Ancient Texts

← Library

Commentarium In Evangelium Matthaei (Lib. 12-17)

First Thousand Years of Greek · First Thousand Years of Greek · 472 sections

  1. 12.32.2

    λείᾳ αὐτοῦ ἔρχεται· ἐπεὶ τοῖς εἰσαγομένοις τοιοῦτός ἐστιν, ὥστε εἰπεῖν ἂν οὐτοὺς βλέποντος αὐτόν, οὐκ ἔνδοξον οὐδὲ μέγαν, ἀλλ᾿ ὑποδεέστερον πολλῶν ἐν ἀνθρώποις λόγων· »εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων«. καὶ τοῦτα ἐροῦσιν οἱ ἰδόντες αὐτοῦ τὴν δόξαν Περὶ τῶν προτέρων ἑαυτῶν χρόνων, ὅτε κατὰ τὰς ἀρχὰς οὐκ εἶχεν«αὐτοῖς »εἶδος οὐδέ κάλλος« ὁ ἐν εἰσαγωγῇ νοούμενος λόγος. ἔστιν οὖν τι βασιλικὸν ἐμφαινόμενον ἀξίωμα τοῦ τὴν ἐπὶ πᾶσιν λόγοις ἀρχὴν φανερώτατα ἀνειληφότος λόγου, βλεπόμενόν τισι τῶν ἑστηκότων παρὰ τῷ Ἰησοῦ, ἐπὰν δυνηθῶσιν αὐτῷ ἀκολουθῆσαι προάγοντι αὐτοὺς καὶ ἀναβαίνοντι εἰς τὸ ὑψηλὸν τῆς ἑαυτοῦ φανεφώσεως ὄρος. οὗ τινες τῶν ἐστώτων παρὰ τῷ Ἰησοῦ ἀξιοῦνται, ἐὰν ὦσιν ἤτοι Πέτρος, οὗ Πύλοι ᾅδου οὐ κατισχύουσιν«, ἢ τῆς βροντῆς υἱοὶ« καὶ γεννώμενοι ἀπὸ τῆς μεγαλοφωνίας τοῦ θεοῦ βροντῶντος κοὶ μεγάλα

  2. 12.32.3

    οὐρανόθεν βοῶντος τοῖς ἔχουσιν »ὦτα« καὶ σοφοῖς. οἱ τοιοῦτοι γοῦν οὐ γεύονται θανάτου.

  3. 12.32.4

    Εἰ δέ παρὰ τὰ εἰρημένα σαφέστερον ἐκθέσθαι δεῖ, τί δηλοῦται ἐν τῷ ἰδεῖν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τι σημαίνεται ἐν τῷ ἰδεῖν »τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυμάμει«, τὰ εἴτε ἐλλαμπόμενα ἐν ταῖς καρδίαις ἡμῶν εἴτε ζητοῦσιν εὑρισκόμενα εἴτε ὑπεισιόντα τοὺς λογισμοὺς ἡμῶν ἕκαστος δέ ὡς βούλεται κρινέτω) ἐκθησόμεθα. ὁ δὲ ὁρῶν καὶ καταλαμβάνων τὴν τοῦ λόγου ὑπεροχήν, λύοντος κοὶ διελέγχοντος πάσας πάσας τὰς ὑπὸ τῶν ψευδῶν μὲν ἐπαγγελλομένων δὲ ἀλήθειαν πιθανότητας, βλέπει τὸν υἱὸν τοῦ ἀνθρώπου (κατὰ Ἰωάννου λόγον τὸν λόγον τοῦ θεοῦ) ἐρχόμενον ἐν τῇ ἰδίᾳ βασιλείᾳ. εἰ δὲ βλέποι ὁ τοιοῦτος τὸν λόγον οὐ μόνον λύοντα *** ndaav τὴν

  4. 12.32.5

    τῶν ἐναντίων πιθανότητα, ἀλλὰ καὶ τὰ ἴδια τρανότατα παριστάντα, βλέποι ἂν αὐτοῦ Πρὸς τῇ βασιλείᾳ καὶ τὴν δόξαν. καὶ ὁ τοιοῦτός γε ἐν αὑτῷ βλέΠοι ἂν »τὴν τοῦ θεοῦ βασιλείαν ἐληλυθυῖαν ἐν δυνάμει«· καὶ τοῦτο βλέποι ἂν *** ὡς οὐδαμῶς ἔτι ὑπὸ ἁμαρτίας βασιλευόμενος, βασιλευούσης ἐν τῷ θνητῷ σώματι τῶν ἁμαρτανόντων, ἀλλ᾿ τεταγμένος ὑπὸ βασιλεῖ τῷ τῶν ὅλων θεῷ, οὗ ἡ βασιλεία δυνάμει μέν ἐντὸς ἡμῶν« ἐστιν, ἐνεργείᾳ δὲ καὶ ὡς ὠνόμασεν ὁ Μᾶρκος) ἐν δυνάμει καὶ οὐδαμῶς ἐν ἀσθενείᾳ, ἐντὸς« τῶν τελείων μόνων. ταῦτα μέν οὖν ἑστῶσι τοῖς μαθηταῖς ὁ Ἰησοῦς οὐ περὶ πόντων οὐτῶν, ἀλλὰ περί τινων προφητεύων ἐπηγγείλατο.

  5. 12.32.6

    33. Τί δέ τὸ γεύεσθαι θανά του κατανοητεον. καὶ ἔστιν ἡ μὲν ζωὴ ὁ εἰπὼν »ἐγώ εἰμι ἡ ζωή«. καὶ οὕτη γε ἡ ζωὴ« κέκρυΠται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ« καὶ ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε σὺν αὐτῷ« φανερωθήσονται οἱ ἄξιοι τοῦ »σὺν αὐτῷ« φανερωθῆναι »ἐν τῇ δόξῃ«. ὁ δὲ ἐχθρὸς ταύτης τῆς ζωῆς, ὃς καὶ »ἔσχατος ἐχθρὸς καταργεῖται« πόντων τῶν ἐχθρῶν αὐτοῦ, »θάνατός ἐστιν, ὃν ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθηῄσκει, ἐναντίως διατιθεμένη τῷ γινομένῳ περὶ τὴν κατορθοῦσαν ψυχὴν καὶ ἐκ τοῦ κατορθοῦν ζῶσαν.

  6. 12.33.1

    καὶ ἐπὰν λέγηται ἐν τῷ νόμῳ· δέδωκα πρὸ προσώπου σου τὴν ζο)ὴν κοὶ τὸν θάνατον«, »ἔκλεξαι τὴν ζωήν«, περὶ τοῦ εἰπόντος ἐγώ εἰμι ἡ ζωὴ« ταῦτά φησιν ἡ γραφὴ καὶ περὶ τοῦ ἐχθροῦ αὐτοῦ θανάτου, ὧν τὸ ἕτερον ἕκαστος ἡμῶν δι᾿ ὧν πράττει ἀεὶ ἐκλέγεται. καὶ ἐπὰν »πρὸ προσώπου« ἡμῶν οὔσης τῆς ζωῆς ἁμαρτάνωμεν, πληροῦται ἐφ’ ἡμᾶς ἡ λέγουσα ἀρά· »καὶ ἔσται ἡ ζωή σου κρεμαμένη σοι ἀπέναντι« καὶ τὰ ἐξῆς ἕως τοῦ καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου ἃ ὄψει«. ὥσπερ οὖν ἡ ζωὴ κοὶ ὁ ζῶν ἄρτος ἐστὶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν δοὺς τῷ κόσμῳ«, οὕτως ὁ ἐχθρὸς αὐτῷ θάνατος ἄρτος νεκρός. πᾶσα δὲ λογικὴ ψυχὴ ἤτοι ζῶντι τρέφεται ἄρτῳ ἢ νεκρῷ, δι’ ὧν παραδέχεται <ἔργων ἤ> δογματων ἀστείων ἢ φαύλων. εἶθ᾿ ὥσπερ ἔστιν ἐπὶ τῶν κοινοτέρων τροφῶν ποτὲ μέν αὐτῶν γεύσασθαι μόνον, ποτὲ δὲ ἐΠὶ πλεῖον αὐτῶν ἐσθίειν, οὕτω καὶ ἐπὶ τούτων τῶν ἄρτων ὁ μέν τις ἐνδεεστέρως ἐσθίει γευό-

  7. 12.33.2

    μενος αὐτῶν, ὁ δὲ καὶ ἐμφορεῖται, ἀγαθὸς μέν ὢν ἢ ὁδεύων ἐπὶ τὸ ἀγθὸς εἶναι τοῦ ζῶντος ἄρτου κοὶ ἐξ οὐρανοῦ καταβεβηκότος, μοχθηρὸς δέ τοῦ νεκροῦ ἄρτου, ὅς ἐστιν ὁ θάνατος. καὶ τάχα οἱ μὲν σπανίως κοὶ μικρὰ ἁμαρτάνοντες μόνον γεύονται θανάτου· οἱ δέ <τελειότερον πνευματικὴν> ἀρετὴν οὐδὲ γεύονται αὐτοῦ, ἀλλ᾿ ἀεὶ ἄρτῳ τρέφονται ζῶντι. ἀκόλουθον οὖν ἦν τῷ Πέτρῳ, οὗ πύλαι ᾅδου οὐ κατισχύσουσι«, τὸ μηδὲ γεύσασθαι θανάτου, ἐπεὶ τότε γευέταί τις θανάτου καὶ ἐσθίει θανάτου, ὅτε πύλοι ᾅδου« κατισχύουσιν οὐτοῦ, καὶ ἀνάλογον ἐσθίει ἢ γεύεται θανάτου τῷ κατισχύειν αὐτοῦ ἐπὶ πλεῖον ἢ ἔλαττον καὶ πλείονος ἢ ἐλάττονας ἅδου πύλας. ἀλλὰ καὶ τοῖς τῆς βροντῆς« υἱοῖς γεννηθεῖσιν ἀπὸ <μεγαλοφωνίας> ἀπὸ> βροντῆς, οὐρανίου ἀδύνατον ἦν γεύσασθαι θανάτου, τοῦ σφόδρα πόρρω τῆς μητρὸς οὐτῶν βροντῆς. ταῦτα δέ προφητεύει ὁ λόγος τοῖς

  8. 12.33.3

    τελειωθησομένοις καὶ ἐκ τοῦ ἑστηκέναι παρὰ τῷ λόγῳ ἐπὶ τοσοῦτον Προκόψασιν. ὥστε αὐτοὺς μηδὲ γεύσασθαι θανάτου, ἕως ἂν ἴδωσι τὴν ἐπιφάνειαν καὶ τὴν δόξαν καὶ τὴν βασιλείαν καὶ τὴν ὑπεροχὴν τοῦ λόγου τοῦ θεοῦ, καθ᾿ ἣν ὑπερέχει παντὸς τοῦ ἀντιπερισπῶντος καὶ Περιέλκοντος λόγου φαντασίᾳ ἀληθείας τοὺς μὴ δυναμένους διαρρῆξαι τοὺς τοῦ περισπασμοῦ μοῦ δεσμοὺς καὶ ἀνλθεῖν ἐπὶ τὸ ὕφος τῆς ὑπεροχῆς τοῦ τῆς ἀληθείας λόγου.

  9. 12.34.1

    Ἀλλ᾿ ἐπεὶ δόξοι ἄν τις τὴν τοῦ σωτῆρος ἐπαγγελίαν περιορίζειν χρόνῳ τὸ μὴ γεύσασθαι θανάτου, ὅτι οὐ γεύσονται μέν θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ, μετὰ δὲ τοῦτο γεύσονται αὐτοῦ. παραστήσωμεν κατά τινα συνήθειαν τῆς γραφῆς τὸ ἔως δηλοῦν τὸν κατεπείγοντα Περὶ τοῦ δηλουμένου χρόνον, οὐ περιοριζόμενον, ὥστε πάντως μετὰ τὸ ἕως γενέσθαι τό ἐναντίον τῷ δηλουμένῳ. φησὶ δὲ ὁ σωτὴρ τοῖς ἕνδεκα μαθηταῖς, ἡνίκα ἀνέστη ἀπὸ τῶν νεκρῶν πρὸς ἑτέροις καὶ τὸ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«. ἆρα γὰρ εἰπὼν τοῦτο. »ἕως« μὲν τῆς συντε-

  10. 12.34.2

    λείας τοῦ αἰῶνος« ἔμελλεν αὐτοῖς συνέσεσθαι, μετὰ δὲ τὴν συντέλειαν τοῦ αἰῶνος, ἐνισταμένου τοῦ ἑτέρου τοῦ καλουμένου μέλλοντος) οὐκέτι συνέσεσθαι αὐτοῖς ἐπηγγέλλετο, ὡς κατὰ τοῦτο κρεῖττον εἶναι ἂμ τοῖς μαθηταῖς τὸ »ἕως τῆς συντελείας τοῦ αἰῶνος« περὶ αὐτοῖς κατάστημα τοῦ μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος; ἀλλ᾿ οὐκ ἂν οἶμαί τινα τολμῆσαι λέγειν ὅτι μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος οὐκέτι συνέσται τοῖς μαθηταῖς ὁ υἱὸς τοῦ θεοῦ, ἐπεὶ ἡ λέξις ἐπὶ τοσοῦτον ἔσεσθαι αὐτὸν μετ’ αὐτῶν φησιν, ἕως ἡ συντέλεια τοῦ αἰῶνος ἐνστῇ· σαφὲς γὰρ ὅτι τὸ ζητούμενον ἦν, εἰ πρὸ τοῦ μέλλοντος αἰῶνος καὶ τῶν ἐλπιζομένων ἀμοιβαίων ἐπαγγελιῶν τοῦ θεοῦ ἤδη συνέσεσθαι τοῖς μαθηταῖς ἔμελλεν ὁ υἱὸς τοῦ θεοῦ. ζητούμενον δ’ ἂν ἦν, διδομένου τοῦ συνέσεσθαι τοῖς ***, μήποτε ὁτὲ μὲν συνῆν αὐτοῖς ὁτὲ δὲ οὐ συνῆν. διόπερ ἀπολύων ἡμᾶς τῆς περὶ τοῦ διστάζειν ὑπονοίας, ἀπεφήνατο ὅτι ἤδη καὶ ἐπὶ πόσος τὰς ἡμέρας« συνεῖναι τοῖς μαθηταῖς ἤμελλεν, οὐ κατλέψων τοὺς μαθητευθέντας αὐτῷ »ἕως τῆς συντελείας τοῦ αἰῶνος«· οὐ μὴν κατὰ τὰς νύκτας (εἴ τινι ἔδυνεν ὁ ἥλιος) αὐτοῖς.

  11. 12.34.3

    εἰ δὲ τοιοῦτόν ἐστι τὸ »ἕως τῆς συντελείας τοῦ αἰῶνος«. δῆλον ὅτι οὐκ ἀναγκασθησόμεθα παραδέξασθαι γεύσασθαι θανάτου τοὺς ἰδόντας τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ τὸ καταξιωθῆναι τοῦ τοιοῦτον αὐτὸν ἰδεῖν. ἀλλ᾿ ὥσπερ ἐφ’ οὗ παρεθέμεθα ῥητοῦ τὸ κατεπεῖγον ἦν ἡμᾶς μαθεῖν, ὅτι »ἕως τῆς συντελείας τοῦ αἰῶνος« οὐ καταλείψει ἡμᾶς, ἀλλ᾿ ἔσται μεθ’ ἡμῶν »πάσας τὰς ἡμέρας«, ουτως και επι τουτου σαφὲς μέν οἶμαι τοῖς βλέπειν εἰδόσιν ἀκολουθίαν πραγμάτων εἶναι, τὸν ἅπαξ ἰδόντα τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχ·όμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἰδόντα αὐτὸν ἐν τῇ δόξῃ αὐτοῦ κοὶ ἰδόντα »τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει«, οὐκ ἂν μετὰ τὴν τῶν τηλικούτων ἀγαθῶν θεωρίαν θανάτου γεύσασθαι. τό] χωρὶς δέ τοῦ λόγου τῆς ἐπαγγελίας τοῦ Ἰησοῦ οὐκ ἀλόγως ἂν ὑπενοήσαμεν γεύσασθαι θανάτου, ὅσον οὐδέΠω κατηξιώθημεν ἰδεῖν »τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει« καὶ τὸν υἱὸν τοῦ ἀν-

  12. 12.34.4

    θρώπου ἐρχόμενον ἐν τῇ δόξῃ αὐτοῦ καὶ ἐν τῇ βασιλείᾳ.

  13. 12.35.1

    Ἐπεὶ δέ ένταῦθα μὲν γέγροπται παρὰ. τοῖς τρισὶν εὐαγγελισταῖς τὸ οὐ μὴ γεύσωνται θανάτου, ἐν δἐ ἄλλοις διάφορα περὶ θανάτου, οὐκ ἄτοπον κἀκεῖνα παραρέμενον συνεξετάσαι τῷ γεύσασθαι. ἐν μέν οὖν Ψαλμοἶς λέλεκται· »τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον;« καὶ πάλιν ἐν ἄλλῳ τόπῳ· »ἐλθέτω δὴ θάνατος ἐπ᾿ αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες«, ἐν δέ τινι τῶν προφητῶν· »κατέπιεν ὁ θάνατος ἰσχύοος«, ἐν δέ τῇ Ἀποκαλύψει »ὁ θάνοτος καὶ ὁ ᾅδης ἀκολουθεῖ« τισιν. ἐν τούτοις δὲ δοκεῖ μοι ἕτερον μέν εἶναι τὸ γεύσασθαι θανάτου, ἕτερον δέ τὸ ἰδεῖν αὐτὸν καὶ ἄλλο τὸ ἐλθεῖν αὐτὸν ἐπί τινας καὶ τέταρτον σημαίνεαθαι πορά τά προειρημένα ἐκ τοῦ »κατέπιεν ὁ θάνατος ἰσχύσος«, καὶ πέμπτον τι παρά ταῦτα ἐκ τοῦ »ὁ θόνατος καὶ ὁ ᾅδης ἀκολουθεῖ αὐτοῖς«. καὶ σύ δ᾿ ἀναλεξάμενος τόχ᾿ ἂν εὕροις καὶ ἑτέρας παρὰ ταύτας (ὧν ὑπεμνήσθημεν) διαφοράς, ἅστινος παρατιθεὶς ἀλλήλαις καὶ ὀρθῶς ζητῶν εὕροις ἂν τὰ καθ᾿ ἕκαστον τόπον σημαινόμενα πράγματα. ζητῶ δέ ἐν τούτοις, μήποτε ἔλαττον μὲν κακόν ἐστι τὸ ἰδεῖν θάνατον,

  14. 12.35.2

    τούτου δὲ μεῖζον τὸ γεύσασθαι οὐτοῦ, τούτου δέ ἔτι χεῖρον τὸ ἀκολουθεῖν τινι θάνατον καὶ οὐ μόνον ἀκολουθεῖν, ἀλλὰ καὶ ἤδη ἐλθεῖν ἐπ᾿ αὐτὸν καὶ καταλαβεῖν ἐκεῖνον ᾧ πρότερον ἠκολούθει. τὸ δὲ καταποθῆναι ὑπ’ αὐτοῦ πόντων δοκεῖ μοι βαρύτερον εἶναι τῶν εἰρημένων. ἐπιστήσας δέ τοῖς εἰρημένοις καὶ τῇ διαφορᾷ τῶν ἁμαρτανομένων οὐκ ὀκνήσεις (οἶμαι) τοιαῦτά τινα νενοῆσθαι τῷ ἐνεργήσαντι ταῦτα γραφῆναι ἐν τοῖς λογίοις τοῦ θεοῦ πνεύματι.

