Commentarium In Evangelium Matthaei (Lib. 12-17)
- 13.16.1
Ἔστι δὲ πρότερον ἁπλῶςφ διηγήσασθαι. εἴποι δ᾿ ἂν ὁ κατὰ τὸ ἁπλοῦν διηγούμενος τὸν τοῦ σωτῆρος ἐν τούτοις λόγον. ὅτι, ἐὰν ἀνήρ τις ὢν ἐπὶ τοσοῦτον γεκρώσῃ τὰς ἀνδρικὰς επιθυμίας, »πνεύματι τὰς πράξεις τοῦ σώματος« θανατῶν καὶ »πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι« περιφέρων, ὥστε παιδίου ἀγεύστου ἀφροδισίων καὶ ἀνεννοήτου ἀνδρικῶν κι
- 13.16.2
νημάτων ἔχειν κατάστασιν, ὁ τοιοῦτος ἐστράφη καὶ γέγονεν ὡς τὰ παιδία. καὶ ὅσον γε προσέθηκε τῇ τῶν παιδίων περὶ τῶν τοιούτων κινημάτων καταστάσει, τοσούτῳ μᾶλλον <ἄλλων> τῶν ἀσκούντων καὶ ἐπὶ ἐπὶ τοσοῦτον <οὐκ> ἐλησακότων σωφροσύηνς [τὸ] μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. ὅπερ δὲ ἐπὶ τῶν κατὰ τὰ ἀφροδίσια λέγεκται περὶ τῶν παιδίων, τοῦτ᾿ ἂν λεχθείη καὶ περὶ τῶν λοιπῶν παθῶν καὶ ἀρρωστημάτων καὶ νοσημάτων τῆς ψυχῆς, εἰς ἃ μὴ πέφυκε τπαιδία ἐμπίπτειν, ὅσα τὸν λόγον μηδέπω συμπεπλήρωκεν· οἷον ἵνα στραφῇ τις καὶ ὁποῖόν ἐστι τὸ βραχὺ παιδίου πρὸς ἀργὴν τοιοῦτος γένηται ὢν ἀνήρ, καὶ ἁποῖόν ἐστι τὸ παιδίον πρὸς λύπην (ἔνθ᾿ ὅτε παρὰ τὸν καιρὸν τοῦ τεθνηκότος πατρὸς ἢ μητρὸς ἤ τινος φίλου, ὡς γελᾶν καὶ παίζειν κατ᾿ ἐκεῖνον τὸν χρόνον), τοιοῦτος ἂν γένοιτο ὁ στραφεὶς ὡς παιδία καὶ ἕξιν ἀναλαβὼν ἐκ λόγου τῆς λύπης ἀπαράδεκτον,ὥστε ὁπῖόν ἐστι πρὸς λύπην τὸ βραχὺ παιδίον αὐτὸν γενέσθαι. τὸ δ᾿ ὅνμοιον φήσεις περὶ τῆς καλουμένης ἡδονῆς, καθ᾿ ἣν ἀλόγως ἐπαίρονται οἱ φαῦλοι, ἣν οὐ πάσχει τὰ παιδία οὐδ᾿ οἱ στραφέντες καὶ γενόμενοι | ὡς τὰ παιδία.
- 13.16.3
Ὠς μὲν οὖν πρὸς τὸ ἀκριβές, ἀποδέδεικται καὶ ἄλλοις ὅτι οὐδὲν τῶν παθῶν πίπτει εἰς τὰ μηδέπω συμπεπληρωκότα τὸν λόγον παιδία εἰ δ’ οὐδέν, δηλονότι οὐδὲ φόβος, ἀλλ’ εἰ ἄρα ἀνάλογόν τι τοῖς <ἄλλοις> πάθεσι, καὶ ταῦτα ἀμυδρὰ καὶ τάχιστα ἀνασκευαζόμενα καὶ θεραπευόμενα γίνεται ἐν τοῖς παιδίος, ὡς ἀγαπητὸν εἶναι ἐπὶ τοῦτο φθάσαι τὸν στραφέντα ὡς τὰ παιδία ὅσον ἔχει τῆς οἱονεὶ ὑποβολῆς τῶν παθῶν ὡς τὰ παιδία. καὶ περὶ φόβου τοίνυν τὰ ὅμοια τοῖς ἀποδεδομένοις νοήσεις ὅτι τὰ παιδία τὸν μὲν φόβον τῶν φαύλων οὐ πάσχει, ἄλλο δέ τι ὃ οἱ μὴ ἀκριβοῦντες τὰ τῶν παθῶν καὶ τῶν ὀνομάτων ἐκείνων λέγουσιν εἶναι φόβον, οἷον δὴ καὶ τὸ τῶν παιδίων ἀμνηςίκακον παρ’ αὐτοὺς τοὺς τῶν δακρύων καὶροὺς ἐν ἀκαρεῖ μεταβαλλομένων καὶ γελώντων καὶ συμπαιζόντων τοῖς νομιζομένοις λελυπηκέναι καὶ πεφοβηκέναι, ἀλλ’ οὐ κατὰ <τὴν> ἀλήθειαν ταῦτα ἐνηργηκόσιν.
- 13.16.4
οὕτω δὲ καὶ ταπεινώσει ἑαυτόν τις ὠς ὃ προσεκαλέσατο ὁ Ἰησοῦς παιδίον· οὐ γὰρ πίπτει ὐψηλοφροςήνη καὶ οἴησις εὐγενείας ἢ πλούτου ἤ τινος τῶν νομιζομένων μὲν οὐκ ὄντων δὲ ἀγαθῶν εἰς παιδίον. διόπερ ἔστιν ἰδεῖν τὰ κομιδῇ νήπια μέχρι τριῶν καὶ τεττάρων ἐτῶν ὅμοια τοῖς ἀγενέσι, κἂν εὐγενῆ εῖναι δοκῇ, καὶ μὴ μᾶλλον πάντως φιλεῖν δοκοῦντα τὰ πλούσια παιδία παρὰ τὰ πενιχρά. ἐὰν οὖν ὅπερ παρὰ τὴν ἡλικίαν πάσχει τὰ παιδία πρὸς τὰ τοὺς ἀνοή τους ἐπαίροντα τοιαῦτα πάθη, ἀπὸ λόγου ὁ τοῦ Ἰησοῦ μαθητὴς <ἀναλάβῃ>, ἐταπείωσεν ἑαυτὸν ὡς ὃ ἔδειξεν ὁ Ἰησοῦς παιδίον, οὐκ ἐπαιρόμενος ἐπὶ δοξαρίῳ οὐδὲ φυσιούμενος ἐπὶ πλούτῳ οὐδ’ ἐπὶ περιβλῇ οὐδὲ ὀγκούμενος ἐπὶ εὐγενείᾳ. μάλιστα δὲ τοὺς <τοιούτους>, οὓς ὁ λόγος ἀπέδειξε στραφέντας ὡς ὃ προσελάβετο ὁ Ἰησοῦς παιδίον, ἀποδεκτέον καὶ τιμητέον ἐπὶ τῷ Ἰησοῦ ὀνόματι, ἐπεὶ μάλιστα ἐν | τούτοις ἐστὶν ὁ Χριστός. καὶ διὰ τοῦτο λέγει τὸ καὶ ὃς ἂν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.
- 13.17.1
Τὸ δὲ ἑξῆς ἐργῶδες κατὰ ἀκολουθίαν τῶν προαποδεδομένων διηγήσασθαι. εἴποι γὰρ ἄν τις, πῶς ὁ στραφεὶς καὶ γενόμενος ὡς τὰ παιδία μικρός ἐστι τῶν πιστευότων εἰς τὸν Ἰησοῦν καὶ ἐπιδεκτικὸς τοῦ σκανδαλισθῆναι; πειραςώμεθα δὲ καὶ τοῦτο ἀκολούθως σαφηνίσαι. πᾶς ὁ τῷ Ἰησοῦ ὡς υἱῷ συγκαταθέμενος θεοῦ κατὰ τὴν ἀληθῆς περὶ αὐτοῦ ἱστορίαν καὶ ὁδεύων διὰ τῶν κατὰ τὸ εὐαγγέλιον πράξεων εἰς τὸ βιῶσαι κατ’ ἀρετήν ἐστράφη καὶ ὁδεύει πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία, τοῦτον ἀμήχανον μὴ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. <ὁ δὲ μὴ στραφεὶς πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία τοῦτον ἀμἠχανον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν
- 13.17.2
οὐρανῶν.> πολλοὶ οὖν οἰ τοιοῦτοι, ἀλλ’ οὐ πάντες οἱ στραφέντες πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία, ἐφθάκασιν ὡς ἐπὶ τὸ ἐξομοιωθῆναι τοῖς παιδίοις· ἀλλ’ ἕκαστος τοσοῦτον ἀπολείπεται τῆς πρὸς τὰ παιδία ὁμιώσεως, ὅσον ἀπολείπεται τῆς ἀποδεδομένης τῶν παιδίων πρὸς τὰ πάθη ἕξεως. ἐν παντὶ οὖν τῷ πλήθει τῶν πιστευόντων εἰσὶ καὶ οἱ ὡσπερεὶ ἄρτι στραφέντες περὶ τὸ γενέσθαι ὡς τὰ παιδία, οἵτινες κατ’ αὐτὸ τὸ ἐστράφθαι ἵνα γένωνται ὡς τὰ παιδία μικροὶ χρηματίζουσι, καὶ τούτων οἱ στραφέντες μὲν ἵνα γένωνται ὡς τὰ παιδία, πολὺ δὲ ἀπολειπόμενοι τοῦ γενέσθαι ἀκριβῶς ὡς τὰ παιδία, <μικροί εἰσι καὶ> ἐπιδέχονται τὸ σκανδαλισθῆναι· ὧν ἕκαστος τοσοῦτον ἀπολείπεται τῆς πρὸς αὐτὰ ὁμοιώσεως, ὅσον ἀπολείπεται τῆς ἀποδεδομένης τῶν παιδίων πρὸς τὰ πάθη ἕξεως. οἷς οὐ δέον ἀφορμὰς παρέχειν τοῦ σκανδαλισθῆναι· εἰ δὲ μή γε, ὁ σκανσαλίσας δεήσεται ὡς συμφέροντος αὐτῷ ἐπὶ θεραπείᾳ <ὁμαρτίας> τοῦ κρεμασθῆναι μύλον ὀνικὸν περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῆναι ἐν τῷ πελάγει τῆς θαλάσσης. οὕτω γὰρ τίσας τὴν αὐτάρκη δίκην ἐν τῇ θαλάσσῃ (ὅπου ὁ »δράκων« ὅ »ἔπλασεν ὁ θεὸς ἐμπαίζεις αὐτῷ«) καὶ οὕτω τὸ συμφέρον πρὸς τὸ τέλος ὁ κολασθεὶς παθών, ἐν τοῖς ἑξῆς <ἔξω> ἔσται τῶν κατὰ τὸ πέλαγος τῆς θαλάσσης πόνων, οὕς ὑπέμεινε καθελκόμενος ὑπὸ τοῦ ὀνικοῦ μύλου. εἰσὶ γὰρ καὶ μύλων διαφοραὶ ὡς εἶναι τὸν μέν τινα αὐτῶν (ἵν’ οὕτως ὀνομάσω) ἀνθρωπικόν, ἄλλον δὲ ὀνικόν· καὶ ἀνθρωπικὸς μέν ἐστιν ἐκεῖνος, περὶ οὗ γέγραπται· »δύο« ἔσονται »ἀλήθουσαι ἐν« ἑνὶ »μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται«, ὀνικὸς δὲ ὁ περιτεθηςόμενος τῷ σκανδαλίσαντι. εἴποι δ’ ἂν τις, οὐκ οἶδα πότερον ὑγιῶς ἢ ἐσφαλμένως λέγων, ὀνικὸν εἶναι τὸ βαρὺ τοῦ φαύλου σῶμα καὶ κατωφερές , ὅπερ ἀναλήψεται ἐν τῇ ἀναστάσει <πᾶς ἁμαρτωλός>, ἵνα καταποντισθῇ ἐν τῇ ἀβύσσῳ λεγομένῃ πελάγει θαλασσίῳ, ὅπου ὁ »δράκων« ὅν »ἔπλασεν ὁ θεὸς ἐμπαίζειν αὐτῷ«. ἄλλος δὲ τὸ σκανδαλίζειν ἕνα τῶν μικρῶν ἀνοίσει ἐπὶ τὰς ἀοράτους ἀνθρώποις δυνάμεις· πολλὰ γὰρ καὶ ἀπὸ τούτων σκάνδαλα εἰς τοὺς δεικνυμένους ὐπὸ τοῦ Ἰησοῦ μικροὺς γίνεται. ἐπὰν δὲ σκανδαλίσωσιν τῶν δεικνυμένων ὑπὸ τοῦ Ἰησοῦ μικρῶν ἕνα πιστευόντων εἰς αὐτόν, ὀνικὸν μύλον τὸ φθαρτὸν σῶμα τὸ βαρῦνον ψυχὴν ἀναλήψεται, κρεμάμενον ἐκ τοῦ καθελκομένου αὐτὸν ἐπὶ τὰ τῇδε πράγματα τραχήλου, ἵνα διὰ τούτων 15 καθαιρεθῇ αὐτῶν τὸ οἴημα καὶ τίσαντες δίκην ἐν τῷ συμφέροντι αὐτοῖς διὰ τοῦ ὀνικοῦ μύλου γένωνται.
- 13.18.1
Καὶ ἄλλη δὲ διήγησις παρὰ τὴν ἁπλούστερον λεγομένην λελέχθω, εἴτε ὡς δόγμα<τος> εἴτε ὡς γυμναςίου ἕνεκεν. καὶ ζητήσωμεν ποῖον προσκαλεςάμενος παιδίον ὁ Ἰησοῦς ἔστησεν ἐν μέσῳ τῶν μαθητῶν. ὅρα δὲ εἰ δύνασαι τὸ ταπεινῶσαν ἑαυτὸ πνεῦμα ἅγιον, ὑπὸ τοῦ σωτῆρος προσκληθὲν καὶ σταθὲν ἐν μέσῳ τῷ ἡγεμονικῷ τῶν μαθητῶν Ἰησοῦ, εἰπεῖν εἶναι ὅ προσεκαλέσατο ὁ Ἰησοῦς παιδίον, εἴτε βούλεται ἡμᾶς πάντα τὰ ἄλλα ἀποστραφέντας στραφῆναι πρὸς τὰ παραδείγματα ὑπὸ τοῦ ἁγίου ὑποβαλ-
- 13.18.2
λόμενα πνεύματος,ὥστε ἡμᾶς οὕτω γενέσθαι ὡς τὰ παιδία <τουτέστι τοὺς ἀποστόλους>, τὰ καὶ αὐτὰ στραφέντα καὶ ὁμοιωθεντα τῷ ἁγίῳ πνεύματι· ἅτινα παιδία ἔδωκεν ὁ θεὸς τῷ σωτῆρι κατὰ τὸ ἐν Ἡσαΐᾳ λελεγμένον· »ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοιἔδωκεν ὁ θεός«. καὶ οὐκ ἔστι γε εἰσελθεῖν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν μὴ στραφέντα ἀπὸ τῶν κοσμικῶν πραγμάτων καὶ ἐξομοιωθέντα τοῖς τὸ πνεῦμα τὸ ἅγιον πεφορηκόσι παιδίοις· ὅπερ πνεὔμα ἅγιον προσκαλεσύμενος ὁ Ἰησοῦς, ἀπὸ τῆς ἰδίας τελειότητος καταβεβηκὸς πρὸς ἀνθρώπους, ὡςπαιδίον ἔστησεν αὐτὸ ἐν μέσῳτῶν μαθητῶν. δεῖ οὖν στραφέντα ἀπὸ τῶν κοσμικῶν ἐπιθυμιῶν ταπεινῶσαι ἑαυτόν, οὐχ ἁπλῶς ὡς τὸ παιδίον, ἀλλὰ κατὰ τὸ γεγραμμένον ὡς τὸ παιδίον τοῦτο. ἔστι δὲ τὸ ταπεινῶσαι ἑαυτὸν ὡς τὸ παιδίον ἐκεῖνο <τὸ ταπεινῶσαι ἑαυτὸν ὑπὲρ θεοῦ καὶ> τὸ μιμήσασθαι τὸ ὑπὲρ σωτηρίας ἀνθρώπων ταπεινῶσαν ἑαυτὸ πνεῦμα ἄγιον. ὅτι δὲ ὁ σωτὴρ καὶ τὸ ἅγιον πνεῦμα ἐξαπεστάλη ὑπὸ τοῦ πατρὸς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων, δεδήλωται ἐν τῷ Ἡσαΐᾳ ἐκ προσώπου τοῦ σωτῆρος λέγοντι· »καὶ νῦν κύριος ἀπέστειλέ μεκαὶ τὸ πνεῦμα αὐτοῦ«. ἰστέον μέντοι ὅτι ἀμφίβολός ἐστιν ἡ λέξις· ἢ γὰρ ὁ θεὸς ἀπέστειλεν, ἀπέστειλε δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸν σωτῆρα, ἢ (ὡς ἐξειλήφαμιεν) ἀμφότερα ἀπέστειλεν ὁ πατήρ, τὸν σωτῆρα καὶ τὸ ἅγιον πνεῦμα. μείζων οὖν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὁ ταπεινώσας ἑαυτὸν παρὰ πάντας τοὺς ταπεινοῦντας ἑαυτοὺς μιμητικῶς ἐκείνου τοῦ παιδίου. πολλοὶ μὲν γὰρ οἱ θέλοντες ἑαυτοὺς ταπεινῶσαι ὡς τὸ παιδίον ἐκεῖνο, ὁ δὲ πάντη παραπλήσιος γενόμενος τῷ ταπεινώσαντι ἑαυτὸν παιδιῳ, ἐκεῖνος ἂν εὑρεθείη ὁ χρηματίαων πάντων μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. <δεῖ οὖν δέχεσθαι ἕν παιδίον τοιοῦτο> ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, μάλιστα ἐν αὐτῷ ὄντος τοῦ Ἰησοῦ. ὥσπερ δὲ τὸν Ἰησοῦν δέχεται, ὅς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματι αὐτοῦ, οὕτως τὸν Ἰησοῦν ἀποδοκιμάζει καὶ ἐκβάλλει ὁ μὴ βουλόμενος δέξασθαι ἕν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. εἰ δὲ καὶ τῶν τοῦ ἁγίου πνεύματος ἀξιουμένων ἐστὶ διαφορά, πλεῖον ἢ ἔλαττον λαμβανόντων τοῦ ἁγίου πνεύματος τῶν πιστευόντων, εἶεν ἄν τινες οἱ μικροὶ τῶν εἰς θεὸν πιστεύοντων σκανδαλίζεσθαι δυνάμενοι, οὕς ἐκδικῶν σκανδαλισθέντας ὁ λόγος φησὶ περὶ τῶν σκανδα- λισάντων αὐτοὺς τὸ συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. ταῦτα λελέχθω κατὰ τὰ ἐκκείμενα τοῦ Ματθαίου ῥητά.
- 13.19.1
Ἴδωμεν δὲ καὶ τὰ παραπλήσια ἀπὸ τὰ παραπλήσια ἀπὸ τῶν λοιπῶν. Μᾶρκος τοίνυν φησὶν ὅτι »διελέχθησαν ἐν τῇ ὁδῷ« οἱ δώδεκα, »τίς« αὐτῶν »μείζων« ἐστί· διὸ καὶ »καθίσας ἐφώνησεν« αὐτοὺς καὶ διδάσκει τίς ὁ μείζων, λέγων πρωτείων ὡς μείζονα τεύξεσθαι τὸν γενόμενον »πάντων« διὰ τῆς μετριότητος καὶ τῆς ἐπιεικείας ἔσχατον, ὥστε τὸν μὲν τοῦ διακονουμένου μὴ ἀναδέξασθαι τόπον τὸν δὲ τοῦ διακονοῦντος, καὶ τοῦτον οὐ πρὸς τινὰς μὲν τινὰς δ᾿ οὔ, ἀλλὰ πρὸς πάντας ἁπαξαπλῶς. πρόσχες γὰρ τῷ »εἴ τις θέλει πρῶτος γενέσθαι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος«. καὶ ἑξῆς τούτοις φησὶν ὅτι »λαβὼν παιδίον (δηλονότι ὁ Ἰησοῦς) ἔστησεν ἐν μέσῳ« τῶν μαθητῶν αὐτοῦ, »καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· ὅς ἐὰν ἕν τῶν παιδίων τοιούτων δέξηται ἐπὶ τῷ ἐμῷ ὀνόματι,
- 13.19.2
ἐμὲ δέχεται«. ποῖον δὲ ἄλαβε παιδίον καὶ ἐνηγκαλίσατο ὁ Ἰησοῦς κατὰ τὸν βαθύτερον ἐν τοῖς τόποις λόγον ἤ τὸ ἅγιον πνεῦμα; καὶ τούτῳ γε τῷ παιδίῳ ἐξωμοιώθησάν τινες, περὶ ὧν εἶπε τὸ »ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται«. κατὰ μέντοι τὸν Λουκᾶν »διαλογισμὸς« εἰς τοὺς μαθητὰς οὐκ ἀναβέβηκεν ἀλλ᾿ »εἰσῆλθε« περὶ τοῦ »τίς αὐτῶν εἴη μείζων«. καὶ »ἰδὼν ὁ Ἰησοῦς τὸν διαλογισμὸν τῆς καρίας αὐτῶν« (ἅτε ἔχων ὀφθαλμοὺς διαλογισμοὺς καρδιῶν βλέποντας »ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν« οὐδὲ ἐρωτηθεὶς) κατὰ τὸν Λουκᾶν ἔλαβεν παιδίον καὶ »ἔστησεν«, οὐ μόνον ἐν μέσῳ αὐτῶν, ὡς ὁ Ματθαῖος καὶ ὁ Μᾶρκος εἰρήκασιν, ἀλλ᾿ ἤδη καὶ »παρ᾿ ἑαυτῷ καὶ εἶπε« τοῖς μαθηταῖς οὐ μόνον τὸ ὃς ἐὰν δύξηται ἓν παδίον τοιοῦτο ἢ »ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματίμου, ἐμὲ δέχται«, ἀλλ᾿ ἤδη καὶ ἐπναβεβηκότως τὸ »ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται«. χρὴ οὖν κατὰ τὸν Λουκᾶν ἀκεῖνο τὸ παιδίον, αὗ λαβόμενος ὁ Ἰησοῦς »ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ«, δέξασθαι «ἐπὶ τῷ ὀνόματι« τοῦ Ἰησοῦ. Καὰ οὐκ οἶδα εἰ δύναταί τις μὴ τροπολυγῆσαι τὸ »ὅς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ἀνόματαί μου«. χρὴ γὰρ ἐκεῖνο τὸ παιδίον, ὅ τότε »ἔστησεν« ὁ Ἰησοῦς »παρ’ ἑαυ- τῷ λαβόμενος« αὐτοῦ, δέξασθαι ἕκα- στον ἡμῶν »ἐπὶ τῷ ὀνόματι« τοῦ Ἰησοῦ. ζῇ γὰρ ὡς ἀθάνατον, καὶ χρὴ αὐτὸ ἀπ’ αὐτοῦ τοῦ Ἰησοῦ <κατασταθὲν παρὰ τῷ Ἰησοῦ> δέξασθαι »ἐπὶ τῷ ὀνόματι« τοῦ Ἰησοῦ, οἷ μὴ χωριζό- μενος ὁ Ἰησοῦς γίωεται παρὰ τῷ δε- χομένῳ τὸ παιδίον, ὡς κατὰ τοῦτο λελέχθαι τὸ »ὅς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνό- ματί μου, ἐμὲ δέχεται«. εἶτ’ ἐπεὶ ἀχώρστός ἐστι τοῦ υἱοῦ ὁ πατήρ, <ὁμοῦ καὶ ὁ πατῆρ> γίνε- ται παρὰ τῷ δεξεμένῳ τὸν υἱόν· διὸ λέλεκται· »καὶ ὅς ἐὰν ἐμὲ δέξη- ται, δέχεται τὸν ἀποστείλαντά με«. ὁ δὲ δεξάμενος τὰ παιδίον καὶ τὸν σωτῆρα καὶ τὸν ἀποστείλαβτα αὐτόν, »μικρότερός« ἐστιν »ἐν πᾶσι« τοῖς Ἰησοῦ μαθηταῖς ἑαυτὸν σμικρύνων· ὅσον δὲ ἑαυτὸν σμικρύνει, τοσοῦτον γίνεται »μέγας« <ὑπ’> αὐτοῦ τοῦ ἐπιτέλλοντος σμικρύνειν αὐτὸν καὶ ποιοῦντος ἐπιδιδόναι εἰς μέγε- θος· πρόσχες γὰρ τῷ »ὁ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας«. ἀνέγνωμεν δὲ καὶ ἐν ἄλ- λοις »καὶ ἔσται μέγας«. κατὰ δὲ τὸν Λουκᾶν ἐὰν μή τις »δέξηται τὴν τοῦ θεοῦ βασιλείαν ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτύν«· καὶ ἔστιν ἀμφίβλος ἡ λέξις, ἤ γὰρ ἵνα ὁ δεχόμενος τὴν τοῦ θεοῦ βασι- λείαν γένηται ὡς παιδίον, ἤ ἵνα τὴν τοῦ θεοῦ βασιλείαν παραδέξη- ται γενομένην αὐτῷ ὡς παιδίον. καὶ τάχα ἐνταῦθα μὲν οἱ δεχόμενοι τὴν τοῦ θεοῦ βασιλείαν δέχονται αὐτὴν οὖσαν ὡς παιδίον, ἐν δὲ τῷ μέλλοντι αὐῶνι οὐκέτι ὡς παιδίον κατὰ τὸ μέ- γεθος τῆς τελειότητος ἐν τῇ (ἵν’ οὕ- τως ὀνομάσω) πνεματικῇ Ἠλικίᾳ ἐπιδεικνυμένης πᾶσι τοῖς ἐπὶ τοῦ παρόντος παραδεξαμένοις αὐτὴν οὖσαν ἐνταῦθα ὡς παιδίον.
- 13.20.1
Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων (18, 7[—14]). Καθ’ αὑτὴν μὲν καὶ ἀπολελυμένως εἴρηται ἡ τοῦ κόσμος φωνὴ <ἐν τῷ> »ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος αὐ- τὸν οὐκ ἔγνω«. κατὰ δὲ τὴν πρός τι σχέσιν, μετὰ τῆς πρὸς ἐκεῖνο ἐπι- πλοκῆς οὗ κόσμος ἐστίν, ὠνόμα- σται ἐν τῷ »μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλαβηθεὶς προσκυνήςῃς αὐ- τοῖς καὶ λατρεύςῃς αὐτοῖς«. τὸ δ’ ὅμοιον φήσεις ἐν τῇ Ἐσθὴρ λελέ- χθαι περὶ αὐτῆς, ὅτε γέγραπται πε- ριελομένη »πάντα τὸν κόσμον αὐτῆς«. οὐ γὰρ ταὐτόν ε’στιν ἁπλῶς ὁ κόσμος καὶ ὁ κόσμος τοῦ οὐρανοῦ ἤ ὁ κό-
- 13.20.2
σμος τῆς Ἐσθήρ. τὸ δὲ νῦν ἡμῖν ζητούμενον ἄλλο. νομίζω οὖν ὅτι οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημά ἐστι κατὰ τὰ θεῖα γράμματα ὁ κόσμος, ἀλλ’ ὁ περίγειος μόνος τόπος, καὶ οὗτος οὐ καθ’ὅλην νοούμενος τὴν γῆν, ἀλλ’ ὁ κατὰ τὴν ἡμετέραν οἰκουμένην· »ἐν τῷ κόσμῳ« γὰρ »ἦν τὸ ἀληθινὸν φῶς«, τῷ περιγείῳ τόπῳ τῷ κατὰ τὴν ἡμετέραν <οἰκουμένην> νοουμένῳ, »καὶ ὁ κόσος αὐτὸν οὐκ ἔγνω«, οἰ ἐν τῷ περιγείῳ τόπῳ ἄνθρωποι, τάχα δὲ καὶ αἱ οἰκεῖαι τῷ χωρίῳ τού- τῳ δυνάμεις. ἄτοπον γὰρ λέγειν τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς σύστημα, ὥστ’ εἐπεῖν ἄν ὅτι ἥλοις καὶ σελήνη καὶ ὁ χορὸς τῶν ἀστέρων καὶ οἱ ἐν ὅλῳ τῷ κόσμῳ τούτῳ ἄγ- γελοι οὐκ ἔγνωσαν »τὸ ἀληθινὸν φῶς« καὶ ἀγνοοῦντες αὐτὸ ἐτήρησαν τὴν ἐπιτεταγμένην αὐτοῖς ἀπὸ θεοῦ τάξιν. ἀλλὰ καὶ ὅταν λέγηται ὑπὸ τοῦ σωτῆρος ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ· »καὶ νῦν δόξασόν με, πάτερ, παρὰ σεαυτῷ τῇ δόηῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί«, χρὴ ἀκούειν κόσμον λέγεσθαι τὴν καθ' ἡμᾶς ἐπὶ γῆς οἰκουμένην· ἀλλὰ καὶ ὁ σωτὴρ λέγων· »κἀγὼ πρὸς σὲ ἔρχομαι, καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ«, τὸν ἐπίγειον τὰ ἀντικείμενα αὐτὸν λέγειν φάσκοντα· »κἀγὼ πρὸς σὲ ἔρχομαι, καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ καὶ ἐν τῷ κόσμῳ εἰμί«. ἀλλὰ καὶ ἐν τῷ2 »καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ« τὸν περίγειον τόπον τοῦτον νομιστέον. ἀπὸ γὰρ τούτου τοῦ κόσμου ἔδωκε τῷ υἱῷ ὁ ἀνθρώπους, περὶ ὧν ὁ σωτὴρ ῤρωτᾷ τὸν πατέρα μόνων, καὶ »οὐ περὶ τοῦ κόσμου« ὅλου τῶν ἀνθρώπων. σαφῶς δὲ οὗτος σημαίνεται καὶ ἐκ τοῦ »καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου«· ἐμίσησε γὰρ ἡμᾶς (ἐξ οὗ μηκέτι σκοποῦμεν »τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα«) διὰ τὴν Ἰησοῦ διδασκαλίαν οὐ κόσμος ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς συνεστηκὼς πᾶς, ἀλλ' οἱ ἐπὶ γῆς μεθ' ἡμῶν ἄνθρωποι. τὸ »οὐκ εἰσὶν ἐκ τοῦ κόσμου« ἴσον ἐστὶ τῷ οὐκ εἰσὶν ἐκ τοῦ περιγείου τόπου· οὕτω δὲ καὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ »ἐκ τοῦ κόσμου οὐκ εἰσὶν« ὡς οὐδ' αὐτὸς »ἐκ τοῦ κόσμου« ἦν. ἔτι δὲ καὶ τὸ »ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας« (δὶς εἰρημένον ἐν τῷ κατὰ Ἰωάννην) οὐκ ἀναφέρεται ἐπὶ τὰ κρείττονα τῶν ἀνθρώπων, ἀλλ' ἐπὶ τοὺς χρῄζοντας πιστεύειν ἀνθρώπους ὅτι ὁ πατὴρ τὸν υἱὸν εἰς τὸν τῇδε κόσμον ἀπέστειλε. καὶ παρὰ τῷ ἀποστόλῳ δὲ »ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ«.
- 13.21.1
Εἰ δὲ οὐαὶ τοῖς πανταχοῦ
- 13.21.2
τῆς γῆς ἀνθρώποις ἀπὸ τῶν σκανδάλων, ὧν καὶ τὰ σκάνδαλα ἅπτεται, οὐκ εἰσὶ δὲ οἱ μαθηταὶ »ἐκ τοῦ κόσμου« μὴ σκοποῦντες »τὰ βλεπόμενα« καθὼς οὐδὲ ὁ διδάσκαλος »ἐκ τοῦ κόσμου« ἐστίν, οὐδενὶ τῶν μαθητῶν τοῦ Ἰησοῦ ἐστιν ἀπὸ τῶν σκανδάλων οὐαί, ἐπείπερ »ἐστὶν εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον τοῦ θεοῦ, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον«. εἰ δέ τις δοκεῖ μὲν χρηματίζειν μαθητής, ἔτι δέ ἐστιν »ἐκ τοῦ κόσμου« σμου« διὰ τὸ ἀγαπᾶν »τὸν κόσμον« καὶ »τὰ ἐν αὐτῷ« (λέγω δὲ τὴν ἐν τῷ χρήματα ἤ κτήματα ἤ ὁποιανποτοῦν περιουσίαν),ὡς μὴ ἁρμόζειν αὐτῷ 20 τὸ »ἐκ τοῦ κόσμου οὐκ εἰσίν«, ἀληθῶς ὡς »ἐκ τοῦ κόσμου« ὄντι τούτῳ τὸ τῷ κόσμῳ συμβαῖνον οὐαὶ ἀπὸ τῶν σκαν δάλων συμβήσεται αὐτῷ. ὁ δὲ θέλων ἐκκλῖναι τὸ οὐαὶ τοῦτον μὴ ἔστω φιλόζωος, ἀλλὰ ἔστω φιλόζωος, ἀλλὰ λεγέτω κατὰ Παῦλον· »ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ«· οἱ γὰρ »ὄντες ἐν τῷ σκήωει« ἅγιοι στενάζουσι »βαρούμενοι« ἀπὸ τοῦ τῆς ταπεινώσεως σώματος καὶ πάντα ταπεινώσεως σώματος καὶ πάντα πράττουσιν, ἵνα ἄξιοι γένωνται εὑρεθῆναι ἐν τῷ τῆς ἀναστάσεως μυστηρίῳ, ὅτι »μετασχηματίσει« ὁ θεὸς οὐ πάντων »τὸ σῶμα τῆς ταπεινώσεως«, ἀλλὰ τῶν Χριστῷ γνησίως μαθητευομένων. εἰς τὸ γενέσθαι αὐτὸ »σύμμορφον <τῷ σώματι> τῆς δόξης« τοῦ Χριστοῦ. ὥσπερ γὰρ οὐδὲν τῶν οὐαὶ συμβαίνει τινὶ τῶν Χριτοῦ μαθητῶν, οὕτως οὐδὲ τὸ οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων. ἐὰν γὰρ καὶ μυρία σκάνδαλα γίνηται, ἀλλ' οὐχ ἅψεται τῶν οὐκέτι »ἐκ τοῦ κόσμου«. εἰ δὲ ἐπιδέχεταί τις τὸ σκανδαλίζεσθαι παρὰ τὸ ἀνερμάτιστον τῆς πίστεως καὶ ἀβέβαιον τῆς πρὸς τὸν λόγον τοῦ θεοῦ θεοῦ συγκαταβάσεως, ἴστω μηδέπω χρηματίζων παρὰ τῷ Ἰησοῦ μαθητὴς αὐτοῦ. τοσαῦτα δὲ ἔρχεσθαι νομιστίον σκάνδαλα, ὥστε τὸ οὐαὶ μὴ ἐπί τινα μόρια τῆς γῆς φθάνειν, ἀλλ' ἐπὶ τὸν ὅλον ἐν αὐτῇ κόσμον.
- 13.22.1
Καὶ ἀνάγκη ἐστὶν ἐλθεῖν τὰ σκάνδαλα, ἅπερ ἄλλα νομίζω εἶναι τῶν ἀνθρώπων δι' ὧν ἔρχεται. τὰ οὖν ἐρχόμενα σκάνδαλα στρατιά τις ἐστὶ τοῦ διαβόλου, ἄγγελοι αὐτοῦ καὶ μοχθηρὸς χορὸς πνευμάτων ἀκαθάρτων, ἅπερ ζητοῦντα ὄργανα δι' ὧν ἐνεργήσει εὑρίσκει πολλάκις μὲν τοὺς πάντη ξένους τῆς εὐσεβείας, ἔσθ' ὅτε δὲ καὶ τῶν νομιζομένων τινὰς πιστεύειν τῷ λόγῳ τοῦ θεοῦ, οἷς χεῖρόν ἐστι τὸ οὐαὶ παρὰ τὸ οὐαὶ τῷ σκανδαλιζομένῳ, ὥσπερ καὶ »Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως« ἤπερ τοῖς τόποις ἔνθα ἐποίησε μὲν σημεῖα ὁ Ἰησοῦς καὶ τέρατα, οὐκ ἐπιστεύθη δέ. δυνηθείη δ' ἄν τις ὥσπερ πραγματείαν πακαριζομένων καὶ ἐφ' οἷς μακαρίζονται συναγωγῆς, οὕτω καὶ ἐκ τῶν γεγραμμένων οὐαὶ καὶ καὶ ἐκ τῶν γεγραμμένων οὐαὶ καὶ τῶν ἐφ' οἷς λέλεκται τὸ οὐαί. ἔτι δὲ καὶ εἰς τὸ χεῖρον εἶναι τὸ ἀπὸ τοῦ σκανδαλίζοντος οὐαὶ παρὰ τὸ τοῦ σκανδαλιζομένου
- 13.22.2
παραστήσεις τὸ »ὃς δ’ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ« καὶ τὰ ἐξῆς· ἐκδικουμένου γὰρ τοῦ σκανδαλισθέντος μικροῦ ἀπὸ τοῦ σκανδαλίσαντος αὐτὸν τοιοῦτον συμφέρει βαρὺ καὶ δυσυπομόνητον ὃ ἀναγέγραπται εἶναι περὶ τοῦ σκανδαλίζοντος. ταῦτα δὲ εἰ ἐπιμελέστερον ἐν <ε> νοοῦ- »εἰς τοὺς ἀδελφοὺς καὶ«τύπτειν »αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν«, ἵνα μὴ »εἰς χριστὸν« ἁμαρτάνωμεν, πολλάκις ἀπολλυμένων οὐ μόνον τῇ ἡμετέρα »γνώσει« ἀλλὰ καὶ ἄλλοις τισὶ τῶν περὶ ἡμᾶς ἀδελφῶν, δι’ οὕς »χριστὸς ἀπέθανεν« ἐφ’ οἶς »εἰς χρστὸν« ἁμαρτάνοντε τίσομεν δίκας ἐκδικουμένης τῆς τῶν δι’ ἡμᾶς ἀπολλυμένων ψυχῆς ἐξ ἡμῶν.
