Ancient Texts

← Library

Commentarii in Evangelium Joannis

First Thousand Years of Greek · First Thousand Years of Greek · 2,967 sections

  1. 1.100.1

    καὶ ὁ οὐχ ἑκὼν ποιῶν τὰ σώματος, ὃ ποιεῖ, ποιεῖ διὰ τὴν ἐλπίδα, ὡς ὡς λέγοιμεν Παῦλον θέλειν »ἐπιμένειν τῇ σαρκὶ‘ οὐχ ἑκόντα ἀλλὰ διὰ τὴν ἐλπίδα· προτιμῶντα γὰρ καθ’ αὑτὸ »τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι« οὐκ ἄλογον ἡν βούλεσθαι »ἐπιμένειν τῇ σαρκὶ« διὰ τὴν ἑτέρων ὠφέλειαν καὶ προκοπὴν τὴν ἐν τοῖς ἐλπιζομένοις οὐ μόνον αὐτοῦ ἀλλὰ καὶ τῶν ὠφελουμένων ὑπ’ αὐτοῦ.

  2. 1.101.1

    κατὰ τοῦτο δὲ τὸ ὡς γενέσεως σημαινόμενον τὴν ἀρχὴν καὶ τὸ ὑπὸ τῆς σοφίας έν παροιμίαις λεγόμενον ἐκδέξασθαι δυνησόμεθα· »Ὁ θεός, γάρ φησιν, ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα »αὐτοῦ.« δύναται μέντοι γε καὶ ἐπὶ τὸ πρῶτον ἀνάγεσθε, τουτέστι τὸ ὡς ὀδοῦ, διὰ τὸ λέγεσθαι »Ὁ θεὸς ἔκτισέν με ἀρχὴν όδῶν αὐτοῦ«.

  3. 1.102.1

    Οὐκ ἀτόπως δὲ καὶ τὸν τῶν ὅλων θεὸν ἐρεῖ τις ἀρχὴν σαφῶς προπίπτων, ὅτι ἀρχὴ υἱοῦ ὁ πατὴρ καὶ ἀρχὴ δημιουργημάτων ὁ δημιουργὸς καὶ ἀπαξαπλῶς ἀρχὴ τῶν ὄντων ὁ θεός. παραμυθήσεται δὲ διὰ τοῦ »Ἐν ἀρχῇ ἦν ὀ λόγος«, λόγον νοῶν τὸν υἱόν, παρὰ τὸ εἶναι ἐν τῷ πατρὶ λεγόμενον εἶναι ἐν ἀρχῇ.

  4. 1.103.1

    Τρίτον δὲ τὸ ἐξ οὑ οἷον τὸ ἐξ ὑποκειμένης ὕλης, ἀρχὴ παρὰ τοῖς ἀγένητον αὐτὴν ἐπισταμένοις, ἀλλ’ οὐ παρ’ ἡμῖν τοῖς πειθομένοις, ὅτι ἐζ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν ὁ θεός, ὡς ἡ μήτηρ τῶν ἑπτὰ μαρτύρων ἐν Μακκαβαϊκοῖς καὶ ὁ τῆς μετανοίας ἄγγελος ἐν τῷ Ποιμένι ἐδίδαξε.

  5. 1.104.1

    Πρὸς τούτοις ἀρχὴ καὶ τὸ καθ’ ὃ οἷον κατὰ τὸ οὓτως εἴπερ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου ὁ πρωτότοκος πάσης κτίσεως, ἀρχὴ αὐτοῦ ὁ πατήρ ἐστιν. ὁμοίως δὲ καὶ Χριστὸς ἀρχὴ τῶν κατ’ εἰκόνα γενομένων θεοῦ.

  6. 1.105.1

    εἰ γὰρ οἱ ἄνθρωποι »κατ’ εἰκόνα«, ἡ εἰκὼν δὲ κατὰ τὸν πατέρα, τὸ μὲν καθ’ ὃ τοῦ χριστοῦ ὁ πατὴρ ἀρχή, τὸ δὲ καθ’ τῶν τῶν ἀνθρώπων ὁ χριστός, γενομένων οὐ κατὰ τὸ οὗ ἐστιν ἑκών, ἀλλὰ κατὰ τὴν εἰκόνα· ἁρμόσει δὲ τὸ »Ἐν ἀρχῇ »ἠν ὁ λόγος« εἰς τὸ αὐτὸ παράδειγμα.

  7. 1.106.1

    Ἔστιν ἀρχὴ καὶ ὡς μαθήσεως, καθ’ ὃ τά στοιχεῖά φαμεν ἀρχὴν εἶναι γραμματικῆς. κατὰ τοῦτό φησιν ὁ ἀπόστολος ὃτι »Ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ »διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ.«

  8. 1.107.1

    διττὴ δὲ ὠς ὡς μαθήσεως ἀρχή, ἡ μὲν τῇ φύσει, ἡ δὲ ὡς πρὸς ἡμᾶς· ὡς εἰ λέγοιμεν ἐπὶ Χριστοῦ, φύσει μὲν αὐτοῦ ἀρχὴ ἡ θεότης, πρὸς ἡμᾶς δέ, μὴ ἀπὸ τοῦ μεγέθους αὐτοῦ δυναμένους ἄρξασθαι τῆς περὶ αὐτοῦ ἀληθὲς, ἡ ἀνθρωπότης αὐτοῦ, καθ’ ὃ τοῖς νηπίοις καταγέλλπαι Ἰησοῦς Χριστός, καὶ οὗτος ἐσταυρωμένος· ὡς κατὰ τοῦτο εἰπεῖν ἀρχὴν εἶναι μαθήσεως τῇ μὲν φύσει Χριστὸν καθ’ ὃ σοφία. καὶ δύναμις θεοῦ«, πρὸς ἡμᾶς δὲ τὸ »ὁ λόγος Ι σὰρξ ἐγένετο, σκηνώσῃ ἐν ἡμῖν, οὕτω μόνον πρῶτον αὐτὸν χωρῆσαι δυναμένοις.

  9. 1.108.1

    καὶ τάχα διὰ τοῦτο οὐ μόνον πρωτότοκός ἐστιν πάσης κτίσεως, ἀλλὰ καὶ Ἀδάμα, x003E; ἑρμηνεύεταί »ἄνθρωπος«. ὅτι δὲ Ἀδάμ ἐστι, φησὶν ὁ Παῦλος »Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν«.

  10. 1.108.2

    Ἔστι δὲ ἀρχὴ καὶ ὡς ἡ] πράξεως, ἐν ᾗ πράξει ἐστί τι τέλος μετὰ τὴν ἀρχήν. καὶ ἐπίστησον εἰ ἡ σοφία ἀρχὴ τῶν πράξεων οὖσα τοῦ θεοῦ οὕτω δύναται νοεῖσθαι ἀρχή.

  11. 1.109.1

    Τοσούτων σημαινομένων ἐπὶ τοῦ παρόντος ἡμῖν ὑποπεσόντων περὶ »ἀρχῆς«, ζητοῦμεν ἐπὶ τίνος δεῖ λαμβάνειν τὸ »Ἐν »ἀρχῇ ἠν ὁ λόγος«. καὶ σαφὲς ὅτι οὐκ ἐπὶ τοῦ ὡς μεταβάσεως ἢ ὡς ὁδοῦ καὶ μήκους· οὐκ ἄδηλον δὲ ὅτι οὐδὲ ἐπὶ τοῦ ὡς γενέσεως.