  15. 12.35.3

    | 36. Μετὰ δὲ ἡμέρας ἓξ κατὰ τὸν Ματθαῖον κοὶ τὸν Μᾶρκον) παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, κοὶ ἀνάγει αὐτοὺς εἰς ὅρος ὑψηλὸν κατ’ ἰδίαν. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν (17. 1.2 [—9]).

  16. 12.35.4

    Τοῦτο δέ καὶ πρὸ<ς τοῖς> τῆς κατὰ ταῦτα φαινομένης ἡμῖν διηγήσεως γεγονέτω πάλαι καὶ ὡς πρὸς τὴν λέξιν. δοκεῖ δέ μοι τοὺς ἀναγομένους ὑπὸ τοῦ Ἰησοῦ εἰς τό ὑψηλὸν ὄρος καὶ ἀξιουμένους τοῦ κατ᾿ ἰδίαν αὐτοῦ τὴν μεταμόρφωσιν θεωρῆσαι, μὴ μάτην μεθ’ ἓξ ἡμέρας ἀνάγεσθαι τῶν προειρημένων λόγων.

  17. 12.36.1

    ἐπεὶ γὰρ ἐν ἓξ ἡμέραις, τελείῳ ἀριθμῷ, ὁ σύμπας γεγένηται κόσμος, τὸ τέλειον τοῦτο δημιούργημα, διὰ τοῦτ᾿ οἶμαι τὸν ὑπερβαίνοντα πάντα τὰ τοῦ κόσμου πράγματα ἐν τῷ ἐσκοπηκέναι, οὐκέτι μέν »τὰ βλεπόμενα« (»πρόσκαιρα« γὰρ ἤδη δέ τὰ μὴ βλεπόμενα« καὶ μόνα »τὰ μὴ βλεπόμενα« (διὰ τὸ εἶναι αὐτὰ »αἰώνια«), ἐν τῷ μεθ’ ἡμέρας ἔξ παραλαμβάνει ὁ Ἰησοῦς τούσδε τινός. εἴ τις οὖν ἡμῶν βούλεται τοῦ Ἰησοῦ παραλαμβάνοντος αὐτὸν ὑπ αὐτοῦ ἀναχθῆανι εἰς τό ὑψηλὸν ὄρος καὶ ἀξιωθῆναι κατ’ ἰδίαν θεωρῆσαι τὴν μεταμόρφωσιν αὐτοῦ, ὑπεραναβαινέτω τὰς ἓξ ἡμέρας, διὰ τὸ μὴ σκοπεῖν ἔτι »τὰ βλεπόμενα« μηδὲ ἀγαπᾶν ἔτι τὸν κόσμον μηδὲ τὰ ἐν κόσμῳ«, μηδέ τινα κοσμικὴν ἐπιθυμίαν ἐπιθυμεῖν, ἥτις ἐστὶν ἐπιθυμία σωμάτων καὶ τοῦ ἐν σώματι πλούτου καὶ τῆς κατὰ σάρκα δόξης, καὶ ὅσα πέφυκε τὴν ψυχὴν περισπᾶν καὶ περιέλκειν ἀπὸ τῶν κρειττόνων καὶ θειοτέρων καὶ καταβιβάζειν καὶ ἐρείδειν τῇ ἀπάτῃ τοῦ αἰῶνος

  18. 12.36.2

    τούτου ἐν Πλούτῳ καὶ δόξῃ καὶ ταῖς λοιπαῖς ἐχθροῖς ἀληθείᾳ ἐπιθυμίαις. ἐπειδὰν γὰρ διέλθῃ τὰς ἓξ (ὡς εἰρήκαμεν) <ἡμέρας>, κοινὸν σάββατον, εὐφραινόμενος ἐν τῷ ὑψηλῷ ὄρει ἐκ τοῦ βλέπειν μεταμορφωθέντα τὸν Ἰησοῦν ἔμπροσθεν *** αὐτοῦ· διαφόρους γὰρ ἔχει ὁ λόγος *** μορφάς, φαινόμενος ἑκάστῳ ὡς συμφέρει τῷ βλέποντι, καὶ μηδενὶ ὑπὲρ ὃ χωρεῖ ὁ βλέπων φανερούμενος.

  19. 12.37.1

    Ζητήσεις δὲ εἰ, ὅτε μετεμορφώθη ἔμπροσθεν τῶν ὑπ αὐτοῦ ἀναχθέντων εἰς τὸ ὑψηλὸν ὄρος, ὤφθη αὐτοῖς »ἐν μορφῇ θεοῦ« ᾗ ὑπῆρχε πάλαι, ὡς τοῖς μέν κάτω ἔχων τὴν »δούλου μορφὴν« τοῖς δὲ ἀκολουθήσασιν αὐτῷ μετὰ ἔξ ἡμέρας εἰς τὸ ὑψηλὸν ὅρος οὐκ ἐκείνην, ἀλλὰ τὴν τοῦ θεοῦ. ἀλλ᾿ ἄκουε τούτων εἰ δύνασαι) πνευματικῶς, προσέχων ἅμα ὅτι οὐκ εἴρηται μὲν ἁπαξαπλῶς μετεμορφώθη, μετὰ δέ τινος ἀναγκαίας προσθήκης, ἣν ἀνεγραψε Ματθαῖος καὶ Μᾶρκος· κατὰ γὰρ ἀμφοτέρους μετεμορφώθη ἔμπροσ-

  20. 12.37.2

    θεν αὐτῶν. καὶ κατὰ τοῦτό τοῦτό γε ἐρεῖς δυνατὸν εἶναι τὸν Ἰησοῦν ἔμπροσθεν μέν τινων μεταμορφωθῆναι ταύτην τὴν μεταμόρφωσιν, ἔμπροσθεν δὲ ἑτέρων κατὰ τὸ αὐτὸ καιροῦ μὴ μεταμορφῶθῆναι. εἰ δὲ θέλεις τὴν μεταμόρφωσιν τοῦ Ἰησοῦ ἰδεῖν ἔμπροσθεν τῶν ἀνβάντων εἰς τὸ ὑψηλὸν ὄρος κατ’ ἰδίαν σὺν αὐτῷ, ἴδε μοι τὸν ἐν τοῖς εὐαγγελίοις Ἰησοῦν ἁπλούστερον μὲν νοούμενον καὶ ὡς ἂν ὀνομάσαι τις) »κατὰ σάρκα« γινωσκόμενον τοῖς μὴ ἀναβαίνουσι διὰ τῶν ἐπαναβεβηκότων ἔργων καὶ λόγων ἐπὶ τὸ ὑψηλὸν τῆς σοφίας ὄρος, οὐκέτι« δὲ <τοῖς ἀναβαίνουσιν> »κατὰ σάρκα« γινωσκόμενον ἀλλὰ θεολογούμενον δι’ ὅλων τῶν εὐαγγελίων καὶ ἐν τῇ τοῦ θεοῦ μορφῇ« κατὰ τὴν γνῶσιν αὐτῶν θεωρούμενον· τούτων γὰρ ἔμπροσθεν μεταμορφοῦται ὁ Ἰησοῦς, καὶ ἐν οὐδενὶ τῶν κάτω ***. ἐπὰν δέ μεταμορφωθῇ, καὶ τὸ πρόσωπον αὐτοῦ λάμψει ὡς ὁ ἥλιος, ἵνα φανερωθῇ τοῖς τέκνοις »τοῦ φωτὸς« ἐκδυσαμένοις »τὰ ἔργα τοῦ σκότους«

  21. 12.37.3

    καὶ ἐνδυσαμένοις »τὰ ὅπλα τοῦ φωτὸς« καὶ μηκέτι οὖσι τέκνοις »σκότους ἢ νυκτός«, ἀλλὰ γενομένοις υἱοῖς »ἡμέρας« καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως« περιπατοῦσι, καὶ φανερωθεὶς λάμψει αὐτοῖς, οὐχ ἁπλῶς ὡς ὁ ἥλιος. ἀλλ᾿ ἐπιδεικνύμενος αὐτοῖς τὸ εἶναι »δικαιοσύνης ἥλιος«.

  22. 12.38.1

    Καὶ οὐ μόνον αὐτὸς μεταμορφοῦται ἔμπροσθεν τῶν τοιούτων μαθητῶν οὐδέ προστίθησι μόνον τῇ μεταμορφώσει τὸ λάμψαι τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, ἀλλὰ γὰρ τὰ ἱμάτια αὐτοῦ τοῖς ἀναχθεῖσιν ὑπ αὐτοῦ εἰς τὸ ὑψηλὸν ὄρος κατ᾿ ἰδίαν φαίνεται λευκὰ ὡς τὸ φῶς. ἱμάτια δὲ τοῦ Ἰησοῦ αἱ λέξεις καὶ ἃ ἐνεδύσατο τῶν εὐαγγελίων γράμματα. οἶμοι δ’ ὅτι καὶ τὰ παρὰ τοῖς ἀποστόλοις δηλούμενα περὶ αὐτοῦ ἱμάτιά ἐστιν Ἰησοῦ, γινόμενα τοῖς ἀναβαίνουσιν εἰς τὸ ὑψηλὸν ὄρος μετὰ τοῦ Ἰησοῦ λευκά. ἀλλ᾿ ἐπεὶ καὶ λευκῶν εἰσι διαφοραί, τὰ ἱμάτια αὐτοῦ γίνονται *** λευκὰ ὡς τὸ Πόντων λευκὸν λαμπρότατον καὶ

  23. 12.38.2

    καθαρώτατον· τοῦτο δέ ἐστι τὸ φῶς. ἐπὰν οὖν ἴδῃς τινὰ οὐ μόνον τὴν περὶ Ἰησοῦ θεολογίαν ἀκριβοῦντα, ἀλλὰ καὶ τὴν λέξιν τῶν εὐαγγελίων πᾶσαν σαφηνίζοντα, μὴ ὄκνει τῷ τοιούτῳ φάσκειν γεγονέναι τὰ ἱμάτια τοῦ Ἰησοῦ λευκὰ ὡς τὸ φῶς. ἐπὰν δὲ οὕτω νοηθῇ καὶ θεωρηθῇ μεταμορφωθεὶς ὁ υἱὸς τοῦ θεοῦ, ὡς τὸ πρόσωπον αὐτοῦ εἶνοι <ὡς τὸν> ἥλιον καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς, εὐθέως ὀφθεῖεν ἂν τῷ τοιοῦτον ἰδόντι τὸν Ἰησοῦν Μωσῆς ὁ νόμος, καὶ Ἠλίας, συνεκδοχικῶς οὐχ εἶς μόνος ἀλλὰ πάντες οἱ προφῆται, κοινολογούμενοι πρὸς τὸν Ἰησοῦν· τοιοῦτον γάρ τί ἐστι τὸ δηλούμενον ἀπὸ τοῦ μετ’ αὐτοῦ συλλαλοῦντες, κατὰ δὲ τόν Λουκᾶν· »Μωσῆς καὶ Ἠλίας ὀφθέντες ἐν δόξῃ« καὶ τὰ ἑξῆς ἕως τοῦ ἐν Ἱερουσαλήμ«, εἴ τις δὲ εἶδε Μωσέως τὴν δόξαν, νοήσας τὸν πνευματικὸν νόμον ὡς ἔνα πρὸς τὸν Ἰησοῦ λόγον, καὶ τὴν ἐν τοῖς προφήταις ἐν μυστηρίῳ ἀποκεκρυμμένην σοφίαν«, εἶδε Μωσῆν καὶ Ἠλίαν »ἐν δόξῃ«, ὅτε εἶδεν αὐτοὺς μετὰ τοῦ Ἰησοῦ.

  24. 12.39.1

    Εἶτ’, ἐπεὶ κατὰ τὸν Μᾶρκον δεήσει διηγήσασθαι τὸ »καὶ ἐν

  25. 12.39.2

    τῷ προσεύχεσθαι αὐτὸν μετεμορφώθη ἔμπροσθεν αὐτῶν«, λεκτέον ὅτι μήποτε μάλιστα ἔστιν ἰδεῖν τὸν λόγον ἔμπροσθεν ἡμῶν μεταμορφούμενον, ἐὰν τὰ προειρημένα ποιήσωμεν κοὶ ἀναβῶμεν εἰς τὸ ὄρος καὶ ἴδωμεν τὸν αὐτόλογον κοινολογούμενον πρὸς τὸν πατέρα καὶ εὐχόμενον οὐτῷ, ὑπὲρ ὧν εὔξαιτ ἂν ἀληθινὸς ἀρχιερεὺς ἀληθινῷ μόνῳ θεῷ. ἵνα δὲ οὕτω θεῷ ὁμιλῇ καὶ προσεύξηται τῷ πατρί, ἀναβαίνει εἰς τὸ ὄρος· τότε δὲ κατὰ τὸν Μᾶρκον γίνονται »τὰ ἱμάτια αὐτοῦ λευκὰ καὶ στίλβοντα ὡς τὸ φῶς, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι«. καὶ τάχα οἱ μὲν ἐπὶ τῆς γῆς« γναφεῖς οἱ ἐπιμελούμενοί εἰσι σοφοὶ τοῦ αἰῶνος τούτου« λέξεως, ἧς νομίζουσι λαμπρᾶς καὶ καθαρᾶς, ὡς κοσμεῖσθαι δοκεῖν καὶ τὰ αἰσχρὰ νοήματα καὶ τὰ ψευδῆ δόγματα ὑπὸ τῆς ἴν’ οὕτως ὀνομάσω) γναφικῆς οὐτῶν. ὁ δὲ στίλβοντα« τοῖς ἐπαναβεβηκόσιν ἐπιδεικνὺς »τὰ ἱμάτια αὐτοῦ« καὶ λαμπρότερα, ὧν

  26. 12.39.3

    δύναται ποιεῖν ἡ ἐκείνων γναφική, ὁ λόγος ἐστίν, παριστὰς ἐν ταῖς ὑπὸ πολλῶν καταφρονουμέναις λέξεσι τῶν γραφῶν τὴν τῶν νοημάτων στίλψιν, ὅτε ὁ ἱματισμὸς« τοῦ Ἰησοῦ κατὰ τὸν Λουκᾶν »λευκὸς« καὶ »ἐξαστράπτων« γίνεται.

  27. 12.40.1

    Ἰδωμεν οὖν μετὰ ταῦτα, τί νοήσας ὁ Πέτρος ἀποκριθεὶς εἶπε τῷ Ἰησοῦ· κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· ποιήσωμεν τρεῖς σκηνὰς καὶ τὰ ἑξῆς. διὰ τοῦτο δέ μάλιστα ταῦτα ζητητέον, ἐπεὶ ὁ μέν Μᾶρκος ἐπήγαγεν οὐτοῖς ὡς ἐκ τοῦ ἰδίου προσώπου τὸ οὐ γὰρ ᾔδει τι ἀπεκρίθη«, ὁ δὲ Λουκᾶς μὴ εἰδὼς« φησὶν »ὃ λέγει«. ἐπιστήσεις οὖν εἰ κατ᾿ ἔκστασιν ταῦτα ἐλάλει, πεοληρωμένος του κινοῦντος αὐτὸν πνεύματος πρὸς τὸ εἰπεῖν ταῦτα, ὅπερ ἄγιον μὲν εἶναι οὐ δύναται· ἐδίδαΞε γὰρ ἐν τῷ εὐαγγελίῳ ὁ Ἰωάννης πρὸ τῆς ἀναστάσεως τοῦ σωτῆρος μηδένα πνεῦμα ἅγιον ἐσχηκέναι εἰπών· »οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη«. εἰ δὲ οὔπω ἦν πνεῦμα«, καὶ ὁ μὴ εἰδὼς« τί ἐλάλει ὑπό τινος κινούμενος πνεύματος ἐλάλει, ἕν τι τῶν πνευμάτων ἦν τό ταῦτα λέγεσθαι ἐνεργοῦν, ὃ μηδέπω τεθριάμβευτο ἐν τῷ ξύλῳ« μηδὲ δεδειγμάτιστο

  28. 12.40.2

    μετ εγεινων περὶ ὧν γέγραπται τὸ »ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας ἐν τῷ εύλῳ«. τοῦτο δὲ ἦν τάχα τὸ κληθὲν σκάνδαλον ὑπὸ τοῦ Ἰησοῦ καὶ ὁ εἰρημένος σατανᾶς ἐν τῷ »ὕπαγε ὀπίσω μου, σκάνδαλόν μου εὖ οἶδα δ’ ὅτι τὰ τοιαῦτα πολλοῖς προσκόψει τῶν ἐντυγχανόντων, οἰομένοις οὐ κατὰ τὸ εὔλογον δυσφημεῖσθαι τὸν πρὸ μικροῦ μακαρισθέντα ὑπὸ τοῦ Ἰησοῦ ἐπὶ τῷ <οὐ σάρκα καὶ αἷμα, ἀλλὰ> τοῖς οὐρανοῖς« πατέρα ἀποκεκαλυφέναι αὐτῷ τὰ περὶ τοῦ σωτῆρος, ὡς ἄρα ὁ Ἰησοῦς εἴη καὶ »ὁ Χριστὸς« καὶ »ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος«. ἀλλ᾿ ὁ τοιοῦτος ἐπιστησάτω τῇ τοῦ Πέτρου κοὶ τῶν λοιπῶν ἀποστόλων ἀκριβείᾳ, καὶ αὐτῶν δεηθέντων (ὡς ἀλλοτρίων ἔτι) τοῦ αὐτοὺς ἀπὸ τοῦ ἐχθροῦ καὶ ὠνησομένου αὐτοὺς τῷ τιμίῳ« αὐτοῦ »αἵματι«. ἢ λεγέτωσαν ἡμῖν οἱ θέλοντες καὶ πρὸ τοῦ πάθους Ἰησοῦ τελείους γεγονέναι τοὺς ἀποστόλους, πόθεν »ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ« κατὰ τὸν καιρὸν τῆς Ἰησοῦ μεταμορφώσεως »ἦσαν βεβαρημένοι ὕπνῳ«.