- 13.23.1
Μετὰ ταῦτα βασανιστέον τὸ τῆς ἀνάγκης ὄνομα ἐν τῷ ἀνάγ-
- 13.23.2
κη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα καὶ τὸ ἰσοδυναμοῦν αὐτῷ παρὰ τῷ Λουκᾷ· »ἀνένδεκτόν ἐστιν τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα« (ἀντὶ τοῦ ἀδύνατον). καὶ ὥσπερ ἀνάγκη τὸ θνητὸν ἀποθνῇσκειν καὶ ἀνένδεκτον αὐτὸ μὴ ἀποθανεὶν, καὶ ἀνάγκη τρέφεσθαι τὸν ἐν σώματι — ἀνένδεκτον γὰρ τὸν μὴ τρεφόμενον ζῆν —, οὕτως ἀνάγκη <ἐλθεῖν τὰ σκάνδαλα> καὶ ωἀνένδεκτον μὴ ἐλθεῖν τὰ σκάνδαλα«, ἐπεὶ ἀνάγκη καὶ προϋφστάναι τὴν κακίαν τῆς ἀρετῆς ἐν οὐρανίοις, ἀφ’ ἧς κακίας τὰ σκάνδαλα. ἀνένδεκτονν γὰρ ἐστιν ἄνθρτωπον εὑρεθῆναι πάντη ἀναμάρτητον καὶ χωρὶς ἁμαρτίας ἀνειληφότα τὴν ἀρετήν. ἡ γὰρ ἐν ταῖς πονηραῖς δυνάμεσι κακία, ἀρχηγικὴ τυγχάνουσα τῆς ἐν ἀνθρώποις κακίας, πάντως ὁρμᾷ ἐπὶ τὸ διά τινων ὀργάνων ἐνεργῆσαι κατὰ τῶν τοῦ κόσμου ἀνθρώπων. τάχα δὲ καὶ πλεῖον αἱ πονηραὶ δυνάμεις ἐξαγριοῦνται ἐκβαλλόμεναι τῷ λόγῳ τοῦ Ἰησοῦ καὶ <οἱ δαίμονες τρεφθέντες τῷ αἵματι τῶν θυσιῶν ἐξοργίζονται< μειουμένης τῆς λατρείας αὐτῶν τῶν ἐθίμων θυσιῶν αὐτοῖς οὐ προσφερομένων, καὶ ἀνάγκη ἐστὶ ταῦτα ἐλθεῖν, οὐκ ἀνάγμη δὲ διὰ τοῦδέ τινος. διόπερ ὡς τόπον δεδωκότι τῇ πονηρᾷ ἐνεργείᾳ σκανδαλίζειν προαιρουμένῃ τῷ ἀνθρώπῳ δι’ οὗ τὸ σκάνδαλον ἔρχεται, γίνεται τὸ οὐαί. μὴ νομίσῃς δὲ φύσει τινὰ καὶ ἐκ κατασκευῆς τὰ σκάνδαλα εἶναι ἀνθρώπους ζητοῦντα δι’ ὧν ἔλθῃ· ὡς γὰρ »ὁ θεὸς θάνατον οὐλ ἐποίησεν«, οὕτως οὐδὲ σκάνδαλα ἔκτισεν, ἀλλὰ τὸ αὐτεξούσιον ἐγέννησεν ἔν τισι τὸ σκάνδαλον, μὴ βουληθεῖσιν ἀνατλῆναι τοὺς ὑπὲρ ἀρετῆς πόνους.
- 13.24.2
Καὶ καλὸν μὲν οὖν εἰ ἐπαινετὸς εἴη ὁ ὀφ θαλμὸς καὶ ἡ χείρ, ἵνα μὴ δύνηται εὐλόγως »εἰπεῖν ὁ ὀφθαλμὸς τῇ χειρί· χρείαν σου οὐκ ἔχω«. εἰ δέ τις ἐν τῷ ὅλῳ σώματι τῶν συναγωγῶν τῆς ἐκκλησίας χεὶρ χρηματίσας διά τι πρακτικόν, μεταβαλὼν γένοιτο σκανδαλίζουσα χείρ, λεγέτω τῇ τοιαύτῃ χειρὶ ὁ ὁφθαλμός· »χρείαν σου οὐκ ἔχω«, καὶ εἰπὼν ἐκκοψάτω αὐτὴν καὶ βαλέτω ἀφ’ ἑαυτοῦ. οὕτω δὲ καλὸν μέν, εἰ καἲ κεφαλήτις εἴη μακαρία καὶ πόδες ἄξιοι τῆς μακαρίας κεφαλῆς, ἵνα μὴ δύνηται τὰ πρέποντα ἑαυτῇ τηροῦσα »ἡ κεφαλὴ τοῖς ποσὶν« εἰπεῖν· »χρείαν ὑμῶν οὐκ ἔχω«. εἰ μέντοι τις εὐρεθείη ποὺς σκάνδαλον τοῦ ὅλου γινόμενος σώματος, λεγέτω ἡ κεφαλὴ τῷ τοιούτῳ ποδί· »χρείαν σου οὐκ
- 13.24.3
ἔχω((, καὶ ἐκκόψας αὐτὸν βαλέτω ἀπ’ αὐτοῦ. καὶ γὰρ πολλῷ βέλτιον εἰσελθεῖν εἰς τὴν ζωὴν τὸ λοιπὸν σῶμα (λεῖπον τῷ σκανδαλίσαντι ποδὶ ἢ τῇ σκανδαλισάσῃ χειρί), ἤπερ διασοθέν- τος τοῦ σκανδάλοθἐπὶ<ὅλον τὸ σῶμα> ὅλον τὸ σῶμα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρὸς μετὰ τῶν δύο ποδῶν ἢ τῶν δύο χειρῶν. οὕτω δὲ καλὸν μὲν τὸν δυνηθέντα γε- νέσθαι ὀφθαλμὸν τοῦ ὅλου σώματος ἄξιον εἶναι <τῆς κεφαλῆς> Χριστοῦ καὶ τοῦ ὄλου σώματος. εἰ μέντοι μεταβάλοι ποτὲ ὁ τοιοῦτος ὀφθαλ- μὸς εἰς τὸ γενέσθαι αὐτὸν σκάνδαλον τοῦ ὅλου σώματος, καλὸν αὐτὸν ἐξε- λόντα ἔξω βαλεῖν τοῦ σώματος ὅλου καὶ χωρὶς ἐκείνου τοὺ ὀφθαλμοῦ σω- θῆναι τὸ λοιπὸν σῶμα, ἢ (μετ’ αὐτοῦ ὅλου βεβλαμμένου τοῦ σώματος) βληθῆναι ὅλον βεβλαμμένον τὸ σῶμα εἰς τὴν γέενναν τοῦ πυρός.
- 13.25.1
Δυνατὸν δὲ τοῖς ῥητοῖς τού- τοις χρήσασθαι καὶ ἐπὶ τῶν οἰκειοτά- των καὶ ὡσπερεὶ μελῶν ἡμῶν, διὰ τὴν πολλὴν οἰκειότητα εἴτε συγγενικὴν εἴτε ἔκ τινος συνηθείας (ἴν’ οὕτως ὀνομάσω) ξιλικῆς μελῶν ἡμῶν νενο- μισμένων, ὧν οὐ χρὴ φείσασθαι τὴν ψυχὴν ἡμῶν βλαπτόντων. ἐκκόψω- μεν γὰρ ἀφ’ ἑαυτῶν, ὡς χεῖρα ἢ πόδα ἢ ὀφθαλμόν, πατέρα ἢ μητέρα τὰ ἐναντία τῇ θεοσεβείᾳ ἡμᾶς πρὰττειν θέλοντας καὶ υἱὸν ἢ θυγα- τέρα (τὸ ὅσον ἐφ’ ἑαυτοῖς) ἀφιστάν- τας ἡμᾶς τῆς ἐκκλησίας τοῦ ἀφιστάν- στοῦ καὶ τῆς ἀγάπης αὐτοῦ. ἀλλὰ κἂν ))γυνὴ ἡ ἐν κόλπῳ ἢ φίλος ὁ ἴσος τῆς ψυχῆς(( σκόνδαλα ἡμῶν γίνων- ται, μὴ φεισώμεθα, ἀλλὰ ἐκκόψαντες αὐτοὺς ἀφ’ ἑαυ- τῶν βάλωμεν ἔξω τῆς ψυχῆς ἡμῶν ὡς οὐκ οἰκείους, ἀλλὰ πολεμίους
- 13.25.2
ἡμῶν τῇ σωτηρίᾳ. ὅστις γὰρ »οὐ μι- σεῖ τὸν πατέρα καὶ τὴν μητέρα« καὶ τὰ ἐπιφερόμενα, ὅτε καιρός ἐστιν αὐτὰ μισεῖν ὡς πολέμια καὶ ἐπί- βουλα, ἵνα δυνηθῇ κερδῆσαι Χρι- στόν, οὖτος οὐκ ἔστιν ἀφιος τοῦ υἱοῦ τοῦ θεοῦ. καὶ ἐπὶ τούτων γε ἔστιν εἰπεῖν ὅτι ἐκ περιστάσεως οἱονεὶ χωλός τις σώζεται ἀπολέσας πόδα (φέρε εἰπεῖν τὸν ἀδελφὸν) καὶ μόνος κληρονομῶν τὴν βασιλείαν τοῦ θεοῦ, καὶ κυλλός <τις> σώζεται (μὴ σωζο- μένου αὐτῷ τοῦ πατρὸς <ἢ τῆς μη- τρός> ἀλλ’ ἐκείνων μὲν ἀπολλυμένων αὐτοςῦ δὲ χωριζομένου ἐκείνων), ἵνα μόνος τύχῃ τῶν μακαρισμῶν. οὕτω δὲ καὶ μονόμματός τις σώζεται (τὸν ὀφθαλμὸν τῆς ἐαυτοῦ οἰκίας εκκόψας, τὴν γαμετὴν πορνεύσασαν), ἵνα μὴ <μετὰ τοιούτου ὀφθαλμοῦ> δύο ὀξθαλμοὺς ἔχων ἀπέλθῃ εἰς τὴν γέενναν τοῦ πυρός. δύναται γὰρ καὶ τὸ ἁμαρτητικῶς μὲν (ἵν’ οὕτως ὁνομλάσω) <πρακτικὸν καὶ> πορευτικὸν τῆς ψυχῆς, ἁμαρτητικῶς δὲ διορατικὸν ἡ σκανδαλίζουσα εἶναι χεὲρ καὶ ὁ σκανδαλίζων ποὺς καὶ ὁ σκανδαλίζων ὀφθαλμός· ἅτινα κρεῖττον ἀποβαλεῖν <κακὰ ὄντα> καὶ ἀποθέμενον αὐτὰ χωρὶς αὐτῶν εἰ- σελθεῖν εἰς τὴν ζωὴν *** οἱονεὶ χωλὸν ἢ κυλλὸν ἢ μονόμματον, ἢΗ μετ’ ἐκείνων τὴν ὅλην ὀπολέσαι ψυχήν. ὁμοίως καὶ ἐπὶ τῆς ψυχῆς καλὸν καὶ μακάριον ἐπὶ τοὶς βελτίστοις χρῆσθαι τῇ δυνάμει αὐτῆς· εἰ δὲ μέλλομεν διά τινα μίαν *** ἀπολέσθαι, αἱρετώτερον ἀποβαλεῖν τὴν χρῆσιν αὐτῆς <σκανδαλιζούσης>, ἵνα μετὰ τῶν ἄλλων δυνάμεων σω- θῶμεν.
- 13.26.1
Ὁρᾶτε μὴκαταφρονή- σητε ἑνὸς τῶν μικρῶν τούτων. δοκεῖ μοι ὅτι ὥσπερ ἐν τοῖς ἀνθρω- πίνοις σώμασίν ἐστι μεγέθη διάφορα, ὠς τινὶς μὲν αὐτῶν εἶναι μικροὺς ἐτέρους δὲ μεγάλους καὶ ἄλλους <τοὺς> μεταξύ, καὶ πάλιν εἶναι μικρῶν διαξορὰς ἐπὶ πλεῖον καὶ ἔλαττον ὄντων μικρῶν, ὁμοίως καὶ μεγάλων, καὶ τῶν μετα- εύ, οὕτως καὶ ἐν ταῖς τῶν ἀνθρώπων ψυχαὶς ἐστί τινα χαρακτηρίζοντα τὴν μικρότητα αὐτῶν καὶ ἄλλα τὴν (ἵν’ οὕτως εἴπω) μεγαλότητα καὶ ἁπαξαπλῶς<ἄλλα>ἀνάλογον τοῖς σωματικοὶς τὴν μεταξύτητα. ἀλλ’ ἐπὶ μὲν τῶν σωμάτων οὐ παρὰ τὴν αἰτίαν τοῦ ἀνθρώπου, ἀλλὰ παρὰ τοὺς σπερματικοὺς λόγους ὁ μέν τίς ἐστι βραχὺς καὶ μικρός, ὁ δὲ μέγας, ὁ δὲ μεταζύ. ἐπὶ δὲ τῶν ψυχῶν καὶ τὸ ἐφ’ ἡμῖν καὶ αἱ τοιαίδε πράξεις καὶ τὸ τοιοῦτον ἦθος τὴν αἰτίαν ἔχει τοῦ μέγαν τινὰ εἶναι ἢ μικρὸν ἢ ἐν τοῖς μεταξὺ τυλχάνειν· καὶ ἔστιν ἐκ τοῦ ἐφ’ ἡμῖν ἤτοι προκόπτειν τῇ
- 13.26.2
ἡλικίᾳ ἐπιδιδόντα εἰς μέγεθος ἣ μὴ προκόπτοντα εἶναι βραχύν. καὶ οὕτω γε ἀκούω περὶ τοῦ σωτῆρος ἀναλαβόντος καὶ ἀνθρωπίνην ψυχὴν τὸ »ὁ Ἰησοῦς προέκπτεν«. ὡς γὰρ ἐκ τοῦ ἐφ᾿ ἡμῖν τῆς ψυχῆς αὐτοῦ ἦν ἡ »ἐν σοφίᾳ« προκοπὴ »καὶ χάριτι«, οὕτως καὶ ἐν »ἡλικίᾳ«· καὶ ὁ ἀπόστολος· »μέχρι καταντήσωμεν πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ«. καταντᾶν γὰρ εἰς ἄνδρα καὶ τοῦτο[ν] τέλειον, »κατὰ τὸν ἔσω ἄνθρωπον« νομιστέον, τὸν διαβάντα τὰ τοῦ νηπίου καὶ φθάσαντα ἐπὶ τὸν ἄνδρα καὶ καταργήσαντα »τὰ τοῦ νηπίου« καὶ ἁπαξαπλῶς τελειώσαντα τὰ τοῦ ἀνδρός. οὕτω δ᾿ ὑποληπτέον εἶναί τι καὶ μέτρον πνευματικῆς ἡλικίας, ἐφ᾿ ὃ ἡ τελειοτάτη δύνται φθάσαι ψυχὴ ἐκ τοῦ μεγαλύνειν τὸν κύριον καὶ μεγάλη γίνεσθαι. Οὕτως οὖν καὶ μεγάλοι μὲν περὶ ὧν τοῦτ᾿ ἀναγέγραπται γεγόνασιν, Ἰσαὰκ καὶ Μωσῆς καὶ Ἰωάννης | καὶ αὐτὸς ἐπὶ πᾶσιν ὁ σωτήρ· καὶ Röm. 7, 22 – 19 I. Kor. 13, 11 – 28 Vgl. Luc. 1, 46 30 οὕτως οὖν] kürzt gegen lat. γὰρ περὶ αὐτοῦ ὁ Γαβριὴλ εἶπε τὸ »ἔσται μέγας«. μεκροὶ δὲ τὰ »ἀρτιγέννητα βρέφη« <ἐν Χριστῷ *** »ἀρτιγέννητα βρέφη«>, »λογικὸν ἄδολον γάλα« ἐπιποθοῦντα, οἵτινες καὶ τῶν παρὰ τῷ Ἡσαΐᾳ λεγομένων τιθηνῶν δέονται καὶ τροφῶν, λέγοντι περὶ τῆς ἀπὸ τῶν ἐθνῶν κλήσεως· »καὶ ἄξουσι τοὺς υἱοὺς ἐν κόλπῳ, τὰς δὲ θυγατέρας ἐπὶ τῶν ὤμων ἀροῦςι, καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχαυσαι αὐτῶν τροφοί σου«. ἐπιστήσεις οὖν διὰ ταῦτα καὶ τῷ μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν, μήποτε οἱ ἄγγελοι αὐτῶν οἰ ἄγοντες αὐτούς εἰσιν »ἐν κόλπῳ«, ἐπὰν ὦσιν υἱοί, ἀλλὰ καὶ ἐπὶ τῶν »ὤμων« αἴροντες τὰς λεγομένας »θυγατέρας«, καὶ ἀπὸ τούτων εἰσὶ »τιθηνοὶ« μὲν οἱ λεγόμενοι »βασιλεῖς«, »τροφοὶ« δὲ αἰ ὀνομαζόμεναι »ἄρχουσαι«. καὶ ἐπεὶ οἱ δεικνύμενοι ὑπὸ τοῦ σωτῆρος ἡμῶν μικροὶ ὡς ὐπὸ τροφῶν καὶ τιθηνῶν οἰκονομοῦνται, διὰ τοῦτ´ οἶμαι καὶ Μωςέα, πιστεύοντα ἐν τῇ τῶν μεγάλων ἤδη τετάχθαι χώρᾳ, εἰρηκέναι πρὸς τὸ »ὁ ἄγγελός μου προπορεύ- σεται ὑμῶν« τὸ »εἰ μὴ αὐτὸς συμπορεύῃ μετ’ ἐμοῦ, μή με ἀναγάγῃς ἐντεῦθεν«· εἴπερ γὰρ ὁ μικρὸς μὲν καὶ »κληρονόμος« — ᾗ »νήπιος« δὲ ὡς μηδὲν διαφέρων »δούλου« (ὅτε ἐστὶ νήπιος) καὶ ᾗ μικρός ἐστι — τὸ τῆς »δουλείας εἰς φόβον« ἔχει πνεῦμα, ὁ δὲ μηδαμῶς ἔτι τοιοῦτος, οὐκέτι μὲν τὸ τῆς »δουλείας«, ἤδη δὲ τὸ τῆς »υἱοθεςίας«, ὅτε »ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον«, δῆλον ἔσται σοι, ὅτι κατὰ ταῦτα παρευβάλλειν λέγεται ὁ »ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν« καὶ ῥύεσθαι »αὐτούς«. ἐπιστήσεις δὲ κατὰ ταῦτα καὶ εἰ μικρῶν μέν εἰσιν ἄγγελοι τῶν πνεύματι »δουλείας [τῶν] εἰς φόβον« ἀγομένων (ἐπεὶ »παρεμβάλλει ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύεται αὐτούς«), μεγάλων δὲ ὁ τῶν ἀγγέλων μείζων κύριος (ὅστις λέγοι ἂν περὶ ἑνὸς ἑκάστου αὐτῶν τὸ »μετ’ αὐτοῦ εἰμι ἐν θηίψει«). καὶ ὅσον μέν ἐσμεν ἀτελελῖς καὶ δεόμενοι τοῦ βοηθοῦντος ἡμῖν πρὸς τὸ ῥυσθῆναι ἀπὸ κακῶν, ἀγγέλου δεόμεθα περὶ οὗ ἔλεγεν ὁ Ἰακὼβ τὸ »ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν«· τελειωθέντες δὲ καὶ διελθόντες τὸ ὑπὸ »τιθηνοὺς« εἶναι καὶ »τροφοὺς« καὶ »οἰκονόμους« καὶ »ἐπιτρόπους«, χωροῦμεν ἤδη ὑπ’ αὐτῷ οἰκονομεῖσθαι τῷ κυρίῳ.
- 13.27.1
Εἶτα πάλιν ζητήσαι ἄν τις, πότε τῶν δεικνυμέωνν ὑπὸ τοῦ σωτῆρος μικρῶν οἱ λεγόμενοι αὐτῶνς ἄγγελοι προΐστανται, πότερον ἀρξάμενοι τὴν οἰκονομίαν περὶ αὐτοὺς διοικεῖν, ἀφ’ οὗ »διὰ λουτροῦ παλιγγενεςίας« (ᾧ ἐγεννήθησαν) »ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα« ἐπιποθοῦσι, καὶ μηκέτι ὑποκείμενοι πονηρᾷ τινι δυνάμει· ἢ ἀπὸ γενέσεως κατὰ τὴν τοῦ θεοῦ πρόγνωσιν καὶ τὸν προορισμὸν αὐτοῦ ἐπιταχθέντες τούτοις »οὓς καὶ προέγνω καὶ προώρισεν« ἐσομένους »συμμόρφους« »τῆς δόξης« τοῦ Χριστοῦ ὁ θεός. καὶ πρὸς μὲν τὸ ἀπὸ γενέσεως ἔχειν ἀγγέλους εἴποι ἄν τις ταῦτα,
- 13.27.2
τὸ »ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου« καὶ τὸ »ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστὴς« καὶ »ἀντελάβου μου ἐκ κοιλίας μητρός μου« καὶ »ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας« καὶ ἐν τῇ Ἰούδα ἐπιστολῇ »τοῖς ἐν θεῷ πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστοῦ τετηρημένοις κλητοῖς«, πάντως ὐπὸ τῶν τηρούντων ἀγγέλων.
- 13.28.1
Πρὸς δὲ τὸ ὅτε »διὰ λουτροῦ« γεγόνα<σιν> »ἐν Χριστῷ« νήτιοι μὴ παρεῖναι ἅγιον ἄγγελον τοῖς ἔτι κακίᾳ *** <ἀλλὰ κατὰ μὲν> τὸν καιρὸν τῆς ἀπιστίας ύπὸ τοῖς ἀγγέλοις εἶναι τοῦ σατανᾶ· μετὰ δὲ τὴν ἀναγέννησιν ὁ τοῦ ἰδίου αἴματ[ς ἐξαγοράσας ἡμᾶς παραδίδωσιν άνίῳ ἀγγέλῳ καὶ διὰ τὴν καθαρότητα βλέτοντι τὸ πρὸσωπον τοῦ θεοῦ.
- 13.28.2
Καὶ τρίτος δ’ ἄν τις τοιοῦτος εἴη κατὰ τὸν τόπον λόγος φάσκων ὅτι δυνατόν, ὥσπερ μεταβαλεῖ ἄνθρωπον ἀπὸ ἀπἲστίας εἰς πίστιν καὶ ἀπὶ ἀκολαςίας εἰς σωφροςύνην κἂὶ ἁπαξαπλῶς ἀπὶ καδίας εἰς ἀρετήν, οὅτω καὶ τὸν ἐγκχειρισμένον ἅμα γενέσει ψυχήν τινα κατὰ μὲν τὰς ἀρχὰς φαῦλον εἶναι δύνασθαι, ὕστερον δέ ξποτε ἀνάλογον τῷ πιστεύοντι πιστεύειν καὶ ἐπὶ τοσοῦτον προκόπτειν, ὡς γενέσθαι αὐτὸν ἄγγελον ἕνα τῶν διὰ παντὸς βλεπόντων τὸ προσωπον τοῦ ἐν οὐρανοῖς πατρός. ἀρξάμενος ἀπὸ τοῦδε τοῦ χρόνου τῷ προγνωσθέντι κατὰ τόνδε τὸν χρόνον πιστεύειν καὶ προορισθέντι συζεύγνυται, τῶν ἀρρήτων κριμάτων τοῦ θεοῦ καὶ ἀνεξερευνήτων καὶ ἀβύσσοις ἐοικότων εἰκότως πᾶσαν τὴν τοιαύτην ἁρμονίαν συναγαγόντων ἀγγέλων πρὸς ἀνθρώπους. δυνατὸν δὲ καὶ ὥσπερ ἀνδρὸς καὶ γυναικὸς ἀμφοτέρων ἀπίστων, ὁτὲ μὲν ὁ ἀνὴρ πρότερονξ πιστεύσας τῷ χρόνῳ σώζει τὴν γυναῖκα, ὁτὲ δὲ ἡ γυνὴ ἀρξαμένη ὕστερόν ποτε πείθει τὸν ἄνδρα, οὕτω γίνεσθαι καὶ ἐπὶ τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων, εἰ μὲν οὖν καὶ ἐπ’ ἄλλων γίνεται ἀγγέλων τὸ τοιοῦτον ἢ μή, καὶ αὐτὸς εξετάσεις. μήποτε δὲ οὐχ ἁρμόζει περὶ τοῦ ἑκάστου ἀγγέλου τὸ τοιοῦτο λέγειν, τοσοῦτον τετιμημένου κατὰ τὸν τοῦ σωτῆρος ἡμῶν λόγον, ὥστε διὰ παντὸς αὐτὸν βλέπειν λέγεσθαι τὸ πρόσωπον τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς. ἐπεὶ δὲ ἐν τοῖς ἀνωτέρω ἐλέγομεν τῶν μὲν μικρῶν εἶναι τοὺς ἀγγέλους, διεληλυθέναι δὲ τὴν τοιαύτην τάξιν τοὺς μεγάλους, ἀντερεῖ τις ἡμῖν ἐκ τῶν Πράξεων τῶν ἀποστόλων, ἔνθα γέγραπται ὅτι Ῥόδη παιδίσκη τις τοῦ Πέτρου »κρούσαντος τὴν θύραν« προσῆλθεν ὑπακοῦσαι, »καὶ ἐπιγνοῦσα τῆν φωνὴν τοῦ Πέτρου«, εἰσδραμοῦσα »ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος«· θαυμάσαντες καὶ οἱ ἐν τῷ οἴκῳ συνηθροισμένοι καὶ ὡσπερεὶ ἀδύνατον εἶναι νομίσαντες τὸν Πέτρον ἀληθῶς ἑστηκέναι »ἔλεγον ὅτι ὁ ἄγγελος αὐτοῦ ἐστι«. φήσει γὰρ ὅτι ἅπαξ μαθόντες ἐκεῖνοι ἕκαστον τῶν πιστευόντων ἔχειν ἄγγελον τόνδε δινᾔδεισαν καὶ Πέτρου τινὰ εἶναι ἄγγελον. ὁ δὲ παριστάμενος οἷς προειρήκαμεν φήσει ὅτι οὐκ ἀναγκαῖον εἶναι δόγμα τὸν τῆς Ῥόδης λόγον, τάχα δὲ καὶ οὐκ ἠκριβωκότων πότε μὲν ὑπ’ ἀγγέλων τῳ ὡς μικρός τις καὶ φοβούμενος τὸν θεὸν οἰκονμεῖται, πότε δὲ ἤδη ὑπ’ αὐτῷ τῷ κυρίῳ. μετὰ ταῦτα εἰς κατασκευὴν τοῦ ὡς ἐξειλήφαμεν νοεῖσθαι τὸν μικρὸν λεχθησεται ὅτι οὐ δεύμεθα μὲν ἐντολῆς τῆς περὶ τοῦ μὴ καταφρονεῖν ἐπὶ τῶν μεγάλων ***, χρῄζομεν δὲ αὐτῆς ἐπὶ τῶν μικρῶν. διὸ οὐχ ἁπλῶς εἴρηται· μὴ καταφρονήσητε ἑνὸς τούτων, δεικνυμένων πάντων τῶν μαθητῶν, ἀλλ’ ἑνὸς τούτων τῶν μικρῶν, <μικρῶν> δεικνυμένων ὑπὸ τοῦ βλέποντος μικρότητα καὶ μεγαλότητα ψυχῆς.
- 13.29.1
Ἄλλος δ’ ἂν λέγοι μικρὸς ἐν τούτοις λέγεσθαι τὸν τέλειον συγχρώμενος τῷ »ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγς«, καὶ φήσει ὅτι ὁ ταπεινῶν ἑαυτὸν καὶ <γινόμενος μιμητὴς τοῦ ἑαυτὸν ταπεινώσαντος ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας καὶ> γινόμενος νήπιος ἐν μέσῳ πάντων <τῶν> πιστευόντων (κἂν ἀπόστολος, κἂν κπίσκοπος ᾖ) καὶ γινόμενος τοιοῦτος »ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα«, οὗτός ἐστιν ὁ δεικνύμενος ὑπὸ τοῦ Ἰησοῦ μικρός, καὶ ἄξιόν γε τοῦ τοιούτου ἄγγελον εἶναι βλέποντα τὸ πρόσωπον τοῦ θεοῦ. τὸ γὰρ μικροὺς λέγειν ἐνταῦτθα τοὺς τελείους κατὰ τὸ »ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας« καὶ ὡς ὁ Παῦλος εἶπεν τὸ »ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη« δόξει μὴ συνᾴδειν τῷ »ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων« καὶ τῷ οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. ὁ γὰρ ὡς ἀποδέδοται νῦν μικρὸς οὐ σκανδαλισθείη οὐδ᾿ ἀπόλοιτο ἄν· »εἰρήνη γὰρ πολλὴ τοῖς ἀγαπῶσι τὸ ὄνομα τοῦ θεοῦ, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον«. καὶ οὐκ ἂν ἀπόλοιτο ὁ πάντων μικρότερος ἐν πᾶσι τοῖς μαθηταῖς Χριστοῦ ὑπάρχων καὶ διὰ τοῦτο γινόμενος μέγας· καὶ ἐπεὶ οὐκ ἂν ἀπόλοιτο, λέγοι ἂν τὸ »τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης« καὶ τὰ ἑξῆς. ἀλλ᾿ ὁ βουλόμενος τὴν τελευταίαν ταύτην κρατεῖν διήγησιν φήσει, ὅτι μεταπτωτή ἐστι καὶ ἡ τοῦ δικαίου ψυχή, ὡς μαρτυρεῖ καὶ ὁ Ἰεζεκιὴλ λέγων τὸν δίκαιον ἀφίστασθαι δύνασθαι τῶν ἐντολῶν τοῦ θεοῦ, ὡς μὴ λογισθῆναι Αὐτῷ τὴν προτέραν δικαιοςύνην. διὰ Τοῦτο λέγεται· »ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων« καὶ τὸ οὐκ ἔστι θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, ἵνα ἀπόληται εἶς τῶν μικρῶν τούτων. Τὰ δὲ περὶ τῶν ἑκατὸν προβάτων ἔχεις εἰς τὰς κατὰ Λουκᾶν ὁμιλίας.
- 13.30.1
Ἐὰν <δὲ> ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε ἔλεγξον 30 αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ Μόμου (18, 15[—18]). Ὁ μὲν ἐπερειςάμενος τῇ λέξει <καὶ Τὴν> ὑπερβάλλουσαν τοῦ Ἱησοῦ φιλ- ανθρωπίαν παριστὰς φήσει ὅτι, τῶν ῥητῶν διαφορὰν ἁμαρτημάτων οὐχ ὑποβαλλόντων, περισςὸν ποίησουσι καὶ παρὰ τὴν χρηστότητα τοῦ Ἰησοῦ Οἱ προσυπακούοντες ἐπὶ τῶν ἐλατ- Τόνων < μόνων> ἁμαρτημάτων ταῦτα Χώραν ἔχειν λέγεσθαι. ἄλλος δέ τις καὶ τῇ λέξει ἐπερειδό- μενος καὶ μὴ ἔξωθεν προσυπα- κούειν θέλων ταῦτα μὴ περὶ παν- τὸς ἁμαρτήματος λέγεσθαι φήσει, ὅτι ὁ τὰ μεγάλα ἐκεῖνα ἀμαρτάνων οὐδὲ ἀδελφός ἐστιν, ἀλλ’ (εἰ ἄρα) ἀδελφὸς ἀνομαζόμενος, ὥς φησιν ὁ ἀπόστοος· »ἐὰν [δέ] τις ἀδελφὸς ἀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης (καὶ τὰ ἑξῆς) τῷ τοιούτῳ μηδὲ συνε- Σθίειν«. Οὐδεὶς γὰρ εἰδωλολάτρης ἀδελφὸς οὐδὲ πόρνος οὐδὲ πλεο- νέκτης· εἰ γὰρ ἔχει τι τούτων, δο- κῶν φορεῖν τὸ Χριστοῦ ὄνομα »ἀδελ- φὸς ὀνομαζόμενος« ἀλλ’ οὐκ ἀδελ- Φὸς ἐνδίκως ἂν λέγοιτο. ὥσ περ οὖν Φανταςίᾳ τῆς εἰς ὐπερβολὴν Κ<χρηστό- Τητος> Χριστοῦ ἐπιτριβῆς ἀφορμὰς Παρεῖχεν ὁ ἐπὶ παντὸς ἁμαρτήματος Λέγων τὰ τοιαῦτα εἰρῆσθαι, Κἂν φόνος ᾖ τὸ ἁμάρτημα ἢ φαρμα- Κία ἢ παιδοφθορία ἤ τι τῶν τηλι- κούτων, Οὕτως ἐκ τοῦ ἐναντίου ὁ τὸν ἀδελφὸν Διαστειλάμενος ἀπὸ τοῦ ἀνομαζο- Μένου ἀδελφοῦ Διδάξαι ἂν τὸν ἐπ’ ἐλάττοσι τῶν ἀνθρωπίνων ἁμαρτημάτων μὴ ἐπι- Στρέφοντα μετὰ τὸν ἔλεγχον ὡς ἐθνικὸν καὶ τελώνην λογισθῆναι ἐπὶ ἁμαρτήμασι τοῖς »μὴ πρὸς θάνα- τον« ἢ (ὡς ὠνόμασεν ἐν Ἀριθμοῖς ὁ Νόμος) τοῖς μὴ θανατηφόροις· ὅπερ Δόξαι ἂν ὠμότερον τυγχάνειν. Οὐ Γὰρ οἶμαι ταχέως εὑπεθήσεσθαί τινα τὸν μὴ τρὶς ἐπὶ τῷ αὐτῷ εἴδει τῆς ἁμαρτίας ἐλεγχθέντα, φέρ’ εἰπεῖν λοιδορίᾳ (καθ’ ἣν οἱ λοιδοροῦντες δυσφημοῦσι τοὺς πέλας) ἤτοι φυ- σιώσει ἢ πολυποςίᾳ ἢ λόγῳ ψευδεῖ καὶ ἀργῷ, ἤ τινι Τῶν ἐν τοῖς πολλοῖς.
- 13.30.2
Ζητήσεις οὖν, μήποτε λανθά- Νει τις κατὰ τὸν τόπον τήρησις καὶ Τοὺς φανταςίᾳ τῆς τοῦ λόγου χρη- Στότητος καὶ πρὸς τοὺς τὰ μέγιστα ἡμαρτηκότας τὸ συγγνωμονικὸν δι- κόντας, καὶ τοὺς ἐπὶ τοῖς ἐλαχίστοις διδάσκοντας λογίζεσθαι <καὶ διὰ τοῦ- Το εὐξέως> ὡς ἐθνικὸν καὶ τελώνην Τὸν μετὰ <τὸ ἐλεγχθῆναι δὶς ἢ> τρὶς Τὰ βραχύτερα ἡμαρτηκότα ἀλλότριον ποιοῦντας τῆς ἐκκληςίας. Τὸ δὲ λανθάνον ἑκατέρους τοιοῦτόν Μοι φαίνεται· τὸ ἐκέρδησας τὸν ἐδελφόν σου ἐπὶ τοῦ μόνου ἀκού- σαντος τάξας ὁ λόγος, οὐκέτι αὐτὸ ἔθηκεν ἐπὶ τοῦ δεύτερον ἢ τρίτον Πταίσαντος καὶ ἐλεγχθέντος, ἀλλ’ ὡσπερεὶ μετέωρον εἴασε τὸ ἀνά- λογον τῷ ἐκέρδησας τὸν ἀδελ- φόν σου δεχθηςόμενον περὶ τοῦ δεύτερον ἢ τρίτον ἐλεγχθέντος. Οὐ Πάντως οὖν κερδαίνεται οὐδὲ πάντως ἀπολεῖται ἢ πληγὰς λήψεται. Καὶ πρόσχες ἐπιμελῶς τῷ πρώτῳ μὲν λέγοντι· ἐπιμελῶς τῷ πρώτῳ μὲν λέγοντι· ἐάν σου ἀκούσῃ, ἐκέρ- δησας τὸν ἀδελφόν σου· τῷ δὲ Δευτέρῳ κατὰ τὴν λέξιν τόπῳ φάσ- Κοντι· ἐὰν δὲ μὴ ἀκούσῃ, πα- Ράλαβε μετὰ σεαυτοῦ ἕνα ἢ Δύο, ἵνα ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται Πᾶν ῥῆμα. Τί οὖν μετὰ τὸ σταθῆναι πᾶν ῥῆμα ἐπὶ δύο ἢ τριῶν μαρτύ- ρων ἔσται τῷ τὸ δεύτερον νουθε- τηθέντι, ἡμῖν ἐννοεῖν καταλέλοιπε. Καὶ πάλιν ἐὰν παρακούσῃ αὐ- τῶν, δῆλον δ᾿ ὅτι τῶν παραληφθέντων μαρτύρων, εἰπὸν (φησὶ) τῇ ἐκκλησίᾳ· καὶ οὐκ εἶπε τί πείσεται, ἐὰν μὴ ἀκούσῃ τῆς ἐκκλησίας, ἀλλ᾿ ἐδίδαξεν ὅτι ἐὰν τῆς ἐκκλησίας παρακούσῃ, δεῖ αὐτὸν εἶναι τῷ τρὶς νονθετήσαντι καὶ μὴ ἀκουσθέντι πρὸς] τὸ λοιπὸν ὡς τὸν ἐθνικὸν καὶ τὸν τελώνην. οὐ πάντως οὖν κερδαίνεται οὐδὲ πάντως ἀπολεῖται, ἀλλ᾿ ὅ τί ποτε πείσεται ὁ τὸ πρότερον μὲν μὴ ἀκούσας μαρτύρων δὲ δεηθείς, ἢ καὶ ὁ τούτων παρακούσας ἐπὶ τὴν ἐκκλησίαν δὲ ἀχθείς, ὁ θεὸς ἂν εἰδείη. ἡμεῖς γὰρ οὐκ ἀποφαινόμεθα κατὰ τὸ »μὴ κρίνετε, ἵνα μὴ κριθῆτε« <καὶ τὸ »μὴ πρὸ καιροῦ τι κρίνετε>, ἔως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν«. Πρὸς δὲ τὸ δοκοῦν σκληρὸν πρὸς τοὺς τὰ ἐλάττονα ἡμαρτηκότας εἴποι τις ἂν ὅτι οὐκ ἔξεστι, δὶς ἑξῆς μὴ ἀκούσαντα τὸ τρίτον ἀκοῦσαι, ὡς διὰ τοῦτο μηκέτι εἶναι ὡς ἐθνικὸν καὶ τελώνην καὶ μηκέτι δεηθῆναι τοῦ ἐπὶ πάσης τῆς ἐκκλησίας ἐλέγχου; δεῖ γὰρ μεμνῆσθαι τοῦ »οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς ἵνα ἀπόληται εἶς τῶν μικρῶν τούτων«. καὶ γὰρ εἴπερ δεῖ »τοὺς πάντας ἡμᾶς« παραστῆναι »ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον«, χρὴ ὅση δύναμις τὰ παρ᾿ αὑτὸν ποιεῖν, ἵνα μὴ περὶ πλειόνων κομίσηται φαύλων διὰ τοῦ σώματος πεπραγμένων, κἂν μέλλῃ περὶ πάντων ὧν ἐποίησε χειρόνων ἀπολαμβάνειν· φιλοτιμητέον δὲ περὶ πλειόνων εὐτοιιῶν μισθὸν κομίσασθαι. ἐπὶ »ᾧ μέτρῳ« μετροῦμεν. »ἀντιμετρηθήσεται« ἡμῖν καὶ »κατὰ τὰ ἔργα τῶν χειρῶν ἡμῶν συμβήσεται« ἡμῖν. καὶ οὐκ ἀπειροπλάσια μέν, ἤτοι δὲ διπλάσια ἢ ἑπταπλάσια λήψονται οἱ ἡμαρτηκότες ἐκ χειρὸς κυρίου τὰ ἁμαρτήματα, <ἔστι δὲ> ὅταν μὴ [καὶ] »κατὰ τὰ ἔργα τῶν χειρῶν« τινι ἀποδιδωῶται, ἀλλὰ πλείονα ὧν πεποίηκεν· Ἱερουσαλὴμ μὲν γάρ, ὡς ὁ Ἡσαΐας ἐδίδαξεν, »ἐδέξατο ἐκ χειρὸς κυρίου διπλὰ τὰ ἁμαρτήματα αὐτῆς«, οἱ δὲ γείτονες τοῦ Ἰσραὴλ (οἵτινές ποτ᾿ ἂν ὦσιν) ἑπταπλάσια λήψονται κατὰ τὸ ἐν Ψαλμοῖς οὕτως εἰρημένον· »ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλαςίονα εἰς τὸν κόλπον αὐτῶν, τὸν ὀνειδισμὸν αὐτῶν ὃν ὠνείδιςάν σε, κύριε«. καὶ ἄλλοι ἂν εὑρεθεῖεν τρόποι τῆς ἀνταποδόσεως, οὓς ἐὰν νοῶμεν, εἰσόμεθα ὅτι λυσιτελεῖ μεθ᾿ ὁποσαοῦν ἁμαρτήματα μετανοεῖν, ἵνα πρὸς τῷ μὴ περὶ πλειόνων κολάζεσθαι ἡμᾶς καὶ περὶ ἀγαθῶν ἐλπίς τις ἡμῖν ὕστερόν ποτε τῶν πεπραγμένον ἀπολειφθῇ, κἂν πρὸ αὐτῶν μυρία ὅσα ἐπταισμένα τινὶ ᾖ· ἄτοπον γὰρ τὰ μὲν χείρονα λογισθῆναί τινι τὰ δὲ μετὰ τὰ χείρονα κρείττονα μηδὲν ὠφελεῖν, ἅπερ καὶ ἀπὸ τοῦ Ἰεζεκιὴλ τοῖς ἐπιμελῶς τηροῦσι τὰ περὶ τῶν τοιούτων ῥητὰ ἔστι μαθεῖν.
