἒφασκον τίς ἐστιν οὗτος; ἀνάλογον τοῖς προφητευθεῖσιν ἐν εἰκοστῷ τρίτῳ Ψαλμῷ περὶ τῆς ἀναλήψεως τοῦ σωτῆρος καὶ τοῦ ξενισμοῦ τῶν οὐρανίων δυνάμεων ξενιζομένων ἐπὶ τῷ κοινῷ τοῦ σωματικοῦ αὐτοῦ ὁχήματος θεάματι. ἔχει δέ οὕτως ἐν τῷ Ψαλμῷ· »ἂρατε πύλος, οἱ ἂρχοντες, ὑμῶν, κοὶ ἐπάρθητε, Πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης« καὶ τὰ ἑξῆς. καὶ ἐν Ἡσαΐᾳ δέ παραπλήσια προφητεύεται περὶ τῆς μετὰ τὴν οἰκονομίαν ἀνόδου τοῦ σωτῆρος· γέγραπται γάρ· »τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ· οὗτος ὡραῖος ἐν στολῇ;« τὰ δὲ κατὰ τὸν τόπον ὃλα καὶ σὺ δυνήσῃ ἀναλεξάμενος κατανοῆσαι, τί τε λέγουσιν οἱ ξενιζόμεναι δυνάμεις ἐπὶ τῆς τοῦ σωτηρίου σώματος ἀνόδου καὶ τί αὐταῖς ἀποκρινεται. ταῦτα δέ μοι παρείληπται βουλομένῳ σ[σαι τὴν ἀκολουθίαν τῆς κατὰ τὴν γραφὴν τροπολογίας ὅτι εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· τίς ἐστιν οὗτος; μετὰ δέ τοῦτο ἑξῆς γέγραΠται ὅτι πολλοὶ ἔλεγον· οὗτός ἐστιν Ἱησοῦς ὁ προφήτης ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, ὁμολογοῦντες τὸν προφητευθέντα ὅτι »Ναζωραῖος κληθήσεται« ὁ κυρίως τῷ θεῷ ἀεὶ ἀνκείμενος. ἀλλὰ κατὰ τὴν διήγησιν ταυτην περιγεγράφθω τὰ κατὰ τὸν τόπον ἀρχή ἀρχή τις ἔστω ἑτέρας περικοπῆς τὰ ἐπιγερόμενα, ἳνα μὴ ἀναγκάζηταί τις (συνάπτων καὶ τὴν περὶ ἐκείνων διήγησιν τοῖς προτέροις) ζητεῖν ἐκβαλλομένους ἀπὸ τοῦ ἱεροῦ τοῦ θεοῦ τινας τοὺς ἐπιπληττομένους ὡς πεποιηκότας τον »τῆς προσευχῆς« οἶκον »λῃστῶν σπήλαιον«. οὐκ οἶδα δὲ εἰ, κἂν βιάσηταί τις, δύναται < ἀκολούθως τῷ »χαῖρε σφόδρα, θύγατερ Σιὸ)ν« σῶσαι τὴν πᾶσαν καὶ τῶν ἑξῆς τοῖς ἐκκειμένοις ἀκολουθίαν.

  76. 16.19.2

    Μετὰ ταῦτα ἐξετάσωμεν καὶ τὸ ὡσαννὰ τῷ οὑῷ Δαυΐδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· ὡσαννὰ ἐν τοῖς ὑψίστοις ποῖον ἔχει νοῦν. σαφῶς μὲν οὖν τὸ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου αὐταῖς λέξεσι κεῖται ἐν τῷ πρὸ τοῦ μεγίστου ψαλμοῦ ψαλμῷ, λεγομένῳ ἔν τισιν ἀντιγράφοις ἑκαατοστῷ ἑπτακαιδεκάτῳ· δοκεῖ δέ μοι τὰ ἀντὶ τοῦ ὢ κύριε, σῶσον δὴ« προτεταγμένα τοῦ »εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου« ἑβραϊκῶς ἐκκεῖσθαι ἐν τῷ » ὡσαννὰ τῷ υἱῷ Δαυΐδ«· ’ οὕτω δὲ καὶ εἶχεν ἡ ἑβραϊκὴ λέξις· ΑΝΝΑ ΑΔΩΝΑΙ ΩΕΙΑΝΝΑ. ΑΝΝΑ ΑΛΩΝΑΙ ΑΣΛΙΑΝΝΑ, ΒΑΡΟΥΧ ΑΒΒΑ ΒΣΑΙΜ ΑΛΩ- NAI. εἶτα δοκεῖ μοι ὑΠὸ Ἑλλήνων συνεχῶς γραφὀμενα τὰ ευαγγελια μὴ εἰδότων τὴν διάλεκτον, συγκεχύσθαι ἐν τοῖς κατὰ τὸν τόπον ἔχουσι ταῦτα ἀπὸ τοῦ προειρημένου Ψαλμοῦ. εἰ δὲ τὸ ἀκριβὲς βούλει μαθεῖν τῆς λέξεως, ἂκουε Ἀκύλου ἑρμηνεύσαντος ὡδί· ὢ δὴ κύριε, σῶσον δή · ὢ δὴ κύριε, εὐόδωσον δή · εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου«. ἀλλὰ γὰρ ἐπανακεφαλαιω σώμεθα τὰ κατὰ τὸν τόπον καὶ λέγωμεν ὅτι ἤτοι Παῦλος καὶ Πέτρος ἢ ἂλλα δύο εἲδη τῶν διδασκόντων, λύσαντες ἀπὸ τῶν δεσμῶν κατὰ τὴν τοῦ Ἰησοῦ πρόσταξιν τοὺς ἀπὸ περιτομῆς καὶ τοὺς ἀπὸ ἀκροβυστίας, ἐκόσμησαν αὐτοὺς καὶ πεποιήκασιν εὑπρεπεις προς το οχησασθαι αὐτοῖς τὸν λόγον ἀνιοόντα εἰς τὴν Ἰερουσαλή. καὶ > τὰ λοιπᾶ κατὰ μέν μίαν ἔσται διήγησιν. κατὰ δὲ ἑτέραν ἀεὶ ἐνέστηκε *** τῶν ἀποδεχομένων τὸν Ἰησοῦν στρωννύντων αὐτῷ διὰ τῶν ἰδίων ἐνδυμάτων τὴν ὁδὸν καὶ κοσμούτων αὐτὴν τοῖς κλάδοις καὶ προαγόντων καὶ ἐπακολουθούντων. καὶ ἂλλως δὲ ἓκαστος διὰ μὲν τῶν ἤδη πεπραγμένων μένων προάγει τὸν Ἰησοῦν, διὰ δὲ τῶν πραχθησομένων ἐπακολουθεῖ αὐτῷ καὶ λέγει τὰ ἀναγε- γραμμένα. καὶ εἰς ταῦτα δὲ ἡμεῖς μέν τοσοῦτα εἲδομεν· ὁ δὲ ἡμῶν διαφέρων πλείονα καὶ βλεπέτω καὶ διδασκέτω. πλὴν ἔν τινι τῶν εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἐπὶ ποσὸν καὶ ταῦτα ἐξητάσαμεν, ὅτε προέκειτο διηγήσασθαια τὸ »τῇ ἐπαύριον οὖν ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτὴν« καὶ τὰ ἑξῆς.

  77. 16.20.1

    Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦθεοῦ καὶ ἐξέβαλε πάντας τοὺς πο)λοῦντας κοὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰ ἑξῆς (Matth. 21,12-13).