  12. 1.110.1

    πλὴν δυνατὸν ὡς τὸ ὑφ’ ὅπερ ἐστὶ ἐστὶ ποιοῦν, εἴγε »ἐνετείλατο ὁ θεὸς καὶ »ἐκτίσθησαν«. δημιουργὸς γάρ πως ὁ χριστός ἐστιν, ᾧ λέγει ὁ πατήρ·

  13. 1.111.1

    » Γενηθήτω φῶς« καὶ Γενηθήτω στερέωμα. δημιουργὸς δὲ ὁ χριστὸς ὡς ἀρχή, καθ’ ὃ σοφία ἐστί, τῷ σοφία εἶναι καλούμενος ἀρχή. ἡ γὰρ σοφία παρὰ τῷ Σαλομῶντί φησιν· »Ὁ θεὸς ἔκτισέν με ἀρχὴν »ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, ἴνα »ἐν ἀρχῇ ᾖ ὁ λόγος«, ἐν τῇ σοφίᾳ· κατὰ μὲν τὴν σύστασιν τῆς περὶ τῶν ὅλων θεωρίας καὶ νοημάτων τῆς σοφίας νοουμένης, κατὰ δὲ τὴν πρὸς τὰ λογικὰ κοινωνίαν τῶν τεθεωρημένων τοῦ λόγου λαμβανομένου.

  14. 1.112.1

    καὶ οὐ θαυμαστὸν εἰ, ὡς προειρήκαμεν, πολλὰ ὣν ἀγαθὰ ὀ σωτὴρ ἐνεπινοούμενα ἔχει ἐν αὑτῷ πρῶτα καὶ δεύτερα καὶ τρίτα. ὁ γοῦν Ἰωάννης ἐπήνεγκε φάσκων περὶ τοῦ λόγου· »Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν«. γέγονεν οὖν ἡ ζωὴ ἐν τῷ λόγῳ· καὶ οὔτε ὁ λόγος ἕτερός ἐστι τοῦ χριστοῦ, ὁ θεὸς λόγος, ὁ πρὸς τὸν πατέρα, δὲ οὗ τὰ πάντα ἐγένετο, οὔτε ἡ ζωὴ ἑτέρα τοῦ υἱοῦ τοῦ θεοῦ, ὃς φησιν· »Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή( ὥσπερ οὖν ἡ ζωὴ γέγονεν ἐν τῷ λόγῳ, οὕτως ὁ λόγος ἦν ἐν ἀρχῇ.

  15. 1.113.1

    ἐπίστησον δέ, εἰ οἷόν τὲ ἐστι καὶ κατὰ τὸ σημαινόμενον τοῦτο ἐκδέ- χεσθαι ἡμᾶς τὸ »Ἐν ἀρχῇ ἦν ὁ λόγος«, ἵνα κοτὰ τὴν σοφίαν καὶ τοὺς τύπους τοῦ συστήματος τῶν ἐν αὐτῷ νοημάτων τὰ πάντα γίνηται.

  16. 1.114.1

    οἶμαι γάρ, ὥσπερ κατὰ τοὺς ἀρχιτεκτονικοὺς τύπους οἰκοδομεῖται ἢ τεκταίνεται οἰκία καὶ ναῦς, ἀρχὴν τῆς οἰκίας καὶ τῆς νεὼς ἐχόντων τοὺς ἐν τῷ τεχνίτῃ τύπους καὶ λόγους, οὕτω τὰ σύμπαντα γεγονέναι κατὰ τοὺς ἐν τῇ σοφίᾳ προτρανωθέντας ὑπὸ θεοῦ τῶν ἐσομένων λόγους· »Πάντα γὰρ ἐν σοφίᾳ ἐποίησε.«

  17. 1.115.1

    καὶ λεκτέον ὅτι κτίσας, ἵν οὕτως εἴπω, ἔμψυχον σοφίαν ὁ θεός, αὐτῇ ἐπέτρεπεν ἀπὸ τῶν ἐν αὐτῇ τύπων τοῖς οὖσι καὶ τῇ ὅλῃ παρασχεῖν καὶ τὴν πλάσιν καὶ τὰ εἴδη, ἐγὼ ὲ ἐφίστημι εἰ καὶ τὰς οὐσίας.

  18. 1.116.1

    Οὐ χαλεπὸν μὲν οὐν παχύτερον εἰπεῖν ἀρχὴν τῶν ὄντων εἶναι τὸν υἱὸν τοῦ θεοῦ, λέγοντα· Ι »Ἐγώ εἰμι ἡ ἀρχὴ καὶ τὸ τέλος. τὸ Α »καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἕσχατος«. ἀναγκαῖον δὲ εἰδέναι ὅτι οὐ κατὰ πᾶν ὃ ὀνομάζεται ἀρχή ἐστιν αὐτός.

  19. 1.117.1

    πῶς γὰρ καθ’ ὃ ςωή ἐστι δύναται εἶναι ἀρχή, ἥτις ςωὴ γέγονεν ἐν τῷ λόγῳ, δηλονότι ἀρχῇ τυΓχάνοντι αὐτῆς; ἒτι δὲ σαφέστερον ὅτι καθ’ ὃ »πρωτότοκός« ἐστιν »ἐκ τῶν νεκρῶν«, οὐ δύναται εἶναι ἀρχή.

  20. 1.118.1

    καὶ ἐὰν ἐπιμελῶς ἐξετάζωμεν αὐτοῦ πόσας τὰς ἐπινοίας, μόνον κατὰ τὸ εἶναι σοφία ἀρχή έστιν, οὐδὲ κατὰ τὸ εἶναι λόγος ἀρχὴ τυγχάνων, εἴγε »ὁ λόγος ἐν »ἀρχῇ« ἠν· ὡς εἰπεῖν ἂν τινα τεθαρρηκότως ὡς πρεσβύτερον πάντων τῶν ἐπινοουμένων ταῖς ὀνομασίαις τοῦ πρωτοτόκου πάσης κτίσεώς έστιν ἡ σοφία.

  21. 1.119.1

    Ὁ θεὸς μὲν οὖν πάντη ἓν ἐστι καὶ ἁπλοῦν· ὁ δὲ σωτὴρ ἡμῶν διὰ τὰ πολλά, ἐπεὶ »προέθτετο« αὐτὸν »ὁ θεὸς ἱλαστήριον καὶ ἀπαρχὴν πάσης τῆς κτίσεως, πολλὰ γίνεται ἢ καὶ τάχα πάντα ταῦτα, καθὰ χρῂζει αὐτοῦ ἡ ἐλευθεροῦσθαι δυναμένη πᾶσα κτίσις.

  22. 1.120.1

    καὶ διὰ τοῦτο γίνεται φῶς τῶν ἀνθρώπων, ὅτε ἄνθρωποι ὑπὸ τῆς κακίας σκοτι- σθέντες δέονται φωτὸς τοῦ ἐν τῇ σκοτίᾳ φαίνοντος καὶ ὑπὸ σκοτίας μὴ καταλαμβανομένου, οὐκ ἄν, εἰ μὴ γεγόνεισαν ἐν τῷ σκότῳ οἱ ἄνθρωποι, γενόμενος ἀνθρώπων φῶς.

  23. 1.121.1

    τὸ ὁ ὅμοιον ἔστι νοῆσαι καὶ ἐπὶ τοῦ εἶναι αὐτὸν πρωτότοκον ἐκ τῶν νεκρῶν. εἰ γὰρ ὑπόθεσιν ἡ γυνὴ μὴ ἠπάτητο καὶ ὁ Ἀδὰμ μὴ παραπεπτώκει, κτισθεὶς δὲ ὁ ἄνθρωπος ἐπὶ ἀφθαρσίᾳ κεκρατήκει τῆς ἀφθαρσίας, οὔτ’ ἂν »εἰς χοῦν θανάτου« καταβεβήκει οὔτ’ ἂν ἀπέθανεν οὐκ οὔσης ἁμαρ- τίας, ᾗ διὰ τὴν φιλανθρωπίαν αὐτὸν ἐχρῆν ἀποθανεῖν· ταῦτα δὲ μὴ ποιήσας οὐκ > ἐγένετο »πρωτότοκος ἐκ τῶν νεκρῶν «.

  24. 1.122.1

    Εξεταστἐον δέ, μήποτε καὶ ποιμὴν οὐκ ἂν ἐγένετο τοῦ ἀνθρώπου μὴ παρασυμβληθέντος »τοῖς κτήνεσι τοῖς ἀνοήτοις μηδ’ ὁμοιωθέντος »αὐτοῖς«. εἰ γὰρ ἀνθρώπους καὶ κτήνη σώζει ὁ θεός, σώζει ἃ σώζει κτήνη ποιμένα αὐτοῖς χαρισάμενος τοῖς μὴ χωροῦσι τὸν βασιλέα.