- 13.31.1
Καλῶς δέ μοι δοκεῖ συνῆφθαι τῷ μετὰ τὸ τρὶς νενουθετῆσθαι κριθέντι εἶναι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης τὸ ἀμὴν λέγω ὑμῖν (δηλονότι τοῖς κρίνασιν εἶναί τινα ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης), ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς καὶ τὰ ἑξῆς. δικαίως γὰρ ἔδησεν ὁ τρὶς νουθετήσας καὶ μὴ ἀκουσθεὶς τὸν κριθέντα εἶναι ὡς ἐθνικὸν καὶ τελώνην. διόπερ ὁ τοιοῦτος δεδεμένος καὶ δεδικασμένος ὑπὸ τοῦ τοιουδὶ μένει δεδεμένος, οὐδενὸς τῶν ἐν οὐρανῷ ἀναλύοντος τοῦ δεδεκότος αὐτὸν τὴν ψῆφον. οὕτω δὲ καὶ ὁ ἅπαξ νουθετηθεὶς ἄξια ποιήσας τοῦ κερδηθῆναι, λυθεὶς διὰ τῆς νουθεσίας <τοῦ> κερδήσαντος αὐτὸν καὶ μηκέτι »σειραῖς τῶν ἁμαρτιῶν« ἑαυτοῦ περὶ ὧν ἐνουθετήθη δεδεμένος, λελυμένος κριθήσεται <δικαίως καὶ> ὑπὸ τῶν ἐν οὐρανοῖς. πλὴ τὰ ἐν τοῖς ἀνωτέρω μόνῳ τῷ Πέτρῳ δεδομένα ἔοικε δηλοῦσθαι δεδωκέναι πᾶσι τοῖς τὰς τρεῖς νουθεσίας προσαγαγοῦσι πᾶσι τοῖς ἡμαρτηκόσιν, ἵν᾿, ἐὰν μὴ ἀκουσθῶσιν, δήσωσιν ἐπὶ γῆς τὸν κριθέντα εἶναι ὡς ἐθνικὸν καὶ τελώνην ὡς δεδεμένου τοῦ τοιούτου ἐν τῷ οὐρανῷ. ἀλλ᾿ ἐπεὶ ἐχρῆν, εἰ καὶ κοινόν τι ἐπὶ τοῦ Πέτρου καὶ τῶν νουθετησάντων τρὶς τοὺς ἀδελφοὺς λέλεκται, ἐξαίρετόν <τι> ἔχειν τὸν Πέτρον παρὰ τοὺς τρὶς νουθετήσαντας, ἰδίᾳ τοῦτο προτέτακται ἐπὶ τοῦ Πέτρου τὸ »δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν<, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς«> τοῦ καὶ ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς καὶ τὰ ἑξῆς. καίτοιγε εἰ ἐπιμελῶς προςέχομεν τοῖς εὐαγγελικοῖς γράμμασι, καὶ ἐν τούτοις εὕροιμεν ἂν καὶ κατὰ ταῦτα, τὰ δοκοῦντα εἶναι κοινὰ πρὸς τὸν Πέτρον καὶ τοὺς τρὶς νουθετήσαντας τοὺς ἀδελφούς, πολλὴν διαφορὰν καὶ ὑπεροχὴν ἐκ τῶν πρὸς τὸν Πέτρον εἰρημένων παρὰ τοὺς δευτέρους. οὐ γὰρ ὀλίγη διαφορὰ τὸν Πέτρον εἰληφέναι τὰς »κλεῖδας« οὐχ ἑνὸς οὐρανοῦ ἀλλὰ πλειόνων, [καὶ] ἵνα, ὅσα ἐὰν δήσῃ »ἐπὶ τῆς γῆς«, ᾖ δεδεμένα οὐκ ἐν ἑνὶ <μόνον> οὐρανῷ ἀλλ᾿ ἐν πᾶσιν οὐρανοῖς, πρὸς τοὺς πολλοὺς <δὲ ὄντας> δέοντας ἐπὶ τῆς γῆς καὶ λύοντας ἐπὶ τῆς γῆς <οὕτω λέγεσθαι>, ὥστε ταῦτα δεδέσθαι καὶ λελύσθαι οὐκ ἐν »οὐρανοῖς«, ὡς ἐπὶ Πέτρου, ἀλλ᾿ ἐν οὐρανῷ ἑνί· οὐ γὰρ διαβαίνουσι τῇ δυνάμει, ὡς Πέτρος, ἵνα δήσωσιν ἢ λύσωσιν ἐν πᾶσιν »οὐρανοῖς«. ὅσῳ οὖν βελτίων ὁ δεσμεύων, <τοσοῦτον ὁ δεδεμένος πλεῖον ἢ ἐν ἑνὶ οὐρανῷ δέδεται, καὶ ὅσῳ βελτίων ὁ λύων> τοσοῦτον μακαριώτερος ὁ λελυμένος, ὡς πανταχοῦ τῶν οὐρανῶν εἶναι αὐτοῦ τὸ λελύσθαι.
- 14.1.1
<Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν> τόμος ιδ'.
- 14.1.2
Πάλιν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς, περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενη- [θή]σεται αὐτοῖς (18, 19[20]). Κυρίως τὸ τῆς συμφωνίας ὄνομα τάσσεται ἐπὶ τῶν κατὰ μουσικὴν ἐν φωναῖς ἁρμονιῶν· καὶ εἰσί γε παρὰ τοῖς μουσικοῖς φθόγγοι φθόγγοις σύμφωνοι καὶ ἄλλοι διάφωνοι. οἶδε δὲ καὶ ἡ εὐαγγελικὴ γραφὴ τὸ ὄνομα ἐπὶ τῶν κατὰ μουσικὴν τεταγμένον ἐν τῷ »ἤκουσε συμφωνίας καὶ χο- ρῶν«. ἔπρεπε γὰρ ἐπὶ τῇ ἐκ μετανοίας συμφωνίᾳ πρὸς τὸν πατέρα τοῦ ἀπὸ ἀπωλείας εὑρεθέντος υἱοῦ ἀκουσθήναι συμφωνίαν ἐπὶ τῇ εὐφροσύνῃ τῆς οἰκίας. τὸ δὲ τῆς συμφωνίας ὄνομα ὁ φαῦλος οὐκ οἶδε Λάβαν, ἐν οἷς φησι πρὸς τὸν Ἰακώβ· »καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ᾿ εὐφροσύνης καὶ μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας«. ἀδελφὸν δὲ τῆς τοιαύτης συμφωνίας τὸ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν γεγραμμένον, ἡνίκα »οἱ ἀδελφοὶ« τοῦ Ἀμιναδὰβ »ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ, καὶ Δαυΐδ καὶ υἱοὶ Ἰσραὴλ παίζοντες ἐνώπιον κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύϊ καὶ ᾠδαῖς«· τὰ γὰρ ἡρμοσμένα ὄργανα »ἐν ἰσχύϊ καὶ ᾠδαῖς« εἶχεν ἐν ἑαυτοῖς τὴν μουσικὴν συμφωνίαν, ἥτις τοσοῦτον δύναται, ὡς δύο μόνων μετὰ τῆς πρὸς τὴν θείαν μουσικὴν καὶ πνευματικὴν συμφωνίας αἴτησιν προσαγόντων τῷ ἐν τοῖς οὐρανοῖς πατρὶ περὶ οὑτινοσοῦν, τὸν πατέρα διδόναι τὰ αἰτήματα τοῖς μετὰ τοῦ συμφωνεῖν ἐπὶ γῆς (ὅπερ ἐστὶ παραδοξότατον) αἰτήσασιν, ἅπερ αἰτήσαιεν ἂν οἱ τὴν εἰρημένην συμφωνίαν συμφωνήσαντες. οὕτως ἐγὼ ἀκούω καὶ τοῦ ἀποστολικοῦ ῥητοῦ· »μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ«. ἐπεὶ γὰρ τὸ τῆς ἁρμονίας ὄνομα ἐπὶ τῶν κατὰ θεὸν γαμούντων τέτακται ἐν τῷ οὕτως ἐκ Παροιμιῶν τεταγμένῳ ῥητῷ· »οἶκον καὶ ὕπαρξιν μεριοῦνται πατέρες παισί, παρὰ δὲ θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί«, ἀκόλουθόν ἐστι τῇ ἀπὸ θεοῦ ἁρμονίᾳ τὸ ὄνομα καὶ τὸ ἔργον ἀπολαύειν τῆς συμφωνίας εἰς εὐχήν, ὅπερ δηλοῦται ἐν τῷ »εἰ μή τι ἂν ἐκ συμφώνου«. Εἶτ᾿ ἐπιδιηγούμενος ὁ λόγος τὸ συμφωνεῖν ἐπὶ τῆς γῆς δύο, ὅτι ταὐτόν ἐστι τοῦτο τῷ συμφωνεῖν τῷ χριστῷ, ἐπιφέρει τὸ οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα. οὐκοῦν οἱ συνηνμένοι εἰς τὸ τοῦ χριστοῦ ὄνομα δύο ἢ τρεῖς, οἱ συμφωνοῦντές εἰσιν ἐπὶ γῆς οὐ μόνον δύο, ἀλλ᾿ ἔσθ᾿ ὅτε καὶ τρεῖς. ἐπιστήσει δὲ ὁ δυνάμενος εἰ ἡ συμφωνία αὕτη καὶ ἡ τοιαύτη συναγωγή, ἧς ὁ χριστὸς ἐν μέσῳ ἐστί, δύναται εὑρεθῆναι ἐν πλείοσιν, ἐπεὶ »στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν«. τάχα δὲ καὶ τὴν <τοιαύτην> συμφωνίαν οὐδὲ ὀλίγοι, ἀλλὰ δύο ἢ τρεῖς συμφωνοῦσιν, ὡς Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἷς <ὡς> συμφωνοῦσιν ἔδειξεν αὑτοῦ τὴν δόξαν ὁ λόγος τοῦ θεοῦ. συνεφώνησαν δὲ δύο μὲν Παῦλος καὶ Σωσθένης, γράφοντες τὴν πρώτην Κορινθίοις ἐπιστολήν, μετὰ τοῦτο δὲ Παῦλος καὶ Τιμόθεος, ἐπιστέλλοντες τὴν δευτέραν τοῖς αὐτοῖς· καὶ τρεῖς δὲ συνεφώνησαν, ὅτε »Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος« | ἐπαίδευον δι᾿ ἐπιστολῆς Θεσσαλονικεῖς. εἰ δὲ καὶ ἀπὸ τῶν παλαιῶν γραμμάτων δεήσει παραστήσαι τοὺς συμφωνήσαντας ἐπὶ γῆς τρεῖς, ὡς εἶναι τὸν λόγον ἐν μέσῳ αὐτῶν ἑνοῦντα αὐτούς, ἐπίστησον τῇ ἐπιγραφῇ τῶν Ψαλμῶν, ὡς τῇ τοῦ τεσσαρακοστοῦ πρώτου οὕτως ἐχούσῃ· »εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κόρε«. τριῶν γὰρ ὄντων υἱῶν Κόρε, ὧν τὰ ὀνόματα ἐν τῇ Ἐξόδῳ εὕρομεν, τοῦ Ἀσήρ, ὃς ἑρμηνεύεται ΠΑΙΔΕΙΑ, καὶ τοῦ δευτέρου τοῦ Ἑλκανά, ὃς μεταλαμ- βάνεται εἰς τὸ ΘΕΟΥ ΚΤΗΣΙΣ, καὶ τρίτου τοῦ Ἀβιασάφ, ὃς Ἑλλάδι φωνῇ λέγοιτ᾿ ἂν ΠΑΤΡΟΣ ΣΥΝΑΓΩΓΗ, αἱ προφητεῖαι οὐ διῃρέθησαν, ἀλλ᾿ ὡς ὑπὸ ἑνὸς πνεύματος καὶ μιᾶς φωνῆς ἐν μιᾷ ψυχῇ ἀληθῶς συμφώνως ἐνεργοῦντος καὶ εἴρηνται καὶ ἐγράφησαν, καὶ λαλοῦ<σι λέγο>ντες οἱ τρεῖς ὡς εἷς· »ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός«. φασὶ δὲ καὶ πληθυντικῶς ἐν τῶ τεσσαρακοστῷ τρίτῳ· »ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν«.
- 14.1.3
Εἰ δὲ θέλεις ἔτι μἀλλον ἰδεῖν τοὺς συμφωνοῦντας ἐπὶ τῆς γἠς, ἴδε τοὺς ἀκούσαντας· »ἵνα ἦτε κατηρτισμένοι ἐν τῷ αὐτῷ νοΐ καὶ ἐν τῇ αὐτῇ γνώμῃ«, καὶ ζηλώσαντας τὸ »ἦν ἡ ψυχὴ καὶ ἡ καρδία (πάντων τῶν πιστευόντων) μία« γενομένων <ἓν> εἴ γε δυνατὸν *** ἐν πλείοσι τοιοῦτον εὑρεθῆναι, ὥστε μηδὲ τὴν τυχοῦσαν διαφωνίαν εἶναι ἐν αὐτοῖς, ὡς οὐκ ἔστι διαφωνία τῶν τοῦ δεκαχόρδου δου ψαλτηρίου χορδῶν πρὸς ἀλλήλας. οὐ συνεφώνουν δὲ ἐπὶ τῆς γῆς οἱ λέγοντες· »ἐγὼ μέν εἰι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ«, ἀλλὰ ἦν ἐν αὐτοῖς »σχίσματα«, ὧν καταλυομένων συνήγοντο μετὰ τοῦ ἐν Παύλῳ πνεύματος »σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ Χριστοῦ«, ἵνα μηκέτι ἀλλήλους δάκνωσι καὶ κατεσθίωσιν, ὡς »ὑπὸ ἀλλήλων« αὐτοὺς ἀναλίσκεσθαι· ἀναλίσκει γὰρ ἡ διαφωνία, ὥσπερ συνάγει ἡ συμφωνία, καὶ χωρ<ίζ>ει τὸν ἐν μέσῳ τῶν συμφωνούντων μόνων γινόμενον υἱὸν τοῦ θεοῦ. καὶ κυρίως γε ἐν δύο γενικοῖς γίνεται ἡ συμφωνία, τῷ (ὡς ὠνόμασεν ὁ ἀπόστολος) καταρτισμῷ τοῦ αὐτοῦ νοὸς κατὰ τὸ ταὐτὰ δόγματα ἔχειν νενοημένα, καὶ τῷ τῆς αὐτῆς γνώμης κατὰ τὸ ὁμοίως βιοῦν. ἴδε <τὸ> ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗἐὰν αἰτήσωνται, γενή<σε>ται αὐτοῖς παρὰ τοῦ πατρὸς Ἰησοῦ τοῦ ἐν τοῖς οὐρανοῖς. καὶ δῆλον ὅτι ὄπου οὐ γίνεται παρὰ τοῦ ἐν οὐρανοῖς πατρὸς περὶ non autem consentiebant Corinthii dicentes: »ego quidem sum Pauli, ego autem Apollo, ego vero Cephae, et ego Christi«; sed erat in illis schisma, quo soluto congregabantur cum spiritu Pauli et »virtute domini Iesu«, ut iam non essent alius alium se mordentes et comedentes, ut consumerentur »abinvicem«. consumit enim dissensus, sicut congregat consensus, et separat Iesum qui in medio consentientium sibi solummodo invenitur. et proprie quidem in duobus istis generalibus fit consensus: in fide, sicut ait apostolus: »ut sitis perfecti in eodem sensu«, id est secundum eadem dogmata, »et in eadem sententia«, id est ut similiter conversentur. ideo dicit: si duo vestrum consen serint super terram de omni re, quidquid petierint fiet eis. manifestum est autem, quoniam ubi non fit de omni re consensus, παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, ἐκεῖ οὐδὲ δύο συνφώνησαν ἐπὶ τῆς γῆς. καὶ τοῦτο αἴτιον ἡμῖν ἐστι τοῦ μὴ ἐπακούεσθαι εὐχομένους τὸ μὴ συμφωνεῖν ἡμᾶς ἀλλήλοις ἐπὶ τῆς γῆς μήτε δόγμασι μήτε βίῳ. ἔτι δὲ καὶ εἴπερ σῶμά ἐσμεν Χριστοῦ, καὶ »ἔθετο ὁ θεὸς τὰ μέλη, ἕκαστον αὐτῶν ἐν τῷ σώματι«, ἵνα »τὸ αὐτὸ μεριμνῶσιν ὑπὲρ ἀλλήλων τὰ μέλη« καὶ συμφωνῶσιν ἀλλήλοις, καὶ πάσχοντος μὲν ἑνὸς μέλους συμπάσχῃ πάντα δοξαζομένου δὲ συγχαίου. ὀφείλομεν ἀσκεῖν τὴν ἀπὸ τῆς θείας μουσικῆς συμφωνίαν, ἵνα συναγομένων ἡμῶν εἰς τὸ ὄνομα τοῦ Χριστοῦ Χριστὸς ᾖ ἐν μέσῳ ἡμῶν, ὁ τοῦ θεοῦ λόγος καὶ ἡ τοῦ θεοῦ σοφία καὶ ἡ δύναμις αὐτοῦ.
- 14.2.1
Ταῦτα μὲν οὖν ὡς τῶν δύο καὶ τριῶν, οὓς προκαλεῖται συμφωνεῖν ὁ λόγος. κοινότερον νοουμένων. ἤδη δὲ καὶ ἄλλης διηγήσεΣως ἁψώμε- θα, ἣν ἔλεγέ τις τῶν πρὸ ἡμῶν, προτρέπων ἐπὶ ἁγνείαν καὶ καθαρότητα τοὺς γεγαμηκότας. δύο γάρ, οὕς βούλεται (φηςὶν) ὁ λόγος συμφωνεῖν νεῖν ἐπὶ τῆς γῆς, ἄνδρα καὶ γυναῖκα νοητέον, ἐκ συμφωνίας ἀποστεροῦντας ἀλλήλους σωματικῆς ὁμιλίας, ἵνα σχολάσωσι »τῇ προσευχῇ«, ὅτε προσευχόμενοι περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται λήψονται, γιγνομένου αὐτοῖς τοῦ ἀπὸ τοιαύτης συμφωνίας αἰτήματος παρὰ τοῦ ἐν οὐτσνοῖε πσυτὸε Ἰησοῦ Χοιστοῦ. καὶ ἔοικεν ἡμῖν ἡ διήγησις αὕτη οὐ διάλυσιν ποιεῖν γάμου, ἀλλ’ ἐπὶ συμφωνίαν προτροπήν· ὡς εἰ ὁ ἕτερος μὲν βούλοιτο καθαρεύειν ὁ δὲ ἕτερος μὴ θέλοι <ἢ μὴ δύναιτο> καὶ διὰ τοῦτο συγκαταβαίνοι τῷ ἢ μὴ θέλοντι ἢ μὴ δυναμένῳ ὁ καὶ βουλόμενος καὶ δυνάμενος τὸ κρεῖττον, οὐκ ἂν ἔχοιεν ἀμφότεροι τὸ περὶ πανἂν ἔχοιεν ἀμφότεροι τὸ περὶ παντὸς πράγματος οὖ ἐὰν αἰτήσωνται, γίνεσθαι αὐτοῖς παρὰ τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς Ἰησοῦ Χριστοῦ.
- 14.3.1
Οἶδα δὲ καὶ ἄλλην διήγησιν μετὰ τοὺς γεγαμηκότας περὶ τῆς τῶν δύο συμφωνίας τοιαύτην. ἐν μὲν τοῖς φαύλοις βασιλεύει »ἡ ἁμαρτία« τῆς ψυχῆς, ἱδρυμένη ὡς ἐν οἰκείῳ θρόνῶ »τῷ θνητῷ« τούτῳ »σώματι εἰς τὸ ὑπακούειν« τὴν ψυχὴν »ταῖς ἐπιθυμίαις αὐτοῦ«. ἐν δὲ τοῖς ἐγείρασιν ὡς ἀπὸ θρόνου τοῦ σώματος τὴν προβασιλεύσασαν ἁμαρτίαν καὶ ἀγωνιζομένος πρὸς αὐτήν, »ἡ μὲν σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός«. ἐν δὲ τοῖς ἤδη τελειωθεῖσι κεκράτηκε τὸ πνεῦμα καὶ »τὰς πράξεις« ἐθανάτωσε «τοῦ σώματος« καὶ μεταδίδωσι τῆς ἑαυτοῦ ζωῆς τῷ σώματι, ὡς ἤδη γίνεσθαι καὶ τὸ »ζωοποιήσει καὶ τὰ θνητὰ ἡμῶν σώματα διὰ τὸ ἐνοτκοῦν αὐτοῦ πνεῦμα ἐν ἡμῖν«, καὶ γίνεται συμφωνία τῶν δύο (σώματος καὶ πνεύματος) ἐπὶ τῆς γῆς, ἧστινος κατορθωθείσης σύμφωνος καὶ ἡ εὐχὴ ἀναπέμπεται τοῦ »καρδίᾳ μὲν« πιστεύοντος »εἰς δικαιοσύvην, στόματι δὲ« ὁμολογοῦντος »εἰς σωτηρίαν«, ὥστε μηκέτι τὴν καρδίαν πόρρω εἶναι τοῦ θεοῦ, καὶ μετὰ ταύτης ἐγγίζειν αὐτοῦ καὶ τοῖς χείλεσι καὶ τῷ στόματι τὸν δίκαιον τῷ θεῷ ***. ἔτι δὲ μακαριώτερον εἰ οἱ τρεῖς συναχθεῖεν ἐπὶ τὸ αὐτὸ εἰς τὸ ὄνομα τοῦ Ἰησου, ἵνα πληρωθῇ τὸ »ὁ θεὸς ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη«. ζητήσει δέ τις διὰ τὴν εἰρημένην συμφωνίαν πνεύματος καὶ σώματος, εἰ δυνατὸν ταῦτα μὲν συμφωνεῖν, μὴ καὶ τὸ τρίτον δέ, λέγω δὴ τὴν ψυχή, μήποτε οὐκ ἀκολουθῇ τῇ τούτων συμφωνίᾳ ἐπὶ τῆς γῆς, μετὰ τὸ τοὺς δύο συνῆχθαι εἰς τὸ ὄνομα τοῦ Χριστοῦ, τὸ καὶ τοὺς τρεῖς ἤδη συνάγεσθαι εἰς τὸ ὄνομα αὐτοῦ, ὧν ἐν μέσῳ ἔρχεται ὁ υἱὸς τοῦ θεοῦ, ὡς πάντων αὐτῷ ἀνακειμένων (λέγω δὲ τῶν τριῶν) καὶ μηδενὸς ὄντος αὐτῷ ἐναντίου, οὐ μόνον τοῦ πνεύματος οὐκ ἐναντιουμένου, ἀλλ᾿ οὐδὲ τῆς ψυχῆς ἔτι οὐδὲ τοῦ σώματος.
- 14.4.1
Χαρίεν δὲ καὶ τὸ τῆς συμφωνίας ἀσκῆσαι <καὶ> νοῆσαι καὶ παραστῆσαι τῶν δύο διαθηκῶν, τῆς τε πρὸ τῆς σωματικῆς τοῦ σωτῆρος ἐπιδημίας καὶ τῆς καινῆς· ἐν οἷς γὰρ συμφωνοῦσιν αἱ δύο διαθῆκαι, ὡς μηδὲν εἶναι διάφωνον ἐν αὐταῖς τῆς ἑτέρας πρὸς τὴν ἑτέραν, ἐν τούτοις εὑρεθεῖεν ἂν εὐχαὶ ὡς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενέσθαι αὐτοῖς παρὰ τοῦ ἐν οὐρανοῖς πατρός. εἰ δὲ καὶ τὸν συναγωγέα τῶν δύο τρίτον ποθεῖς, μὴ ὄκνει λέγειν αὐτὸ εἶναι τὸ ἅγιον πνεῦμα, ἐπεὶ »λόγοι σοφῶν« (εἴτε τῶν πρὸ τῆς παρουςίας εἴτε τῶν κατ’ αὐτὴν καὶ μετ’ αὐτήν) εἰσὶν »ὡς τὰ βούκεντρα καὶ ὡς ἧλοι πεφυτευμένοι, οἵ παρὰ τῶν συνθεμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνός«. μηδὲ τοῦτο δὲ ἀπαρατήρητον ἐάσῃς, ὅτι οὐκ εἶπεν· οὗ δύο εἰσὶν ἢ τρεῖς συνηγμένοι, ἐκεῖ ἔσομαι ἐν μέσῳ αὐτῶν, ἀλλ’ ἐκεῖ εἰμι, οὐ μέλλων οὐδὲ βραδύνων, ἀλλ’ ἅμα τῇ συμφωνίᾳ καὶ αὐτὸς εὑρισκόμενος καὶ ἐν μέσῳ γινόμενος αὐτῶν.
- 14.5.1
Τότε προσελθὼν ὁ Πέτρος εἶπεν αὐτῷ· κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ (18, 21 [22]); τὸ νομίζειν ἁπλούστερον εἰρῆσθαι ταῦτα, ὑπὸ μὲν Πέτρου ὡς αἱρουμένου ἑπτὰ μὲν ἁμαρτίας τῷ ἀδελφῷ ἀφιέναι ἁμαρτάνοντι εἰς αὐτόν, ὀγδόην δὲ μηκέτι, ὑπὸ δὲ τοῦ σωτῆρος ὡς διδάσκοντος καθεζόμενόν τινα ἀριθμεῖν τὰ ἁμαρτήματα τοῦ πέλας εἰς αὐτόν, ἵνα τὰ μὲν <ἑπτὰ καὶ τὰ> ἑβδομήκοντα καὶ ἑπτὰ συγχωρῇ ἀπὸ δὲ ἑβδομηκοστοῦ ὀγδόου μὴ ἀφῇ τῷ ἠδικηκότι αὐτόν, πάνυ μοι δοκεῖ εὔηθες εἶναι καὶ ἀνάζιον καὶ τῆς Πέτρου παρὰ τῷ Ἰησοῦ προκοπῆς καὶ τῆς τοῦ Ἰησοῦ θείας μεγαλονοίας. μήποτ' οὖν καὶ ταῦτα ἔχεται συγγενοῦς ἀσαφείας τῷ »ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ« καὶ τὰ ἑξῆς. τὸν μὲν οὖν ἀληθῆ καὶ ὡς αὐτὸς ἂν ἐσαφήνισεν ὁ Ἰησοῦς εἰς ταῦτα λόγον, εἴ τις ἤδη φίλος γέγονε τῷ Ἰησοῦ, ὡς μαθητεύεσθαι τῷ πνεύματι αὐτοῦ φωτίζοντι τὸ ἡγεμονικὸν τοῦ ἐπὶ τοσόνδε προεληλυθότος κατ' ἀξίαν, εἰδείη ἄν. ἡμεῖς δέ, οἱ τοῦ φιλικοῦ πρὸς τὸν Ἰησοῦ μεγέ- θους ἀπολειπόμενοι, ἀγαπητόν, εἰ κἂν περιλαλῆσαι ἐπὶ βραχὺ δυνάμεθα τὰ κατὰ τὸν τόπον. ἔοικεν οὖν ὁ μὲν ἓξ ἀριθμὸς ἐργαστικός τις εἶναι καὶ ἐπίπονος, ὁ δὲ ἑπτὰ περιέχειν ἀνάπαυσιν, καὶ πρόσχες, εἰ δύνασαι τὸν μὲν ἀγαπῶντα »τὸν κόσμον« καὶ τὰ τοῦ κόσμου ἐργαζόμενον καὶ Ὑλικὰ πράττοντα λέγειν ἁμαρτάνειν ἑξ<ἀκις>, καὶ τὸ τέλος αὐτῷ εἶναι τῆς ἁμαρτίας τὸν Πέτρον νενοηκότα ἑπτὰ συγκωρεῖν ἐθέλειν ἁμαρτίας τῶν εἰς αὐτὸν ἡμαρτημένων τῷ ἀδελφῷ. ἐπεὶ δὲ αἱ κατὰ τὰς μονάδας δεκάδες καὶ ἑκατοντάδες λόγον μέν τινα κοινὸν ἀναλογίας ἔχουσι πρὸς τὸν ἐν μονάσιν ἀριθμόν, ᾔδει δὲ ἐπιτεινόμενόν τινα καὶ <ἐπὶ> πλεῖον <τὰ ἁμαρτήματα>, διὰ τοῦτ' οἶμαι τὸν Ἰησοῦν προσπαραλαμβάνειν τῷ ἑπτὰ ἀριθμῷ καὶ τὸν ἑβδομήκοντα, καὶ λέγειν ἄφεσιν μὲν δεῖν γενέσθαι ἀδελφοῖς τοῖς ἐνταῦθα καὶ εἰς τὰ τῇδε πράγματα ἁμαρτήσασιν· εἰ δέ τις ὑπερὰς τὰ κατὰ τὸν κόσμον καὶ τὸν αἰῶνα τοῦτον ἁμαρτήσαι, ἐὰν καὶ τοῦτο μικρόν τι ᾖ, οὐκέτι ἂν ἔχοι εὔλογον ἁμαρτιῶν ἄφεσιν. 30 4ff Vgl. Hanak TU. 42, 4, 111 A. 4 – 4 – 284,3 Vgl. C1 Nr. 210 Or. – ἡ γὰρ ἄφεσις ἐπὶ τὰ τῇδε φθάνει πράγματα καὶ ἐν τοῖς τῇδε ἡμαρτημένοις <δικαίως παρέχεται>, εἴτε βράδιον γένοιτ' ἂν ἡ ἄφεσις εἴτε τάχιον. οὐκ ἔστι δὲ ἄφεσις οὐδὲ ἀδελφῷ τῷ ὑπὲρ τὰ ἑβδομήκοντα καὶ ἑπτὰ ἡμαρτηκότι. εἴποις δ' ἂν τὸν τοιόνδε ἁμαρτάνοντα ἢ ὡς εἰς Πέτρον ἀδελφὸν ἢ ὡς εἰς Πέτρον, οὖ μὴ κατισχύουσιν »ᾂδου πύλαι«. κατὰ μὲν τὰ τοιάδε ἁμαρτήματα ἐν τῷ ἐλάττονι εἶναι αὐτὸν ἀριθμῷ τῆς ἁμαρτίας· κατὰ δὲ τὰ ἔτι χείρονα ἐν τῷ ἀριθμῷ μὴ ἔχοντι ἄφεσιν ἁμαρτημάτων.
- 14.6.1
| 6. Διὰ τοῦτο λέγω ὑμῖν· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ (18,23[–35]).
- 14.6.2
Ἡ μὲν περίνοια τῆς παραβολῆς διδάσκειν βούλεται συγχωρητικοὺς εἶναι τῶν εἰς ἡμᾶς ἡμαρτημένων τοῖς ἀδικήσασιν ἡμᾶς, καὶ μάλιστα εἰ μετὰ τὸ ἀδικῆσαι δέοιτο τοῦ ἠδικημένου ὁ ἀδικήσας, συγχωρηθῆναι ἀξιῶν αὑτῷ τὰ προημαρτημένα. καὶ ταῦτα διδάσκειν ἡμᾶς βούλεται ἡ παραβολὴ παριστᾶσα ὅτι καὶ τῶν ἤδη συγχωρηθέντων ἡμῖν ὑπὸ τοῦ θεοῦ ἁμαρτημάτων, ἐφ' οἶς ἄφεσιν εἰλήφαμεν, ἔκπραξις γένοιτ' ἂν καὶ μετὰ τὴν ἄφεσιν, εἰ μὴ ἀφίοιμεν τοῖς ἡμᾶς ἠδικηκόσι τὰ ἁμαρτήματα αὐτῶν, ὡς μηδὲ τὴν τυχοῦσαν μνήμην ἔτι ἐν ἡμῖν καταλείπεσθαι τοῦ ἠδικῆσθαι. ἀλλ' ὅλῃ καρδίᾳ ὑπὸ ἀμνησικακίας ὠφελημένῃ (οὐ τῆς τυχούσης ἀρετῆς) συγχωροῖμεν τῷ ἡμᾶς ἀδικήσαντι τὰ κακῶς εἴς τινα ἡμῶν ἀπ' αὐτοῦ καὶ ἐπιβουλευτικῶς πεπραγμένα.
- 14.6.3
Μετὰ δὲ τὴν περίνοιαν τῆς παραβολῆς ἔστι μὲν καὶ ἁπλούστερον κατὰ λέξιν πᾶσαν αὐτὴν ἐξετάσαι, ὤστ' ὄνασθαι ἁπὸ τῆς βασάνου τῶν λελεγμένων τὸν ἐπιμελῶς ἐπί τὸ ὀρθῶς ζητεῖν ἔκαστον τῶν προγεγραμμένων προκόπτοντα. ἔστι δὲ (ὡς εἰκὸς) καὶ ἐπαναβεβηκυῖα διήγησις καὶ δυστέκμαρτός τις μυστικωτέρα, καθ' ἤν ἀνάλογον ταῖς ἑρμηνευθείσαις ὑπὸ τῶν εὐαγγελιστῶν παραβολαῖς ζητήσαι τις ἄν ἔκαστον τῶν ἐν ταύτῃ. οἶον τίς ὁ βασιλεὺς καὶ τίνες οἱ δοῦλοι καὶ τίς ἡ ἀρχὴ τοῦ συναίρειν λόγον καὶ τίς ὁ εἶς πολλῶν ὀφειλέτης ταλάντων, τίς τε ἡ γυνὴ αὐτοῦ καὶ τίνα τὰ τέκνα καὶ τίνα τὰ παρὰ ταῦτα λελεγμένα πάντα, ἄτινα ἐκέλευσεν ὁ βασιλεὺς πραθῆναι ὑπὲρ τοῦ ἀποδοθῆναι τὴν ὀφειλὴν ἐκ τῶν ὑπαρχόντων ἐκείνου, τί τε τὸ ἐξελθεῖν τὸν συγκεχωρημένον τὰ πολλὰ τὰλαντα καὶ τίς ὁ εὑρεθεὶς τῶν <συν-> δούλωνεἶς, οὐ τῷ οἰκοδεσπότῃ ἀλλὰ τῷ συγκεχωρημένῳ <δούλῳ> ὀφείλων, καὶ τί βούλεται ὁ ἀριθμὸς τῶν ἑκατὸν δηναρίων, τί δὲ τὸ ἔπνιγε λέγων· ἀπόδος εἴ τι ὀφείλεις, καὶ τίς ἡ φυλακὴ εἰς ἤν ἀπελθὼν ἔβαλε τὸν σύνδουλον ὁ συγχωρηθεὶς πάντα τὰ τάλαντα, τίνες τε οἱ λυπηθέντες σύνδουλοι καὶ διασαφήσαντες τῷ τάλαντα, τίνες τὰ γενόμενα, καὶ τίνες οἱ βασανισταὶ οἶς παρεσόθη ὁ εἰς φυλα- κὴν τὸν σύνδουλον βαλών; καὶ πῶς ἀπέδωκε παραδοθεὶς τοῖς βασανισταῖς πᾶν τὸ ὀφειλόμενον, ὡς μηδὲν ὀφείλειν ἔτι; εἰκὸς δὲ καὶ ἄλλα τινὰ δύνασθαι ἄν ὑπὸ τοῦ ἐξεταστικωτέρου προσαχθῆναι τῷ λόγῳ, ὦν τὴν διήγησιν καὶ τὴν ἑρμηνείαν μείζονα ἤ »κατὰ ἄνλθρωπον« εἶναι νομίζω καὶ δεομένην πνεύματος Χριστοῦ τοῦ εἰπόντος αὐτά, ἴνα ὡς εἶπεν ὁ Χριστὸς νοηθῇ. ὡς γὰρ οὐδεὶς »οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπον εἰκὸς μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπον τὸ ἐν αὐτῷ, καὶ οὐδεὶς οἶδε τὰ τοῦ θεοῦ εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ«, οὔτως οὐδεὶς οἶδε (μετὰ τὸν θεὸν) τὰ ὑπὸ τοῦ Χριστοῦ λελαλημένα ἐν παροιμίαις καὶ παραβολαῖς εἰ μὴ τὸ Χριστοῦ πνεῦμα, οὖ ὁ μετέχων οὐ μόνον καθὸ Χριστοῦ ἐστι πνεῦμα, ἀλλὰ καὶ καθὸ Χριστοῦ ὡς σοφίας <καὶ> ὡς λόγου, θεωρήσαι ἄν τὰ κατὰ τὸν τόπον αὐτῷ ἀποκαλυπτόμενα. ἀλλὰ περὶ μὲν τῆς ἀνωτάτω διηγήσεως οὐκ ἐπαγγελλόμεθα μὲν οὐ μὴν οὐδ' ἀπελπίζομεν, ὑπὸ Χριστοῦ, ὅς ἐστι σοφία θεοῦ, βοηθούμενοι καταλαβεῖν τὰ ἐν τῇ παραβολῇ δηλούμενα· πότερον δὲ ὤστε καὶ ὑπαγορευθῆναι τὰ τοιαῦτα τῇδε τῇ γραφῇ ἤ μή, θεὸς ἄν ὑποβάλοι ἐν χριστῶ ποιῆσαι τὸ ἀρεστὸν αὐτῷ, μόνον ἴνα δοθῇ καὶ περὶ τούτων ὁ »διὰ τοῦ πνεύματος« διδόμενος »λόγος σοφίας« ἀπὸ τοῦ θεοῦ καὶ ὁ »κατὰ τὸ πνεῦμα« ἐπιχορηγούμενος »λόγος γνώσεως«.