  78. 16.20.2

    Tὰ δέ κατὰ τὸν τόπον καὶ οἱ λοιποὶ τρεῖς εὐαγγελισταὶ ἐξέθεντο, ὧν τὴν πρὸς ἀλλήλους διαφορὰν οὐ τοῦ προκειμένου καιροῦ ἐστι διηγήσασθαι· ἀρκέσει γὰρ τὸ ἐν τῷ ἐξεταζομένῳ εὐαγγελίῳ κατὰ τὸ δυνατὸν ἡμῖν σαφηνίσαι. τῶν τεσσάρων <δὲ> εὐαγγελιστῶν ἀναγραψάντων τὰ κατὰ τὸν τόπον, πλείονα τὰ] κατὰ τὸ δυνατὸν ἡμῖν ἐξήτασται ὑπαγορεύουσιν εἰς τὸ κατὰ Ἰωάννην καὶ ὡς οἶόν τε ἦν σαφηνίζουσι τὸ »καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστε- ρὰς « καὶ τὰ ἑξῆς. ἔνθα κατεσκευάζομεν οὐκ ἐλάττονα τῶν παραδόξων δυνάμεων εἶναι τοῦ Ἰησοῦ καὶ τὴν προκειμένην ὅτι τέκτονος μέν νομιζόμενος εἶναι υἱὸς τοσαύτῃ παρρησίᾳ καὶ ἐξουσίᾳ ἐχρήσατο, ἐκβάλλων ἐν πανηγύρει ἀπὸ τοῦ ἱεροῦ τοὺς ἀναγεγραμμένους, ὁποίᾳ οὐδ’ ὁ τοῦ ἒθνους ἡγούμενος χρώμενος εὐχερῶς ἂν ἤνυσε τοῦθ᾿ ὅπερ Ἰησοῦς πεποίηκε. καὶ ἐτροπολογήσαμεν γε δουλεύσαντες τῇ λέξει, ὡς ἐχωροῦμεν, τὸ Ἱωάννου βούλημα. ἀλλ᾿ ἐπεὶ καὶ νῦν ὁ εἱρμὸς ἡμᾶς ἀπαιτεῖ εἰπεῖν κατὰ τὴν Ματθαίου λέξινπερὶ τῶν ἐκκειμένων , τὸν πάτέρα τῆς σοφίας ἐπικαλεσάμενοι φέρ’ ἴδωμεν εἰ ἂξιόν τι δυνάμεθα τῆς Ἰησοῦ μετὰ θάρσους πράξεως εἰπεῖν εἰς τόν τόπον. καὶ πρῶτον <μὲν> λεκτέον τί τὸ ἱερὸν τοῦ θεοῦ, ὅπερ ὁμολογῶν ὁ θεὸς εἶπεν ἐν τῷ προφήτῃ · ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται. ἀνάλογον μὲν οὖν τῇ κατὰ σάρκα περιτομῇ καὶ ταῖς σωματικαῖς τοῦ νόμου ἑορταῖς καὶ θυσίαις ἱερὸν ἐνομίζετο τοῦ θεοῦ εἶναι τὸ ἐκ λίθων ἀναισθήτων κατασκεύασμα οἰκοδομηθὲν ὑπὸ Σολομῶντος πρῶτον καὶ ἀνοικοδομηθὲν ἔτι ὑπὸ Ἒσδρα, πλὴν μετὰ τὴν τοῦ σωτῆρος οἰκονομίαν ὑπὸ Ῥωμαίων καθαιρε- θέν. καὶ οἶκος ἐκεῖνος ὑπελαμβάνετο εἶναι εὐχῆς, οὗ καθαιρεθέντος ἀναγκαῖον Ἰουδαίους, ὡς μηκέτι ἔχοντας οἶκον προσευχῆς , λέγειν μηκέτι ἔχειν τὸ ἐξαίρετον τῆς ἐπισκοπῆς τοῦ θεοῦ, ὃ ἔχειν ᾢοντο παρὰ τὸ ἐν τῷ οἲκῳ τῆς προσευχῆς εὒχεσθαι, μηδὲ τὸ τὰ τῆς νομικῆς λατρείας ἐπιτελεῖν. καὶ ἐκβεβληκέτω σωματικῶς ἀπ᾿ ἐκείνου ὁ καὶ σύμβολα ποιήσας τῶν ἰδί(ον πενευματικῶν πράξεων σωτὴρ ἡμῶν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καταβεβληκέτω καὶ τὰς καθέδρας τῶν πο)λούντων τὰς περιστερὰς καὶ εἰρηκέτω τὰ ἐκκείμενα εἰς ἐπιστροφὴν τοῦ τότε λαοῦ, ἀντὶ σεμνῆς πανηύρεως ἐπιτελουμένης ἐν ὀνόματι θεοῦ σχολαζόντων τῷ πωλεῖν καὶ ἀγοράζειν, οὐκ ἐν τῷ καθηκούσῃ χώρᾳ ἐν ᾗ ἔδει πωλεῖν καὶ ἀγοράζειν, ἀλλ᾿ ἐν τῷ ἱερῷ, ἒνθα ἐχρῆν μέν συνερχομένους εὒχεσθαι ὡς ἐν οἴκῳ προσευχῆς, ἐποίουν δέ τὰ ἐναντία τῇ εὐχῇ ἐν αὐτῷ, ὡς ἐν οἲκῳ ἐπορικῷ πωλοῦντες καὶ ἀγοράσοτες καὶ ἀργύρια κολλυβίζοντες καὶ ἐπὶ καθεδρῶν καθεζόμενοι, ἶνα πωλῶσι περιστεράς. καὶ το ἄσεμνόν τῶν γινομένων πορa Ἰουδαίοις τότε ὁ Ἰησοῦς ἡμῶν καθῃρηκέτω, ἐλέγξας τοὺς ἀντὶ τοῦ κατὰ τὸν νόμον ἑορτάζειν ἐμπορευομένους καὶ σωματικῶς τρυφῶντας.

  79. 16.21.1

    Καὶ νῦν δἒ νομίζω ἱερὸν ἐκ λίθων ζώντων οἰκοδομηθὲν εἶναι τὴν ἐκκλησίαν, καὶ εἶναι ἐν αὐτῇ τινας οὐχ ὡς ἐν ἐκκλησίᾶ ζῶντος ἀλλ᾿ ὡς »κατὰ σάρκα« στρατευομένους, οἳτινες καὶ ποιοῦσι τὸν τῆς προσευχῆς ἐκ ζώντων λίθων <οἰκοδομηθέντα> οἶκον λῃστῶν διὰ τὴν αὐτῶν κακίαν σπήλαιον. τις γαρ κατανοησας τα ἐν τισιν εκκλησίαις ἁμαρτανόμενα ὑπὸ τῶν <τοιούτων Χριστιανῶν τῶν> νομιζομένων » πορισμὸν εἶναι τὴν« ἑτέρων »εὐσέβειαν«, κοὶ δέον ἐκ τοῦ εὐαγγελίου« μόνον διαζῆν, τοῦτο μέν μὴ ποιούντων, πλοῦτον δὲ καὶ πολλὴν κτῆσιν συναγόντων, οὐκ ἐρεῖ σπήλαιον λῃστῶν γεγονέναι τὸ τηλικοῦτον τῆς ἐκκλησίας μυστήριον; ὣστ᾿ ἂν εἰπεῖν τὸν Ἰησοῦν ἐπὶ τοῖς ἁμαρτανομένοις ἐν ᾧ ᾠκοδόμησεν ἱερῷ ζῶντι τό τε ἀπὸ τῶν Ψαλμῶν οὕτως ἔχον· »τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν;« καὶ τὸ ἀπὸ τοῦ (ὡς οἶμαι) Ὠσηέ, ἔνθα ἡ τοῦ Ἰησοῦ φυχὴ λέγει δυσαρεστουμένη τῷ βίῳ τῶν ἁμαρτανόντων καὶ ἐν τῷ ἱερῷ εἶναι δοκούντων τὸ »οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐκ ὄντος στάχυος τοῦ φογεῖν τὰ πρωτόγονα. οἴμοι φυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει«. καὶ ἐὰν προσκόπτῃς γε τῷ ταῦτο λέγειν τὸν Ἰησοῦν καὶ πενθοῦντα ἡμῶν τὰ πταίσματα φάσκειν τὸ »οἴμοι φυχή«, συνεξέτασον τούτοις τὸ ἀπὸ τοῦ εὐαγγελίου, ἔνθα γέγραπται ὅτι ἰδὼν τὴν Ἱερουσαλὴμ »ἔκλαυσεν ἐπ᾿ αὐιῇ, καὶ εἶπε«. καὶ μᾶλλόν γε, εἴπερ εὐλόγως ἔκλαυσεν ἐπὶ Ἱερουσαλήμ, εὐλογώτερον κλαύσεται ἐπὶ τὴν ἐκκλησίαν, οἰκοδομηθεῖσαν μὲν ἵνα οἶκος προσευχῆς ᾖ, γενομένην δὲ διὰ τὴν αἰσχροκέρδειαν δειαν καὶ τρυφήν τινων (ἀλλ᾿ εἴθε μὴ καὶ τῶν ἡγουμένων τοῦ λαοῦ) σπήλαιον λῃστῶν.

  80. 16.21.2

    Ἀλλὰ τότε μὲν εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ θεοῦ καὶ ἐκάθαρεν αὐτὸ ἐκβα\λὼν Πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καταστρέψας μετὰ τῶν καθεδρῶν ἐν αἷς ἐκαθέζοντο οἱ πωλοῦντες τὰς περιστερός. νῦν δέ, ὅσον μέν οὐκ ἐπισκοποῦνται, οἱ <ἐν> τῷ Ἰησοῦ Χριστοῦ γινόμενοι ἐπὶ τὸ αὐτὸ« ἐν συναγωγαῖς εἰσιν οἱ πωλοῦντες καὶ ἀγοράζοντες ἐν τῷ ἱερῷ καὶ τὰ λοιπὰ <πάντα> καὶ οὐδαμοῦ Ἰησοῦς αὐτοῖς ἐπιφαίνεται, ἳνα ἐκβαλὼν <αὐτοὺς> σώσῃ τοὺς λοιποὺς ἢ κἀκείνους ἐκβληθέντας ποιήσῃ συναισθηθῆναι τῆς ἁμαρτίας καὶ εἰσελθεῖν εἰς τὸ ἱερόν, οὐκέτι μετὰ τοῦ πωλεῖν κοὶ ἀγοράζειν ἢ τὰ λοιπὰ ποιεῖν· ἐπὰν δὲ ἐπισκέψηται ἐπὶ τὰς ἁμαρτίας τίας ἡμῶν ὡς ἀγαπῶν ἡμᾶς ἐπιδημήσῃ, ἳνα παιδεύσῃ καὶ μαστιγώσῃ ὡς υἱοὺς ὅπως ἡμᾶς παραδέξηται, τότε εἰσελεύσεται ἡ δύναμις Ἰησοῦ συναγομένων ἡμῶν καὶ τοῦ πνεύματος τοῦ ἁγίου, καὶ εἰσελθοῦσα ἐκβαλεῖ πάντας τοὺς πωλοῦντας κοὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ· πωλοῦντας μέν καὶ ὡσπερεὶ ἀπεμπολοῦντας εἰ καί τι χρηστὸν εἶχον, ἀγοράζοντας δέ ἀντ᾿ ἐκείνων τὰ φαῦλα, καὶ ταῦτα ἐν τῷ ἱερῷ τοῦ θεοῦ, τῇ ἐκκλησίᾳ, πράττοντας. ἀλλ᾿ εἲθε εἰσελθὼν εἰς τὸ ἱερὸν τοῦ πατρός, τὴν ἐκκλησίαν, τὸν οἶκον τῆς προσευχης, καταβάλοι ὁ Ἰησοῦς τὰς τῶν κολλυβιστῶν καὶ <αἰσχροκερδῶν καὶ> φιλαργύρων τραπέζας καὶ εἰς πολλὰ εὐτελῆ καὶ οὐδενὸς λόγου ἂξια κατακερματιζόντων τὰ δόκιμα ἀργύρια, ἶνα βλάψωσι μὲν ἐκείνους οἷς κολλυβίζουσιν, αὐτοὶ δὲ μὴ εἰς δέον χρήσωνται τῷ ἀργυρίῳ. εἰσὶ δὲ καὶ ἂλλοι ἐν τῷ ἱερῷ πωλοῦντες καὶ ἀγοράζοντες τὰς Χριστοῦ περιστερὰς καὶ παραδιδόντες τοὺς ἀκεραίους ὡς περιστερά, τοὺς εὐξαμένους καὶ εἰπόντας· »τίς τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι καὶ καταπαύσω;« καὶ ἐπακουσθέντας ἂρχουσιν οἷς οὐ δεῖ.