  25. 1.123.1

    Βασανιστέον οὐν συναγαγόντα τὰς ὀνομασίας τοῦ υἱοῦ, ποῖαι αὐτῶν ἐπιγεγόνασιν οὐκ ἂν έν μακαριότητι ἀρξαμένων καὶ μεινάντων τῶν ἁγών γενόμεναι τὰ τοσάδε. τάχα γὰρ σοφία ἔμενε μόνον ἢ καὶ λόγος ἢ καὶ ςωή, πάντως δὲ καὶ ἀλήθεια· οὐ μὴν δὲ καὶ τὰ ἄλλα ὅσα δι’ ἡμᾶς προσείληφε.

  26. 1.124.1

    καὶ μακάριοί γε ὅσοι δεόμενοι τοῦ υἱοῦ τοῦ θεοῦ τοιοῦτοι γεγόνασιν, ὡς μηκέτι αὐτοῦ αὐτοῦ χρῂζειν ἰατροῦ τοὺς κακῶς ἔχοντας θεραπεύοντος μηδὲ ποιμένος μηδὲ ἀπολυτρώσεως. ἀλλὰ σοφίας καὶ λόγου καὶ δικαιοσύνης, ἢ εἴ τι ἂλλο τοῖς διὰ τελειότηταχωρεῖν αὐτοῦ τὰ κάλλιστα δυναμένοις. τοσαῦτα περὶ τοῦ» Ἐν ἀρχῇ((.

  27. 1.125.1

    ἴδωμέν δ’ ἐπιμελέσερον τίς ὁ ἐν αὐτῇ λόγος. θαυμάμζειν μοι πολλάκις ἐπέρχεται Ι σκοποῦντι τὰ ὑπό τινων πιστεύειν εἰς τὸν χριστὸν βουλομένων λεγόμενα περὶ αὐτοῦ, τί δήποτε δυσεξαριθμήτων ὀνομάτων τασσομένων ἐπὶ τοῦ σωτῆρος ἡμῶν τὰ μὲν πλεῖστα παρασιωπῶσιν, ἀλλὰ καὶ εἴ ποτε μνήμη αὐτῶν γένοιτο, μεταλαμβάνουσιν οὐ κυρίως ἀλλὰ τροπικῶς ταῦτα αὐτὸν ὀνομάσεσθαι, ἐπὶ δὲ μόνης τῆς λόγος προσηγορίας ἱστάμενοι οἱονεὶ »λόγον« μόνον φασὶν εἶναι τὸν χριστὸν τοῦ θεοῦ, καὶ οὐχὶ ἀκολούθως τοῖς λοιποῖς τῶν ὀνομαζομένων ἐρευνῶσι τοῦ σημαινομένου τὴν δύναμιν ἐκ τῆς »λόγος« φωνῆς.

  28. 1.126.1

    ὅ δέ φημι θαυμάσειν τὴν] τῶν πολλῶν — σαφέστερον γὰρ ἐρῶ — τοιοῦτόν ἐστι. φησί που ὁ υἱὸς τοῦ θεοῦ· »Ἐγώ εἰμι τὸ φῶς τοῦ »κόσμου«· καὶ ἐν ἄλλοις· »Ἐγώ εἰμι ἡ ἀνάστασις ·« καὶ πάλιν »Ἐγώ »εἰμι ἡ ὁδὸς καὶ καὶ ἠ ζωή«. γέγραπται δὲ καὶ τὸ »Ἐγώ »εἰμι ἡ θὐρα«. ἔρηται καὶ τὸ »Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· « καὶ πρὸς τὴν Σαμαρεῖτιν φάσκουσαν· »Οἰδαμεν ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα« ἀποκρίνεται·

  29. 1.127.1

    »Ἐγώ εἰμι ὁ λαλῶν σοι«. πρὸς τούτοις, ὅτε ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, κύριος καὶ διδάσκαλος αὐτῶν ἕναι διὰ τούτων ὁμολογεῖ· »Ὑμεῖς φωνεῖτέ με Ὁ < καὶ Ὁ , καὶ »καλῶς λέγετε· εἰμὶ γάρ«.

  30. 1.128.1

    ἀλλὰ καὶ υἱὸν εἶναι θεοῦ σαφῶς ἑαυτὸν καταγγέλλει λέγων· »Ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσ- μον ὑμεῖς λέγετε ὅτι >Βλασφημεῖς< ὅτι εἷπον Υἱὸς τοῦ θεοῦ καί· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα ὁ υἱὸς »δοξάσῃ σε( εὑρίσκομεν δὲ καταγγέλλοντα ἑαυτὸν καὶ βασιλέα,

  31. 1.129.1

    ὡς ἐπὰν ἀποκρινόμενος τῷ Πιλάτῳ πρὸς τὸ »Σὺ εἶ ὁ βασιλεὺς τῶν »ἰουδαίων«; λέγῃ· »Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τού- του· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται »οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν«.

  32. 1.130.1

    ἀνέγνωμεν καὶ τὸ »Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι«· καὶ πάλιν·

  33. 1.131.1

    »Ἐγώ εἰμι ἄμπελος, ὑμεῖς τὰ κλήματα( συναριθμείσθω τού- τοις καὶ τὸ »'Εγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς«· καὶ πάλιν· »Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς« »καὶ ζωὴν διδοὺς τῷ »κόσμῳ«. καὶ ταῦτα μὲν ἐπὶ τοῦ παρόντος ὑποπεσόντα ἀπὸ τῶν ἐν τοῖς εὐαγγελίοις κειμένων παρεθέμεθα, τοσαῦτα αὑτὸν λέγοντος ἕναι τοῦ υἱοῦ τοῦ θεοῦ.

  34. 1.132.1

    Ἀλλὰ καὶ έν τῇ Ἰωάννου ἀποκαλύψει λέγει· »Ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρός, καὶ ἰδοὺ ζῶν »εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων«. καὶ πάλιν· »Γέγονα ἐγὼ τὸ Α καὶ τὸ Ω, καὶ ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος.

  35. 1.133.1

    Ἔστι δὲ οὐκ όλίγα τὸν μετὰ παρατηρήσεως ἐντυγχάνοντα ταῖς ἀμίαις βίβλοις καὶ ἀπὸ τῶν προφητῶν παραπλήσια λαβεῖν, οἷον ὅτι »βέλος ἐκλεκτὸν‘ ἑαυτὸν καλεῖ καὶ »δοῦλον τοῦ θεοῦ« καὶ »φῶ »τῶν Ι ἐθνῶν«.

  36. 1.134.1

    λέγει δὴ οὕτ Ἠσαίας· »Ἐκ κοιλίας μητρός μου »ἐκάλεσέ με τὸ ὄνομά μου καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυφέν με· ἔθηκέν με ὡς Δέλος ἐκλεκτὸν καὶ έν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυφέ με, καὶ εἶπέ μοι Δοῦλός μου εἶ σὺ Ἰσραὴλ καὶ ἐν σοὶ «.

  37. 1.135.1

    καὶ μετ’ ὀλίγα· Καὶ ὁ θεός μου ἔσται μοι ἰσχύς. καὶ εἶπέ μοι Μέγα σοί ἐστι τοῦτο κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ καὶ τὴν »διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέφαι; ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν. »τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς(( ἀλλὰ καὶ ἐν τῷ Ἱερεμίᾳ οὕτως αὑτὸν ἀρνίῳ ὁμοιοῖ· »Ἐγὼν ὡς ἀρνίον ἄκακον αγό- »μενον τοῦ θύεσθαι«.