- 14.7.1
Ὡμοιώθη (φησὶν) ἡ βαἑξῆς. εἰ δὲ βασιλεῖ ὡμοιώθη τοιῷδε καὶ τοιάδε πεποιηκότι, τίνα χρὴ λέγειν ἤ τὸν υἱὸν τοῦ θεοῦ; αὐτὸς γάρ ἐστιν ὁ βασιλεὺς τῶν οὐρανῶν, καὶ ὤστερ αὐτός ἐστιν ἡ αὐτοσοφία καὶ ἡ αὐτοδικαιοσύνη καὶ ἡ αὐτοαλήθεια, αὔτω μήποτε καὶ ἡ αὐτοβασιλεία. βασιλεία δὲ οὐ τῶν κάτω τινὸς οὐδὲ μέρους τῶν ἄνω, ἀλλὰ πάντων τῶν ἄνω, ἄτινα ὠνομάσθησαν οὐρανοί. κἄν ζητῇς δὲ πῶς »αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν«, δύνασαι λέγειν ὄτι αὐτῶν ἐστιν ὁ Χριστός, καθὸ αὐτοβασιλεία ἐστίν, βασιλεύων καθ' ἑκάστην ἐπίνοιαν αὐτοῦ τοῦ μηκέτι βασιλευομένου ὑπὸ τῆς ἁμαρτίας, βασι- iam nunc propositam expositionem tangamus. λευούσης »ἐν τῷ θνητῷ σώματι« τῶν ἑαυτοὺς ὑποταξάντων αὐτῇ. καὶ ἐὰν λέγω· βασιλεύων καθ' ἑκάστην επίνοιαν αὐτοῦ, τοιοῦτόν τι δηλῶ· βασιλεύων, ᾖ δικαιοσύνη ἐστὶ καὶ ᾖ σοφία καὶ ᾖ ἀλήθεια καὶ αἱ λοιπαὶ ἀρεταί, τοῦ γενομένου (διὰ τὸ φορεῖν »τὴν εἰκόνα τοῦ ἐπουρανίου«) οὐρανοῦ καὶ πάσης δυνάμεως, εἴτε ἀγγελικῆς εἴτε τῶν λοιπῶν ὀνομαζομένων »οὐ μόνον ἐν τούτῳ τῷ αἰῶνι ἀλλὰ καὶ ἐν τῷ μέλλοντι« ἁγίων καὶ ἀξίων τῆς τοιαὐτης βασιλείας. αὔτη τοίνυν ἡ βασιλεία τῶν οὐρανῶν, ἡνίκα »ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας« ἐγένετο, ἴνα »περὶ ἁμαρτίας« κατακρίνῃ »τὴν ἁμαρτίαν«, ἡνίκα »μὴ γνόντα« αὐτὸν »ἁμαρτίαν ἐποίησεν ὑπὲρ ἡμῶν ἁμαρτίαν« τῶν »τῆς ἀμαρτίας« ἡμῶν φορούντων σῶμα, ὡμοιώθη ἀνθρώπῳ βασιλεῖ τῷ κατὰ τὸν Ἰησοῦν νοουμένῳ, ἑνωθεῖσα αὐτῷ, πλεῖον (εἰ δεῖ οὔτω τολμήσαντα εἰπεῖν) ἔχοντι πρὸς τὸ ἡνῶσθαι καὶ πάντη ἔν γενέσθαι τῷ πρωτοτόκῳ »πάσης κτίσεως«, εἰ »ὁ κολλώμενος τῷ κυρίῳ« »ἔν πνεῦμα« πρὸς αὐτὸν γίνεται. αὔτη δὲ ἡ ὁμοιωθεῖσα βασιλεία τῶν οὐρανῶν τῷ κατὰ τὸν σωτῆρα νοουμένῳ ἀνθρώπῳ βασιλεῖ καὶ ἑνωθεῖσα αὐτῷ προλη- πτικῶς λέγεται, ὄτιἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. <οὔπω μὲν γὰρ συνῆρε>, μέλλει δὲ συναίρειν λόγον μετ' αὐτῶν, ἴνα φανῇ ὄπως ἔκαστος τοῖς τοῦ οἰκοδεσπότου δοκίμοις ἀργυρίοις καὶ νομίσμασι λογικοῖς ἐχρήσατο. καὶ ἐλἠφθη γε ἐν τῇ παραβολῇ τὸ παράδειγμα ἀπὸ τῶν συναιρόντων δεσποτῶν λόγον μετὰ τῶν ἰδίων δούλων.
- 14.7.2
Ἀκριβέστερον δὲ νοήσομεν τὸ τῆς παραβολῆς ἐν τούτος δηλούμενον μενον ἐρείσαντες αὑτῶν τὴν διάνοιαν τοῖς γινομένοις παρὰ τοῖς οἰκονομήσασι δεσποτικὰ χρήματα οἰκέταις καὶ λόγον περὶ αὐτῶν ἀπαιτουμένοις· ἔκαστος γὰρ ἐκείνων ἀπὸ τῶν δεσποτικῶν διαφόρως λαμβάνων χρημάτων κέχρηται αὐτοῖς ἤτοι εἰς δέον, ὤστε αὐξάνειν τὰ δεσποτικὰ χρήματα, ἤ ἀσώτως ἀναλίσκων εἰς ἄ μὴ δεῖ καὶ ἐκχέων ἀκρίως χωρὶς εὐλαβείας τὰ ἐγκεχειρισμένα. εἰσὶ δὲ οἴ τάδε μὲν καὶ τὰ τοσάδε καλῶς ᾠκονόμησαν χρήματα ἔτερα δὲ ἀπολωλέκασι, καὶ ματα ἔτερα δὲ ἀπολωλέκασι, καὶ ἡνίκα ἄν διδῶσι τὸν λόγον συναίροντος αὐτὸν τοῦ δεσπότου μετ' αὐτῶν, συνάγεται μὲν πόσον ἐζημιώθη ἔκαστος ἀριθμεῖται δὲ καὶ πόσον κέρδος προσήγαγε, καὶ κατὰ τὴν ἀξίαν τοῦ πῶς ᾠ κονόμησεν ἤτοι τιμᾶται ἤ ἐκπράσσεται ἤ ἔπὶ τινῶν μὲν συγχωρεῖται ἐπὶ τινῶν δ’ ἀφαιρεῖται. φέρε τοίνυν ἀπὸ τῶν εἰρημένων πρῶτον ἴδωμεν τὰ λογικὰ νομίσματα καὶ δόκιμα τοῦ δεσπόντου ἀργύρια, ἅπερ ὁ μέν τις πλείονα ἕτερος δ’ ἐλάττονα λαμβάνει. κατὰ γὰρ τὴν ἑκάστου δύναμιν ᾧ μὲν δίδονται »πέντε τάλαντα«, ὡς δυναμένῳ διοικεῖν τὰ τοσαῦτα, ἄλλῳ »δὲ δύο«, ὡς μὴ χωροῦντι τὰ τοῦ πρὸ αὐτοῦ, ἄλλῳ »δὲ ἕν«, ὡς καὶ τοῦ ἑτέρου ὑποδεεστέρῳ. ραί εἰσιν, ἢ αὗται μὲν περί τινων ἐν τοῖς ἑξῆς τοῦ εὐαγγελίου λέγονται, σἐσὶ δὲ καὶ ἄλλαι παρὰ τούτας; καὶ ἐπ’ ἄλλαις παραβολαῖς εὑρίσκονταί τινες, τῇ μὲν ὀφελέται δύο, ὁ μὲν πεντακοςίων ὁ δὲ πεντήκοντα δηναρίων, ἤτοι παῦτα πιστευθέντες καὶ κακῶς οἰκονομήσαντες (ἐλάττους τῇ δυνάμει τοῦ τὸ τάλαντον πεπιστευμένου), ἢ *** ὅτι μὲν εἰλήφασιν οὗτοι, οὐ μεμαθήκαμεν, ὅτι δὲ τοσοῦτον ὤφειλον, ἀπὸ τῆς παραβολῆς δεδιδάχθαι δοκοῦμεν. εὑρίσκονται καὶ ἄλλοι δέκα δοῦλοι πιστευόμενοι μνᾶς ἕκαστος ἀνὰ μίαν. καὶ εἴ τις δὴ κατανοήσαι τὸ ποικίλον τῆς ἀνθρωπίνης ψυχῆς καὶ τὰς πολλῷ διαφερούσας ἀλλήλων εὐφυΐας καὶ ἀφυΐας εἰς πλείονας τῶν ἀρετῶν ἢ ἐλάττονας καὶ τάσδε τὰς ἀρετὰς ἢ τάσδε. τάχε ἂν ἐννοήσαι πῶς ἑκάστη ψυχὴ ἐλήλυθε μετά τινων τοῦ οἰκοδεσπότου νομισμάτων <εἰς τὸν κόσμον τοῦτον>, ἀναφαινομένων μετὰ τῆς τοῦ λόγου συμπληρώσεως καὶ τῆς ἑξῆς τῇ συμπληρώσει τοῦ λόγου ἐπιμελείας καὶ ἀσκήσεως, τῆς πρὸς τὰ δέοντα, ἢ ἐπιμελείας μὲν καὶ ἀσκήσεως. τῆς πρὸς ἀλλα δὲ ἤτοι χρήσιμα (ὁποῖά ἐστι τὰ ἐπιτηδεύματα), ἢ πῆ μὲν χρήσιμα πῆ δὲ οὐ χρήσιμα (ὁποῖά ἐστι τὰ μήτε πάντη ἀληθῆ δόγματα μήτε δι’ ὅλων ψευδῆ).
- 14.8.1
Ζητήσεις δὲ τούτοις, πότερον πάντες δύνανται ἄνθρωποι δοῦλοι τούτου λέγεσθαι τοῦ βασιλέως, ἢ τινὲς μὲν δοῦλοι, »οὓς προέγνω καὶ προώρισεν«, ἕτεροι δέ <οὐ δοῦλοι ἀλλ’> οἱ τοῖς δούλοις συμπραγματευόμενοι λεγόμενοι τραπεζῖται. καὶ οὕτω δὲ ζητήσεις, εἰ ἔξω τῶν δούλων εἰσὶν ἀφ’ ὧν μετὰ τόκων ἐκπράττειν ἐπαγγέλλεται ὁ οἰκοδεσπότης, οὐ μόνον ἀλλότριοι τῆς θεοσεβείας, ἀλλὰ καί τινες τῶν πιστευόντων. δοῦλοι δὲ μόνοι οἱ τοῦ λόγου οἰκονόμοι ***. συναίρων δὲ λόγον μετὰ τῶν δούλων ὁ βασιλεὺς ἀπαιτεῖ καὶ τοὺς ἀπὸ τῶν δούλων δεδανεισμένους, εἴτε »ἑκατὸν κόρους σίτου«, εἴτε »ἑκατὸν βάδους ἐλαίου«, εἴτε ὅ τι δήποτε εἰληφότας τοὺς ἔξω τῆς τοῦ βασιλέως οἰκετίας· οὐ γὰρ σύνδουλος »τοῦ οἰκονόμου τῆς ἀδικίας« εὑρίσκεται κατὰ τὴν παραβολὴν ὁ τοὺς ἑκατὸν ὀφείλων τοῦ σίτου κόρους καὶ τοὺς ἑκατὸν τοῦ ἐλαίου βάδους, ὡς δῆλον ἐκ τοῦ »πόσον ὀφείλεις τῷ κυρίῳ μου; « <καὶ οὐκ εἶπε· »τῷ κυρίῳ« ἡμῶν>. νόει δέ μοι ἑκάστην πρᾶξιν ἐοικέναι ἀγαθὴν μὲν ἢ καθήκουσαν κέρδει καὶ ἐπιγεννήματι, μοχθηρὰν δὲ ζημίᾳ· καὶ ὥσπερ ἐστί τι κέρδος πλειόνων ἀργυρίων καὶ ἄλλο ἐλαττόνων καὶ διαφόρως πλειόνων καὶ ἐλαττόνων καὶ διαφόρως πλειόνων καὶ ἐλαττόνων, οὕτως κατὰ τὰς καλὰς πράξεις οἱονεὶ συντίμηςίς ἐστι κερδῶν πλειόνων ἢ ἐλαττόνων [ὃ] *** τοῦ μόνου ἐπισταμένου τὰ τοιαῦτα ἐξετάζειν (ὁρῶντος ἀπὸ τῆς διαθίσεως καὶ τοῦ λόγου καὶ τῆς πράξεως καὶ τῶν συνεργούντων τοῖς ἐφ᾿ ἡμῖν ἐκ τῶν οὐκ ἐφ᾿ ἡμῖν) <καὶ> λογίσασθαι ποῖον μὲν ἔργον μέγα κέρδος ἐστί, ποῖον δὲ ἔλαττον, ποῖον δὲ ἐλάχιστον, οὕτω δὲ καὶ ἐπὶ τῶν ἐναντίων ποῖον μὲν ἁμάρτημα ἐν τῷ συναίρεσθαι λόγον τοῖς δούλοις εὑρίσκεται μεγάλη ζημία, ποῖον δὲ ἐδλάττων καὶ ποῖον (εἰ δεῖ οὕτως ὀνομάσαι) ζημία τοῦ ἐσχάτου λεπτοῦ ἢ τοῦ ἐσχάτου κοδράντου. ὅλου τοίνυν καὶ παντὸς τοῦ βίου συναίρεται ὑπὸ τῆς εἰρημένης βασιλείας τῶν οὐρανῶν (ὁμοιωθείσης ἀνθρώπῳ βασιλεῖ) λόγος, ὅτε »τοὺς πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον«· καὶ τότε, συναιρομένου λόγου, ἀχθήσεται εἰς τὸν συναιρόμενον λόγον καὶ »πᾶν ῥῆμα ἀργὸν ὃ ἂν λαλήσωσιν οἱ ἄνθρωποι« καὶ εἴ ποτέ τις ἐπότισε »ποτήριον ὕδατος ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ«.
- 14.9.1
Καὶ ταῦτα ἔσται, ἡνίκα ἂν <γίνηται> τὸ παρὰ τῷ Δανιὴλ γεγραμμένον τὸ »βίβλοι ἠενῴχυγσαν, καὶ κριτήριον ἐκάθισεν«. οἱονεὶ γὰρ πάντων τῶν λελαλημένων καὶ <τῶν> πεπραγμένων καὶ τῶν νενοημένων ἀναγραφή τις γίνεται, καὶ θείᾳ δυνάμει πᾶν κρυπτὸν ἡμῶν φανερωθήσεται καὶ πᾶν κεκαλυμμένον ἀποκαλυφθήσεται, ἵν’ ἐπὰν <μὲν> μὴ εὑρεθῇ τις δεδωκὼς »ἐργαςίαν ἀπηλλάχθαι« τοῦ ἀντιδίκου, ὁδεύσῃ διὰ τοῦ ἄρχοντος, τοῦ κριτοῦ καὶ τοῦ ὑπηρέτου ἐπὶ τὴν φυλακήν, ἕως τὸν ἔσχατον λεπτὸν ἀποδῷ, ἐπὰν δὲ ᾖ δοὺς »ἐργαςίαν ἀπηλλάχθαι« ἐκείνου καὶ »μηδενὶ μηδὲν« ὀφείλων, καὶ ἤδη τὴν μνᾶν δεκαπλασιάσας ἢ πενταπλασιάσας ἢ τὰ »πέντε τάλαντα« διπλασιάσας ἢ τὰ »δύο« τέσσαρα ποιήσας τύχῃ τῆς δεούσης ἀμοιβῆς, εἰσερχόμενος »εἰς τὴν χαρὰν τοῦ κυρίου« αὐτοῦ ἢ »ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ« καθιστάμενος ἢ ἀκούων »ἴσθι ἐξουςίαν ἔχων ἐπάνω δέκα πόλεων« ἢ »ἴσθι ἐξουςίαν ἔχων ἐπάνω πέντε πόλεων«. ταῦτα δὲ ἡμεῖς μὴ ὡς χρόνου πολλοῦ δεόμενα, ἵνα συναρθῇ ἡμῖν περὶ τῶν ὅλων χρόνων τῆς ἐνταῦτθα ζωῆς λόγος, νομίζωμεν λέγεσθαι, ὥστ’ ἂν ὑπολαβεῖν τοῦ βασιλέως δούλων λόγον τοσούτου χρόνου δεῖσθαι τὰ πράγματα, ἕως ἐπὶ τὸ τέλος ἔλθῃ τὰ ἀπὸ τῆς ἀρχῆς τοῦ κόσμου ἕως τῆς συντελείας [τοῦ] αἰῶνος οὐχ ἑνός, ἀλλὰ καὶ πλειόνων αἰώνων ***. τὸ δὲ ἀληθὲς οὐχ οὕτως ἔχει. ἀθρόως γὰρ. βουληθεὶς ὁ θεὸς ἀναρριπίσαι ἐν ταῖς πάντων μηήμαις (ὑπὲρ τοῦ ἕκαστου τῶν ἰδίων συναισθηθῆναι κρεῖττον ἤ χεῖρον πεπραγμένων) πάντα τὰ παρ’ ὅλον τὸν χρόνον γενεημένα ἑκάστῳ, ποιήσαι ἄν δυνάμει ἀφάτῳ. οὐ γὰρ ὥσπερ ἡμεῖς βουλόμνενοι ὑπόμνησίν τινων ποιῆσαι δεόμεθα χρόνου διαρκοῦς πρὸς τὴν διέξοδον τῶν ὑφ’ ἡμῶν λεγομένων καὶ φερόντων εἰς ἀνάμνησιν ὧν βουλόμεθα ἀναμνῆσαι, οὕτως ὁ θεὸς βουληθεὶς ἡμᾶς ὑπομνῆσαι τῶν ἐν τῷ βίῳ τούτῳ πεπραγμένων, ἵνα συναισθηθέντες ὧν πεποιήκαμεν καταλάβωμεν δι’ ἅ κολαζόμεθα ἤ τιμώμεθα, ποιήσαι ἄν. εἰ δέ τις τῷ τάχει τῆς τοῦ θεοῦ περὶ ταῦτα δυνάμεως ἀπιστεῖ, οὗτος οὐδέπω νενόηκε τὸν ποιήσαντα τὰ ὅλα θεὸν οὐ δεηθέντα χρόνων εἰς τὸ ποιῆσαι τὴν τηλικαύτην οὐρανοῦ καὶ γῆς καὶ <πάντων> τῶν ἐν αὐτοῖς κτίσιν. κἄν γὰρ δοκῇ ἐν ἕξ ἡμέραις ταῦταπεποιηκέναι, συνέσεως χρεία πρὸς τὸ νοῆσαι πῶς λέγεται τὸ ἐν ἕξ ἡμέραις διὰ τοῦτο· »αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς« καὶ τὰ ἑξῆς. τολημτέον οὖν καὶ λεκτέον, ὅτι ὁ τῆς προσδοκωμένης κρόσεως καιρὸς οὐ δεῖται χρόνων, ἀλλ’ ὡς ἡ ἀνάστασις λέγεται γίνεσθαι »ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ«, οὕτως (οἶμαι) καὶ ἡ κρίσις.
- 14.10.1
Μετὰ ταῦτα λεκτέον εἰς τὸ ἀρξαμένου δὲ αὐτοῦ συναίρειν λόγον, προσήχθη αὐτῷ εἷς ὀφειλέτης πολλῶν ταλάντων. ὅπερ τοιοῦτόν μοι δοκεῖ ἔχειν νοῦν· ὁ μὲν »καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα« ἐστὶν ἀρχόμενος »ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ«, εἰπόντος (ὡς καὶ ἐν τῷ Ἰεζεκὴλ γέγραπται) τοῖς <ἀγγέλοις τοῖς> ἐπὶ τῶν κολάσεων τεταγμένοις· »ἀπὸ τῶν ἁγίων μου ἄρξασθε«, καὶ »ῥιπῇ ὀφθαλμοῦ« ἐοικώς εἰσιν, ὁ δὲ τοῦ συναίρειν λόγον τὴν ἀρχὴν ἔχει (ἐπινοίᾳ λαμβανομένην· οὐ γὰρ ἐπιλελήσμεθα τῶν προειρημένων) ἀπὸ τῶν ὀφειλόντων πλείονα· διόπερ οὐ γέγραπται μὲν συναίροντος δὲ αὐτοῦ λόγον, εἴρηται δὲ ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη (ἐν τῇ ἀρχῇ τοῦ συναίρειν αὐτὸν λόγον) εἷς ὀφειλέτης πολλῶν ταλάντων ὡς μυρία ὅσα ζημιωθεὶς καὶ μεγάλα μὲν ἐγκεχειρισμένος καὶ πιστευθεὶς πολλά, μηδὲν δὲ κέρδος προσαγαγὼν τῷ δεσπότῃ, ἀλλὰ μυρία ὅσα ζημιωθείς, ὥστε αὐτὸν ὀφείλειν πολλὰ τάλαντα. καὶ τάχα διὰ τοῦτο πολλὰ ὤφειλε τάλαντα, ἐπείπερ ἠκολούθησε πολλάκις τῇ ἐπὶ τὸ τάλαντον τοῦ μολίβου καθημέωῃ γυναικί, ᾖ ὄνομα Ἀνομία. νόει δὲ κατὰ τὸν τόπον ἕκαστον μέγιστον ὁμάρτημα ταλάντων εἶναι ζημίαν οἰκοδεστποτικῶν, καὶ τοιαῦτα ἁμαρτάνουσι πόρνοι, μοιχοί, ἀρσενοκοῖται, μαλακοί,εἰδωλολάτραι, φονεῖς. οὐδὲν οὖν τάχα μικρὸν ἀλλὰ πάντα μενάλα καὶ χαλεπὰ ἥμαρτεν ὁ προσαχθεὶς τῷ βασιλεῖ εἷς ὀφειλέτης πολλῶν ταλάντων, ὅντινα εἰ μὲν ἐν ἀνθρώποις ζητήσεις, ἴσως ἄν αὐτὸν εὔροις ὄντα τὸν ἄνθρωπον »τῆς ἁμαρτίας«, τὸν υἱὸν »τῆς ἀπωλείας«, τὸν ἀντικείμενον καὶ ἐπαιρόμενον »ἐπὶ πάντα θεὸν ἤ σέβασμα«· εἰ δὲ ἔξω ἀνθρώπων, τίς ἄν εἴη οὗτος ἤ ὁ διάβολος τοσ <αὐτα τάλαντα ὅσους> ἀνθρώπους ἀπολωλεκὼς δεξαμένους αὐτὸν ἐνεργοῦντα τὴν ἁμαρτίαν; »μέγα γὰρ ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων«, τίμιον ὡς ταλάντου εἶναι ἄξιον ἤτοι χρυσοῦ (ὁποία ἡ λυχνία ἡ ταλαντιαία ἦν ἡ <ἐκ> χρυσοῦ) ἤ ἀργύρου ἤ ὁποίας δήποτε νοητῶς παραλαμβανομένης ὕπλης. ὧς σύμβολα ἐν τοῖς Λόγοις τῶν ἡμερῶν ἀναγέγραπται, Δαυΐδ πλουτήσαντος πολλοῖς ταλάντοις ὧν καὶ ὁ ἀριθμὸς δέδεικται, ταλάντοις χρυσοῦ τοσοῖσδε καὶ ἀργύρου τοσοῖσδε καὶ τῆς λοιπῆς ὀνομαζομένης ἐκεὶ ὕλης, ἐξ ἧς κατεσκεύασται ὁ τοῦ θεοῦ νεώς.
- 14.11.1
Πλὴν μὴ ἔχων ἀποδοῦναι τὰ τάλαντα (ἀπολωλέκει γὰρ ταῦτα) ἔχει γυναῖκα καὶ τέκνα καὶ ἄλλα περὶ ὧς γέγραπται· πάντα ὅσα ἔχει. καὶ ἦν δυνατόν, πιπρασκόμενον αὐτὸν μετὰ τῶν ἰδίων εὐπορῆσαι, τοῦ ὠνησαμένου αὐτὸν καὶ πληρώσαντος διὰ τῆς τιμῆς αὐτοῦ καὶ τῶν αὐτοῦ πᾶν τὸ ὄφλημα· καὶ οἷόν τε ἦν αὐτὸν μηκέτι μὲν εἶναι δοῦλον τοῦ βασιλέως, γίνεσθαι δὲ τοῦ ὠνησαμένου. καὶ ἐπιδικάζεταί γε τοῦ μῆ πραθεὶς ἅμα τοῖς ἴδίοις μένειν ἐν τῇ τοῦ βασιλέως οἰκίᾳ· διὸ πεσὼν προσκυνεῖ αὐτῷ (θεὸν ἐπιστάμενος τὸν βασιλέα) καὶ λέγει· μακροθύμησον ἐπ’ ἐμοί, καὶ πάντα ἀποδώσω σοι· ἦν γὰρ (εἰκὸς) καὶ δραστήροις, ὁρῶν ὅτι δύναται καὶ δευτέρων πράξεων ἀνπληρῶσαι πᾶν τὸ ἐνδεὲς ἀπὸ τῆς προτέρας ζημίας τῶν πολλῶν ταλάντοων. καὶ ὁ ἀγαθός γε βασιλεὺς οὗτος ἐσπλαγχνίσθη καὶ ἐπὶ τὸν ὀφειλέγην τῶν πολλῶν ταλάντων, καὶ τότε μὲν ἀπέλυσεν ἀυτόν, πλεῖόν τι χαρισάμενος αὐτῷ ἧς ἠξιώθη ἀξιώσεως. ὁ μὲν γὰρ ὀφειλέτης ἐπηγγείλατο μακροθυμήσαντι τῷ δεσπότῃ ἀποδοῦναι ἅπαντα τὰ ὀφειλήματα· ὁ δὲ σπλαγχνισθεὶς ἐπ’ αὐτῷ κύριος (οὐκ ἐπὶ τῷ ἀπολαβεῖν ἐκ τοῦ μακροθυμεῖν) τότε ἀφῆκεν αὐτὸν <οὐ> μόνον, ἀλλὰ καὶ παντελῶς ἀπέλυσεν, καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ. ὁ δὲ πονηρὸς δοῦλος οὗτος καὶ μακροθυμίαν ἀπὸ τοῦ δεστπότου αἰτήσας ἐπὶ τοῖς πολλοῖς ταλάντοις ἀνηλεῶς πεποίηκεν. εὐρὼν γὰρ ἕνα τῶν συνδούλων αὐτοῦ, ὅς ὤφελιεν αὐτῷ ἑκατὸν δηνάρια, κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος εἴ τι ὀφείλεις, πῶς δὲ οὐχ ὑπερβολὴν πονηρίας ἐπεδείξατο, δι’ ἑκατὸν δηνάρια κρατήσας τὸν σύνδουλον καὶ πνίγων καὶ ἀποστερῶν αὐτὸν ἐλευθέρας ἀναπνοῆς, αὐτὸς ἐπὶ τοῖς πολλοῖς ταλάντοις μήτε κρατηθεὶς μήτε πνιγείς, ἀλλὰ πρότερον μὲν κελευ- σθεὶς πραθῆναι ἅμα γυναικὶ καὶ τέκνοις καὶ τοῖς ἑαυτοῦ, ὕστερον δὲ (μετὰ τὸ προσκυνῆσαι) σπλαγχνισθέντος ἐπ’ αὐτῷ τοῦ κυρίου ἀπολυθεὶς καὶ περὶ πάσης ἀφεθεὶς τῆς ἀφελῆς;
- 14.11.2
Καὶ ἔργον γε εἰπεῖν κατὰ τὸ βούλημα τοῦ Ἰησοῦ, τίς ἐστιν * * * ὁ εὐρεθεὶς σύνδουλος εἶς ὀφείλωψν, οὐ τῷ κυρίῳ ἑαυτοῦ ἀλλὰ τῷ πολλὰ ὀφείλοντι τάλαντα, ἑκατὸν δηνάρια, καὶ τίνες οἱ ἰδόντες τὸν μὲν πνίγοντα τὸν δὲ πνιγόμενον σύνδουλοι καὶ λυπηθέντες σφόδρα καὶ σαφῶς παραστήσαντες τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. ὡς μὲν οὖν <ἐπ’> ἀληθείας ἔχει τὰ πρόγματα, ἀποφαίνομαι μηδένα <δύνασθαι> διηγήσασθαι εἰ μὴ Ἰησοῦ, τοῦ »τοῖς ἰδίοις μαθηταῖς κατ’ ἰδίαν«λύσαντος »πάντα«, ἐπισημήσαντος αὐτοῦ τῷ ἡγεμονικῷ καὶ ἀνοίγοντος τοὺς ἐν τ«παραβολῇ θησαυροὺς πάντας σκοτεινούς, ἀποκρύφους, ἀοράτους καὶ πληροφοροῦντος δι’ ἐναργῶν ἀποδείζεων ὃν βούλεται φωτίσαι τῷ φωτὶ τῆς γνώσεως <πάντων> τῶν κατὰ τὴν παραβολὴν ταύτην, ἵν’ ἅμα τε παραστήσῃ τίς ὁ εἷς προσαχθεὶς τῷ βασιλεῖ ἀνθρώπῳ ὀφειλέτης πολλῶν ταλάντων καὶ τὰ ἑξῆς, καὶ ὁ ὀφείλων τούτῳ τὰ ἑκατὸνν δηνάρια ἄλλος εἶς καὶ τὰ λοιπά, εἴτε δύναται εἶναι ὁ προαποδεδομένος »ἄνθρωπος τῆς ἁμαρτίας« εἴτε καὶ ὁ διάβολος εἴτε μηδέτερος μὲν τούτων, ἄλλος δέ τις ἤτοι ἄνθρωπος ἤ τῶν ὑπὸ τὸν διάβολόν τις. ἔστι γὰρ τῆς σοφίας τοῦ θεοῦ ἔργον καὶ τὰ περὶ τῶν ἰδίως ποιῶν ἤτοι πεποιωμένων κατὰ τὰς τοιάσδε ποιότητας (εἴτε ἐν ἀοράτοις δυνάμεσιν, καὶ ἔν τισιν ἀνθρώποις) ἀποδοῦναι προφητευόμενα ὁπωσποτοῦν ὑπὸ τοῦ θείου πνεύματος ἀναγεγραμμένα. ὡς δὲ μηδέπων διαρκῆ νοῦν ἀναλαβόντες ἡμεῖς τὸν δυνάμενον ἀνακραθῆναι τῷ Χριστοῦ νῷ <καὶ> ἕως τῶν τοσούτων χωροῦντα φθάνειν καὶ μετὰ τοῦ πνεύματος »πάντα« ἐρευνᾶν »καὶ τὰ βάθη τοῦ θεοῦ«, οἰόμεθα, ἔτι ἀορίστως περὶ τῶν κατὰ τόν τόπον λαμβάνοντες φαντασίαν, ἐπί τινα ἕνα ἀναφέρεσθαι πονηρὸν δοῦλον διὰ τῆς παραβολῆς δηλούμενον τὸν ἐνταῦθα παριστάμενον περὶ τῆς τῶν πολλῶν ταλάντων ὀφειλῆς.
- 14.12.1
Πότε δὲ ὁ (κατὰ τὴν παραβολὴν) βασιλεὺς ἄνθρωπος ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, ἄξιον ἐπισκέψασθαι, καὶ ἐπὶ τίνα καιρὸν χρὴ ἀναφέρειν τὰ λεγόμενα. εἰ μὲν γὰρ μετὰ τὴν συντέλειαν ἢ ἐπ᾿ αὐτὴν (κατὰ τὸν τῆς προσδοκωμένης κρίσεως τὰ περὶ τοῦ ὀφείλοντος ἑκατὸν δηνάρια καὶ πνιγομένου ὑπὸ τοῦ συγχωρηθέντος τὰ πολλὰ τὰ λαντα; εἰ δὲ πρὸ τῆς κρίσεως. πῶς ἂν δύναιτό τις παραστῆσαι πρὸ ἐκείνης συναιρόμενον λόγον ὑπὸ τοῦ βασιλέως ἀνθρώπου μετὰ τῶν δούλων φρονεῖν περὶ πάσης παραβολῆς, ἧς μὴ ἀναγέγραπται ἡ διήγησις ὑπὸ τῶν εὐαγγελιστῶν, ὅτι καὶ Ἰησοῦς »τοῖς ἰδίοις μαθηταῖς κατ’ ἰδίαν ἐπέλυε πάντα« ὅτι καὶ διὰ τοῦτο ἀπέκρυψαν οἱ τὰ εὐαγγέλια γράφοντες τὴν σαφήνειαν τῶν παραβολῶν, ἐπεὶ μείζονα ἦν τὰ κατ’ αὐτὰς δηλούμενα τῆς τῶν γραμμάτων φύσεως. καὶ ἦν γε ἑκάστη λύσις καὶ ἡ σαφήνεια τῶν τοιούτων παραβολῶν τοιαύτη. ὡς μηδὲ αὐτὸν »τὸν κόσμον χωρεῖν τὰ γραφόμενα« εἰς τὰς τοιαὐτας παραβολὰς »βιβλία«. γένοιτο δ’ ἀνευρεθῆναι καρδίαν ἐπιτηδείαν καὶ διὰ τὴν καθαρότητα χωροῦσαν τὰ γράμματα τῆς σαφηνείας τῶν παραβολῶν, ὥστε ἐν αὐτῇ γραφῆναι »πνεύμαιτ θεοῦ ζῶντος«. ἀλλ’ ἐρεῖ τις ὅιτ μήποτε ἀσεβοῦμεν οἹ θέλοντες (διατὸ ἀπόρρητόν τινων καὶ μυστικὸν) τῶν ὑπεράνω γραμμάτων εἶναι δηλωτικὰ ταῦτα 003C;καὶ> πειρώμενοι ταῦτα σαφηνίσαι, κἂν δοκῇ καθ’ ὑπόθεσιν. ὅτι ἔγνωμεν ἐπιμελῶς αὐτῶν τὸ βούλημα. λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι οἱ μὲν ἀκριβῶς εἰληφότες αὐτὰ νοεῖν οἴδασι τὸ πρακτέον αὐτοῖς, ἡμεῖς δὲ οἱ ὁμολογοῦντες ἀπολείπεσθαι τοῦ δυνηθῆναι ἐπὶ τὸ βάθος φθάσαι τῶν δηλουμένων ἐν τούτοις, εἰ καί τινα βραχυτέραν περίνοιαν ἐπὶ ποσὸν λαμβάνομεν τῶν κατὰ τὸν τόοπον, φήσομεν ὅτι τινὰ μὲν ὧν ἐκ πολλῆς βασάνου καὶ ζητήσεως εὑρίσκειν δοκοῦμεν, εἴτε χάριτι θεοῦ εἴτε δυνάμει τοῦ ἐν ἡμῖν νοῦ, οὐ τολμῶμεν ἐμπιστεῦσαι γράμμασι. τινὰ δὲ γυμνασίας ἡμετέρασ καὶ τῆς τῶν ἐντευξομένων χάριν ἐπὶ ποσὸν ἐκτιθέμεθα.