  81. 16.22.1

    Καὶ νομίζω ἁρμόζειν τὸν περὶ τῶν πωλούντων τὰς περιστερὰς στερὰς λόγον τοῖς παραδιδοῦσι τὰς ἐκκλησίας αἰσχροκερδέσι καὶ τυραννικοῖς καὶ ἀνεπιστήμοσι καὶ ἀνευλαβέσιν ἐπισκόποις ἢ πρεσβυτέροις ἢ διακόνοις. διόπερ μόνων τῶν πωλούντων τὰς περιστερὰς καθέδρας ὠνόμασεν ὁ Ματθαῖος καὶ ὁ Μᾶρκος, ἃς φασι κατεστράφθαι ὑπὸ τοῦ Ἰησοῦ. ὡς εἲθε τούτων ἤκουον μετὰ τοῦ πρέποντος νοῦ τῇ θείᾳ γραφῇ οἱ ἐπὶ τῆς καθδρας Μωσέως« αὐχοῦντεσ καθέζεσθαι καὶ πωλοῦντες ὅλας ἐκκλησίας περιστερῶν καὶ παραδιδόντες αὐτὰς τοιούτοις προεστηκόσι, περὶ ὧν λέγοιτ’ ἂν τὸ ἐν τῷ Ἱερεμίᾳ ὑπὸ τοῦ κυρίου λεγόμενον· » οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμέ οὐκ ᾒδεισαν· υἱοὶ ἂφρονές εἰσι καὶ οὐ συνετοί, σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἔγνωσαν« καὶ τὸ ἐν τῷ Μιχαίᾳ (οἶμαι) οὕτω λελεγμένον · »οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐκβληθήσονται ἐξ οἴκου τρυφῆς αὐτῶν«. εἰ γὰρ ἤκουον, οὐκ ἂν ἐπώλησαν τὰς Χριστοῦ περιστεράς, ἀλλὰ κατέστησαν ἂρχοντας αὐτῶν φειδομένους τῶν περιστερῶν καὶ προνοουμένους τῆς σωτηρίας αὐτῶν καὶ οὐ περιβλεπομένους τίνα ὡς παχεῖαν περιστερὰν θύσαντες καταθοινήσονται. λέγει δὲ Ἰησοῦς τοῖς ἐκβαλλομένοις ὡς πωλοῦσι καὶ ἀγοράζουσι καὶ τοῖς κολλυβισταπις καὶ τοῖς πωλοῦσι τὰς περιστεράς, δυσωπῶν αὐτοῦς ἀπὸ τῶν ὡς ἐκ προσώπου τοῦ πατρὸς λεγομένων προφητειῶν, ὅτι τὸ μὲν γεγραμμένον ἐστίν· ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται. οὐδέν γὰρ ἂλλο δεῖ εἶναι ἐν ἐκκλησίᾳ θεοῦ ἢ εὐχὴν πάσης ἁγίας πράξεως καὶ προκαλουμένης τὴν τοῦ θεοῦ ἐπισκοπήν, εἰς εὐχὴν παρὰ θεῷ λογιζομένης, μένης, καὶ τὸ »ἀδιαλείπτως προσετύχεσθε« δυνατόν ἐστιν. ὑμεῖς δέ, ὧ οὗτοι, ταῖς ὑμετέροις κακίαις τὸν τῆς προσευχῆς οἷκον οἶκον σπήλαιον λῃστῶν πεποιήκατε. καὶ εὑρεῖν ἔστι πολλαχοῦ κατὰ βραχὺ οὕτως | εἰς διαστροφὴν ὁδεύσαντα τὰ τῆς νομιζομένης ἐκκλησίς πράγματα, ὡς μηδὲν σπηλαίου λῃστῶν διαφέρειν τὸ ἂθροισμα συναγόμενον ἐν ὀνόματι Χριστοῦ, ὣστ᾿ ἂν λέγεσθαι αὐτοῖς· »δι᾿ ἡμᾶς διὰ παντὸς τὸ ὂνομά μου βλασφημεῖται ἐν τοῖς ἒθνεσιν«.

  82. 16.22.2

    Εἰ δέ δεῖ τὰ εἲδη τρία τυγχάνοντα τῶν ἐνταῦθα κατειλεγμένων προσφιλονεικήσαντα τῇ σαφηνείᾳ τῆς γραφῆς ἐπιμελέστερον διηγήσασθαι, μήποτε οἱ μὲν ἐν τῷ λαῷ μηδενὶ ἐν τῷ κόσμῳ σχολάζοντες ἢ περὶ τὸ πωλεῖν καὶ ἀγοράζειν μόνον τἀς διατριβὰς ἔχοντες καὶ σπανίως ταῖς προσευχαῖς προσκαρτεροῦντες καὶ οἶς ἀπαιτεῖ ἔργοις ὁ θεῖος λόγος, εἰσὶν οἱ πωλοῦντες καὶ ἀγοράζοντες ἐν τῷ ἱερῷ τοῦ θεοῦ. οἱ δέ μὴ καλῶς διάκονοι διοικοῦντες τὰ τῆς ἐκκλησίας χρήματα, ἀλλ᾿ ἀεὶ μὲν ταῦτα ψηλαφῶντες, οὐ καλῶς δὲ αὐτὰ οἰκονομοῦντες ἀλλὰ σωρεύοντες τὸν νομιζόμενον πλοῦτον καὶ χρήματα, ἳνα πλουτῶσιν ἀπὸ τῶν εἲς λόγον πτωχῶν διδομένων, οὗτοί εἰσιν οἱ κολλυβισταὶ τραπέζας χρημάτων ἒχοντες, ἃς κατέστρεψεν ὁ Ἰησοῦς. οἱ δέ τὰς πρωτοκαθεδρίς πεπιστευμένοι τοῦ λαοῦ ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ ὡσπερεὶ ὰποδιδόμενοι ὅλας ἐκκλησίς οἷς οὐ χρὴ καὶ καθιστάντες οὓς οὐ δεῖ ἂρχοντας, οὗτοί εἰσινοἱπωλοῦτες τὰς περιστερός, ὧν τὰς καθέδρας κατέστρεψενὁ Ἰησοῦς. ἒκαστος οὖν τῶν ἐπὶ καθέδρας καθεζομένων ἐκκλησιαστικῆς καὶ ἀγαπώντων »τὰς πρωτοκαθεδίας ἐν ταῖς συναγωγαῖς« προσεχέτω, μήποτε οὕτω καθέζεται ἐπὶ τῆς ἑαυτοῦ καθέδρας ὣστε ἑλθόντα τὸν ἱησοῦν καταστρέψαι αὐτὴν ὡς ἀξίαν καταστροφῆς. ἀλλὰ καὶ ἕκαστος τῶν ἀπὸ διακονίας συναγόντων <ἑαυτοῖς πλοῦτον> καὶ ἀποστερούντων πτωχῶν> χρήματα, νοήσας τὴν προκειμένην γραφὴν μηκέτι σωρευέτω εἰς τὰς τραπέζας ἀργύριον, ἵνα μὴ καταστρέψῃ αὐτὰς ὁ Ἰησοῦς. ἀλλὰ καὶ οἱ ὑπὸ μεριμνῶν τε καὶ φροντίδων βιωτικῶν <ἀεὶ> ἀγόμενοι εἰς κοὶ πράσεις φροντιζέτωσαν, μήποτε ἐλθὼν ὁ Ἰησοῦς ἐκβάλῃ αὐτοὺς ἐκ τοῦ ἱεροῦ >, ὅτε ὁ ἐκβεβλημένος οὐδέ ἐλπίδα τοῦ εἰσελθεῖν ἔχει ὃθεν ἐξεβλήθη. καὶ υποφαιεται μοι ἐρευνῶντί την ἐκκειμένην γραφήν, μήποτε ταῦτα ὁ Ἰησοῦς ποιήση καὶ] κατὰ τὴν δευτέραν ἐπιδημίαν ἢ κατὰ τὴν προσδοκωμένην θείαν κρίσιν. εἰσελθὼν γὰρ εἰς τὸ ἱερὸν τοῦ θεοῦ ὅλον, τὴν πᾶσαν ἐκκλησίαν, τὴν (ἐξ οὖ συνέστη ἐκκλησία) ἐν ὀνόματι Χριστοῦ συνεστηκυῖαν μέχρι τῆς συντελείας τοῦ αἰῶνος, οὓς ἄν εὕρῃ τῷ πωλεῖν καὶ ἀγοράζειν σχολάσαντας τῶν νομιζομένων εἶναι ἐν τῷ ἱωερῷ <ὡς ἀναξίους τοῦ ἱεροῦ> τοῦ θεοῦ ἐκβαλεῖ. καὶ οὓς ἂν εὕρῃ τραπέζας πήξαντας καὶ γινομένους κολλυβιστὰς ἐλέγξει καταστρέψας αὐτῶν τὰς τραπέζας καὶ τῷ λόγῳ δείξας οἶα περὶ τὸ ἀργύριον ἡμαρτήκασι. τότε δὲ καὶο τὰς (ὡς διηγησάμεθα) καθέδρας τῶν πωλούντων τὰς περιστερὰς καταστρέψει. εἰ δέ τις οὑδὲν τῶν τριῶν τούτων εἰδῶν ἔχει καὶ ἐν τῷ ναῷ εὑρίσκεται τοῦ θεοῦ, θαρρείτω. οὔτε γὰρ ἐκβληθήσεται ὑπὸ τοῦ Ἰησοῦ οὔτετι τῶν αὐτοῦ καταστραφήσεται οὔθ’ὡς ποιήσας τὸν οἶκον προσευχῆς σπήλαιον λῃστῶν ὁνειδισθήσεται ὡς λῃστής, ὅτε κολασθήσονται οἱ ποιήσαντες τῇ ἑαυτῶν λῃστείᾳ καὶ ἀδικίᾳ τὸν οἶκον τῆς προσευχῆς σπήλαιον λῃστῶν.