  38. 1.136.1

    Ταῦτα μὲν οὖν καὶ τὰ τούτοις παραπλήσια αὐτὸς ἑαυτὸν φησιν· ἔστι δὲ καὶ παρὰ τοῖς εὐαγγελίοις καὶ παρὰ τοῖς ἀποστόλοις καὶ διὰ τῶν προφητῶν μυρίας προσηγορίας συναγαγεῖν, συναγαγεῖν, ἃς καλεῖται ὁ υἱὸς τοῦ θεοῦ· ἤτοι τῶν τὰ εὐαγγέλια γραψάντων τὴν ἰδίαν διάνοιαν τῶν περὶ τοῦ ὅ τί ποτέ ἐστιν ἐκτιθεμένων, ἢ τῶν ἀποστόλων ἐξ ὧν μεμαθήκασι δοξολογούντων αὐτόν, ἢ τῶν προφητῶν προκηρυσ- σόντων αὐτοῦ τὴν ἐσομένην ἐπιδημίαν καὶ τὰ περὶ αὐτοῦ ἀπαγγελλόντων διαφόροις ὀνόμασιν.

  39. 1.137.1

    οἷον ὁ Ἰωάννης αὐτὸν »ἀμνὸν θεοῦ« ἀναγορεύει λέγων· »Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν »τοῦ κόσμου καὶ »ἄνδρα« διὰ τούτων· »Οὐτός ἐστιν ὑπὲρ οὑ ἐγὼ »εἶπον ὅτι ὀπίσω μου ἔρχεταί ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι » πρῶτός μου ἦν· κἀγὼ οὐκ ᾔδειν αὐτόν«.

  40. 1.138.1

    ἐν δὲ τῇ καθολικῇ ἐπιστολῇ ὁ Ἰωάννης »παράκλητον« περὶ τῶν ψυχῶν ἡμῶν πρὸς τὸν κατέρα φησὶν αὐτὸν εἶναι λέγων· »Καὶ ἐάν τις ἁμάρτῃ, παράκλη- τον ἔχομεν πρὸς τὸν πατέρα,

  41. 1.139.1

    Ἰησοῦν Χριοτὸν δίκαιον( ἐπιφέρει δὲ ὅτι »καὶ ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν«· ᾡ παραπλη- σίως ὁ Παῦλος λέγει αὐτὸν εἶναι »ἱλαστήριον«, φάσκων· »Ὅν προ- »έθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως έν τῷ αἵματι αὐτοῦ, διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων ἐν τῇ ἀνοχῇ τοῦ »θεοῦ«.

  42. 1.140.1

    κεκήρυκται δὲ κατὰ τὸν Παῦλον σοφία εἶναι καὶ δύναμις θεοῦ, ὡς ἐν τῇ πρὸς Κορινθίους ὅτι Χριστὸς δύναμίς ἐστι καὶ θεοῦ σοφία· πρὸς τούτοις, ὅτι καὶ »ἁγιασμός« ἐστι καὶ »ἀπολύ- »τρωσις«· »Ὅς ἐγενήθη, γάρ φησι, σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη »τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις«.

  43. 1.141.1

    ἀλλὰ καὶ ἀρχιερέα μέγαν διδάσκει ἡμᾶς αὐτὸν τυγχάνειν, πρὸς Ἐβραίους γράφων· »Ἔχοντες οὖν »ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ »θεοῦ, κρατῶμεν τῆς ὁμολογίας«.

  44. 1.142.1

    Οἱ δὲ προφῆται παρὰ ταῦτα καὶ ἑτέροις ὀνόμασιν αὐτὸν καλοῦσιν· ὁ μὲν Ἰακὼβ ἐν τῇ πρὸς τοὺς υἱοὺς εὐλογίᾳ Ἰούδαν· τὸ γὰρ »Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἰ χεῖρές σου ἐπὶ νώτου »τῶν ἑδρῶν σου· <προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός · »σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν »ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς Ι ἐγερεῖ αὐτόν«; * * * * οὐ κατὰ τὸν ἐνεστηκότα δὲ καιρόν ἐστι πρὸς λέξιν παραστῆσαι πῶς τὰ τῷ Ἰούδᾳ λεγόμενα περὶ Χριστοῦ ἐστιν.

  45. 1.143.1

    ἀλλὰ καὶ ἀνθυποφορὰ εὐλόγως ἐπενεχθῆναι δυναμένη »Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ »ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ« ἐν ἄλλοις εὐκαιρότερον Μήσεται.

  46. 1.144.1

    οἶδε δὲ τὸν χριστὸν Ἰακὼβ καὶ Ἰσραήλ ὀνομαζόμενον Ἡσαΐας λέγων· »Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, »προσεδέξατο αὐτὸν ἡ ψυχή μου· κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. οὐκ »ἐρίσει οὐδὲ κράζει οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν »αὐτοῦ· κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον »οὐ σβέσει, ἔως ἂν ἐκβάλῃ †ἐκ νίκους τὴν κρίσιν, καὶ τῷ ὀνόματι αὐτοῦ »ἔθνη ἐλπιοῦσιν«.

  47. 1.145.1

    ὅτι γὰρ χριστός ἐστι, περὶ οὐ ταῦτα προφητεύ- εται, σαφῶς ὁ Ματθαῖος δηλοῖ ἐν τῷ εὐαγγελίῳ, μνησθεὶς ἀπὸ μέρους τῆς περικοπῆς, εἰπών· »Ἵνα πληρωθῇ τὸ εἰρημένον Οὐκ ἐρίσει οὐδὲ « καὶ τὰ ἐξῆς.

  48. 1.146.1

    καλεῖται δὲ καὶ Δαβὶδ ὁ χριστός, ὡς ἐπὰν Ἰεζεκιὴλ προφητεύσας πρὸς τοὺς ποιμένας ἐπιφέρῃ ἐκ προσώπου θεοῦ »Ἀναστήσω Δαβὶδ τὸν παῖδά μου, ὃς περιμανεῖ αὐτούς«· οὐ γὰρ Δαβὶδ ὁ πατριάρχης ἀναστήσεται ποιμαίνειν μέλλων τοὺς ἁγίους, ἀλλὰ Χριστός.

  49. 1.147.1

    ἔτι δὲ ὁ Ἡσαΐας »ῥάβδον« καὶ »ἄνθος« ὀνομάζει τὸν χριστὸν ἐν τῷ »Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥοίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ, »πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώ- »σεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ«.

  50. 1.148.1

    καὶ »λίθος« δὲ ἐν τοῖς ψαλμοῖς ὁ κύριος ἡμῶν εἶναι λἐγεται οὕτωνς· »Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὑτος ἐγενήθη εἰς κεφα- λὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλ- »μοῖς ἡμῶν..

  51. 1.149.1

    δηλοῖ δὲ τὸ εὐαγγέλιον καὶ ἐν ταῖς Πράξεσιν ὁ Λουκᾶς, οὐκ ἄλλον ἢ τὸν χριστὸν εἶναι τὸν λίθον»· τὸ μὲν εὐαγγέλιον οὕτως· »Οὐδέποτε ἀνέγνωτε· Λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦν- »τες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; πᾶς ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐτόν«·

  52. 1.150.1

    ἐν δὲ ταῖς Πράζεσιν ὁ Λουκᾶς γράφει· »Οὑτός ἐστιν ὁ λίθος ὁ ἐξουδενω- »θεὶς ὑφ’ ὑμῶν τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας«.

  53. 1.150.2

    Ἓν δὴ τῶν ἐπὶ τοῦ σωτῆρος τεταγμένων ὀνομάτων, ἀλλ’ οὐχ ὑπ αὐτοῦ λεγόμενον ὑπὸ δὲ τοῦ Ἰωάννου ἀναγεγραμμένον, ἐστὶ καὶ »Ὁ ἐν ἀρχῇ λόγος πρὸς τὸν θεὸν θεὸς λόγος«.