- 14.12.2
Ἀλλὰ ταῦτα μὲν ἀπολελογήσθω διὰ τὸ τῆς παραβολῆς βάθος· πρὸς δὲ τὸ πότε ἠθέλησεν ὁ τῆς παραβολῆς βασιλεὐς ἄνθρωπος συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, φήσομεν ὅτι ἔοικεν περὶ τὸν κεκηρυγμένον γίνεσθαι. παριστᾶσι δὲ τοῦτο μία μέν πρὸς τοῖς τελευταίοις τοῦ προκειμένου εὐαγγελίου παραβολή, μία δὲ ἐκ τοῦ κατὰ Λουκᾶν. καὶ ἵνα μὴ αὐτὴν ἐκτιθέμενοι τὴν λέξιν μηκύνωμεν τὸν λόγον, δυναμένου τοῦ βουλομένου ἀπ’ αὐτῆς τῆς γραφῆς λαβεῖν, φήσομεν ὅτι ἡ μὲν κατὰ Ματθαῖον Joh. (IV, 467, 22f): γυμνάσωμεν τὰ παραβολή ἐστι δηλοῦσα ὅτι »ὡς ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ«, καὶ τινὶ μὲν πέντε, τινὶ δὲ δύο, τινί δὲ ἓν τάλαντον. εἶτ’ ἐκεῖνοι παποιήκασι περὶ τὰ ἐγκεχερισμένα,
- 14.12.3
καὶ »μετὰ πολὺν χρόνον ἔρχεται ὀ κύριος τῶν δούλων ἐκείνων« καὶ αὐταῖς λέξεσι γέγραπται ὅτι »καὶ συναίρει μετ’ αὐτῶν λόγον«. <καὶ σον οὖν ὃ λέγει· »καὶ συναίρει μετ’ αὐτῶν λόγον«< καὶ σύγκρινον τῷ καὶ ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, καὶ ὅρα ὅτι ἀποδημίαν μὲν ἐκάλεσε τοῦ οἰκοδεσπότου τὸν χρόνονμ καθ’ ὃν »ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου«, ἐπιδημίαν δὲ αὐτοῦ, ὅτε »μετὰ πολύν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων«, τὸν ἐπὶ συντελείᾳ ἐν τῇ κρίσει καιρόν· μετὰ γὰρ χρόνον πολὺν »ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ’ αὐτῶν λόγον« καὶ τὰ ἑξῆς γίνεται. 1 Matth. 25, 14 – 15 – 10. 12f 22 Matth. 25, 19 ἡ δὲ κατὰ Λουκᾶν σαφέστερον παρίστησιν ὅτι εὐγενὴς ἄνθρωπος πορευεὶς »εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι«, πορευόμενος ἐκάλεσε δέκα δούλους καὶ »ἔδωκεν αὐτοῖς δέκα μνᾶν, καὶ εἶπεν αὐτοῖς· πραγματεύσασθε ἐν ᾧ ἔρχομαι«. οὗτος δὲ ὁ εὐγενὴς ἄνθρωπος, μισούμενος ὑπὸ τῶν ἰδίων πολιτῶν ἀποστειλάντων »πρεσβείαν ὀπίσω αὐτοῦ«, οὐ θελόντων αὐτὸν βασιλεῦσαι ἐπ᾿ αὐτούς, ἐπανῆλθε λαβὼν »τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνῷ τί διεπραγματεύσαντο«. ἰδὼν δὲ ἃ πεποιήκασι, τῷ μὲν τὴν μνᾶν δέκα μνᾶς ποιήσαντι ἔπαινον ἀποδοὺς διὰ τοῦ »εὖγε, ἀγαθὲ δοῦλε ἵτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου«, δίδωσιν αὐτῷ ἐξουσίαν αὐτοῦ. καὶ ἄλλῳ <τῷ> τὴν μνᾶν πενταπλασιάσαντι τὸν μὲν ἔπαινον ὃν ἐπὶ τοῦ πρώτου ἔταξεν οὐκ ἀποδέδωκεν οὐδὲ τὸ ὄνομα τῆς ἐξουσίας ὡς ἐπὶ τοῦ προτέρου ὡρίσατο, εἶπε δὲ αὐτῷ· »καὶ σὺ τὴν μνᾶν ἀποδήσαντι ἐν σουδαρίῳ εἶπεν· »ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε«, »καὶ τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ᾿ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι«. τίς οὖν καὶ ἐπὶ ταύτης τῆς παραβολῆς οὐ φήσειὅτι ὁ μὲν εὐγενὴς ἄνθρωπος πορευθεὶς »εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι« ὁ Χριστός ἐστιν οἱονεὶ ἀποδημῶν ἐπὶ τῷ λαβεῖν τὴν βασιλείαν καὶ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ, οἰ δὲ τὰς δέκα λαβόντες μνᾶς οἱ ἐγκεχειρισμένοι εἰσὶ διοικεῖν λόγον ὃν ἐπιστεύθηαν, οἱ δὲ πολῖται αὐτοῦ (ἐμπολιτευσαμένου <τούτῳ> τῷ κόσμῳ κατὰ τὸ ἐνηνθρωπηκέναι), οἱ μὴ θελήσαντες αὐτὸν βασιλεῦσαι, τάχα μὲν ὁ ἀπιστήσας αὐτῷ Ἰσραήλ ἐστι, τάχα δὲ καὶ τὰ ἀποστήσαντα αὐτῷ ἔθνη;
- 14.13.1
Πλὴν ταῦτά μοι εἴρηται διὰ τὸ τὴν ἐπάνοδον αὐτοῦ ἀναφέρειν ἐλθόντος μετὰ τῆς βασιλείας ἐπὶ τὴν συντέλειαν, ὅτε »εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους οἷς γνῷ τί διεπραγματεύσαντο«, καὶ διὰ τὸ ἐκ τούτου βούλεσθαι ἀποδεικνύναι καὶ τῆς περὶ τῶν ταλάντων παραβολῆς, ὅτι καὶ <τὸ> ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ ἀναφέρεται ἐπὶ τὴν συντέλειαν, ὅτε ἤδη βασιλεύς ἐστιν συντέλειαν, ὅτε ἤδη βασιλεύς ἐστιν ἀπολαμβάνων τὴν βασιλείαν, δι᾿ ἣν (καθ᾿ ἑτέραν παραβολὴν) »ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι«. ὑποστρέψας οὖν καὶ λαβὼν »τὴν βασιλείαν« ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, καὶ ἀρξαμένου αὐτοῦ συναίρειν, προσηνέχθη εἷς ἀφειλέτης πολλῶν ταλάντων· προσηνέχθη δὲ ὡς βασιλεῖ ὑπὸ τῶν αὐτοῦ τεταγμένων λειτουργῶν οἶμαι ἀγγέλων. καὶ τάχα εἶς τίς ἐστιν τῶν ὑπὸ τὴν βασιλείαν ἐγχειρισθείς τινα οἰκονομίαν μεγάλην καὶ μὴ καλῶς αὐτὴν διοκήσας, ἀλλὰ διασκορπίας τὰ ἐγχειρισθέντα, ὡς ὀφειλέτην αὐτὸν γενέσθαι πολλῶν ταλάντων ὦν ἀπολώλεκεν. οὗτος δὴ τάχα μὴ ἐχων ἀποδοῦναι, κελεύεται ὑπὸ τοῦ βασιλέως πραθῆναι ἅμα τῇ γυναικί, ἀφ᾿ ἧς γέγονε κοινωνὸς ἀυτῇ πατήρ τινων τέκνων. ἔργον δὲ οὐ τὸ τυχόν ἐστιν ἰδεῖν ἐν νοητοῖς πατέρα καὶ μητέρα καὶ τέκνα. ὡς μὲν οὖν πρὸς τὸ ἀληθές, θεὸς ἄν εἰδείη τοῦτο τὸ ἔργον ὃ βούλεται· καὶ ἡμῖν δέ, εἴτε αὐτὸς δέδωκεν εἴτε μή, ὁ δυνάμενος κρινέτω. πλὴν ταιαῦτα κατὰ τὸν τόπον ὑπολαμβάνομεν ὅτι. ὥσπερ Ἰερουσαλὴμ μήτηρ ἐστὶ Παύλου καὶ τῶν παραπλησίων αὐτῷ ἡ ἄνω, οὔτως εἴη ἂν ἑτέρων μήτηρ, ἀνάλογου Ἱερουσαλὴν μητρί, φέρ᾿ εἰπεῖν Σοήνη τῆς Αἰγύπτου ἢ <Μίμφις, ἑτέρων δὲ Τύρος> καὶ Σιδὼν ἢ ὅσαι ὠνομάσθησαν ἐν ταῖς γραφαῖς πόλεις. εἶθ᾿ ὥσπερ Ἱερυσαλὴμ νύμφη ἐστὶ κεκοσμημένη »τῷ ἀνδρὶ αὐτῆς« Χριστῷ, οὕτως εἶεν ἄν ἐκεῖναι αἱ μητέρες δυνάμεών τινων τῶν κεκληρωμένων αὐτὰς οἱονεὶ γυναῖκες ἢ νύμφαι. καὶ ὥσπερ ἐστί τινα τέκνα τῆς Ἱερουσαλὴμ ὡς μητρὸς καὶ Χριστοῦ ὡς πατρός, οὕτως εἴη ἄν τινα τέκνα Σοήνης ἢ Μέμφεως ἢ Τύρου ἢ Σιδῶνος καὶ τῶν ἐπιτεταγμένων αὐταῖς ἀρχόντων <ὡς πατέρων>. θεὶς ἀνθρώπῳ βασιλεῖ ὀφειλέτης πολλῶν ταλάντων ἔχει (ὡς ἀποδεδώκαμεν) γυναῖκα καὶ τέκνα, ὅτινα πρότερον μὲν ἐκέλευσε πραθῆναι ὁ βασιλεύς, ἐκέλευσε πραθῆναι ὁ βασιλεύς, πραθῆναι δὲ καὶ πάντα ἃ εἶχειν, ὅστερον δὲ σπλαγχνιστεὶς ἀπέλυσεν αὐτὸν καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ, οὐκ ἀγνοῶν τὸ μέλλον, ἀλλ᾿ ἵνα ἠμεῖς μάθωμεν τὸ γεγενημένον, οὕτως ἀναγέγραπται πεποιηκέναι. ἕκαστος οὖν τῶν ἐχόντων (ὡς ἀπο- δεδώκαμεν) γυναῖκα καὶ τέκνα, λόγον ἀποδώσει, ἡνίκα ἂν ἔκθῃ ὁ βασιλεὺς συνᾶραι λόγον, λαβὼν »Σοήνης Μέμφεως ἢ Τύρου καὶ ἕκαστος αὐτῶν ἔχεδι, ὡς ἄρχων τινὸς <ἢ> Σοήνης ἢ Μέμφεως ἢ Τύρου ἢ Σιδῶνος ἤ τινος παραπλησίου, καὶ τοὺς ὀφειλέτας.
- 14.13.2
οὗτος οὖν, ἀπολυθεὶς καὶ συγχωρηθεὶς πᾶσαν τὴν ἀφειλήν, ἐξελθὼν ἀπὸ τοῦ βασιλέως εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ καὶ τὰ ἑξῆς. καὶ διὰ τοῦτο (οἶμαι) ἔπνιγεν, ἐπείπερ ἦν ἐξελθὼν ἀπὸ τοῦ βασιλέως· οὐκ ἄν γὰρ μὴ ἐξελθὼν ἔπνιγε τὸν σύνδουλον αὐτοῦ. εἶτα παρατήρει τὴν ἀκρίβειαν τῆς γραφῆς, ὅπως ὁ μὲν πεσὼν προσεκύνει, ὁ δὲ πεσὼν οὐ προσεκύνει ἀλλὰ παρεκάλει. | kαὶ ὁ μὲν βασιλεὺς σπλαγχνισθεὶς ἀπέλυσεν αὐτὸν καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ, ὁ δὲ δοῦλος οὐδὲ ἐλεῆσαι ἠθέλησε τὸν σύνδουλον αὐτοῦ. κάκεῖνος μὲν <καὶ> πρὸς τῆς ἀφέσεως ἐκέλευσεν αὐτὸν πραθῆναι καὶ τὰ αὐτοῦ, ὁ δὲ συγχωρηθεὶς ἔβαλεν αὐτὸν εἰς τὴν φυλακήν. καὶ πρόσχες ὅτι οἱ σύνδουλοι οὐ διέβαλον ἢ εἰρήκασιν ἀλλὰ διεσάφησαν, ὅτι τὸ πονηρὲ οὐκ εἶπε κατ'ἀρχὰς περὶ τῶν χρημάτων, ἀλλ'ἐτήρησεν ὅστερον περὶ τοῦ συνδούδου. ἴδε δὲ καὶ τὸ μέτριον τοῦ βασιλέως. οὐκ εἶπε. προσεκύνησάς μοι, ἀλλά. παρεκάλεσάς με καὶ οὐκέτι <ἐκέλευσεν>αὐτὸν πραθῆναι καὶ τὰ αὐτοῦ, ἀλλὰ παρέδωκε τοῖς βασανισταῖς <ὡς πεισόμενον> τὸ χεῖρον διὰ τὴν πονηρίαν. τίνες δ'ἂν εἶεν οὖτοι ἢ οἱ ἐπὶ τῶν κολάσεων τεταγμένοι; ἃμα δὲ πρόσχες διὰ τοὺς ἀπὸ τῶν αἱρέσεων χρωμένους τῇ παραβολῇ ὅτι, εἴπερ κατηγοροῦσι τοῦ δημιουργοῦ ὡς ὀργίλου διὰ τὰ ἐμφαίνοντα ὁργὴν θεοῦ ῥήματα, ἐχρῆν αὐτοὺς καὶ τοῦ βασιλέως τούτου κατηγορεῖν, ἐπείπερ ὁργισθεὶς παρέδωκε τὸν ὀφειλέτην τοῖς βασαωισταῖς. ἔτι δὲ λεκτέον τοῖς μὴ βουλομένοιςλ παραδίδοσθαί τινα ἀπὸ τοῦ Ἰησοῦ τοῖς βασανισταῖς ὅτι διηγήσασθε ἡμῖν, ὦ οὖτοι, τίς
- 14.13.3
ὁ βασιλεὺς ὁ παραδιδοὺς τὸν πονηρὸν δοῦλον τοῖς βασανισταῖς; προσεχέτωσαν δὲ καὶ τῷ οὕτως οὖν ποιήσει καὶ ὑμῖν ὁ πατήρ μου ὁ οὑράνιος. τοῖς αὐτοῖς δὲ ἔτι μᾶλλον λεχθείη ἂν τὰ ἐν τῇ τῶν δέκα μνῶν παραβολῇ ὅτι ὁ τοῦ ἀγαθοῦ θεοῦ υἱὸς εῖπε. »πλὴν τοὺς ἐχθρούς μου ἐκείνους τοὺς μὴ θελήσαντάς με«καὶ τὰ ἑξῆς. τὸ συμπέρασμα μέντοι τῆς παραβολῆς καὶ τοῖς ἀπλουστέροις ἁρμοζει. πάντες γὰρ ὅμα διδασκόμεθα πείσεσθαι, οἱ ἄφεσιν ἀμαρτημάτων εἰληφότες καὶ μὴ συγχωροῦντες τοῖς ἀδελφοῖς, τὰ τοῦ συγχωρηθέντος καὶ μὴ συγχωρήσαντος τῷ <συν> δούλῳ.
- 14.14.1
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους (19,1[—2]).
- 14.14.2
Ὁ ἕκαστον τῶν προκειμένων προβλημάτων ἐντελῶς διεξιών, ὡς μηδὲν αὐτῶν ἐνδεὲς καταλιπεῖν, οὖτος τελεῖς τοὺς ἐσυτοῦ λό0γους. θαρσαλεώτερον δ'αὖ τις ἀποφανεῖται περὶ τούτου προσέχων ἐπιμελέστερον πάσῃ ἀναγνώσει παλαιᾶς καὶ καινῆν διαθήκης. ἐὰν γὰρ ἐπὶ μηδενὸς ᾖ τεταγμένον τὸ ἐτέλεσε τοὺς λόγους τούτους, ἢ Μωσέως ἤ τινος τῶν προφητῶν, ἀλλ'ἢ μόνου τοῦ Ἰησοῦ,λ τότε τολμήσας ἄν τις εἴποι ὅτι μόνος ἐτέλεσε τοὺς λόγους ὁ Ἰησοῦς, ὁ ἐλθὼν τέλος ἐπιθεῖναι τοῖς πράγμασι καὶ πληρῶσαι τὸ ἐνδεὲς τοῦ νόμου διὰ τοῦ »ἐρρέθη τοῖς ἀρχαίοις« καὶ τὰ ἑξῆς. καὶ πάλιν. »ἵνα πληρωθῇ τὰ εἰρημένα διὰ τῶν προφητῶν«. εἰ δέ που γέγραπται καὶ ἐν ἐκείνοις, τότε ἂν συνεξετάζοι καὶ τελεσθέντας ὑπ' ἐκείνων λόγους τελεσθεῖσαιν ὑπὸ τοῦ σωτῆρος, ἵνα εὕρῃ τὴν διαφορὰν αὐτῶν πρὸς ἀλλήλους, καίτοιγε κἀκεῖ ξητηθείη ἄν, εἰ ἐπὶ τῶν κατὰ χρηματισμὸν λεγομένων κεῖται τὸ ἐτέλεσεν, ἢ ἐπὶ τῶν Μωσέως ἢ τινος τῶν προφητῶν εἰρημένων ἢ ἐπὶ συναμφοτέρων. ἡ γὰρ ἐπιμελὴς τήρησις μέγιστα ἂν ὑποβάλλοι νοήματα τοῖς ἐπισταμένοις »πευματικὰ πνευματικοῖς«συγκρίνειν καὶ διὰ τοῦτο λαλοῦσιν »οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ'ἐν διδακτοῖς πνεύματος«. ἄλλος δ' ἄν τιςς περιεγότερον ἀκούων τοῦ ἐτέλεσεν, τεταγμένου ἐπὶτῶν μυστικωτέρων΄(καθὸ ὁ μέν τις »παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετὰς« οὑκ ἐπαινετῶς, ὁ δέ τις μυστήρια θεοῦ τοῖς ἀξίοις, καὶ ἀνάλογον τοῖς τοιούτοις μυστηρίοις τελετὰς) εἴποι ὅτι τελετὴν ἐποίησε μυήσας αὐτούς, δἰ ἣν τελετὴν ἀνεφάνησαν οἱ λόγοι δυνατοί, ὡς κηρυχθῆναι »τὸ εὐαγγέλιον« Ἰησοῦ »ἐν ὅλῳ τῷ κόσμῳ« καὶ κρατῆσαι διὰ τὴν θείαν τελετὴν πάσης ψυχῆς, ἢν ἔλεκει ὁ τελετὴν πάσης ψυχῆς, ἢν ἔλκει ὁ πατὴρ τὸν υἱὸν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ σωτῆρος. »οὐδεὶς ἔρχεται πρὸς με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν«. διὰ τοῦτοδὲ καὶ ὁ λόγος τῶν χάριτι θεοῦ προσβευόντων τὸ εὐαγγέλιον καὶ»τὸ κἠσυόντων τὸ ἐαγγέλιον καὶ »τὸ κήρυγμα« αὐτῶν »οὐκ ἐν πειθοῖ σοφίας«γέγονε »λόγων, ἀλλ'ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως«, οἶς ἐτελέσθησαν οἱ λόγοι τῆς διδασκαλίας Ἰησοῦ. καὶ σὺ μὲν οὖν τηρήσεις, ὁσάκις εἴρηται τὸ ἐτέλεσε καὶ ἐπὶ τίσι. λήψῃ δὲ παράδειγμα τὸ ἐπὶ τοῖς μακαρισμοῖς καὶ ὅλῃ τῇδιδασκαλίᾳ λελεγμένον, οἶς ἐπιφέρεται. »καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο πάντες οἱ ὅχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ«.
- 14.14.3
Ἀναφέρεται δὲ καὶ νῦν τὸ ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους προσεχῶς μὲν ἐπὶ τὴν μυστικωτάτην παραβολήν, καθ' ἣν »ὡμοιώθη ὁ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖς, ὅστις ἠθέλησε συνπαραι λόγον μετα τῶν δούλων αὐτοῦ«, ἔτι δὲ ταύτης ἀνωτέρω τέρω εἰς τὰ πρὸ αὐτῆς ἀναγεγραμμένα.
- 14.15.1
πλὴν ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, λαλήσας αὐτοὺς ἐν τῇ Γαλιλαίᾳ περὶ τὴν Καφαρναούμ, τότε μετῆρεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὰ τῆς Ἰουδαίας ὅρια, ἕτερα τυγχάνοντα παρὰ τὴν Γαλι- λαίαν. ἦλθε δὲ ἐπὶ τὰ ὅρια τῆς Ἰουδαίας καὶ οὐκ ἐπὶ τὰ μέσα, ἀλλ’ οἱονεὶ τὰ ἄκρα· ἔνθα ἀκολούθησαν αὐτῷ ὄχλοι πολ- λοί, οὕς ἐθεράπευσεπαρ’ α<ὐτοῖς> τοῖς ὁρίοις τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου, ἔνθα τὸ βάπτισμα ἐδίδοτο <ἀνθρώποις>. τηρήσεις δὲ διαφορὰν ὄχλων ἁπλῶς ἀκολουθησάντων καὶ Πέτρου καὶ τῶν ἄλλων ἀφέν- των πάντα καὶ ἀκολουθησάντων καὶ Ματθαίου, ὅς »ἀναστὰς ἠκολούθησεν αὐτῷ«. οὐχ ἁπλῶς ἠκολούθησεν, ἀλλ’ »ἀναστάς«· μεγάλη γὰρ ἡ προσθήκη τὸ »ἀναστάς«. εἰσὶν οὖν ἀεὶ οἱ μὲν (ὡς ὄχλοι) πολλοὶ ἀκολουθοῦντες, μήτε ἀνα- στάντες ἵνα ἀκολουθήσωσι μήτε ἀφέντες πάωτα τὰ πρότερα· ἀλίγοι δὲ οἱ ἀναστάντες καὶ οἱ <πάντα ἀφέντες> ἀκολουθήσαντες, οἵ καὶ καθεδοῦνται [οἱ] »ἐν τῇ πα- λιγγενεσίᾳ« »ἐπὶ δώδεκα θρόνους«. πλὴν εἰ βούλεταί τις θεραπευθῆναι, ἀκολουθησάτω τῷ Ἰησοῦ.
- 14.16.1
Μετὰ τοῦτο γέγραπται ὅτι προςῆλθον αὐτοῷ οἱ Φαρι- σαῖοι περάζοντες αὐτὸν καὶ λέγοντες· εἰ ἔξεστιν ἀνθρώ- πῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; (τὸ ἰσοδυναμοῦν ἀνέγραψε καὶ ὁ Μᾶρκος) (19, 3 [—12]).
- 14.16.2
Οὐκοῦν τῶν προσιόντων καὶ πυνθανομένων τῷ Ἰησοῦ ἦσάν τινες οἵ πειράζοντες ἐπηρώτων αὐτόν· πειραζομένου δὲ τοῦ τηλικούτου σωτῆρος ἡμῶν, τίς ἄν τῶν μαθητῶν αὐτοῦ ἀγανκτοίη, τεταγμένος εἰς διδασκαλίαν, ἐπὶ τῷ πειράζεσθαι ὑπό τινων καὶ πυνθανομένων οὐκ ἐκ φιλομα- θείας, ἀλλ’ ἀπὸ τοῦ πειράζειν ἐθέ- λειν; πολλὰ δ’ ἄν ἐπὶ τὸ αὐτὸ συναγαγὼν εὕροις, ἐν οἷς ἐπεί- ρασαν τὸν Ἰησοῦν ἡμῶν οἱ Φαρι- σαῖοι καὶ ἄλλοι παρὰ τούτους (ὡς νομικός τις, τάχα δὲ καὶ γραμμα- τεῖς), ἕν’ ἐπὶ τὸ αὐτὸ τὰ περὶ τῶν πειραζόντων αὐτὸν συναγαγών, εὕ- ροις τι [τὰ περὶ τῶν πειραζόντων αὐτὸν] ἐκ τῆς ἐξετάσεως χρήριμον εἰς τὸ εἶδος τῶν λόγων τούτων. πλὴν ὁσωτὴρ καὶ τοῖς πειράζουσιν ἀποκρίνεται δόγματα <εὐσεβείας>· οἱ μὲν γὰρ ἔλεγον· εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυ- ναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπ’ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίη- σεν αὐτούς; καὶ τὰ ἑξῆς. καὶ οἶμαι, ὅτι κατὰ τοῦτο προέτεινον τὸν λόγον οἱ Φαρισαὶοι τοῦτον, ὡς ἐπιληψόμενοι αὐτοῦ, ὅ τι ποτ’ ἄν εἴπῃ· οἷον εἰ μὲν εἶπεν· ἔξεστιν, ἐνεκάλεσαν <ἄν> αὐτῷ ὡς ἐπὶ τοῖς τυχοῦσι κιαλύοντι τοὺς γάμους· εἰ δέ· οὐκ ἔξεστιν, ὡς καὶ μετὰ ἁμαρτημάτων ἐπιτρέποντι συν- οικεῖν ἄνδρα γυναικί. <οὐχ ἑώρων δὲ τὶνα τρόπον ἀνεπι- λήπτως καὶ σοφῶς αὐτοῖς ἀποκρι- νεῖται>, ὡς ἐπὶ τοῦ κήνσου· εἰ μὲν γὰρ εὶπε διδόναι, ἐνεκόλεσαν <ἄν> ὡς ὑποτάσσοντι τὸν λαὸν <τοῦ θεοῦ ἀνθρώποις καὶ προσποιοῦντα αὐτὸν> τοῖς Ῥωμαίοις καὶ οὐ τῷ νόμῳ τοῦ θεοῦ, εἰ δὲ μὴ διδόναι, ὡς πόλεμοον ἐμποιοῦντι καὶ στάσιν καὶ διεγείροντι τοὺς μὴ δυναμένους στῆ- ναι πρὸς τηλικαύτην στρατιάν. [οὐχ ἑώρων δὲ τίνα τρόπον ἀνεπιλήπτως καὶ σοφῶς αὐτοῖς ἀποκρίνεται]. <ὅρα δὲ πῶς ἀνεπιλήπτως ἀπεκρίνατο> πρότερον μὲν ἀποφάσκων τὸ ἀπολύειν τὴν γυναῖκα κατὰ πᾶσαν αἰ- τίαν, δεύτερον δὲ ἀποκρινόμενος πρὸς τὰ περὶ τοῦ βιβλίου τοῦ κατὰ τὸ ἀποστά- σιον ***. ἑώρα γὰρ ὅτι οὐ πᾶσα αἰτία εὐλογως λύει γάμον, καὶ ὅτι δεῖ τὸν ἄνδρα συνοικεῖν τῇ γυναικὶ »ὡς ἀσθε- νεστέρῳ σκεύει ἀπονέμοντα τιμὴν« καὶ βαστάζοντα αὐτῆς τὰ ἐν ἁμαρ- τήμασι »βάρη«. καὶ δυσωπεῖ ἐκ τῶν ἐν τῇ Γενέσει ἐγγεγραμμένων τοὺς ἐπὶ τοῖς Μωσέως γράμμασιν αὐτχοῦντας Φαρισαίους λέγων τὸ οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπ’ ἀρχῆς ἄρρεν καὶ θῆλυ ἐποίη- σεν αὐτούς; καὶ τὰ ἑξῆς, καὶ ἐπιφέρων αὐτοῖς διὰ τὸ καὶ ἔσονται οἰ δύο εἰς σάρκα μέαν ἀκόλουθον τῷ εἰς σάρκα μίαν διδασκαλίαν τὴν ὥστε οὐ- κέτι εἰσὶ δύο ἀλλὰ σὰρξ μέα. δυσωπητικὸν δὲ πρὸς τὸ μὴ ἀπο- λῦσαι τὴν γυναῖκα κατὰ πᾶ- σαν αἰτίαν καὶ τὸ ὅ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χω- ριζέτω.
- 14.16.3
Παρατηρητέον μέντοιγε ἐν τῇ ἐκθέσει τῶν ἀπὸ τῆς Γενέσεως ἐν τῷ εὐγγελίῳ ῥητῶν, ὅτι οὐ τὰ ἐφε- ξῆς ἀλλήλοις γεγραμμένα εἴρηται. ἐγὼ δὲ οἶμαι ὅτι οὐδὲ περὶ τῶν αὐτῶν λέγεται, τῶν κατ’ εἰκόνα θεοῦ γενομένων καὶ τῶν ἀπὸ τοῦ χοὸς τῆς γῆς καὶ μιᾶς τῶν πλευ- ρῶν τοῦ Ἀδάμ. ὅπου μὲν γὰρ λέ- λεκται τὸ »ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτούς«, περὶ τῶν κατ’ εἰκόνα ἐστίν· ὅπου δὲ καὶ εἶπεν· »ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ« καὶ τὰ ἑξῆς, οὐκ ἔστι περὶ τῶν κατ᾿ εἰκόνα· ὕστερον γάρ ποτε ἐκείνων »ἔπλασε κύριος ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς« καὶ ὀπὸ τῆς πλευρᾶς αὐτοῦ τὴν βοηθόν. ἅμα δὲ πρόσχες ὅτι ἐπὶ μὲν τῶν κατ᾿ εἰκόνα οὐκ ἀνὴρ καὶ γυνὴ εἴρηται, ἀλλὰ »ἄρρεν καὶ θῆλυ«. τοῦτο δὲ καὶ ἐν τῷ Ἑβραϊκῷ τετηρήκαμεν· ἀνὴρ μὲν γὰρ δηλοῦται τῇ ΙΣ φωνῇ, ἄρρεν δὲ τῇ ΖΑΧΑΡ· καὶ πάλιν γυνὴ μὲν τῇ ΕΣΣΑ φωνῇ, θῆλυ δὲ τῇ ΟΥΝΚΗΒΑ· οὐδέ ἀνήρ, ἀλλ᾿ οἱ μὲν διαφέροντες ἄρρεν οἱ δὲ δεύτεροι θῆλυ. ἀλλὰ καὶ ἐὰν καταλίπῃ ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, κολλᾶται οὐ τῷ θήλει ἀλλὰ τῇ γυναικὶ αὑτοῦ καὶ γίνονται (ἐπεὶ ἓν σαρκὶ ἀνὴρ καὶ γυνή) εἰς σάρκα μίαν.
- 14.16.4
tamen quoniam tetigimus istum locum ubi et illud dicitur: »haec vocabitur mulier, quia de viro suo adsumpta est«, sciendum quia nihil proprium habet quantum ad Graecum [vel ad Latinum] sermonem, ut ideo vocetur mulier, quia de viro suo adsumpta est. propterea legentes Hebraica invenimus originationem istam convenienter positam in Hebraeo. habet autem Hebraicum ita: ΙΣΣΑ (quod intellegitur et mulier εἶτα διαγράφων ὂ δεῖ εἶναι ἐν τοῖς ὑπὸ θεοῦ συνεζευγμένοις ἀξίως τοῦ συνεζεῦχθαι ὑπὸ θεοῦ, ἐπιφέρει ὁ σωτὴρ τὸ ὥστε οὐκέτι εἰσὶ δύο. καὶ ὅπου γε ὁμόνοια καὶ συμφωνία καὶ ἁομονία ἀνδρός ἐστι πρὸς γυναῖκα <καὶ γυναικὸς πρὸς ἄνδρα>, τοῦ μὲν ὡς ἄρχοντος, τῆς δὲ <ὡς> πειθομένης τῷ »αὐτός σου κυριεύσει«, ἀληθῶς ἔστιν εἰπεῖν ἐπὶ τῶν τοιούτων τὸ οὐκέτι εἰσὶ δύο. εἶτ᾿ ἐπεὶ ἔδει τηρεῖσθαι τῷ κολλωμένῳ κυρίῳ τὸ γενέσθαι αὐτὸν πρὸς αὐτὸν »ἕν πνεῦμα«, λέλεκται ἐπὶ τῶν ὑπὸ τοῦ θεοῦ συνεζευγμένων μετὰ τὸ ὥστε οὐκέτι εἰσὶ δύο τὸ ἀλλὰ σὰρξ μία. καὶ ὁ θεός ἐστιν ὁ συζεύξας τὰ δύο εἰς ἕν, ἵνα μηκέτι ὦσι δύο, <ὅπου> »παρὰ θεοῦ ἁρμόζεται ἀνδρὶ γυνή«. καὶ ἐπεὶ ὁ θεὸς συνέζευξε, διὰ τοῦτο χάρισμά ἐστιν ἐν τοῖς ὑπὸ θεοῦ συνεζευγμένοις· ὅπερ ὁ Παῦλος ἐπιστάμενος ἐπίσης τῷ εἶναι τὴν ἁγνὴν ἀγαμίαν χάρισμά φησι καὶ τὸν κατὰ λόγον θεοῦ γάμον εἶναι χάρισμα, φάσκων· »θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς ἐμαυτόν, ἀλλ᾿ ἔκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως«. οἱ δὲ ὑπὸ θεοῦ συνεζευγμένοι καὶ φρονοῦσι καὶ ποιοῦσι τὸ »οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, ὡς καὶ ὁ Χριστὸς τὴν ἐκκληςίαν«. ὁ μὲν οὖν σωτὴρ ἐνετείλατο, ἵν᾿ ὅπερ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωρίζῃ· ἄνθρωπος δὲ χωρίζειν βούλεται ὃ ὁ θεὸς συνέζευξεν, ὅτε ἀποστὰς »τῆς« ὑγιοῦς »πίστεως«, προςέχων »πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν κωλυόντων« οὐ πορνεύειν μόνον ἀλλὰ καὶ »γαμεῖν«, διαλύει καὶ τοὺς φθάσαντας τῇ προνοίᾳ συνεζεῦχθαι τοῦ θεοῦ. ταῦτα μὲν οὖν τηρουμένων τῶν ῥητῶν εἰς τὰ περὶ ἄρρενος καὶ θήλεος, καὶ ἀνδρὸς καὶ γυναικός, ὡς ἐδίδαξεν ὁ σωτὴρ ἐν τῇ πρὸς τοὺς Φαρισαίους ἀποκρίσει, λελέχθω.
- 14.17.1
Ἐπεὶ δὲ ὁ ἀπόστολος »εἰς τὸν Χριστὸν« ἐκλαμβάνει »καὶ τὴν ἐκκλησίαν« τὸ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν, λεκτέον ὅτι οὐκ ἀπέλυσεν ὁ Χριστὸς τὴν προτέραν (ἵν᾿ οὕτως ὀνομάσω) γυναῖκα αὐτοῦ (τὴν προτέραν συναγωγὴν) κατ᾿ ἄλλην αἰτίαν, τηρῶν τὸ ὃ οὗν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω, ἢ ὅτε ἐπόρνευσεν ἐκείνη ἡ γυνὴ μοιχευθεῖσα ὑπὸ τοῦ πονηροῦ καὶ μετ᾿ ἐκείνου ἐπιβουλεύσασα τῷ ἀνδρὶ καὶ ἀποκτείνασα αὐτὸν ἐν τῷ λέγειν· »αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον« <καὶ>· »σταύρου σταύρου αὐτόν«. ἐκείνη οὖν ἑαυτὴν ἀπέστησε μᾶλλον ἢ ὁ ἀνὴρ αὐτὴν ἀπέστειλεν ἀπολύσας· διόπερ ὀνειδίζων αὐτῇ ἀποστάσῃ αὐτοῦ ἐν Ἡσαΐᾳ φησί· »ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾦ ἀπέστειλα αὐτήν;« καὶ ὁ κτίσας γε ἀπ᾿ ἀρχῆς τὸν κατ᾿ εἰκόνα (ὡς »ἐν μορφῇ θεοῦ ὑπάρχων«) ἄρρεν αὐτὸν ἐποίησε καὶ θῆλυ τὴν ἐκκληςίαν, ἓν τὸ κατ᾿ εἰκόνα ἀμφοτέροις χαριςάμενος.
- 14.17.2
καὶ καταλέλοιπέ γε διὰ τὴν ἐκκλησίαν κύριος ὁ ἀνὴρ πρὸς ὃν ἦν πατέρα ὅτε »ἐν μορφῇ θεοῦ« ὑπῆρχε, καταλέλοιπε δὲ καὶ τὴν μητέρα, καὶ αὐτὸς υἱὸς ὢν τῆς ἄνω Ἱερουσαλήμ, καὶ ἐκολλήθη τῇ ἐνταῦθα καταπεσούσῃ γυναικὶ αὐτοῦ, καὶ γεγόνασιν ἐνθάδε οἱ δύο εἰς σάρκα μίαν διὰ γὰρ αὐτὴν γέγονε καὶ αὐτὸς σάρξ, ὅτε »ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν«, καὶ οὐκέτι γέ εἰσι δύο, ἀλλὰ νῦν μία γέ ἐστι σάρξ, ἐπεὶ τῇ γυναικὶ <ἐκκλησίᾳ> λέγεται τὸ »ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους«· οὐ γάρ ἐστί τι ἰδίᾳ σῶμα Χριστοῦ ἔτερον παρὰ τὴν ἐκκλησίαν οὖσαν »σῶμα« αὐτοῦ »καὶ μέλη ἐκ μέρους«· καὶ ὁ θεός γε τούτους τοὺς μὴ δύο, ἀλλὰ γενομένους σάρκα μίαν συνέζευξεν, ἐντελλόμενος ἵνα ἄνθρωπος μὴ χωρίζῃ τὴν ἐκκλησίαν ἀπὸ τοῦ κυρίου. καὶ ὁ προσέχων γε ἑαυτῷ ὡς μὴ χωρισθῆναι <ἀπὸ τοῦ Χριστοῦ>, θαρρεῖ ὡς μὴ χω-ρισθηςόμενος καί φησι· »τίς ἠμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;« ἐνταῦθα μὲν οὖν γέγραπται πρὸς τοὺς Φαρισαίους λεγόμενον τὸ ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω· λέγοιτο δ’ ἂν πρὸς τοὺς Φαρισαίων κρείττονας· ὃ οὖν ὁ θεὸς συνέζευξεν, μηδὲν χωριζέτω, μήτε ἀρχή, μήτε ἐξουςία· ἰσχυρότερος γὰρ ὁ συζεύξας θεὸς πάντων, ὧν ἂν ὀνομάσαι τις νοήσας αὐτὰ δυνηθῇ.
- 14.18.1
Μετὰ ταῦτα διαληψόμεθα τὸν τῶν φαρισαίων λόγον ὃν εἶπον τῷ Ἰησοῦ· τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποσταςίου καὶ ἀπολῦσαι; εὐλόγως δ’ εἰς τοῦτο παραληψόμεθα τὴν ἀπὸ τοῦ Δευτερονομίου λίξιν περὶ τοῦ τῆς ἀποσταςίας βιβλίου ἔχουσαν οὕτως· »ἐὰν δὲ λάβῆ τις γυναῖκα καὶ συνοικήσῃ αὐτῇ, καὶ ἔσται ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ ὅτι εὗρῃ ἐν αὐτῇ ἄσχμον πρᾶγμα« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ οὐ μιανεῖτε τὴν γῆν ἣν κύριος ὁ θεὸς ὐμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ«. ζητῶ δὲ ἐν τοῖς κατὰ τὸν νόμον τοῦτον, πόερον οὐδὲν πέρα τῆς λέξεως χρὴ ζητεῖν ἐν αὐτῷ (ἐπεὶ μὴ ὁ θεὸς ἔδωκεν αὐτόν), ἢ πρὸς μὲν τοὺς Φαρισαίους ἀναγκαίως εἴρηται (χρησαμένους τῷ Μωςῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποσταςίου καὶ ἀπολῦσαι) τὸ ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὐμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. ἐὰν δέ τις ἐπὶ τὸ εὐαγγέλιον ἀναβῇ Χριστοῦ Ἰησοῦ, διδάσκον ὅτι »ὁ νόμος πνευματικός ἐστι«, καὶ τούτουζητήσει τοῦ νόμου πνευματικὸν νοῦν. φήσει δὲ καὶ ταῦτα ὁ θέλων τροπολογεῖον ὅτι, ὥσπερ τῷ Παύλῳ θαρροῦντι ἐφ’ ᾗ εἶχε θείᾳ χάριτι λέλεκται τὸ »γυνὴ δέδεται ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὀ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθὴναι, μόνον ἐν κυρίῳ. μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν« (ἐν τούτοις γὰρ τῷ »κατὰ τὴν ἐμῆν γνώμην«, ἵνα μὴ καταφρονηθῇ ὡς κενὴ πνεύματος θεοῦ, καλῶς ἐπήγαγε κτὸ »δοκῶ κἀγὼ πνεῦμα θεοῦ ἔχειν«), οὕτως καὶ Μωσεῖ διὰ τὴν δοθεῖσαν αὐτῷ ἐξουςίαν νομοθετεῖν, ὥστε αὐτὸν καὶ πρὸς τὴν σκληροκαρδίαν τοῦ λαοῦ ἐπιτρέψαι τινά, ἐν οἷς ἦν καὶ τὸ ἀπολύειν τὰς γυναῖκας, ἦν ἂν πείθεσθαι, ἐφ’ εἷς κατὰ τὴν αὐτοῦ γνώμην ἐνομοθέτει, ὡς καὶ ἐν τούτοις μετὰ πνεύματος θεοῦ τῆς νομοθεςίας γενομέντης. καὶ ἐρεῖ ὅτι, εἰ οὖν τὶς μὲν νόμος πνευματικός ἐστι, τὶς δὲ οὐκ ἔστι τοιοῦτος, νόμος δέ ἐστι καὶ οὗτος, πνευματικός ἐστι καὶ οὗτος, καὶ ζητητέον αὐτοῦ τὸ πνευματικόν.
- 14.19.1
Μεμνημένοι δὲ τῶν ἀνωτέρω ἡμῖν λελεγμένων εἰς τὸ τοῦ Ἡσαΐου περὶ τοῦ βιβλίου τῆς ἀποσταςίας ῥητὸν φήσομεν ὅτι ἑαυτὴν ἀπέστησεν ἀνδρὸς τοῦ Χριστοῦν ἡ μήτηρ τοῦ λαοῦ, μὴ λαβοῦσα τὸ τῆς ἀποσταςίας βιβλίον. ὕστερον δέ, ὅτε εὑρέθη ἐν αὐτῇ »ἄσχημον πρᾶγμα« καὶ οὐχ εὗρε »χάριν ἐναντίον αὐτοῦ«, ἐγράφη αὐτῇ βιβλίον ἀποσταςίου. ἀπὸ τῶν ἐθνῶν καλοῦσα εἰς τὴν οἰκίαν τοῦ τὴν προτέραν γυναῖκα ἀποβεβληκότος, τὸ βιβλίον τοῦ ἀποσταςίου δέδωκε τῇ προτέρᾳ ἀποστάσῃ τοῦ ἀνδρὸς νόμου καὶ λόγου. διὸ καὶ αὐτὸς ἀποστὰς ἔγημεν (ἵν’ οὕτως ὀνομάσω) ἑτέραν, δοὺς »εἰς τὰς χεῖρας« τῆς προτέρας τὸ τοῦ ἀποσταςίου βιβλίον· διὸ μηκέτι δύνανται πράσσειν τὰ κατὰ τὸν νόμον αὐτοῖς προστεταγμένα διὰ τὸ βιβλίον τοῦ ἀποσταςίου. καὶ σημεῖον τοῦ εἰληφέναι αὐτὴν βιβλίον ἀποσταςίου τὸ Ἱερουσαλὴμ μὲν καποσταςίου τὸ Ἱερουσαλὴμ μὲν καθῃρῆσθαι μετὰ τοῦ κληθέντος ὑπ’ ἐκείνων ἁγιάσματος καὶ τῶν ἐν αὐτῷ πετιστευμένων γεγονέναι σεμ- νῶν καὶ τοῦθυσιαστηρίου τῶν ὀλοκαυτωμάτων καὶ πάσης τῆς παρ’ αὐτῷ λατρείας. σημεῖον δὲ τοῦ βιβλίου τῆς ἀποσταςίς καὶ τὸμήτε ἑορτάζειν αὐτοὺς δύνασθαι κἂν κατὰ τὸ γράμμα, τοῦ βουλήματος τοῦ νόμου προστάξαντος »ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεὸς« ἑορτάζειν ἀυτούς. ἀλλὰ καὶ τὸ πᾶσαν τὴν συναγωγὴν λιθοβολεῖν τοὺς τάδε ἢ τάδε ἡμαρτηκότας γενέσθαι μὴ δυνάμενον καὶ ἄλλα δὲ μυρία τῶν προστεταγμένων, σημεῖόν ἐστι τοῦ βιβλίου τῆς ἀπολσταςίας, καὶ ὅτι »οὐκ ἔστιν ἔτι προφήτης«, ἔτι· ἀφεῖλε γὰρ (φηςὶ) κύριος »ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ (κατὰ τὸν τοῦ Ἡσαΐου λόγον) ἰσχύοντα καὶ ἰσχύουσαν, γίγαντα καὶ ἰσχύοντα« καὶ τὰ λοιπὰ μέχρι συνετοιῦ ἀκροατοῦ.