  83. 16.23.1

    Εἰρημένης τοίνυν εἰς τὸ ῥητὸν τῆς ὑποπεσούσης ἡμῖν καὶ εἰς τὴν ἐκκλησίαν διχῶς ἀποδεδομένης διηγήσεως, φέρε μετὰ ταῦτα ἲδωμεν εἰ δύναται καὶ οὓτω τὰ κατὰ τὸν τόπον νοηθῆναι. οὐκ ἒλαττον τῆς ἐκκλησίας φύσει ἱερόν ἐστι θεοῦ πᾶσα λογικὴ φύσις, κατεσκευασμένη ἶνα χωρήσῃ δόξαν θεοῦ, περὶ ἡς γέγραπται (ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων καὶ τῇ τρίτῃ τῶν Βασιλειῶν) ὀφθείσης μετὰ τὴν οἰκοδομὴν τοῦ νεὼ ἐν αὐτῷ. τοῦτο δὴ τὸ φύσει ἱερὸν τοῦ θεοῦ, τὴν ψυχήν, πεπληρώκαμεν οἱ ἁμαρτάνοτες πο,λούντων κα]κι ἀγοραζόντων λογισμῶν | καὶ ἂλλων περὶ ἀργυρίου πάντα σκοπούντων διαλογισμῶν· πεπληρώκαμεν δὲ ἁμαρτάνοντες καὶ ἂλλων πωλούντων καὶ ἀπεμπολούντων εἲ τι ἃγιον κατάλειμμα ἐν τῇ ψυχῇ ἡμῶν γεγένηται, ὅπερ ἦν περιστερά. λέγει οὖν τοῖς ἁμαρτάνουσιν ὁ Ἰησοῦς καὶ πεπληρωμένοις λῃστῶν λο- γισμῶν τὸ γέγραπται· ὁ οἰκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν πεποιήκατε σπήλαιον λῃστῶν. ὁ μὲν οὖν Ἰησοῦς τοὺς ποιήσαντας σπήλαιον λῃστῶν τὸν οἶκον τῆσπροσευχῆς λῃστὰς ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ. οἱ δέ τὰ αὐτὰ τοῖς λῃσταῖς φρονοῦντες περὶ μὲν Ἰησοῦ εἰρήκασι· »σταύρου σταύρου αὐτόν«, περὶ δέ τοῦ λῃστοῦ Βαραββᾶ · »άπόλυσον ἡμῖν τὸν Βαραββαᾶν«. διόπερ μέχρι σήμερον Ἰουδαῖοι Ἰησοῦν μὲν οὐκ ἔχουσιν οὐ γὰρ πεπιστεύκασιν εἰς τὸν υἱὸν τοῦ θεοῦ), ἔχουσι δέ μεθ’ ἑαυτῶν τὸν ἀπὸ τῶν πνευματικῶν »τῆς πονηρίας« Βαραββᾶν τὸν λῃστὴν ἤδη κεκρατημένον κοὶ εἰς φυλακὴν« κατακεκλεισμένον, ὃν καθ’ ἑαυτῶν ἠξίωσαν ἀπολυθπηναι. διὰ τοῦτο ἄρχει τῶν ἀπίστων Ἰουδαίων Βαραββᾶς ὁ λῃστής.

  84. 16.24.1

    Καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτοὺς καὶ τὰ ἑξῆς ἕως τοῦ ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. (Matth. 21 14-16).

  85. 16.24.2

    Τὰ μὲν τῆς λέξεως δῆλα. ἀκολούθως δὲ ταῖς προαποδεδομέναις ἀναγωγαῖς λεκτέον ὅτι ἐν τῷ ἱερῷ τοῦ θεοῦ, τῷ οἴκῳ τῆς προσευχῆς, τῇ ἐκκλησίᾳ, οὐ πάντες εἰσὶ βλέποντες οὐδὲ (ἵν᾿ οὕτως ὀνομάσω) εἰσὶ γάρ τινες καὶ τυφλοὶ καὶ ἂλλοι χωλοὶ τῶν ἀθροιζομένων, οἳτινες ἐκ τοῦ συναισθέσθαι τῆς ἑαυιτῶν τυφλότητος καὶ χωλότητος καὶ τοῦ γινώσκειν ὅτι οὐδενὸς ἢ τοῦ θεοῦ ἔργον ἐστὶ καὶ τοῦ λόγου τοῦ θεοῦ τὸ θεραπεῦσαι αὐτοὺς προσελθόντες αὐτῷ θεραΠεύονται.

  86. 16.25.1

    μετὰ τοῦτο γέγραπται ὅτι οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καίτοιγε ἰδόντες τὰ θαυμάσια ἃ ἐποίησεν ὁ Ἰησοῦς, καὶ τῶν παίδων ἀκούοντες δοξαζόντων τὸν υἱὸν τοῦ θεοῦ ἐν τῷ ἱερῷ, τῇ ἐκκλησίᾳ, ἡγανάκτησαν καταφρονοῦντες τῶν ὑμνούντων τὸν Ἰησοῦν παιδίων, καὶ ἀγανακτήσαντές φασι τῷ σωτῆρι· ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ δυσωπῶν αὐτοὺς ἀπεδρίνατο ὅτι τοσούτῳ τοσούτῳ ἐν ταῖς θείαις ἀναστρεφόμενοι γραφαῖς μέχρι τοῦ δεῦρο ἀνέγνωτε, ἳνα μὴ καταφρονήσητε τῶν ἐν τῇ ἐκκλησίᾳ μικρῶν καὶ παιδίων ὑμνούντων ἐμέ καὶ τὸν ἐν τοῖς οὐρανοῖς πατέρα μου, ὅτι ἐκ στόματος νηπίων κοὶ θηλαζόντων κατηρτίσω αἶνον;

  87. 16.25.2

    Μήποτε οὖν, ὡς κατὰ τὴν ἱστορίαν ψεκτοί εἰσιν οὗτοι οἱ ἀρχιερεῖς καὶ γραμματεῖς, οὓτως καὶ κατὰ τὴν ἀναγωγή εἰσί τινες ψεκτοὶ ἀρχιερεῖς, τὸ ὄνομα τῆς ἐπισκοπῆς οὐ κοσμοῦντες τῷ ἑαυτῶν βίῳοὐδὲ ἐνδεδυμένοι τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν, οὗτοι οὖν, καίτοιγε βλέποντες τὰ τοῦ θεοῦ θαυμάσια, οὐδὲν ἧττον καταφρονοῦσι τῶν ἐν τῇ ἐκκλησίᾳ μικρῶν μὲν καὶ νηπίων ὑμνούτων δὲ τὸν θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ, καὶ ἀγανακτοῦσιν ἐπὶ τῇ τούτων προκοπῇ καὶ κατηγοροῦσιν αὐτῶν παρ' <ἀτῷ> τῷ Ἰησοῦ ὡς τῶν μὴ ἁμαρτανότων, καὶ ὡς <μὴ> ἀκουόντι <μηδὲ> τάξιν τηροῦντι λέγουσιν αὐτῷ ἀκούεις τί οὗτοι λέγουσι; καὶ τοῦτο δὲ ἔτι μᾶλλον συνήσομεν ἐπιστήσαντες, τίνα τρόπον πολλάκις τοῖς ζέουσι τῷ πνεύματι καὶ μέχρι φυλακῶν πρὸς τοὺς ἀπίστους παραβαλλομένοις καὶ <παντὸς> κινδύνου καταφρονοῦσι μετὰ πόσης εὐτονίας ἀσκοῦσιν ἁγνείαν καὶ παρθενίαν ἰδιώταις λέξει, ἐπιπλήσσουσιν ὡς ἀτάκτοις οἱ ψεκτοὶ ἀρχιερεῖς καὶ ἐγκαλοῦσιν αὐτοῖς παρὰ τῷ Ἰησοῦ, ὡς αὐτοὶ δικαιότερον πράττοντες τῶν οὕτως <ἁπλῶν καὶ> σπουδαίων καὶ χρηστῶν παιδίων. ἀλλ᾿ ὁ Ἰησοῦς τοῖς παισίοις μὲν μαρτυρεῖ, τοῖς δέ ἀρχιερεῦσιν ἀμαθίαν <γραφῶν> ἐγκαλεῖ διὰ τοῦ λέγειν· οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; καὶ ἐπὰν ἴδῃς ἐν τῆς ἐκκλησίᾳ τοὺς κατὰ τὸν Πέτρον »ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἂδολον γάλα« ἐπιποθοῦντας καὶ θηλάζοντας αὐτό, γάά ποτιζομένους, ἔτι καὶ ὑμνοῦντας τὸν θεὸν τῇ πίστει καὶ τῷ βίῳ, θώρει ὅτι Πληροῦται ἐπ᾿ αὐτῶν τὸ ἐκ στόματος νηπίων καὰ θηλαζόντων κατηρτίσω αἶνον. ἑαυτῷ γὰρ ὁ θεὸς αἶνον ἐν τοῖς τοιούτοις καταρτίζεται, ἐφ’ οἶς εὐχαριστῶν τῷ πατρὶ ὁ υἱὸς λέγει· »ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις · ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο« καὶ τὰ ἑξῆς.

  88. 16.26.1

    Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως [ἓως] εἰς Βηθανίαν καὶ τὰ ἑξῆς εως του καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ Προσευχῇ πιστεύοντες λήψεσθε. (Matth. 21, 17—22.)