  29. 12.40.3

    Ἵνα δὲ προλαβών τι καὶ τῶν ἑξῆς εἰς τὸ προκείμενον παραλάβω, ἐπαπορήσαιμ᾿ ἂν τοιαῦτα· ἆρα ἔστι τινὰ σκανδαλισθῆναι ἐν τῷ Ἰησοῦ χωρὶς τῆς τοῦ σκανδαλίζοντος διαβόλου ἐνεργείας; ἔστι δὲ ἀρνήσασθαι τὸν Ἰησοῦν, καὶ ταῦτα ἐπὶ παιδισκαρίου καὶ θυρωροῦ καὶ ἀνθρώπων εὐτελεστάτων, μὴ συνόντος τῷ ἀρνουμένῳ πνεύματος ἐχθροῦ τῷ διδομένῳ πνεύματι καὶ σοφίᾳ τοῖς πρὸς τὸ ὁμολογεῖν κατά τινα ἀξίαν αὐτῶν ὑπὸ θεοῦ βοηθουμένοις; ἀλλ᾿ οὐ φήσει ὅ γε τὰς ῥίζας τῶν ἁμαρτημάτων ἀναφέρειν μεμαθηκὼς ἐπὶ τὸν πατέρα τῆς ἁμαρτίας διόβολον, χωρὶς ἐκείνου ἢ τοὺς ἀποστόλους ἐσκανδαλίσθαι ἢ τὸν Πέτρον ἠρνῆσθαι πρὸ τῆς ἀλεκτοροφωνίας ἐκείνης τρίς. εἰ δὲ τοῦθ’ οὕτως ἔχει, μήποτε ὁ ὑπὲρ τοῦ ακανδαλίσαι τὸ ὅσον ἐφ’ ἑαυτῷ) τὸν Ἰησοῦν καὶ τοῦ ἀποστῆσαι τῆς κατὰ τὸ πάθος σωτηρίου ἀνθρώποις μετὰ πολλῆς προθυμίας οἰκονομίας, τὰ εἰς ταῦτα φέρειν δοκοῦντα ἐνεργῶν αὐτὸς κοὶ ἐνταῦθα οἱονεὶ ἀπατηλῶς περισπάσαι βούλεται τὸν Ἰησοῦν, ὡς ἐπὶ καλὸν τὸ μηκέτι συγκαταβαίνειν τοῖς ἀνθρώποις καὶ ἥκειν πρὸς αὐτοὺς καὶ τὸν ὑπὲρ

  30. 12.40.4

    αὐτῶν ἀναδέξασθαι θάνατον, ἀπομεῖναι δέ ἐν τῷ ὑψηλῷ ὄρει μετὰ Μωσέως κοὶ Ἠλίου. ἐπηγγέλλετο δὲ καὶ ποιῆσαι τρεῖς σκηνάς, μίαν μὲν ἰδίαν τῷ Ἰησοῦ, ἑτέραν δὲ τῷ Μωσεῖ καὶ ἄλλην τῷ Ἠλίᾳ, ὡς μὴ χωρούσης εἰ καὶ ἐν σκηναῖς αὐτοὺς ἔδει εἶναι καὶ ἐν τῷ ὑψηλῷ ὄρει) μιᾶς σκηνῆς τοὺς τρεῖς. τάχα δέ καὶ ἐν τούτῳ ἐκακούργει ὁ τὸν μὴ εἰδότα »τί λέγει« ἐνεργῶν, βουλόμενος μὴ ἅμα εἶναι Ἰησοῦν καὶ Μωσέα κοὶ Ἠλίαν, ἀλλὰ χωρίσαι αὐτοὺς ἀπ᾿ ἀλλήλων, προφάσει τῶν τριῶν σκηνῶν

  31. 12.40.5

    ψεῦδος δέ ἦν καὶ τὸ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. εἰ γὰρ ἦν καλον, κἂν ἔμειναν ἐκεῖ· εἰ δέ ψεῦδος, ζητήσεις τίς ἐνήργησε λαληθῆναι τὸ ψεῦδος, καὶ μάλιστα ἐπεὶ κατὰ τὸν Ἰωάννην »ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ«, καὶ ὥσπερ οὐκ ἔστιν ἀλήθεια χωρὶς ἐνεργείας τοῦ εἰπόντος· ἐγώ εἰμι ἡ ἀλήθεια«, οὕτως οὐδὲ τὸ ψεῦδος χωρὶς τοῦ ἐχθροῦ τῇ ἀληθείᾳ.

  32. 12.40.6

    Τὰ ἐναντία τοίνυν ἔτι ἐν τῶ Πέτρῳ ἦν, ἀλήθεια καὶ ψεῦδος. καὶ ἀπὸ ἀληθείας μέν ἔλεγε τὸ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ«,

  33. 12.40.7

    ἀπὸ δέ τοῦ ψεύδους τὸ »ἵλεώς σοι, κυριε, ου μη εσται σοι τουτο«,

  34. 12.40.8

    ἀλλὰ καὶ τὸ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. ὁ δέ μὴ θέλων ἀπό τινος ἐνεργείας <πνεύματος> χείρονος Πέτρον εἰρηκέναι τοῦτο, ἀλλὰ ψιλῆς εἶναι τῆς προαιρέσεως αὐτοῦ τοὺς λόγους, ἀπαιτούμενος πῶς ἂν παραστήσαι τὸ μὴ εἰδ(ὸς ὃ ἐλάλει« καὶ τὸ οὐ γὰρ ᾔδει τί ἀπεκρίθη«, φήσει ὅτι κἀκεῖ ὡς δύσφημον ἐνόμισε καὶ ἀνάξιον τοῦ Ἰησοῦ τὸ παραδέξασθαι ἀποκτανθῆναι τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος«, τὸν Χριστὸν ὃν ἤδη ἀποκαλύψας ἦν αὐτῷ ὁ πατήρ· καὶ ἐνταῦθα ὡς τὰς δύο μορφὰς τοῦ Ἰησοῦ ἰδών, καὶ πολὺ διαφέρουσαν τὴν κατὰ τὴν μεταμόρφωσιν, | ταύτῃ εὐαρεστούμενος καλὸν εἶπεν εἶναι τὰς διατριβὰς ἐν τῷ ὄρει ἐκείνῳ ποιήσασθαι, ἶνα αὐτός τε καὶ οἱ σὺν αὐτῷ εὐφραίνωνται θεωροῦντες τὴν μεταμόρφωσιν τοῦ Ἰησοῦ καὶ τὸ λάμπον πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος καὶ τὰ λευκὰ ὡς τὸ φῶς ἱμάτια αὐτοῦ καὶ πρὸς τούτοις τοὺς ἅπαξ ὀφθέντας »ἐν δόξῃ« ἀεὶ θεωρῶσιν ἐν δόξῃ Μωσῆν καὶ Ἠλίαν, εὐφραίνωνται δέ ἐφ’ οἷς ἂν ἀκούσωσιν αὐτῶν συλλαλούντων ἀλλήλοις καὶ

  35. 12.40.9

    κοινολογουμένων, Μωσέως μέν καὶ Ἠλίου πρὸς τὸν Ἰησοῦν τοῦ δέ· Ἰησοῦ πρὸς αὐτούς.

  36. 12.41.1

    Ἐπεὶ δέ μηδέπω περιεργασάμενοι τροπολογεῖν τὰ κατὰ τὸν τόπον ὡς πρὸς τὸ ῥητὸν βασανίζοντες ταῦτα εἴπομεν, τούτοις ἀκολούθως ἴδωμεν, μήποτε ἀναβιβασθέντες εἰς τὸ ὕφος τῶν τῆς ἀληθείας δογμάτων καὶ τὴν μεταμόρφωσιν ἰδόντες τοῦ Ἰησοῦ καὶ τῶν ὀφθέντων »ἐν δόξῃ« μετ’ αὐτοῦ Μωσέως καὶ Ἠλίου ὁ ἀποδεδομένος Πέτρος καὶ οἱ τῆς βροντῆς υἱοὶ« βούλοιντ᾿ ἂν ἐν αὑτοῖς σκηνὰς ποιῆσαι τῷ τοῦ θεοῦ λόγῳ κατοικήσοντι ἐν αὐτοῖς καὶ τῷ νόμῳ αὐτοῦ μετὰ δόξης τεθεωρημένῳ καὶ τῇ προφητείᾳ »τὴν ἔξοδον« λαλούσῃ τοῦ Ἰησοῦ »ἣν ἔμελλε πληροῦν«, καὶ ὡς τὸν θεωρητικόν γε ἀγαπήσας ὁ Πέτρος βίον κοὶ τὸ ἐν αὐτῷ τερπωλὸν προκρίνας τοῦ ἐν πολλοῖς εἶναι μετά τινος ὀχλήσεως ἐπὶ προθέσει τοῦ ὠφελεῖν τοὺς βουλομένους, εἶπε τὸ κολόν ἐστιν ἡμᾶς ὧδε εἶναι. ἀλλ᾿ ἐπεὶ ἡ ἀγἀπη »οὐ ζητεῖ τὰ ἑαυτῆς«, τὸ νομιζόμενον τῷ Πέτρῳ κολὸν οὐ πεποίηκεν ὁ Ἰησοῦς· διὸ

  37. 12.41.2

    καταβέβηκεν ἀπὸ τοῦ ὄρους« πρὸς τοὺς μὴ δυναμένους ἀναβῆναι ἐπ αὐτὸ καὶ ἰδεῖν αὐτοῦ τὴν μεταμόρφωσιν, ἵνα κἂν ὁποῖον χωροῦσιν αὐτὸν ἰδεῖν θεωρήσωσι. δικαίου τοίνυν ἐστὶ καὶ τὴν μὴ τὰ ἑαυτῆς« ζητοῦσαν ἀγάπην ἔχοντος ἐλεύθερον« μὲν εἶναι »ἐκ πόντων, πᾶσι« δὲ αὑτὸν δουλῶσαι τοῖς κάτω, ἶνα τοὺς Πλείονας« αὐτῶν κερδήσῃ. εἴποι δ’ ἄν τις πρὸς τὰ ἀποδεδομένα περὶ ἐκστάσεως καὶ ἐνεργείας πνεύματος χείρονος εἰς τὸν Πέτρον περὶ τοῦ μὴ εἰδὼς ὁ λέγει«, μὴ προσιέμενος ἐκείνην τὴν διήγησιν. ὅτι παρὰ τῷ Παύλῳ τινές θέλοντες εἶναι νομοδιδάσκαλοι« οὐκ οἴδασι περὶ ὦν λέγουσιν, ἀλλ᾿ ὅτι μὴ τρανοῦντες τὴν φύσιν τῶν λεγομένων, μηδὲ »νοοῦντες« αὐτῶν τὸ βούλημα »διαβεβαιοῦνται« περὶ ὧν οὐκ ἴσασι. τοιοῦτόν τι ἐπεπόνθει κοὶ ὁ Πέτρος· μὴ καταλαβὼν γὰρ τί τὸ καλὸν περὶ τῆς κατὰ τὸν Ἰησοῦν οἰκονομίας καὶ τῶν ὀφθέντων ἐν τῷ ὄρει Μωσέως καὶ Ἠλίου, λέγει τὸ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι κοὶ τὰ ἑξῆς, ἐξῆς, »μὴ εἰδὼς ὃ λέγει«·»οὐ γὰρ ᾔδει τί ἐλάλει«. καὶ γὰρ εἴπερ σοφὸς »νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δέ χείλεσι φορεῖ τὴν

  38. 12.41.3

    επιγνωμοσυνην«, ο μη ουτως εχων οὐ νοεῖ τὰ ἀπὸ τοῦ ἰδίου στόματος« οὐδὲ συνίησι τῆς φύσεως τῶν ὑπ’ αὐτοῦ λεγομένων.

  39. 12.42.1

    Ἑξῆς τούτοις ἐστὶ τὸ ἔτι λαοῦντος αὐτοῦ, καὶ ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτοὺς καὶ τὰ ἑξῆς. οἶμαι δέ ὅτι τὸν Πέτρον ὁ θεὸς ἀποτρέπων τοῦ ποιῆσαι τρεῖς σκη- νὰς ὑφ’ ἃς ἔμελλον ὅσον ἐπὶ τῷ βουλήματι <αὐτοῦ> δείκνυσι <μίαν καὶ> κρείττονα ἵν’ οὕτως ὀνομάσω) καὶ πολλῷ διαφέρουσαν σκηνὴν τὴν νεφέλην. εἰ γὰρ ἔργον ἐστὶ σκηνῆς τὸ ἐπισκιάσαι τὸν ἐν αὐτῇ καὶ σκεπάσαι, ἡ δὲ φωτεινὴ νεφέλη ἐπεσκίασεν αὐτούς, οἱονεὶ σκηνὴν θειοτέραν ἅτε καὶ φωτεινὴν τυγχάνουσαν πεποίηκεν αὐτοῖς εἰς παράδειγμα μελλούσης ἀναπαύσεως ὁ θεός· φωτεινὴ γὰρ νεφέλη ἐπισκιάζει τοὺς δικαίους σκεπαζομένους ἅμα καὶ φωτιζομένους καὶ ἐλλαμπομένους ὑπ᾿ αὐτῆς. τίς δ’ ἂν εἴη ἡ φωτεινὴ νεφέλη ἐπισκιάζουσα τοὺς δικαίους ἢ τάχα μὲν πατρικὴ δύναμις, ἀφ᾿ ἧς ἔρχεται ἡ τοῦ πατρὸς φο)νή, μαρτυροῦσα τῷ υἱῷ ὡς ἀγαπητῷ καὶ εὐδοκητῷ καὶ

  40. 12.42.2

    προτρέπουσα τοὺς σκιαζομένους ὑπ αὐτῆς τούτου κοὶ μὴ ἄλλου τινὸς ἀκούειν; λέγει δ’ οὗτος, ὡς πάλαι οὕτως καὶ ἀεί, δι᾿ ὧν βούλεται. τάχα δέ καὶ τὸ ἅγιον πνεῦμα ἡ φωτεινή ἐστι νεφέλη, ἐπισκιάζουσα τοὺς δικαίους καὶ προφητεύουσα, [τὰ] τοῦ θεοῦ ἐνεργοῦντος αὐτῇ καὶ λέγοντος· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. τολμήσας δ’ ἂν εἴποιμι καὶ τὸν σωτῆρα ἡμῶν εἶναι φωτεινὴν νεφέλην. 5 Πέτρος μέν οὖν λέγων· ποιήσωμεν ὧδε τρεῖς σκηνάς, ἀφ’ ἑαυτοῦ μίαν καὶ ἀπὸ τοῦ υἱοῦ μίαν καὶ ἀπὸ τοῦ ἁγίου πνεύματος μίαν · φωτεινὴ γὰρ Πατρός, υἱοῦ καὶ ἁγίου πνεύματος νεφέλη ἐπισκιάζει > τοὺς Ἰησοῦ γνησίους μαθητάς· ἢ τὸ εὐαγγέλιον καὶ τὸν νόμον καὶ τοὺς προφήτας νεφέλη ἐπισκιάζει φωτεινὴ τῷ δυναμένῳ ἐνορᾶν τῷ φωτὶ αὐτῆς κατὰ τὸ εὐαγγέλιον καὶ τὸν νόμον καὶ τοὺς Προφήτας. ἡ δὲ ἐκ τῆς νεφέλης φωνὴ τάχα μέν Μωσεῖ καὶ Ἠλίᾳ λέγει· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα· ἀκούετε ἀυτοῦ, ἐπιθυμοῦσιν ἰδεῖν τὸν υἱὸν τοῦ θεοῦ καὶ ἀκοῦσαι αὐτοῦ

  41. 12.42.3

    καὶ θεωρῆσαι αὐτὸν καθὼς ἦν »ἐν δόξῃ«. τάχα δὲ τοὺς μαθητὰς διδάσκει, ὅτι ὁ κυρίως υἱὸς τοῦ θεοῦ καὶ ἀγαπητὸς αὐτοῦ, ἐν ᾧ ηὐδόκησεν, οὗ μάλιστα ἀκούειν δεῖ, ὁ τότε θεωρούμενος ἦν κοὶ μεταμορφωθεὶς καὶ λάμψας τῷ προσώπῳ ὡς ὁ ἥλιος καὶ ἐνδεδυμένος τὰ ὡς φῶς λευκὰ ὁμάτια.

  42. 12.43.1

    Μετὰ δὲ ταῦτα γέγραπται, ὅτι ἀκούσαντες τῆς φωνῆς <ἐκ> τῆς νεφέλης τῆς μαρτυρούσης τῷ υἱῷ οἶ τρεῖς ἀπόστολοι, μὴ φέροντες τὴν τῆς φωνῆς δόξαν καὶ τὴν ἐπ αὐτῆς δύναμιν, ἱκέτευσαν πεσόντες ἐπὶ πρόσωΠον τὸν θεόν· σφόδρα γὰρ ἐφοβήθησαν τὸ παράδοξον τοῦ θεάματος καὶ τῶν ἀπὸ τοῦ θεάματος λελεγμένων. πρόσχες δέ, εἰ δύνασαι καὶ ταῦτα εἰπεῖν περὶ τῶν κατὰ τὸν τόπον ὅτι, νοήσαντες οἱ μαθηταὶ τὸν υἱὸν τοῦ θεοῦ κεχρηματικέναι Μωσεῖ καὶ αὐτὸν εἶναι τὸν εἰρηκότα· οὐ γὰρ ὄψεται ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται«, Λ·αὶ ἰδόντες γενόμενον τὸ πρόσωπον τοῦ υἱοῦ τοῦ θεοῦ ὡς ὁ ἥλιος· > τὴν περὶ αὐτοῦ μαρτυρίαν τοῦ θεοῦ προσλαβόντες, ὡς μὴ φέροντες τὰς τοῦ λό- aut discipulos docebat, quoniam qui proprie filius erat dei et dilectissimus apud deum, in quo conplacuit, quem praecipue oportet audire, ipse erat qui tunc est visus et transfiguratus splenduit (facie) sicut sol et vestimenta eius facta sunt sicut lumen.