- 14.19.2
Δύναται δὲ πρὼτον μὲν εἰληφέναι γυναῖκα τὴν συναγωγὴν καὶ συνῳκηκέναι αὐτῇ ὁ Χριστός, ὕστερον δὲ ἐκείνην μὴ εὑρηκέναι »χάριν ἐναντίον αὐτοῦ«· ἡ δὲ αἰτία τοῦ μὴ εὑρηκέναι αὐ τὴν» χάριν ἐναντίον αὐτοῦ« τὸ εὑρεθὴναι »ἐν αὐτῇ ἄσχημον πρᾶγμα«. τί γὰρ ἀσχημονέστερον τοῦ (προκειμένου ἀπολῦσαι ἐν τῇ[ ἑορτῇ ἕνα) ἀπολῦσαι μὲν αὐτοὺς ἠξιωκέναι Βαραβᾶν τὸν λῃστήν, καταδικάσαι δὲ Ἰησοῦν; καὶ τί ἀσχημονένστερον τοῦ πάντας εἰρηκέναι ἐπ’ αὐτῷ »σταύρου, σταύρου αὐτόν« καὶ »αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον«; πῶς δὲ οὐκ ἂν ἄσχημον καὶ τὸ »τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἠμῶν«; διὸ ἐκδικουμένου αὐτοῦ ἐκυκλώθη »ὑπὸ στρατοπέδων Ἱερουσαλὴμ« καὶ ἐπέστη »ἡ ἐρήμωσις αὐτῆς«, καὶ ἀφείθη αὐτοῖς »ὁ οἶκος« αὐτῶν, καὶ ἐγκατελείφθη »ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὠς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, καὶ ὡς πόλις πολιορκουμένη«. κατὰ τὸν αὐτὸν δὲ (οἶμαι) καιρὸν τῇ μὲν προτέρᾳ γυναικὶ ἔγραψεν ὁ ἀνὴρ »βιβλίον ἀποσταςίου« καὶ ἔδωκεν εἰς τὰς χεῖρς αὐτῆς« καὶ ἐξαπέστειλεν »αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ«, τὴς δὲ ἀπὸ τῶν ἐθνῶν ἀπαλήλιπται τὸ χειρόγραφον· περὶ οὗ φησιν ὁ ἀπόστολος τὸ »ἐξαλείψας τὸ χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἠμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ στασυρῷ«. καὶ Παῦλος γὰρ εἰς τὴν ἀπὸ τῶν ἐθνῶν *** προςήλυτοι ἐγένοντο τοῦ Ἰσραήλ. ἐξῆλθε τοίνυν ἡ προτέρα γυνὴ ἡ μὴ »εὑροῦσα χάριν ἐναντίον« τοῦ ἀνδρὸς τῷ εὑρῆσθαι »ἐν αὐτῇ ἄσχημον πρᾶγμα«, ἀπὸ »τῆς οἰκίας« τοῦ ἀνδρός, »καὶ ἀπελθοῦσα« γενένηται »ἀνδρὶ ἐτέρῳ« ᾦ ἐαυτὴν ἁπέταξεν, εἴτε Βαραβᾶν τὸν λῃστὴν κρὴ λέγειν τὸν ἄνδρα (ὄντα τροπικῶς τὸν διάβολον) εἴτε τινὰ δύναμιν πονηράν. καὶ ἐπὶ τινῶν μὲν τῆς συναγωηῆς ἐκείνης συμβέβηκε τὸ πρότερον ἐν τῷ νόμῳ γεγραμμένον, ἐφ’ ἐτέρων δὲ τὸ δεύτερον· ὁ γὰρ ἔσχατος ἀνὴρ ἐμίσηςεε τὴν γυναῖκα »καὶ γράψει αὐτῇ« ποτε ἐπὶ τέλει τῶν πραγμάτων »βι΄λίον ἀποστασίου (τοῦτο οἰκονομοῦντος τοῦ θεοῦ) καὶ δύσει εἰς τὰς χεῖρας αὐτῆς καὶ ἐξαποστελεὶ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ«· ὡς γὰρ »ἔχθεαν« ὁ ἀγαθὸς θεὸς ξήσει »ἀνὰ μέσον« τοῦ ὄφεως καὶ »τῆς γυναικὸς καὶ ἀνὰ μέσον τοῦ σπέρματος« αὐτοῦ, »καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτοῦ, »καὶ ἀνὰ οίκονομήσει, ἴνα »μισήσῃ αὐτὴσῃ αὐτῆν ὁ ἀνῆρ ὁ ἔσχατος«.
- 14.20.1
Εἰσὶ δὲ οἶς συμβέβηκε συνοικεῖν τὸν ἄνδρα μὴ μισήσαντα αὐτοὺς τῷ παραμεῖναι ἐν τῷ οἴχῳ τοῦ ἐσκάτου ἀνδρὸς καὶ λαβάντος αὐτῶν τὴν συναγὴν ἐαυτῷ γυναῖκα. ἀλλὰ καὶ ἐπὶ τούτων ἀποθνᾐσκει ὁ ἔσχατος ἀνύρ, τάχα ἡνίκα ἄν »ὁ ἔσκατος ἐκθρὸς Χριστοῦ καταργηθῇ θάνατος«. ὁπότερον δὲ τούτων ἄν γένηται εἴτε τὸ πρότερον εἴτε τὸ τελευταῖον τῇ γυναικάί, »οὐ δυνήσεται (φησὶν) ὁ ἀνὴρ ὀ πρότερος ὁ ἐξαποστείλας αὐτὴν ἐπαναστρέ- ψας λαβεῖν αὐτὴν τοῦ εῖναι ἑαυτῷ γυναῖκα μετὰ τὸ μιανθῆναι αὐτήν, ὅτι βδέλυγμα (φησὶν) ἐστὶν ἐναντίον κυρίου τοῦ θεοῦ σου«. ἀλλὰ ταῦτα δόξει μὴ κατάλληλα εἶναι τῷ» ἐὰν ὁ Ἰσραὴλ σωθήσεται«. ὅρα δὲ εἰ δύναται καὶ πρὸς τοῦτο λέγεδθαι ὄτι πάντως, εἰ σωθήσεται, τῷ τὸν ἄνδρα αὐτῆς τὸν πρότερον ἐπανα στρέψαντα »λαβεῖν αὐτὴν τοῦ εἶναι αὐτῷ γυναῖκα μετὰ τὸ μιανθῆναι αὐτὴν« σωθήσεται. ἱερεὺς μὴν οὖν »πόρνην «καὶ»ἐκβεβλημένην« »οὐ λήψεται« ἑαυτῷ γυναῖκα, <ἄλλος> δέ τις οὐ κωλύεται (ὡς ὑποβεβεβηκὼς τὸν ἰερέα) ποιῆσαι τὸ τοιοῦτον. ἀλλ’ ἐὰν περὶ τῆς τῶς τῶν ἐθνῶν κλήσεεως τὸ »πόρνην« ζητῇς, χρήσῃ τῷ »λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας« καὶ τοῖς ἐξῆς. ὡς γὰρ »οἰ ἱερεῖς ἐν τῷ ἰερῷ τὸ σάββατον βεβηλοῦντες ἀναίτιοί εἰσιν«, οὔτως ἐν καιρῷ λαμβάνων γυναῖκα παονείας νείας ὁ ἐκβάλλων τὴν προτέραν γυναῖκα [καὶ] ἀναίτιός ἐστι, πστι, ποιήσας αὐτὸ κατὰ τὴν πρόσταξιν τοῦ (ὅτ’ ἔδει) εἰπόντος (καὶ ἔως ἐχρῆν) τὸ γυναῖκα »πόρνην οὐ λήψεται«, καὶ (ὅτε εὔλογον ἦν) φήσαντος» λάβε σεαυτῷ γυναῖκα πορνείας«. ὡς γᾶρ «κύριός ἐστι τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου« καὶ οὐ δοῦλος τοῦ σαββάτου ὡς ὁ λαός, οὔτως κύριός ἐστιν ὁ τὸν νόμον διδοῦς διδόναι μὲν «ἄχρι καιροῦ διορθώσεως« καὶ ἀλλάσσειν νόμον, ἐπιστάντος δὲ τοῦ καιροῦ τῆς διορθώσως καὶ ιδόναι μετὰ τὴν προτέραν ὁδὸν καὶ μετὰ τὴν προτέραν καρδδίαν »ὁδὸν ἐτέραν καὶ καρδίαν ἐτέραν« »καιρῷ δεκτῷ« »καὶ ἐν ἡμέρᾳ σωτηρίας«. καὶ ταῦτα μὲν κατὰ μέεν διήγησιν λελέχθω εἰς τὸν περὶ τοῦ βιβλίου τῆς ἀποστασίας νόμον.
- 14.21.1
Ζητήσαι δ’ ἄν τις, εἰ δύναται ἡ ἀνθρωπίη ψυκὴ τροπικῶς λέγεσθαι γυνὴ καὶ ὁ προἱ στάμενος αὐτῆς ἄγγελος καὶ ἄρχρων αὐτῆς (πρὸς ὅν »ἡ ἀναστροφὴ« γίνεται αὐτῆς κατακυριεύοντα αὐτῆς) ἀνήρ, ὠς κατὰ τοῦτο ἔκαστον νομίμως συνοικεῖν τῇ ψυχῇ τῇ ἀξίῳ προστασίας θείου ἀγγέλου. γένοιτο δ’ ἄν ποτε καὶ μετὰ τῆν ἐπὶ πλεῖον διατριβὴν καὶ συνοίκησιν αἰτάς ἐν ψυχῇ τοῦ μὴ εὐρίσκειν »χάριν ἐναντίον« τοῦ κυριεύοντος καὶ ἄρχοντος αὐτῆς ἀγγέλου τὸ εὑρίσκεσθαι »ἐν αὐτῇ ἄσχημον πρῆγμα«, καὶ γράφοιτο ἄν ὡς γράφεται χειρόγραφα, γράφοτιο δὲ »βιβλίον ἀποστασίου«, διδόμενον »εἰς τὰς χεῖρας« τῆς ἐκβαλλομένης, ἵνα μηκέτι οἰκεία ᾖ τοῦ προτέρου προστάτου ἡ ἐξαπσοτελλομέενη »ἐκ τῆς οἰκίας αὐτοῦ«. καὶ γένοιτο δ’ ἄν ἡ »ἀπελθοῦσα« ἀπὸ τῆς προτέρας οἰκίας »ἐτέρῳ« ἀνδρὶ καὶ ἀτυχήσαι ἄν παρ’ αὐτῷ, οὐ μόνον ὡς ἐπὶ τοῦ προτέερου μὲ εὐρίσκουσα »χάριν« ἐνώπιον ἀυτοῦ τῷ εὑρίσκσθαι »ἐν αὐτῇ ἄσχημον πρᾶγμα«, ἀλλὰ καὶ μισουμένη ὑπ’ αὐτοῦ. καὶ γράφοτο δ’ ἄν καὶ ἀπὸ τοῦ δευτέερρου αὐτῇ »βιβλίον ἀποστασίου« καὶ διδοῖτο ἄν »εἰς τὰς χεὸρας αθτῆξς« ἀπὸ τοῦ ἐσχάτου ἀνδρὸς ἐξαποστέλλοντς δύναται νενέσθαι μετάστασις ζωῆς τῆς σὺν ἀνθρώποις ἀγγέλων, ὠς τοιοῦτον εἶναι καὶ τὸν αὐτῶν (ὄσον πρὸς τὴν καθ’ ἡμᾶς σχέσιν) θάνατον, τολμηρῶς μὲν πλὴν ὄμως ζητήσαι τις ἄν. ὄπως δ’ ἄν γένηται, ἡ ἄπαξ ἀποπεσοῦσα προτέερου ἀνδρὸς οὐκ ἐπανελεύσεται πρὸς αὐτόν· »οὐ« γὰρ »δυνήσεται ὁ ἀνὴρ ὁ πρότερος ὁ ἐξαποστείλας αὐτὴν ἐπανστρέφας λαβεῖν αὐτὴν τοῦ εἶναικ αὐτῷ γυνῖκα μετὰ τὸ μιανθῆάι μιανθῆναι αὐτήν«. εἰ δὲ χρὴ τ΄λμήσαντα καὶ ἀπό τινος φερομέενης μὲν ἐν ταῖς ἐκκλησίαις γραφῆς, οὐ παρὰ πᾶσι δὲ ὁμολογουμένης εἶναι θεείας, τὸ τοιοῦτον παραμυθήσασθαι, ληφθείη ἄν τὸ ἀπὸ τοῦ Ποιμένος περί τινων ἄμα τὸ ἀπὸ τοῦ Ποιμένος περί τινων ἄμα μὲν τῷ πιστεύειν ὑπὸ τῷ Μιχαὺλ γινομένων, διὰ δὲ φιληδονίαν ἀποπιπτόντων ἐκείνου καὶ γινομένων ὑπὸ τὸν τὴς τουφῆς, εἶτα ὐπὸ τὸν τῆς τιμωρίας, μεθ’ ὅν ὑπὸ τὸν τῆς μετανοίας. ὁρᾷς γὰρ ὄτι οὐκέτι μὲν ἐνπανέρκεται ἐπὶ τὸν πρῶτον ἄρχοντα ἡ ἄπαξ τρυφήσαὶ μετὰ τιμωίας ὑπό τινα ὐποδεέστερον γίνεται παρὰ τὸν Μιχαήλ. ὑποδεέστερος γὰρ ἐκείνου ὁ τῆς μετανοίας. προσεκτέον οὖν ἡμῖν μήποτε εὑρεθῇ ἐν ἡμῖν »ἄσχημον πρᾶγμα«, καὶ μὴ εὔρωμεν »χάριν« ἐνώπιον ἀνδρός, τοῦ χριστοῦ ἥ τοῦ τεταγμένου ἐφ’ ἡμὶν ἀγγέλου· ἐὰν γὰρ μὴ προσέχωμεν, τάχα καὶ ἡμεῖς τὸ βιβλίον τοῦ ἀποστασίου ληψλομεθα, καὶ ἤ χηρεύσομεν προστάτου στάτου ἤ ἐπὶ ἄνδρα ἔτερον ἐλευσόμεθα —ἐγὼ δὲ ἠγοῦμαι ὅτι οὐκ αἴσιον τοῦτο (ἴν’ δὲ ἠγοῦμαι ὄτι οἰκ μάσω) — ληψόμενοι ἀγγέλου [ς] πρὸς τὴν ἡμετέραν ψυχὴν γάμον.
- 14.22.1
Γενόμενος δὲ κατὰ τὸν τόπον εἴποιμ’ ἄν ὄτι ζητούμενόν τι κατὰ τὴν τοῦ ἀποστόλου περὶ τῶν ἐκκλησιαστικῶν πραγμάτων νομο θεσίαν τάχα ἤδη νοῆσαι καὶ σαφῶς παραστῆσαι (δύσλητον καὶ δυσθεώ ωρητον ρητον τυγχάνον) δυνησόμεθα. οὐδένα γὰρ τῶν ἀπὸ τῆς ἐκκλησίας ὑπεροχήν τινα παρὰ τοὺς πολλοὺς ὡς ἐν συμβόλοις άνειληφότα βούλεται ὁ Παῦλος δευτέρου πεπειβᾶσθαι νάμου. πεερὶ μὲν γὰρ ἐπισκόπων νομοθετῶν ἐν τῇ πρὸς τιμόθεον προτέρᾳ φησίν· »εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα« καὶ τὰ ἑξῆς. περὶ δὲ διακόνων »διάκονοι« φησὶν »ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκονων« καὶ τὰ λοιπά. καὶ χήρας δὲ καθιστὰς »χήρα« φησὶν ἔστω »μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή«, καὶ μετὰ ταῦτά φησι τὰ ἐπιφερόμενα ὡς τούτου δεύτερα καὶ τρίτα. ἐν δὲ τῇ πρὸς Τίτον »τούτου« φησὶ »χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην, εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστὰ« δηλαδὴ καὶ τὰ ἑξῆς. ἐπηποροῦμεν δή, ὁρῶντες δυνατὸν εἶναι β ελτίους πολλῷ τυγχάνειν τινὰς διγάμους μονογάμων, τί δήποτε οὐκ ἐπιτρέπει ὁ Παῦλος διγάμους εἰς τὰς ἐκκλησιαστικὰς καθίστασθαι ἀρχάς· καὶ γὰρ ἐδόκει μοι ζητήσεως ἄξιον εἶναι τὸ τοιοῦτον, τῷ ἐνδέχεσθαι ἀτυχήσαντά τινα περὶ δύο γάμους, ἔτι νέον ὄντα ἀποβαλόντα τὴν δευτέραν, ἐγκρατέστατα καὶ καθαρώτατα βεβιωκέναι παρὰ τὸν λοιπὸν μέχρι γήρως χρόνον.
- 14.22.2
Τίς οὖν οὐκ ἂν εὐλόγως ἐπαπορήσαι, τί δή ποτε ζητουμένου τοῦ ἄρξοντος τῆς ἐκκλησίας τὸν μὲν τοιόνδε δίγαμον οὐ καθίσταμεν διὰ τὰς <περὶ> τοῦ γάμου λέξεις, τὸν δὲ μονόγαμον καὶ (εἰ τύχοι) μέχρι γήρως συμβιώσαντα τῇ γυναικὶ κρατοῦμεν ἄρχοντα, ἔσθ' ὅτε μηδὲ γυμνασάμενον εἰς ἁγνείαν καὶ σωφροσύνην; ἐκ δὴ τῶν εἰρημένων εἰς τὸν περὶ τοῦ βιβλίου τῆς ἀποστασίας νόμον ἐφίστημι μή ποτε, ἐπεὶ σύμβολόν ἐστὶ καὶ ὁ ἐπίσκοπος καὶ ὁ πρεσβύτερος καὶ ὁ διάκονος ἀληθινῶν κατὰ τὰ ὀνόματα ταῦτα πραγμάτων, ἐβουλήθη αὐτοὺς συμβολικῶς μονογάμους καταστῆσαι, ἵν' ὁ δυνάμενος ἐπιστῆσαι τοῖς πράγμασιν εὕρῃ ἐκ τοῦ πνευματικοῦ νόμου ἀνάξιον ὄντα ἀρχῆς ἐκκλησιαστικῆς ἐκεῖνον, οὖ ἡ ψυχὴ οὐχ »εὖρε χάριν ἐναντίον« τοῦ ἀνδρὸς αὐτῆς τῷ εὑρῆσθαι »ἐν αὐτῇ ἄσχημον πρᾶγμα« καὶ ἀξίαν αὐτὴν γεγονέναι τοῦ τῆς ἀποστάσεως βιβλίου. δευτέρῳ γὰρ παρὰ τῷ τοιούτῳ μισηθεῖσα οὐκέτι δύναται μετὰ τὸ δεύτερον βιβλίον τοῦ ἀποστασίου ἐπανελθεῖν ἐπὶ τὸν πρότερον ἄνδρα. εἰκὸς μὲν οὖν καὶ ἄλλους παρὰ τοῖς πολλῷ ἡμῶν σοφωτέροις καὶ μᾶλλον βλέπειν τὰ τηλικαῦτα δυναμένοις εὑρεθήσεσθαι λόγους, εἴτε εἰς τὸν περὶ τοῦ τῆς ἀποστσίας βιβλίου νόμον εἴτε εἰς τὰ ἀποστολικὰ κωλύοντα διγάμους ἄρχειν τῆς ἐκκλησίας ἢ προκαθέζεσθαι προτε- τιμημένους ἐν αὐτῇ. ἡμεῖς δέ, ἕως εὑρεθῇ τὰ κρείττονα κὰ δυνάμενα τῇ τοῦ τῆς γνώσεως φωτὸς πολλῇ ὑπεροχῇ ἀμαυρῶσαι τὰ ὑφ' ἡμῶν εἰρημένα, εἴπομεν τὰ ὑποπεσόντα εἰς τοὺς τόπους ἡμῖν.
- 14.23.1
Εἰ καὶ ἐδόξαμεν δὲ βαθυτέρων ἢ κατὰ δύναμιν ἦφθαι εἰς τοὺς τόπους πραγμάτων, οὐδὲν ἦττον ἔτι διὰ τὴν λέξιν καὶ ταῦτα λεκτέον ὅτι τινὲς τῶν νόμων ἐγράφησαν οὐχ ὡς διαφέροντες, ἀλλ' ὡς συμπεριφρόμενοι τῇ ἀσθενείᾳ τῶν νομοθετουμένων. τοιοῦτον γάρ τι δηλοῦται ἐν τῷ Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν <ὑμῖν> ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· τὸ δὲ προηγούμενον καὶ διαφέρον νόμου τοῦ διὰ τὴν σκληροκαρδίαν γεγραμμένου δηλοῦται ἐν τῷ ἀπ' ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. καὶ ἐν τῇ καινῇ δὲ διαθήκῃ ἐστί τινα νενομοθετημένα ἀνάλογον τῷ ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν> ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν. οἱονεὶ γὰρ πρὸς τὴν σκληροκαρδίαν ἡμῶν γέγραπται (διὰ τὴν ἀσθένειαν) τὸ <»καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι·> διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω« καὶ τὸ »τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί«· ἐπιφέρεται γοῦν αὐτοῖς· »τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν«. ἀλλὰ καὶ τὸ »γυνὴ δέδεται ἐφ' ὅσον χρόνον ὁ ἀνὴρ αὐτῆς ζῇ· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾦ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ« πρὸς τὴν σκληροκαρδίαν ἢ ἀσθένειαν ἡμῶν παρὰ Παύλῳ εἴρηται τοῖς μὴ βουλομένοις ζηλοῦν »τὰ χαρίσματα τὰ μείζονα« καὶ μακαριωτέροις γενέσθαι. ἤδη δὲ παρὰ τὰ γεγραμμένα τινες τῶν ἡγουμένων τῆς ἐκκλησίας ἐπέτρεψάν τινα ὥστε »ζῶντος τοῦ ἀνδρὸς« γαμεῖσθαι γυναῖκα — παρὰ τὸ γεγραμμένον μὲν ποιοῦντες (ἐν ᾦ λέλεκται· »γυνὴ δέ<δεται> ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς« καὶ τὸ »ἄρα οὖν μοιχαλὶς χρηματίσει ἡ γυνὴ γενομένη ἀνδρὶ ἑτέρῳ ζῶντος τοῦ ἀνδρός«), οὐ μὴν πάντη ἀλόγως· εἰκὸς γὰρ τὴν συμπεριφορὰν ταύτην συγκρίσει χειρόνων ἐπιτρέπεσθαι παρὰ τὰ ἀπ' ἀρχῆς νενομεθετημένα καὶ γεγραμμένα.
- 14.24.1
Τάχα δὲ τῶν τολμώντων τις Ἰουδαϊκὸς ἀνὴρ ἐναντιοῦσθαι τῇ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ φήσει ὅτι καὶ ὁ Ἰησοῦς, εἰπών· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι,κ ἐπέτρεψεν ἀπολῦσαι τὴν γυναῖκα ὁμοίως Μωσεῖ, ὃν εἶπε πρὸς τὴν σκληροκαρδίαν τοῦ λαοῦ νενομοθετηκέναι, καὶ ταὐτόν γε φήσει εἶναι τῷ λόγῳ τῆς πορνείας, δι' ὃν εὐλόγως ἂν γυνὴ ἐκβληθείη ἀπὸ ἀνδρός, τὸ »ὅτι εὖρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα«. ἀλλὰ λεκτέον πρὸς αὐτὸν ὅτι, εἴπερ ἡ κατὰ τὸν νόμον μοιχευομένη λιθοβοληθήσεται, δηλονότι οὐ κατὰ τοῦτο νοεῖται τὸ »ἄσχημον πρᾶγμα«· οὐ γὰρ ἐπὶ μοιχείᾳ δεῖ γράφειν »βι- βλίον ἀποσταςίου« καὶ διδόναι »εἰς τὰς χεῖρας« τῆς μοςύνῃ. ἀλλὰ γὰρ τάχα Μωςῆς πᾶν ἁμάρτημα <γυναικὸς> ἄσχημον εἶπε πρᾶγμα, ὅπερ ἐὰν εὑρεθῇ ὑπὸ τοῦ ἀνδρὸς ἐν γυναικὶ μὴ εὑρισκούσῃ χάριν ἐνώπιον τοῦ ἀνδρός, γράφεται τὸ τοῦ ἀποσταςίου βιβλίον καὶ ἐξαποστέλλεται »ἐκ τῆς οἰκίας« τοῦ ἀνδρὸς ἡ γυνή. ἀπ᾿ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. μετὰ ταῦτά φησιν ὁ σωτὴρ ἡμῶν, μηδαμῶς ἐπιτρέπων ἐπ᾿ ἄλλῳ ἁμαρτήματι διαλύειν γάμους ἢ μόνῃ πορνείᾳ εὑρισκομένῃ ἐν τῇ γυναικί, τὸ ὅς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. ζητηθείη δ᾿ ἄν, εἰ διὰ τοῦτο <μόνον> κελεύει τὴν γυναῖκα ἀπολῦσαι <τί ἔσται> ἐὰν μὴ ἐπὶ πορνείᾳ μὲν ἁλῷ, φέρε δ᾿ εἰπεῖν ἐπὶ φαρμακείᾳ ἤ ἀναιρέσει (παρὰ τὴν ἀποδημίαν τοῦ ἀνδρὸς) τοῦ γεννηθέντος αὐτοῖς παιδίου ἢ ἐφ᾿ οἱῳδήποτε φόνῳ. εἰ δὲ καὶ ὐφαι- ρουμένη καὶ <διαρρίπτουσα ἢ> συλῶσα τὴν οἰκίαν εὑρεθείη τοῦ ἀνδρὸς μὴ πορνεύουσα δέ, ζητήσαι τις ἄν, εἰ εὐλόγως τὴν τοιαύτην ἀποβαλεῖ, ὡς τοῦ σωτῆρος κωλύοντος παρεκτὸς λόγου πορνείας ἀπολῦσαί τινα τὴν ἑαυτοῦ γυναῖκα. ἑκατέρως γὰρ ἐμφαίνεταί τι ἄτοπον, οὐκ οἶδα δὲ εἰ ἀληθῶς ἄτοπον. τηλικούτων γὰρ ἀνέχεσθαι ἁμαρτημάτων, ἅ ἔοικε χείρονα εἶναι μοιχείας καὶ πορνείας, ἄλογον εἶναι δόξει· πάλιν τ᾿ ἂν ποιῆσαι παρὰ τὸ βούλημα τῆς διδασκαλίας τοῦ σωτῆρος πᾶς ἂν ὁμολογήσαι ἀσεβὲς τυγχάνειν. Ἐφίστημι τοίνυν διὰ τί μὲν οὐκ εἶπε· μηδεὶς ἀπολυέτω τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, φηςὶ δέ. ὅς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. ποιεῖ μὲν γὰρ ὁμολογουμένως (τὸ ὅσον ἐφ᾿ ἑαυτῷ) μοιχευθῆναι τὴν γυναῖκα ὁ ἀπολύων αὐτὴν μὴ πορνεύσασαν. εἰγὰρ»ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ«, ἀπολύσας δὲ αὐτὴν πρόφασιν αὐτῇ δίδωσι δευτέρου γάμου, δηλονότι παρὰ τοῦτο ποιεῖ αὐτὴν μοιχευθῆναι. τὴν δ᾿ ἁλοῦσαν φαρμακίδα ἢ φόνον <ἤ τι τοιοῦτον> δράσασαν *** ἀπολογίαν ἔχειν ἢ μή, καὶ σὺ ζητήσαις ἄν. δύναται γὰρ καὶ παρ᾿ ἄλλας αἰτίας παρὰ τὴν ἀπόλυσιν ποιεῖν ὁ ἀνὴρ μοιχευθῆναι τὴν ἑαυτοῦ γυναῖκα, οἷον πέρα τοῦ δέοντος ἐπτρέπων πράττειν αὐτὴν ἃ βούλεται καὶ εἰς φιλίαν συγκαταβαίνειν ἀνδράσιν οἷς βούλεται· πολλάκις γὰρ ἐξ ἁπλότητος τῶν ἀνδρῶν τοιαῦτα πταίσατα συμβαίνει <ἐ>ν γυναιξίν. ἀλλ᾿ εἰ ἔστιν ἀπολογίας τόπος ἢ μὴ τοῖς τοιούτοις ἀνδράσιν ἐπὶ τοῖς τοιούτοις συμπτώμασιν, ἐπιμελῶς ζητήσας ἀποφανεῖ καὶ εἰς τὰ ἐπηπορημένα ἡμῖν κατὰ τὸν τόπον. καὶ <ὁ> ἀποστερῶν δὲ ἀπὸ τῆς γυναικὸς ἑαυτὸν ποιεῖ αὐτὴν πολλάκις μοιχευθῆναι, μὴ ἐκπληρῶν αὐτῆς τὰς ὀρέξεις, κὰν φανταςίᾳ πλείονος σεμνότητος καὶ σωφροςύνης τὸ τοιοῦτο ποιῇ· καὶ τάχα μᾶλλον οὗτος ἐπίληπτος ὁ (τὸ ὅσον ἐφ᾿ ἑαυτῷ) ποιῶν αὐτὴν μοιχευθῆναι μὴ ἐκπληρῶν αὐτῆς τὰς ὀρέξεις ἢ ὁ ἀπολύσας αὐτὴν παρεκτὸς λόγου μὲν πορνείς, ἐπὶ φαρμακείᾳ δὲ ἢ φόνῳ ἤ τινι τῶν βαρυτάτων ἁμαρτημάτων. ὥσπερ δὲ μοιχαλίς ἐστι γυνή, κἂν δοκῇ γαμεῖσθαι ἀνδρί, ἔτι ζῶντος τοῦ προτέρου, οὕτως καὶ ἀνὴρ γαμεῖν δοκῶν ἀπολελυμένην οὐ γαμεῖ (κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀπόφασιν) ὅσον μοιχεύει.
- 14.25.1
Μετὰ δὲ ταῦτα κατανοήσαντες οἱ τοῦ Χριστοῦ μαθηταί, ὅσα δύναταοι γενέσθαι συμπτώματα ἐν γάμοις, ὧν ἀνέχεσθαι δεῖ τὸν ἄνδρα, καὶ κατὰ τοῦτο <ἀνεχόμενον> ἀπαλλάσσειν σκληρότατα ἢ μὴ ἀνεχόμενον παρανομεῖν εἰς τοὺς Χριστοῦ λόγους, φαςὶν αὐτῷ, <ὡς> ἐπὶ εὐχερέστερον τὴν ἀγαμίαν καταφεύγοντες καὶ μᾶλλον συμφέρον ἢ ὡς δοκεῖ συμφέρειν γάμος· εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. πρὸς τοῦτο δὲ εἶπεν αὐτοῖς ὁ σωτήρ, διδάσκων ἡμᾶς δῶρον εἶναι τὸ διδόμενον ἀπὸ θεοῦ τὴν παντελῆ καθάρευσιν, καὶ οὐ μόνον ἀσκήσει παραγινόμενον ἀλλὰ μετ᾿ εὐχῶν <πολλὼν> ὑπὸ θεοῦ διδόμενον, τὸ οὐ πάντες χωροῦσι τὸν λόγο ν, ἀλλ᾿ οἷς δέδοται. εἶτ᾿ ἐπεί τινες συκοφαντοῦσι τὸ οἷς δέδοται, ὠς ἐχόντων ἀπολογίαν τῶν βουληθέντων μὲν καθαρεῦσαι ἐν ἀγαμίᾳ, νικηθέντων δὲ ὑπὸ τῶν ὀρέξεων, λεκτέον, ὅτι εἴπερ πιστεύομεν τοῖς γεγραμμένοις, τί δήποτε ἐπιλαμβανόμεθα μὲν τοῦ ἀλλ᾿ οἷς δέδοται, οὐκέτι δὲ προςέχομεν τῷ »αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν« καὶ τῷ ἐπιφερομενῳ αὐτῷ »πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει«; εἰ γὰρ χωροῦσι τὸν περὶ τοῦ παντελῶς καθαρεύειν λόγον οἷς δέδοται, ὁ βουλόμενος αἰτείτω, πειθόμενος καὶ πιστεύων τῷ λέγοντι· »αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν«, καὶ <λήψεται> μὴ ἀμφιβάλλων περὶ τοῦ »πᾶς ὁ αἰτῶν λαμβάνει«. ἔνθα δὴ γενόμενος ζητήσεις, τίς ὁ αἰτῶν. οὐδεὶς γὰρ τῶν μὴ λαμβανόντων, εἰ καὶ ἔδοξεν ῇτηκέναι, ᾔτησεν· ἐπεὶ οὐ θεμιτὸν φάσκειν ψεῦδος εἶναι τὸ »πᾶς ὁ αἰτῶν λαμβάνει«. τίς οὖν ὁ αἰτῶν ἤ ὁ πεισθεὶς τῷ Ἰησοῦ λέγοντι· »ἐὰν στήκητε προσευχόμενοι«, »πι- Στεύετε ὅτι λαμβάνετε, καὶ λήψεσθε«; Χρὴ δὲ τὸν αἰποῦντα ποιεῖν πάντα Τὰ παρ’ αὐτῷ, ἵνα προσεύχηται »πνεύματι«, προσεύχηται »δὲ καὶ Τῷ νοΐ«, καὶ <τοῦ> »ἀδιαλείπτως Προσεύχεσθε«μεμνημένον Καὶ τοῦ»ἔλεγε δὲ παραβολὴν αὐτοῖς Πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐκκακεῖν, λέγων· Κριτής τις ἦν ἔν τινι πόλει« καὶ τὰ ἑξῆς. χρήσιμον δὲ εἰς τὸ γινώσκειν, τί τὸ αἰτεῖν καὶ τὸ λαβεῖν ἐστι καὶ τί τὸ »πᾶς ὁ αἰτῶν λαμβάνει«, Καὶ τὸ »λέγω ὑμῖν, εἰ καὶ οὐ κώσει Αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον Αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει <αὐτω> ὅσων κρῄζει«· ἐπιφέρει γοῦν· »κἀγὼ ὑμῖν λέγω, Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν« Καὶ τὰ ἑξῆς. ἔτι προτρεπτκὸν διὰ τὸ οὐ πάν- τες χωροῦσι τὸν λόγον, ἀλλ’ οἷς δέδοται, εἰς τὸ αἰτεῖν ἀξίως Τοῦ λαβεῖν καὶ τὸ »τίς δὲ ἐξ ὑμῶν τὸν πατέρα υἱὸς αἰτήσει ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄψιν ἐπιδώσει αὐτῷ;« καὶ τὰ ἑξῆς. δώσει οὖν τὸ ἀγαθὸν δόμα, τὴν παντελῆ καθά- Ρευσιν ἐν ἀγαμίᾳ καὶ ἁγνείᾳ ὁ θεὸς Τοῖς »ἐξ ὅλης ψυχῆς« καὶ μετὰ Πάστεως καὶ »ἀδιαλείπτως« ἐν προσ- Ευχαῖς αἰτοῦσιν αὐτόν.
- 15.praef.1
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον ἐξηγητικῶν Ὠρι- Γένους τόμος ιε΄.
- 15.1.1
Εἰσὶ γὰρ εὐνοῦχοι οἵτι- Νες ἐκ κοιλίας μητρὸς ἐγεν- νήθησαν οὕτως ἕως τοῦ ὁ δυνάμενος χωρεῖν χωρείτω (19, 12).
- 15.1.2
Δύο ἐσομένας περὶ τὸν τόπον Τοῦταν παρεκδοχὰς πρὸ τῆς φαινο- Μένης ἡμῖν ἀληθοῦς εἰς τὸν τόπον διηγήσεως ἐκθέμενοι Καὶ μετὰ τοῦτο ὡς δυνατὸν ἡμῖν ἀνα- Τρέψαντες αὐτάς, ἵν’ ὅσον ἐπὶ τοῖς Λεχθησομένοις πᾶν σφάλμα φυλαξά- Μενοι τὸ ἀληθὲς βούλημα τῶν κατὰ τὸν τόπον ἐὰν χωρῶμεν, τό<τε> Κρεῖττον βιώσωμεν, οὕτως ἤκωμεν ἐπὶ τὸ προκείμενον.
- 15.1.3
Τινὲς μὲν γάρ, ὡς ἀκόλουθον τῇ ἐνεργείᾳ τῶν κατὰ τὸ σωματικὸν ὁρωμένων δύο εὐνουχισμῶν καὶ τὸν τρίτον σωμτικὸν νομίσαντες, ἐπόλ- μησαν ἑαυτοὺς παρασχεῖν απὸ φόβου μὲν τοῦ πρὸς θεόν, ἀνεπιστημόνως δέ, εὐνουχισμῷ ὁμο- γενεῖ τοῖς δύο προτέροις καὶ ἑαυτοῦς ὑποβεβλήκασιν ὀνει- Δισμῷ, τάχα δὲ καὶ αἰσχύνῃ οὐ Παρὰ μόνοις τοῖς ἀλλοτρίοις τῆς Πίστεως, ἀλλὰ καὶ παρὰ τοῖς πᾶσι Μᾶλλον τοῖς ἀνθρωπίνοις πράγμασι συγγινώσκουσιν ἤ τῷ (φανταςίᾳ φόβου δεοῦ καὶ σωφροςύνης ἀμέτρῳ ἔρωτι) γεν- νήσαντι πόνους καὶ σώματος ἀκρω- τηριασμὸν καὶ εἴ τι ἔτερον πάθοι ἂν ὁ τηλικούτῳ ἑαυτ[ον παρασχὼν Πράγματι. ἕτεροι δὲ καὶ οἱ πολλοὶ οὕτω νενοή- κασι, μὴ βασανίσαντες τρόπον ἀκο- λουθίας λόγων· τοὺς μὲν προτέρους δύο Αὐτόθεν καὶ Σωματικῶς ἐξειλήφασιν εἰρῆσθαι Τῷ σωτῆρι ὡς οὐδὲν πλέον τῶν Αἰσθητῶν ἐμφαίνοντι, τὸν δὲ τρίτον οὐκέτι κατὰ τὴν λέξιν λελέχθαι Νενομίκασιν, ἀλλ’ εὐνουχισμὸν ἡγήσαντο τὸν ἀπὸ λόγου ἐν τῷ τρίτῳ σημαίνεσθαι, ὅτε προθέσει τῆς τῶν οὐρανῶν βασιλείας τῷ τμητικωτάτῳλόγῳ ἐκτεμόντες τὸ τῶν τοιούτων ἐπιθυ- Μητικὸν Καταπεφρονήκασι τῶν ὕβρεων τοῦ Σώματος, μὴ δυναμένων ἔτι νικῆσαι Ψυχὴν τῷ λόγῳ ἐκτετμηκυῖαν τὴν ἐπιθυμίαν. Χρὴ δὲ εἰδέναι ὅτι Οἱ μὲν πρότεροι τοῦ εὐαγγελικοῦ Γενόμενοι φίλοι γράμματος καὶ μὴ ἐπιστήσαντες ὅτι καὶ ταῦτα ἐν παραβολαῖς ἐλάλησεν ὁ Ἰησοῦς καὶ πνεύματι εἴρηται, ἀκολουθότερον μὲν νενοήκασι τὰ κατὰ τὸν τόπον τοῖς ὁμολογοῦσι τοὺς προτέρους δύο εὐνουχισμοὺς σωματικῶς λελέχθαι, ἐξωμάλισαν γὰρ ἀκολούθως τοῖς Προτέροις δύο Τὸν τρίτον, οὐ πταίοντες μὲν ὡς πρὸς Τὸ ἀκόλουθον τοῖς τριςίν, ἀναγκαίως Δὲ πταίσαντες τῷ τὴν ἀρχὴν Τῶν κατὰ τὸν τόπον παρεωρακέναι· Τῷ γὰρ σωματικῶς λελέχθαι τοὺς δύο ἕπεται καὶ τὸν τρίτον εἶναι σω- Ματικόν. ὁ δὲ δεύτεροι τῷ μὲν τρίτῳ ὑγιῶς ἐπιβεβλήκασι τὴν ἀπὸ λόγου νομίσαντες δηλοῦ- Σθαι ἐκτομὴν Τοῦ παθητικοῦ ἀπὸ τῆς ψυχῆς. Οὐκέτι δὲ τεεωρήκασιν ὅτι ἁρμόζον ἦν τῇ τοιαύτῃ ἐκδοχῇ καὶ τοὺς προτέρους δύο εὐνουχισμοὺς ὁμοίως τῷ τρίτῳ ἀλληγορῆσαι, ἢ ἐξομαλίασι παραπληςίως τοῖς προτέροις δυςὶ καὶ τὸν τρίτον. Εἴπερ οὖν ἐπ’ ἄλλων τινῶν οὐ μόνον τῆς διαθήκης τῆς παλαιᾶς ῥητῶν ἀλλὰ καὶ τῆς καινῆς ἁρμόζει λέγειν· »τὸ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ«, τοῦτο καὶ ἐπὶ τῶν κατὰ τὸν προκείμενον τόπον ὁμολογητέον· τηρηθὲν γὰρ τὸ γράμ- Μα τῶν δύο εὐνουχισμῶν εἴποι τις ἂν ὅτι ἀπέκτεινε τοὺς ἀκολούθως τοῖς προτέροις τὸν τρίτον νοήσαντας καὶ τολμήσαντας εἰπεῖν (ὡς κατὰ τὸν λόγον τοῦ κυρίου χωροῦντας Αὐτὸ νοεῖν) ἐπὶ τῷ διὰ τὴν βασι- Λείαν τῶν οὐρανῶν ὁμοίως τοῖς Προτέροις εὐνυχισθεῖσιν εὐνου- Χίσαι ἑαυτούς.