  54. 1.151.1

    καὶ ἔστιν ἄξιον ἐπιστῆσαι τοῖς τὰ τοσαῦτα τῶν ὀνομαζομένων παραπεμπομένοις καὶ τούτῳ ὡς ἐξαιρέτῳ χρωμένοις καὶ πάλιν ἐπ’ ἐκείνοις μὲν διήγησιν ζητοῦσιν, εἵ τις αὐτοῖς προσάγοι αὐτά, ἐπὶ δὲ τούτῳ ὡς σαφὲς προσιεμένοις τὸ τί ποτέ ἐστιν ὁ υἱὸς τοῦ θεοῦ λόγος ὀνομαζόμενος, καὶ μάλιστα ἐπεὶ συνεχῶς χρῶνται τῷ »Ἐφηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν«, οἰόμενοι προφορὰν πατρικὴν οἱονεὶ ἐν συλλαβαῖς κειμένην εἶναι τὸν υἱὸν τοῦ θεοῦ, καὶ κατὰ τοῦτο ὑπόστασιν αὐτῷ, εἰ ἀκριβῶς αὐτῶν πυνθανοίμεθα, οὐ διδόασιν οὐδὲ οὐσίαν αὐτοῦ σαφηνί- ζουσιν, οὐδέπω φαμὲν τοιάνδε ἢ τοιάνδε, ἀλλ’ ὅπως ποτὲ οὐσίαν.

  55. 1.152.1

    λόγον γὰρ ἀπαγγελλόμενον υἱὸν εἶναι νοῆσαι καὶ τῷ τυχόντι ἐστὶν ἀμήχανον. καὶ λόγον τοιοῦτον καθ’ αὑτὸν ζῶντα καὶ ἤτοι οὐ κεχω- ρισμένον τοῦ πατρὸς καὶ κατὰ τοῦτο τῷ μὴ ὑφεστάναι οὐδὲ υἱὸν τυγχάνοντα ἢ καὶ κεχωρισμένον καὶ οὐσιωμένον ἀπαγγελλέτωσαν ημῖν θεὸν λόγον.

  56. 1.153.1

    Λεκτέον οὖν ὅτι ὥσπερ καθ’ ἕκαστον τῶν προειρημένων ὀνομάτων ἀπὸ τῆς ὀνομασίας ἀναπτυκτέον τὴν ἔννοιαν τοῦ ὀνομαζομένου καὶ ἐφαρμοστέον μετὰ ἀποδείξεως πῶς ὁ υἱὸς τοῦ θεοῦ τοῦτο τὸ ὄνομα εἶναι λέγεται, οὕτως καὶ ἐπὶ τοῦ λόγον αὐτὸν ὀνομάζεσθαι ποιητέον. τίς γὰρ ἡ ἀποκλήρωσις ἐφ’ ἑνὸς μὲν ἑκάστου μὴ ἵστασθαι.

  57. 1.154.1

    ἐπὶ τῆς λέξεως, ἀλλὰ φέρε εἰπεῖν ζητεῖν πῶς αὐτὸν ἐκδεκτέον »θύ- »ραν« καὶ τίνα τρόπον »ἄμπελον« τίνι τε αἰτίᾳ »ὁδόν«, ἐπὶ δὲ μόνου τοῦ »λόγον« αὐτὸν ἀναγεγράφθαι τὸ παραπλήσιον οὐ ποιητέον;

  58. 1.155.1

    ἴνα τοίνυν μᾶλλον δυσωπητικώτερον παραδεξώμεθα τὰ λεχθησόμενα εἰς τὰ περὶ τοῦ πῶς λόγος ἐστὶν ὁ υἱὸς τοῦ θεοῦ, ἀρκτέον ἀπὸ τῶν ἐξ ἀρχῆς ἡμῖν προτεθέντων ὀνομάτων αὐτοῦ.

  59. 1.156.1

    καὶ ὅτι μὲν δόξει τισὶ σφόδρα παρεκβατικὸν εἶναι τὸ τοιοῦτον οὐκ ἀγνοοῦμεν· πλὴν ἐπιστήσαντι καὶ πρὸς τὸ προκείμενον χρήσιμον ἔσται τὸ βασανίσαι τὰς ἐννοίας καθ’ ὡν τὰ ὀνόματα κεῖται, καὶ πρὸ ὁδοῦ τῶν ἐπιφερομένων ὑπάρξω ἡ κατανόησις τῶν πραγμάτων.

  60. 1.157.1

    ἅπαξ δὲ εἰς τὴν περὶ τοῦ σωτῆρος θεολογίαν ἐμΠεσόντες, ἀναγκαίως ὅση δύναμις τὰ περὶ αὐτοῦ μετὰ ἐρεύνης εὑρίσκοντες πληρέστερον αὐτὸν οὐ μόνον ᾗ λόγος ἐστὶ νοήσομεν ἀλλὰ καὶ τὰ λοιπά.

  61. 1.158.1

    Ἔλεγεν οὖν ἑαυτὸν εἶναι »φῶς τοῦ κόσμου«· καὶ τὰ παρακείμενα ταύτῃ τῇ ὀνομασίᾳ συνεκπιαστέον, δόξαντα ἂν τισιν οὐχὶ παρακείμενα μόνον ἀλλὰ καὶ τὰ αὐτὰ τυγχάνειν.

  62. 1.159.1

    ἔστι δὲ »τὸ »φῶς τῶν ἀνθρώπων« καὶ »τὸ φῶς τὸ ἀληθινὸν« καὶ »φῶς »ἐθνῶν«· φῶς μὲν ἀνθρώπων ἐν τῇ τοῦ προκειμένου εὐαγγελίου ἀρχῇ· »Ὃ γέγονε, γάρ φησιν, έν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία »αὐτὸ οὐ κατέλαβε«· φῶς δὲ ἀληθινὸν ἐν τοῖς ἑξῆς τῆς αὐτῆς γραφῆς ἐπιγέγραπται· »Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα »ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον( »φῶς δὲ ἐθνῶν« ἐν τῷ Ἡσαΐᾳ, ὡς προείπομεν παρατιθέμενοι τὸ »Ἰδοὺ τέθεικά σε εἰς φῶς Μ)νῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς((.

  63. 1.160.1

    Φῶς δὴ κόσμου αἰσθητὸν ὁ ἥλιός ἐστιν, καὶ μετὰ τοῦτον οὐκ ἀπᾳδόντως ἡ σελήνη καὶ οἱ ἀστέρες τώ αὐτῷ ὀνόματι προσαγορευθήσονται.

  64. 1.161.1

    ἀλλὰ φῶς μὲν αἐσθητὸν τυγχάνον τες οἱ γεγονέναι παρὰ Μωσεῖ λεγόμενοι τῇ τετάρτῃ ἡμέρα, καθὸ φωτίζουσι τὰ ἐπὶ γῆς, οὐκ εἰσὶ φῶς ἀληθινόν ὁ δὲ σωτὴρ ἐλλάμπων τοῖς λογικοῖς καὶ ἡγεμονι- κοῖς, ἵνα αὐτῶν ὁ νοῦς τὰ ἴδια ὁρατὰ βλέπῃ, τοῦ νοητοῦ κόσμου ἐστὶ φῶς· λέγω δὲ τῶν λογικῶν ψυχῶν τῶν ἐν τῷ αἰσθητικῷ κόσμῳ καὶ εἴ τι παρὰ ταῦτα συμπληροῖ τὸν κόσμον, ἀφ’ οὗ ὁ σωτὴρ εἶναι ἡμᾶς διδάσκει, τάχα μέρος αὐτοῦ τὸ κυριώτατον καὶ διαφέρον τυγχάνων καί, ὡς ἔστιν εἰπεῖν, ἥλιος ἡμέρας μεγάλης κυρίου ποιητής.

  65. 1.162.1

    δι’ ἣν ἡμέραν φησὶ τοῖς τοῦ φωτὸς αὐτοῦ μεταλαμβάνουσιν· »Ἐργά- »ζεσθε ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐκέτι οὐδεὶς δύναται ἐργά- »ζεσθαι. ὅταν ἐν τῷ κόσμῳ ὡ, φῶς εἰμι τοῦ κόσμου( ἔτι δὲ καὶ τοῖς μαθηταῖς φησιν· »Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου« καὶ »Λαμ- »ψάτω τὸ φῶς ὑμῶν ἔμπροσθε τῶν ἀνθρώπων«.