  43. 12.43.2

    γου αὐγὰς ἐταπεινώθησαν »ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ«. *** ἀλλὰ μετὰ τὴν ἁφὴν τοῦ λόγου τοὺς ὀφθαλμοὺς ἐπάραντες εἶδον Ἰησοῦν μόνον, καὶ οὐδένα ἄλλον. ἓν γὰρ μόνον γέγονε Μωσῆς ὁ νόμος κοὶ Ἠλίας ἡ προφητεία Ἰησοῦ τῷ εὐαγγελίῳ, καὶ οὐχ ὥσπερ ἠσαν πρότερον τρεῖς, οὕτω μεμενήκασιν, ἀλλὰ γεγόνασιν οἱ τρεῖς εἰς τὸ ἔν. ταῦτα δέ μοι νόει ὡς πρὸς τὰ μυστικὰ πράγματα. πρὸς γὰρ τὸ ψιλὸν τοῦ γράμματος βούλημα Μωσῆς καὶ Ἠλίας »ὀφθέντες ἐν δόξῃ« καὶ συλλαλήσαντες τῷ Ἰησοῦ ἀπεληλύθασιν, ὅθεν ἐληλύθεισαν, τάχα τῶν λόγων μεταδώσοντες, ὧν ἐλάλησε μετ’ αὐτῶν ὁ Ἰησοῦς, τοῖς ὅσον οὐδέπω εὐεργετηθεῖσιν ὑπ᾿ αὐτοῦ>, εὐεργετη-

  44. 12.43.3

    θησομένοις ὑπ᾿ αὐτοῦ κατὰ τὸν καιρὸν τοῦ πάθους, ὅτε ἔμελλε »πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων«, ἀνοιχθέντων αὐτῶν τῶν μνημείων, ἀπιέναι »εἰς τὴν« ἀληθῶς »ἀγίαν πόλιν«, τὴν μὴ κλαιομένην ὑπὸ τοῦ Ἰησοῦ Ἱερουσαλήμ, καὶ ἐκεῖ ἐμφανίζεσθαι »πολλοῖς«. Μετὰ δέ τὴν ἐν τῷ ὄρει οἰκονομίαν καταβαινόντων ἐκ τοῦ ὄρους τῶν μαθητῶν, ἵνα ἐλθόντες πρὸς τὸν ὄχλον« ὑπηρετήσωσι τῷ υἱῷ τοῦ θεοῦ περὶ τῆς ἐκείνων σωτηρίας, ἐνετείλατο ὁ Ἰησοῦς τοῖς μαθηταῖς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. τὸ δὲ μηδενὶ εἴπητε τὸ ὅραμα παραπλήσιον τῷ ἐν τοῖς ἀνωτέρω ἐξετασθέντι, ὅτε διεστείλατο τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν, ὅτι

  45. 12.43.4

    αὐτός ἐστιν ὁ Χριστός«. διὸ τὰ εἰς ἐκεῖνον εἰρημένα τὸν τόπον δύναται ἡμῖν εἶναι χρήσιμα κοὶ πρὸς τὸ προκείμενον, ἐπεὶ καὶ κατὰ ταῦτα βούλεται ὁ Ἰησοῦς μὴ λεχθῆναι τὰ τῆς δόξης αὐτοῦ πρὸ τῆς μετὰ τὸ πάθος δόξης αὐτοῦ· ἐβλάβησαν γὰρ ἂν οἱ ἀκούοντες, κοὶ μάλιστα ὄχλοι, τὸν οὕτω δεδοξασμένον ὁρῶντες σταυρούμενον. διόπερ ἐπεὶ συγγενὲς ἦν τῇ μεταμορφώσει αὐτοῦ καὶ τῷ ὀφθέντι αὐτοῦ προσώπῳ ὡς ὁ ἥλιος τὸ δοξασθῆναι αὐτὸν τῇ ἀναστάσει, διὰ τοῦτο βούλεται τότε ταῦτα ὑπὸ τῶν ἀποστόλων λαληθῆναι, ἡνίκα ἐκ νεκρῶν ἀναστῇ.

  46. 13.1.1

    <Ὠριγένους τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν> τόμος ιγ΄.

  47. 13.1.2

    <Καὶ> ἐπηρώτησαν οἱ μαθηταὶ λέγοντες· τέ οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; (17. —13])

  48. 13.1.3

    οἱ μὲν συναναβάντες τῷ Ἰησοῦ μαθηταὶ τῶν ὑπὸ τῶν γραμματέων περὶ Ἠλίου παραδιδομένων ἐμέμνηντο, ὅτι πρὸ τῆς τοῦ Χριστοῦ ἐπιδημίας ἐλθὼν Ἠλίας εὐτρεπίσει αὐτῷ τὰς ψυχὰς τῶν παραδεξομένων αὐτόν. ἡ δὲ ἐν τῷ ὄρει ὀπτασία, καθ’ ἣν > ὁ Ἠλίας ἐφόνη, ἐδόκει μὴ συνάδειν τοῖς εἰρημένοις, ἐπεὶ οὐ πρὸ τοῦ Ἰησοῦ ἔδοξεν αὐτοῖς ἐληλυθέναι ὁ Ἠλίας, ἀλλὰ μετ’ αὐτοῦ. διὸ ταῦτά φασιν, οἰόμενοι ψεύδεσθαι τοὺς γραμματεῖς ***

  49. 13.1.4

    πρὸς δέ τοῦτο ὁ σωτὴρ ἀποκρίνεται, οὐκ ἀθετῶν τὰ περὶ τοῦ Ἠλίου παραδιδόμενα, ἀλλὰ ἄλλην τοῦ Ἠλίου Πρὸ τῆς Χριστοῦ ἐπιδημίαν ἀγνοηθεῖσαν ὑπὸ τῶν γραμματέων εἶναι φάσκων, καθ’ ἣν ἀγνοήσαντες αὐτόν, ὡς συναίτιοι γενόμενοι τῷ αὐτὸν εἰς φυλακὴν βληθῆναι ὑπὸ Ἡρώδου καὶ τῷ αὐτὸν ἀναιρεθῆναι ὑπ᾿ αὐτοῦ, πεποιήκασιν ἐν αὐτῷ ὅσα ἠθέλησαν. εἶτα ἀνάλογον οἶς πεποιήκασιν εἰς τὸν Ἠλίαν φησὶν ὑπὸ τῶν αὐτῶν πείσεσθαι. καὶ ταῦτα μέν ὡς περὶ Ἠλίου οἵ τε μαθηταὶ ἐπηρώτων καὶ ὁ σωτὴρ ἀπεκρίνατο· οἶ δέ ἀκούσαντες συνῆκαν τὸ Ἠλίας ἤδη ἦλθε καὶ τὸ ἑξῆς αὐτῷ εἰρημένον ὑπὸ τοῦ σωτῆρος τὴν ἀναφορὰν ἐσχηκέναι ἐπὶ τὸν βαπτιστὴν Ἰωάννην. καὶ ταῦτα μὲν εἰρήσθω σαφηνείας ἕνεκεν τοῦ ἐκκειμένου ῥητοῦ· ἤδη δὲ κατὰ δύναμιν καὶ τῶν ἐναποκειμένων αὐτῷ πραγμάτων τὴν ἐξέτασιν ποιησώμεθα.

  50. 13.1.5

    Ἐν τούτοις Ἠλίας οὐχ ἡ ψυχὴ <Ἠλίου> δοκεῖ μοι λέγεσθαι,

  51. 13.1.6

    μὴ ἐμπίπτω εἰς τὸ ἀλλότριον τῆς ἐκκλησίας τοῦ θεοῦ περὶ τῆς μετενσωματώσεως δόγμα, | οὔτε παραδιδόμενον ὑπὸ τῶν ἀποστόλων οὔτε ἐμφαινόμενόν που τῶν γραφων· καὶ γὰρ ἐναντίον ἐστὶ ἐστὶ τῷ »τὰ βλεπόμενα πρόσκαιρα« εἶναι καὶ συντέλειαν πείσεσθαι τὸν αἰῶνα τοῦτον, ἀλλὰ καὶ τῷ πληρωθῆναι <τὸ> »ὁ οὐρανὸς ἡ γῆ παρελεύσονται« καὶ τὸ »παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου« καὶ τὸ οἱ οὐρανοὶ ἀπολοῦνται« μετὰ καὶ τῶν ἑξῆς αὐτῷ. εἰ γὰρ καθ᾿ ὑπόθεσιν) δὶς δύναται γενέσθαι ἐν τῇ ἀπ᾿ ἀρχῆς μέχρι συντελείας τοῦ κόσμου καταστάσει ἡ αὐτὴ ψυχὴ ἐν τῷ σώματι δι’ αἰτίαν <δι'> ὄν γένοιτο ἐν αὐτῷ), ἡ δι’ ἁμαρτίαν γενομένη δὶς ἐν σώματι διὰ τί οὐχὶ καὶ τρὶς καὶ πλεονάκις ἔσται ἐν αὐτῷ, τῶν διὰ τὸν βίον τοῦτον καὶ τὰ ἡμαρτημένα ἐν αὐτῷ κολάσεων τούτῳ ἀποδοθησομένων μόνῳ τῷ τρόπῳ κατὰ τὴν μετενσωμάτωσιν; ὅπερ ἐὰν ἐξ ἀκολουθίας δοθῇ, οὐκ ἔσται τάχα ὅτε ψυχὴ οὐ μετενσωματωθήσεται· ἀεὶ γὰρ διὰ τὰ πρότερα ἁμαρτήματα ἐπιδημήσει τῷ σώ-

  52. 13.1.7

    ματι, καὶ οὕτως οὐχ ἕξει χώραν ἡ τοῦ κόσμου φθορά, καθ᾿ ἥν ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται«. ἵνα δὲ κατὰ τὴν ὑπόθεσιν ταύτην διδῶται τὴν πάντη ἀναμάρτητον μηκέτι ἥξειν εἰς τὸ διὰ γενέσεως σῶμα, διὰ πόσων χρόνων οἴει μίαν εὑρήσεσθαι πάντη καθαρεύσασαν ψυχὴν καὶ μὴ δεομένην μετενσωματώσεως; ὅμως δὲ καὶ οὕτως μιᾶς τινος ἀεὶ ἐκ τοῦ ὡρισμένου τῶν ψυχῶν ἀριθμοῦ μεθισταμένης καὶ μηκέτι εἰς σῶμα ἐρχομένης, ἐπιλείψει ποτέ ὡς διό τινων ὡσπερεὶ ἀπείρων χρόνων ἡ γένεσις, καταντήσαντος τοῦ κόσμου ἐπί τινα ἔνα ἢ δεύτερον ἢ ὀλίγῳ πλείους μεθ᾿ οὓς καὶ αὐτοὺς τελειωθέντας ὁ κόσμος φθαρήσεται, ἐπιλειπόντων τῶν εἰς σῶμα ἐρχομένων. Ὅπερ οὐκ ἀρέσκει τῇ γραφῇ· πλῆθος γὰρ οἶδεν ἁμαρτωλῶν ἐν τῷ χρόνῳ τῆς τοῦ κόσμου φθορᾶς. ὅΠερ ἐστὶ δῆλον συνεξεταζομένου τοῦ

  53. 13.1.8

    πλὴν ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου > εὑρήσει τὴν πίστιν ἐπὶ τῆς ᾧ εὕρομεν παρὰ τῷ Ματθαίῳ οὕτως εἰρημένῳ· ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτο)ς ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ〉 τοῦ κατακλυσμοῦ« καὶ τὰ ἑξῆς. ἔσται δέ τοῖς τότε ἡ τῶν ἁμαρτημάτων εἴσπραξις οὐκ ἐν μετενσωματωσει. εἰ γὰρ ἔτι ἁμαρτάνοντες παραλαμβάνονται, ἤτοι ἄλλῳ τρόπῳ κολάσεως μετὰ τοῦτο κολασθήσονται, κοὶ κατὰ τοῦτο ἤτοι δύο τρόποι κολάσεων ἔσονται γενικοί ὁ μέν ἐν μετενσωματώσει, ὁ δὲ ἔξω τοῦ τοιούτου σώματος· καὶ λεγέτωσαν τὰς τούτων αἰτίας καὶ διαφοράς), ἢ οὐ κολασθήσονται, ὡς ἀθρόως ἀποβαλόντες τὰ ἁμαρτήματα οἱ ἐπὶ συντελείᾳ καταλειφθέντες, ἢ ὅπερ βέλτιον) εἷς ἐστι τρόΠος κολάσεως τοῖς ἡμαρτηκόσιν ἐν σώματι τὸ ἔξω αὐτοῦ <καὶ> τῆς καταστάσεως βίου τούτου τὸ κατ’ ἀξίαν τῶν ἡμαρ-

  54. 13.1.9

    τημένων παθεῖν. ἕκαστον δέ τούτων τῷ ἐνορᾶν δυναμένῳ τοῖς πράγμασιν ἀνατρεπτικόν ἐστι τῆς μετενσωματωσεως. εἰ δέ ἀναγκαίως οἱ τὴν μετενσωμάτωσιν εἰσάγοντες Ἕλληνες, ὡς ἀκόλουθα αὐτοῖς τιθέντες, οὐδὲ φθείρεσθαι βούλονται τὸν κόσμον, ὥρα καὶ τούτους, ἀντιβλέψαντας ταῖς ἐκφαινούσαις γραφαῖς φθαρήσεσθαι τὸν κόσμον, ἢ ἀπιστῆσαι αὐταῖς ἢ εὑρεσιλογεῖν περὶ διηγήσεως τῶν κατὰ τὴν συντέλειαν ὅπερ κἂν βούλωνται) ποιῆσαι οὐ δυνήσονται. ἔτι δέ καὶ τοῦτο τοῖς τολμήσασιν ἂν λέγειν μὴ φθαρήσεσθαι τὸν κόσμον φήσομεν ὅτι, εἰ μὴ φθείρεται ὁ κόσμος ἀλλ᾿ ἐπ᾿ ἄπειρον ἔσται, οὐκ ἔσται ὁ θεὸς »εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν«. ἀλλ᾿ (εἰ ἄρα) μέρος ἤτοι ἕκαστον εἴσεται »πρὶν γενέσεως« αὐτοῦ ἤ τινα. κοὶ μετὰ ταῦτα πόλιν ἕτερα· ἄπειρα γὰρ τῇ φύσει οὐχ οἷόν τε περιλαμβάνεσθαι τῇ περατοῦν πεφυκυίᾳ τὰ γινωσκόμενα γνώσει. τούτῳ δέ ἀκολουθεῖ μηδὲ προφητείας δύνασθαι γενέσθαι Περὶ Πόντων ὡντινωνοῦν, ἅτε ἀπείρων ὄντων τῶν πάντων.

  55. 13.2.1

    Ἀναγκαίως δ’ οἶμαι ἐνδιατετριφέναι τῇ ἐξετάσει τοῦ περὶ ενσωματώσεως λόγου,

  56. 13.2.2

    διὰ τήν τινων ὑπόνοιαν οἰηθέντων ψυχὴν εἶναι (περὶ ἧς ὁ λόγος) αὐτὴν Ἠλίου καὶ Ἰωάννου, πρότερον μὲν κληθεῖσαν Ἠλίαν δεύτερον δὲ Ἰωάννην, καὶ οὐκ ἀθεεί γε κεκλῆσθαι Ἰωάννην αὐτόν, ὡς δῆλον ἐκ τοῦ τὸν ὀφθέντα ἄγγελον τῷ Ζαχαρίᾳ εἰρηκέναι αὐτῷ· μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σουκαὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην« καὶ ἐκ τοῦ ἀπειληφέναι τὸν Ζαχαρίαν τὴν φωνὴν μετὰ τὴν ἐν τῇ πινακίδι γραφὴν) περὶ τοῦ Ἱωάννην καλεῖσθαι τὸν γεγεννημένον. εἴπερ δὲ ἡ ψυχὴ Ἠλίας ἦν, ἐχρῆν καὶ δεύτερον αὐτὸν γεννώμενον κληθῆναι Ἠλίαν ἢ αἰτίαν τινὰ φανῆναι τῆς μετωνυμίας, ὡς ἐπὶ τοῦ Ἀβρὰμ καὶ τοῦ Ἀβραὰμ καὶ τῆς Σάρας κοὶ τῆς Σάρρας κοὶ τοῦ Ἰακὼβ καὶ Ἰσραὴλ καὶ τοῦ Σίμωνος καὶ Πέτρου. καίτοι γε οὐδ’ οὕτως ὁ λόγος ἐν αὐτοῖς ἐσώζετο· ἐν μιᾷ γὰρ καὶ τῇ αὐτῇ ζωῇ τοῖς προειρημένοις γεγόνασιν αἱ μετωνυμίαι. ζητήσαι δ’ ἄν τις, εἰ μὴ ἡ ψυχὴ Ἠλίας ἐστὶ πρότερον ἐν τῷ θεσβίτῃ καὶ δεύτερον ἐν τῷ Ἰωάννῃ, τί ἂν εἴη τὸ κληθέν ὑπὸ τοῦ σωτῆρος ἐν ἀμ-

  57. 13.2.3

    φοτέροις Ἠλίας; καί φημι τὸν Γοβριὴλ ἐν τοῖς πρὸς Ζαχαρίαν λόγοις ὑποβεβληκέναι τίς ἡ αὐτὴ οὐσία ἐν Ἠλίᾳ καὶ Ἰωάννῃ· φησὶ γάρ· »πολλοὺς τῶν υἱῶι Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν· καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου«. πρόσχες γάρ, οὐκ εἶπεν »ἐν« φυχῇ »Ἠλἱου«, ἵν᾿ ἔχοι τόπον ἡ μετενσμάτωσις, ἀλλ᾿ »ἐν πνεύματι καὶ δυνάμει Ἠλίου«. σαφῶς δέ οἶδεν ἡ γραφὴ διαφορὰν πνεύματος πρὸς φυχήν, ὡς τὸ »ὁ δέ θεὸς ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα τηρηθείη ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ« καὶ τὸ »εὐλογεῖτε, πνεύματα καὶ δικαίων ψυχαί«, ἐν τῷ κατὰ τοὺς Ἑβδομήκοντα Δανιὴλ φερόμενον, παρίστησι τὴν διαφοράν πνεύματος καὶ ψυχῆς. Ἠλίας οὖν ὁ Ἰωάννης οὐ διὰ τὴν ψυχὴν λέλεγται, ἀλλὰ διὰ τὸ πνεῦμα

  58. 13.2.4

    καὶ τὴν δύναμιν, ἅτινα οὐδέν λυπεῖ τὸν ἐκκλησιαστικὸν λόγον, εἰ πρότερον μέν ἦν ἐν Ἠλίᾳ, ὕστερον δὲ γέγονεν ἐν Ἰωάννῃ· κοὶ πνεύμα τα« δὲ »προφητῶν προφήταις ὑποτάσσεται«, οὐχὶ δέ ψυχαὶ προφητῶν προφήταις ὑποτάσσονται· καὶ τὸ

  59. 13.2.5

    πνεῦμα Ἠλίου αναπεπαυται επι Ἐλισσαιέ«.