- 15.2.1
Εἰ δὲ βούλεταί τις καὶ ἄλλα Παραδείγματα λαβεῖν τῆς καινῆς Διαθήκης ἐχούσης γράμμα ἀπο- Κτεῖνον, ἀκουέτω παραδείγματος Χάριν τίνα τρόπον ὁ σωτὴρ πρὸς τοὺς ἀποστόλους εἶπεν· »ὅτε ἀπέστειλα ὑμᾶς ἔτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὐστερήσατε;« οἷς ἐπιφέρεται τὸ »οἱ δὲ εἶπον· οὐδενός. εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωληςάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοραςάτω μάχαιραν«. εἴ τις γὰρ διὰ τὸ ταῦτα εἰρηκέναι τὸν Ἰησοῦν μὴ ἐνιδὼν τῷ βουλήματι τῶν λελεγμένων πωλήσαι τὸ αἰσθητὸν ἑαυτοῦ ἱμάτιον καὶ ἀγοράσαι μάχαιραν ἀνδροφόνον, ὡς λαβὼν »μάχαιραν« τοιαύτην καὶ παρὰ τὸ βούλημα τοῦ Ἰησοῦ ποιήσας, παρεκδεξάμενος αὐτοῦ τὸν λόγον ἀπολεῖται μέν, τάχα δὲ καὶ »ἐν μαχαίρᾳ« ἀπολεῖται. ποδαπὴ δὲ ἡ μάχαιρα, οὐ τοῦ παρόντος ἐστὶ καιροῦ διηγήσασθαι. ἀλλὰ καὶ τὸ »μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε« εἴ τις μὴ ἐξετάσας, τί βουλόμενος ὁ Ἰησοῦς τοῦτο προςέταξεν, ὡς ζηλῶν ἀποστολικὸν βίον »μηδένα κατὰ τὴν ὁδὸν« ἀσπάσοιτο, ἀπάνθρωπος <καὶ μωρὸς> ἂν εἶναι δόξαι τοῖς θεωροῦσιν αὐτὸν τοιοῦτον· οἵτινες τὴν αἰτίαν τοῦ οὕτως νοήσαντος ἐπὰν ἀναφέρωσιν ἐπὶ τὸν λόγον, δι’ ὃν ἐκεῖνος ἔδοξε τοῦτο πράττειν, ἐναχθεῖεν ἂν πρὸς τὸ μισεῖν τὸν λόγον τοῦ θεοῦ, ὡς ἀγρίους καὶ ἀπανθρώπους κατασκευάζοντα τοὺς ἐν αὐτῷ. καὶ τούτου τὴν αἰτίαν λαβὼν ὁ »μηδένα κατὰ τὴν ὁδὸν« ἀσπαζόμενος πάθοι ἂν προφάσει τοῦ γράμματος θάνατον, τοῦ γράμματος αὐτὸν ἀποκτείνατος. εἰ δὲ καὶ τὸν δεξιὸν ὀφθαλμόν τις ἐκκόπτοι ὡς αἴτιον τοῦ κακῶν βλέπειν, ἢ τὴν δεξιὰν τοῦ σώματος χεῖρα ἢ τὸν δεξιὸν κατὰ σάρκα πόδα, πάθοι ἂν μετὰ *** τῶν ἀποκτιννυμένων διὰ τὸ γράμμα, ὡς καὶ αὐτὸς μείνας ἐπὶ τοῦ γράμματος, δέον ἀναβαίνειν αὐτὸν ἐπὶ τὸ πνεῦμα τοῦ λεγομένου.
- 15.2.2
Ἄλλοι μὲν οὖν τῶν πρὸ ἡμῶν οὐκ ὤκνησαν ἰδίοις συγγράμμασιν ἀφορμὰς παρασχεῖν τοῦ τὸν τρίτον εὐνουχισμὸν τολ\μῆσαί τινας παθεῖν προφάσει βασιλείας οὐρανῶν, παραπλήσιον ὄντα τοῖς ποοτροις δυσίν.
- 15.3.1
ἡμεῖς δὲ Χριστὸν (τὸν λόγον τοῦ θεοῦ) »κατὰ σάρκα« καὶ κατὰ τὸ γράμμα ποτὲ νοήσαντες, »<ἀλλὰ> νῦν οὐκέτι« γινώσκοντες, οὐκ εὐδοκοῦμεν ὡς καλῶς ἐξειληφόσι τοῖς καὶ τὸν τρίτον εὐνουχισμὸν ἑαυτοῖς προφάσει τῆς βασιλείας τῶν οὐρανῶν ἐπάγουσι. καὶ οὐκ ἂν ἐπὶ πλεῖον προσδιετρίψαμεν τῇ ἀνατροπῇ τοῦ τὸν τρίτον παραπλησίως τοῖς προτέροις δυσὶ σωματικῶς ἐκλαβεῖν θέλοντος, εἰ μὴ καὶ ἑωράκειμεν τοὺς τολμήσαντας καὶ ἐντετεύχειμεν τοῖς δυναμένοις θερμοτέραν κινῆσαι ψυχὴν (καὶ πιστὴν μὲν οὐ λογικὴν δὲ) πρὸς τὸ τοιοῦτον τόλμημα. φηςὶ δὴ Σέξτος ἐν ταῖς Γνώμαις, βιβλίῳ φερομένῳ παρὰ πολλοῖς ὡς δοκίμῳ· »πᾶν μέρος τοῦ σώματος τὸ ἀναπεῖθόν σε μὴ σωφρονεῖν ῥῖψον· ἄμεινον γὰρ χωρὶς τοῦ μέρους ζῆν σωφρόνως ἢ μετὰ τοῦ μέρους ὀλεθρίως«. καὶ πάλιν προβὰς ἐν τῷ αὐτῷ βιβλίῳ ἀφορμὴν διδοὺς ἐπὶ τὸ παραπλήσιον λέγει· »ἀνθρώπους ἴδοις ἂν ὑπὲρ τοῦ τὸ λοιπὸν τοῦ σώματος ἔχειν ἐρρωμένον ἀποκόπτοντας αὐτῶν καὶ ῥίπτοντας μέρη· πόσῳ βέλτιον ὑπὲρ τοῦ σωφρονεῖν;« καὶ Φίλων δέ, ἐν πολλοῖς τῶν εἰς τὸν Μωςέως νόμον συντάξεων αὐτοῦ εὐδοκιμῶν καὶ παρὰ συνετοῖς ἀνδράσι, φηςὶν ἐν βιβλίῳ ᾧ οὕτως ἐπέγραψεν· Περὶ τοῦ τὸ χεῖρον τῷ κρείττονι φιλεῖν ἐπιτίθεσθαι, ὅτι »ἐξευνουχισθῆναι μὲν ἄμεινον ἢ πρὸς συνουςίας ἐκνόμους λυττᾶν«.
- 15.3.2
Ἀλλ’ οὐ πιστευτέον αὐτοῖς μὴ τὸ βούλημα τῶν ἱερῶν γραμμάτων περὶ τούτων ἐξειληφόσιν. εἰ γὰρ ἐν τοῖς καρποῖς »τοῦ πνεύματος« κατείλεκται μετὰ ἀγάπης καὶ χαρᾶς καὶ μακροθυμίας καὶ τῶν λοιπῶν καὶ ἡ ἐγκράτεια, καρποφορητέον μᾶλλον τὴν ἐγκράτειαν καὶ τὸ δεδομένον ἀπὸ θεοῦ σῶμα ἄρρεν τηρητέον, ἤπερ ἄλλο τι τολμητέον, ἵνα καὶ παραβαίνῃ τις τὸ καὶ ὡς πρὸς τὸ ῥητὸν χρηςίμως λέγον· »οὐ φθερεῖς τὴν ὄψιν τοῦ πώγωνός σου«. χρήσιμον εἰς ἀποτροπὴν θερμῶν μὲν τῇ <δὲ> πίστει νεωτέρων, οἷς ὁμολογεῖν χρὴ ὅτι ἔρωτα σωφροςύνης ἔχουσιν »ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν«, καὶ τὸ »ἐὰν δὲ μάχωνται ἄνθρωποι ἐπὶ τὸ αὐτό, ἄνθρωπος μετὰ τοῦ ἀδεκφοῦ ἑαυτοῦ« καὶ τὰ ἑξῆς, ἕως τοῦ »οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτῇ«. εἰ γὰρ ἀποκόπτεται χεὶρ ἐπιλαβομένη διδύμων ἀνδρός, πῶς οὐχὶ καὶ ὁ ἑαυτὸν δι’ ἄγνοιαν ὁδοῦ φερούσης ἐπὶ σωφροσύνην τοιαύτῃ περιστάσει ἐπιδεδωκώς; ἐπιλογισάσθω οὖν ὁ μέλ- λων τὸ τοιοῦτον τολμᾶν, ἃ πείσεται ὑπὸ τῶν ὀνειδιζόντων καὶ συγχρωμένων τῷ »οὐκ εἰσελεύσεται θλαδίας καὶ ἀποκεκομμένος εἰς ἐκκλησίαν κυρίου«, συναριθμούντων αὐτὸν τοῖς ἀποκεκομμένοις τὸν ἄνδρα. οὔπω λέγω καὶ ἃ πάθοι ἄν τις παρὰ καιρὸν ἐμποδισθέντων τῶν (ὡς ἰατρῶν παῖδές φασιν) ἀπὸ κεφαλῆς καταβαινόντων ἐπὶ τοὺς ἄρρενας τόπους σπερμάτων καὶ ἐν τῷ καταβαίνειν διά τινων περὶ τὰς παρειὰς φλεβῶν τῇ φυσικῇ τῶν καταβαινόντων θερμότητι τρίχας ποιούντων φύειν τοὺς ἄνδρας περὶ τὰ γένεια· ὧν τριχῶν στέρονται καὶ οἱ νομίζοντες ἑαυτοὺς δεῖν σωματικῶς εὐνουχίζειν διὰ τὴν τῶν οὐρανῶν βασιλείαν. τίνα δ’ ἂν πάθοιεν, ἢ καρηβαρίας ἢ σκοτώσεις ἔσθ’ ὅτε φθανούσας καὶ ἐπὶ τὸ ἡγεμονικὸν καὶ ταραττούσας τὸ φανταστικὸν ἀλλόκοτα φαντασιούμενον άπὸ τῆς τοιᾶσδε ὕλης; πρὶν δὲ ἔλθω ἐπὶ τὴν διήγησιν τῶν κατὰ τὸν τόπον, λεκτέον ὅτι, εἴπερ τι ἀκόλουθον ἑαυτῷ ὁ Μαρκίων πεποίηκε φάσκων μὴ δεῖν ἀλληγορεῖν τὴν γραφήν, καὶ τοὺς τόπους τούτους ἠθέτησεν ὡς οὐχ ὑπὸ τοῦ σωτῆρος εἰρημένους, νομίσας δεῖν ἤτιο παραδέξασθαι (μετὰ τοῦ φάσκειν τὸν σωτῆρα ταῦτα εἰρηκέναι) τὸ καὶ ἐπὶ τὰ τοιαῦτα τολμᾶν ἑαυτὸν παραδιδόναι πεισόμενον τὸν παπιστευκότα, ἢ μὴ ἂν εὐλόγως τολμήσαντα τὰ τηλικαῦτα, ἐσόμενα εἰς δυσφημίαν τὴν κατὰ τοῦ λόγου, μηδὲ πιστεύειν εἶναι τοῦ σωτῆρος τοὺς λόγους, εἴ γε μὴ ἀλληροροῦνται.
- 15.4.1
Ἡμεῖς δὲ οἱ βουλόμενοι τὴν ἀκολουθίαν σῲζειν τῶν τριῶν εὐνουχισμῶν καὶ εὐδοκοῦντες τῇ τροπολογίᾳ τοῦ τρίτου. τοιαῦτα φήσομεν καὶ περὶ τῶν προτέρων δύο. εὐνοῦχοι τροπικῶς νῦν οἹ ἀργοὶ πρὸς ἀφροδίδια λέγοιντ’ ἂν καὶ μὴ ἐπιδιδόντες ἑαυτοὺς ταῖς κατὰ ταῦτα ἀσελγείαις καὶ ἀκαθαρσίαις ἢ τοῖς παραπλησίοις αὐταὶς. εἰσὶ δὲ τῶν πρὸς ταῦτα ἀργούντων διαφοραὶ (οἶμα) τρεῖς. οἱ μὲν γὰρ ἐκ κατασκευῆς εἰσι τοιοῦτοι. περὶ ὧν λέγοιτ’ ἂν τὸ εἰσὶν εὐνοῦχοι οἴτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως. οἱ δὲ ἐκ λόγων μὲν <ἀνθρωπίνων> ἀσκοῦσι προτραπέντες τὴν τῶν ἀφροδισίων ἀποχὴν καὶ πάσης τῆς περὶ τὸν τόπον ἀκολασίας· οὐ μὴν τὸ γεννῆσαν αὐτοῖς τὴν τοιαύτην πρόθεσιν καὶ ἄσκησιν καὶ τὴν (Ἵν’ οὕτως ὁνομάσω) κατόρθωσιν λόγος γέγονε θεοῦ, ἀλλ]\α ἀνθρώπινοι λόγοι εἴτε τῶν φιλοσοφησάντων παρ’ Ἕλλησιν εἴτε »τῶν κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων« ἐν ταῖς αἱρέσεσιν· οὗτοι δή μοι δοκοῦσι δηλοῦσθαι ἐν τῷ εἰδὶν εὐνοῦχοι οἽτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων. τὸ δ’ ἀποδοχῆς ἄξιον, εί τὸν λόγον τις ἀναλαβὼν τὸν εἰ τὸν λόγον τις ἀναλαβὼν τὸν ζῶντα καὶ ἐνεργῆ καὶ τομώτερον »ὑπὲρ πᾶσαν μάχαιραν δίστομον« καὶ »τὴν« (ὡς ὠνόμασεν ὁ ἀπόστολος) »μάχαιραν τοῦ πνεύματος« ἐκτέμνοι τὸ τῆς ψυχῆς παθητικὸν μὴ ἁπτόμενος τοῦ σώματος, καὶ τοῦτο ποιοῖ * * * καὶ νοήσας βασιλείαν οὐρανῶν καὶ μέγιστον συμβαλλόμενον πρὸς τὸ κληρονομῆσαι βασιλείαν οὐρανῶν τὸ ἐκτεμεῖν λόγῳ τὸ παθητικὸν τῆς ψυχῆς αὐτοῦ. τοῖς δὲ τοιούτοις ἀρμόζοι ἄν, καὶ οὐχ ὠς οἵονται οἱ σωματικῶς τὰ κατὰ τὸν τόπον ἐξειληφότες. τὸ εἰσίν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.
- 15.5.1
Μεγάλη δὲ δύναμις τὸ χωρῆσαι τὸν ἀπὸ λόγου τῆς ψυχῆς εὐνουχισμόν, ὃν οὐ πάντες χωροῦσιν, ἀλλ’ οἷς δέδοται· δέδοται· δὲ πὰσι τοῖς αἰτήσασιν ἀπὸ θεοῦ τὴν λογικὴν μάχαιραν ακὶ δεόντως αὐτῇ χρησαμένοις. ἵν’ εὐνουχίσωσιν ἑαυτοὺς διὰ τὴν τῶν οὐρανῶν βασιλείαν. εἰ δὲ χρὴ καὶ ἱστοριῶν ἐφάψασθαι τῶν κατὰ τὰς γραφὰς μετὰ τῆς ὑποφαινομένης ἡμῖν εἰς αὐτὰς ἀναγωγῆς, φήσομεν ὅτι εἰσί τινες εὐνοῦχοι τοῦ Φαραὼ ἄγονοι παντὸς καλοῦ, ἵν’ οἰκοδομήσωσι πεσοῦσαν τὴν Ἱερουσαλήμ. περὶ μὲν οὗν τῶν προτέρων ἐν τῇ Γενέσει γέγραπται· τῶν δὲ δευτέρων παράδειγμα ὁ ὅς φησι· »καὶ ἐγὼ ἤμην εὐνοῦχος τῷ βασιλεῖ. καὶ ἐγένετο ἐν μηνὶ Νισὰν ἔτους εἰκοστοῦ ἀρσαθερθᾷ βασιλεῖ« καὶ τὰ ἑξῆς, ἕως τοῦ »καὶ ἠγαθύνθη ἐνώπιον τοῦ βασιλέως, καὶ ἀπέστειλέ με«. καὶ σὺ δὲ ἐντυγχάνων τῷ δευτέρῳ Ἔζρα εὑραήσεις ὅλα τὰ κατὰ τὸν τόπον καὶ ἐπιστήσεις διὰ τί ἄξιός ἐστιν εὐνοῦχος γενόμενος ἀρχηγὸς τοῦ ἀνοικοδομηθῆναι τὸν ναὸν τοῦ θεοῦ. φασὶ γὰρ Ἑβραίων παῖδεσ τὸν Δανιὴλ καὶ τοὺς τρεῖς σὺν αὐτῷ (Ἀνανίαν, Ἀζαρίαν, Μισαὴλ) ἐν Βαβυλῶνι εὐνουχίσθαι, πληρουμένης τῆς πρὸς τὸν Ἐζεκίαν εἰρημένης προφητείας ὑπὸ ἡσαΐου ἐν τῷ »ἀπὸ τοῦ σπέρματός σου λήψονται, καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος«. φασὶ δὲ ὅτι περὶ τούτων καὶ Ἡσαΐας προεφήτευσε φάσκων· »μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος κυρίῳ· ἀφοριεῖ με ἄρα κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ« καὶ τὰ ἑξῆς ἕως τοῦ »κρείττονα υἱῶν καὶ θυγατέρων«. καλὸν οὖν, ὡς πρὸς τὸν μυστικὸν τόπον. τὸ μὴ γεννᾶν ἐν Βαβυλῶνι, ἀλλὰ ἄγονον εἶναι πρὸς τὴν Βαβυλῶνα ὡς ὁ Δανιήλ, ἵνα γεννή- σωμεν συλλαβόντες ἀπὸ τοῦυ θείον πνεύματος (ὡς ἐκεῖνος καὶ οἹ σὺν αὐτῷ) ὁράματα καὶ προφηττείας. δεῖ δὲ εἰδέναι ὅτι οὐκ ὀλίγας εὕροι ἂν πιθανότητας εἰς κατασκευὴν τοῦ τοὺς τρεῖς σωματικοὺς εἶναι εὐνουχισμοὺς ὁ βουλόμενος παραστῆναι τῷ λόγῳ καὶ συναγορεῦσαι καὶ τοῖς προειρημένοις καὶ <τοῖς> διὰ τῶν συγγραμμάτων τοῦτο διδάξασιν. οὐκ ἐβουλήθημεν δὲ ἐκθέσθαι αὐτάς, μὴ γυμνασίας εἴνεκεν τιθέντες τοὺς λόγους καὶ τὴν λύσιν ἑκάστου ἐκθέμενοι, πρόφασις γενώμεθα τοῖς μὴ ὡς βούλεται ὁ Ἰησοῦς χωροῦσι τὸν περὶ εὐνουχίας λόγον πρὸς τὸ ἐν ἑτέρῳ <ἢ> δεῖ <νοΐ> νοεῖν τὸ χωρεῖν, καὶ σωματικῶς αὐτὸ ὑπολαμβάνειν, δέον »πνεύματι« ζῶντα »καὶ πνεύματι« στοιχοῦντα καὶ τοὺς τρεῖς εὐνουχισμοὺς πνευματικῶς πεπεῖσθαι λελέχθαι.
- 15.6.1
Τότε προσηνέχθησαν αὐτῷ παιδία καὶ τὰ ἑξῆς ἔως τοῦ καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν (19, 13—15).
- 15.6.2
Τότε μὲν ἡ ἀναγεγραμμένη ἱστορία γέγονε τοῦ καὶ προσενηνέχθαι παιδία τῷ Ἰησοῦ; βουλομένων τῶν προσφερόντων ἐπιθεῖναι αὐτὸν τὰς χεῖτας αὐτοῖς καὶ προσεύξασθαι. ἰστέον δὲ ὄτι οὐκ ἔστιν ὄτε οὐ προσφέρεται παιδία τὴν ψυχὴν τῷ Ἰησοῦ, ἐφ' οἶς λέγοι ἄν (ὡς παρακαταθήκην αὐτὰ ἀπὸ θεοῦ λαβὼν) τὸ »ἰδοὺ ἐγὼ καὶ τὰ παιδίαα ἄ μοι ἔδωκεν ὁ θεός«. καὶ ἀπὸ τῶν πα ιδίων γε τούτων τινὰ μὲν χρηματιζέτω νήπια ἄλλα δὲ λεγέσθω θηλάζοντα ὡς τῶν νηπίων ὑποδεέστερα, καὶ ὁ κύριος ἡμῶν »ἐνκ στόματος« ἀμφοτέρων καταρτιζέτω »αἶνον«, ἴνα ᾐσθημένοι τῆς τοιαύτης αὐτοῦ εἰς ᾐσθημένοι τῆς τοιαύτης γωμεν τὸ »ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον«. παισία δὲ λεκτέον τοὺς ἐν Χριστῷ σαρκίνους καὶ νηπίους, ὁποίους Κορινθίους ἐπιστάμενος ὁ ἀπόστολος Παῦλος .ἔλεγε· »κἀγὼ οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ«. τὰ τοιαῦτα δὴ παιδία προσηνέχθη χθη <καὶ> τότε καὶ ἀεὶ προσάγεται τῷ Ἰησοῦ. σημεῖον τῆς τῶν νηπίων προσαγωγῆς οἱ πολλοὶ τῆς ἐκκλησίας ἐν Χριστῷ νἠπιοι καὶ θηλάζοντες, »χρείαν ἔχοντες γάλακτος. οὐ στερεᾶς τροφῆς«, πρὸς οὔς λεγοι ἄν <ὁ λέγων> (»ὡς ἄν τροφὸς θάλπουσα τὰ ἑαυτῆς τέκνα« θάλπων αὐτοὺς) τὸ »γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε, <ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε«>.
- 15.6.3
Εἶτ' ἐπεὶ οἱ μνησθέντετς εὐαγγελισταὶ τῶν κατὰ τὸν τόπον, ὄτι μὲν (ὡς ὁ Ματθαῖός φησι) προσηνἐχθη παιδία τῷ Ἰησοῦ ἤ (ὠς ὁ Μᾶρκος) »προσέφερον αὐτῷ <παιδία« ἤ (ὡς ὁ Λουκᾶς) »προσέφερον δὲ αὐτῷ> καὶ βρέφη« ἀνέγραψαν, ὑπὸ τίνος δὲ προσηνέχθη ἤ τίνες προσέφερον, ἄμα <πάντες>παραλελοίπασιν, ἡμῖν καταλιπόντες ἐξετάζειν τὸ παραλελειμμένον, ἄξιον ἰδεῖν πότερον κατὰ συντυχίαν ὑπὸ τῶν τριῶν τὸ τοιοῦτον παραλέλειπται (δυναμένων ἀναγράψαι· προσηνέχθη αὐτῷ ἀπὸ τῶν γονένων ἤ ἀπὸ τῶν μητέρων, ἤ· »προσέφερον αὐτῷ βρέφη« ἤ »παιδία« αἱ μητέρες ἂὐτῶν), ἤ γνώσεως λογισμῷ καὶ σοφίᾳ τὸ τοιοῦτον πεποιήκασιν εἰς παράστασιν τοῦ ὅτι προσελθόντες ἄγγελοι τῷ Ἰησοῦ καὶ διακονοῦντες αὐτῷ, αὐτοὶ νῷ θειοτέρῳ τὰς τῶν παιδίων ὁρῶντες διαφορὰς ἢ βρεφῶν οἴδασι τίνας προσφέρειν δεῖ τῷ Ἰησοῦ, ἴνα προσενεχθέντες αὐτῷ χειροθετηθῶσιν ὑπ' αὐτοῦ, καὶ πότε· οἴδασι δὲ καὶ τίνας οὐ χρὴ ἤ ὅτι ἐπί τινα χρόνον οὐ χρή· οὐ γὰρ ἄτερ ἡγοῦμαι ἀγγελικῆς οἰκονομίας τὰ τοιαῦτα παιδία παροσέρχεσθαι τῷ Ἰησοῦ. τὸ δὲ βούλημα τῶν προσφερόντων τὰ παιδία ἐστὶ κατὰ μὲν τὸν Ματθαῖον ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς ὁ Ἰησοῦς καὶ προοσεύξηται, κατὰ δὲ τὸν Μᾶρκον »ἵνα ἅψηται αὐτῶν«, κατὰ δὲ τὸν εἰπόντα »βρέφη« αὐτὰ εἶναι Λουκᾶν »ἵνα αὐτῶν« ἅπτηται«. τῇ γὰρ προσευχῇ τοῦ Ἰησοῦ καὶ τῇ ἁφῇ αὐτοῦ τὰ παιδία καὶ τὰ βρίεφη, οὐ δυνάμενα ἀκούειν ἄπερ ἀκούουσιν οἱ ἤδη πνευματικοί, ἀρκεῖται εἰς βοήθειαν καὶ ἣν χωρεῖ ὠφέλειαν· ἅπτεται γὰρ αὐτῶν ἡ δύναμις Ἰησοῦ, μόνον χεῖρας ἐπιθέντος τὰς τῆς ἑαυτοῦ ἐπισκοπῆς αὐτοῖς, καὶ οὐκέτι αὐτῶν ἅπτεταί τι τῶν χειρόνων. τάχα δὲ καὶ (ὡς πρὸς τὸ ῥητὸν) τὸ βούλημα τῶν προσφερόντων αὐτῷ βρέφη καὶ παιδία τοιοῦτον ἦν, διαλαβόντων ὅτι οὐχ οἷόν τε ἦν, ἁψαμένου Ἰησοῦ βρεφῶν ἤ παιδίων καὶ δύναμιν διὰ τῆς ἁφῆς ἐναφιέτος αὐτοῖς, σύμπτωμα ἤ δαιμόνιόν [ἤ] τι ἅψασθαι οὖ φθάσας ὁ Ἰησοῦς ἥψατο.
- 15.7.1
Οἶμαι δ' ὅτι καὶ ἐπεὶ πολλαὶ πονηραὶ δυνάμεις περὶ τὴν ἀνθρωπίνην ψυχὴν ἀρχῆθεν ἀσχολοῦνται ποικίλως αὐτῇ ἐπιβουλεύουσαι, διὰ τοῦτο ὡς ἤδη ἐκ τῶν προτέρων τὴν δύναμιν αὐτοῦ μαθόντες οἱ προσφέροντες τῷ σωτῆρι τὰ <παιδία ἤ τὰ> βρέφη τοῦτ' ἐποίουν, ἴνα διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτοῦ καὶ τῆς περὶ τῶν παιδίων καὶ τῶν βρεφῶν εὐχῆς <καὶ> διὰ τῆς ἀφῆσ ἀπελαύνηται μὲν τὰ χείρονα, δύναμις δὲ ἐγγινομένη διαφέρουσα καὶ πρὸς τὰ ἑξῆς διαρκῇ ὡς κωλυτικὴ τυγχάνουσα ἐπαφῆς τῶν ἐναντίων. καὶ ὁ σωτὴρ οὖν οὐχ <ὡς> ἁπλοῦν τι καὶ ἄκαιρον ἐπιστάμενος τὸ τοιοῦτον, ἀλλὰ σωτήριον τοῖς ὑπ' αὐτοῦ χειροθετουμένοις ὧν ἤπτετο, φησὶ τοῖς ἐπιτιμῶσι μαθηταῖς καὶ διὰ τοῦ ἐπιτιμᾶν κωλύουσιν αὐτῷ προσφέρεσθαι τὰ παιδία <ἤ τὰ βρέφη> τὸ ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με. εἰ μὲν οὖν ἔχει λόγον τὰ ἀποδεδομένα περὶ τοῦ ὑπὸ τίνων προσηνέχθη ἤ τίνες προσέφερον, ἀκολούθως ἄν ἐκείνοις μαθηταί τινες ἐξαίρετοι νοοῖντο τοῦ Ἰησοῦ δυνάμεις ἄγιαι μεμαθητευμέναι τῷ υἱῷ τοῦ· φθάνειν γὰρ καὶ ἐπὶ τοιαύτας τὸ τῶν μαθητῶν Ἰησοῦ ὄνομα εὔλογον, ἴνα μὴ μόνον οἱ ἄνθρωποι αὐτῷ μαθητεύωνται, ἀλλὰ καὶ ἄγγελοι, οἴς ὤφθη, καὶ εἴτις αὐτῷ πιστεύειν βούλεται ἀπὸ »παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι«. εἰ μέντοι τὸ τοιοῦτόν τις βίαιον νομίζοι, θέλων μὴ ἐπ' ἄλλων τάσσεσθαι ἤ ἀνθρώπων τὸ τῶν μαθητῶν ὄνομα, ἐπιτιμώντων τοῖς προσφέρουσι τῷ Ἰησοῦ τὰ βρέφη καὶ τὰ παιδία, εἶεν ἄν οἱ τῶν διδάσκειν τὸν λόγον ἐπιχειρούντων ἁπλούστεροι καὶ μέχρι παισδίων λόγον ἔχοντες, γάλακτι ἐοικότα ποτίζοντι τοὺ γάλακτος χρῄζοντας, προσφέροντες τῷ Ἰησοῦ βρέφη καὶ παιδία· οὐ γὰρ δύνανται λόγῳ πνευματικωτέρῳ τῆς τούτων καταστάσεως *** πείθεν *** ὡς ὁ δυνάμενος λέγειν· »Ἕλληςί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμέ«. τούτων δὴ προσφερόντων τῷ Ἰησοῦ βρέφη καὶ παιδία <τοιαῦτα, τουτέστι νηπίους πίστεως καὶ ἧττον ἔτι μεμαθητευμένους, οἱ> λογικώτεροι νομιζόμενοι εἶναι τῶν διδασκόντων <ἐκείνων τῶν ἁπλουστέρων> καὶ διὰ τοῦτο μαθηταὶ χρηματίζοντες Ἰησοῦ, πρὶν μάθωσι τὰ περὶ τῶν βρεφῶν καὶ τῶν παιδίων <τοιούτων>, ἐπιτιμῶσι τοῖς ἁπλούστερον διδάσκουσι καὶ παιδία <καὶ βρέφη τῷ Ἰησοῦ> προσφέρουσι.
- 15.7.2
Σαφῶς δὲ τὸ τοιοῦτον νοήσεις, ἐπιστήσας τῷ »βλέπετε γὰρ τὴν κλῆσιν ὑμπων, ἀδελφοί, ὅτι οὐπολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεὶς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο9 ὁ θεὸς « <«τὰ ἀσθενῆ« καὶ »τὰ ἀγενῆ« καὶ> »τὰ μὴ ὄντα, ἵνα τὰ ὄντι καταργήσῃ«. βλεπέτω τις οὗν τινα τῶν ἐπαγγελλομένων κατήχησιν ἐκκλησιαστικὴν καὶ διδασκαλίαν προσφέροντα »τὰ μωρὰ τοῦ κόσμου«, καὶ »τὰ ἐξουδενωμένα« »καὶ τὰ ἀγενῆ«*** καὶδιὰ τοῦτο λεχθηςόμενα ἂν καὶ παιδία <καὶ βρέφη>, καὶ βλέπων ἐπιτιμάτω (ὡς ἀκρίτως ποιοῦντι) τῷ προσφέροντι τηλικαῦτα τῷ σωτῆρι καὶ διδασκάλῳ βρέφηυ καὶ παιδία. καὶ πρόσχες εἰ μὴ ἁρμόζει ἀναφέρειν τὰ νῦν ἐξεταζόμενα ἐπὶ τὰ τοιαῦτα, τῶν μὲν προσφερόντων παιδία, ἵνα τὰς χεῖρας αὐτοῖς ἐπιθῇ Ἰησοῦς καὶ προσεύξηται, τῶν δὲ μαθητῶν ἐπιτιμώντων αὐτοῖς. εἴποι δ’ἂν πρὸς τοὺς ἐπιτιμῶντας ἐπὶ παιδίοις προσαγομένοις τῷ Ἰησοῦ <ὁ> διδάσκαλος καὶ σωτὴρ καὶ κύριος· ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με. εἶτα προτρέπων τοὺς μαθητὰς <αὐτοῦ ἤδη> ὄντας ἄνδρας συγκαταβαίνειν τῇ ὠφελείᾳ τῶν παιδίων (ὅπως γένωνται τοῖς παιδίοις <ὡς> παιδία, ἵνα τὰ παιδία κερδήσωσι) λεγέτω ὁ σωτὴρ τὸ τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ γὰρ αὐτὸς »ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγή- σατο τὸ εἶναι ἴσα θεῷ«, γέγονε παιδίον, ὥστε λελέχθαι τοῖς μάγοις ὑπὸ τοῦ Ἡρώδου περὶ αὐτοῦ· »πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου«, καὶ ὑπὶ τοῦ Ματθαίου ὅτι »ὁ ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτοὺς ἕως οὗ ἐλθὼν ἐστάθη οὗ ἦν τὸ παιδίον«· καὶ μετ’ ὀλίγα »ἐλθόντες (φηςίν) εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ«. καὶ ὁ φανεὶς δὲ τῷ Ἰωσὴφ ἄγγελος παιδίον ἐκάλεσε τὸν <τοιοῦτον καὶ> τηλικοῦτον ἡμῶν σωτῆρα εἰπών· »ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον«. πάλιν τε αὖ τελευτήσαντος τοῦ Ἡρώδου ἄγγελος κυρίου κατ’ ὄναρ φαίνεται τῷ Ἰωςὴφ ἐν Αἰγύπτῳ λέων · ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ«. καὶ ὁ Ἰησοῦς οὖν οὐ μόνον κατὰ τὴν ἱστορίαν, ἀλλὰ καὶ κατὰ τὴν ἀναγωγὴν ἐταπείνωσεν »ἑαυτὸν ὡς παιδίον«, ὥστ’ ἂν εἰπεῖν ὡς τὸ »μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἱμι καὶ ταπεινὸς τῇ καρδίᾳ«, οὕτῶς καὶ τὸ »μάθετε ἀπ’ ἐμοῦ« γενομένου ὡς παιδίον, πῶς λέγω τὸ *** τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, τοιού- των ὁποῖά ἐστι τὰ παιδία, περὶ ὧν οὐκ ἐπιτρέπει τοὺς μαθητὰς ἐπιτιμᾶν τοῖς προσφέρουσιν αὐτά. καὶ Παῦλος δὲ ὡς ἐπιστάμενος τὸ τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, δυνάμενος »ἐν βάρει εἶναι ὡς Χριστοῦ« ἀπόστολος, ἐγένετο νήπιος καὶ παραπλήσιος τροφῷ θαλπούσῃ τὸ ἑαυτῆς παιδίον καὶ λαλούσῃ λόγους ὡς παιδίον διὰ τὸ παιδίον.
- 15.8.1
Τόυτων δὲ ἐπιμελῶς ἀκουστέον, ἵνα μὴ φανταςίᾳ σοφίας καὶ τοῦ διαβεβηκέναι καταφρονῶμεν ὡς μεγάλοι τῶν ἐν τῇ ἐκκληςίᾳ μικρῶν ἀλλ’ εἰδότες πῶς εἴρηται τὸ τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν τοιοῦτοι γενώμεθα, ἵνακαὶ δι’ ἡμῶν σώζηται τὰ παιδία. οὐ μόνον δὲ [οὐκ] ἀφιέντες τὰ παιδία προσφέρεσθαι τῷ Ἰησοῦ οὐδὲ μόνον μὴ κωλύοντες αὐτὰ προσφέρεσθαι αὐτῷ, ἀλλὰ καὶ αὐτοὶ μετὰ τῶν παιδίων γενόμενοι παιδία <ἐν ταπεινότητι> τὸ βούλημα τοῦ σωτῆρος ποιήσωμεν, ἵνα σῳζομένων καὶ δι’ ἡμᾶς τοιούτους γενομένους τῶν παιδίων, ὡς ταπεινώσαντες ἑαυτοὺς ὑπὸ τοῦ θεοῦ ὑψωθῶμεν· καὶ τοιοῦτον γάρ τι δύναται νοεῖσθαι εἰς τὸ »πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται«, μάλιστα ἐπεὶ ἐν τοῖς ἀνωτέρω γέγραπται τὸ »ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὑτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν«. καὶ ταῦτα μὲν ἔστω χρήσιμα πρὸς τοὺς ἐπιτιμῶντας μαθητὰς παιδίων προσφεομένων τῷ Ἰησοῦ τοῖς προσφέρουσιν. ἴστω δὲ τὰ παιδία, κἂν μὴ πᾶσιν (ὡς παιδία) παρακολουθεῖν δύνηται τοῖς λεγομένοις, ὅτι ἐπέθηκε μὲν τοῖς παιδίοις ὁ Ἰησοῦς τὰς χεῖρας, ἐπιθεὶς δὲ ἐπορεύθη ἐκεῖθεν. καὶ δύναμιν ἐναφεὶς τοῖς παιδίοις διὰ τῆς ἁφῆς ἐπορεύθη ἀπὸ τῶν παιδίων, *** μὴ δυνηθέντων ὁμοίως τοῖς *** μαθηταῖς ἀκολουθεῖν τῷ Ἰησοῦ. Εἴπερ δὲ »λόγια κυρίου« ἐστὶ καὶ τὰ εὐαγγελικά, καὶ »λόγια ἀγινὰ« καὶ »ἀργύριον πεπυρωμένον«, »δοκίμιον«, ἀπεσταλμένον «τῇ γῇ« καὶ ἀκριβῶς »κεκαθαρμένον« καὶ »ἑπταπλαςίως«, ὀφείλει τις εἶναι εὔλογος αἰτία, δι’ ἣν ἐκτιθέμενος τὰ κατὰ τὸν τόπον ὁ Ματθαῖος δύο μὲν εἶπε τὰ βουλήματα τοῦ προσενη- νέχθαι τῷ Ἰησοῦ τὰ παιδία, οὐκέτι δὲ πρὸς τὰ δύο τὰ ἑξῆς ἐπιφέρει. προσηνέχθη μὲν γὰρ τὰ παιδία, οὐκέτι ἵνα μόνον τὰς χεῖρας αὐτοῖς ἐπιθῇ ὁ Ἰησοῦς, ἀλλὰ πρὸς τούτῳ ἵνα καὶ προσεύξηται.