  66. 1.163.1

    τὸ δ’ ἀνάλογον σελήνῃ καὶ ἄστροις ὑπολαμβάνομεν εἶναι περὶ τὴν νύμφην ἐκκλησίαν καὶ τοὺς μαθητάς, ἔχοντας οἰκεῖον φῶς ἢ ἀπὸ τοῦ ἀληθινοῦ ἡλίου ἐπίκτητον, ἵνα φωτίσωσι μὴ δεδυνημένους πηγὴν ἐν αὑτοῖς κατασκευάσαι φωτός· οἷον Παῦλον μὲν καὶ Πέτρον »φῶς« ἐροῦμεν »τοῦ κόσμου«, τοὺς δὲ τυχόντας τῶν παρ’ αὐτοῖς μαθητευομένων, φωτιζομένους μέν, οὐ μὴν φωτίζειν ἑτέρους δυναμένους, τὸν κόσμον οὗ κόσμου φῶς οἱ ἀπόστολοι ἦσαν.

  67. 1.164.1

    ὁ δὲ σωτήρ, »φῶς« ὢν τοῦ »κόσμου«, φωτίζει οὐ σώματα ἀλλὰ ἀσωμάτῳ δυνάμει τὸν ἀσώματον νοῦν, ἵνα ὡς ὑπὸ ἡλιοῦ ἕκαστος ἡμῶν φωτιζόμενος καὶ τὰ ἄλλα δυνηθῇ

  68. 1.165.1

    βλέπειν νοητά. ὥσπερ δὲ ἡλίου φωτίζοντος ἀμαυροῦται τὸ δύνασθαι φωτίζειν σελήνην καὶ ἀστέρας, οὕτως οἱ ἐλλαμπόμενοι ὑπὸ Χριστοῦ καὶ τὰς αὐγὰς αὐτοῦ κεχωρηκότες οὐδέν τινων διακονουμένων ἀποστόλων καὶ προφητῶν δέονται — τολμητέον γὰρ λέγειν τὴν ἀλήθειαν — οὐδὲ ἀγγέλων, προσθήσω δὲ ὅτι οὐδὲ τῶν κρειττόνων δυνάμεων, αὐτῷ τῷ πρωτογεννήτῳ μαθητευόμενοι φωτί.

  69. 1.166.1

    τοῖς δὲ μὴ χωροῦσι τὰς ἡλιακὰς Χριστοῦ ἀκτῖνας οἱ ἅγιοι διακονοῦντες παρ- έχουσι φωτισμὸν πολλῷ τοῦ προειρημένου ἐλάττονα, μόγις καὶ τοῦτον χωρεῖν δυναμένοις καὶ ὑπ’ αὐτοῦ πληρουμένοις.

  70. 1.167.1

    Ἔστι δὲ ὁ χριστός, φῶς τυγχάνων κόσμου, φῶς ἀληθινὸν πρὸς ἀντιδιαστολὴν αἐσθητοῦ, οὐδενὸς αἰσθητοῦ ὄντος ἀληθινοῦ. ἀλλ’ οὐχὶ ἐπεὶ οὐκ ἀληθινὸν τὸ αἰσθητόν, ψεῦδος τὸ αἰσθητόν· δύναται γὰρ ἀναλογίαν ἔχειν τὸ αἰσθητὸν πρὸς τὸ νοητόν, οὐ μὴν τὸ ψεῦδος ὑγιῶς παντὸς καταγορεῖσθαι τοῦ οὐκ ἀληθινοῦ.

  71. 1.168.1

    ζητῶ δὲ εἰ ταὐτόν ἐστι τὸ »φῶς τοῦ κόσμους τῷ »φωτὶ τῶν ἀνθρώπων«, καὶ ἡγοῦμαι πλείονα δύναμιν παρίστασθαι τοῦ φωτὸς ὅτε »φῶς τοῦ »κόσμου« προσαγορεύεται ἤπερ »φῶς τῶν ἀνθρώπων ὁ γὰρ »κό- »σμος« κατὰ μίαν ἐκδοχὴν οὐ μόνον »ἀνθρωποι«.

  72. 1.169.1

    καὶ παραστήσει τὸ πλεῖον ἢ ἕτερον εἶναι τὸν κόσμον παρὰ τοὺς ἀνθρώπους ὁ Παῦ- λος έν τῇ 1 πρὸς Κορινθίους προτέρᾳ λέγων· »Θέατρον ἐγενήθημεν »τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις((.

  73. 1.170.1

    ἐπίστησον δὲ εἰ κατὰ μίαν ἐκδοχὴν κόσμος ἐστὶν ἡ ἐλευθερουμένη κτίσις »ἀπὸ τῆς δουλείας τῆς »φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ«, ἡς »ἡ ἀποκαραδοκία« τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται«.

  74. 1.171.1

    >Ἐπίστησον< δὲ προσεθήκαμεν διὰ τὸ παρακεῖσθαι τὸ δυνάμενον »Ἐγὼ φῶς εἰμι τοῦ κόσμου« συνεζευγμέναι ἐπὶ τῶν μαθητῶν ὑπὸ Ἰησοῦ λεγόμενον· »Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου((.

  75. 1.172.1

    εἰσὶ γὰρ οἱ ὑπολαμβάνοντες μείονας εἶναι τοὺς ἀνθρώπους τοὺς τῷ Ἰησοῦ γνησίως μεμαθητευμένους τῶν ἄλλων κτισμάτων, οἱ μὲν φύσει τοιούτους γεγενημένους, οἱ δὲ καὶ ἐν λόγῳ τῷ κατὰ τὸν χαλεπώτερον ἀγῶνα.

  76. 1.173.1

    πλείους γὰρ οἱ πόνοι καὶ ἐπισφαλὴς ἡ ζωὴ τῶν ἐν σαρκὶ καὶ αἵματι παρὰ τοὺς ἐν αἰθερίῳ σώματι, οὐκ ἂν τῶν ἐν οὐρανῷ φωστήρων ἐν τῷ ἀναλαβεῖν τὰ γἠϊνα σώματα ἀκινδύνως καὶ πάντως ἀναμαρτή- τως διανυσάντων τὴν ἐνταῦθα ζωήν· οἱ δὲ τῷ λόγω τούτω παριστά- μενοι ταῖς τὰ μέγιστα περὶ ἀνθρώπων ἀποφαινομέναις λέξεσι τῶν γραφῶν τὸ ἀνυπέρθετον τῆς ἐπαγγελίας ὅτι τὸν ἄνθρωπον φθάνει φασκούσαις, οὐ μὴν ταὐτὸν τοῦτο καὶ περὶ τῆς κτίσεως ἤ, ὡς ἐδεξάμεθα, κόσμου ἀπαγγελλούσαις.

  77. 1.174.1

    τὸ γὰρ »Ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, ἵνα καὶ αὐτοὶ έν ἡμῖν ὲν ὦσι«· καὶ »Ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται« σαφῶς περὶ ἀνθρώπων ἀναγέγραπται· περὶ δὲ τῆς κτίσεως, ὅτι ἐλευθεροῦται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς »εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ«· καὶ προσθήσουσιν ὅτι οὐχί, εἰ ἐλευθεροῦται, ἤδη καὶ κοινωνεῖ τῆς δόξης τῶν »τἐκνων τοῦ θεοῦ«.

  78. 1.175.1

    οὐκ ἀποσιωπήσουσι δὲ οὗτοι καὶ τὸ τὸν πρω- τότοκον πάσης κτίσεως διὰ τὴν πρὸς τὸν ἄνθρωπον ὑπὲρ πάντα τιμὴν ἄνθρωπον μὲν γεγονέναι, οὐ μὴν ζῷόν τι τῶν ἐν οὐρανῷ· ἀλλὰ καὶ δεύτερον καὶ διάκονον καὶ δοῦλον τῆς γνώσεως Ἰησοῦ τὸν έν τῇ ἀνατολῇ φανέντα ἀστέρα δεδημιουργῆσθαι, ἤτοι ὅμοιον ὄντα τοῖς λοιποῖς ἄστροις ἢ τάχα καὶ κρείττονα, ἅτε τοῦ πάντων διαφέροντος γενόμενον σημεῖον.