  89. 16.26.2

    Τινας καταλιπὼν ὁ Ἰησοῦς ἐξῆλθε τῆς τῶν Ἱεροσολύμων πόλεως, λεως, ἀφ᾿ ἧς ἐξελθὼν ἐν Βηθανίᾳ ἦν ἢ τοὺς ἰδόντας μὲν ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ »τὰ θαυμάσια ἃ ἐποίησε καὶ τοὺς παῖδας κραζοντας ἐν τῷ ἑερῷ καὶ λέγοντος· ὡσαννὰ τῷ υἱῷ Δαυΐδ«. οὐδέν δ’ ἧττον ἀγανακτήσαντας ἐπὶ τοῖς αἰνοῦσι τὸν Χριστόν, καὶ δαὶ τοῦτο ἐλεγχθέντας ὡς μὴ νενοηκότας τὸ ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; κοὶ ἐπεὶ κατέλιπεν έκεῖνα τὰ Ἰεροσόλυμα κακὶ ἔξω γέγονε τῆς πόλεως, δαὶ τοῦτο πέπτωκε κοὶ »λίθος ἐπὶ λίθον« ἢρξατο μὴ μένειν ἀλλὰ καὶ καθαιρεῖσθαι ἓως πάντα καταλυθῇ. ἦλθε δ’ εἰς Βηθανίαν, τὸν τῆς ΥΠΑΚΟΗΣ ΟΙΚΟΝ, τὴν ἐκκλησίαν, ἔνθα καὶ ηὐλίσθη καὶ ἀνεπαύσατο, ἐπεὶ μὴ εἶχεν έν Ἱεροσολύμοις » ποῦ τὴν κεφαλὴν κλίνῃ«, ἃτε τοιούτων ἀρχιερέων καὶ γραμματεων ὂντων ἐν αὐτοῖς. ὃτε δέ ἀνεπαύσατο ἐν τῇ Βηθανίᾳ, τῷ τῆς YΠΑΚΟΗΣ ΟΙΚΩΙ μετὰ τὴν ἀρχὴν τοῦ συστῆναι τὴν ἐκκλησίαν καὶ ἀναπαύσασθαι τὸν Χριστὸν ἐν οὐτῇ, τότε ἐπανάγει εἰς τὴν πόλιν ἣν καταλέλοιπε καὶ ἧς ἒξω γέγονε, καὶ ἐπανάγων εἰς αὐτὴν πεινᾷ, καὶ μίαν ἰδὼν συκῆν ἐπὶ τῆς ὁδοῦ, τὸ δένδρον τοῦ λαοῦ, ἦλθεν ἐπ αὐτήν , καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ βρώσιμον ἀλλὰ μόνον ζωῆς ἒμφασιν· φύλλα γὰρ χωρὶς καρπῶν ἦν ἐν τῇ συκῇ. εἶτ᾿ ἐπεὶ ἒμψυχος ἦν αὓτη ἡ συκῆ, διὰ τοῦτο λέγει ὡς ἀκουούσῃ τὴν πρέπουσαν αὐτῇ ἀράν. τὸ δέ λεγόμενον τοιοῦτον ἠν· ὅσον συνέστηκεν ὁ ἐνεστὼς αἰών, μηκέτι γένοιτο ἔν σοι καρπός. διὰ τοῦτο ἂκαρπός ἐστιν ἡ Ἰουδαίων συναγωγή, καὶ τοῦτο γίνεται αὐτῇ ἕως τῆς συντελείας τοῦ αἰῶνος«, ἕως »τὸ πλήρωμα τῶν Μνῶν εἰσέλθῃ«. ἐξηράνθη δὲ ἡ συκῆ, ἔτι ἐπιδημοῦντος τῷ βίῳ τῶν ἀνθρώπων καὶ ἐν οις ὡς ἀνθρώπου > οῦντος Ἰησοῦ. ἰδόντες δὲ οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; τοῖς γὰρ τῆς ψυχῆς ὀφθαλμοῖς εἶδον τὸ τῆς ξηρανθείσης συκῆς μυστήριον καὶ ἐθαύμασαν οὐχ οὕτως ἐπὶ τῷ ἐξηράνθαι αὐτήν, ὡς ἐπὶ τῷ παραχρῆμα ἐξηράνθαι, ἔβλεπον γὰρ ξηρὰν τὴν συκῆν, τὸν λαὸν τὸν Ἰσραὴλ ἐκεῖνον. καὶ θαυμάζουσι τοῖς μαθηταῖς ἐν τῷ ἑωρακέναι παραχρῆμα τὴν συκῆνκκ ἐξηραμμένην, ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν ἐμπεδῶν τὸ λεγόμενον τῷ ἀμὴν) ὅτι ἐὰν ἒχητε πίστιν κοὶ μὴ διακριθῆτε , οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἲπητε· ἂρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται. οὐκοῦν οἱ πιστεύοντες μαθηταὶ καὶ μὴ διακρινόμενοι ποιοῦσι καὶ τὸ τῆς συκῆς λέγοντες αὐτῇ »ὑμῖν ὑμῖν ἦν ἀναγκαῖον τὸν λόγον τοῦ θεοῦ· ἐπεὶ δέ οὐκ ἀξίους κρίνετε ἑαυτούς, ἰδοὺ στερφόμεθα εἰς τὰ ἒθνη«, καὶ καταλιπόντες αὐτὴν ξηραίνουσιν αὐτήν, ἵν’ ἡ ζωτικ]κη δύναμις αὐτῆς μεταβῇ ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν, καὶ τὸ πρότερον συνέχον πνεῦμα τὸν λαὸν ἐκεῖνον μεταστῇ ἐπὶ τοὺς άπὸ τῶν Μνῶν.

  90. 16.26.3

    Πρὸς τῷ δέ ποιεῖν τὸ τῆς συκῆς τοὺς μαθητὰς <ἒτι> ἐπαγγέλλεται αὐτοῖς ὁ τοῦ Μοῦ λόγος, ἐὰν ἔχωσι πίστιν καὶ μὴ διακριθῶσιν, ὅτι <καὶ> τῷ <βλεπομένῳ> τε καὶ> δεικνυμένῳ ὑπ᾿ αὐτοῦ ὄρει, τῇ ἀντικειμένῃ ἐνεργείᾳ ἐΠαιρομένῃ κατὰ τῶν ἀνθρώπων, λέγουσιν· ἂρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γίνεται. αἲρεται γὰρ ἀφ’ ἑκάστου τῶν ὠφελουμένων ὑπὸ μαθητῶν Ἰησοῦ τὸ βαρὺ τῆς καίας ὄρος, ὁ σατανας, αἲροντος αὐτὸν τοῦ νικήσαντος αὐτον, καὶ βάλλεται εἲς τὴν θάλασσαν, τὴν ἂβυσσον, βάλλοντος αὐτὸν εἲς τὸν ἂξιον αὐτοῦ τόπον τῆς κολάσες. καὶ περὶ ταύτης τῆς θαλάσσης ἐν ψαλμοῖς λέγεται τὸ »αὓτη ἡ θάλασσα ἡ μέγάλη καὶ εὐρύχωρος · ἐκεῖ πλοῖα Ι διαπορεύεται, ζῷα μικρὰ μετὰ μεγάλων, δράκων οὗτος ὃν ἒπλασας ἐμπαίζειν αὐτῷ«. καὶ ἐν ἂλλῳ ψαλμῷ· ἐκεῖ »συνέθλα- σας τὰς κεφαλὰς τῶν δρακόν <των ἐπὶ τοῦ ὓδα>τος«, δῆλον δέ ὅτι ἐν τῇ θαλάσσῃ, κοί· ἐκεῖ »συνέδλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν«. αἲρεται οὖν καθ᾿ ἓκαστον τῶν ὑπὸ τοῦ λόγου καταρτιζομένων εἰς σωτηρίαν ὄρος τὸ ὑπὸ τοῦ Ἰησοῦ βλεπόμενον καὶ δεικνύμενον, καὶ βάλλεται εἰς τὴν θάλασσαν κατὰ τὸν τοῦ ἐπιτυγχάνοντος μαθητοῦ Ἰησοῦ ἐν διδασκαλίᾳ λόγον, λέγοντος τῷ ἐν τῷ καθ᾿ ἓκαστον τῶν ἀκουόντων ὂρει· ἂρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν , λέγοντος δέ μετὰ τοῦ ἒχειν πίστιν καὶ μὴ διακρίνεσθαι, ἶνα καὶ τὸ λεγόμενον γένηται. καὶ τὰ πάντα δὲ ὅσα ἐὰν ὁ ἔχων πίστιν καὶ μὴ διακρινόμενος αἰτήσῃ ἐν τῇ προσευχῇ, πιστεύων λήψεται.

  91. 16.27.1

    Αὓτη δέ ἐστι Βηθανία, ἔνθα ὁ ἐκ νεκρῶν ἀναστὰς Ἰησοῦ φίλος κατῴκει. καὶ πᾶς δέ ὁ ὑπακούων τῷ λόγῳ τοῦ θεοῦ καὶ τὸν λόγον τῆς ὑπακοῆς ἐνιδρυμένον <καὶ ἐναυλιζόμενον> ἔχων ἑαυτῷ, ΟΙΚΟΣ ἐστιν ΥΠΑΚΟΗΣ καὶ Βηθανία, ἐν ᾗ αὐλίζεται ὁ Ἰησοῦς καὶ ἀναπαύεται. ἐπεὶ δὲ πράγματα δεῖ λαμβάνειν ἀπὸ τῶν λεγομένων ἂξια σοφίας θεοῦ ἀφ᾿ ἧς τὰ εὐαγγέλ·ια γέγραπται. πρόσχες εἰ μὴ κατὰ μέν τοὺς ἁπλούστερον νοοῦντας παρέλκει τὸ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἒξω τῆς πόλεως· πῶς γὰρ ἐδύνατο ἒξω τῆς πόλεως γενέσθαι μὴ καταλιπὸ)ν τοὺς προτέρους παρ᾿ οἷς ἦν; κατὰ δὲ τοὺς συνετώτερον ἀκούοντας τῶν λεγομένων <οὐ> πάντως καταλείπει τοὺς προτέρους ὅτε παρ’ ἑτέροις γίνεται, ἀλλὰ φαύλους μέν καὶ ἁμαρτωλοὺς καταλείπει, δικαίοις δὲ συνὼν καὶ παρ᾿ ἑτέροις γίνεται μετ’ ἐκείνους καὶ σὺν ἐκείνοις. ἀλλὰ καὶ εὶς Βηθανίαν θανίαν αὐλισθεὶς οὐ καταλιπὼν τὴν Βαηθανίαν εἰς τὴν πόλιν ἐπανάγει· ἦν γὰρ καὶ ἐν Βηθανίᾳ καὶ ἐπανῆγεν εἰς τὴν πόλιν. ἐπείνα δέ ὁ Ἰησοῦς ἀεὶ τῶν ἐν τῷ δικαίῳ βουλόμενος μεταλααβεῖν καρπῶν τοῦ <ἐν αὐτοῖς ἁγίου> πνεύματος, καὶ ἔστιν αὐτοῦ <βρώματα> ἶν’ οὓτως ὀνομάσω) τὰ σῦκα ὧν πεινῶν ἐσθίει ἡ ἀγάπη τοῦ καρποφοροῦντος αὐτήν, πρῶτος οὖσα »καρπὸς τοῦ πνεύματος«, καὶ ἡ χαρὰ καὶ ἡ εἰρήνη καὶ ἡ μακροθυμία καὶ τὰ λιπά. ἃτινα ὅσον μὲν καρποφοροῦμεν οὐ ξηρανθησόμεθα, ἐπὰν δέ ἐπιστάντι αὐτῷ καὶ ζητοῦντι<τοιοῦτον> καρπὸν ἵνα φάγῃ μὴ παρέχωμεν. λελέξεται πρὸς ἡμᾶς· μηκέτι ἐκ σοῦ καρπὸς γένοιτο εἰς τὸν αἰῶνα χωρὶς γὰρ τῆς προαποδεδομένης περὶ συκῆς ὡς τοῦ λαοῦ διηγήσεως ἔστι καὶ ἐπὶ ἓκαστον ἀνάγειν τόν λόγον, συκῆν ὄντα ἤτοι ξηραινομένην ἢ φέρουσαν καρπὸν καὶ ζῶσαν κοὶ γεωργουμένην, ἳνα πλείονα καρπὸν φερῃ.