  60. 13.2.6

    Ζητητέον δέ πότερον ταὐτόν ἐστι τό πνεῦμα τοῦ Ἠλίου τῷ ἐν Ἠλίᾳ πνεύματι θεοῦ, ἢ ἕτερα ταῦτ᾿ ἐστὶν ἀλλήλων, καὶ εἰ παράδοξόν τι τὸ πνεῦμα ἦν Ἠλίου τὸ ἐν αὐτῷ παρὰ τὸ πνεῦμα τοῦ ἀνθρώπου ἑκάστου τὸ ἐν αὐτῷ. καὶ γὰρ σαφῶς ὁ ἀπόστολος παρέστησεν ἕτερον εἶναι τὸ τοῦ θεοῦ πνεῦμα, κἂν ἐν ἡμῖν ᾖ, παρὰ τὸ πνεῦμα ἑκάστου ἀνθρώπου τὸ ἐν αὐτῷ, ὅπου μέν λέγων· »αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα θεοῦ«, ὅπου δέ· »οὐδεὶς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ«. μὴ θαύμαζε δέ τὸ Περὶ τοῦ Ἠλίου, εἰ ὥσπερ ξένον τι ἀπήντησεν αὐτῷ παρὰ τοὺς ἀναγεγραμμένους πόντος ἁγίους διὰ τὸ ἀναληφθῆναι »ἐν συσσεισμῷ εἰς τὸν οὐρανόν«, οὕτως ἐξαίρετόν τι εἶχε τὸ πνεῦμα αὐτοῦ, ὡς οὐ μόνον ἐπαναπαύσασθαι τῷ Ἐλισ-

  61. 13.2.7

    σαίῳ, ἀλλὰ καὶ τῷ Ἰωάννῃ συγκαταβῆναι εἰς τὴν γένεσιν, καὶ τὸν Ἰωάννην ἰδίᾳ μὲν πνεύματος ἁγίου« πεπληρῶσθαι »ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ«, ἰδίᾳ δὲ προεληλυθέναι ἐνώπιον τοῦ Χριστοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου«. καὶ γὰρ δυνατὸν πλείονα πνεύματα εἶναι ἐν τῷ αὐτῷ, οὐ μόνον χείρονα ἀλλὰ καὶ κρείττονα· αἰτεῖ γοῦν ὁ Δαυῒδ στηριχθῆναι μέν πνεύματι ἡγεμονικῷ«, ἐγκαινισθῆναι δὲ ἐν τοῖς ἐγκάτοις αὐτοῦ πνεῦμα εὐθές«. εἰ δέ, ἶνα μεταδῷ ἡμῖν ὁ σωτὴρ πνεύματος »σοφίας κοὶ συνέσεως«, πνεύματος βουλῆς καὶ ἰσχύος«, πνεύματος γνώσεως καὶ εὐσεβείας«, καὶ ἐνεπλήσθη πνεύματος »φόβου θεοῦ«, δυνατὸν καὶ ταῦτα νοεῖσθαι πλείονα ἐν τῷ αὐτῷ εἶναι κρείττονα πνεύματα.

  62. 13.2.8

    Καὶ τοῦτο δὲ παρεθέμεθα διὰ τὸ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου« προεληλυθέναι ἐνώπιον Χριστοῦ τὸν Ἰωάννην, ἔνα τὸ Ἠλίας ἤδη ἦλθεν ἐπὶ τὸ ἐν τῷ Ἰωάννη ἀναφέρηται πνεῦμα τοῦ Ἠλίου, ὡς καὶ συνῆκαν οἱ συναναβάντες τρεῖς μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἰπεν αὐτοῖς.

  63. 13.2.9

    ἐπὶ μέν οὖν τὸν Ἐλισσαῖον μόνον »ἀναπέπαυται τὸ Ηλίου πνεῦμα«, ὁ δὲ Ἰωάννης <ἐνώπιον τοῦ Χριστοῦ> οὐκ ἐν | τῷ »πνεύματι«, ἀλλὰ καὶ ἐν δυνάμει Ἠλίου«, διὸ καὶ Ἐλισσαῖος μὲν οὐκ ἂν Ἠλίας εἴρητο, Ἰωάννης δὲ αὐτὸς ἦν Ἠλίας. εἰ δὲ δεῖ παραθέσθαι τὴν γραφήν, ὅθεν ἔλεγον οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον, ἄκουε τοῦ Μαλαχίου λέγοντος· »καὶ ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην« καὶ τὰ ἑξῆς ἕως τοῦ μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην«. καὶ ἔοικέ γε διὰ τούτων δηλοῦσθαι ὅτι προευτρεπίζει ὁ Ἠλίας τῇ ἐνδόξῳ Χριστοῦ ἐπιδημίᾳ διό τινων ἱερῶν λόγο)ν καὶ καταστάσεων ἐν τοῖς ψυχαῖς τοὺς εἰς τοῦτο ἐπιτηδείους γεγενημένους, ἣν οὐκ ἂν ἤνεγκαν οἱ ἐπὶ γῆς διὰ τὸ ὑπερβάλλον τῆς δόξης, εἰ μὴ ὑπὸ τοῦ Ἠλίου ἦσαν προευτρεπισθέντες. Ἠλίαν δὲ καὶ ἐν τούτοις οὐ τὴν ψυχὴν λαμβάνω τοῦ προφήτου ἐκείνου, ἀλλὰ τὸ πνεῦμα καὶ τὴν δύναμιν αὐτοῦ· ταῦτα γάρ ἐστιν οἷς τὰ πάντα ἀποκαταστήσεται, ἵνα ἀποκαταστᾶσι καὶ ἐκ τῆς ἀποκαταστάσεως γενομένοις χωρητικοῖς τῆς δόξης τοῦ Χριστοῦ ἐπιδημήσῃ ὁ ἐν δόξῃ ὀφθησόμενος υἱὸς τοῦ θεοῦ.

  64. 13.2.10

    εἰ δέ καὶ λόγος τις ἐστιν ὁ Ἠλίας, ὑποδεέστερος λόγου τοῦ ἐν ἀρχῇ πρὸς τόν θεὸν« θεοῦ λόγου, καὶ οὗτος ἂν δύνοιτο ὡσπερεὶ προγύμνασμα ἐπιδημεῖν τῷ ἑτοιμαζομένῳ λαῳ υπ αυτου, ινα γενηται κατεσκευασμένος πρὸς ὑποδοχὴν τοῦ τε τελείου λόγου.

  65. 13.2.11

    Ἀπορήσειε δ’ ὄν τις εἰ τὸ πνεῦμα Λ·οὶ ἡ δύναμις Ἠλίου τὰ ἐν Ἰωάννῃ πέπονθε κατὰ τὸ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν. καὶ πρὸς τοῦτο λελέξεται ἁπλούστερον μὲν ὅτι οὐδὲν ἄτοπον, διὰ τὴν ἀγάπην συμπάσχειν τὰ βοηθοῦντα τοῖς βοηθουμένοις καὶ Ἰησοῦς γοῦν φησι διὰ τοὺς ἀσθενοῦτας »ἠσθένουν« καὶ διὰ τοὺς πεινῶντος »ἐπείνων« καὶ διὰ τοὺς διψῶντας »ἐδίψων«), βαθύτερον δὲ ὅτι οὐκ εἴρηται· ἀλλ᾿ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν <ἀλλ᾿ ὅσα ἠθέλησαν> αὐτῷ ἦν γὰρ ἐπερηρεισμένα τῷ »πνεύματι καὶ« τῇ »δυνάμει Ἠλίου« τὰ πεπονθότα, ἡ ψυχὴ Ἰωάννου οὐδαμῶς οὖνα Ἠλίας) τάχα δὲ κοὶ τὸ σῶμα. κατ’ ἄλλον γὰρ τρό-

  66. 13.2.12

    πον ἐν σώματι ψυχη xαὶ πνεῦμα καὶ δύναμις, κατ᾿ ἄλλον δέ τὸ σῶμα τοῦ δικαίου ἐν τοῖς κρείττοσιν, ὥσπερ ἐρηρεισμένον αὐτοῖς καὶ αὐτῶν ἠρτημένον. »οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται. ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ᾿ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν«· ἡ γάρ ψυχὴ τοῦ μὲν ἁμαρτωλοῦ ἐν σαρκί ἐατι, τοῦ δὲ δικαίου ἐν πνεύματι. ἔτι δἐ καὶ τοῦτ᾿ ἂν ζητηθείη, τὸ ἀλλ᾿ ἐποίησαν ἐν αὐτῷ ὅσa ἠθέλησαν ἐπὶ τίνα ἀναφέρεται; ἆρα γάρ ἐπὶ τοὺς γραμματεῖς, περὶ ὧν πυνθανόμενοι οἱ μαθηταὶ ἔλεγον· τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; ἀλλ᾿ οὐ πάνυ γε φαίνεται ὑπὸ τῶν γραμμοτέων πεπονθέναι τι Ἰωάννης, εἰ μὴ ὅτι ἄρα οὐκ ἐπίστευσαν αὐτῷ), ἢ ὅτι (ὡς καὶ ἀνωτέρω εἴπομεν) συναίτιοι γεγόνασι τοῖς τετολμημένοις κατ᾿ αὐτοῦ ὑπὸ Ἡρώδου. ἄλλος δ᾿ ἂν εἴποι ὅτι τὸ ἀλλ᾿ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν οὐκ ἐπὶ τοὺς γραμματεῖς, ἀλλ᾿ ἐπὶ τὴν Ἡρωδιάδα καὶ τὴν θυγατέρα αὐτῆς καὶ τὸν Ἡρώδην ἀναφέρεται, ποιή-

  67. 13.2.13

    σαντας ἐν αὐτῷ ὅσα ἠθέλησαν. καὶ τὸ ἑξῆς δέ διὰ τὸ οὕτως ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾿ αὐτῶν ἀναφέροιτ᾿ ἄν, εἰ μὲν τὸ πρότερον ἐπὶ τοὺς γραμματεῖς, <καὶ τοῦτο εἰ δὲ τὸ πρότερον ἐπὶ τὸν Ἡρώδην καὶ τὴν Ἡρωδιάδα καὶ τὴν θυγατέρα αὐτῆς, κοὶ τὸ δεύτερον· καὶ γὰρ ἔοικε σύμψηφος γεγονέναι ὁ Ἡρώδης τῷ τὸν Ἰησοῦν ἀποθανεῖν, τάχα κοινωνούσης αὐτῷ τῆς κατ’ αὐτοῦ ἐπιβουλῆς καὶ τῆς γυναικος.

  68. 13.3.1

    Κοὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτῷ καὶ λέγων· κύριε, ἐλέησόν μου τὸν υἱόν (17. 14 [—20]).

  69. 13.3.2

    Οἱ πάσχοντες ἢ οἱ τῶν πασχόντων οἰκεῖοι μετὰ τῶν ὄχλων εἰσί· διόπερ, ἐπὰν τὰ ὑπέρ τοὺς ὄχλους ὁ Ἰησοῦς οἰκονομήσηται,

  70. 13.3.3

    καταβαίνει πρὸς αὐτούς, ἵν’ οἱ μὴ δυνάμενοι ἀναβαίνειν διὰ τὰς κατεχούσας τὴν ψυχὴν νόσους ὠφεληθῶσι, καταβάντος πρὸς αὐτοὺς ἀπὸ τῶν ὑψηλοτέρων τοῦ λόγου. ἐξεταστέον δέ ἐπὶ τίνων μὲν νοσημάτων οἱ πάσχοντες πιστεύουσι καὶ ἀξιοῦσι περὶ τῆς ἰδίας θεραπείας <ἢ αὐτοῦ ἢ »τοῦ κρασπέδου ἱματίου« ἁψάμενοι> ***, ἐΠὶ τίνων δέ *** περὶ αὐτῶν ἕτεροι τοῦτοποιοῦσιν, οἷον ὁ ἑκατόνταρχος περὶ παιδὸς καὶ ὁ βασιλικὸς περὶ υἱοῦ καὶ ὁ

  71. 13.3.4

    ἀρχισυνάγωγος περὶ θυγατρὸς καὶ ἡ Χαναναία περὶ δαιμονῶντος τέκονου θήλεος, καὶ νῦν ὁ γονυπετῶν αὐτῷ ἄνθρωπος περὶ υἱοῦ σεληνιαζομένου. τούτοις δὲ συνεξετάσεις, πότε ἀφ᾿ ἑαυτοῦ ὁ σωτὴρ καὶ ὑπὸ μηδενὸς ἀξιωθεὶς ἰᾶται, ὡς τὸ παραλυτικὸν <τὸν ἐπὶ τῇ προβατικῇ>. αὗται γὰρ ἐπὶ τὸ αὐτὸ συγκριθεῖσαι ἀλλήλαις αἱ θεραπεῖαι καὶ συνεξετασθεῖσαι πολλὰ τῷ ἀκούειν δυναμένῳ τῆς »ἐν μυστηρίῳ« ἀποκεκρυμμένης σοφίας θεοῦ παραστήσουσι δόγματα περί τε τῶν διαφόρων περὶ τὰς ψυχὰς συμπτωμάτων καὶ περὶ τοῦ τρόπου τῆς θεραπείας αὐτῶν.

  72. 13.4.1

    Ἐπεὶ δὲ νῦν οὐ περὶ πάντων, ἀλλὰ τοῦ ἐκκειμένου ῥητοῦ πρόκειται ἐξετάζειν, ἴδωμεν τροπολογοῦντες τίνα δυνάμεθα εἰπεῖν τὸν σεληνιαζόμενον εἶναι καὶ τὸν ἀξιοῦντα περὶ αὐτοῦ πατέρα αὐτοῦ, καὶ τί τὸ πίπτειν τὸ πάσχοντα οὐκ ἀεὶ ἀλλὰ πολλάκις, ὀτὲ μὲν εἰς πῦρ ἐνίοτε δὲ εἰς ὕδωρ, καὶ τί τὸ μὴ δεδυνῆσθαι αὐτὸν ὑπὸ τῶν μαθητῶν θεραπευθῆναι ἀλλ᾿ ὑπ᾿ αὐτοῦ τοῦ Ἰησοῦ. καὶ γὰρ εὔλογον· εἴπερ πᾶσα νόσος καὶ πᾶσα μαλακία, ἃς ἐθεράπευσεν ὁ σωτὴρ ἡμῶν centurio pro puero suo, regulus pro filio, archisynagogus pro filia, Chananaea pro filia sua vexata, et nunc qui genibus <pro>volvitur pro filio suo lunatico. cum his considerabis et illud, quando a semetipso salvator etiam a nullo rogatus sanat, sicut paralyticum eum qui triginta et octo annos in infirmitate habebat. ipsae enim salvationes ad alterutrum in idipsum conparatae et discussae multa eis, qui possunt audire absconditam »in mysterio« sapientiam dei, dogmata demonstrabunt de differentiis infirmitatum animae et de modo salvationis eius.

  73. 13.4.2

    τότε »ἐν τῷ λαῷ«, ἀναφέρεται ἐπὶ τὰ ἐν ψυχαῖς διάφορα συμπτώματα, ὡς τοὺς μὲν παρετοὺς τὴν ψυχὴν καὶ κειμένην αὐτὴν ἔχοντας ἐπὶ τοῦ σώματος παραλελυμένην δηλοῦσθαι διὰ τῶν παραλυτικῶν, τοὺς δὲ τυφλώττοντας περὶ τὰ τῇ ψυχῇ μόνῃ θεατὰ δηλοῦσθαι διὰ τῶν τυφλῶν καὶ εἶναι τυφλούς, τοὺς δὲ κεκωφωμένους πρὸς παραδοχὴν σωτηρίου λόγου σημαίνεσθαι διὰ τῶν κωφῶν, ἀνάλογον ἐκείνοις ἐξετασθῆναι δεήσει τὰ περὶ τοῦ σεληωιαζομένου. ἔστι δὲ τὸ πάθος τοῦτο ἐκ διαλειμμάτων ἀξιολόγων ἐπιτιθέμενον τοῖς πάσχουσιν. ἐν οἶς οὐδὲν διαφέρειν δοκεῖ ὑγιαίνοντος ὁ πεπονθὼς αὐτὸ παρὰ τὸν καιρὸν τοῦ μὴ ἐνεργεῖν <εἰς> αὐτὸν τὴν ἐπίληψιν. τοιαῦτα δέ τινα εὕροις ἂν περί τινας ψυχὰς συμπτώματα, πολλάκις νομιζομένας ὑγιαίνειν ὑγιαίνειν ἐν σωφροσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς. εἶτ᾿ ἔσθ᾿ ὅτε ὡσπερεὶ ἐπιληψίᾳ Τινὶ τῇ ἀπὸ τῶν παθῶν λαμβανομένας Καὶ καταπιττούσας ἀπὸ τοῦ ἑστηκέναι δοκεῖν καὶ σπωμένας περὶ τὴν ἀπάτην τοῦ αἰῶνος τούτου καὶ τὰς λοιπὰς ἐπιθυμίας. Τάχα οὖν Οὐκ ἂν άνμάρτοις λέγων τοὺς τοιούτους (ἵν᾿ οὕτως εἴπω) πνευματικῶς Σεληνιάζεσθαι. Καταβαλλομένους ὑπὸ Τῶν »ἐν τοῖς ἐπουρανίοις« πνευματικῶν »τῆς πονηρίας«, καὶ κακῶς ἔχειν πολλάκις παρὰ τὸν καιρὸν τῶν ἐπιλαμβανομένων τῆς ψυχῆς αὐτῶν παθῶν· πίπτοντας ποτὲ μὲν εἰς τὸ πῦρ τῶν πυρώσεων, ὅτε γίνονται (κατὰ τὰ λεγόμενα | ἐν τῷ Ὠσηὲ) »οἱ μοιχεύοντες, ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογός«, ποτὲ δὲ εἰς <τὸ> ὕδωρ. ὅτε »ὁ Βασιλεὺς πάντων τῶν ἐν τοῖς ὔδασι« Δοάκων καταβάλλει αὐτοὺς ἀπὸ τοῦ ἐλεύθερον δοκεῖν ἀναπνεῖν ἐπὶ τὸ εἰς <τὰ> βάθη τῶν κυμάτων τῆς θαλάσσης ἥκειν τοῦ τῶν ἀνθρώπων βίου. συμβαλεῖται δὲ ἡμῖν τῇ τοιαύτῃ περὶ τοῦ σεληνιαζομένου διηγήσει ὁ λέγων ἐν τῇ Σοφίᾳ περὶ μὲν τῆς τοῦ δικαίου ὁμαλότος· »διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία«, περὶ δὲ τῶν ἀποδεδομένων· »ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται«. καὶ ὁρμὰς *** συναρπάσαι δυναμένας πρὸς ἔπαινον τοὺς μὴ ἐπιστάντας αὐτῶν τῷ ἀνερματίστῳ, ὥστε εἰπεῖν ἄν οἱονεὶ πανσέληνον εἶναι ἐν αὐτοῖς ἤ παρ᾿ ὀλίγον πανσέληνον. ἴδοις δ᾿ ἄν πάλιν μειούμενον τὸ δόξαν εἶαν ἐν αὐτοῖς φῶς, καὶ φῶς νυκτερινὸν τυγχάνον ἀλλὰ καὶ φῶς νυκτερινὸν <καὶ σεληνιακὸν> καὶ ἐπὶ τοσοῦτον λῆγον, ἕως μηδὲ <τὸ> δοκοῦν φῶς εἶναι ἐπιβλεπόμενον ἐν αὐτοῖς γένηται. εἰ δὲ οἱ πρῶτοι θέμενοι τὰ ὀνόματα τοῖς πράγμασι διὰ τοιοῦτόν τι ὠνόμασαν τὸ τῆς ἐπιληψίας πάθος σεληνιασμὸν ἤ μή, καὶ αὐτὸς ἐπιστήσεις.