  79. 1.176.1

    καὶ εἰ τὰ καυχήματα τῶν ἁγίων ἐστὶν ἐν θλίψεσιν, εἰδότων »Ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάςεται, ἡ δὲ »ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει«, οὔτε ὑπομονὴν οὔτε δοκιμὴν οὔτε ἐλπίδα ἕξει ἡ μὴ τεθλιμμένη κτίσις τὴν ἴσην ἀλλ’ ἑτέραν, ἐπεὶ »Τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ

  80. 1.177.1

    »ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ’ ἐλπίδι«. ὁ δὲ μὴ τολμῶν τὰ τηλικαῦτα τῷ ἀνθρώπῳ καταχαρίσασθαι, ὁμόσε χωρήσας τῷ προβλήματι φήσει τῇ ματαιότητι τὴν κτίσιν ὑποτασσομένην Ι θλίβεσθαι, μᾶλλον στενάξασαν ἢ οἱ ὄντες έν τῷ σκήνει στενάζουσιν, ἅτε καὶ πλεῖστον ὅσον χρόνον καὶ πολλαπλασίονα τοῦ ἀνθρωπίνου ἀγῶνος τῇ ματαιότητι δουλεύουσαν.

  81. 1.178.1

    διὰ τί γὰρ »οὐχ ἑκοῦσα« τοῦτο ποιεῖ, ἢ ὅτι παρὰ φύσιν ἐστὶν αὐτῇ τῇ ματαιότητι ὑποτετάχθαι καὶ μὴ τὴν προηγουμένην ἔχειν τῆς ζωῆς κατάστασιν, ἣν ἀπολήψεται ἐλευθερου- μένη ἐν τῇ τοῦ κόσμου φθορᾷ καὶ τῆς τῶν σωμάτων ματαιότητος ἀπολυομένη;

  82. 1.179.1

    ἀλλ’ ἐπεὶ πλείονα καὶ οὐ κατὰ τὸ προκείμενον πρόβλημα δοκοῦμεν ἐπανελευσόμεθα ἐπανελευσόμεθα ἐπὶ τὸ ἐξ ἀρχῆς, ὑπομιμνήσκοντες διὰ τί »φῶς τοῦ κόσμου« ὁ σωτὴρ λέγεται καὶ φῶς ἀληθινὸν« καὶ »φῶς τῶν ἀνθρώπων«. ἀποδέδοται μὲν γὰρ ὅτι διὰ τὸ φῶς τοῦ κόσμου τὸ αἰσθητὸν λέγεται »φῶς ἀληθινόν«, καὶ ὅτι ὅτι ταὐτόν ἐστι τὸ φῶς τοῦ κόσμου τώ φωτὶ τῶν ἀνθρώπων ἢ ἐπιδέχεται ἐξέτασιν ὡς οὐ ταὐτόν.

  83. 1.180.1

    ἀναγκαίως δὲ διὰ τοὺς μηδὲν ἐξειληφότας ἐκ τοῦ λόγον εἶναι τὸν σωτῆρα ταῦτα ἠρεύνηται, ἵνα πειθώμεθα μὴ κατὰ ἀποκλήρωσιν ἵστασθαι μὲν ἐπὶ τῆς »λόγος« ἐννοίας, †καὶ προσ. ἥκοι τώ χωρὶς μεταλήψεως τῆς δυναμένης μεταλαμβάνεσθαι, ἀνάγειν δὲ καὶ ἀλληγορεῖν τὴν φῶς τοῦ κόσμου φωνὴν καὶ τὰ λοιπὰ τῶν πολλῶν ἃ παρεθέμεθα.

  84. 1.181.1

    ΧΧVII Ὥσπερ δὲ παρὰ τὸ φωτίζειν καὶ καταλάμπειν τὰ ἡγεμονικὰ τῶν ἀνθρώπων ἢ ἁπαξαπλῶς τῶν λογικῶν, »φῶς« έστιν »ἀνθρώπων« καὶ «φῶς ἀληθινὸν« καὶ »φῶς τοῦ κόσμου«, οὕτως ἐκ τοῦ [διὰ τοῦ] ἐνεργεῖσθαι τὴν ἀπόθεσιν πόσης νεκρότητος καὶ τὴν κυρίως καλουμένην ζωήν, ἐκ νεκρῶν ἀνισταμένων τῶν αὐτὸν γνησίως κεχωρηκότων,

  85. 1.182.1

    καλεῖται »ἠ ἀνάσ·τασις( τοῦτο δὲ οὐ μόνον ἐπὶ τοῦ παρόντος ἐνεργεῖ τοῖς δυναμένοις λέγειν· »Συνετάφημεν τώ »χριστῷ διὰ τοῦ βαπτίσματος‘ καὶ συνανέστημεν αὐτῷ· ἀλλὰ πολλῷ μᾶλλον ὅτε ἄκρως πᾶσάν τις ἀποθέμενος νεκρότητα καὶ τὴν αὐτοῦ τοῦ υἱοῦ ἐν καινότητι ζωῆς περιπατεῖ· »τὴν οὐν » Ἰησοῦ ἐν τῷ σώματι πάντοτε ἐνταῦθα περιφέρομεν« ὅτε ἀξιολόγως ὠφελήμεθα) »ἵνα ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τοῖς σώμασιν ἡμῶν φανερωθῇ«.

  86. 1.183.1

    ἀλλὰ καὶ ἡ ἐν σοφίᾳ πορεία καὶ πρακτικὴ τῶν σωζομένων ἐν αὐτῷ γινομένη κατὰ τὰς περὶ ἀληθείας ἐν λόγῳ θείῳ διεξόδους καὶ κράζεις τὰς κατὰ τὴν ἀληθῆ δικαιοσύνην, παρίστησιν ἡμῖν νοεῖν πῶς αὐτός ἐστιν ἡ ὁδός, ἐφ’ ἣν ὁδὸν οὐδὲν αἴρειν δεῖ, οὔτε πήραν οὔτε ἱμάτιον, ἀλλ’ οὐδὲ ῥάβδον ἔχοντα ὁδεύειν χρή, οὐδὲ ὑποδήματα ὑποδεδέσθαι κατὰ τοὺς πόδας.

  87. 1.184.1

    αὐτάρκης γὰρ ἀντὶ παντὸς ἐφοδίου αὐτὴ ἡ ὀδός, καὶ ἀνενδεὴς τυγχάνει πᾶς ὁ ταύτης ἐπι βαίνων, κεκοσμημένος ἐνδύματι ᾧ πρέπει κεκοσμῆσθαι τὸν ἐπὶ τὴν κλῆσιν τοῦ γάμου ἀπιόντα, οὐδενός τε χαλεποῦ δυναμένου ἀπαντῆσαι κατὰ ταύτην τὴν ὁδόν. ἀμήχανον γὰρ ὁδοὺς ὄφεως ἐπὶ πέτρας εὑρεῖν, κατὰ τὸν Σαλομῶντα, φημὶ δ’ ἐγώ, ὅτι καὶ οὗ δήποτε θηρίου.

  88. 1.185.1

    διὸ οὐδὲ χρεία ῥάβδου ἐν ὁδῷ οὐδὲ ἴχνη τῶν ἐναντίων ἐχούσῃ καὶ ἀνεπιδέκτῳ διὰ τὸ στερρόν, δι’ ὅπερ καὶ πέτρα λέγεται, τῶν χειρόνων τυγχανούσῃ.

  89. 1.186.1

    ἁλήθεια δὲ ὁ μονογενής ἐστι πάντα ἐμπεριειληφὼς τὸν περὶ τῶν ὅλων κατὰ τὸ βούλημα τοῦ πατρὸς μετὰ πάσης τρανότητος λόγον καὶ ἑκάστω κατὰ τὴν ἀξίαν αὐτοῦ, ᾗ ἀλήθειά ἐστι, μεταδιδούς.