  92. 16.27.2

    Τάχα δὲ ὥσπερ ἐπὶ τοῦ σπόρου »ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν« καὶ »ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν καὶ ἧλθε τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτά«, ἂλλα δὲ εἰς τὰς πέτρας καὶ ἄλλα εἰς »τὰς ἀκάνθας« καὶ ἂλλα εἰς »τὴν καλὴν« καὶ ἀγαθὴν γῆν, οὕτως καὶ συκαῖ εἰσι διάφοροι. καὶ ἐὰν μὲν ᾖ συκῆ ἐπὶ τῆς καλῆς καὶ ἀγαθῆς γῆς, καὶ φέρει »καρπὸν« καὶ πεινῶντι τῷ Ἰησοῦ παρέχει αὐτόν. ἐπὰν δέ ᾖ »παρὰ τὴν ὁδόν« ὡς αὕτη περὶ ἧς γέγραπται τὸ καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, ἐλθόντι τῷ Ἰησοῦ οὐ δίδωσι καρπόν· οὐδέν γὰρ εὑρίσκει ἐν τῇ »παρὰ τὴν ὁδὸν« συκῇ εἰ μὴ φύλλα μόνον. διὸ λέγει αὐτῇ, ἐπεὶ »παρὰ τὴν ὁδὸν« ἦν καὶ φύλλα μόνον εἶχεν ἒμφασιν τοῦ ζῆν ἀλλ᾿ οὐ μετὰ καρποῦ, το μηκετι ἐκ σου καρπος γενοιτο εἰς τὸν αἰῶνα. ὅσον μὲν οὑν ουκ ερχeται επι τινα συκῆν οὐδὲ ἤδη ζητεῖ τὸν καρπὸν αὐτῆς, ἀλλὰ μακροθυμεῖ περιμένων εἴ πως οἴσει καρπὸν ἡ συκῆ, οὐ ξηραίνεται. ραίνεται. ἐπὰν δὲ ἐπιστάντος τοῦ παινῶντος <καὶ ἐπιζητοῦντος> ἡμῶν τοὺς καρποὺς εὑρεθῶμεν οὐδὲν ἔχοντες εἰ μὴ τὴν ἐπαγγελίαν τῆς πίστεως μόνην *** οὐ συνόντων αὐτῇ καρπῶν, παραχρῆμα ξηρανθησόμεθα καὶ τὸ δοκεῖν εἶναι πιστοὶ ἀπολωλεκότες, καὶ ἔστιν εὑρεῖν τοιούτους τινὰς ἐπὶ πολὺν φορέσαντας χρόνον τὸ τῆς πίστεως ὄνομα καὶ ἐμφήναντας ὅτι ζῶσι, καὶ παντελῶς <δ᾿> εἰσὶ ξηροί· οὓς διὰ τὸ μὴ καρποφορεῖν ἔστιν ἰδεῖν καὶ ἀφισταμένους παντελῶς τοῦ λόγου καὶ ξηρανθέντας. ἐνθάδε μὲν οὖν ξηραίνεται ἡ μή δεδωκυῖα πεινῶντι τῷ Ἰησοῦ καρπόν· ἄλλη δὲ συκῆ ἐκκόπτεσθαι κελεύεται, ἵνα μὴ »τὴν γῆν« καταργῇ. εἶθ᾿ οἱ μαθηταί, ἐπὰν ἴδωσί τινα μετὰ ζωτικὴν ἔμφασιν ζηρανθέντα, θαυμάζουσι λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; Ἔτι δὲ μᾶλλον νοήσομεν τοῖς καθ᾿ ἕνα ἐφαρμόζοντες τὰ κατὰ τὸν τόπον, ἐπιστήσαντες τίνα τρόπον ἐν τοῖς πειρασμοῖς ὁ μὲν Ἰησοῦς αἰτεῖ τοὺς καρπούς, φέρ’ εἰπεῖν ἐν διωγμῷ τὴν ὁμολογίαν κοὶ τὸ μαρτύριον, καὶ ἐν τῷ γυναῖκα ἐπιμαίνεσθαί τινι τὴν τοῦ Ἰωσὴφ ἐγκράτειαν καὶ σωφροσυνην, καὶ οὓτως καθ᾿ ἓκαστον πειρασμὸν τὸν ἀκόλουθον αὐτῷ καρπόν. ὁ δέ μὴ παρασκευασάμενος διδόναι πεινῶντι τῷ Ἰησοῦ καὶ ἐφισταμένῳ τὴν ὁμολογίαν ἢ τὴν ἐγκράτειαν, παραχρῆμα ξηραίνεται· ὁ γὰρ ἀρνησάμενος ξηραίνεται, ὁμοίως δέ καὶ ὁ πορνεύσας, καίτοι παρὰ τὸν πρὸ τῶν πειρασμῶν καιρὸν ζωτικὴν ἐμφαίνων δύναμιν καὶ οἱονεὶ τὰ φύλλα τῆς συκῆς περικείμενος. κοὶ θαυμάζουσιν ἐπὶ τῶν τοιούτων οἱ μαθηταί, πῶς ὁ μὲν Ἰησοῦς ἐπέστη πεινῶν καὶ ζητῶν τὸν καρπόν, τῷ δέ μὴ εὑρηκέναι εὐθέως »εἶπε« »καὶ ἐγένετο«, καὶ παραχρῆμα ἐξράνθη mox siccantur. ἡ μὴ παρεσκευασμένη εἰς τὸ φέρειν καρπὸν συκῆ. καὶ πολλάκις τις γενόμενος συκῆ ἔτεσι πλείοσιν οὐ ξηραίνεται, ἐπιστάντος δέ Ἰησοῦ ἐν καιρῳ πειρασμου καὶ απαιτουντος τὸν καρπόν, οὐ δεδωκὼς αὐτῷπαραχρῆμα ἐξηράνθη καὶ τὴν τῶν τοσούτων ἀπολώλεκεν ἐτῶν ἐτῶν καὶ τοῦτο γίνεται ἐπείπερ, κατὰ τὸν τοῦ σωτῆρος λόγον. »παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται· ἀπὸ δέ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ«, ἳνα μὴ ἀργὸν ᾖ ὁ δοκεῖ ἒχειν«. ἓκαστος δὲ τῶν μαθητῶν, ἐὰν ἔχη πίστιν καὶ μὴ διακριθῇ, καὶ τὸ τῆς συκῆς ποιεῖ καὶ τὸ ἑξῆς αὐτῷ ἐπιφερόμενον.