  74. 13.5.1

    Πατὴρ δὲ τοῦ σεληνιαζομένου τάχα ὁ λαχὼν αὐτὸν ἄγγελος

  75. 13.5.2

    (εἴγε πᾶσαν λεκτέον ἀνθρωπίνην ψυχὴν Χὴν ὑπὸ τινι τετάχθαι ἀγγέλῳ <ὡς ὑπό τινωι πατρί>), ἀξιῶν ὡς περὶ υἱοῦ τὸν ἰατρὸν τῶν ψθχῶν, ἵνα αὐτὸν ῥύσηται μὴ δυνηθέντα μὴ δυνηθέντα ἵνα τοῦ ὑποδεεστέρου λόγου τοῦ ἐν τοῖς Μαθηταῖς θεραπευθῆναι ἀπὸ τοῦ μάθους. Πνεῦμα δὲ »ἄλαλον καὶ κωφόν«<,εἰ> Τροπολογητέον, <λεκτέο> τὰςἀλόγους καὶ πρὸς τὸ δοκοῦν Καλὸν ὁρμάς, ὑπὸ τοῦ λόγου ἐκβαλλόμενον, ἴωα ἃ τέως τις ἐποίει ἀλόγῳ φορᾷ νομιζόμενα ὑπὸ τῶν βλεπόντων καλά, μηκέτι μὲν πράττῃ ἄλόγως κατὰ <τὸ λοιπόν, κατὰ> δὲ τὸν λόγον τῆς τοῦ Ἰησοῦ διδασκαλίας. <δυσίατον δὲ τοῦτο τὸ πάθος καὶ ἰσχυρόν, δοκοῦν καλῶς πεπρᾶχθαι τὰ μὴ καλῶς, καὶ ἔστιν οὕτως ἐν τοῖς Τοιούτοις μεγάλη ἡ τοιαύτη ἐνέργεια, ὥστε ταυτην ὄρει παραβάλλεσθαι, δεομένη ἵνα μετατεθῇ ἀπὸ τοῦ τάσχοντος διὰ πάσης πίστεως τοῦ θεραπεύοντος. ἔστι δὲ ἡ ππασα πίστις παραβαλλομέηνη κόκκῳ σινάπεως.> ἐκ τούτου καὶ ὁ Παῦλος ὡρμημένο εἶπεν· »ἐὰν ἔχω πάσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν«. οὐ γὰρ ἕν μόνον ὄρος, ἀλλὰ καὶ τά ἀνάλογον αὐτῷ πλείονα μεθίστησιν ὁ ἔχων πάσαν τὴν πίστιν· ἥτις ἐστὶν ὡς κόκκος σινάπεως. ἐπεὶ ἐξουθενεῖται μεν ἡ πίστις ὑπὸ τῶν ἀνθρώπων καὶ βραχύτατόν τι καὶ εὐτελὲς εἶναι φαίνεται, τυχοῦσα δὲ γῆς ἀγαθῆς (τουτέστι ψυκῆς τὸ , τοιοῦτον σπέρμα παραδέξασθαι καλῶς δυναμένης) »γίνεται δένδρον μέγα, ὥστε« οὐδὲν μὲν τῶν ἀπτέρων, τὰ δὲ ἐπτερωμένα πνευματικῶς »πύνασθαι τοῦ οὐρανοῦ« κατασκηνοῦν δύνασθαι »ἐν τοῖς κλάδοις« τῆς τοιαύτης πίστεως.

  76. 13.6.1

    Ἤδη οὖν παραστῶμεν καὶ τῇ λέξει καὶ ζητήσωμεν πρότερον. πῶς σεληνιάζεσθαι λέγεται ὁ ὑπό τινος πνεύματος ἀκαθάρτου καὶ κωφοῦ καὶ ἀλάλου σκοτούμενος ακὶ καταβαλλόμενος, καὶ διὰ τί παρώνυμόν ἐστι τὸ σεληνιάζεσθαι ἀπὸ τοῦ μεγάλου ἐν οὐρανῷ καὶ δευτέρου μετὰ τὸν ἥλιν φωστῆρος, ὃν ἔταξεν »ὁ θεὸς« »εἰς ἀρχὰς τῆς νυκτός«.

  77. 13.6.2

    ἰατροί μὲν οὖν φυσιολογείτωσαν. ἅτε μηδὲ ἀκάθαρτον πνεῦμα εἶναι νομίζοντες κατὰ τὸν τόπον ἀλλὰ σωματικόν <τι> σύμπτωμα, καὶ φυσιολογοῦντες τὰ ὑγρὰ λεγέτωσαν κινεῖσθαι τὰ ἐν τῇ κεφαλῇ κατά τινα συμπάθειαν τὴν πρὸς τὸ σεληνιακὸν φῶς, ὑγρὰν ἔχον φύσιν. ἡμεῖς δὲ οἱ καὶ τῷ εὐαγγελίῳ πιστεύοντες ὅτι τὸ νόσημα τοῦτο ἀπὸ πνεύματος ἀκαθάρτου, ἀλάλου καὶ κωφοῦ ἐν τοῖς πάσχουσιν αὐτὸ θεωρεῖται ἐνεργούμενον, ὁρῶντες δὲ ὅτι καὶ οἱ εἰθισμένοι παραπλησίως τοῖς ἐπαοιδοῖς τῶν Αἰγυπτίων ἐπαγγέλλεσθαι τὴν κατὰ τοὺς τοιούτους θεραπείαν δοκοῦσί ποτε ἐπιτυγχάνειν ἐν αὐτοῖς, φήσομεν ὅτι μήποτε ὑπὲρ τοῦ διαβάλλειν τὰ κτίσματα τοῦ θεοῦ, ἵνα καὶ ἀδικία οὐρανὸν τὸ στόμα αὐτῶν«,

  78. 13.6.3

    τὸ ἀκάθαρτον τοῦτο πνεῦμα ἐπιτηρεῖ τινας σχηματισμοὺς τῆς σελήνης καὶ οὕτως ἐνεργεῖ, ἵν’ ἐκ τῆς τηρήσεως τοῦ κατὰ τὸν τοιόνδε τῆς σελήνης σχηματισμὸν πάσχειν τοὺς ἀνθρώπους τὴν αἰτίαν δόξῃ τοῦ τηλικούτου κακοῦ μὴ »τὸ ἄλαλον καὶ κωφὸν« λαμβάνειν δαιμόνιον, ἀλλὰ ὁ μέγας ἐν ουρανῷ φωστήρ, ὁ τεταγμένος »εἰς ἀρχὰς τῆς νυκτὸς« καὶ μηδεμίαν ἔχων ἀρχὴν τῆς τοιαύτης ἐν ἀνθρώποις νόσου. καὶ »ἀδικίαν γε εἰς τὸ ὕψος« λαλοῦσι πάντες ὅσοι παρὰ τὴν τῶν ἄστρων σχέσιν φασὶν εἶναι τὴν αἰτίαν πάντων τῶν ἐπὶ γῆς (εἴτε καθολικῶν μάτων· καὶ οἱ τοιοῦτοί γε ἀληθῶς »ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν«, κακοποιούς τινας λέγοντες εἶναι τῶν ἀστέρων καὶ ἄλλους ἀγθοποιούς, οὐδενὸς ἄστρου γενομένου ἑπὸ τοῦ θεοῦ τῶν ὅλων ἵνα κακοποιῇ, κατά γε τὸν ἱερεμίαν ὡς ἐν Θρήνοις γέγραπται· »ἐκ στόματος κυρίου <οὐκ> ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν«.

  79. 13.6.4

    Εἰκὸς δὲ ὅτι, ὡσπερ τοῦτο τὸ ἐνεργοῦν τὸν καλούμενον σεληνιασμὸν σμὸν πνεῦμαἀκάθαρτονἐπιτηρεῖ τοὺς

  80. 13.6.5

    γήσῃ εἰς τὸν διά τινας αἰτίας παραδιδόμενον αὐτῷ καὶ μὴ ποιήσαντα ἑαυτὸν ἄξιον φρουρᾶς ἀγγελικῆς, οὕτως καὶ ἄλλα πνεύματα καὶ δαιμόνια πρός τινας σχηματισμοὺς τῶν ἄλλων ἀστέρων, ἵνα μὴ μόνον σελήνη ἀλλὰ καὶ οἱ λοιποὶ λοιδορηθῶσιν ἀστέρες ὑπὸ τῶν »ἀδικίαν εἰς τὸ ὕψος« λαλούντων. ἔστι γοῦν ἀκοῦσαι τῶν γεωεθλιαλόγων, τὴν αἰτίαν πάσης μανίας καὶ παντὸς δαιμονισμοῦ ἀναφερόντων ἐπὶ τοὺς τῆς σελήνης σχηματισμούς. ὅτι μὲν οὖν οἱ τὸν καλούμενον σεληνιασμὸν πάσχοντες ἐνίοτε εἰς τὸ ὕδωρ πίπτουσι, δῆλόν ἐστιν· ὅτι δὲ καὶ εἰς τὸ πῦρ, σπανιώτερον μὲν πλὴν καὶ αὐτὸ συμβαῖνόν ἐστι. καὶ οὕτω δυσίατόν ἐστι τὸ νόσημα τοῦτο, ὡς καὶ τοὺς ἔχοντας χάριν θεραπεύειν δαιμονῶντας ὁτὲ μὲν ἀπαυδᾶν πρὸς τοῦτο, ὁτε δὲ μετὰ νηστειῶν καὶ προσευχῶν καὶ πλειόνων καμάτων ἐπιτυγχάνειν. ζητήσεις δὲ εἰ, ὥσπερ ἐν τοῖς ἀνθρώποις, οὕτω καὶ ἐν τοῖς πνεύμασι τοιαῦτά <ἐστι> συμπτώματα, ὡς τινὰ μὲν αὐτῶν λαλεῖν τινὰ δὲ ἄλαλα εἶναι, καὶ τινὰ μὲν ἀκούειν ἕτερα δὲ κεκωφῶσθαι. εὑρεθήσεται γὰρ ὥσπερ ἐν αὐτοῖς ἡ αἰτία τοῦ εἶναι ἀκάθαρτα, οὕτως καὶ διὰ τὸ αὐτεξοὐσιον αὐτῶν καταδεδικάσθαι αὐτὰ τὸ εἶναι ἄλαλα καὶ κωφά. καί γὰρ ἀνθρώπων τινὲς τὴν τοιαύτην καταδίκην πείσονται, εἴ γε ἡ τοῦ προφήτου εὐχὴ ὡς πνεύματι ἁγίῳ εἰρημένη ἐπακουσθήσεται, ἐν ᾗ λέλεκται ἐπί τινων ἁμαρτωλῶν· »ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια«. οὕτω δὲ τάχα καὶ οἱ κακῶς χρησάμενοι ταῖς ἀκοαῖς καὶ παραδεξάμενοι ἀκοὴν ματαίαν κωφωθήσονται ὑπὸ τοῦ εἰπόντος· »τίς ἐποίησε δύσκωφον καὶ κωφόν;« ἵνα μὴ πλεῖον παραδέχωνται ἀκοὴν ματαίαν.

  81. 13.7.1

    Ἐπεὶ δὲ εἶπεν ὁ σωτήρ· ὦ γενεὰ ἄπιστε καὶ διεστραμμένη, ἐμφαίνει ὅτι ἐκ διαστροφῆς ἡ κακία παρεισελήλυθε, παρὰ φύσιν γενομένη καὶ διαστρόφους ἡμᾶς πεποιηκυῖα. ὅλον δὲ (οἶμαι) τὸ τῶν ἐπὶ γῆς ἀν-

  82. 13.7.2

    θρώπων γένος διά τὴν κακίαν βαρούμενος καὶ τὴν μετ’ αὐτῶν διατριβὴν ὁ σωτὴρ εἶπε τὸ ἕως πότε μεθ’ ὑμῶν ἔσομαι: προείπομεν οὖν ἀπὸ μέρους εἰς τὸ ἐὰν ἔχητε πίστιν ὠς κόκκον σφινάπεως, ἐρεῖτε τῷ ὄρει τούσινάπεως, ἐρεῖτε τῷ ὅρει τούτῳ καὶ τὰ ἑξῆς. οὐδὲν δ’ ἧττον κατὰ τὸ φαινόμενον ἡμῖν τρανότερον καὶ ταῦτα εἰς τὸν τόπον λελέξεται. ὄρη ἐν τούτοις οἶμαι λέγεσθαι τὰς ἐν κακίᾳ κεχυμένῃ καὶο μεγάλῃ γεγενημένας ἀντικειμένῃ καὶ μεγάλῃ γεγενημένας ἀντικειμένας δυνάμεις, αἵτινες ὡσπερεὶ ἐρηρεισμέναι εἰσὶν ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς. ἐπὰν οὖν ἔχῃ τις »τὴν πᾶσαν πίστιν«, ὥστε μηκέτι περί τινων ἐν τοῖς ἱεροῖς γράμμασι κειμένων ἀπιστεῖν, καὶ τοιαύτην αὐτὴν ἔχῃ, ὁποία ἦν ἡ πίστις τοῦ Ἀβραὰμ πιστεύοντος τῷ θεῷ ἐπὶ τοσοῦτον, ὡστε λογισθῆναι τὴν πίστιν αὐτοῦ »εἰς δικαιοσύνην«. ἔχει »τὴν πᾶσαν πίστιν« ὡς κόκκον σινάπεως. εἶθ’ ὁ τοιοῦτος ἐρεῖ τῷ ὄρει τούτῳ (δείκνυμι δὲ »τὸ ἄλαλον καὶ κωφὸν« ἐν τῷ λεγομένῳ σεληνιάζεσθαι πνεῦ- μα)· μετάβα ἔνθεν (δηλονότι ἀπὸ τοῦ πάσχοντος ἀνθρωπου) <ἐκεῖ> (ἐπὶ τάχα τὴν ἄβυσσον) καὶ μεταβήσεται. ὁ δὲ ἀπόστολος ἐντεῦθεν (οἶμαι) τὴν ἀφορμὴν λαβὼν μετὰ ἀποστολικῆς εἶπεν ἐξουςίας τὸ »καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν«· οὐ γὰρ ἓν μόνον ὄρος ἀλλὰ καὶ τὰ ἀνάλογον αὐτῷ πλείονα μεθίστησιν ὁ ἔχων »πᾶσαν τὴν πίστιν«, ἥτις ἐστὶν ὡς κόκκος σινάπεως· καὶ οὐδέν γε τούτῳ τῷ ἐπὶ τοσοῦτον πιστεύοντι ἔσται ἀδύνατον. πρόσχωμεν δὲ καὶ τῷ τοῦτο τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ, ἵν᾿ εἴ ποτε δέοι περὶ θεραπείαν ἀσχολεῖσθαι ἡμᾶς τοιοῦτόν τι πεπονθότος τινός, μὴ ὁρκίζωμεν μηδὲ ἐπερωτῶμεν μηδὲ λαλῶμεν ὡς ἀκούοντι τῷ ἀκαθάρτῶ πνεύματι, ἀλλὰ »σχολάζοντες προσευχῇ καὶ νηστείᾳ« ἐπιτύχωμεν προσευχόμενοι περὶ τοῦ πεπονθότος <σωτηρίας τῆς ἀπὸ θεοῦ> και τῇ ἑαυτὼν νηστείᾳ ἀπώσωμεν ἀπ᾿ αὐτοῦ τὸ ἀκάθαρτον πνεῦμα.

  83. 13.8.1

    Σ<υσ> τρεφομένων δὲ αὐτῶνεἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων (17, 22 [23]).