- 15.9.1
γέγραπται δὲ <μετὰ τοῦτο> ὅτι καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν, οὐ γὰρ προσέθηκε· καὶ προσευξάμενος (ἠδύνατο γὰρ λελέχθαι· καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς καὶ προσευξάμενος ἐπορεύθη ἐκεῖθεν). ὄρα οὖν εἰ δύνασαι μείζοσι μὲν τῶν παιδίων τηρε<ῖσθαι λέγε> ιν τὴν προσευχὴν τοῦ Ἰησοῦ, δυναμένοις χωρῆσαι καὶ τὴν ἐπίθεσιν τῶν χειρῶν αὐτοῦ αὐτοῦ ἐπ’αὐτοῦς, καὶ τὴν περὶ αὐτῶν πρὸς τὸν πατέρα εὐχήν, μικροτέροις δὲ παιδίοις ἀρκεῖν λέγειν τὴν ἐπίθεσιν τῶν χειρῶν αὐτοῦ. εἰς δὲ τὰ ἀποδεδομένα περὶ τοῦ τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, προτρεόμενα καὶ τὸν σοφώτατον μὴ ὑπερηφανεῖν τοὺς ἐν τῇ ἐκκλησίᾳ μικροὺς μηδὲ καταφρονεῖν τῶν παιδίων καὶ νηπίων ἐν Χριστῷ, χρήσιμον παραλαβεῖν ἀπὸ τοῦ κατὰ Λουκᾶν τὸ »ἀμὴν λέγω ὑμῖν, ὅς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον«, ὁ οὐ παιδίον μὲν ὤν ἀλλὰ ἀνὴρ »τὰ τοῦ νηπίου« καταργήσας, γινόμενος δὲ τοῖς παιδίοις <»ὡς> παιδίον«, καὶ λέγων αὐτοῖς· »οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ’ ὡς σαρκίνοις, ὡς νηπίις ἐν Χριστῷ. γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα«. ὅλη γοῦν ἠ σύμφρασις τοῦ κατὰ Λουκᾶν τοιαύτη ἐστίν· »προσέφερον δὲ αὐτῷ καὶ βρέφη, ἵνα αὐτῶν ἅπτηται» καὶ τὰ ἑξῆς, ἕως τοῦ »ὅς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλῃ εἰς αὐτήν«. σχεδὸν δὲ ταῖς αὐταῖς λέξεσι καὶ ὁ Μᾶρκος μάλιστα τὰ τελευταῖα ὡσαύτως ἐξέθετο.
- 15.10.1
Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· διδάσκαλε, τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον; καὶ τὰ ἑξῆς, ἕως τοῦ πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι (19, 16–30).
- 15.10.2
Ἐν μὲν Ψαλμοῖς γέγραπται, ὡς δυναμένου τοῦ ἀνθρώπου ποιεῖν ἀγαθόν, ὅτι »ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; παῦσον τὴν γλῶσσάν σου ἀπὸ ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν«. ἐνταῦθα δὲ ὁ σωτὴρ πρὸς τὸν εἰπόντα· τί ἀγαθὸν ποιήσω, ἵνα ζωὴν αἰώνιον καληρονομήσω; εἶπεν, ὡς τοῦ κυρίως ἀγαθοῦ ἐπὶ μηδὲνα ἀναφερομένου ἤ τὸν θεόν, τὸ τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός. χρή δὲ εἰδέναι, ὅτι ἐνταῦθα μὲν κυρίως τὸ ἀγαθὸν ἐπὶ τοῦ θεοῦ τέτακται μόνου, ἐν ἄλλοις δὲ καταχρηστικῶς καὶ ἐπὶ ἔργων ἀγαθῶν καὶ ἐπὶ ἀνθρώπου ἀγαθοῦ καὶ ἐπὶ δένδρου ἀγαθοῦ, καὶ σὺ δ’ ἄν εὕροις καὶ ἐπ’ ἄλλων πλειόνων τασσόμενον τὸ ἀγαθόν· οὐ νομιστέον οὖν μάχεσθαι τὸ »ποίησον ἀγαθὸν« πρὸς τὸ τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθὸς λελεγμένον πρὸς τὸν πυθόμενον καὶ εἰπόντα διδάσκαλε, τί ἀγαθὸν ποιήσω; ὁ μὲν οὖν Ματθαῖος, ὡς περὶ ἀγαθοῦ ἔργου ἐρωτηθέντος τοῦ σωτῆρος ἔν τῷ τί ἀγαθὸν ποιήσω; ἀνέγραψεν. ὁ δὲ Μᾶρκος καὶ Λουκᾶς φασι τὸν σωτῆρα εἰρηκέναι· »τί με λέγεις ἀγαθόν; οὐλεὶς ἀγαθός, εἰ μὴ εἶς, ὁ θεός«, ὡς τὸ τεταγμένον »ἁγαθὸς« ὄνομα ἐπὶ τοῦ θεοῦ μὴ ἄν ταχθῆναι καὶ ἐφ’ ἑτέρου τινός· οὐ γὰρ ᾖ ἀγαθὸς ὁ θεός. ταύτῃ λέγοιτ’ ἄν »ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ <τῆς καρδίας αὐτοῦ>« προφέρων τὰ ἀγαθά. Καὶ ὁ σωτὴρ δὲ ὡς ἔστιν »εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου«, οὕτως καὶ »τῆς ἀγαθότητος αὐτοῦ εἰκών«· καὶ <ἐπὶ> παντὸς δὲ τοῦ ὑποδεεστέρου, ᾧ ἐφαρμόζεται ἡ »ἀγαθὸς« φωνή, ἄλλο σημαινόμενον ἔχει τὸ ἐφ’ αὑτοῦ λεγόμενον, εἴπερ ὠς μὲν πρὸς τὸν πατέρα »εἰκών« ἐστιν »ἀγαθότητος«, ὡς δὲ πρὸς τὰ λοιπὰ ὄπερ ἡ τοῦ πατρὸς ἀγαθότης πρὸς αὐτόν. ἤ καὶ μᾶλλον ἔστι τινὰ ἀναλογίαν προσεχῆ ἰδεῖν ἐπὶ τὴς ἀγαθότητος τοῦ θεοῦ πρὸς τὸν σωτῆρα ὄντα εἰκόνα »τῆς ἀγαθότητος αὐτοῦ«, ἤπερ ἐπὶ τοῦ σωτῆρος ρπὸς ἀγαθὸν ἄνθρωπον καὶ ἀγαθὸν ἔργον καὶ ἀγαθὸν δένδρον. πλείων γὰρ ἡ ὑπεροχὴ πρὸς τὰ ὑποδεέσερα ἀγαθὰ ἐν τῷ σωτῆρι, καθό ἐστιν »εἰκὼν ἐν τῷ σωτῆρι, αὐτοῦ τοῦ θεοῦ, ἤπερ ἡ ὑπεροχὴ τοῦ θεοὺ ὄντος ἀγαθοῦ πρὸς τὸν εἰπόντα σωτῆρα· »ὁ πρατὴο ὁ πέμψας με μείζων μού ἐστιν«, ὄντα πρὸς ἑτέρους καὶ εἰκόνα »τῆς ἀγαθότητος« τοῦ θεοῦ. τάχα δὲ τοῦ βουλήματος ἔχεται τῶν λελεγμένων πρὸς τὸ τί ἀγαθὸν ποιήσω; (λέλεκται δὲ πρὸς αὐτό· τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθὸς) τὸ »ὅταν παιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, ὀφείλετε λέγειν, ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν. ὅ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν«, ἐὰν γὰρ ποιήσωμεν πάντα τὰ διαταχθέντα, οὐδ’ οὕτως (ὡς πρὸς τὰς ἐνθάδε λέξεις) ἀγαθόν τι πεποιήκαμεν· οὐκ ἄν γάρ, ἀγαθῶν ὄντων ὧν ποιοῦμεν, ἐλέλεκτο δεὶν λέγειν ἐπὶ τῷ πεποιηκέναι τὰ διαταχθέντα τὸ »δοῦλοι ἀχρεῖοί ἐσμεν«. ἔστι δὲ καταχρηστικῶς αὐτὰ εἰπεῖν εἶναι ἀγαθὰ ὁμοίως τῷ »ἔκκλινον ἐπὸ κακοῦ καὶ ποίησον ἀγαθόν«. οἶμαι δ’ ὅτι ὁ ποιῶν τὸ προστε- ταγμένον ἐν τῷ »ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν« ὡς μὲν πρὸς τὰ ὑπὸ τῶν λοιπῶν ἀνθρώπων ἐπιτελούμενα ποιεῖ ἀγαθόν, ὡς δὲ πρὸς τὸ ἀληθῶς *** ἀγαθόν. ὥσπερ <δ’> »οὐ δικαιωθήσεται ἐνώ- πιον τοῦ θεοῦ πᾶς ζῶν«, πάσης ἀν- θρωπίνης δικαιοσύνης ἀλεγχομένης ὡς οὐ δικαιοσύνης, ἐπὰν θεωρηθῇ ἡ τοῦ θεοῦ δικαιοσύνη, οὕτως οὐδὲ ἀγαθὸς χρηματίσει[εν] ἐνώπιον τοῦ ἀγαθοῦ θεοῦ πᾶς, ὅς πρὸς τὰ ὑποδεέστερα συγκρίσει ἐκείνων ἀγαθὸς ἄν λεχθείη.
- 15.11.1
Λέγοιτο δ’ ἄν ὑπό τινος, ὡς ἄρα γινώσκων ὁ σωτὴρ τὴν τοῦ πυνθανομένου ἕξιν καὶ προαίρεσιν πάνυ ἀποδέουσαν τοῦ ποιεῖν τὸ ἐφικτὸν ἀνθρώποις ἀγαθὸν εἶπεν αὐτῷ (πυνθανομένῳ· τί ἀγαθὸν ποιήσω;) τὸ τί με ἐπερωτᾷς περὶ τοῦ ἀγαθοῦ; ὡσεὶ ἔλεγε· μὴ παρεσκευασμένος ὤν πρὸς τὰ λεχθησόμενα ἄν περὶ τοῦ ἀγα- θοῦ πυνθάνῃ τί ἀγαθὸν ποιήσας ζωὴν αἰώνιον κληρονομήσεις; εἶτα διδάσκει ὅτι ἀληθῶς ἀγαθὸς εἷς ἐστι, περὶ οὗ καὶ ὁ νόμος λέγει τὸ »ἄκουε, Ἰσραήλ· κύριος ὁ θεὸς ἡμῶν κύ- ριος <εἷς> ἐστι«· κυρίως γὰρ [ὁ] σωτὴρ καὶ κυρίως κύριος καὶ κυρίως ἀγαθὸς οὗτός ἐστιν, ὅν πείθομαι πάντα ὡς ἀγαθὸν ποιεῖν. ζητήσεις δὲ πῶς τῆς ἀγαθότητος αὐτοῦ πνεῖ καὶ τὰ μὴ νοούμενα ὑπὸ τῶν ὅσον ἐφ’ ἑαυτοῖς συκοφαν- τούντων τὸν τοῦ νόμου θεὸν καὶ κατηγορύνταων αὐτοῦ ἅ οὐδὲ περὶ ἀνθρώπου τάχα λέγειν εὔκοόν ἐστι· πείθομαι γὰρ θεοῦ ἀγαθότητος πωεῖν καὶ τὸ »ἐγὼ ἀποκτενῶ« οὐκ ἔλαταον τοῦ »καὶ ζῆν ποιήσω«, ὁμοίως δὲ καὶ τὸ »πατάξω« οὐχ ἧττον τοῦ »κἀγὼ ἰάσομαι«. εἰ δὲ καὶ »αὐτὸς ἀλγεῖν ποιεῖ«, ἰστέον ὅτι πολλάκις καὶ ἀτρὸς ἀλγεῖν ποιεῖ, ποιήσας δὲ ἀλγεῖν ὁ θεὸς »πάλιν ἀπκαθάστη- σιν«. οὕτω δὲ καὶ ἀπὸ ἀγαθότητος oὕς ἔπαισεν »ἔπαισεν«· »ὡς« γὰρ »υἱοῖς« τοῖς παιδευομένοις »προσφέρεται ὁ θεός· τίς γὰρ υἱὸς ὅν οὐ παιδεύει πατήρ«; ἀλλὰ καὶ »πᾶσα παιδεία πρὸς <μὲν> τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρη- νικὸν τοῖς δἰ αὐτῆς γεγυμνασμέ- νοις ἀποδίδωσι δικαιοσύνης«. διόπερ ὡς ἔπαισεν ὁ θεὸς οὕτως καὶ ἰάσατο· ἀληθὲς γὰρ τὸ »ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο«. εἰ καὶ παράδοξον δὲ τὸ λεχθησόμενον, ὅμως λεχθή- σεται· ἀγαθοῦ θεοῦ <ἐστιν καὶ ἀυτὸς ὁ> ἀνομαζόμενος θυμὸς (<αὐτοῦ, ὅς> ἔργον σωτήριον ποιεῖ ἐλέγχων) καὶ ἡ λεγομένη ὀργὴ αὐτοῦ (ἐπεί ἐστιν ἁγαθοῦ θεοῦ) παιδεύει, <ἵνα διορ- θοῖ>. πολλὰ δ’ ἄν λέγοιτο πρὸς τοὺς δυναμένους μὴ βλάπτε- σθαι περὶ ἀγαθότητος θεοῦ καὶ »τοῦ πλήθους τῆς χρηστότητος αὐτοῦ«, ἥν εὐλόγως ἔχρυψε »τοῖς φοβου- μένοις« αὐτόν, ἵνα μὴ »τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας« κατα- φρονήσαντες, κατὰ τὴν ἑαυτῶν »σκλη- ρότητα καὶ ἀμετανόηταον καρδίαν« θησαυρίσωσιν ἑαυτοῖς »ὀργὴν« πλεί- ονα, ἥν οὐκ ἄν ἐθησαύριζον κρυπτο- μένου »τοῦ πλήθους τῆς χρηστό- τητος« τοῦ θεοῦ αὐτοῖς. περὶ μὲν οὖν τοῦ τίς ὁ ἀγαθὸς καὶ πρὸς τὸ τί ἀγαθὸν ποιήσω; λελέχθω ἅ δεδυνήμεθα εἰς τὸν τόπον ἰδεῖν.
- 15.12.1
Ἑξῆς δὲ ἔστι θεωρῆσαι πῶς εἴρηται τὸ εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς. ἐν ᾧ πρόσχες ὅτι ὡς ἔξω τῆς ζωῆς ἔτι τυγχάνοντι τῷ πυνθανομένῳ περὶ τοῦ ἀγαθοῦ φησι τὸ εἰ εέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν. ἔνθα δὴ ζητῶ ποσαχῶς ἔστι νοῦσαι τὸ ἔξω τῆς ζωῆς εἶναι καὶ τὸ εἰσελθεῖν εἰς τὴν ζωήν. μήποτε οὖν καθ’ ἕνα μὲν τρόπον ἔξω τῆς ζωῆς ἐστιν ὁ ἔξω τυγχάνων τοῦ εἰπότος· »ἐγώ εἰμι ἡ ζωή«, καὶ ἀλλότριος ὤν αὐτοῦ· καθ’ ἕτερον δὲ πᾶς ὁ ἐπὶ γῆς (κἄν δικαιότατος ᾖ) δύναται μὲν εἶναι ἐν τῇ σκιᾷ τῆς ζωῆς λέγων· »πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος, οὗ εἴπομεν ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν«, οὐ μὴν ἐν αὐτῇ τῇ ζωῇ, ἅτε σῶμα θανότου περικείμενος καὶ λέγων· »τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανότου τούτου;« καί· »κα- θήμενος ἐν χώρᾳ καὶ σκιᾷ θανά- του« καὶ μηδέπω ἐλθῶν ἐπὶ τὴν τῶν ζώτων γῆν. καὶ γὰρ ἡ ζωὴ οὐ μόνον τῶν φαύλων, ἀλλὰ καὶ τοῦ ἔτι ἐπὶ γῆς Παύλου καὶ τῶν ἀποστόλων κεκρυμμένη ἦν ἐν τῷ θεῷ. φηςὶ γοῦν· »ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χρι- στῷ ἐν τῷ θεῷ· ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ἡμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ«. τηρήσεις δὲ πάντα τὰ περὶ τοῦ »ἔσω« καὶ τοῦ »ἔξω«, ἵνα ἀναλέξῃ τὰ κατάλληλα τῷ εἰ θέ- λεις εἰς τὴν ζωὴν εἰσελθεῖν οἷον· »δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβόλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ«· ζητήσεις γάρ· »ἐκβάλῃ« πόθεν; καὶ εἴπερ ἐν- δάδε εἰσὶν οἱ ἐργάται ἐκβεβλημένοι εἰς τὸν θερισμὸν τοῦ κυρίου, ἔξω εἰσὶν οὗ ἐξεβλήθησαν χωρίου, καὶ τὰ τοῦ θερισμοῦ καλῶς ποιήσαντες ἔργα εἰσελεύσονται εἰς τὴν ζωήν, καθαρισθέντες μὲν »ἀπὸ νεχρῶν ἔργων« τὰ δὲ ἐναντία ἐκείνοις πράττοντες ἔργα ζῶντα, καὶ μη- κέτι μὲν νεκρὰ λαλοῦντες λέγοντες δὲ κατὰ τὸν ζῶντα λόγον »τοῦ θεοῦ« <ζῶντα> καὶ ἐνεργῆ. οὕτω δέ ἐστιν ἀνάλογον ῥήμασι <νεκροῖς καὶ ῥήμασι> ζωῆς αἰνωίου ἐναντία*** λογισμοῖς τοῖς κατηγοροῦσιν, ὅτε »τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων« ἐν ἡμέρᾳ κρίσεως, σωθήσεται μὲν ἐκεῖνος οὗ οἱ λογισμοὶ ἀπολογοῦνται, ἀπολεῖται δὲ οὗ οἱ λογισμοὶ γίνονται κατήγοροι. εἰ τοίνυν καὶ ἠμεῖς, ἀκούσωμεν τοῦ λέγοντος Ἰησοῦ· εἰ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς καὶ κατὰ τὴν ἀναλογίαν γε τῆς τῶν ἐντολῶν τηρήσεως εἰς τὴν ζωὴν εἰσελευσόμεθα, γινόμενοι αὐτῆς ἤτοι εἰς τὰ ἐνδότατα καὶ μακαριώτατα ἢ <εἰς τὰ μέσα ἢ> ὅπου ποθ᾿ ἡμᾶς φέρει τῆς ζωῆς ἡ ἐλαττόνων καὶ ἀμυδροτέρων τῶν ἐντολῶν τήρησις.
- 15.13.1
Ὁ δὲ ἀκούσας τήρησον τὰς ἐντολὰς λέγει· ποίας; ἵνα μάθωμεν ποίας μάλιστα τηρεῖν ἡμᾶς ἐντολὰς ὁ Ἰησοῦς βούλεται· εἶπε γὰρ πρὸς τὸ ποίας; τὸ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα καὶ τὴν μητέρα καί· ἀγαπήσεις πὸν πλησίον σου ὠς ἑαυτόν. καὶ τάχα <ταῦτ᾿> ἀρχεῖπρὸς τὸ (ἵν᾿ οὕτως ὀνομάσω) εἰς τὴν ἀρδήν τινα τῆς ζωῆς εἰσελθεῖν, οὐκ ἀρκοῦντα πρὸς <τὸ εἰσάγειντινὰ εἰς>τελιότητα ταῦτα καὶ τὰ τούτοις παραπλήσια, ὠς τὸν ἔνοχον [παραπλήσια] μιᾶς τούτων τῶν ἐντολῶν μηδὲ εἰς τὴν ἀρχὴν τῆς ζωῆς εἰσελθεῖν δύνασθαι. καθαρευτέον οὖν τῷ κἂν ἐλθεῖν βουλομένῳ εἰς τὴν <ἀρχὴν τῆς> ζωῆς ἀπὸ μοιχείας καὶ φόνου καὶ πάσης κλοπῆς. ὠς γὰρ μοιχὸς καὶ φονεὺς οὐκ εἰσελεύσεται εἰς τὴν ζωήν, οὕτως οὐδὲ ὁ κλέπτων· τῇ τοιαύτῃ δὲ ἁμαρτίᾳ πολλοὶ τῶν λεγομένων πιστεύειν τῷ Χριστῷ ἔνοχοί εἰσειν ἐλεγχόμενοι ἐν ταῖς πραγματείαις τοῦ βίου καὶ οἷς πιστεύνοται χρηματικοῖς καὶ ταῖς μέσαις τέχναις τέχναις ἃς ἐργάζονται, ὡς οὐ καθαροὶ κλοπῆς. οὐ μόνος δὲ ὁ κλέπτης οὐκ εἰσελεύσεται εἰς τὴν ζωήν, ἀλλὰ καὶ ὀ κοινωνὸς αὐτοῦ καὶ ὁ συντρέχων αὐτῷ· ἐν μὲν γὰρ τῷ Ἡσαΐᾳ γέγραπται· »κοινωνοὶ κλεπτῶν ἀγαπῶντες δῶρα«, ἐν δὲ τεσσαρακοστῷ ἐννάτῳ Ψαλμῷ κωλύεται διηγεῖσθαι »τὰ δικαιώματα« τοῦ δεοῦ« καὶ ἀναλαμβάνειν ἐπὶ χειλέων ἑαυτοῦ »τὴν διαθήκην« αὐτοῦ ὁ ἐλεγχόμενος ἐν τῷ »εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ« (ὥσπερ πρῶτον εἴρηται) καὶ τῷ »μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις«. καὶ <ὅρα ὅτι> οὔτε κλέπτην οὕτε μοιχὸν εἶπε τὸν τοιοῦτον, ἀλλὰ συντρέχοντα μὲν κλέπτῃ »μετὰ μοιχῶν« δὲ τιθέντα ἑαυτοῦ »τὴν μερίδας«. τὸν δὲ ἐλευ σόμενον εἰς τὴν ζωὴν οὐδὲ ψευδομαρτυρεῖν δεῖ, ἐκβάλλεται δὲ τῆς ζωῆς καὶ ὁ μὴ πληρῶν τὴν λέγουσαν ἐντολήν· τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἀλλὰ τούτων μὲν ἴσως κρατῆαι τῶν ἐντολῶν οὐ πάνυ χαλεπόν· ἔργον δέ ἐστιν <πᾶσαιν> ὡς μεῖζον καὶ χρήσιμον τοῖς διὰ τῶν προτέρων <ἐντολῶν> εἰσαχθεῖσιν ἐν αὐτὴν τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν πληρῶαι, ἐπειδὴ καὶ κατὰ τὸν ἀπόστολον τὸ »οὐ ψονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦτια, ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἐαυτόν«. <καὶ εἰ πᾶσα ἐντολὴ »ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ ἀγα- πήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν«> , τέλειος δὲ ὁ πᾶσαν πληρώσας ἐντολήν, δηλονότι τέλειος ἄν εἴη ὁ πληρώσας <καὶ> τὴν ἀγαπήσεις τὸν πλησίον σου ὠς ἑαυτὸν ἐντολήν.
- 15.14.1
Εἰ δὲ τέλειιος οὗτος, ζητήσαι τις ἂν πῶς τοῦ νεανίσκοθ εἰπόντος ταῦτα πάντα μου· τί ἔτι ὑστερῶ; ἀπεκρίνατο ὁ σωτὴρ ὡς μή- <πω> τελείου ὄντος τοῦ ταῦτα πάντα πεποιηκότος, καὶ ὡς συγκαταιθέμενος τῷ ταῦτα πάντα ἐποίησα, τὸ εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕχεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. πρόσχες οὖν, εἰ δυνάμεθα πρὸς τὴν τρόπον οὕτως ἀπαντῆσαι, ὅτι μήποτε τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ὑπονοεῖσθαι δύναται ὡς οὐχ ὑπὸ τοῦ σωτῆρος ἐνταῦθα παρειλῆφθαι, ἀλλ᾿ ὑπό τινος τὴν ἀκρίβειαν μὴ νοήσαντος τῶν λεγομένων προστεθεῖσθαι. συναγορεύσει δὲ τῇ ὑπονοήσει τοῦ προστεθεῖσθαι ἐνταῦθα τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἡ τῶν ὁμοίων παρὶ τῷ Μάρκῳ καὶ τῷ Λουκᾷ ἔκθεσις, ὧν οὐδέτερος προστέθεικε ταῖς κατὰ τὸν τόπον ὑπὸ τοῦ Ἰησοῦ παραληθείαις ἐντολαῖς τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. καὶ φήσει γε ὁ κρατύνων τὸ περὶ τοῦ προσερρίφθαι ἀκαίρως τὴν ἀγαπήσεις τὸν πλησίον σου ὠς ἑαυτὸν ἐντολὴν ὅτι, εἰ τὰ αὐτὰ διαφόροις λέξεσι παρὰ τοῖς τρισὶν ἀναγέγραπται, οὐκ ἂν τὸ »ἕν σοι ὑστερεῖ« ἢ «ἔτι ἕν σοι λείπει« εἰρήκει ὁ Ἰησοῦς τῷ ἐπαγγειλαμένῳ πεπληρωκέναι τὴν ἀγαπήεις τὸν πλησίον σου ὠς ἑαυτὸν ἐντολήν· μάλιστα εἰ κατὰ τὸν ἀπόστολον τὸ »οὐ φονεύσεις« καὶ τὰ <ἑξῆς »καὶ> εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, τῷ· ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν«. ἀλλ᾿ ἐπεὶ καὶ κατὰ τὸν Μᾶρκον »ἐμβλέιψας« τῷ πλουσίῳ τούτῳ (εἰπόντι· »πάντα ταῦτα ἐφύλαξα ἐκ νεότητός μου«) »ἠγάπησεν αὐτόν«, ἔοικεν συγκατεθεῖσθαι τῷ <ἐπαγγειλαμένῳx003E; πεπεοιηκέναι ἃ ἐπηγγείλατο πεπληρωκέναι. ἐνατενίσας γὰρ αὐτοῦ τῇ διανοίῳ, εἶδεν ἄνθρωπον εὐσυνειδήτως ἐπαγγειλάμενον πεπληρωκέναι τὰς προκειμένας ἐντολάς, οὐκ ἂν δὲ εἰρημένου πρὸς ταῖς ἑτέραις ἐντολαῖς καὶ τοῦ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν τὴν κεφαλαιωδεστέραν καὶ διαφέρουσαν παρέλιπον ἐντολὴν ὁ Μᾶρκος καὶ ὁ Λουκᾶς, ἐὰν μὴ ἄρα τις ὅμοια μὲν φήσῃ εἶναι τὰ γεγραμμένα, οὐ περὶ τοῦ αὐτοῦ δὲ λελέχθαι. πῶς δὲ κἂν ὡς οὐδέπω τελείῳ τῷ πρὸς ἑτέροις [ἐπαγγειλαμένῳ] καὶ τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολὴν πεπληρωκότι ἔφη ὁ Ἰησοῦς τὸ εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς καὶ τὰ ἑξῆς;
- 15.14.2
Καὶ εἰ μὲν μὴ καὶ περὶ ἄλλων πολλῶν διαφωνία ἦν πρὸς ἄλληλα τῶν ἀντιγράφων, ὥστε πάντα τὰ κατὰ Ματθαῖον μὴ συνᾀδειν ἀλλήλοις, ὁμοίως δὲ καὶ τὰ λοιπὰ εὐαγγέλια, κἂν ἀσεβής τις ἔδοξεν εἶναι ὁ ὑπονοῶν ἐνταῦθα προσερρίφθαι οὐκ εἰρημένην ὑπὸ τοῦ σωτῆρος πρὸς τὸν πλούσιον τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολήν. νυνὶ δὲ δῆλον ὅτι πολλὴ γέγονεν ἡ τῶν ἀντιγράφων διαφορά, εἴτε ἀπὸ ῥᾳθυμίας τινῶν γραφέων, εἴτε ἀπὸ τόλμης τινῶν μοχθηρᾶς <εἴτε ἀπὸ ἀμελούντων> τῆς διορθώσεως τῶν γραφομένων, εἴτε καὶ ἀπὸ τῶν τὰ ἑαυτοῖς δοκοῦντα ἐν τῇ διορθώσει <ἢ> προστιθέντων ἢ ἀφαιρούντων. τὴν μὲν οὖν ἐν τοῖς ἀντιγράφοις τῆς παλαιᾶς διδαθήκης διαφωνίαν θεοῦ διδόντος εὕρομεν ἰάσασθαι, κριτηρίῳ χρησάμενοι ταῖς λοιπαῖς ἐκδόσεσιν· τῶν γὰρ ἀμφιβαλλομένων παρὰ | τοῖς Ἑβδομήκοντα διὰ τὴν τῶν ἀντιγράφων διαφωνίαν τὴν κρίσιν ποιησάμενοι ἀπὸ τῶν λοιπῶν ἐκδόσεων τὸ συνᾷδον ἐκείναις ἐφυλάξαμεν, καὶ τινὰ μὲν ὠβελίσαμεν <ὡς> ἐν τῷ Ἑβραϊκῷ μὴ κείμενα (οὐ τολμήσαντες αὐτὰ πάντη περιελεῖν), τινὰ δὲ μετ' ἀστερίσκων προσεθήκαμεν, ἵνα δῆλον ᾖ ὅτι μὴ κείμενα παρὰ τοῖς Ἑβδομήκοντα ἐκ τῶν λοιπῶν ἐκδόσεων συμφώνως τῷ Ἑβραϊκῷ προσεθήκαμεν, καὶ ὁ μὲν βουλόμενος προ<σ>ῆται αὐτά, ᾦ δὲ προσκόπτει τὸ τοιοῦτον ὃ βούλεται (περὶ τῆς παραδοχῆς αὐτῶν ἢ μὴ) ποιήσῃ. ὁ τοίνυν θέλων μὴ παρερρῖφθαι ἐνταῦθα τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολήν, ἀλλ' ἀληθῶς ὑπὸ τοῦ κυρίου μετὰ τὰς προτέρας εἰρῆσθαι τότε, ἐρεῖ ὅτι ἠρέμα καὶ ἀμισῶς ἐλέγξαι βουλόμενος ὁ σωτὴρ ἡμῶν τὸν πλούσιον ἐκεῖνον ὠς οὐκ ἀληθεύοντα ἐν τῷ εἰρηκέναι καὶ τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολὴν τετηρηκέναι, ἔφη αὐτῷ τὸ εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς· οὕτως γὰρ φανήσῃ ἀληθεύων περὶ τοῦ τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολὴν τετηρηκέναι.
- 15.15.1
Ἐὰν δέ τις τῇ ἀνθρωπίνῃ ἐνορῶν ἀσθενείᾳ καὶ τῷ δυσκόλως ἄν τινα τὸν τοιοῦτον ὑπὲρ τῆς ἐν θεῷ τελειότητος ποιῆσαι καταφρονῇ μὲν τῆς λέξεως τράπηται δὲ ἐπ' ἀλληγορίας, δυσωπηθήσεται ἔκ τινων καὶ Ἑλληνικῶν ἱστοριῶν, ἐν αἶς διὰ τὴν παρ' Ἕλλησι σοφίαν ἱστοροῦνταί τινες τὸ ἐνταῦθα τῷ πλουσίῳ ὑπὸ τοῦ σωτῆρος εἰρημένον πεποιηκέναι. Κράτητα γὰρ τὸν Θηβαῖον ἑλόμενον δι' ἐλευθερίαν <τῆς ψυχῆς αὐτοῦ> καὶ παράδειγμα εὐτελοῦς βίου καὶ (ὡς ᾤετο) μακάριον ἑαυτὸν παραστῆσαι βουλόμενον τοῖς ιΕλλησι μηδενὸς <»τοῦ κόσμου τούτου«> χρᾐζοντα, φασὶν ἀποδόμενον πᾶσαν τὴν οὐσίαν τῷ Θηβαίων δήμῳ δεδωρῆσθαι, μετὰ τοῦ εἰρηκέναι ὅτι »σήμερον ὁ Κράτης Κράτητα ἐλευθεροῖ«. εἴπερ δὲ δι' Ἑλληνικὴν σοφίαν καὶ δόγματα ἐλευθεροῦντα τὴν ψυχὴν τοῦ ἀνθρώπου τὸ τοιοῦτόν τις πεποίηκε, πῶς οὐχὶ μᾶλλον δυνατὸν τὸ τοιοῦτον πρᾶξαί τινα μνώμενον <δέχεσθαι Χριστοῦ ἐν> ἑαυτῷ τὴν τελειότητα; εἰ δὲ καὶ ἀπὸ τῆς θείας γραφῆς πεισθῆναί τις βούλεται περὶ τοῦ πρᾶγμα δυνατὸν εἶναι τὸ τοιοῦτον, ἀκουςάτω τῶν ἰστορουμένων ὑπὸ τοῦ Λουκᾶ ἐν ταῖς τῶν ἀποστόλων Πράφεσι περὶ τῶν προτραπέντων ὑπὸ τῆς ἐν τοῖς ἀποστόλοις δυνάμεως πιστεύειν καὶ βιοῦν τελέιως κατὰ τὸν Ἰησοῦ λόγον. οὕτως δ´ ἔχειν τὰ ῥήματα· »πάντες δὲ οἱ πιστεύσαντες ἐπὶ τὸ αὐτὸ εἶχον ἅπαντα κοινὰ« καὶ τὰ ἑξῆς, ἕως τοῦ »αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν«. καὶ μετ’ ὀλίγα πάλιν ἐν τῇ αὐτῇ γέγραπται βίβλῳ ὅτι »τοῦ πλήθους τῶν πιστευόντων ἦν καρδία καὶ ψυχὴ μία« καὶ τὰ ἑξῆς, ἕως του »ἤγαγε τὸ χρῆμα καὶ ἔθηκε παρὰ τοὺς ἀποστόλους«. εἶτα ἐπιφέρεται τούτοις τὰ περὶ τοῦ Ἀνανίου καὶ τῆς Σπαφείρας, ἀποδομένων μὲν »κτῆμα« ἑαυτῶν, νοσφισαμένων δὲ »ἀπὸ τῆς τιμῆς« καὶ οὐχ ὅλον ἀλλὰ μέρος ἀποθεμέ- νων παρὰ τοῖς »τῶν ἀποστόλων« ποςί, καὶ διὰ τοῦτο ἐπὶ ἁμαρτίᾳ παθόντων τὰ ἀναγεγραμμένα. ἄξιοι γὰρ ἦσαν τοῦ ἐκ θείας ἐπισκοπῆς ἀπολαβεῖν ἐνταῦθα τὸ ἡμαρτημένον διὰ τὸν νοσφισμόν, ἵνα καθαρώτεροι ἀπαλλαγῶσιν ἀπὸ τοῦ βίου τούτου, καθρθέντες τῇ ἀπαντηςάσῃ αὐτοῖς παιδεύσει ἐν κοινῷ θανάτῳ, διὰ τὸ καὶ πεπιστευκέναι καὶ »μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων« τεθεικέναι. Δοκεῖ δέ μοι ὅτι »ἀκούων Ἀνανίας τοὺς λόγους τούτους« διὰ βασανιζόμενς τοσοῦτον ἐκολάσθη ὡς καὶ ἐκψῦξαι, καθικομένων τῶν λόγων Πέτρου τῆς ψυχῆς αὐτοῦ. καὶ οὐ Πέτρον γε νομιστέον ἐνταῦθα ἀνῃρηκέναι τὸν Ἀνανίαν, ἀλλ’ ἐκεῖνον μὴ ὑπομεμενηκέναι τὴν σφοδρότητα τοῦ εἰπόντος πρὸς αὐτὸν Πέτρου· »διὰ τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου;« καὶ τὰ ἑξῆς, ἕως τοῦ »καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας«. εἰκὸς δὲ πρὸς τὴν τοῦ Ἀνανίου ἀπόδοσιν, ἐν ᾗ περὶ τοῦ Πέτρου ἀπελογηςάμεθα, ἐνστήσεσθαί τινα διὰ τὴν Σάπφειραν, ἐπεὶ αὕτη »μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθε. καὶ ἀπεκρίθη πρὸς αὐτὴν ὁ Πέτρος λέγων· εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; εἰπούσης αὐτῆς· τοσούτου, ὁ Πέτρος πρὸς αὐτήν φησι· πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουςί σε«. »πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν«. ἀλλὰ λεχθείη ἂν ὅτι κἀκείνη, ἐπιπλησσομένη καὶ βαρηθεῖσα τὴν ψυχὴν (πῆ μὲν ὑπὸ τοῦ ἐπὶ τῇ ἁμαρτίᾳ ἐλέγχου, πῆ δὲ ἐπὶ τῇ τοῦ ἀνδρὸς συμφορᾷ καὶ δὲ ἐπὶ τῇ περὶ αὐτοῦ, πῆ δὲ ἐπὶ τῇ κατὰ τὸν θεὸν λύπῃ) ἐξέψυξε, προεωρακότος τοῦ Πέτρου τῷ πνεύματι τὸ ἀπαντηςόμενον αὐτῇ. ταῦτα δὲ ἡμῖν ὅλα εἴρηται βουλομένοις κατασκευάσαι τὸ δυνατὸν εἶναι, βουληθέντα τινὰ τέλειον γενέσθαι πεισθῆναι τῷ Ἰησοῦ λέγοντι· ὕπαγε πώληςόν σου τὰ ὑπά ρχοντα δ´ οἶμαι καὶ ἐχόντων τὰ χαρακτηρίζοντα τὸν ἐπίσκοπον πάντα ἔργον ἦν προτρέψασθαι τοὺς καὶ δυναμένους καὶ πειθομένους τῇ προτροπῇ καὶ διὰ τοῦ παρέχειν ἐκ τοῦ κοινοῦ αὐτοῖς τὰ ἐφόδια καὶ ἄλλους ἐπὶ τοῦτο παρακαλεῖν· ἐγένετο γὰρ ἂν εἰκών τις τοῦ κατὰ τοὺς ἀποστόλους] τῆς συμφωνίας τῶν πιστευόντων βίου.
← Previous · Next → — showing 201–300 of 472
First Thousand Years of Greek. CTS URN tlg2042.tlg030.opp-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.