  93. 16.28.1

    Κοὶ ἔργον ἐστὶ δεῖξαι, πῶς ὁ Ἰησοῦ μαθητὴς ζητήσας καρπὸν ἐν συκῇ κοὶ μὴ εὑρὼν λέγει αὐτῇ· μηκέτι ἐκ σοῦ καρπὸς γένοιτο εἰς τὸν αἰῶνα, ἳνα παραχρῆμα καὶ ἐπ᾿ αὐτῷ ξηρανθῇ ἡ συκῆ. καὶ εἰς εἰς δέ νόησόν τινα τὰ τῆς πίστεως ἐπαγγελλόμενον καὶ οἰόμενον ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ ἐσθίειν καὶ πίνειν κοὶ τὸν Ἰησοῦν ἐν ταῖς πλατείαις« τῆς ψυχῆς αὐτοῦ δεδιδαχέναι. εἶτα ἡκέτω μαθητὴς ζητῶν καρπὸν σοφίας καὶ λόγου ἐν αὐτῷ κατὰ τὴν περὶ τοῦ διδάσκειν τὰ θεῖα ἐπαγγελίαν, καὶ ζητῶν καὶ ἐρευνῶν τῷ λόγῳ αὐτὸν μηδένα καρπὸν εὑρισκέτω· καὶ διὰ τοῦτο αὐτὸν παριστὰς τοῖς θεωροῦσι κενὸν τοῦ Χριστοῦ, παριστάτω τῷ λόγῳ ὅτι οὐχ οἷόν τε τινὰ καρπὸν ἔτι γενέσθαι αὐτῷ εἰς τὸν αἰῶνα ὑπὸ τῆς οἰήσεως βεβλαμμένῳ. ὅρα οὖν εἰ μὴ ἐν τοιούτῳ ὁ ἔχων πίστιν καὶ μὴ διακριθεὶς τὸ τῆς συκῆς παραπλησίως πως τῷ Ἰησοῦ ποιεῖ. καὶ κρεῖττόνγέ ἐστι, τὴν ἀπατηλὴν συκῆν καὶ νομιζομένην μὲν ζῆν μὴ καρποφοροῦσαν δέ, ἐλεγχθεῖσαν ὅτι ἄκαρπός ἐστι, ξηρὰν τοῖς λόγοις τῶν μαθητῶν Ἰησοῦ φανῆναι, ἢ ἀπατᾶν ἔτι τῇ νομιζομένῃ ζωῇ καὶ τῇ προσποιήσει <τῆς ἐπαγγελίας> »τὰς τῶν ἀκάκων« καὶ εὐεξαπατήτων »καρδίας«. καλὸν οὖν ἐξάνη καὶ τοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ ἔργον τὸ κατὰ τὴν ξηραινομένην συκῆν. ἐν ἑκάστῳ δ’ οἶμαι) ἀπίστῳ καὶ ἀνόμῳ ὄρος ἐπίκειται κατὰ τὴν ἀναλογίαν τῆς ἀπιστίας καὶ τῆς ἀνομίας, τῷ λόγῳ τῶν μαθητῶν Ἰησοῦ αἰρόμενον καὶ βαλλόμενον εἰς τὴν θάλασσαν τῆς κολάσεως αὐτοῦ. καὶ πάντα δὲ ὅσα ἐὰν αἰτῶσιν ἐν τῇ προσευχῇ πιστεύοντες οἱ Ἰησοῦ μαθηταὶ λήψονται, ὡς μαθηταὶ οὐδὲν τῶν μὴ δεόντων αἰτήσοντες, καὶ ὡς πειθόμενοι τῷ διδασκάλῳ, μηδὲν ἂλλο αἰτοῦντες ἢ τὰ μεγάλα καὶ τὰ ἐπουράνια· εἶπε γὰρ ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ· »αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ προστεθήσεται ὑμῖν· καὶ αἰτεῖτε τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια προστεθήσεται ὑμῖν«.

  94. 16.29.1

    Ὁ δὲ Μᾶρκος ἀναγράψας τὰ κατὰ τὸν τόπον ἀπεμφαῖνόν τι ὡς πρὸς τὸ ῥητὸν) προσέθηκε ποιήσας ὅτι ἰδὼν« ὁ Ἰησοῦς »ἀπὸ μακρόθεν συκῆν ἔχουσαν φύλλα ἦλθεν« ὡς εὑρήσων τι ἐν αὐτῇ«· »ἐλθὼν« δέ »ἐπ᾿ αὐτὴν« καὶ μηδὲν εὑρὼν »εἰ μὴ φύλλα« μόνον »οὐ γὰρ ἦν ὁ καιρὸς σύκων«) »ἀποκριθεὶς εἶπεν αὐτῇ· μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγῃ«, εἲποι γὰρ ἂν τις· εἰ μὴ »ὁ καιρὸς σύκων ἧν«, πῶς ἦλθεν ὁ Ἰησοῦς ὡς εὑρήσων τι »ἐν αὐτῇ« καὶ πῶς δικαίως εἶπεν αὐτῇ· »μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγῃ»; πρὸς τοῦτο δὲ λελέξεται ὅτι οἱ κατειλεγμένοι παρὰ τῷ ἀποστόλῳ καρποὶ τοῦ πνεύματος, ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια, ἔστι μέν ὅτε ἐν οἰκείῳ ἀποδίδονται καιρῷ. βέλτιον δὲ εἰ, τῶν περιεστηκότων ἐπὶ τὸ ἐναντίον τῷ καρποφορεῖν προκαλουμένων, δυνηθείη τις καὶ διὰ τὸ πάνυ ὠφελεῖσθαι ἐκ τοῦ λόγου οὐδέν ἧττον κοὶ τότε διδόναι τοὺς καρποὺς τοῦ πνεύματος. ὃ δέ λέγω τοιοῦτόν ἐστιν· εἷς τῶν καρπῶν τοῦ πνεύματός ἐστιν ἀγάπη. ταύτης δέ καιρὸς μέν ὅτε οὐ χαλεπὸν ἀποδοοῦναι τὸν καρπὸν τοῦ ἀγαπᾶσθαι· καὶ ἔστιν ἀγαπᾶν τὸν ἀγαπωντα καρπος μευ του πνευματος, οὐ μὴν ἐν οὐ καιρῷ ἳν᾿ οὕτως ὀνομάσω) σύκων. ἐπὰν δέ ἐπὶ τὸ μισεῖν προκαλῆταί τις τὸν πιστεύοντα τοιοῦτον ἀπατῶν καὶ ἐπιβουλεύων καὶ τοῖς ἤθεσι βεβλαμμένος ὤν, ὣστε δοκεῖν ἂξιος εἶναι τοῦ μισεῖσθαι, ὁ δέ δίκαιος μηθὲ τὸν τοιοῦτον μισῇ αλλ᾿ ὡς υἱὸς »τοῦ τὸν ἥλιον ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς«) καὶ τότε αὐτὸν ἀγαπᾷ, οἱονεὶ ἐν οὐ καιρῷ σύκων τῆς ἀγάπης διδοὺς τὸν καρπόν, πόν, μακάριός ἐστι. τὸ δ’ ὅμοιον νοήσεις καὶ ἐπὶ τῆς χαρᾶς. φέρειν μέν γὰρ τὸν καρΠὸν τοῦ πνεύματος τὴν χαρὰν μηδενὸς ἐπὶ τὸ λυπεῖσθαι προκαλουμένου καὶ δυσαρεστεῖσθαι, οὐ χαλεπόν· ὃταν δέ τὰ μέν περιεστηκότα ἐπὶ λύπην καὶ ἀθυμίαν καὶ δυσαρέστησιν προκαλῆται, ἀπὸ δέ τῆς κατὰ τὸν λόγον ὡφελείας τις ἐπὶ τοσοῦτον προκόπτῃ, ὡς <καὶ> ἐν τῆς δοκούσης δυσαρεστήσεως εὐαρεστεῖσθαι καὶ ἐν καιροῖς τοῦ ἀτιμάζεσθαι καὶ τοῦ μαστιγοῦσθαι χαίρειν καὶ ἁπλῶς ἐν παντὶ περιστατικῷ καιρῷ μεμνῆσθαι τοῦ »πάντοτε χαίρετε«, μακάριος ἂν ὁ τοιοῦτος εἲη καρπὸν φέρο)ν τὴν χαρὰν καὶ ἐν οὐ καιρῷ ἳν᾿ οὕτως ὀνομάσω) σύκων.

  95. 16.29.2

    Τὸ παραπλήσιον δέ οὐ χαλεπὸν καὶ ἐπὶ τῶν ἂλλων καρπῶν ποιῆσαι τοῦ πνεύματος. βούλεται γὰρ εἶναι κρείττονα τῆς ἀνθρωπίνης φύσεως τὸν προσιόντα τῷ λόγῳ αὑτοῦ ὁ θεὸς καὶ ἀπαιτεῖ αὐτὸν παράδοξα καὶ (ἳν᾿ οὕτως ὀνομάσω) θεοῦ μᾶλλον ἢ ἀνθρώπου ἒργα. διὸ κοὶ πᾶσι λέγει οὓς καλεῖ ἐπὶ τὴν μακαριότητα· ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες«, μεμφόμενος δὲ τοῖς μὴ βουλομένοις ἀποθεωθῆναι καὶ υἱοῖς ὑψίστου γενέσθαι λέγει· »ὑμεῖς δὲ ὡς ἂνθρωποι ἀποθνῄσκετε«· κατὰ γὰρ ἑκάστην ἁμαρτίαν, ὅτε ἐσμὲν »σάρκινοι καὶ κατὰ ἂνθρωπον« περιπατοῦντες, οὐδὲν ἂλλο ἐνεργοῦμεν ἢ τὸ ἀποθνῄσκειν, καὶ φανερὸν ὅτι »εἰ κατὰ σάρκα« ζῶμεν, μέλλομεν »ἀποθνῄσκειν«, ὡς ἐδίδαξεν ὁ ἀπόστολος. ταῦτα καὶ διὰ τὸ »οὐ γὰρ ἦν ὁ καιρὸς τῶν σύκων«. ὁ δὲ κατὰ τὸν Μᾶρκον Πέτρος ἰδὼν τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν« εἶπε τῷ σωτῆρι· ἰδοὺ ἡ συκῆ ἣν κατηράσω ἐξηράνθη«· κατάρας γὰρ τῆς ἀπὸ τοῦ λόγου ἀξία ἡ μὴ φέρουσα τῷ λόγῳ καρπὸν ζητοῦντι. ἐπὶ τέλει δέ τι ἔχει ὁ λόγος προτρεπτικὸν τοῦ πιστεύοντος λήψεσθαι· οὐχὶ ἄλλως γὰρ ληψόμεθα, εἰ μὴ αἰτήσομεν. ἔστω οὖν καὶ ἡ διάθεσις ἀξία τοῦ τυχεῖν ὧν αἰτοῦμεν καὶ ἡ εὐχὴ μετ᾿ ἐΠιστήμης ἀναπεμπομένη ἀξία τοῦ ἐπιτευχθῆναι, καὶ τὰ αἰτήματα ἒστω ἐπουράνια καὶ μεγάλαλ καὶ ἂξια τοῦ δίδοσθαι ὑπὸ τοῦ θεοῦ.

  96. 17.1.1

    Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποία ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τὰ ἑξῆς εως του οὐδὲ ἐγὼ ὑμῖν λέγω ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ (Matth. 21, 23-27).