  84. 13.8.2

    Καὶ δόξει γε ἐκείνοις ταῦτα ἰσοδυναμεῖν ὅτι »ἤρξατο δεικνύειν τοῖς μαθηταῖς ὅτι δεῖ αὐτὸν εἰς Ἱεροςόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων«. τὸ δὲ οὐχ οὕτως ἔχει. οὐ γὰρ ταὐτόν ἐστι τὸ ὑποδείκνυσθαι »τοῖς μαθη ταῖς ὅτι δεῖ αὐτὸν εἰς Ἱεροςόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων« καὶ μετὰ τὸ παθεῖν »ἀποκτανθῆναι καὶ« μετὰ τὸ ἀποκτανθῆναι »τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι«, τῷ λελέχθαι αὐτοῖς οὖσιν ἐν τῇ Γαλιλαίᾳ (ὅπερ ἀνωτέρω οὐ μεμαθήκαμεν), ὡς ἄρα μέλλοι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι· τὸ γὰρ παραδίδοσθαι ἀνωτέρω μὲν οὐκ εἴρηται, νῦν δὲ καὶ ὅτι εἰς χεῖρας ἀνθρώπων. ἐφ᾿ ᾧ ζητήσωμεν ὑπὸ τίνος μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων ἢ τίνων. ἐκεῖ μὲν γὰρ ὑφ᾿ ὧν πείσεται διδασκόμεθα καὶ ἐν ᾧ τόπῳ πείσεται,

  85. 13.8.3

    ἐνταῦθα δὲ ἐπ’ ἐκείνοις μανθάνομεν ὅτι τὸ »πολλὰ παθεῖν« αὐτὸν ὑπὸ τῶν προειρημένων συμβαίνει, οὐκ ἐκείνων πρώτων αἰτίων γινομένων τοῦ »πολλὰ« αὐτὸν παθεῖν, ἀλλ’ ἢ τοῦ παραδιδόντος ἢ τῶν παραδιδόντων αὐτὸν εἰς χεῖρας ἀνθρώπων. ὁ μὲν οὖν φήσει ὅτι τοῦτο διηγούμενος ὁ ἀπόστολός φησι περὶ τοῦ θεοῦ· »ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν«, ἔδωκε δὲ καὶ ὁ υἱὸς »ὑπὲρ ἡμῶν ἑαυτὸν« εἰς θάνατον, ὥστε οὐ μόνον ὑπὸ τοῦ πατρός, ἀλλὰ καὶ ὑθ’ ἑαυτοῦ παρεδόθη. ἕτερος δὲ οὐ μόνον ἐκεῖνο ἀλλὰ καὶ τὰ ἐκκείμενα ἐπὶ τὸ αὐτὸ συναγαγὼν φήσει παραδεδόσθαι πρῶτον ὑπὸ τοῦ θεοῦ τὸν υἱὸν εἶτα πειρασθηςόμενον, εἶτα ἀγωνιούμενον, εἶτα ὑπὲρ ἀνθρώπων πεισύμενον ἢ καὶ »ὅλου τοῦ κόσμου«, ἵνα αὐτοῦ ἄρῃ »τὴν ἁμαρτίαν«, τῷ ἄρχοντι »τοῦ αἰῶνος τούτου«καὶ τοῖς ἄλλοις ἄρχουσιν αὐτοῦ, εἶτα ὑπὸ τούτων εἰς χεῖρας ἀνθρώπων αὐτὸν παραδίδοσθαι τῶν ἀποκτενούντων αὐτόν. παράδειγμα δὲ παραληφθήσεται τὰ τοῦ Ἰώβ. »ἰδοὺ πάντα ὅσα ἐστὶν αὐτῷ δίδωμι ἐν τῇ χειρί σου· ἀλλὰ αὐτοῦ μὴ ἄψῃ«, εἶτα ὡσπερεὶ παραδοθέντος ὑπὸ τοῦ διαβόλου τοῖς ἄρχουσιν αὐτοῦ τοῖς αἰχμαλωτεύουσι, τοῖς ἱππεῦσι, τῷ καταβαίνοντι ὡς ἐξ οὐρανοῦ πυρί, τῷ ἐκ τῆς ἐρημίας ἐλθόντι μεγάλῳ πνεύματι καὶ τὴν οἰκίαν χαλάσαντι. ἐπιστήσεις δὲ εἰ, ὥσπερ τοῖς αἰχμαλωτεύουσι παραδέδωκε τὰ τοῦ Ἰὼβ καὶ τοῖς ἱππεῦσιν, * * * οὕτως καί τινι ἐνεργεί<τῶν> ὑπὸ »τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ ἐνεργοῦντος νῦν ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας«, ἵνα τὸ ἐκεῖθεν καταβαῖνον πῦρ ἐπὶ τὰ πρόβατα τοῦ Ἰὼβ ἐξ οὐρανοῦ οφ θῇ καταβαῖνον τῷ ἀπαγγέλλοντι τῷ Ἰὼβ ὅτι »πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατα αὐτοῦ, καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως«. παραπλησίως δὲ τούτοις ζητήσεις, εἰ καὶ τὸ »ἐξαίφνης μέγα πνεῦμα ἀπὸ τῆς ἐρήμου« ἐλθὸν καὶ ἁφάμενον »τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας« ἕν τι τῶν ὑπὸ τὸν διάβολον ἦν, ᾦ παρέδωκεν ὁ διάβολος τὸ »τῶν υἱῶν« »καὶ τῶν θυγατέρων« τοῦ Ἰὼβ συμπόσιον, ἵνα συμπέσῃ »ἡ οἰκία ἐπὶ τὰ παιδία« τοῦ δικαίου καὶ τελευτήσωσιν.

  86. 13.8.4

    Ἔστω οὖν (ὡς ἐπὶ τοῦ Ἰὼβ) πρῶτον παραδιδοὺς ὁ πατὴρ τὸν υἱὸν ταῖς ἀντικειμέναις ἐνεργείαις, εἶθ' αὖται παραδιδότωσαν αὐτὸν εἰς χεῖρας ἀνθρώπων, ἐν οἶς ἀνθρώποις καὶ Ἰούδας ἦν, εἰς ὃν »μετὰ τὸ ψωμίον εἰσῆλθεν ὁ σατανᾶς«, ἀρχικώτερον τοῦ Ἰούδα παραδιδοὺς αὐτόν. ἀλλ' ὅρα, μήποτε τὸ παραδίδοσθαι ταῖς ἀντικειμέναις ἐνεργείαις ὑπὸ τοῦ πατρὸς τὸν υἱὸν συνεξετάζων τῷ παραδίδοσθαι ὑπ' συνεξετάζων τῷ παραδίδοσθαι ὑπ' ἐκείνων εἰς χεῖρας ἀνθρώπων τὸν σωτῆρα, νομίσῃς ἴσον εἶναι τὸ ἐπ' ἀμφοτέρων λεγόμενον παραδίδοσθαι. κατανόει γὰρ /?οτι ὁ μὲν πατὴρ <οὐχ ἁπλῶς, ἀλλ'> »ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν« ἀπὸ φιλανθρωπίας· αἱ δὲ ἀντικείμεναι δυνάμεις παραδοῦσαι τὸν σωτῆρα εῖς χεῖρας ἀνθρώπων οὐκ ἐσκόπουν τὸν ὑπέρ τινων σωτηρίας παραδιδόναι αὐτόν, ἀλλἂ (τὸ ὅσον ἐπ' αὐταῖς, ἐπεὶ οὐδεὶς αὐτῶν ἐγίνωνσκε τὴν τοῦ »θεοῦ σοφίαν τὴν ἐν μυστηρίῳ ἀποκεκρυμμένην«) παρεδίδουν αὐτὸν ἀποθανούμενον, ἵνα ὁ »ἐχθρὸς« αὐτοῦ »θάνατος« ὑποχείριον αὐτὸν λάβῃ ὁμοίως τοῖς »ἐν τῷ Ἀδὰμ« ἀποθνᾐσκουσι. καὶ οἱ ἀπ- κτείναντες δὲ αὐτὸν ἄνθρωποι <οὐχὶ θελήματι τοῦ θεοῦ ἤδη καθεστηκότι, ἀλλὰ δυνάμεων> θελήματι τυπούμενοι τῶν βουλομένων τὸν Ἰησοῦν ὑποχείριον γενέσθαι θανάτῳ τοῦτο ἐποίουν. οἶμαι δὲ ἀναγκαίως ἐξητάσθαι καὶ ταῦτα διὰ τὸ τὸν παραδιδόμενον εἰς χεῖρας ἀνθρώπων Ἰησοῦν μὴ ὑπὸ ἀνθρώπων εἰς χεῖρας ἀνθρώπων παραδίδοσθαι, ἀλλ' ὑπὸ δυνάμεων αἶς »ὑπὲρ ἡμῶν πάντων παρέδωκεν« ὁ πατὴρ τὸν υἱόν, ἐν αὐτῷ τῷ παραδεδόσθαι καὶ γίνεσθαι ὑπὸ τοὺς οἶς παρεδόθη καταλύοντα »τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου«· »διὰ« γὰρ »τοῦ θανάτου« κατήργησε »τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου« (τουτέστι τὸν διάβολον) καὶ« ἀπήλλαξε »τούτους, ὅσοι φόβῳ θανάτου« διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας«.

  87. 13.9.1

    »Κράτος« δὲ »θανάτου« νομιστέον ἔχειν τὸν διάβολον οὐ τοῦ μέσου καὶ <ἀ> διαφόρου, καθ' ὃν ἀποθνᾐσκουσιν οἱ σύνθετοι ἐκ ψυχῆς καὶ σώματος χωριζομένης αὐτῶν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, ἀλλὰ τοῦ ἐναντίου καὶ ἐχθροῦ τοῦ εἰπόντος· »ἐγώ εἰμι ἡ ζωή«, καθ' ὃν »ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται«. ἐμφαίνει δὲ ὅτι οὐχ ὁ θεὸς εἰς χεῖρας ἀνθρώπων παρέδωκεν αὐτόν, ὁ σωτὴρ λέγων· »εἰ ἦν ἐκ τοῦ

  88. 13.9.2

    κόσμου τούτου ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις«. παραδιδόμενος γὰρ Ἰουδαίοις εἰς χεῖρας ἀνθρώπων παρεδόθη, οὐχ ὑπὸ τῶν ἰδίων ὑπηρετῶν, ἀλλ' ὑπὸ τοῦ ἄρχοντος » τοῦ αἰῶνος τούτου« εἰπόντος περὶ τῶν ἐν ἀοράτοις δυνάμεσι κατὰ ἀνθρώπων ἱσταμένων βασιλειῶν· »ταῦτά σοι πάντα δώσωἐὰν πεσὼν προσκυνήσῃς μοι«. διὸ καὶ περὶ ἐκείνων λελέχθαι νομιστέον τὸ »παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἹ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ το[ου κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ«. κἀκεῖνοι μὲν »οἱ βασιλεῖς« καὶ »οἱ ἄρχοντες« »παρέστησαν« καὶ »συνήχθησαν κατὰ τοῦ κυρίου καὶ ματὰ τοῦ Χριστοῦ αὐτοῦ«· ἡμεῖς δὲ ἐκ τοῦ παραδεδόσθαι αὐτὸν ὑπ' ἐκείνων εἰς χεῖρας ἀνθρώπων καὶ ἀπεκτάνθαι ὠφεληθέντες, φαμὲν τὸ »διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀπορρίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν« ***. ὅτε γὰρ »σύμμορφοι« γινόμεθα τῷ θανάτῳ τοῦ Χριστοῦ, οὐκέτι ἐσμὲν ὑπὸ τοὺς δεσμοὺς τῶν (ὡς ἀποδεδώκαμεν) βασιλέων »τῆς γῆς«, οὐδ' ὑπὸ τὸν ζυγὸν τῶν κατὰ τοῦ κυρίους συναχθέντων ἀρχόντων »τοῦ αἰῶνος τούτου«· καὶ καὶ διὰ τοῦτο ὁ πατὴρ »τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν«, ἵν' οἱ <ἄρχοντες οἱ> παραλαβόντες αὐτὸν καὶ παραδόντες αὐτὸν εἰς χεῖρας ἀνθρώπων, ὑπὸ τοῦ κατοικήσαντος »ἐν τοῖς οὐρανοῖς« ἐγγελασθῶσιν καὶ ὑπὸ τοῦ κυρίου ἐκμυκτηρισθῶσιν, εἰς κατάλυσιν τῆς ἰδίας βασιλείας καὶ ἀρχῆς παρὰ προσδοκίαν παραλαβόντες ἀπὸ τοῦ παρᾳ ἠγέρθη τῷ τὸν ἐχθρὸν αὐτοῦ θάντον κατηρηκέναι καὶ ἡμᾶς πεποιηκέναι »συμμόρφους«, οὐ μόνον »τοῦ θανάτου αὐτοῦ« ἀλλὰ καὶ »τῆς ἀναστάσεως«, δι' ὃν »ἐν καινότητι ζωῆς« περιπατοῦμεν, οὐκέτι καθεζόμενοι »ἐν χώρᾳ καὶ σκιᾷ θανάτου«, διὰ τὸ ἀνατεῖλαν ἐφ' ἡμᾶς »φῶς« τοῦ θεοῦ. εἰπόντος δὲ τοῦ σωτῆρος μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παρα- δίδοσθαι εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσι αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται, οἱ μαθηταὶ σφόδρα ἐλυπήθησαν, τῷ μὲν πραραδίδοσθαι μέλλειν αὐτὸν εἰς χεῖρας ἀνθρώπων καὶ τῷ ἀποκτίννυσθαι αὐτόν, ὡς σκυθρωποῖς καὶ ἀξίοις λύπης ἐπιστήσαντες, μὴ προσχόντες δὲ τῷ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεσθαι αὐτὸν δεηθέντα οὐδὲ χρόνου παλείονος, »ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου«.

  89. 13.10.1

    Ἐλθόντων δὲ εἰς Καπερναοὺμ προσῆλθον οἱ τὰ δίσραχμα λαμβάνοντες τῷ Πέτρῳ (17, 24 [–27]).

  90. 13.10.2

    Εἰσί τινες βασιλεῖς τῆς γῆς καὶ τούτων υἱοί, μὴ διδόντες τέλη

  91. 13.10.3

    ἤ κήνσους, καὶ ἕτεροι παρὰ τοὺς υἱοὺς αὐτῶν ἀλλότριοι τῶν βασιλών τῆς γῆς, ἀφ’ ὧν λαμβάνουσιν οἱ βασιλεῖς τῆς γῆς γῆς τέλη ἤ κῆνσον. καί εἰσιν οἱ μὲν υἱοὶ αὐτῶν ἐλεύθεροι παρὰ τοῖς βασιλεῦσι τῆς γῆς ὡς παρὰ πατράσιν <υἱοί>· οἱ δὲ ἀλλότριοι αὐτῶν ὡς δὲ κατὰ τοὺς δυναστεύοντας αὐτῶν καὶ καταδουλουμένους (ὡς »κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ἰσραήλ. καὶ κατωδύνων αὐτῶν τὴν ζωήν«, καὶ »κατεδουλοῦντο αὐτοὺς μετὰ βίας») δοῦλοι. δι’ οὕς δουλεύοντας ἀνάλογον τῇ δουλείᾳ τῶν Ἑβραίων μόνον »μορφὴν« τοῦ »δούλου« ἀνείληφεν ὁ υἱὸς τοῦ θεοῦ, οὐδὲν ἔργον ποιῶν πήλινον καὶ δοῦλον. ὡς οὖν ἔχων τὴν τοῦ »δούλου« ἐκείνου »μορφήν«, τέλος καὶ κῆνσον δίδωσιν οὐχ ἕτερον παρὰ τὸν διδόμενον ὑπὸ τοῦ μαθητοῦ αὐτοῦ· ὁ γὰρ αὐτὸς ἤρκει στατὴρ καὶ τὸ ἕν νόμισμα διδόμενον ὑπὲρ τοῦ Ἰησοῦ καὶ τοῦ μαθητοῦ αὐτοῦ. τοῦτο δὲ τὸ νόμισμα ἐν μὲν τῇ οἰκίᾳ τοῦ Ἰησοῦ οὐκ ἦν ἐν τῷ στόματι τοῦ θαλασσίου ἰχθύος, ὅν καὶ αὐτὸν οἶμαι εὐεργετούμενον ἀναβεβκέναι ἐν τῷ Πέτρου ἀγκίστρῳ συνειλημμένον, γενομένου ἁλιέως »ἀνθρώπων«, ἐν οἷς ἦν ὁ τροπικῶς λεγόμε- νος ἰχθύς, ἵνα καὶ ἀπαρθῇ ἀπ’ αὐτοῦ <τὸ> ἔχον τὴν εἰκόνα »Καίσαρος« νόμισμα, καὶ γένηται ἐν οἷς οἱ ἁλιευόμενοι ὑπὸ τῶν μεμαθηκότων ἀνθρώπους ἁλιεύειν. ὁ μὲν οὖν ἔχων »τὰ Καίσαρος« ἀποδιδότω αὐτὰ τῷ »Καίσαρι«, ἵνα μετὰ τοῦτο ἀποδιδόναι δυνηθῇ »τὰ τοῦ θεοῦ τῷ θεῷ«. ἐπεὶ δὲ Ἰησοῦς, εἰκὼν ὤν »τοῦ θεοῦ τοῦ ἀοράτου«, οὐκ εἶχε τὴν εἰκόνα τοῦ »Καίσαρος« (ὁ γὰρ »ἄρχων τοῦ αἰῶνος τούτου οὐδὲν« εἶχεν ἐν αὐτῷ), διὰ τοὺτο <οὐκ ἀπὸ ἰδίου, ἀλλ’> ἀπὸ οἰκείου τόπου | τῆς θαλάσσης τὴν εἰκόνα »Καίσαρος« λαμβάνει, ἵνα δῷ τοῖς τῆς γῆς βασιλεῦσιν ἀντὶ αὐτοῦ καὶ τοῦ μαθητοῦ αὐτοῦ, ἵνα μηδὲ ὑπολαμβάνωσιν οἱ τὰ διδραχμα λαμβάνοντες ὀφειλέτην αὐτῶν εἶναι καὶ τῶν βασιλέων τῆς γῆς τὸν Ἰησοῦν· ἀπέδωκε γὰρ τὴν ὀφειλήν, οὐκ ἀναλαβὼν αὐτὴν οὐδὲ κεκτημένος οὐδὲ πορίσας οὐδὲ ἴδιόν ποτε ποιήσας αὐτὴν κτῆμα, ἵνα μηδέποτε ἡ »Καίσαρος« εἰκὼν ᾖ πραὰ τῇ εἰκόνι »τοῦ