  90. 1.187.1

    ἐὰν δέ τις ζητῇ, εἰ πᾶν ὅ τί ποτε ἐγνωσμένον ὑπὸ τοῦ πατρὸς κατὰ τὸ βάθος τοῦ πλούτου καὶ τῆς σοφίας καὶ τῆς γνώσεως αὐτοῦ ἐπίσταται ὁ σωτὴρ ἡμῶν, καὶ φαντασίᾳ τοῦ δοξάζειν τὸν πατέρα ἀποφαίνηταί τινα γινωσκόμενα ὑπὸ τοῦ πατρὸς ἀγνοεῖσθαι ὑπὸ τοῦ υἱοῦ, διαρκοῦντος ἐξισωθῆναι ταῖς καταλήψεσι τοῦ ἀγεννήτου θεοῦ, ἐπι- στατέον αὐτὸν ἐκ τοῦ ἀλήθειαν εἶναι τὸν σωτῆρα καὶ προσακτέον ὅτι, εἰ ὁλόκληρός ἐστιν ἡ ἀλήθεια, οὐδὲν ἀληθὲς ἀγνοεῖ, ἵνα μὴ σκάζῃ λείπουσα ἡ ἀλήθεια οἷς οὐ γινώσκει, κατ’ ἐκείνους τυγχάνουσιν ἐν μόνῳ τῷ πατρί, ἢ δεικνύτω τις ὅτι ἐστὶν ἃ γινωσκόμενα τῆς ἀληθείας προσηγορίας οὐ τυγχάνοντα ἀλλὰ ὑπὲρ αὐτὴν ὄντα.

  91. 1.188.1

    σαφὲς δὲ ὅτι κυρίως τῆς εἰλικρινοῦς καὶ ἀμιγοῦς πρός τι ἕτερον ζωῆς ἡ ἀρχὴ ἐν τῷ πρωτοτόκῳ πάσης κτίσεως τυγχάνει· ἀφ’ ἡς οἱ μέτοχοι τοῦ χριστοῦ λαμβάνοντες τὴν ἀληθῶς ζῶσι ζωὴν τῶν παρ’ αὐτὸν νομιζομένων ζῆν ὥσπερ οὐκ ἐχόντων τὸ ἀληθινὸν φῶς, οὕτως οὐδὲ τὸ ἀληθινὸν ζῆν.

  92. 1.189.1

    καὶ ἐπεὶ ἐν τῷ πατρὶ οὐκ ἔστι γενέσθαι ἢ παρὰ τῷ πατρὶ μὴ φθάσαντα πρῶτον κάτωθεν ἀναβαίνοντα ἐπὶ τὴν τοῦ υἱοῦ θεότητα, δι’ ἡς τις χειραγωγηθῆναι δύναται καὶ ἐπὶ τὴν πατρικὴν μακαριότητα, θύρα ὁ σωτὴρ ἀναγέγραπται.

  93. 1.190.1

    φιλάνθρωπος δὲ ὢν καὶ τὴν ὅπως ποτὲ ἐπὶ τὸ βέλτιον ἀποδεχόμενος τῶν Ψυχῶν ῥοπὴν τῶν ἐπὶ τὸν λόγον μὴ σπευδόντων ἀλλὰ δίκην προβάτων οὐκ ἐξητασμένον ἀλλὰ ἄλογον τὸ ἥμερον καὶ πρᾷον ἐχόντων ποιμὴν γίνεται· »Ἀνθρώπους γὰρ καὶ κτήνη σώζει ὁ κύριος·‘ καὶ ὁ Ἰσραὴλ δὲ καὶ ὁ Ἰούδας σπείρεται σπέρμα οὐ μόνον ἀνθρώπων ἀλλὰ καὶ κτηνῶν.

  94. 1.191.1

    Πρὸς τούτοις ἐπισκοπητέον ἐξ ἀρχῆς τὴν χριστὸς προσηγορίαν καὶ προσληπτέον τὴν βασιλεύς, ἵνα τῇ παραθέσει ἠ διαφορὰ νοηθῇ. λέγεται δὴ ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ ὁ ἠγαπηκὼς δικαιοσύνην καὶ ἀνομίαν μεμισηκὼς παρὰ τοὺς μετόχους αἰτίαν τοῦ κεχρίσθαι τὸ οὕτω δικαιοσύνῃ προσεληλυθέναι ἐσχηκέναι καὶ τὴν ἀνομίαν μεμισηκέναι, Ι ὡς οὐχ ἅμα τῷ εἶναι τὴν χρίσιν συνυπάρχουσαν καὶ συγκτισθεῖσαν λαβών, ἥτις χρίσις βασιλείας ἐπὶ γεννητοῖς ἐστι σύμβολον, ἔσθ’ ὅτε δὲ καὶ ἱερωσύνης ἆρ’ οὖν ἐπιγενητή ἐστιν ἡ τοῦ υἱοῦ τοῦ θεοῦ βασιλεία καὶ οὐ συμφυὴς αὐτῷ;

  95. 1.192.1

    καὶ πῶς οἷόν τε τὸν πρωτότοκον πάσης κτίσεως, οὐκ ὄντα βασιλέα, ὕστερον βασιλέα γεγονέναι διὰ τὸ ἠγαπηκέναι δικαιοσύνην, καὶ ταῦτα τυγχάνοντα δικαιοσύνην; μήποτε δὲ λανθάνει ἡμὰς ὁ μὲν ἄνθρωπος αὐτοῦ χριστὸς ὤν, κατὰ τὴν ψυχὴν διὰ τὸ ἀνθρώπινον καὶ τεταραγμένην καὶ περίλυπον γεγενημένην μάλιστα νοούμενος, ὁ δὲ βασιλεὺς κατὰ τὸ θεῖον.

  96. 1.193.1

    παραμυθοῦμαι δὲ τοῦτο ἐξ ἑβδομηκοστοῦ πρώτου ψαλμοῦ λέγοντος· »Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου έν δικαιοσύνῃ καὶ »τοὺς πτωχούς σου ἐν κρίσει·« σαφῶς γὰρ εἰς Σαλομῶντα ἐπιγεγραμ- μένος ὁ ψαλμὸς περὶ Χριστοῦ προφητεύεται.

  97. 1.194.1

    καὶ ἄξιον ἰδεῖν τίνι βασιλεῖ τὸ κρίμα εὔχεται δοθῆναι ὑπὸ θεοῦ ἡ προφητεία καὶ τίνι υἱῷ βασιλέως καὶ ποίου βασιλέως τὴν δικαιοσύνην.

  98. 1.195.1

    ἡγοῦμαί οὐν »βασιλέα« μὲν λέγεσθαι τὴν προηγουμένην τοῦ πρωτοτόκου πάσης κτίσεως φύσιν, ᾑ δίδοται διὰ τὸ ὑπερέχειν τὸ κρίνειν· τὸν δὲ ἄνθραπον, ὃν ἀνείληφεν, ὑπ’ ἐκείνης μορφούμενον κατὰ δικαιοσύνην x003E;

  99. 1.196.1

    ἐκτυπούμενον, »υἱὸν τοῦ βασιλέως( καὶ προσάγομαι εἰς τὸ τοῦθ’ οὕτως ἔχειν παραδέξασθαι ἀπὸ τοῦ εἰς ἕνα λόγον συνῆχθαι ἀμφότερα καὶ τὰ ἐπιφερόμενα οὐκέτι ὡς περὶ δύο τινῶν ἀπαγγέλλεσθαι ἀλλ’ ὡς περὶ ἑνός.

  100. 1.197.1

    πεποίηκε γὰρ ὁ σωτὴρ »τὰ ἀμφότερα ἕν«, κατὰ τὴν ἀπαρχὴν τῶν γινομένων ἀμφοτέρων ἐν ἑαυτῷ πρὸ πάντων ποιήσας· »ἀμφοτέρων« δὲ λέγω καὶ ἐπὶ τῶν ἀνθρώπων, ἐφ’ ὡν ἀνακέκραται τῷ ἁγίῳ πνεύματι ἡ ἑκάστου ψυχὴ καὶ γέγονεν ἕκαστος τῶν σωξομένων πνευματικός.

← Previous · Next → — showing 101200 of 2,967

First Thousand Years of Greek. CTS URN tlg2042.tlg005.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.