  97. 17.1.2

    Τριῶν εὐαγγελιστῶν ὡς ἀναγκαῖον ἀναγραψάντων τὸν προκείμενον λόγον, ἂξιον ἰδεῖν ὅ τί ποτε νοοῦντες οἱ ἀρχειρεῖς κοὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐπυνθάνοντο τοῦ σωτῆρος, οὐχ ἔν πύσμα, ἀλλὰ δύο προσάγοντες αὐτῷ, ἓν μὲν τὸ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἓτερον δέ τὸ καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; καὶ τι βουλόμενος ὁ σωτὴρ ἐπὶ τούτου μόνου αντηρώτησεν ὑπέρ τοῦ μὴ πρὸς τό πύσμα ἀποκρίνασθαι· ἑώρα γὰρ οὐκ ἀξίους ἐκείνους τῆς πρὸς τὸ πύσμα ἀποκρίσεως καὶ τῆς τοῦ προβλήματος διηγήσεως. ὅτι δὲ οὐχ, ὡς οἲονταί τινες, ἁπλᾶ ἐστι τὰ κατὰ τὸν τόπον καὶ εὐπερινόητα, ἀλλὰ μυστικὰ καὶ βαθείας δεόμενα καρδίας, δῆλον ἒσται ἐκ τῆς ἐπιστάεως. φερ᾿ οὖν συναγορεύωμεν τῇ πιθανότητι τῶν ἁπλούστερον ἐκδεχομένων τὰ κατὰ τὸν τόπον· φήσουσι γὰρ ὅτι δύο γενικὰς <ἐξουσίας> ἐπιστάμενοι, ἀμείνωφ μέν τὴν τοῦ θεοῦ χειρίστην δέ τὴν τοῦ διαβόλου, οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐπυνθάνοντο τοῦ σωτῆρος, ἐν ποίᾳ ἐξουσίᾳ τούτων τῶν δύο ποιεῖ τὰ τεράστια καὶ ἀπὸ τίνος αὐτὴν λαβών. εἶθ᾿ ὁ Ἰησοῦς ὑΠὲρ τοῦ μὴ ἀντιλογῆσαι ἀντηρώτησεν, ἃμα καὶ ἐλέγξαι βουλόμενος τοὺς πῦθομένους αὐτοῦ, ὡς παρὰ τὸν ὀρθὸν λόγον ποιήσαντας ἐν τῷ ἠπιστηκέναι Ἰωάννῃ τῷ βαπτιστῇ. καὶ ἦν αὐτοῦ τὸ ἀντερώτημα δύο οἰκονομούμενον, τόν τε ἐπὶ τῇ εἰς τὸν Ἰωάννην ἀπιστίᾳ ἒλεγχον καὶ τὸ περισπάσαι τοὺς πυθομένους, ἳνα δόξῃ αὐτοῖς εὐλόγως μὴ ἀποκρίνεσθαι.

  98. 17.1.3

    ἀλλ᾿ εἲποι τις ἂν πρὸς ταῦτα ὅτι γελοῖον ἦν τὸ πυνθάνεσθαι ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ἐποίει ὁ Ἰησοῦς· οὐκ ἂν γὰρ ἀπεκρίντο ὅτι ἐν τῇ τοῦ διοβόλου ἐξουσίᾳ καὶ οὔ φημι ὅτι ὁ σωτὴρ τοῦτο οὐκ ἀπεκρίνατο, ἀλλ᾿ οὐδέ »ὁ ἂνθρωπος τἣς ἁμαρτίας, ὁ ἀντικείμενος καὶ ἐπαιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα« εἲποι ἂν τοῖς πυνθανομένοις τὸ ἀληθὲς ὅτι ἐν τῇ τοῦ διαβόλου ἐξουσίᾳ ποιεῖ πᾶσαν δύναμιν μιν καὶ »σημεῖα ἐν οἷς καταπλήξεται καὶ ἀποπλανήσει εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς«. εἰ δὲ οὐδὲ ἐκεῖνος εἲποι ἂν ἐν τῇ τοῦ διαβόλου ἐξουσίᾳ ποιεῖν τὰ σημεῖα καὶ τὰ τέραρατα τοῦ »ψεύδους«, τὰ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις« ἐπιτελούμενα, πάσῳ πλέον ὁ σωτὴρ οὐκ (εἰ καὶ μὴ ἀντηρώτησεν) ἂλλο τι ἀπεκρίνατο ἢ ὅτι ἐν τῇ τοῦ θεοῦ; πρὸς δέ τὴν οὕτως προφανῆ ἀπόδρισιν καὶ ἐκείνους πυν- θάνεσθαι καὶ τὸν σωτῆρα μὴ ἀποκρίνεσθαι, εὒηθες εἶναί μοι φαίνεται.

  99. 17.2.1

    Μήποτ᾿ οὖν τὰ κατὰ τὸν τόπον τοιαυτ εστιν. ἐν τῇ σοφίᾳ τοῦ θεοῦ, περιεχούσῃ ἐπιστήμην θείων καὶ ἀνθρωπίνων πραγμάτων καὶ τῶν τούτων αἰτιῶν, εἰσὶ »θησαυροὶ« ὁποίους δεῖ εἶναι τοὺς »τῆς σοφίας« θησαυροὺς καὶ »τῆς γνώσεως« καί εἰσιν οὗτοι «ἀπόκρυφοι«· καὶ εἳ τίς ἐστιν ἀξιωθεὶς εἰδέναι τὰ »ἂρρητα ῥήματα. ἃ οὐκ ἒξετιν ἀνθρώπῳ λαλῆσαι«, εἰδείη ἂν τὴν »ἐν μυστηρίῳ σοφίαν«, »τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δοξαν« τῶν δικαίων. εἰσὶν οὖν ἐν τοῖς τῆς σοφίας καὶ τῆς γνώσεως« ἀποκρύφοις θησαυροῖς λόγοι βαθεῖς καὶ ἀπόρρητοι περὶ διαφόρων ἐξουσιῶν, γενικῶς μὲν δύο, εἰδικῶς δὲ καθ΄ ἑκατέραν τῶν δύο πλείονες καὶ δυσθεύρητοι. οἱ δὲ γενικαὶ δύο ἐξουσίαι τοιαῦταί εἰσιν· αἱ μέν εἰσι τοῦ κρείττονος τάγματος, καὶ ὥσπερ εἰσὶν ἄνθρωποι θεοῦ οὐχ οἱ τυχόντες καὶ ἄγγελοι θεοῦ μακάριοι κοὶ προφῆται τοῦ θεοῦ θεοφορούμενοι, οὕτως εἰσί τινες ἐξουσίαι τοῦ θεοῦ, περὶ ὧν ὁ ἀπόστολος Χριστὸν δοξολογῶν λέγει ἐν τῇ πρὸς Κολοσσαεῖς ὅτι· ἐστὶν ὁ σωτὴρ »εἰκὼν τοῦ τοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως«, ἐν ᾧ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστι πρὸ πάντων«. ἓν οὖν εἶδος τῶν ὑπὸ τὸν θεὸν αἱ ἐν Χριστῷ κτισθεῖσαι ἐξουσίαι, ἕτεροι παρὰ τὰς ἀρχὰς καὶ τοὺς θρόνους καὶ τὰς κυριότητας· καὶ ἑκάστη ἐξουσιάζει τινῶν, τεταγμένη ὑπὸ τοῦ θεοῦ κατά τινα ἀπόρρητον ἀξίαν ἐπὶ τῶν ἀξίων ἐξουσιάζεσθαι κατὰ τὴν δια\φορὰν αὐτῶν ὑπὸ ἑκάστην τῶν ἐξουσιῶν. κοὶ »πολὺς« ἂν »ὁ λόγος καὶ δυσερμήνευτος« εἴη περὶ τῶν κατὰ τὰς ἐξουσίας ταύτας καὶ τῶν ἐξουσιαζομένων ὑπ᾿ αὐτῶν πραγμότων.

  100. 17.2.2

    ὡς δέ εἰσί τινες ἐξουσίαι τοῦ θεοῦ, οὕτως εἰσὶ καὶ ἐναντίαι ἀνάλογον τοῖς τῆς ἁμαρτίας ἀνθρώποις καὶ τοῖς ἀγγέλοις τοῦ διαβόλου. καὶ ἔστι γε τοῖς μηκέτι »πρὸς αἷμα καὶ σάρκα« παλαίουσιν ἀλλὰ διὰ τὸ ἐπαναβεβηκέναι τῇ δυνάμει πρὸς τὰ ὑπὲρ ταῦτα ἀγωνιζομένοις »ἡ πάλη« »πρὸς τὰς« ἀνταγωνιζομένας τοῖς ἀθληταῖς τῆς θεοσεβείας »ἐξουσίας«. ὡς δὲ πλείονα τάγματα ἦν ὑπὸ τὸν θεόν, οὕτως καὶ ἐν τῇ ἐναντίᾳ χώρᾳ οὐ μόνον ἐξουσίαι εἰσὶν ἀλλὰ καὶ κοσμοκράτορες »τοῦ σκότους τούτου« καὶ »πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις«, τάχα δέ καὶ ἀρχαί, ἐγὼ δ᾿ οἶμαι ὅτι καὶ πάντα ὁμώνυμα τοῖς τοῦ θεοῦ ἐστι κατὰ τὴν ἐναντιότητα. διειληφότες οὖν οἱ τὰ διαφέροντα ὀνόματα κεκληρωμένοι ἐν τῷ Ἰσραήλ, τουτέστιν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, περὶ ἐξουσιῶν πλείονα <καὶ τῶν ἐν οὐρανῷ μυστηρίων> εἴτε παραδόσεων [εἴτε καὶ] εἴτε καὶ ἐξ ἀποκρύφων (οὐκ οἶδα εὐλόγως ἢ καὶ ἀλόγως) κινούμενοι, ἑώρων τὸν Ἰησοῦν τὰ τεράστια ἐπιτελοῦντα οὐ χωρίς τινος συνούσης αὐτῷ ἐξουσίας. ταύτης οὖν τὸ εἶδος <καὶ τὴν ἰδιότητα> ἀπὸ τοῦ Ἰησοῦ μαθεῖν ἐβούλοντο ἢ τῆς δοκούσης αὐτοῖς ςἶναι ἐπιστήμης ἐν αὐτῷ.

← Previous · Next → — showing 301400 of 472

First Thousand Years of Greek. CTS URN tlg2042.tlg030.opp-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.