  92. 13.11.1

    Καὶ κατ’ ἄλλον δὲ τρόπον λεχθείη <ἄν>· εἰσὶ τινὲς τῶν βασιλέων τῆς γῆς υἱοὶ καὶ <τινὲς> οὐχ υἱοὶ αὐτῶν, πλὴν υἱοὶ καὶ ἀπολελυμένως υἱοί, ἕτεροι δὲ διὰ τὸ εῑναι ἀλλότριοι τῶν υἱῶν τῶν βασιλέων τῆς γῆς, οὐδενὸς μὲν τῶν ἐπὶ γῆς υἱοί, αὐτὸ δὲ τοῦτο υἱοί, ἤτοι δὲ τοῦ θεοῦ ἤ τοῦ υἱοῦ αὐτοῦ ἤ τινος τῶν τοῦ θεοῦ. ἐὰν οὖν ὁ σωτὴρ πυνθάνηται τοῦ Πέτρου λέγων· οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἤ κῆνσον; ἀπὸ τῶν ἰδίων υἱῶν ἤ ἀπὸ τὼν ἀλλοτρίων αὐτῶν; εἰπόντος δὲ τοῦ Πέτρου ὅτι οὐκ ἀλλοτρίων αὐτῶν, φησὶν ὁ Ἰησοῦς περὶ τούτων, οἵτινες ἀλλότριοί εἰσιν τῶν βασιλέων τῆς γῆς καὶ διὰ τὸ εἶναι ἐλεύδεροι υἱοὶ τυγχάνοθσι. τὸ ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί, οὐκ ἐλεύδεροι γὰρ οἱ υἱοὶ τῶν βασιλέων τῆς γῆς, ἐπεὶ »πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος τῆς ἁμαρτίας ἐστίν«, ἐλεύθεροι δὲ οἱ μείναιντες <ἐν> τῇ ἀληθείᾳ τοῦ λόγου τοῦ θεοῦ καὶ διὰ τοῦτο γνόντες τὴν ἀλή- θειαν, ἵνα καὶ ἐλευθερωθῶσιν ἀπ’ αὐτῆς. εἴ τις οὖν ἐστιν υἱὸς ἁπλῶς καὶ μὴ τοῦτο ὅλον υἱὸς τῶν βασιλέων τῆς γῆς, ἐκεῖνός ἐστιν ἐλεύθερος. καὶ ὅμως, ὤν ἐλεύθερος, πεφρόντικε τοῦ μὴ σκανδαλίζειν καὶ τοὺς βασιλεῖς τῆς γῆς διδραχμα λαμβάνοντας· διό φησι· μὴ σκανδαλίσωμεν αὐτούς, ἀλλὰ πορευθεὶς τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον καὶ τὰ ἑξῆς. πυθοίμην δ’ ἄν τῶν χαιρόντων τῇ περὶ φύσεων μυθοποιίᾳ, ποίας φύσεως ἦσαν εἴτε οἱ τῆς γῆς βασιλεῖς εἴτε οἱ υἱο ὶ αὐτῶν εἴτε οἱ τὰ δίδραχμα λαμβάνοντες, οὕς μὴ βούλεται σκανδαλίζειν ὁ σωτήρ. φαίνεται δὴ (ὡς κατὰ τὴν ὑπόθεσιν) ὅτι οὐκ ἐπαινετῆς εἰσι φύσεως, καὶ ὅμως πεφρόντικε τοῦ μὴ σκανδαλισθῆναι αὐτούς, καὶ ὅμως κωλύει σκόνδαλόν τι αὐτοῖς γενέσθαι, ἵν’ ἤτοι μὴ χεῖρον ἁραρτάνοιεν, ἥ πρὸς τὸ (εἰ βούλονται) σωθῆναι ἥκοιεν ἐκ τοῦ ἀποδέξαθαι τὸν φεισάμενον αὐτῶν ἴνα μὴ σκανδαλισθῶσι. καὶ ὠς ἐκ ΧΨΡΙΨΙ γε ΠΑΡΑΚΛΗΣΕΨΣ (οὔτω γὰρ ἐρμηνεύσταιἡ Καφαρναού) παρακαλῶν <ελασ> τον μαθητὴν καὶ ἐλεύθερον αὐτὸν εἶναι καὶ υἱὸν <ἀπαγγέλων>, δίδωσιν αὐτῷ δύναμιν τοῦ ἀλιεῦσαι ἰχθὴν πρῶτον, ἴνα ἀναβάντος αὐτοῦ παρακληθῇ ὁ Πέτρος ἐπὶ τῷ ἀναβάντι καὶ ἀλιευθέντι, καὶ ἀπὸ τοῦ <ἐξ ἐνοιχθέντος αὐτοῦ τοῦ> στόματος εἰλῆφθαι τὸν στατῆρα ἀποσοθησόμενον τοῖς οἰκείοις τοῦ στατήσρος καὶ ἀπαιτοῦσιν ὡς ἴδιον τὸ τοιοῦτον νόμισμα.

  93. 13.12.1

    Χαριέντως δ’ ἄν ποτε χρήσαιο τῷ ῥητῷ ἐπὶ φιλαφηύρῳ, μηδὲν ἀνὰ στόμα ἔκοντι ἤ τὰ περὶ τοῦ ἀργυρίου, ἐπὰν ἴδηας αὐτὸν ὐπό τινος Πέτρου τεθεραπευμένον, ἀφλόντος αὐτοῦ οὐ μένον ἐκ τοῦ στόματος καὶ τῶν λόγων, ἀλλὰ καὶ ἀπὸ ὄπὸ ὅλως διαθέσεως τὰν στατῆρα, σύμβολον ἄντα πάσης αὐτοῦ φιλαργυρίας. ἐρεῖς γὰρ τὸν τοιοῦτον ἐν θαλάσσῃ μὲν γεγονέναι καὶ τοπῖς ἀλμυροῖς τοῦ βίου πράγμασι καὶ τοῖς κύμασι τῶν τῆς φιλαργυρίας φροντίδδων καὶ μεριμνῶν, ἔχοντα ἐν τῷ στόματι τὸν στατῆρα ὄτε ἄπιστος ην καὶ φιλάργυρος, ἀναβεβηκέναι δὲ ἀπὸ τῆς

  94. 13.12.2

    θαλάσσης ἐν τῷ λογικῷ ἀγκίστρῳ συνειλημένον καὶ κεὐεργετούμενον (ὑπό τινος αὐτὸν διδάξαντος Πἐτρου τἠν ἀλήθειαν) μηκέτι ἔχειν ἔν τῷ στόματι τὸν στατῆρα ἀλλὰ ἀντ’ ἐκείνου τὰ ἔκοντα τὴν εἰκόνα λόγια τοῦ θεοῦ.

  95. 13.13.1

    Ἔτι εἰς τὸ προσῆλθον οἰ τὰ δίδρακμα λαμβάνοντες τῷ Πέτρῳ παραθήσῃ ἀπὸ τῶν Ἀριθμῶν ὅτι ὐπὲρ μὲν τῶν ἁγίων κατὰ τὸν τοῦ θεοῦ νόμον οὐχ ἀπλῶς δίδραχμον δίδοται, ἀλλὰ δίδραχμον ἄγιον. γέγραπται γάρ· »καὶ λήψῃ πέντε σίκλους κλους κατὰ κεφαλήν, κατὰ τὸ δίδραχμον τὸ ἄγιον«. ἀλλὰ καὶ ὑπὲρ »πάντων τῶν υἱῶν Ἰσραὴλ« κατὰ κεφαλὴν δίδοται δίδραχμον ἄγιον. ἐπεὶ οὖν οὐχ οἶόν τε μετὰ τῶν ἁγίων διδοάχμων ἔχειν καὶ δίδραχμα (ἴν’ οὔτως οὐνομάσω) βέβηλα τὸν ἄγιον τοῦ θεοῦ, διὰ τοῦτο τοῖς λαμβάνουσι τὰ οὐχ ἄγια δίδραχμα καὶ ἐρωτήσασι τὸν πέτρον καὶ εἰποῦσιν· ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδρακμα; προστάσσεει δοθῆναι στατῆρα (ἐν ᾦ ᾖν <δύο> δίδραχμα) ὁ σωτὴρ εὐρισκόμενον ἐν τῷ στόματι τοῦ πρώτου ἀναβάντος ἰχθύος, ἴνα δοθῇ ἀντὶ τοῦ διδασκάλου καὶ τοῦ μαθητοῦ.

  96. 13.14.1

    Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν (18, 1 [—6]);

  97. 13.14.2

    Δυνάμενος ὁ Ματθαῖος ὑπ[ερ τοῦ διδαχθῆναι ἡμᾶς, τί τε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ ἠξίους οἱ μαθηταὶ τῷ Ἰησοῦ ἡμίουν παρ’ αὐτοῦ μαθεῖν πῶς τε ἀπελρίνατο πρὸς τὸ πύσμα αὐτῶν, αὐτὸ τοῦτο μόνον διηγήσασθαι, ὁ δὲ προσέθηκε κατὰ μέν τινα τῶν ἀντιγράφων· ἐν ἐκείνῆ τῇ ὤρᾶ προσῆλθον οἰ μαθηταὶ τῷ Ἰησοῦ, κατὰ δὲ ἄλλα· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. καὶ ἀναγκαῖον μὴ ἀνεξέταστον ἐᾶσαι τὸ βούλημα τοῦ εὐαγγελιστοῦ. διάπεερ ἐπιστήσαντες τοῖς πρὸ τοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἤ ὥς ρᾳ,

  98. 13.14.3

    σκοπήσωμεν εἰ οἶόν τέ ἐστιν ἀπ’ ἐκείνων ὀδὸν λαβεῖν πρὸς τὸ θεωρῆσαι ὠς ἀναγκίαν τῆν ἐν ἐκείηῃ τῇ ἡμέρᾳ ἤ ὥρᾳ προσθήκην. ἐληλύθεισαν τοίνυν εἰς τὴν »Καφαρναοὺμ« ὁ Ἰησοῦς ἄμα τοῖς μαθηταῖς ἔνθα »οἱ τὰ δίραχμα λαμβάνοντες τῷ Πέτρῳ προσῃλθον καῖ« ἐρωτῶντες »εἶπον« τὸ »ὁ διδάσκαλος ὑμμῶν οὐ τελεῖ τὰ δίδρακμα; «εῖτα ἀποκριναμένου πρὸς αὐτοὺς τοῦ Πέτρου καὶ εἰπόντος »ναί«, ὁ »Ἰησοῦς« προαπολογησάμενος περὶ τῆς δόσες τῶν διδράχμων πέμπει τὸν Πέτρον τῷ ἀγκίστρῳ ἀνασπάσοντα »ἰχθύν«, οὖ ἐν τῷ στόματι ἔφασκεν εὑρεθήσεσθαι »στατῆρ« τὸν δοθησόμενον ὐπὲρ ἑαυτοῦ καὶ Πέτρου. δοκεῖ οἶν μοι ὅτι μεγίστην νομίσαντες ταύτην εἴναι ὑπὸ τοῦ Ἰησοῦ πρὸς τὸν Πέτρον τιμὴν *(**καρίναντος αὐτὸν μείξον τῶν λοιπῶν γνωρρίμων) ἐβούλοντο, ὅπερ ὑπενόουν, ἀκριβῶσαι διὰ τοῦ πυθόμενοι τοῦ Ἰησοῦ ἀκοῦσαι παρ’ αὐτοῦ εἰ (ὡς ὐπελάμβανον) μείξονα κέκρικε τὸν Πέτρον αὐτῶν. ἄμα δὲ ἤλπιζον καὶ τὴν αἰτίαν εἴσεσθαι τοῦ προκεκρίσθαι τὸν Πέτρον τῶν λοιπῶν μαθητῶν. ταῦτ’ οὖν (οἶμαι) δηλῶσαι ὁ Ματθαῖος βουλόμενος ἐπήγαγε τῷ »ἐκεῖνον κα- βῶν (δηλον΄τι τὸν »στατῆρα«) δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ« τὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ <ἥ ὥρᾳ> προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· τίς ἄρα μείξων ἐστὶν; τάχα δὲ βασιλείᾳ τῶν οὐρανῶν; τάχα δὲ καὶ ἀμφέβαλλον δια τὸ τρεῖς προκεκρίσθαι κατὰ τὴν μεταμόρφωσιν, ἀμφέβαλλον δὲ περὶ τοῦ τίς τῶν τριῶν μείξων εἶναι κέκριται παρὰ τῷ κυρίῳ. ὁ μὲν γὰρ Ἰωάννης ἀνέπεσεν »ἐπὶ τὸ στῆθος« αὐτοῦ δι’ ἀγάπην, καὶ ἀκόλουθον πρὸ τοῦ δείπνου τιμῆς ἐξαιρέτου σύμβολα πολλὰ αὐτοὺς ἐωρακέναι πρὸς τὸν Ἱωάννην ἀπὸ τοῦ Ἰησοῦ. ὁ δὲ Πέτρος ἐν τῇ ὁμολογίᾳ ἤκουσε μακάριος διὰ τὸ »σῦ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος ὁ υἰὸς τοῦ θεοῦ τοῦ ζῶντος«· πάλιν δὲ διὰ τὸ »ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων« περιεσπῶντο μήποτε οὐχ οὗτος εἴη ὁ μείζων, ἅτερος δὲ τῶν Ζεβεδαίου υἱῶν. τοσαῦτα μὲν διὰ τὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἢ ὥρᾳ, ἐν ᾗ γεγόνει τὰ περὶ τὸν »στατῆρα«.

  99. 13.15.1

    Ἑξῆς δὲ κατανοητέον τὸ προσῆλθον αὐτῷ οἱ μαθηταί, ὡς μαθηταὶ διδασκάλῳ προβλήματα προτείνοντες καὶ ἐξετάζοντες, τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. καὶ μιμητέον γε ἐν τούτοις τοὺς τοῦ Ἰησοῦ μαθητάς· εἴ ποτε ζητούμενόν τι ἐν ἡμῖν μὴ εὑρίσκοιτο, μετὰ πάσης ὁμονοίας περὶ τοῦ ζητουμένου προσέλωμεν τῷ Ἰησοῦ, παρόντι ὅπου »δύο ἢ τρεῖς συνηγμένοι« ἐν τῷ ὀνόματι αὐτοῦ, καὶ ἑτοίμῳ ἐν τῇ κατὰ δύναμιν παρουσίᾳ φωτίζειν τὰς καρδίας τῶν γνησίως αὐτῷ μαθη-

  100. 13.15.2

    τεύεσθαι θελόντων πρὸς κατάληψιν τῶν ζητουμένων. οὐκ ἄτοπον δὲ καί τινι τῶν ὑπὸ τοῦ θεοῦ τεταγμένων ἐν τῇ ἐκκλησίᾳ διδασκάλων προσελθόντας ἡμᾶς προτείνειν ἀνάλογόν τι πρόβλημα τῷ τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. τί μὲν οὖν ἤδη ἔγνωστο τοῖς μαθηταῖς τῶν κατὰ τὸ πύσμα τοῦτο; τί ἰσότησς τῶν ἀζιουμένων τῆς βασιλείας τῶν οὔρανῶν, κατειλήφεισαν, καὶ ὅτι (μὴ οὔσης ἴσότητος) ἔστι τις ὁ μείζων καὶ οὕτω καθεξῆς μέχρι τοῦ ἐλαχίστου. ὑποδαπὸς δὲ ὁ μείζων, καὶ ὅπως βιώσας ὁ ἐλάχιστος καὶ τίνες οἱ μεταξύ, ἔτι ἐξήτουν. εἰ μὴ ἄρα ἀκριβέστερον ἔστιν εἰπεῖν ὅτι, τίς μὲν ὁ ἐλάχιστος ιᾔδεισαν ἐκ τοῦ »ὃς ἐὰν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν«, τίς δὲ ὁ πάντων μείζων οὐκ ἐγίνωσκον, εἰ καὶ κατελάμβανον τὸ »ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν«· μεγάλων μείζων (ὡς ἐν ἀνθρώποις) οὐκ ἦν αὐτοῖς σαφές. καὶ ὅτι μεγάλοι μὲν πλείους, οὐκ ἐπίσης δὲ μεγάλοι οἱ μεγάλοι, δηλώσει τὸ μέγας ὄνομα κείμενον ἐπὶ τοῦ Ἰσαάκ, »ὃς προβαίνων μείζων ἐγίνετο < ἕως οὗ μέγας ἐγένετο> σφόδρα σφόδρα«, εἰρημένον δὲ καὶ ἐπὶ Μψσέως καὶ ἐπὶ τοῦ βαπτιστοῦ Ἰωάννου καὶ ἐπὶ τοῦ σωτῆρος. καὶ πᾶε γε ὁμολογήσει ὅτι <εἰ> καὶ πάντες οὗτοι μεγάλοι ἦσαν κατὰ τὴν γραφήν, ἀλλὰ μείζων αὐτῶν ἦν σωτήρ. εἰ δὲ καθεξῆςι Ἰωάννης τοῦ Ἰσαὰκ καὶ τοῦ Μωσέως μείζων ἦν, οὗ »μείζων οὐδεὶς ἐν γεννητοῖς γυναικῶν« ἦν, ἢ οὐ μείζων μὲν ἴσος δὲ ἀμφοτέροις ἤ τινι αὐτῶν, οὐκ ἀκίνδυνον ἀποφήνασθαι. καὶ ἰκ τοῦ Ἰσαὰκ δὲ »προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο«, οὐχ ἁπλῶς ἀλλὰ μετὰ προσθήκης τῆς »σφόδρα« δὶς κατειλεγμένης, ἔστι μαθεῖν ὅτι διαφορά ἐστι μεγάλων, τινὸς μὲν ὄντος μεγάλου, ἑτέρου δὲ σφόδρα μεγάλου καὶ ἀλλου σφόδρα σφόδρα μεγάλου. ἐζήτουν τοίνυν οἱ μαθηταὶ προσελθόντες τῲ Ἰησοῦ μαθεῖν, τίς ἄρα μείζων ἐστὶν ἐκ τῇ βασιλείᾳ τῶν οὐρανῶν. καὶ τάχα ἐκεῖνοι μὲν ἐβούλοντο μαθεῖν ἀκούσαντες ἀπ᾿ αὐτοῦ τὺ τοιοῦτον· ὁ δεῖνα μ είζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὁ δὲ ἐπὶ τὸ καθολικώτερον ἀνάγει τὸν λόγον, δεικνὺς ὀποδαπὸς τῇ ποιίτητιμείζων οὐρανῶν, ὅντινα κατὰ τὰ δύναμιν ἐκ τῶν γεγραμμένων κατανοήσωμεν. <16.> Προσκαλεσάμενος γὰρ ὁ Ἰησοῦς παιδίου καὶ τὰ ἑξῆς.

← Previous · Next → — showing 101200 of 472

First Thousand Years of Greek. CTS URN tlg2042.tlg030.opp-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.